---
title: Narratives-Hymns I and II Ancient Scholia
title_greek: "Διηγήσεις εἰς Ὕμνους Α' καὶ Β' Ἀρχαῖα Σχόλια"
author: Callimachus Scholia
eul_wid: vmw-aa
eul_aid: vmw
canonical: "https://eulogikon.org/grc/callimachus-scholia/narratives-hymns"
canonical_json: "https://eulogikon.org/data/works/grc/callimachus-scholia-narratives-hymns-vmw-aa.json"
sha256: "99b592bccc04f052dd16cf86a87d4cfdcdafce0fd84fa1e3eedbe9a949011baa"
period: Late Antique
dialect: Koine
domain: Grammar
format: Prose
license: CC0-1.0
---

# Narratives-Hymns I and II Ancient Scholia

*Διηγήσεις εἰς Ὕμνους Α' καὶ Β' Ἀρχαῖα Σχόλια*

**Author:** Callimachus Scholia

**eul_wid:** `vmw-aa` · [HTML page](https://eulogikon.org/grc/callimachus-scholia/narratives-hymns) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/callimachus-scholia-narratives-hymns-vmw-aa.json)

## Text

### Hymn1.col11.(8)

‘Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῇσιν ἀείδειν‘ | Ἐνταῦθα Ἀρκάδες καὶ Κρῆτες ἀντιποι|οῦνται τῆς Διὸς γενέσεως ἑκάτεροι λέ|γοντες παρ’ αὐ̣τ̣ο̣ῖς γεγεννῆσθαι τὸν θε|όν (Κρῆτες δὲ καὶ τάφον αὐτοῦ ἐπ̣ιδει|κνύντες, το[ῦ]τό γε ψευδόμενοι), ἀφορ|μὴν τοιαύτην εἰληφότες· τῆς γὰρ Παρ|ρασίας μοίρας ἔν τινι ὄρει θαμνώδει ἀπο|τεκοῦσα Ῥέα τὸν Δία Νέδῃ μιᾷ τῶν | Ὠκεανίδων εἴσω τῆς Κρήτης φέρειν̣ | ἐνεχείρισεν, ὅπως κρύφα τρέφοιτο ἐ|κεῖσε.

### Hymn2.col12

‘Οἷον ὁ τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ‘ | Προτερατευσάμενος ὡς ἐντεθεασμέ|νων καὶ τῶν ἀψύχων ἐπὶ παρουσί|ᾳ τοῦ Ἀπόλλωνος δαφνίνων τε | κλάδων σειομένων καὶ αὐτοῦ τοῦ | τεμένους, ἐπιλέγει̣ δεῖν χορεύειν | τοὺς παῖδας καὶ κιθαρίζειν, γεγαλη|νῶσθαι δὲ καὶ τὸ πέλαγος ἐφ’ ὕμνῳ | τοῦ θεοῦ καὶ τοὺς περιπαθεῖς ἀνέχειν | τοῦ θρηνεῖν. προσιστορεῖ δὲ καὶ τὸ πο|λύτεχνον τοῦ θεοῦ ὅτι καὶ τοξότης ἀ|γαθός ἐστι καὶ ἰατρὸς καὶ μάντις | καὶ ἐπόπτης τῆς τροφῆς τῶν θρεμ|μάτων, καὶ ὡς χαίρει πόλεων κτί|σεσιν οὐδ’ ἀρχιτεκτονίας ἀπολείπεται· | ἔτι δὲ τετραέτης ὢν ἐν τῇ Δήλῳ | βωμὸν ἐκ κεράτων κατεσκευάσατο. | καὶ εἰδὼς† ὅτι Κυρήνης τὴν κτίσιν | Βάττῳ τῷ Θηραίῳ διεσήμηνε, κόρα|κα παρασχόμενος ἡγεμόνα· ὡς πρῶ|τον μὲν ἐν Σπάρτῃ ἐτετίμητο, | δεύτερον δὲ ἐν Θήρᾳ, τρί|τον δὲ ἐν Κυρή̣ν̣ῃ̣ μ̣ε̣τὰ τὰς ἀποικία[ς . ] . | τον λέοντα ...... Βάττῳ ...... |μενον

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/callimachus-scholia-narratives-hymns-vmw-aa.json (sha256:99b592bccc04f052dd16cf86a87d4cfdcdafce0fd84fa1e3eedbe9a949011baa). Cite as `eul_wid: vmw-aa`.
