---
title: Questions Among the Attic Orators
title_greek: Παρὰ τοῖς Ἀττικοῖς ῥήτορσι ζητούμενα
author: Claudius Casilon the Grammarian
eul_wid: nrk-aa
eul_aid: nrk
canonical: "https://eulogikon.org/grc/claudius-casilon/attic-orators"
canonical_json: "https://eulogikon.org/data/works/grc/claudius-casilon-attic-orators-nrk-aa.json"
sha256: f8a6a08b82f1a68b31b212889abdefb642b0e1c58f0a0ccfaa598ff4a4ec8b23
period: Roman
dialect: Technical Koine
domain: Grammar
format: Treatise
license: CC0-1.0
---

# Questions Among the Attic Orators

*Παρὰ τοῖς Ἀττικοῖς ῥήτορσι ζητούμενα*

**Author:** Claudius Casilon the Grammarian

**eul_wid:** `nrk-aa` · [HTML page](https://eulogikon.org/grc/claudius-casilon/attic-orators) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/claudius-casilon-attic-orators-nrk-aa.json)

## Text

### 243 (1t)

ἘΚ ΤΩΝ ΚΛΑΥΔΙΟΥ ΚΑΣΙΛΩΝΟΣ ΠΑΡΑ ΤΟΙΣ ἈΤΤΙΚΟΙΣ ῬΗΤΟΡΣΙ ΖΗΤΟΥΜΕΝΩΝ. Τίς (f. τί) ὁ ὀροσάγγης, καὶ τί σαγγάδης, καὶ τί παρασάγγης, καὶ τί ἄγγαρος. Ὀροσάγκαι (l. Ὀροσάγγαι) μὲν οἱ σωματοφύλακες, ὡς Σοφοκλῆς, Ἑλένης γάμῳ καὶ Τροΐλῳ· Ἡρόδοτος δὲ (viii, lxxxv)· “οἱ εὐεργέται βασιλέως, ὀροσάγγαι καλέονται περσιστί.” Νύμφις δὲ ὁ Ἡρακλεώτης ἐν δευτέρῳ Περὶ Ἡρακλείας, τοὺς ὀροσάγγας λέγει παρὰ Πέρσαις τὴν μεγίστην ἔχειν προεδρίαν, καλεῖσθαι δὲ κατὰ γλῶτταν ξένους βασιλείους. Σαγγάνδαι δὲ οἱ ἀποστελλόμενοι καλοῦνται· Σοφοκλῆς δὲ ἐν Ποιμέσι, καὶ Εὐριπίδης ἐν Σκυρίαις παρασάγγοις (l. παρασάγγας) αὐτοὺς κεκλήκασιν· ἐχρῆν δὲ εἰπεῖν σαγγάδοις (l. σαγγάδας), οἱ γὰρ παρασάγγαι μέτρον ἐστὶν ὁδοῦ, ὡς Ἡρόδοτος ἐν τῇ βʹ (c. vi) οὕτως· “δύναται μὲν οὖν ὁ παρασάγγης τριήκοντα σταδίους, ὁ δὲ σχοῖνος ἕκαστος, μέτρον αἰγύπτιον, ἑξήκοντα στάδια. Ἄγγαροι δὲ οἱ πρεσβευταὶ, ὡς Θεόπομπος ἐν τῇ ιγʹ οὕτως· “κατέπεμψε πρέσβεις, οὓς ἀγγάρους καλοῦσιν ἐκεῖνοι.” Εἰρηναῖος δὲ ἐν τῷ Ὑπομνήματι τῷ εἰς Ἡρόδοτον, φησὶ καλεῖσθαι τοὺς ἐκ διαδοχῆς βασιλικοὺς γραμματηφόρους, ἀγγάρους· ὅθεν καὶ τὸ εἰς βασιλικὰς ἀπάγειν τι χρείας, ἀγγαρεύειν λέγομεν, καὶ τὸν ἀγγεληφόρον ἄγγαρον, καὶ ἀγγάριον (f.

### 244

ἀγγάρειον) ἐντεῦθεν, καὶ τὸ ὑπηρετεῖν ἀναγκάζειν, ἀγγαρεύειν. Ὀργὰς, λοχμῶδες καὶ ὄρειον χωρίον οὐκ ἐπεργαζόμενον· λέγεται δὲ οὕτως παρὰ τὸ ὀργᾶν εἰς βλάστησιν τὰς ὕλας καὶ τὰ ἄλση. Ὀστρακισμοῦ τρόπος. Φιλόχορος ἐκτίθεται τὸν ὀστρακισμὸν ἐν τῇ γʹ, γράφων οὕτως· “Προχειροτονεῖ μὲν ὁ δῆμος πρὸ τῆς ὀγδόης πρυτανείας εἰ δοκεῖ τὸ ὄστρακον εἰσφέρειν· ὅτε δὲ δοκεῖ, ἐφράσσετο σανίσιν ἡ ἀγορὰ, καὶ κατελείποντο εἴσοδοι δέκα, δι’ ὧν εἰσιόντες κατὰ φυλὰς ἐτίθεσαν τὰ ὄστρακα, στρέφοντες τὴν ἐπιγραφήν· ἐπεστάτουν δὲ οἵ τε ἐννέα ἄρχοντες καὶ ἡ βουλή· διαριθμηθέντων δὲ, ὅτῳ πλεῖστα γένοιτο, καὶ μὴ ἐλάττω ἑξακισχιλίων, τοῦτον ἔδει, τὰ δίκαια δόντα καὶ λαβόντα ὑπὲρ τῶν ἰδίων συναλλαγμάτων, ἐν δέκα ἡμέραις μεταστῆναι τῆς πόλεως ἔτη δέκα· ὕστερον δὲ ἐγένοντο πέντε, καρπούμενον τὰ ἑαυτοῦ, μὴ ἐπιβαίνοντα ἐντὸς, πέρα τοῦ Εὐβοίας ἀκρωτηρίου· μόνος δὲ Ὑπέρβολος ἐκ τῶν ἀδόξων ἐξωστρακίσθη, διὰ μοχθηρίαν τρόπων, οὐ δι’ ὑποψίαν τυραννίδος. Μετὰ τοῦτον δὲ κατελύθη τὸ ἔθος ἀρξάμενον νομοθετήσαντος Κλεισθένους, ὅτε τοὺς τυράννους κατέλυσεν ὅπως συνεκβάλλῃ (l. συνεκβάλῃ) καὶ τοὺς φίλους αὐτῶν.” Πενέσται· οἷοίπερ ἦσαν παρὰ Λακεδαιμονίοις Εἵλωτες, τοιοῦτοι παρὰ Θετταλοῖς οἱ πενέσται· εἰσὶ δὲ οἱ ἐν τοῖς πολέμοις ἑαλωκότες, καὶ διὰ τοῦτο δουλεύειν βεβιασμένοι τοῖς κεκρατηκόσιν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/claudius-casilon-attic-orators-nrk-aa.json (sha256:f8a6a08b82f1a68b31b212889abdefb642b0e1c58f0a0ccfaa598ff4a4ec8b23). Cite as `eul_wid: nrk-aa`.
