---
title: Pastoral Dialogue on the Seasons
title_greek: Ἀποσπάσματα
author: Bion of Smyrna
eul_wid: mwq-ac
eul_aid: mwq
canonical: "https://eulogikon.org/grc/bion-of-smyrna/seasons-dialogue"
canonical_json: "https://eulogikon.org/data/works/grc/bion-of-smyrna-seasons-dialogue-mwq-ac.json"
sha256: "89e378641b796cebd1e533751d8852950242b1c5260857afc7befc8ba4a9e63f"
period: Hellenistic
dialect: Doric Bucolic
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Pastoral Dialogue on the Seasons

*Ἀποσπάσματα*

**Author:** Bion of Smyrna

**eul_wid:** `mwq-ac` · [HTML page](https://eulogikon.org/grc/bion-of-smyrna/seasons-dialogue) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/bion-of-smyrna-seasons-dialogue-mwq-ac.json)

## Text

### book 1.1

[ln_1]Ἀμφασία τὸν

### book 1.2

Φοῖβον ἕλεν τόσον ἄλγος ἔχοντα. δίζετο φάρμακα πάντα

### book 1.3

σοφὰν δ’ ἐπεμαίετο τέχναν, χρῖεν δ’ ἀμβροσίᾳ καὶ νέκταρι, χρῖεν ἅπασαν ὠτειλάν· μοιραῖα δ’ ἀναλθέα

### book 1.4

τραύματα πάντα.

### book 2.1

[spk_κλεοδαμος]ΚΛΕΟΔΑΜΟΣ[ln_1]Εἴαρος, ὦ Μύρσων, ἢ χείματος ἢ φθινοπώρω ἢ θέρεος τί τοι ἁδύ; τί δὲ πλέον εὔχεαι ἐλθεῖν; ἦ θέρος, ἁνίκα πάντα

### book 2.2

τελείεται ὅσσα μογεῦμες, ἢ γλυκερὸν

### book 2.3

φθινόπωρον, ὅκ’ ἀνδράσι λιμὸς ἐλαφρά,[ln_5]ἢ καὶ χεῖμα δύσεργον—ἐπεὶ καὶ χείματι

### book 2.4

πολλοί θαλπόμενοι θέλγονται ἀεργίᾳ τε καὶ ὄκνῳ— ἤ τοι καλὸν ἔαρ

### book 2.5

πλέον εὔαδεν; εἰπὲ τί τοι

### book 2.6

φρήν αἱρεῖται, λαλέειν γὰρ ἐπέτραπεν ἁ σχολὰ ἄμμιν.

### book 2.1

[ln_spkr2][spk_μυρσων]ΜΥΡΣΩΝ[ln_9]κρίνειν οὐκ ἐπέοικε θεήια ἔργα βροτοῖσι,[ln_10]πάντα γὰρ ἱερὰ ταῦτα καὶ ἁδέα· σεῦ δὲ ἕκατι ἐξερέω, Κλεόδαμε, τό μοι πέλεν ἅδιον ἄλλων. οὐκ ἐθέλω θέρος ἦμεν, ἐπεὶ τόκα μ’ ἅλιος ὀπτῇ· οὐκ ἐθέλω

### book 2.2

φθινόπωρον, ἐπεὶ νόσον ὥρια τίκτει. οὖλον

### book 2.3

χεῖμα φέρει νιφετόν, κρυμὼς δὲ φοβεῦμαι.[ln_15]εἶαρ ἐμοὶ τριπόθητον ὅλῳ λυκάβαντι

### book 2.4

παρείη, ἁνίκα μήτε κρύος μήθ’ ἅλιος ἄμμε βαρύνει. εἴαρι πάντα κύει, πάντ’ εἴαρος ἁδέα βλαστεῖ, χἀ νὺξ ἀνθρώποισιν ἴσα καὶ ὁμοίιος ἀώς.

### book 3.1

Μοίσας Ἔρως καλέοι, Μοῖσαι τὸν Ἔρωτα φέροιεν. μολπὰν

### book 3.2

ταὶ Μοῖσαί μοι ἀεὶ ποθέοντι διδοῖεν, τὰν γλυκερὰν μολπάν, τᾶς φάρμακον ἅδιον οὐδέν.

### book 4

Ἐκ θαμινᾶς ῥαθάμιγγος, ὅπως λόγος, αἰὲς ἰοίσας χἀ λίθος ἐς ῥωχμὸν κοιλαίνεται.

### book 5.1

Οὐ καλόν, ὦ φίλε, πάντα λόγον

### book 5.2

ποτὶ τέκτονα

### book 5.3

φοιτῆν, μηδ’ ἐπὶ πάντ’ ἄλλω

### book 5.4

χρέος ἰσχέμεν· ἀλλὰ καὶ αὐτός

### book 5.5

τεχνᾶσθαι σύριγγα, πέλει δέ τοι εὐμαρὲς ἔργον.

### book 6.1

Μηδὲ λίπῃς μ’ ἀγέραστον, †ἐπὴν χὠ Φοῖβος ἀείδειν μισθὸν ἔδωκε†. τιμὰ δὲ τὰ πράγματα κρέσσονα

### book 6.2

ποιεῖ.

### book 7.1

Οὐκ οἶδ’, οὐδ’ ἐπέοικεν ἃ μὴ μάθομες

### book 7.2

πονέεσθαι.

### book 8.1

Εἴ μευ καλὰ πέλει τὰ μελύδρια, καὶ τάδε μῶνα κῦδος ἐμοὶ θήσοντι τά μοι πάρος ὤπασε Μοῖσα· εἰ δ’ οὐχ ἁδέα

### book 8.2

ταῦτα, τί μοι

### book 8.3

πολὺ πλείονα μοχθεῖν; εἰ μὲν γὰρ βιότω διπλόον

### book 8.4

χρόνον ἄμμιν ἔδωκεν[ln_5]ἢ Κρονίδας ἢ Μοῖρα

### book 8.5

πολύτροπος, ὥστ’ ἀνύεσθαι τὸν μὲν ἐς εὐφροσύναν καὶ χάρματα τὸν δ’ ἐπὶ μόχθῳ, ἦν τάχα μοχθήσαντι

### book 8.6

ποθ’ ὕστερον ἐσθλὰ δέχεσθαι. εἰ δὲ θεοὶ κατένευσαν ἕνα

### book 8.7

χρόνον ἐς βίον ἐλθεῖν ἀνθρώποις, καὶ τόνδε βραχὺν καὶ μείονα πάντων,

### book 8.1

[ln_10]ἐς πόσον, ἆ δειλοί, καμάτως κεἰς ἔργα

### book 8.2

πονεῦμες, ψυχὰν δ’ ἄχρι τίνος

### book 8.3

ποτὶ κέρδεα καὶ ποτὶ τέχνας βάλλομες ἱμείροντες ἀεὶ πολὺ πλείονος ὄλβω; λαθόμεθ’ ἦ ἄρα πάντες ὅτι θνατοὶ γενόμεσθα, χὠς βραχὺν ἐκ Μοίρας λάχομες

### book 8.4

χρόνον;

### book 9.1

Ταὶ Μοῖσαι τὸν Ἔρωτα τὸν ἄγριον οὐ φοβέονται ἐκ θυμῶ δὲ φιλεῦντι καὶ ἐκ

### book 9.2

ποδὸς αὐτῷ ἕπονται. κἢν μὲν ἄρα

### book 9.3

ψυχάν

### book 9.4

τις ἔχων ἀνέραστον ἀείδῃ, τῆνον ὑπεκφεύγοντι καὶ οὐκ ἐθέλοντι διδάσκειν·[ln_5]ἢν δὲ νόον

### book 9.5

τις Ἔρωτι δονεύμενος ἁδὺ μελίσδῃ, ἐς τῆνον μάλα πᾶσαι ἐπειγόμεναι

### book 9.6

προρέοντι. μάρτυς ἐγὼν ὅτι μῦθος ὅδ’ ἔπλετο πᾶσιν ἀλαθής· ἢν μὲν γὰρ βροτὸν ἄλλον ἢ ἀθανάτων

### book 9.7

τινὰ μέλπω, βαμβαίνει μοι γλῶσσα καὶ ὡς πάρος οὐκέτ’ ἀείδει·

### book 9.1

[ln_10]ἢν δ’ αὖτ’ ἐς τὸν Ἔρωτα καὶ ἐς Λυκίδαν

### book 9.2

τι μελίσδω, καὶ τόκα μοι

### book 9.3

χαίροισα διὰ στόματος ῥέει αὐδά.

### book 10.1

Ἁ μεγάλα μοι Κύπρις ἔθ’ ὑπνώοντι

### book 10.2

παρέστα νηπίαχον τὸν Ἔρωτα καλᾶς ἐκ

### book 10.3

χειρὸς ἄγοισα ἐς

### book 10.4

χθόνα νευστάζοντα, τόσον δέ μοι ἔφρασε μῦθον· ‘μέλπειν μοι, φίλε βοῦτα, λαβὼν τὸν Ἔρωτα δίδασκε‘.[ln_5]ὣς λέγε· χἂ μὲν ἀπῆλθεν, ἐγὼ δ’ ὅσα βουκολίασδον, νήπιος ὡς ἐθέλοντα μαθεῖν, τὸν Ἔρωτα δίδασκον, ὡς εὗρεν

### book 10.5

πλαγίαυλον ὁ Πάν, ὡς αὐλὸν Ἀθάνα, ὡς χέλυν Ἑρμάων, κίθαριν ὡς ἁδὺς Ἀπόλλων. ταῦτά νιν ἐξεδίδασκον· ὃ δ’ οὐκ ἐμπάζετο μύθων,[ln_10]ἀλλά μοι αὐτὸς ἄειδεν ἐρωτύλα, καί με δίδασκε θνατῶν ἀθανάτων

### book 10.6

τε πόθως καὶ ματέρος ἔργα. κἠγὼν ἐκλαθόμαν μὲν ὅσων τὸν Ἔρωτα δίδασκον, ὅσσα δ’ Ἔρως με δίδαξεν ἐρωτύλα πάντα διδάχθην.

### book 11.1

Ἕσπερε, τᾶς ἐρατᾶς

### book 11.2

χρύσεον φάος Ἀφρογενείας, Ἕσπερε, κυανέας ἱερόν, φίλε, νυκτὸς ἄγαλμα, τόσσον ἀφαυρότερος μήνας ὅσον ἔξοχος ἄστρων, χαῖρε, φίλος, καί μοι

### book 11.3

ποτὶ ποιμένα κῶμον ἄγοντι[ln_5]ἀντὶ σελαναίας τὺ δίδου φάος, ὥνεκα τήνα σάμερον ἀρχομένα τάχιον δύεν. οὐκ ἐπὶ φωράν ἔρχομαι οὐδ’ ἵνα νυκτὸς ὁδοιπορέοντας ἐνοχλέω, ἀλλ’ ἐράω· καλὸν δέ γ’ ἐρασσαμένῳ συναρέσθαι.

### book 12.1

Ὄλβιοι 〈οἱ〉 φιλέοντες ἐπὴν ἴσον ἀντεράωνται. ὄλβιος ἦν Θησεὺς τῶ Πειριθόω

### book 12.2

παρεόντος, εἰ καὶ ἀμειλίκτοιο κατήλυθεν εἰς Ἀΐδαο· ὄλβιος ἦν

### book 12.3

χαλεποῖσιν ἐν Ἀξείνοισιν Ὀρέστας[ln_5]ὥνεκά οἱ ξυνὰς

### book 12.4

Πυλάδας ᾅρητο κελεύθως· ἦν μάκαρ Αἰακίδας ἑτάρω ζώοντος Ἀχιλλεύς· ὄλβιος ἦν θνᾴσκων ὅ οἱ οὐ μόρον αἰνὸν ἄμυνεν.

### book 13.1

Ἰξευτὰς ἔτι κῶρος ἐν ἄλσεϊ δενδράεντι ὄρνεα θηρεύων τὸν ἀπότροπον εἶδεν Ἔρωτα ἑσδόμενον πύξοιο

### book 13.2

ποτὶ κλάδον· ὡς δὲ νόησε, χαίρων ὥνεκα δὴ μέγα

### book 13.3

φαίνετο τὤρνεον αὐτῷ,[ln_5]τὼς καλάμως ἅμα πάντας ἐπ’ ἀλλάλοισι

### book 13.4

συνάπτων τᾷ καὶ τᾷ τὸν Ἔρωτα μετάλμενον ἀμφεδόκευε. χὠ παῖς, ἀσχαλάων ὅκα οἱ τέλος οὐδὲν ἀπάντη, τὼς καλάμως ῥίψας

### book 13.5

ποτ’ ἀροτρέα

### book 13.6

πρέσβυν ἵκανεν ὅς νιν τάνδε τέχναν ἐδιδάξατο, καὶ λέγεν αὐτῷ[ln_10]καί οἱ δεῖξεν Ἔρωτα καθήμενον. αὐτὰρ ὁ πρέσβυς μειδιάων κίνησε κάρη καὶ ἀμείβετο

### book 13.7

παῖδα· ‘φείδεο τᾶς θήρας, μηδ’ ἐς τόδε τὤρνεον ἔρχευ. φεῦγε μακράν· κακόν ἐντι τὸ θηρίον. ὄλβιος ἔσσῃ εἰσόκε μή νιν ἕλῃς· ἢν δ’ ἀνέρος ἐς μέτρον ἔλθῃς[ln_15]οὗτος ὁ νῦν

### book 13.8

φεύγων καὶ ἀπάλμενος αὐτὸς ἀφ’ αὑτῶ ἐλθὼν ἐξαπίνας κεφαλὰν ἔπι

### book 13.9

σεῖο καθιξεῖ‘.

### book 14.1

Ἅμερε Κυπρογένεια, Διὸς τέκος ἠὲ θαλάσσας, τίπτε τόσον θνατοῖσι καὶ ἀθανάτοισι

### book 14.2

χαλέπτεις; τυτθὸν ἔφαν. τί νυ τόσσον ἀπήχθεο καὶ τεῒν αὐτᾷ ταλίκον ὡς πάντεσσι κακὸν τὸν Ἔρωτα

### book 14.3

τεκέσθαι,[ln_5]ἄγριον, ἄστοργον, μορφᾷ νόον οὐδὲν ὁμοῖον; ἐς τί δέ νιν

### book 14.4

πτανὸν καὶ ἑκαβόλον ὤπασας ἦμεν ὡς μὴ πικρὸν ἐόντα δυναίμεθα τῆνον ἀλύξαι;

### book 15

Μορφὰ θηλυτέραισι πέλει καλόν, ἀνέρι δ’ ἀλκά.

### book 16.1

Αὐτὰρ ἐγὼν βασεῦμαι ἐμὰν ὁδὸν ἐς τὸ κάταντες τῆνο

### book 16.2

ποτὶ ψάμαθόν

### book 16.3

τε καὶ ἀιόνα

### book 16.4

ψιθυρίσδων, λισσόμενος Γαλάτειαν ἀπηνέα· τὰς δὲ γλυκείας ἐλπίδας ὑστατίω μέχρι γήραος οὐκ ἀπολειψῶ.

### book 17

Πάντα θεῶ γ’ ἐθέλοντος ἀνύσιμα· πάντα βροτοῖσιν ἐκ μακάρων ῥάιστα καὶ οὐκ ἀτέλεστα γένοιτο.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/bion-of-smyrna-seasons-dialogue-mwq-ac.json (sha256:89e378641b796cebd1e533751d8852950242b1c5260857afc7befc8ba4a9e63f). Cite as `eul_wid: mwq-ac`.
