---
title: Scholia-Thesmophoriazusae
title_greek: Σχόλια εἰς Θεσμοφοριάζουσας
author: Aristophanes Scholia
eul_wid: mlw-aa
eul_aid: mlw
canonical: "https://eulogikon.org/grc/aristophanes-scholia/thesmophoriazusae"
canonical_json: "https://eulogikon.org/data/works/grc/aristophanes-scholia-thesmophoriazusae-mlw-aa.json"
sha256: d35901f3b4f6ea3633696e4cf000b40560bacdb7c9c8c334f60638b530b6d72d
period: Hellenistic
dialect: Technical Koine
domain: Grammar
format: Verse
license: CC0-1.0
---

# Scholia-Thesmophoriazusae

*Σχόλια εἰς Θεσμοφοριάζουσας*

**Author:** Aristophanes Scholia

**eul_wid:** `mlw-aa` · [HTML page](https://eulogikon.org/grc/aristophanes-scholia/thesmophoriazusae) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aristophanes-scholia-thesmophoriazusae-mlw-aa.json)

## Text

### book ante 1

Προλογίζει Μνησίλοχος κηδεστὴς Εὐριπίδου. ὁ χορὸς ἐκ θεσμοφοριαζουσῶν. καὶ τοῦτο τὸ δρᾶμα τῶν κατ’ Εὐριπίδου πεποιημέ‐ νων. ἀπὸ δὲ τῶν θεσμοφορίων τὰς θεσμοφοριαζούσας γυναῖκας ἐπέγραψεν, ἀφ’ ὧν καὶ ὁ χορός. Εὐριπίδου γυνὴ μὲν Χοιρίλη, μήτηρ δὲ Κλειτώ.

### book 1

ἐπεὶ εἰώθασιν ἀπὸ χειμῶνος εὔχεσθαι ἔαρ, τῷ δὲ ἔαρι χελιδόνες φαίνονται, οὗτος δὲ ὥσπερ ἐχειμάσθη περιαγόμενος ὑπὸ Εὐριπίδου ἀλύοντος. τοῦτο ἔφη ἐν ἤθει οἷον πότε ἀπαλλαγήσομαι τοῦ κακοῦ τούτου, ὥσπερ οἱ ἐκ χειμῶνος ἐπιθυμοῦντες ἔαρ ἀφικέσθαι.

### book 2

ἀλοῶν: Ἔξωθεν ἐν κύκλῳ περιάγων ὡς οἱ ἐν ταῖς ἅλωσι. καὶ τὸ τύπτειν ἀλοᾶν λέγουσιν ἀπὸ τῶν κοπτόν‐ των τοὺς στάχυας.

### book 3

οἷόν τε: δυνατὸν, ἐρωτηματικῶς.

### book 5

ὁ μὲν τραγικώτερον καὶ ὑψηλότερον φράζει, ὁ δὲ ταπεινότερον ἢ δεῖ ἀκούει.

### book 11

ταῦτα τῶν φυσικῶν λόγων. χωρὶς, τοῦ ἀκούειν καὶ ὁρᾶν.

### book 12

ἀντὶ τοῦ εἰπεῖν τοῦ ἀκούειν καὶ ὁρᾶν εἶπε τοῦ μήτ’ ἀκούειν μήθ’ ὁρᾶν.

### book 15

ἐπεὶ ὁ αἰθὴρ δοκεῖ τρέφειν ἡμᾶς. κινούμενα: οὐδὲν γὰρ δίχα κινήσεως γίνεται. ξυνετέκνου δὲ ἀντὶ τοῦ ἐτεκνοποίει.

### book 17

ἀντίμιμον: ὅμοιον. λείπει τὸ περιφερές.

### book 18

λείπει ὡς.

### book 21

διὰ τούτου ὑπονοεῖ Εὐριπίδου εἶναι ἐκεῖνο τὸ «σο‐ φοὶ τύραννοι τῶν σοφῶν ξυνουσίᾳ.» ἔστι δὲ Σοφοκλέους ἐξ Αἴαντος Λοκροῦ. ἢ οὖν ἐπίτηδες, ἵνα καὶ τοὺς ἄλλους ἐξαπατήσῃ, ἢ συνέμπτωσις Σοφοκλεῖ καὶ Εὐριπίδῃ ἐγένετο. οἷόν γε πού ’στιν αἱ σοφαί: καὶ διὰ τούτου φαίνεται ὑπονοῶν Εὐριπίδου εἶναι τὸ «σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ.» ἔστι δὲ Σοφοκλέους ἐξ Αἴαντος Λοκροῦ. ἐνταῦθα μέντοι ὑπονοεῖ μόνον, ἐν δὲ τοῖς Ἥρω‐ σιν ἄντικρυς ἀποφαίνεται. καὶ Ἀντισθένης καὶ Πλάτων [Rep. 8, p. 568, A; Theag. p. 125, D] Εὐριπίδου αὐτὸ εἶναι ἡγοῦνται, οὐκ ἔχω εἰπεῖν ὅ τι παθόντες. ἔοικε δὲ ἤτοι πεπλανημένος ἢ συνεξαπατῆσαι τοὺς ἄλλους, ὥσπερ ὑπονοοῦσί τινες συμπτώσεις τῷ τε Σοφοκλεῖ καὶ τῷ Εὐριπίδῃ, ὥσπερ καὶ ἐπὶ ἄλλων τινῶν. τὸ μέντοι δρᾶμα ἐν ᾧ Εὐριπίδης ταῦτα εἶπεν οὐ σώζεται.

### book 24

ἵνα μὴ περιπατήσῃ μετ’ αὐτοῦ.

### book 25

πρόσεχε ἀντὶ τοῦ μνῆσαι.

### book 27

λείπει ἡ διά, οἷον σιωπῶ διὰ τὸ θύριον. ἔπαιξε δέ.

### book 31

οἱ περὶ Ἀρίσταρχον καὶ Δίδυμόν φασιν εἶναι τοιοῦτον Ἀγάθωνα. ἐγὼ δὲ οὐχ ἡγοῦμαι, ἀλλ’ ἐπειδὴ βούλεται κωμῳδεῖν τὸν Ἀγάθωνα ὡς μήτε καρτερὸν μήτε μέλανα, τοῦτο εἶπεν. ἢ ἄσημόν τινα.

### book 32

ἐπειδὴ οὐ πάλαι ἤρξατο διδάσκειν, ἀλλὰ τρισὶν πρὸ τούτων ἔτεσιν.

### book 33

διαβάλλει τὸν Ἀγάθωνα πάλιν ὡς λεῖον καὶ ἀποτίλλοντα αὑτοῦ τὰς τρίχας τοῦ πώγωνος.

### book 36

κρυβῶμεν. κυρίως δὲ πτήσσειν ἐστὶ τὸ φεύγειν καὶ φοβεῖσθαι.

### book 38

ὅτε γὰρ δρᾶμα ποιῆσαι ἤθελον, πρότερον θυσίας ἐποίουν. λείπει τὸ ὡς. ὡς ἔοικε.

### book 39

παρὰ τοῖς τραγικοῖς οὕτω λέγεται, πᾶς ἔστω λαός.

### book 41

ὁ ἱερὸς χορός.

### book 43

ἐπεχέτω.

### book 45

ἐπίρρημα ἐπὶ θαυμασμοῦ λαμβανόμενον.

### book 48

ἀναδιπλασιάζει τὴν λέξιν.

### book 52

προοίμια. κυρίως δὲ δρύοχοί εἰσιν οἱ ἐντιθέμενοι πάτταλοι ναυπηγουμένης νεώς.

### book 53

ὡς ἀπὸ τῶν οἰκοδομούντων.

### book 54

ὡς ἐπὶ τεκτόνων. μέλη κολλᾷ.

### book 55

ὄνομα ἀντὶ ὀνόματος τίθησιν.

### book 56

ὡς ἐπιπηγνύντος καὶ συντιθέντος. μεταστρέφει.

### book 57

χωνεύει.

### book 58

τοῖς φραγμοῖς τῶν οἴκων.

### book 60

ἀντὶ τοῦ ἐπὶ τοῦ θριγκοῦ.

### book 61

συγκάμψας.

### book 62

ὡς εἰς χόανον τὸν πρωκτὸν ἐμβαλεῖν.

### book 68

ὡς ἀπὸ τῶν λυόντων τὸν κηρὸν ἐν τῷ ἡλίῳ. ἐπειδὴ δύσκαμπτοι αἱ στροφαί. καὶ Ἀριστοφάνης [Nub. 971] τὰς δυσκολοκάμπτους αὐτάς φησιν. εἴρηται δὲ καὶ διὰ τὴν φωνὴν, ἐπεὶ λέγεταί τι κάμπτειν καὶ ἐν ταῖς ᾠδαῖς.

### book 71

στενάζει φοβούμενος τὰς γυναῖκας.

### book 74

τὸ σημεῖον· οὐ μόνον κηδεστὴς ὁ ἐκδιδοὺς, ἀλλὰ καὶ ὁ λαμβάνων.

### book 80

τοῦτο τῶν ζητουμένων ἐστὶ, πῶς καὶ τρίτην καὶ μέσην εἶπεν. ιαʹ γὰρ ἄνοδος, εἶτα ιβʹ νηστεία, εἶτα τρισκαιδεκάτη καλλιγένεια, ὥστε μέση μὲν εἶναι δύ‐ ναται, τρίτη μὲν οὒ, ἀλλὰ δευτέρα. ἀλλ’ οὐδὲ ψυχρεύε‐ σθαί τις δύναται λέγων ὅτι τρίτη ἡ τρισκαιδεκαταία, ὡς ἑκταία ἑκατηβόλος σελάνα, ἑκκαιδεκαταία· ἡ γὰρ μέση οὐκ ἔστιν ιγʹ, ἀλλὰ δωδεκάτη. ἡ λύσις οὖν ἥδε.

### book 80

δεκάτῃ ἐν Ἁλιμοῦντι Θεσμοφόρια ἄγεται, ὥστε τρίτην μὲν ἀπὸ δεκάτης ιβʹ εἶναι, μέσην δὲ μὴ συναριθμου‐ μένης τῆς δεκάτης. τοῦτο δὲ αἰνιγματῶδες κατὰ Καλ‐ λιμάχου ἄν τις φαίη, ἔνθα μὲν τρίτη λέγεται, συνα‐ ριθμεῖν τὴν ιʹ, ἔνθα δὲ μέση, μηκέτι συναριθμεῖν. καὶ ὅπου γε λιμώττουσιν, ἀστεϊζόμενοι τὴν μέσην τῶν Θεσμοφορίων ἄγειν φασὶν, ἐπεὶ αὕτη ἡ νηστεία. ἑνδε‐ κάτη Πυανεψιῶνος ἄνοδος. δωδεκάτη νηστεία, ἐν ᾗ σχολὴν ἄγουσαι ὑπόκεινται αἱ γυναῖκες ἐκκλησιάζουσαι περὶ Εὐριπίδου. τρισκαιδεκάτη καλλιγένεια. γʹ οὖν συναριθμουμένης ιʹ, μέσην δὲ τῆς ἀνόδου καὶ τῆς καλ‐ λιγενείας.

### book 83

κἀν θεσμοφόροιν: Ἀττικὴ σύνταξις καὶ δυϊκὴ, ἀντὶ τοῦ ἐν τῷ τῶν θεσμοφόρων ἱερῷ, Δήμητρος καὶ Περσεφόνης.

### book 93

ἀεὶ γὰρ τὸν Εὐριπίδην ὡς πανοῦργον διαβάλλει.

### book 94

εἶδος πλακοῦντος ὁ πυραμοῦς. οὗτος δὲ ἐτίθετο τοῖς διαπαννυχίζουσιν ἔπαθλον, καὶ ὁ ἐγρηγορὼς ἕως πρωΐας ὡς νικῶν αὐτὸν ἐλάμβανε. νῦν οὖν ταύτῃ τῇ μεταφορᾷ ἐχρήσατο ὡς νικῶντος αὐτοῦ τῇ πανουργίᾳ πάντας, ἤτοι τὰς γυναῖκας.

### book 96

ἐπὶ ἐκκυκλήματος γὰρ φαίνεται.

### book 98

Κυρήνην: Τὴν ἑταίραν, περὶ ἧς πολλάκις φησί. τοιοῦτον δὲ τὸν Ἀγάθωνα καὶ οἱ ἄλλοι κωμῳδοῦσιν.

### book 100

ὡς λεπτὰ καὶ ἀγκύλα ἀνακρουομένου μέλη τοῦ Ἀγάθωνος· τοιαῦται γὰρ αἱ τῶν μυρμήκων ὁδοί. με‐ ταξὺ δὲ τῶν δυοῖν ἀξιοῦσί τινες γράφειν μινυρισμὸς, ὡς πολλὰ τοιαῦτα παρεπιγράφεται.

### book 101

ὁ Ἀγάθων ὑποκριτικὰ μέλη τέως ποιεῖ. ἀμφό‐ τερα δὲ αὐτὸς ὑποκρίνεται. μονῳδεῖ ὁ Ἀγάθων ὡς πρὸς χορὸν, οὐχ ὡς ἐπὶ σκη‐ νῆς, ἀλλ’ ὡς ποιήματα συντιθείς. διὸ καὶ χορικὰ λέγει μέλη αὐτὸς πρὸς αὑτὸν, ὡς χορικὰ δέ. χθονίαις δὲ τῇ Δήμητρι καὶ τῇ Κόρῃ.

### book 105

εὐπίστως ἔχω πρὸς τὸ τοὺς θεοὺς ὑμνῆσαι καὶ εὐλογῆσαι.

### book 109

ὃς τὴν Ἴλιον ἐτείχισεν.

### book 117

τὴν παρθένον.

### book 121

τῇ Φρυγίᾳ ἁρμονίᾳ ἡρμοσμένα. καὶ τὰ κρούματα τοῦ Ἀπόλλωνος κιθάρας σέβομαι, ἐπειδὴ εἶπε κάτω «κιθάραν ματέρα ὕμνων.» Ἀσιάδα δὲ τὴν κιθάραν λέγει.

### book 122

ὀρχήματα.

### book 123

τὸ σέβομαι κοινόν.

### book 125

εὐτόνῳ. προεῖπε γὰρ ὅτι ἐκ παρθένων ἐστὶν ὁ χορός. ἢ ἄρσενι βοᾷ δοκίμῳ, ἐπεὶ Ἀπόλλων ἐστὶν ὁ κι‐ θαρίζων. τῆς οὖν κιθάρας ἄρσενι βοᾷ δοκίμου οὔσης φῶς ἔσσυτο. ἐπάγει δὲ σημεῖον τοῦ παρὰ Ἀπόλλωνος λελέ‐ χθαι. τῇ θαυμαστῇ φωνῇ καὶ δεδοκιμασμένῃ.

### book 126

τῆς κιθάρας φῶς ἔσσυτο τοῖς σοφοῖς· ἀπὸ γὰρ τῆς κιθάρας ἐδιδάχθησαν οἱ παλαιοὶ ᾄδοντες καὶ γρά‐ φοντες ποιήματα. ἢ τῇ Λητοῖ λαμπρότατα ὄμματα λέγει. πάλιν δὲ φῶς ἐγένετο αὐτοῖς ἀπὸ τῆς ἡμετέρας φω‐ νῆς· ἄνευ γὰρ κιθάρας ἢ ἄνευ ἀνδρὸς τοῦ διδάσκοντος οὐ μαθήσεταί τις.

### book 127

ἀντὶ τοῦ ἐνθουσιαστικῆς.

### book 129

ὀλολύζει. παρεπιγραφὴ τοῦτο· εἰπόντος γὰρ τοῦ Ἀγάθωνος ὁ κηδεστὴς τοῦ Εὐριπίδου ὀλολύζει εἰς τὴν θηλύτητα αὐτοῦ καὶ μόνον οὐχὶ γυναικὸς εὐχήν.

### book 130

δαίμων ἡ Γενετυλλὶς περὶ τὴν Ἀφροδίτην. φασὶ δὲ παρὰ τὴν γέννησιν πεποιῆσθαι τὸ ὄνομα. τινὲς δὲ περὶ τὴν Ἄρτεμίν φασιν αὐτὰς τῶν τοκετῶν ἐφόρους, καὶ πάλιν παρὰ τὴν γέννησιν τὸ ὄνομα πεποιῆσθαι.

### book 131

ποικίλον καὶ ἡδύ. ἔστι δὲ εἶδος φιλήματος πολ‐ λαῖς γλώτταις μεμιγμένον. γλῶττα δέ ἐστι καὶ ἡ λέξις· κυρίως δὲ κατεγλωττισμένον ἐστὶ τὸ ἔγγλωττον φίλημα.

### book 135

τὴν τετραλογίαν λέγει Λυκουργίαν, Ἠδωνοὺς, Βασσαρίδας, Νεανίσκους, Λυκοῦργον τὸν σατυρικόν. λέγει δὲ ἐν τοῖς Ἠδωνοῖς πρὸς τὸν συλληφθέντα Διόνυ‐ σον «ποδαπὸς ὁ γύννις;»

### book 137

ἐντεῦθεν τὴν ἀρχὴν Εὔβουλος ἐποιήσατο τοῦ Διονυσίου, τὰ ἀνόμοια τῶν ἐν τῇ Διονυσίου οἰκίᾳ κατα‐ λέγων· ἐπὶ πλέον μέντοι. ἡ κιθάρα.

### book 139

ζωνάριον.

### book 141

γρ. σύ τ’ αὐτός. ἀντὶ τοῦ τρέφῃ· τὸ γὰρ τρέφει Ἀττικόν.

### book 142

ἀνδρεῖα ὑποδήματα.

### book 144

στοχάζομαί γε ἐκ τῆς μελοποιίας οἷος ἄν τις εἴης.

### book 147

ἀντὶ τοῦ οὐκ ἐλυπήθην.

### book 152

ἀντὶ τοῦ τὴν σκέψιν.

### book 154

γυναικεῖα δράματα λέγεται ἐν οἷς ὁ χορὸς ἐκ γυναικῶν ἐστὶν, ἀνδρεῖα δὲ ἐν οἷς ἐξ ἀνδρῶν.

### book 158

ἐπεὶ ὡς ἐπίπαν ἐστυκότας τοὺς σατύρους εἰσά‐ γουσιν.

### book 160

ἀγροῖκον καὶ πώγωνα μέγαν ἔχοντα.

### book 161

Ἴβυκος ὁ Ῥηγῖνος καὶ Ἀνακρέων ὁ ἀπὸ Τέω (αὕτη δὲ πόλις τῆς Ἰωνίας), καὶ Ἀλκαῖος ὁ Λέσβιος μέλη ἔγραψαν πρὸς λύραν.

### book 162

ἔγχυμον ἐποίησαν. ἐν ἐνίοις δὲ Ἀχαιὸς γέγρα‐ πται, καὶ τὰ παλαιότερα ἀντίγραφα οὕτως εἶχεν. Ἀρι‐ στοφάνης δέ ἐστιν ὁ μεταγράψας Ἀλκαῖος· περὶ γὰρ παλαιῶν ἐστὶν ὁ λόγος, ὁ δὲ Ἀχαιὸς νεώτερος. τὸ δὲ λεγόμενον ὑπὸ Διδύμου πρὸς Ἀριστοφάνην, ὅτι οὐ δύ‐ ναται Ἀλκαίου μνημονεύειν (οὐ γὰρ ἐπεπόλαζε, φησὶ, τὰ Ἀλκαίου διὰ τὴν διάλεκτον), λελήρηται ἄντικρυς. καὶ ἐν τῷ πρὸ τούτου δράματι, τοῖς Ὄρνισι, παρῴδη‐ ται τὸ «ὄρνιθες τίνες οἵδ’ ὠκεανῶ γᾶς ἀπὺ περράτων» οὕτως «ὄρνιθες τίνες οἵδ’ οὐδὲν ἔχοντες» καὶ ἐν Σφη‐ ξὶν «ὤνηρ οὗτος ὁ μαιόμενος τὸ μέγα κράτος.» ἀλλα‐ χοῦ δὲ ὁ Δίδυμός φησιν, ἡ μὲν γραφὴ δύναται μένειν, οὐκ ἂν δὲ τούτου τοῦ μελοποιοῦ μέμνηται, πάλιν τὸ αὐτὸ λέγω ὅτι οὐκ ἐπεπόλαζε τὰ μέλη, ἀλλ’ Ἀλκαίου τοῦ

### book 162

κιθαρῳδοῦ, οὗ καὶ Εὔπολις ἐν Χρυσῷ Γένει μέμνηται «ὦ ’λκαῖε Σικελιῶτα Πελοποννήσιε.» τί δὲ ἐνταῦθα κιθαρῳδοῦ, περὶ ποιητοῦ ὄντος τοῦ λόγου;

### book 163

ἁβρῶς.

### book 164

Φρύνιχος ὁ τραγικὸς, ἐπεὶ Ἀθηναῖος ἦν.

### book 168

ἐκ τούτου .... καὶ ἐν τοῖς Ὄρνισιν [1295] οὐκ ἄλλοθεν κορυδὸν αὐτὸν ὠνόμασεν ἀλλ’ ἢ ὅτι μικρὸς καὶ αἰσχρός. καὶ Τηλεκλείδης Ἡσιόδοις «ἀλλ’ ἡ τάλαινα «Φιλοκλέα **** οὖν, εἰ δ’ ἐστὶν Αἰσχύλου φρόνημ’ «ἔχων.» τραγῳδίας ποιητὴς αἰσχρὸς τὸ πρόσωπον καὶ σιμὸς καὶ μικρὸς τὸ σῶμα.

### book 173

κακὸς ἤμην.

### book 177

σοφοὺς μᾶλλον ἔλεγον καὶ σοφιστὰς τοὺς περὶ μουσικὴν καὶ ποιητικήν.

### book 179

μεγάλῃ καὶ θαυμαστῇ.

### book 190

γέρων γὰρ τότε Εὐριπίδης ἦν· ἕκτῳ γοῦν ἔτει ὕστερον τελευτᾷ.

### book 194

ἐξ Ἀλκήστιδος Εὐριπίδου [694].

### book 199

ἐκφεύγειν.

### book 203

ἐὰν τοῦτο ποιήσωμεν.

### book 214

ἀληθῶς.

### book 215

τὰ γένεια. ταῦτα δὲ ἔλαβεν ἐκ τῶν Ἰδαίων Κρα‐ τίνου.

### book 220

παρὰ τὸ δουροδόκης ὡς πολλὰ αυ..

### book 221

ἵνα ἀποτεταμένης αὐτῆς καλ...νεν.

### book 224

ἀντὶ τοῦ εἰς τῶν Ἐρινύων. ἄσυλον γὰρ εἶχον οἱ καταλαμβάνοντες τὰ ἱερὰ τῶν Ἐρινύων.

### book 227

τὴν μίαν κομῶν γνάθον, τὴν ἑτέραν ἐψιλωμένος.

### book 231

ὅτι τὸ μύζειν παρῆκται ἀπὸ τοῦ μῦ πολλοῖς ἄλ‐ λοις ὁμοίως. μύζειν δέ ἐστι τὸ τοῖς μυκτῆρσι ποιὸν ἦχον ἀποτελεῖν.

### book 232

ψιλὴ τάξις ἐστὶν ἀγεννεστάτη, ἥτις βάλλεται ἔμπροσθεν τοῦ στρατοπέδου γυμνὴ οὖσα ὅπλων, καὶ ἐὰν ταραχὴ γένηται, ἐκείνη πρώτη ἀναιρεῖται. τοῦτο δὲ λέ‐ γει, ἐπεὶ ἐψίλωται.

### book 235

διαβάλλει τοῦτον ὡς ξυρούμενον.

### book 236

μετὰ γὰρ τὸ τυθῆναι τὰ δελφάκια φλογίζονται, ἵνα ψιλωθῶσιν.

### book 242

ὡς εἰ ἔλεγεν οἰκίαν.

### book 245

ἄσβολος καλεῖται ἡ αἰθάλη τοῦ πυρός.

### book 246

τράμις ὁ πρωκτός.

### book 254

δέον εἰπεῖν μύρου εἶπε ποσθίου. πόσθιον δέ ἐστι τὸ αἰδοῖον τοῦ ἀνδρός. διαβάλλει δὲ αὐτὸν ὡς μετ’ αὐ‐ τοῦ ἑταιρίζοντα.

### book 258

ὅτι τὴν περίθετον οὕτως. καὶ τοῦτο δὲ εἰς μα‐ λακίαν, ἵνα λανθάνῃ νυκτὸς καὶ ὡς γυνὴ πάσχῃ. λέ‐ γουσι δὲ περίθετον πρόσωπον, ὡς Ἀριστομένης ἐν Γόησιν «παντευχίαν δὲ τοῦ θεοῦ ταύτην λαβεῖν καὶ «περίθετον πρόσωπον, ὃ λαβὼν ἕσταθι.»

### book 259

πάντα ἔχουσα τὰ τοιαῦτα ἐν ἑαυτῇ.

### book 261

τῆς κλίνης. στρῶμα δίδωσιν αὐτῷ. βάθριόν τι ἡ κλινὶς εἰστεταμένον. δῆλον δὲ ὅτι τὸ ἔγκυκλον ἱμάτιον, ὁ δὲ κροκωτὸς ἔνδυμα.

### book 263

χαῦνα. διαβάλλει δὲ πάλιν τὸν Ἀγάθωνα ὡς χαῦνον.

### book 268

ὡς γυνὴ λαλήσεις.

### book 272

ἐκ τῆς Μελανίππης Εὐριπίδου.

### book 273

Ἱπποκράτης ἐγένετο Ἀθηναῖος, ὃς εἶχεν υἱοὺς ** διεβάλλετο δὲ σὺν αὐτοῖς ὡς ἀπαίδευτος.

### book 274

ὅτι κατὰ δύναμιν τῆς λέξεως, ἀντὶ τοῦ ἀθρόους πάντας. τὸ γὰρ ἄρδην ὅμοιόν ἐστι τῷ φοράδην ἐνέγκαι· ἡ γὰρ ἄρσις τοῦτο δηλοῖ. εἰ μὴ νῦν τοῦτο βούλεται, πάντας ὁμοῦ αἴρω.

### book 276

ἐπειδὴ ἐν Ἱππολύτῳ [608] τοῦτο εἶπεν Εὐριπί‐ δης, νῦν εὐλαβούμενος λέγει ὅτι ἡ φρήν σου ὀμώμοκε καὶ οὐχ ἡ γλῶττα.

### book 277

παρεπιγραφή. ἐκκυκλεῖται ἐπὶ τὸ ἔξω τὸ θε‐ σμοφόριον.

### book 278

ὅτε ἔμελλε γίνεσθαι ἐκκλησία, σημεῖον ἐτίθετο. οὕτως οὖν καὶ τῶν γυναικῶν μελλουσῶν ἐκκλησιάζειν σημεῖον τίθεται.

### book 279

μιμεῖται τὴν φωνὴν γυναικός.

### book 282

δυϊκόν. τὸ ἐντελὲς περικαλλέε.

### book 289

ὡς τῆς θυγατρὸς αὐτοῦ κατ’ ἐπίκλησιν οὕτω καλουμένης. οἷον βοίδιον ἢ χρυσίον ἢ μύρτιον. ἴσως δὲ τὸ αἰδοῖον τὸ γυναικεῖον αἰνίττεται.

### book 290

ἀναισθήτου καὶ μωροῦ, ἵνα κρατῇ αὐτοῦ.

### book 291

τὸν παιδαρίσκον. ἴσως δὲ παρὰ τὴν πόσθην αὐτὸ συνέθηκεν. ἀντὶ τοῦ κατωφερῆ τὸν νοῦν μου ποίησον.

### book 295

γυνὴ μιμουμένη κήρυκα. πεζῇ εὐφημίᾳ χρῶνται οἱ κωμικοὶ, ἐπειδὰν εὐχὴν ἢ ψήφισμα εἰσάγωσιν.

### book 298

ὡς ἀνδρὶ τῆς Περσεφόνης. δαίμων περὶ τὴν Δήμητραν, ἣν προλογίζουσαν ἐν ταῖς ἑτέραις Θεσμοφοριαζούσαις ἐποίησεν.

### book 299

εἴτε τῇ γῇ εἴτε τῇ ἑστίᾳ, ὁμοίως πρὸ τοῦ Διὸς θύουσιν αὐτῇ.

### book 310

ἀπὸ κοινοῦ εὔχεσθε.

### book 312

ὁ χορὸς ἀπὸ γυναικῶν θεσμοφοριαζουσῶν.

### book 324

τὸν ὑπὸ τῶν ἀνέμων κινούμενον. πᾶσαν δὲ κίνησιν καλοῦσιν οἶστρον.

### book 327

ἡ τοῦ Ἀπόλλωνος.

### book 329

ἐπὶ τὸ τελεστικὰ τὰ πράγματα γενέσθαι. εἰς τέλος ἄγοιμεν τὰ δόξαντα.

### book 336

φιλίαν σπένδει.

### book 339

ἐκ τῆς κατάρας τῆς ἐπὶ τοῖς Πεισιστρατίδαις γενομένης ταῦτα παρέμιξεν. ἔοικέ τινα παραμιγνύναι τῶν ἐφ’ Ἱππίᾳ ψηφισθέντων.

### book 341

κατεῖπε πρὸς τὸν δεσπότην.

### book 345

ἵνα αὐτῇ συγγένηται.

### book 346

ἢ καὶ δέχεται δῶρα παρ’ ἑταίρας ἐπὶ τῷ προ‐ διδόναι καὶ συγχωρῆσαι αὐτῇ τὸν φίλον. γράφεται ἔν τισιν ἑταίρα καὶ ἔστιν ἕτερος νοῦς. Ἄλλως. ἐὰν μὲν ἄνευ τοῦ ι γρ. ἑταίρα, οὕτως· ἢ δέχεται δῶρα ὑπὲρ τοῦ ἑταίρα οὖσα προδιδόναι τὸν φίλον. ἐὰν δὲ σὺν τῷ ι, προδιδοῦσάν τινα ἑταίραν τὸν ἑαυτῆς φίλον.

### book 347

τοῦ διξέστου. χοὺς γὰρ δύο ξέσται, χοεὺς δὲ ἕξ.

### book 350

καταρᾶσθε.

### book 355

ὅσαις δὲ προσήκει τὰ ἄριστα λέγειν, ταύτας νικᾶν λεγούσας.

### book 359

ὑφ’ ἡμῶν.

### book 363

δηλοῖ ἐνταῦθα ὅτι λέγουσι καὶ ὁμοίως ἡμῖν τὰ ἀπόρρητα, οὐ μόνον ἀπηγορευμένων.

### book 365

ἀντὶ τοῦ εἰπεῖν πολεμίους εἶπε Μήδους. κατ’ ἐξοχὴν δὲ εἴρηται, ὥσπερ καὶ παρ’ Ὁμήρῳ [Il. Ν, 1] «Ζεὺς ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα.»

### book 370

συμμαχεῖν.

### book 373

ἐπιστάτις ἐστὶν ἡ Τιμόκλεια. ἀρχὴ δέ τίς ἐστιν ἐπιστάτις, ἥτις ἀνισταμένη συμβουλεύει περὶ πολέμου ἢ εἰρήνης ἢ περὶ ἄλλου τινός.

### book 376

ἐν γὰρ ταῖς ἄλλαις ἡμέραις περὶ τὰς θυσίας γίνονται. —ᾗ, ὅπου. Put.

### book 377

χρηματίζειν ἐστὶ τὸ λόγους διδόναι ἀλλήλοις.

### book 380

ἀντὶ τοῦ στέφανον· ἔθος γὰρ ἦν τοῖς λέγουσι στεφανοῦσθαι πρῶτον. τὸ δὲ περίθου, ὅπερ ἡμῖν σύνη‐ θες ἐπίθου λέγειν.

### book 383

καλλιλεξία. γυνή.

### book 386

ὑβριζομένας.

### book 389

ἐπιχρίει, ἐπιξύει. σμῆξαι δέ ἐστι τὸ τὸν ῥύπον ἐπιξύσαι. μεταφορικῶς ἀπὸ τοῦ σμήχειν, οἷον ἐπιτρίβει· σφο‐ δρὰν γάρ τινα τρίψιν καὶ τὴν σμῆξιν εἶναι. τάχα δὲ καὶ τὴν σμώδιγγα εἰρῆσθαι ἀπὸ τούτου. Διόδωρος οὐ μεταφορικὴν, ἀλλ’ ἐξ ἔθους γλωσσηματικὴν, καὶ μὴ εἶναι ἐπιτρίβειν ἀλλὰ τύπτειν ἢ σκώπτειν τὸ σμώχειν. Ἄλλως. ἐπισμῇ: καὶ παρὰ Κρατίνῳ ἐστὶν ἐν Κλεο‐ βουλίναις τὸ ἐπισμῇ. ἔστι δὲ λοιδορία, ἀπὸ τοῦ καθά‐ πτεσθαι τῶν σμωμένων.

### book 393

ὁ Σύμμαχός φησι παρὰ τὸ πιπίζειν τὸν οἶνον. ἐγὼ δὲ οὐχ ὁρῶ τὸ πιπίζειν ἐπὶ ταύτης τῆς ἐννοίας παρὰ τοῖς Ἀττικοῖς κείμενον, ἀλλὰ κατὰ μίμησιν φωνῆς λεγόμενον. ἄμεινον οὖν, ὥσπερ παιδοπίπης λέγεται, οὕτω καὶ οἰνοπίπης. Ἄλλως. τὰ πλεῖστα οἰνοπίπους ἔχει ἀντὶ τοῦ τὰς μεθύσους ἀπὸ τοῦ πιπίζειν, ὅπερ ἐστὶν ἐκμύζειν.

### book 395

ὡς ἔτι ἰκρίων ὄντων ἐν τῷ θεάτρῳ καὶ ἐν ταῖς ἐκκλησίαις ἐπὶ ξύλων καθημένων. πρὶν γὰρ γενέσθαι τὸ θέατρον, ξύλα ἐδέσμευον καὶ οὕτως ἐθεώρουν.

### book 397

ἀντὶ τοῦ ἐν ὅλοις αὐτοῦ τοῖς δράμασι.

### book 401

νεωτέρων καὶ ἐρωτικῶν τὸ στεφανοπλοκεῖν. πρὸς τὸ ἔθος, ὅτι ἐστεφανηπλόκουν αἱ παλαιαί. Σαπφὼ «αυταόρα αιστεφανηπλόκουν.»

### book 402

περιερχομένη.

### book 403

ἀντὶ τοῦ εἰς τίνα τὸν νοῦν ἐχούσης σου κατέαγεν ἡ χύτρα. ὡς διὰ τὸ ἐρᾶν μὴ προσεχουσῶν ἐπεφώνουν ταῦτα οἱ ἄνδρες, εἰ ἡ γυνή τι ἐκ τῶν χειρῶν ἀφίοι.

### book 404

ἐκ Σθενεβοίας Εὐριπίδου. διαβάλλει δὲ ὡς μοιχοὺς τοὺς Κορινθίους.

### book 409

ὅτε τίκτουσιν αἱ γυναῖκες.

### book 410

πρὸς τοὺς γέροντας διαβέβληκεν, οἳ πρὸ τοῦ τὰς μείρακας ἤγοντο.

### book 412

ἀντὶ τοῦ διὰ τὸν ἴαμβον τοῦτον. πᾶν γὰρ μέ‐ τρον οἱ παλαιοὶ ἔπος ἐκάλουν.

### book 416

ἠπειρωτικούς.

### book 417

φόβον ἀπὸ τῶν προσωπείων.

### book 419

ἐκ τοῦ ταμείου λαβεῖν.

### book 420

ὅτι ἑνικῶς τὸ ἄλφιτον.

### book 423

τὰ γὰρ ἀρχαῖα μονοβάλανά φασιν εἶναι. γομ‐ φίους δὲ, οὓς ἡμεῖς ὀδόντας. Μένανδρος Μισουμένῳ «Λακωνικὴ κλείς ἐστιν ὡς ἔοικέ μοι περιοιστέα.» καί φασιν ὅτι ἔξωθεν περικλείεται μοχλοῦ παρατιθεμένου ἤ τινος τοιούτου, ὥστε τοῖς ἔνδον μὴ εἶναι ἀνοῖξαι. περιβόητοί εἰσιν αἱ Λακωνικαὶ κλεῖδες.

### book 425

σφραγίδιον παραπλήσιον ᾧ ἐσφράγιζεν ὁ ἀνήρ.

### book 427

ξύλα ὑπὸ θριπῶν βεβρωμένα, οἷς ἐσφράγιζον. θρῖπες δὲ εἶδος σκωλήκων.

### book 428

ἐξάψαντας ἑαυτῶν.

### book 429

ταράττειν καὶ κινεῖν.

### book 441

διὰ τὸ εὐμήχανον ἐν τοῖς δράμασι λέγεσθαι τὸν Ξενοκλέα πρὸς τὰς τῆς γυναικὸς μηχανὰς παρελήφθη. χλευάζων δὲ λέγει οὐκ ἀπὸ σπουδῆς, ὡς ἐπὶ συμμέ‐ τρου. Ἄλλως. ὁ τραγῳδοποιός. ἤτοι δὲ διαβάλλει αὐτὸν ὡς ἀφυᾶ.

### book 442

φανερῶς.

### book 445

ὑπὸ Εὐριπίδου.

### book 448

διὰ μυρρινῶν στεφάνους ποιοῦσα.

### book 449

ἀντὶ τοῦ πρότερον.

### book 458

οὓς ἡμεῖς ἐκδοτικοὺς λέγομεν.

### book 459

φρόνημα.

### book 469

ἐπίτηδες ὁ κηδεστὴς ὑπὲρ τὰς ἄλλας γυναῖκας γυναικίζεται, ἵνα διὰ τούτου λάθῃ.

### book 472

ἀντὶ τοῦ μόναι. οὐδεμία ἐκφέρουσα τοὺς λόγους πρὸς τοὺς ἄνδρας.

### book 473

διὰ τί.

### book 481

ἔξυεν ἠρέμα, παρὰ τὸ κνᾶν.

### book 485

λείπει τὸ ἔφη.

### book 486

ἐλελίσφακον. ὡς ἐπιτήδεια παῦσαι στρόφον.

### book 487

ἵνα ὀλισθηρὸς γενόμενος μὴ ψοφῇ.

### book 489

ἀγυιεὺς οὕτω καλούμενος Ἀπόλλων τετράγω‐ νος.

### book 491

τῶν νῦν καλουμένων σταβλίτων ἢ βουρδωνα‐ ρίων, τῶν τοὺς οὐρῆας κομούντων.

### book 495

διὰ γὰρ τὸν πρὸς Πελοποννησίους πόλεμον ἐφύ‐ λαττον Ἀθηναῖοι τὰ τείχη.

### book 499

στολῆς εἶδος.

### book 500

ὅτι καὶ συστολαῖς βιαίοις χρῶνται καὶ ἐκτάσεσι. καὶ ἄνω [176] «ἀλλ’ ὧνπερ οὕνεκ’ ἦλθον ἀλλ’ εἰπεῖν βούλομαι.»

### book 505

ὅτι ἐν χύτρᾳ τὰ παιδία ἐξετίθεσαν.

### book 506

τὸ στόμα πεπληρωμένον. καὶ ἄλλως οὐ γάλα πρότερον τοῖς βρέφεσιν ἐδίδοσαν, ἀλλὰ μέλι ἀπολεί‐ χειν. Μένανδρος δὲ οὐκ ὀρθῶς ποιεῖ τὰ ἀρτίτοκα γάλα‐ κτος δεόμενα.

### book 509

δέον εἰπεῖν «τὸ βρέφος τὸ ἦτρον τῆς μήτρας ἐλάκτισεν» εἶπε τῆς χύτρας, ἐπειδὴ ἐν χύτρᾳ εἰσῆλθε τὸ παιδίον. τὸ κάλυμμα τῆς μήτρας, ὃ καλοῦμεν ἔλυ‐ τρον.

### book 516

Θεόφραστος τὴν προάνθησίν φησι τῆς πίτυος καὶ τῆς πεύκης. Ἐρατοσθένης ἀγγεῖον τοῦ σφηκὸς ἢ τῆς μελίσσης, ὅπου οἱ σκώληκες ἔπεισιν. ἀλλ’ οὐδὲ οὕτως πάνυ σώζεται ἡ ἀκολουθία. δεῖ οὖν χωρίζειν ἑκάτερον οὕτως, καὶ ὡς στρεβλὸν καὶ ὥσπερ κύτταρον, προσό‐ μοιον κυττάρῳ πλήρει καὶ ἔχοντι τὸν σκώληκα. Ἄλ‐ λως. κύτταρος καλεῖται τὰ κοιλώματα τῶν μελικηρίδων· ὁμοίως δὲ καὶ τὸ πῶμα τῆς βαλάνου, ὅπου ἐγκάθηται ἡ βάλανος, ὅπερ νῦν ἀκουστέον· περὶ γὰρ αἰδοίου λέ‐ γει.

### book 519

παρὰ τὰ ἐκ Τηλέφου Εὐριπίδου «εἰ δὴ θυμού‐ μεθα παθόντες οὐδὲν μᾶλλον ἢ δεδρακότες.»

### book 529

ἐκ τῶν εἰς Πράξιλλαν ἀναφερομένων «ὑπὸ παντὶ λίθῳ σκορπίον ὦ ’ταῖρε φυλάσσεο.» καὶ ἑτέρα «πάντα λίθον κίνει.»

### book 531

τοῦτο ἰαμβικὸν τετράμετρον καταλῆγον.

### book 532

εἰ μὴ ἄλλη γυνή.

### book 533

κατὰ τῆς Ἀγραύλου ὤμνυον, κατὰ δὲ τῆς Παν‐ δρόσου σπανιώτερον· κατὰ δὲ τῆς Ἔρσης οὐχ εὑρή‐ καμεν.

### book 536

συντιμωρεῖσθαι αὐτὸν βουλόμεναι, ἐπειδὴ ἐπὶ σκηνῆς εἰσίν.

### book 547

τοῦτο μόνον τὸ τετράμετρον ἰαμβεῖον ἀνάπαι‐ στον ἔχει τὸν καταλήγοντα. ἄξιον οὖν αὐτὸν τηρῆσαι.

### book 556

ξύστρας.

### book 557

κατεχρήσατο εἰποῦσα σιφωνίζομεν σῖτον. κυ‐ ρίως γὰρ σιφωνίζειν τὸ τὰ ὑγρὰ ἀποσπᾶν.

### book 560

κατέκοψεν. τοῦτο διὰ τὴν Κλυταιμνήστραν, οὐκ ἀπὸ ἱστορίας.

### book 561

οὐκ ἀπὸ ἱστορίας παλαιᾶς εἴληφεν, ἀλλ’ ὡς ἐν τῇ Ἀττικῇ τούτου γενομένου.

### book 562

ὡς καὶ τούτου πάλιν γενομένου.

### book 564

ὡς καὶ τούτου πάλιν γενομένου.

### book 565

ἐπιτετήδευκεν ὑφαρπάζουσαν τὴν ἑτέραν ποιῆ‐ σαι τὸν λόγον, ἐπεὶ ἔλειπε τὸ λαβεῖν.

### book 566

ὡς τὼ χεῖρε. οὐκέτι δὲ τοῖν θεοῖν, ἀλλὰ ταῖν θεαῖν.

### book 567

ὅτι ἐπὶ γυναικείων τριχῶν ὡς τὸ πολὺ, καὶ ὅτι παρετυμολογεῖ τὸν πόκον οὐ κακῶς. Λυκόφρων δὲ ἁπλῶς τὰς τρίχας. ἐμπλοκὴ δέ τις φαίνεται, καὶ ὡς πλοκα‐ μῖδες σπανίως ποτὲ ἐπὶ ἀνδρὸς λέγεται.

### book 572

ἀντὶ τοῦ ἐγγὺς παρὰ τοῖς Ἀττικοῖς. καὶ Μέναν‐ δρος «ἔστιν δ’ ὁμοῦ τὸ χρῆμα.»

### book 574

τὰ αὐτά μοι πράττουσα.

### book 575

ἐψίλωτο γὰρ ὁ Κλεισθένης τὰς γνάθους γυναι‐ κωδῶς.

### book 576

προΐσταμαι.

### book 578

πρὸ ὀλίγου.

### book 585

ὅτι ἀναπέμψαι κυρίως. διὸ καὶ ἄνοδος ἡ πρώτη λέγεται, παρ’ ἐνίοις καὶ κάθοδος, διὰ τὴν θέσιν τῶν θε‐ σμοφορίων. ἐπεὶ καὶ ἄνοδον τὴν εἰς τὸ θεσμοφόριον ἄφιξιν λέγουσιν· ἐπὶ ὑψηλοῦ γὰρ κεῖται τὸ θεσμοφόριον.

### book 600

ἀντὶ τοῦ κεκρυμμένος. καλοῦνται μὲν γὰρ καὶ κρύπται παρὰ Πλάτωνι τῷ φιλοσόφῳ [Leg. 1, 633, A] καὶ παρ’ Εὐριπίδῃ καὶ ἐν ταῖς τῶν Λακεδαιμονίων πολι‐ τείαις. καὶ ἐν Θάσῳ ἀρχή τις κρύπται. ἁπλῶς ἀντὶ τοῦ κεκρυμμένος.

### book 602

ὦ προστάτα.

### book 603

Μνησίλοχος τοῦτο διὰ τὸ μέλλειν ἔρευναν γίνε‐ σθαι.

### book 612

ἀντὶ τοῦ οὔρει.

### book 616

ἐπισχετικὰ γάρ ἐστιν οὔρου τὰ κάρδαμα καὶ πτύσματος. καὶ διὰ τοῦτό φασι τοὺς Πέρσας αὐτοῖς χρῆσθαι. ὅτι μὲν γὰρ χρῶνται καὶ Ξενοφῶν φησι [Cyrop. 1, 2, 16.] «φυλάττονται πολλὰ οὐρεῖν, ὥσπερ καὶ «πτύειν καὶ ἀπομύττεσθαι.»

### book 620

Κοθωκίδαι δῆμος τῆς Οἰνηίδος φυλῆς.

### book 622

οἱ μὴ δυνάμενοί τι λέγειν τοιαῦτα λέγουσιν.

### book 623

καὶ τοῦτο πρὸς τὴν ἄνοδον, ἐπειδὴ ἄνοδος ἦν πρὸς τὸ ἱερόν.

### book 624

φίλη συνδίαιτος. σκηνὰς γὰρ ἑαυταῖς ἐποίουν τὸ ἱερόν.

### book 630

διαβάλλει πάλιν τὰς γυναῖκας ὡς μεθύσους.

### book 631

ἀλλήλας ἐδεξιούμεθα.

### book 633

μὴ εὑρίσκων τί εἴπῃ ὁ κηδεστής φησιν ὅτι ἀντὶ ἀμίδος σκάφιον ᾔτησεν ἡ Ξένυλλα. ἀμὶς δέ ἐστιν οὐ‐ ροδόχον ἀγγεῖον.

### book 641

ἀντὶ τοῦ στείρα.

### book 646

οὐκ ἐνταῦθά γε. παρατετήρηται καὶ πρότερον.

### book 648

ἐπεὶ τὰς ναῦς διὰ τοῦ Ἰσθμοῦ εἷλκον Κορίνθιοι, ὥστε μὴ περιέρχεσθαι. τοῦτο δὲ διισθμονίσαι ἐκά‐ λουν.

### book 649

ἀντὶ τοῦ διὰ ταῦτα.

### book 656

τῶν ἐγκύκλων ἀποδυσαμένας.

### book 657

ἐπεὶ μόνων γυναικῶν ἐστιν ἡ ἐκκλησία. περιδραμεῖν.

### book 658

τὴν ἐκκλησίαν παρὰ τὸ πυκνοῦσθαι τοὺς ὄχλους. ἐπεποίηντο γὰρ ἐκκλησίαν. τὰς δὲ σκηνὰς διὰ μέσου εἴρηκε. καὶ γὰρ πρὸς τῇ πυκνὶ σκηναὶ ἦσαν, ὡς καὶ αὐτὸς Ἀριστοφάνης μέμνηται τούτου.

### book 664

παρακαθεζόμενος.

### book 680

ἀντὶ τοῦ διάπυρος ὢν ταῖς μανίαις.

### book 682

γελοίως εἶπεν, ὡς Ἀλέξανδρος «ἦσαν ἄνθρωποι πέντε καὶ γυναῖκες τρεῖς.» πέπαικται οὖν τοῦτο ὡς ἐν κωμῳδίᾳ.

### book 684

ἀποδίδωσιν.

### book 688

..... ἁρπάζει παιδίον μιᾶς γυναικὸς, καὶ κατα‐ φεύγει ἐν τῷ ἱερῷ, λέγων ὅτι ἐάν με τύψητε, κατα‐ σφάξω τοῦτο τὸ παιδίον. ἀντὶ δὲ παιδίου ἀσκὸν οἴνου λαμβάνει, καὶ αὐτὸν ἐνδύει κροκωτὸν, καὶ ποιεῖ αὐτῷ χεῖρας καὶ πόδας, καί φησιν αὐτὸ παιδίον. διαβάλλει δὲ τὰς γυναῖκας ὡς ἐν ταῖς μάχαις αὐτῶν τοὺς ἀσκοὺς τῶν οἴνων κατέχουσιν.

### book 693

τῶν βωμῶν, ἀπὸ τοῦ τὰ μηρία ἐπάνω ἀπο‐ κεῖσθαι. ἐκ δὲ τοῦ περιεχομένου τὸ περιέχον εἶπεν.

### book 697

τροπαῖον προπερισπωμένως ἀναγνωστέον παρὰ Ἀριστοφάνει καὶ παρὰ Θουκυδίδῃ, τρόπαιον δὲ προπα‐ ροξυτόνως παρὰ τοῖς νεωτέροις ποιηταῖς

### book 701

παροιμία.

### book 710

ἐκ τῶν ἀνδρῶν φησὶν, ὅθεν οὐκ ἔξεστιν. ὁ Σύμ‐ μαχος· γελοίως φησὶν ὅθεν ἥκεις φαύλως ἥκεις. ἥκεις, φησὶν, εἰς τὰς χεῖρας ἡμῶν, ὅθεν οὐ φεύξῃ.

### book 714

τοῦτο τὸ παθεῖν.

### book 717

κάθηται ἐπὶ βωμοῦ ὡς ἱκετεύων, ἡρπακώς τινος θυγάτριον· φαίνεται δὲ ἀσκὸν ἔχων.

### book 726

πρὸς τὰς γυναῖκας.

### book 728

ὄνομα κύριον δούλης τὸ Μανία. καὶ ἐκτεταμένον ἔχει τὸ α.

### book 729

σπινθῆρα.

### book 730

εἶδος ἱματίου. ἠμφίεσται δὲ ὡς παιδίον καὶ ὑποδήματα ἔχει ὁ ἀσκός.

### book 734

ὁ ἀσκός. εἶδος δὲ ὑποδημάτων αἱ Περσικαί.

### book 735

ὦ μέθυσοι.

### book 738

ἅπαντα γὰρ ἕνεκα τοῦ πιεῖν ἐνέχυρα τίθεται καὶ πιπράσκεται.

### book 742

ἀλλ’ οὐ δέκα μῆνας κυοῦσιν αἱ γυναῖκες, ἀλλ’ ἐννέα. εἰώθασι δὲ οὕτω πλήρει ἀριθμῷ χρῆσθαι ἀντὶ τῶν ἐννέα μηνῶν.

### book 743

τρεῖς κοτύλας οἴνου χωροῦν.

### book 746

τοῦτο πάλιν ὡς ἐπὶ ἀσκοῦ· ἀντὶ γὰρ τοῦ εἰπεῖν ἔτη εἶπε χοᾶς.

### book 750

εἰώθασι λέγειν, ἐάν τις ἐν Διονυσίοις ἢ Διασίοις ἢ Σκίροις μικρόν τι προσεναγισμάτων φησὶν ευπα. ἅμα δὲ ὅτι καὶ περὶ οἴνου ἐστὶν ὁ λόγος. Ἄλλως. ουτο... λέγοντος ἃ δὲ ἔχει ἐκ Διονυσίων ἢ Ἀπατουρίων, τὸν ὑπερπίπτοντα τῶν μηνῶν ἀριθμὸν οὕτω δηλοῖ τις. τοῦτο ἔθος ἦν Ἀττικοῖς, λέγειν τὰ ἔτη κατὰ τὸν ὑπερπίπτοντα ἀριθμὸν ἀπὸ τῶν Διονυσίων.

### book 754

τοῦτο αἱματοδεκτικὸν ἀγγεῖον, ὃ εἶπεν ὁ ποιη‐ τὴς ἄμνιον.

### book 756

τοῦτο ἅμα εἰπὼν ἐκχέει τὸν οἶνον ὁ κηδεστὴς ἐν τῷ βωμῷ.

### book 758

ἀπὸ ἔθους. ἐκδερματώσαντες γὰρ τὰ ἱερεῖα δι‐ δόασι τὰ δέρματα ταῖς ἱερείαις. ἐκχέας οὖν τὸν οἶνον χαρίζεται αὐτῇ τὸν ἀσκόν.

### book 760

ἐνταῦθα ἀπέδωκεν ὁ Ἀριστοφάνης τὸ ὄνομα τῆς γυναικὸς, ἧς ἥρπασε τὸ παιδίον ἤτοι τὸν ἀσκὸν ὁ κη‐ δεστής.

### book 766

ὁ Εὐριπίδης.

### book 771

ὁ γὰρ Εὐριπίδης ἐν τῷ Παλαμήδει ἐποίησε τὸν Οἴακα τὸν ἀδελφὸν Παλαμήδους ἐπιγράψαι εἰς τὰς ναῦς τὸν θάνατον αὐτοῦ, ἵνα φερόμεναι αὗται ἔλθωσιν εἰς τὸν Ναύπλιον τὸν πατέρα αὐτοῦ καὶ ἀπαγγείλωσι τὸν θάνατον αὐτοῦ. ὥσπερ Οἴαξ τῷ Ναυπλίῳ γράφει ἐν τῷ Παλαμήδει Εὐριπίδου. ὁ γὰρ Οἴαξ ἐγχαράττει πολλαῖς πλάταις τὰ περὶ τὸν Παλαμήδην καὶ ἀφίησιν εἰς θάλασσαν, ὥστε μιᾷ γέ τινι τὸν Ναύπλιον προσπε‐ σεῖν.

### book 773

πᾶν ἐφ’ ᾧ τις ἀγάλλεται. πινάκια δὲ ἦσαν ἀνα‐ κείμενα. πίνακες γὰρ ἦσαν ἐν τῷ ἱερῷ, καὶ ἀπὸ τούτων λα‐ βὼν γράφει, καὶ ῥίπτει αὐτὰς λέγων «ἀπέλθετε, ση‐ μάνατε Εὐριπίδῃ.»

### book 777

ἄνυσιν ἔχοντι καὶ ἐπίνοιαν.

### book 779

σμίλης λέγει ἀντὶ τοῦ γραφείου. ὁλκοὺς λέγει τὰ σημεῖα, ἐπειδὴ ἕλκομεν γράφοντες.

### book 781

ὡς Εὐριπίδην γράφων, ἐν ᾧ τὸ ρ. ἐν τῷ γράφειν τὸ τοῦ Εὐριπίδου ὄνομα τοῦτό φησιν.

### book 785

τῇ παραβάσει χρησάμεναι.

### book 790

μήτε καταληφθῆναι παρακύπτουσαν.

### book 804

πέπλασται τὰ ὀνόματα, ἐπεὶ εὐδοκίμουν οἱ Ἀθη‐ ναῖοι τότε τῷ ναυτικῷ. Χαρμῖνος δὲ περὶ Σάμον συν‐ εστρατήγησε κατὰ τὸν καιρὸν τοῦτον τοῖς περὶ Φρύ‐ νιχον. Ναυσιμάχη δὲ πόρνη καὶ Σαλαβακχώ. Ἄλ‐ λως. συνεμάχησε γὰρ Φρυνίχῳ ἐν Θρᾴκῃ ὁ Χαρμῖνος, καὶ ἴσως οὐδὲν ἀξιόλογον ἔπραξεν. διὸ λέγει «δῆλα τὰ ἔργα.»

### book 805

Κλεοφῶντα λέγει τὸν λυροποιόν. διαβάλλει δὲ αὐτὸν ὡς κίναιδον.

### book 806

πόρνης ὄνομα.

### book 808

καὶ ἡ Εὐβούλη πέπλασται. τὸ δὲ ὅλον τί βού‐ λεται, οὐκ ἔστι σαφές. ἀλλ’ οὐδὲ παρὰ Πλάτωνι ἐν τῷ Ὑπερβόλῳ· λέγει γάρ τι περὶ τοῦ ἐπιλαγχάνειν τοῖς βουλευταῖς «εὐτυχεῖς ὦ δέσποτα. τί δ’ ἔστι; βουλεύειν «ὀλίγου ’λαχες πάνυ. ἀτὰρ οὐ λαχὼν ὅμως ἔλαχες, «ἢν νοῦν ἔχῃς. πῶς ἢν ἔχω νοῦν; ὅτι πονηρῷ καὶ «ξένῳ ἐπέλαχες ἀνδρί· *** οὐδέπω γὰρ ἐλευθέρῳ.» καὶ ἐν ταὐτῷ «ἄπερρ’· ἐγὼ δ’ ὑμῖν τὸ πρᾶγμα δὴ «φράσω. Ὑπερβόλῳ (βουλῆς γὰρ) ἄνδρες ἐπέλαχον.» τὸ βουλεῦσαι βουλείαν ἔλεγον.

### book 811

λέγει ἀπὸ συμμάχων ἢ στρατείας. τὸ δὲ ζεύγει ἀντὶ τοῦ ἁμάξαις ἐκφέρειν δεῖ. ** διὸ καὶ οὐκ εἶπεν οὕτως πεντήκοντα, ἀλλὰ κατὰ πεντήκοντα, τὸ συνεχὲς ἐκφαίνων.

### book 823

σκέπασμά τι ἐπὶ τῆς κεφαλῆς βαλλόμενον, ἢ μέρος τοῦ ἱστίου.

### book 825

τὴν κάμακα τῆς λόγχης λέγει. οἱ μέν φασι κα‐ νόνα αὐτὸν λέγειν τὸ ξύλον τῆς λόγχης, οἱ δὲ τὸν κα‐ νόνα τῆς ἀσπίδος.

### book 826

τῷ σιδήρῳ.

### book 828

συνέχεεν καὶ οὗτος ὡς Εὔπολις πολλάκις· στρατιὰ μὲν γὰρ τὸ πλῆθος, στρατεία δὲ ἡ στράτευσις.

### book 829

τὴν ἀσπίδα λέγει· σκιάζει γὰρ τὸν ἄνδρα. αἰ‐ νίττεται δὲ καὶ εἰς Κλεώνυμον.

### book 834

ἀμφότεραι ἑορταὶ γυναικῶν, τὰ μὲν Στήνια πρὸ δυεῖν τῶν Θεσμοφορίων Πυανεψιῶνος θʹ, τὰ δὲ Σκίρα λέγεσθαί φασί τινες τὰ γινόμενα ἱερὰ ἐν τῇ ἑορτῇ ταύτῃ Δήμητρι καὶ Κόρῃ. οἱ δὲ, ὅτι ἐπὶ Σκίρῳ θύεται τῇ Ἀθηνᾷ.

### book 838

εἶδος κουρᾶς δουλικῆς. τὸ ἑξῆς. ὑστέραν τῆς τὸν ἀνδρεῖον τεκούσης. ἀντὶ τοῦ μιᾶς γυναικὸς ὑστέραν. ἐὰν δὲ ὑστάτην, ἁπάντων ὑστάτην.

### book 840

πολλάκις εἶπον ὅτι προβάλλει ὁ Ὁμηρικὸς ἐν τῷ πρὸς Πολύβιον προτατικῷ τίς ἡ Ὑπερβόλου μήτηρ. οὐκ ἔχομεν δὲ εἰπεῖν. εἰ δὲ χρὴ τὰ τοιαῦτα ζητεῖν, ζη‐ τείτωσαν καὶ τὴν ἑξῆς, τὴν Λαμάχου· τὸν γὰρ πατέρα μόνον οἶδα Λαμάχου, Ξενόφαντον.

### book 841

ἐπαινεῖ τὸν Λάμαχον νῦν· ἤδη γὰρ ἐτεθνήκει ἐν Σικελίᾳ τετάρτῳ ἔτει πρότερον.

### book 846

τυφλὸς, διεστραμμένος τὴν ὄψιν. Σώφρων «ἰλ‐ «λοτέρα τᾶν κορωνᾶν.»

### book 848

ἄνω γὰρ ἐκέχρητο τῇ ἐκ Παλαμήδους ἐπινοίᾳ.

### book 850

ὑπόγυον δεδιδαγμένην.

### book 852

τὸ κοικύλλειν, φασὶν, ἐπὶ τοῦ περιβλέπεσθαι δύναται καὶ ἐνθάδε. βέλτιον δὲ ἐπὶ τοῦ κακοτεχνεῖν. τὸ δὲ ἔχων παρέλκει Ἀττικῷ ἔθει.

### book 855

ἐξ Ἑλένης Εὐριπίδου πολλὰ τούτων.

### book 857

μέλανα καὶ συρμαϊζόμενον. ἡ δὲ συρμαία κρί‐ θινόν ἐστι πότημα.

### book 861

ἐπὶ πονηρίᾳ διαβάλλεται. τινὲς δὲ καὶ πατέρα αὐτῷ φασὶν ἀληθῶς εἶναι τοῦτον.

### book 863

τῆς γυναικείας μιμήσεως.

### book 868

ὅτι πονηροὶ οἱ κόρακες, καὶ ὅτι μέχρι νῦν οὐκ ἐσπάραξάν σε.

### book 869

σαίνει τὸ ᾆσμα.

### book 870

σύνηθες τὸ σχῆμα. Μένανδρος «οἶσθ’ ὃ ποίη‐ σον.» Σοφοκλῆς Πηλεῖ «μὴ ψεῦσον ὦ Ζεῦ· μή μ’ ἕλῃς ἄνευ δορός.» «οἶσθ’ οὖν ὃ δρᾶσον» Εὐριπίδης Πολυΐδῳ.

### book 871

ὁ Εὐριπίδης ἀναλαμβάνει τὸ πρόσωπον τοῦ Μενελάου καὶ ὑποκρίνεται.

### book 876

Πρωτέας οὕτω καλούμενος Ἀθηναῖος, ὃς ἐτε‐ θνήκει πρόπαλαι.

### book 878

διαβάλλει τὴν Αἴγυπτον ὡς ἀλίμενον καὶ ὡς κίνδυνον ἐμποιοῦσαν ταῖς ναυσίν.

### book 882

ἐκ τῆς θαλάσσης.

### book 897

ἣν εἶπεν Ὅμηρος [Od. Θ, 366] Εἰδοθέαν.

### book 898

ἀπὸ δήμου τῆς Αἰγηίδος φυλῆς, ἔνθα τὸ Εὐρυ‐ σθέως ἀπόκειται σῶμα ἐν τῷ ἀκρωτηρίῳ. ἐπίρρημα δὲ τὸ Γαργηττόθεν.

### book 902

τὰς κόρας σου ἀντιπροσώπους μοι στρέψον.

### book 903

ἐπειδὴ ξυρηθεὶς ἦν.

### book 910

δέον εἰπεῖν ἐκ τῶν ὄψεων, εἶπεν ἐκ τῶν ἰφύων. ἴφυον δέ ἐστιν εἶδος ἀγρίου λαχάνου, ὅτι Εὐριπίδης λαχανοπώλιδος Κλειτοῦς υἱὸς ἦν δηλονότι.

### book 913

καὶ ταῦτα ἐκ τῆς Ἑλένης, καὶ καθόλου τὰ πλεῖστα.

### book 915

ταῦτα λέγει ἀκολουθῶν αὐτῷ καὶ βουλόμενος ἐκφυγεῖν.

### book 917

τὸ χ παράκειται τῷ στίχῳ. καί φησι Καλλί‐ στρατος ** οὐ τῇ λαμπάδι εἶπεν, ἀλλὰ νὴ τῇ δᾳδὶ, ὡς δῆλον εἶναι ὅτι ἑκατέρως ἔλεγον. ἀνάξιος δὲ ἂν εἴη ὁ Καλλίστρατος πιστεύεσθαι ὡς ἂν περὶ διδασκάλου τοῦ Ἀριστοφάνους λέγων.

### book 921

οὐ κυρίως, ἀλλ’ οἷον κοινόβουλος.

### book 922

ἐπανουργεῖτε, ὡς δὴ τῶν Αἰγυπτίων πανούρ‐ γων ὄντων.

### book 926

ἕως ζῶ.

### book 928

ἡ σπάρτος. ἀντὶ τοῦ ἡ μηχανή. παροιμία ἐπὶ τῶν ἐπιχειρούντων τι ποιεῖν καὶ ἀποτυγχανόντων.

### book 935

ἐπεὶ ἄνω αἰγυπτιάζειν αὐτοὺς ἔφη, οἱ δὲ Αἰγύ‐ πτιοι λινοποιοί εἰσιν. ὁ πανοῦργος. ἀπὸ μεταφορᾶς τῶν τὰ ἄρμενα ῥαπτόντων.

### book 940

πρὸς σανίσιν ἐδεσμεύοντο πολλάκις, ὡς καὶ Κρατῖνος δηλοῖ. «ἐπίτρεψον οὖν τῷ τοξότῃ» φησὶ «γυμνόν με πρὸς τῇ σανίδι δῆσαι.»

### book 941

μετὰ κροκωτοῦ τοῖς κόραξιν ἑστίασιν παρέχων. ἀντὶ τοῦ ἑστίασιν παρέχων. Ἀττικὴ δὲ ἡ σύνταξις, ὅτι τὸ ἑστιᾶν καὶ δοτικῇ συντάσσουσιν, ὡς καὶ παρ’ Εὐ‐ πόλιδί ἐστιν ἐν Αὐτολύκῳ θατέρῳ «ὥστ’ οὔτ’ ἐκεῖ οὔτ’ «ἐνθάδε δεῖ ξενίζεσθαι.»

### book 944

ὅτι ἐνδυσάμενος καὶ ἐλθὼν εἰς τὰς γυναῖκας κατάδηλος ἐγενόμην.

### book 947

τὸ παίξωμεν οἱ Ἀττικοὶ παίσωμεν ἔλεγον, καὶ τὸ παίσωμεν πάλιν παίξωμεν. καὶ [Hom. Od. Ψ, 134] «πολυπαίγμονος ὀρχηθμοῖο.»

### book 948

ὅταν τὰ μυστήρια αὔξωμεν, φησὶν, τῶν θεῶν. λέγει δὲ Δημήτρας καὶ Περσεφόνης. Ἄλλως. ὅταν τὰς τελετὰς αὔξωμεν· τοῖς γὰρ ὕμνοις ἐπαίρομεν αὐ‐ τάς. καὶ τοῦτο ἐστὶ τὸ ἀνέχωμεν.

### book 949

Παύσων ὁ ζωγράφος εἰς πενίαν διαβάλλεται, καὶ διὰ τοῦτο εἶπε νηστεύει.

### book 968

ὅτι ἐν θεάτρῳ ἦσαν. ἐπειδὴ μέλλουσιν ἐλθεῖν εἰς τὴν ᾠδήν.

### book 969

τὸν Ἀπόλλωνα.

### book 971

τὴν παρθένον.

### book 973

Ἥρα τελεία καὶ Ζεὺς τέλειος ἐτιμῶντο ἐν τοῖς γάμοις ὡς πρυτάνεις ὄντες τῶν γάμων. τέλος δὲ ὁ γά‐ μος. διὸ καὶ προτέλεια ἐκαλεῖτο ἡ θυσία ἡ πρὸ τῶν γά‐ μων γινομένη.

### book 977

ἔφορος γὰρ τῶν θρεμμάτων ὁ θεός.

### book 986

τορῶς καὶ τρανῶς λέγε τὴν ᾠδήν.

### book 1001

ἀντὶ τοῦ πρὸς τὴν αἰθρίαν. βαρβαρίζει δὲ ὁ τοξότης.

### book 1003

ἀντὶ τοῦ δρῶ. τοῦτο δὲ εἰπὼν πλέον αὐτὸν ἐπι‐ σφίγγει.

### book 1007

πορμός ἀντὶ τοῦ φορμὸς, ψίαθος. ἀντὶ τοῦ ἵνα φυλάξω σε.

### book 1009

ὁρᾷ Εὐριπίδην προσιόντα.

### book 1011

ἀντὶ τοῦ ὡς Περσεύς.

### book 1012

Ἀνδρομέδαν: πιθανῶς· συνδεδίδακται γὰρ τῇ Ἑλένῃ.

### book 1015

παρὰ τὰ ἐξ Ἀνδρομέδας Εὐριπίδου «φίλαις παρθένοι, φίλαι μοι.» τὰ δὲ ἐπιφερόμενα πρὸς τὸ αὐτὸ χρήσιμον.

### book 1018

πάλιν ἐξ Ἀνδρομέδας. πρὸς τὴν ἠχὼ Ἀνδρομέδα λέγει «προσαιδοῦσσαι τὰς «ἐν ἄντροις ἀπόπαυσον ἔασον ἀχοῖ με σὺν φίλαις γόου «πόθον λαβεῖν.» διὰ τὸ λαμβάνειν ἀποσπάσματα ἀσύνδετον τὸ ὅλον γίνεται.

### book 1021

ὡς ἐν κωμῳδίᾳ.

### book 1022

παρὰ τὸ τοῦ χοροῦ ἐν Ἀνδρομέδᾳ «ἄνοικτος «ὃς τεκών σε τὴν πολυπονωτάτην βροτῶν μεθῆκεν «ᾍδᾳ πατρὸς ὑπερθανεῖν.»

### book 1024

τὴν τηρήσασαν αὐτὸν ἐν τοῖς θεσμοφορίοις.

### book 1025

δέον εἰπεῖν ἐσώθην, ἀπωλόμην εἶπε χάριν γέ‐ λωτος.

### book 1030

πάλιν ἐξ Ἀνδρομέδας. τὸ δὲ ἐπιφερόμενον σκώ‐ πτοντός ἐστι τοὺς Ἀθηναίους ὡς φιλοδίκους.

### book 1031

παρὰ τὴν ψηφοθήκην. οὐ δικάζω, φησὶν ὁ γέ‐ ρων.

### book 1033

ἐπεὶ ὀψοφάγος καὶ γαστρίμαργος ὁ Γλαυκέτης, ὡς ἐν Εἰρήνῃ [1008] δηλοῦται.

### book 1034

καὶ τοῦτο ἐξ Ἀνδρομέδας.

### book 1040

ἀπὸ κοινοῦ λάβωμεν πέπονθα ἄνομα πάθεα. καὶ ταῦτα ἐξ Ἀνδρομέδας. δεομένη τοῦ βαρβάρου. προεῖπε δὲ «γοᾶσθέ μ’ ὦ γυναῖκες.» γρ. καὶ φῶτα ἀντομένα· καὶ τοῦτο ἔχει νοῦν πρὸς τὰ ἑξῆς, φῶτ’ ἀντομέναν, ὃς ἔμ’ ἀπεξύρησε πρῶ‐ τον.

### book 1041

ἀντὶ τοῦ πολυδακρύτου.

### book 1044

ἀντὶ τοῦ κροκωτὸν ἀμφέδυσεν.

### book 1050

ἴσως τὸν ἥλιον ἀστέρα ἐκάλεσεν, ἢ μᾶλλον τὸν κεραυνόν.

### book 1051

διχῶς, τὸν ἄθλιον.

### book 1054

λείπει ἔσχον, ἐκ τῶν δαιμόνων τὰ ἄχη ἔσχον. σκοτεινήν.

### book 1056

ὑποκρίνεται Εὐριπίδης τὸ πρόσωπον τῆς Ἠχοῦς. πατὴρ γὰρ τῆς Ἀνδρομέδας ὁ Κηφεύς.

### book 1059

εἰωθυῖα γελᾶν, γελάστρια. ἐπεὶ εἰσήγαγε κα‐ κοστένακτον τὴν Ἠχὼ ὁ Εὐριπίδης ἐν τῇ Ἀνδρομέδᾳ, εἰς τοῦτο παίζει. ἐζήλωσε δὲ αὐτὸν Πτολεμαῖος ὁ Φι‐ λοπάτωρ ἐν ᾗ πεποίηκε τραγῳδίᾳ Ἀδώνιδι, περὶ ἧς ὁ ἐρώμενος αὐτῷ Ἀγαθοκλῆς γέγραφεν, ὁ ἀδελφὸς τῆς ἐρωμένης αὐτοῦ πάλιν Ἀγαθοκλείας.

### book 1060

ἐπεὶ πέρυσιν ἐδιδάχθη ἡ Ἀνδρομέδα.

### book 1064

ἠρέμα ὁ κηδεστὴς τοῦτο πρὸς τὸν Εὐριπίδην.

### book 1065

ὁ Μνησίλοχος ὡς Ἀνδρομέδα. τοῦ προλόγου Ἀνδρομέδας εἰσβολή.

### book 1066

πορείαν.

### book 1069

τοῦτο ἡ ἠχὼ λέγει.

### book 1070

καὶ τοῦτο ἐκ τοῦ προλόγου.

### book 1072

λείπει μέλλουσα τυχεῖν.

### book 1073

φλυαροῦσα.

### book 1077

τὸ πλῆρες ὠγαθή.

### book 1083

χωρὶς τοῦ ε γράφεται· ὁ γὰρ Σκύθης βαρβα‐ ρίζει.

### book 1085

ἀντὶ τοῦ σοὶ κακόν.

### book 1086

πόθεν ἡ φωνή; θαυμάζει τὴν ἠχώ.

### book 1089

καταγελᾷς μοι.

### book 1090

τοῦτο ὁ χορὸς ἢ ὁ γέρων.

### book 1094

ἀντὶ τοῦ οὐ χαιρήσεις.

### book 1095

λαλεῖς.

### book 1096

κάτεχε.

### book 1097

τὴν λάλον καὶ κατάρατον γυναῖκα.

### book 1098

εἰς Περσέα ἐξ Ἀνδρομέδας τρία τὰ πρῶτα. καὶ λοιπὸν ἐπέζευξε τὰ ἑξῆς.

### book 1099

ἐλέγετο γὰρ ὁ Περσεὺς εἰς τοὺς πόδας ἔχειν τὰ πτερά.

### book 1103

τί λέγει περὶ τῆς κεφαλῆς τοῦ Γόργου τοῦ γραπτέως, ἐπεὶ προεῖπεν ἐκεῖνος «Γοργόνος κάρα κο‐ μίζων.» ὁ δὲ Γόργος γραμματεὺς, ἀλλὰ καὶ βάρβα‐ ρος.

### book 1105

πάλιν ἐξ Ἀνδρομέδας «ἔα, τίν’ ὄχθον τόνδ’ «ὁρῶ περίρρυτον ἀφρῷ θαλάσσης, παρθένου τ’ εἰκώ «τινα.»

### book 1109

ἀποθανουμένη τολμᾷς λαλῆσαι.

### book 1114

δείκνυσιν αὐτῷ τὸ αἰδοῖον.

### book 1118

οὐ ζηλῶ σε, φησὶν, εἰ ἐρᾷς.

### book 1119

εἰ μὴ τὸν νῶτον ἦν, φησὶ, πρὸς τῇ σανίδι, ἀλλὰ πρὸς ἡμᾶς ἐτέτραπτο, οὐκ ἄν σοι ἐφόνησα ἀπα‐ γαγόντι περανεῖν.

### book 1127

ἔλεγε τὸ ξιφομάχαιρα ὡς δρεπανομάχαιρα.

### book 1130

παρὰ τὰ ἐκ Μηδείας [298].

### book 1151

ὅπου.

### book 1168

λάθρα ποιεῖτε.

### book 1170

Ἀττικῶς ἀντὶ τοῦ πεπείσμεθα.

### book 1172

Εὐριπίδης ἐν σχήματι προαγωγοῦ γραός. ἑταίρας ὄνομα Ἐλάφιον ὡς Χρυσίον, ..ον καὶ τὰ ὅμοια.

### book 1174

σημειωτέον τοῦτο. σημαίνει δὲ τὸ ἁβρῶς βαδί‐ ζειν. ἡ αὐλητρίς.

### book 1175

βαρβαρικὸν καὶ Περσικὸν ὄρχημα ὄκλασμα κα‐ λεῖται, περὶ οὗ Ἰόβας μακρὸν πεποίηται λόγον ἐν τοῖς περὶ τῆς θεατρικῆς ἱστορίας, ὥστε λελύσθαι τὴν Σελεύ‐ κου πρότασιν. προτείνει γὰρ ἐν τῷ πρὸς Ζήνωνα προτα‐ τικῷ τὸ Περσικὸν ὄρχημα.

### book 1176

διχῶς, κωμοδρίαν.

### book 1180

κατὰ δέρμα.

### book 1185

ὡς στέριφα τὰ τιτθία.

### book 1186

πρὸς τὴν αὐλητρίδα.

### book 1187

πρὸς τὸ πέος λέγει ἐπιπλήττων ἐντεινομένῳ.

### book 1190

οὐχὶ φιλήσειν.

### book 1197

τὴν τοξοθήκην. συβήνη αὐλοθήκη. λέγουσι δὲ καὶ τὸν φαρετρεῶνα συβήνην.

### book 1199

παρακελεύεται αὐτῷ τηρεῖν τὸν γέροντα, αὐτὸς δὲ εἰσέρχεται μετὰ τῆς ὀρχηστρίδος.

### book 1202

ἐπειδὴ τῶν δόλων ἔφορος ὁ Ἑρμῆς.

### book 1203

τὴν τοξοθήκην καὶ τὰ ὄργανα τῆς ὀρχηστρίδος.

### book 1205

δραμῇ.

### book 1214

ἐξηπάτησε. παρὰ τοῖς Ἴωσιν. ὁ αὐτὸς ἐν Ὄρ‐ νισιν [1648] «διαβάλλεταί ς’ ὁ θεῖος.» ἑαυτῷ παρακελεύεται.

### book 1218

ὁ χορὸς ἐμπαίζει τῷ Σκύθῃ. ἵνα μὴ διώκων καταλάβῃ αὐτούς· συνέθετο γὰρ Εὐριπίδης ἐλθὼν φι‐ λίαν πρὸς αὐτάς. πηκτὶς ὄργανον κιθαρῳδικόν. ἔφερεν δὲ τοῦτο· ἦν γὰρ μετ’ αὐτῆς ἡ αὐλητρίς.

### book 1222

ποίαν ὁδὸν, φησὶ, περιπατήσω.

### book 1224

ὡς αὐτοῦ τὴν ὁδὸν ἐκείνην θέλοντος ἀπελθεῖν. οἵαν ἀπῆλθον οἱ περὶ τὸν Εὐριπίδην.

### book 1226

ἐπιδραμών.

### book 1227

πέπαικται.

### book 1230

ἡ Δημήτηρ καὶ ἡ Περσεφόνη.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aristophanes-scholia-thesmophoriazusae-mlw-aa.json (sha256:d35901f3b4f6ea3633696e4cf000b40560bacdb7c9c8c334f60638b530b6d72d). Cite as `eul_wid: mlw-aa`.
