---
title: Hymns and Convivial Prayers
title_greek: Ἀποσπάσματα
author: Convivial Songs Anonymous
eul_wid: des-aa
eul_aid: des
canonical: "https://eulogikon.org/grc/convivial-songs-anon/hymns-prayers"
canonical_json: "https://eulogikon.org/data/works/grc/convivial-songs-anon-hymns-prayers-des-aa.json"
sha256: "08718a5ec82935a552d505b3cb4d16d02ed494c5916c7879578b87ee8e585e1b"
period: Classical
dialect: Mixed Dialects
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Hymns and Convivial Prayers

*Ἀποσπάσματα*

**Author:** Convivial Songs Anonymous

**eul_wid:** `des-aa` · [HTML page](https://eulogikon.org/grc/convivial-songs-anon/hymns-prayers) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/convivial-songs-anon-hymns-prayers-des-aa.json)

## Text

### book 1.1

Παλλὰς

### book 1.2

Τριτογένει’ ἄνασς’ Ἀθηνᾶ, ὄρθου τήνδε πόλιν

### book 1.3

τε καὶ πολίτας ἄτερ ἀλγέων ⟦τε⟧ καὶ στάσεων καὶ θανάτων ἀώρων, σύ τε καὶ πατήρ.

### book 2.1

Πλούτου μητέρ’ Ὀλυμπίαν ἀείδω Δήμητρα

### book 2.2

στεφανηφόροις ἐν ὥραις σέ τε

### book 2.3

παῖ Διὸς

### book 2.4

Φερσεφόνη· χαίρετον, εὖ δὲ τάνδ’ ἀμφέπετον πόλιν.

### book 3.1

ἐν Δήλωι

### book 3.2

ποτ’ ἔτικτε τέκνα Λατώ, Φοῖβον

### book 3.3

χρυσοκόμαν ἄνακτ’ Ἀπόλλω ἐλαφηβόλον τ’ ἀγροτέραν Ἄρτεμιν, ἃ γυναικῶν μέγ’ ἔχει κράτος.

### book 4.1

ὦ Πὰν Ἀρκαδίας μεδέων κλεεννᾶς, ὀρχηστὰ βρομίαις ὀπαδὲ Νύμφαις, γελάσειας ὦ Πὰν ἐπ’ ἐμαῖς †εὐφροσύναις

### book 4.2

ταῖσδ’ ἀοιδαῖς αοιδε† κεχαρημένος.

### book 5.1

ἐνικήσαμεν ὡς ἐβουλόμεσθα καὶ νίκην ἔδοσαν θεοὶ φέροντες

### book 5.2

παρὰ Πανδρόσου †ὡς φίλην Ἀθηνᾶν.†

### book 6.1

εἴθ’ ἐξῆν ὁποῖός

### book 6.2

τις ἦν ἕκαστος τὸ στῆθος διελόντ’, ἔπειτα τὸν νοῦν ἐσιδόντα, κλείσαντα πάλιν, ἄνδρα φίλον νομίζειν ἀδόλωι

### book 6.3

φρενί.

### book 7.1

ὑγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνητῶι, δεύτερον δὲ καλὸν

### book 7.2

φυὰν γενέσθαι, τὸ τρίτον δὲ πλουτεῖν ἀδόλως, καὶ τὸ τέταρτον ἡβᾶν μετὰ τῶν φίλων.

### book 8.1

〈⏓–⏑〉 ἐκ γῆς

### book 8.2

χρὴ κατίδην

### book 8.3

πλόον εἴ τις δύναιτο καὶ παλάμην ἔχοι ἐπεὶ δέ κ’ ἐν πόντωι γένηται τῶι

### book 8.4

παρεόντι

### book 8.5

τρέχειν ἀνάγκη.

### book 9.1

ὁ δὲ καρκίνος ὧδ’ ἔφα

### book 9.2

χαλᾶι τὸν ὄφιν λαβών· εὐθὺν

### book 9.3

χρὴ τὸν ἑταῖρον ἔμ‐ [para]μεν καὶ μὴ σκολιὰ φρονεῖν.

### book 10.1

ἐν μύρτου κλαδὶ τὸ ξίφος

### book 10.2

φορήσω ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων ὅτε τὸν τύραννον κτανέτην ἰσονόμους τ’ Ἀθήνας ἐποιησάτην.

### book 11.1

φίλταθ’ Ἁρμόδι’, οὔ τί πω τέθνηκας, νήσοις δ’ ἐν μακάρων σέ φασιν εἶναι, ἵνα

### book 11.2

περ

### book 11.3

ποδώκης Ἀχιλεὺς

### book 11.4

Τυδεΐδην τέ †φασι τὸν ἐσθλὸν† Διομήδεα.

### book 12.1

ἐν μύρτου κλαδὶ τὸ ξίφος

### book 12.2

φορήσω ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων ὅτ’ Ἀθηναίης ἐν θυσίαις ἄνδρα τύραννον Ἵππαρχον ἐκαινέτην.

### book 13

αἰεὶ σφῶιν κλέος ἔσσεται κατ’ αἶαν, φίλταθ’ Ἁρμόδιε καὶ Ἀριστόγειτον, ὅτι τὸν τύραννον κτανέτην ἰσονόμους τ’ Ἀθήνας ἐποιησάτην.

### book 14.1

Ἀδμήτου λόγον ὦ ἑταῖρε μαθὼν

### book 14.2

τοὺς ἀγαθοὺς φίλει, τῶν δειλῶν δ’ ἀπέχου γνοὺς ὅτι δειλοῖς ὀλίγη χάρις.

### book 15.1

παῖ Τελαμῶνος Αἶαν αἰχμητά, λέγουσί σε ἐς

### book 15.2

Τροΐαν ἄριστον ἐλθεῖν Δαναῶν μετ’ Ἀχιλλέα.

### book 16.1

τὸν

### book 16.2

Τελαμῶνα

### book 16.3

πρῶτον, Αἴαντα δὲ δεύτερον ἐς

### book 16.4

Τροΐαν λέγουσιν ἐλθεῖν Δαναῶν μετ’ Ἀχιλλέα.

### book 17.1

εἴθε λύρα καλὴ γενοίμην ἐλεφαντίνη καί με καλοὶ παῖδες φέροιεν Διονύσιον ἐς

### book 17.2

χορόν.

### book 18.1

εἴθ’ ἄπυρον καλὸν γενοίμην μέγα

### book 18.2

χρυσίον καί με καλὴ γυνὴ φοροίη καθαρὸν θεμένη νόον.

### book 19.1

σύν μοι πῖνε

### book 19.2

συνήβα

### book 19.3

συνέρα

### book 19.4

συστεφανηφόρει, σύν μοι μαινομένωι μαίνεο, σὺν σώφρονι

### book 19.5

σωφρόνει.

### book 20.1

ὑπὸ παντὶ λίθωι

### book 20.2

σκορπίος ὦ ἑταῖρ’ ὑποδύεται. φράζευ μή σε βάληι· τῶι δ’ ἀφανεῖ πᾶς ἕπεται δόλος.

### book 21

ἁ ὗς τὰν βάλανον τὰν μὲν ἔχει, τὰν δ’ ἔραται λαβεῖν· κἀγὼ παῖδα καλὴν τὴν μὲν ἔχω, τὴν δ’ ἔραμαι λαβεῖν.

### book 22.1

πόρνη καὶ βαλανεὺς

### book 22.2

τωὐτὸν ἔχους’ ἐμπεδέως ἔθος· ἐν

### book 22.3

ταὐτᾶι

### book 22.4

πυέλωι τόν τ’ ἀγαθὸν τόν

### book 22.5

τε κακὸν λόει.

### book 23

ἔγχει καὶ Κήδωνι, διάκονε, μηδ’ ἐπιλήθου, εἰ χρὴ τοῖς ἀγαθοῖς ἀνδράσιν οἰνοχοεῖν.

### book 24.1

αἰαῖ Λειψύδριον

### book 24.2

προδωσέταιρον, οἵους ἄνδρας ἀπώλεσας, μάχεσθαι ἀγαθούς

### book 24.3

τε καὶ εὐπατρίδας, οἳ τότ’ ἔδειξαν οἵων

### book 24.4

πατέρων ἔσαν.

### book 25.1

ὅστις ἄνδρα φίλον μὴ προδίδωσιν, μεγάλην ἔχει

### book 25.2

τιμὴν ἔν

### book 25.3

τε βροτοῖς ἔν

### book 25.4

τε θεοῖσιν κατ’ ἐμὸν νόον.

### book 26.1

ἐστί μοι

### book 26.2

πλοῦτος μέγας δόρυ καὶ ξίφος καὶ τὸ καλὸν λαισήιον, πρόβλημα

### book 26.3

χρωτός· τούτωι γὰρ ἀρῶ, τούτωι θερίζω, τούτωι

### book 26.4

πατέω τὸν ἁδὺν οἶνον ἀπ’ ἀμπέλων,[ln_5]τούτωι δεσπότας μνοΐας κέκλημαι. τοὶ δὲ μὴ τολμῶντ’ ἔχειν δόρυ καὶ ξίφος καὶ τὸ καλὸν λαισήιον, πρόβλημα

### book 26.5

χρωτός, πάντες γόνυ

### book 26.6

πεπτηῶτες †ἐμὸν 〈⏓–〉 κυνέοντι δεσπόταν 〈⏑⏑–⏑–〉[ln_10]καὶ μέγαν βασιλῆα

### book 26.7

φωνέοντες.

### book 27.1

οὐδὲν ἦν ἄρα τἄλλα

### book 27.2

πλὴν ὁ χρυσός.

### book 28

οὐδεὶς πώποτ’ ἀνὴρ ἔγεντ’ Ἀθήναις

### book 29a

οὐκ ἔστιν ἀλωπεκίζειν οὐδ’ ἀμφοτέροισι γίγνεσθαι φίλον.

### book 29b.1

χρήματα καὶ βίαν Κλειταγόραι

### book 29b.2

τε κἀμοὶ μετὰ Θετταλῶν.

### book 30.1

οὐ χρὴ πόλλ’ ἔχειν θνητὸν ἄνθρωπον† ἀλλ’ ἐρᾶν καὶ κατεσθίειν· σὺ δὲ κάρτα

### book 30.2

φείδηι.

### book 31

Βορέας·

### book 33

τὸ Δάτιδος μέλος

### book 34a.1

[....]α̣ι θυγάτη̣[ρ [.]π̣λ̣ε̣[.]α̣σ̣ιτα φέρων [ [.]αμοι

### book 34a.2

τεμένη β̣[.........]ων[

### book 34b.1

[ἐ]ν̣κέρασον

### book 34b.2

Χαρίτων κρατῆ[ρ]’ ἐπι̣σ̣τ̣[ε]‐[ln_1]φ̣έ̣α κρ[....... π]ρόπ̣ι̣[ν]ε | [λό]γον· σήμαιν’ ὅτι

### book 34b.3

παρθένω̣ν ἀπε[ί]ροσ̣ι̣ πλέξομεν ὕμνοις | [τ]ὰν δορὶ †σώματι κειραμέναν

### book 34b.4

Τρ[οΐ]αν[ln_5]κ̣α̣ὶ̣ [τ]ὸν

### book 34b.5

παρὰ ναυσὶν ἀειμνά[σ]τοις ἁλόντα | νυκτιβάταν σ̣κοπόν.

### book 34c.1

ὦ Μοῦς̣’ ἀ̣γανό̣μ̣μ̣ατε μᾶτερ

### book 34c.2

συνεπίσπεο σῶν τέκνων | [..].ωι̣.[...]ωι· ἄρτι βρύουσαν ἀοιδὰν

### book 34c.3

πρωτοπαγεῖ σοφίαι διαποίκιλον ἐκφέρομεν· |[ln_5][....]ο̣ι̣ τέγξαν Ἀχελώιου δρόσ[οι·] [....] παραπροϊών, ὑφίει̣ π̣όδα, λῦ’ ἑ̣ανοῦ | π̣τέρ̣υ̣γ̣α̣ς̣, τάχος ἵεσο λεπτολίθων [......]ν̣· εὖ̣· καθόρα πέλαγος,[ln_10]παρὰ γᾶν | ⸏ἔκφευγε νότου

### book 34c.4

χαλεπὰν

### book 34c.5

φοβερὰ[ν διαπο]ντοπλανῆ μα̣νίαν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/convivial-songs-anon-hymns-prayers-des-aa.json (sha256:08718a5ec82935a552d505b3cb4d16d02ed494c5916c7879578b87ee8e585e1b). Cite as `eul_wid: des-aa`.
