---
title: On the Birds of Leros
title_greek: Ἀποσπάσματα
author: Clytus the Historian
eul_wid: gnq-aa
eul_aid: gnq
canonical: "https://eulogikon.org/grc/clytus-the-historian/birds-leros"
canonical_json: "https://eulogikon.org/data/works/grc/clytus-the-historian-birds-leros-gnq-aa.json"
sha256: "73dbdd31d4acc42eddfea289c9e6d344163896e9f55a670d7a6ff68b2aa7000a"
period: Classical
dialect: Ionic (frg)
domain: History
format: Prose
license: CC0-1.0
---

# On the Birds of Leros

*Ἀποσπάσματα*

**Author:** Clytus the Historian

**eul_wid:** `gnq-aa` · [HTML page](https://eulogikon.org/grc/clytus-the-historian/birds-leros) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/clytus-the-historian-birds-leros-gnq-aa.json)

## Text

### t1-3

ΠΕΡΙ ΜΙΛΗΤΟΥ.

## E LIBRO PRIMO.

### 1

Athenaeus XIV: Κλύτος ὁ Μιλήσιος, Ἀριστοτέλους δὲ μαθητὴς, ἐν τῷ πρώτῳ Περὶ Μιλήτου γράφει περὶ αὐτῶν οὕτως· «Περὶ δὲ τὸ ἱερὸν τῆς Παρθένου ἐν Λέρῳ εἰσὶν οἱ καλούμενοι ὄρνιθες μελεαγρί δες. Ὁ δὲ τόπος ἐστὶν ἑλώδης, ἐν ᾧ τρέφονται. Ἔστι δὲ ἄστοργον πρὸς τὰ ἔκγονα τὸ ὄρνεον καὶ ὀλιγωρεῖ τῶν νεωτέρων, ὥστε ἀνάγκη τοῖς ἱερεῦσιν ἐπιμελεῖσθαι αὐτῶν. Ἔχει δὲ τὸ μὲν μέγεθος ὄρνιθος γενναίου, τὴν δὲ κεφαλὴν μικρὰν πρὸς τὸ σῶμα, καὶ ταύτην ψιλὴν, ἐπ’ αὐτῆς δὲ λόφον σάρκινον, σκληρὸν, στρογγύλον, ἐξέχοντα τῆς κεφαλῆς ὥσπερ πάτταλον, καὶ τὸ χρῶμα ξυλοειδῆ. Πρὸς δὲ ταῖς γνάθοις ἀπὸ τοῦ στόματος ἀρξαμένην ἀντὶ πώγωνος μακρὰν σάρκα καὶ ἐρυθροτέραν τῶν ὀρνίθων. Τὴν δὲ τοῖς ὄρνισιν ἐπὶ τῷ ῥύγχει γινομέ νην, ἣν ἔνιοι πώγωνα καλοῦσιν, οὐκ ἔχει· διὸ καὶ ταύτῃ κολοβόν ἐστι. Ῥύγχος δὲ ὀξύτερον καὶ μεῖζον ἢ ὄρνις ἔχει. Τράχηλος μέλας, παχύτερος καὶ βραχύτερος τῶν ὀρνίθων. Τὸ δὲ σῶμα ἅπαν ποικίλον, μέλανος ὄντος τοῦ χρώματος ὅλου, πτίλοις λευκοῖς καὶ πυκνοῖς διειλημμένου [οὐ?] μείζοσι φακῶν. Οὗτοι δ’ εἰσὶν ἐν ῥόμβοις οἱ κυκλίσκοι μέλασι τοῦ ὅλου χρώματος· διὸ καὶ ποικιλίαν τινὰ οἱ ῥόμβοι παρέχονται, τοῦ μὲν μέλανος ἔχοντος λευκότερον τὸ χρῶμα, τοῦ δὲ λευκοῦ πολὺ μελάντερον. Τὸ δὲ κατὰ τὰς πτέρυγας αὐταῖς πεποίκιλται λευκῷ πριονώδεσι σχήμασι [πυρώδεσι] καὶ παρ’ ἄλληλα κειμένοις. Σκέλη δὲ ἄκεντρα, ὅμοια τοῖς ὀρνιθείοις. Παραπλήσιαι δ’ εἰσὶν αἱ θήλειαι τοῖς ἄρρεσι· διὸ καὶ δυσδιάκριτόν ἐστι τὸ τῶν μελεαγρίδων γένος.» Τοσαῦτα καὶ ὁ περιπατητικὸς φιλόσοφος περὶ τῶν με λεαγρίδων ἱστόρησεν.

### t2-3

E LIBRIS INCERTIS.

### 2

Athenaeus XII: Κλύτος δ’ ὁ Ἀριστοτελικὸς ἐν τοῖς περὶ Μιλήτου Πολυκράτη φησὶ, τὸν Σαμίων τύραννον, ὑπὸ τρυφῆς τὰ πανταχόθεν συνάγειν· κύνας μὲν ἐξ Ἠπεί ρου, αἶγας δὲ ἐκ Σκύρου, ἐκ δὲ Μιλήτου πρόβατα, ὗς δὲ ἐκ Σικελίας.

### 3

Diogen. L. I, 25, de Thalete Milesio: Δοκεῖ δὲ καὶ ἐν τοῖς πολιτικοῖς ἄριστα βεβουλεῦσθαι. Κροίσου γοῦν πέμψαντος πρὸς Μιλησίους ἐπὶ συμμαχίᾳ, ἐκώλυσεν· ὅπερ, Κύρου κρατήσαντος, ἔσωσε τὴν πόλιν. Κλύ τος δέ φησιν, ὡς Ἡρακλείδης ἱστορεῖ, μονήρη αὐτὸν γεγονέναι καὶ ἰδιαστήν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/clytus-the-historian-birds-leros-gnq-aa.json (sha256:73dbdd31d4acc42eddfea289c9e6d344163896e9f55a670d7a6ff68b2aa7000a). Cite as `eul_wid: gnq-aa`.
