---
title: Bithynian Historical Fragments
title_greek: Ἀποσπάσματα
author: Asclepiades of Myrlea
eul_wid: mus-aa
eul_aid: mus
canonical: "https://eulogikon.org/grc/asclepiades-of-myrlea/historical-fragments"
canonical_json: "https://eulogikon.org/data/works/grc/asclepiades-of-myrlea-historical-fragments-mus-aa.json"
sha256: cbaa2da07e90c9a8046521aadeb59f083a4d08d126956f4a44b6766ce1a41baf
period: Hellenistic
dialect: Koine (frg)
domain: Grammar
format: Treatise
license: CC0-1.0
---

# Bithynian Historical Fragments

*Ἀποσπάσματα*

**Author:** Asclepiades of Myrlea

**eul_wid:** `mus-aa` · [HTML page](https://eulogikon.org/grc/asclepiades-of-myrlea/historical-fragments) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/asclepiades-of-myrlea-historical-fragments-mus-aa.json)

## Text

### t1a-4

ΒΙΘΥΝΙΑΚΑ. E LIBRO PRIMO.

### 1a (t)

Parthenius Erot. 35: Περὶ Εὐλιμένη ς . Ἱστορεῖ Ἀσκληπιάδης ὁ Μυρλεανὸς Βιθυνιακῶν αʹ. Ἐν δὲ Κρήτῃ ἠράσθη Λύκαστος τῆς Κύδωνος θυγατρὸς Εὐλιμένης, ἣν ὁ πατὴρ Ἀπτέρῳ καθωμολόγητο, πρωτεύοντι τότε Κρητῶν· ταύτῃ κρύφα συνὼν ἐλελήθει. Ὡς δὲ τῶν Κρητικῶν τινες πόλεων ἐπισυνέστησαν Κύδωνι καὶ πολὺ περιῆσαν, πέμπει τοὺς πευσομένους εἰς θεοῦ, ὅ τι ἂν ποιῶν κρατήσειεν τῶν πολεμίων. Καὶ αὐτῷ θεσπίζεται τοῖς ἐγχωρίοις ἥρωσι σφαγιάσαι παρθένον. Ἀκούσας δὲ τοῦ χρηστηρίου Κύδων διεκλήρου τὰς παρθένους πάσας, καὶ κατὰ δαίμονα ἡ θυγάτηρ τυγχάνει. Λύκαστος δὲ δείσας περὶ αὐτῆς, μηνύει τὴν φθορὰν καὶ ὡς ἐκ πολλοῦ χρόνου συνείη αὐτῇ· ὁ δὲ πολὺς ὅμιλος πολὺ μᾶλλον ἐδικαίου αὐτὴν τεθνάναι. Ἐπειδὴ δὲ ἐσφαγιάσθη, ὁ Κύδων τὸν ἱερέα κελεύει αὐτῆς διατεμεῖν τὸ ἐπομφάλιον, καὶ οὕτως εὑρέθη ἔγκυος. Ἄπτερος δὲ δόξας ὑπὸ Λυκάστου δεινὰ πεπονθέναι, λοχήσας αὐτὸν ἀνεῖλε καὶ διὰ ταύτην τὴν αἰτίαν ἔφυγε πρὸς Ξάνθον εἰς Τέρμερα. Idem 36:Λέγεται δὲ καὶ Ῥῆσον, πρὶν ἐς Τροίαν ἐπίκουρον ἐλθεῖν, ἐπὶ πολλὴν γῆν ἰέναι προσαγόμενόν τε καὶ δασμὸν ἐπιτιθέντα· ἔνθα δὴ καὶ εἰς Κίον ἀφικέσθαι κατὰ κλέος γυναικὸς καλῆς· Ἀργανθώνη αὐτῇ ὄνομα.

### 1b

Αὕτη τὴν μὲν κατ’ οἶκον δίαιταν καὶ μονὴν ἀπέστυγεν, ἀθροισαμένη δὲ κύνας πολλοὺς ἐθήρευεν, οὐ μάλα τινὰ προσιεμένη. Ἐλθὼν οὖν ὁ Ῥῆσος εἰς τόνδε τὸν χῶρον βίᾳ μὲν αὐτὴν οὐκ ἦγεν, ἔφη δὲ θέλειν αὐτῇ συγκυνηγεῖν· καὶ αὐτὸν γὰρ ὁμοίως ἐκείνῃ τὴν πρὸς ἀνθρώπους ὁμιλίαν ἐχθαίρειν. Ἡ δὲ ταῦτα λέξαντος ἐκείνου κατῄνεσε, πειθομένη αὐτὸν ἀληθῆ λέγειν. Χρόνου δὲ πολλοῦ διαγενομένου εἰς πολὺν ἔρωτα παραγίνεται τοῦ Ῥήσου. Καὶ τὸ μὲν πρῶτον ἡσυχάζει αἰδοῖ κατεχομένη· ἐπειδὴ δὲ σφοδρότερον ἐγίνετο τὸ πάθος, ἀπετόλμησεν εἰς λόγους ἐλθεῖν αὐτῷ, καὶ οὕτως ἐθέλων αὐτὴν ἐκεῖνος ἠγάγετο γυναῖκα. Ὕστερον δὲ πολέμου γενομένου τοῖς Τρωσὶ μετῄεσαν αὐτὸν οἱ βασιλεῖς ἐπίκουρον· ἡ δὲ Ἀργανθώνη, εἴτε καὶ δι’ ἔρωτα, ὃς πολὺς ὑπῆν αὐτῇ, εἴτε καὶ ἄλλως καταμαντευομένη τὸ μέλλον, βαδίζειν αὐτὸν οὐκ εἴα. Ῥῆσος δὲ μαλακιζόμενος ἐπὶ μονῇ οὐκ ἠνέσχετο, ἀλλὰ ἦλθεν εἰς Προίαν, καὶ μαχόμενος ἐπὶ ποταμῷ τῷ νῦν ἀπ’ ἐκείνου Ῥήσῳ καλουμένῳ, πληγεὶς ὑπὸ Διομήδους ἀποθνήσκει. Ἡ δὲ ὡς ᾔσθετο τεθνηκότος αὐτοῦ, αὖτις ἀπεχώρησεν εἰς τὸν τόπον, ἔνθα ἐμίγη πρῶτον αὐτῷ, καὶ περὶ αὐτὸν ἀλωμένη θαμὰ ἐβόα τοὔνομα τοῦ Ῥήσου· τέλος δὲ καὶ ποταμῷ προσιεμένη διὰ λύπην ἐξ ἀνθρώπων ἀπηλλάγη. E LIBRO DECIMO.

### 2 (t)

Schol. Apoll. Rh. II, 789: Ὅτι δὲ τοὺς Παφλαγόνας ὑπέταξεν Ἡρακλῆς τοῖς περὶ Λύκον, ἱστορεῖ Δεινίας ἐν πρώτῳ Ἀργολικῶν καὶ Ἀσκληπιάδης ὁ Μυρλεανὸς ἐν δεκάτῳ (?) Βιθυνιακῶν. Idem II, 722: Σαγγάριος, ποταμὸς Φρυγίας.

### 3

Ὁ δὲ Μυρλεανὸς Σάγγαρον αὐτὸν λέγεσθαί φησιν. Athenaeus II: Ἀσκληπιάδης δὲ ὁ Μυρλεανὸς, χαμαικέρασόν τινα καλῶν δένδρον, ἔφη οὕτως· «Ἐν τῇ Βιθυνῶν γῇ γίνεται ἡ χαμαικέρασος, ἧς ἡ μὲν ῥίζα ἐστὶν οὐ μεγάλη, ἀλλ’ οὐδὲ τὸ δένδρον, ἀλλὰ τῇ ῥοδῇ ἴσον, ὁ δὲ καρπὸς τὰ μὲν ἄλλα πάντα ὅμοιος, τοὺς δὲ πλείονι χρησαμένους, καθότι οἶνος, βαρύνει τε καὶ ἀλγεῖν τὴν κεφαλὴν τίθησι.

### 4

» Ταῦτα ὁ Ἀσκληπιάδης, φησί, μοι δοκεῖ λέγειν περὶ τῶν μιμαικύλων. Τό τε γὰρ φέρον αὐτὰ δένδρον τοιοῦτον, καὶ ὁ πλέον τῶν ἑπτὰ τοῦ καρποῦ φαγὼν κεφαλαλγὴς γίνεται. (ΠΕΡΙΗΓΗΣΙΣ ΤΩΝ ΕΘΝΩΝ ΤΩΝ ΕΝ Τῌ ΤΟΥΡΔΙΤΑΝΙᾼ.

### t5-6

) Strabo III: Μετὰ ταύτην Ἄβδηρα, Φοινίκων κτίσμα καὶ αὐτή.

### 5

Ὑπὲρ δὲ τῶν τόπων ἐν τῇ ὀρεινῇ δείκνυται Ὀδύσσεια καὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἐν αὐτῇ, ὡς Ποσειδώνιός τε εἴρηκε καὶ Ἀρτεμίδωρος, καὶ Ἀσκληπιάδης ὁ Μυρλεανὸς, ἀνὴρ ἐν τῇ Τουρδιτανίᾳ παιδεύσας τὰ γραμματικὰ, καὶ περιήγησίν τινα τῶν ἐθνῶν ἐκδεδωκὼς τῶν ταύτῃ. Οὗτος δέ φησιν ὑπομνήματα τῆς πλάνης τῆς Ὀδυσσέως ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς ἀσπίδας προσπεπατταλεῦσθαι καὶ ἀκροστόλια. Ἐν Καλλαϊκοῖς δὲ τῶν μετὰ Τεύκρου στρατευσάντων τινὰς οἰκῆσαι, καὶ ὑπάρξαι πόλεις αὐτόθι, τὴν μὲν καλουμένην Ἕλληνες, τὴν δὲ Ἀμφίλοχοι, ὡς καὶ τοῦ Ἀμφιλόχου τελευτήσαντος δεῦρο καὶ τῶν συνόντων πλανηθέντων μέχρι τῆς μεσογαίας. Καὶ τῶν μεθ’ Ἡρακλέους δέ τινας καὶ τῶν ἀπὸ Μεσσήνης ἱστορῆσθαί φησιν ἐποικῆσαι τὴν Ἰβηρίαν, τῆς δὲ Κανταβρίας μέρος τι κατασχεῖν Λάκωνας καὶ οὗτός φησι καὶ ἄλλοι. Ἐνταῦθα δὲ καὶ Ὠψικέλλαν πόλιν Ὀκέλα κτίσμα λέγουσι τοῦ μετὰ Ἀντήνορος καὶ τῶν παίδων αὐτοῦ διαβάντος εἰς τὴν Ἰταλίαν. Strabo III: Ἐπεὶ καὶ Ἰβηρίαν ὑπὸ μὲν τῶν προτέρων καλεῖσθαι πᾶσαν τὴν ἔξω τοῦ Ῥοδανοῦ καὶ τοῦ ἰσθμοῦ τοῦ ὑπὸ τῶν Γαλατικῶν κόλπων σφιγγομένου, οἱ δὲ νῦν ὅριον αὐτῆς τίθενται τὴν Πυρήνην, συνωνύμως τε τὴν αὐτὴν Ἰβηρίαν λέγουσι καὶ Ἱσπανίαν· ** μόνην ἐκάλουν τὴν ἐντὸς τοῦ Ἴβηρος· οἱ δ’ ἔτι πρότερον αὐτοὺς τούτους Ἰγλῆτας, οὐ πολλὴν χώραν νεμομένους, ὥς φησιν Ἀσκληπιάδης ὁ Μυρλεανός.

### 6

Ῥωμαῖοι δὲ τὴν σύμπασαν καλέσαντες ὁμωνύμως Ἰβηρίαν τε καὶ Ἱσπανίαν τὸ μὲν αὐτῆς μέρος εἶπον τὴν ἐκτὸς, τὸ δὲ ἕτερον τὴν ἐντός· ἄλλοτε δ’ ἄλλως διαιροῦσι, πρὸς τοὺς καιροὺς πολιτευόμενοι.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/asclepiades-of-myrlea-historical-fragments-mus-aa.json (sha256:cbaa2da07e90c9a8046521aadeb59f083a4d08d126956f4a44b6766ce1a41baf). Cite as `eul_wid: mus-aa`.
