---
title: Scholia-Peace
title_greek: Σχόλια εἰς Εἰρήνην
author: Aristophanes Scholia
eul_wid: mlw-av
eul_aid: mlw
canonical: "https://eulogikon.org/grc/aristophanes-scholia/peace"
canonical_json: "https://eulogikon.org/data/works/grc/aristophanes-scholia-peace-mlw-av.json"
sha256: "1c7beca89f2b4833096ac7757901f2de7b3f94aa90cee1bbb0976ac92d67a52e"
period: Hellenistic
dialect: Technical Koine
domain: Grammar
format: Verse
license: CC0-1.0
---

# Scholia-Peace

*Σχόλια εἰς Εἰρήνην*

**Author:** Aristophanes Scholia

**eul_wid:** `mlw-av` · [HTML page](https://eulogikon.org/grc/aristophanes-scholia/peace) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aristophanes-scholia-peace-mlw-av.json)

## Text

### book 1

ARGUMENTA

### book a1

ἤδη τῷ πελοποννησιακῷ πολέμῳ κεκμηκότας τοὺς Ἀθηναίους καὶ τοὺς σύμπαντας Ἕλληνας Ἀριστοφάνης ἰδών—ἱκανὸς γὰρ διιππεύκει πολεμούντων αὐτῶν χρόνος— τὸ δρᾶμα συνέγραψε τοῦτο προτρέπων τὰς πόλεις καταθέσθαι μὲν τὴν πρὸς αὑτὰς φιλονεικίαν, ὁμόνοιαν δὲ καὶ εἰρήνην ἀντὶ τῆς πρότερον ἔχθρας ἑλέσθαι. παρεισάγει τοίνυν γεωργόν RVΓLh τινα Lh Τρυγαῖον τοὔνομα μάλιστα τῆς εἰρήνης ἀντι‐ ποιούμενον. ὃς ἀσχάλλων ἐπὶ τῷ πολέμῳ εἰς οὐρανὸν ἀνελθεῖν ἐβουλεύσατο πρὸς τὸν Δία πευσόμενος παρ’ αὐτοῦ, δι’ ἣν αἰτίαν οὕτως ἐκτρύχει τὰ τῶν Ἑλλήνων πράγματα τοσοῦτον ποιήσας πόλεμον αὐτοῖς. ὃν δὴ διαποροῦντα, τίνα τρόπον τὴν εἰς RVΓLh τὸν Lh οὐρανὸν πορείαν ποιήσει, παρεισάγει τρέφοντα κάνθαρον ὡς ἀναπτησόμενον εἰς οὐρανὸν δι’ αὐτοῦ Βελλεροφόντου δίκην. προλογίζουσι δὲ οἱ δύο θεράποντες αὐτοῦ, οἷς καὶ ἐκτρέφειν προσετέτακτο τὸν κάνθαρον, δυσφοροῦντες ἐπὶ τοῖς αὐτοῦ σιτίοις. ἡ δὲ σκηνὴ τοῦ δράματος ἐκ μέρους μὲν ἐπὶ τῆς γῆς, ἐκ μέρους δὲ ἐπὶ τοῦ οὐρανοῦ. ὁ δὲ χόρος συνέστηκεν ἔκ τινων ἀνδρῶν ἀττικῶν γεωργῶν. RVΓLh

### book a2

φέρεται ἐν ταῖς διδασκαλίαις δεδιδαχὼς Εἰρήνην ὁμοίως ὁ Ἀριστοφάνης. ἄδηλον οὖν, φησὶν Ἐρατοσθένης, πότερον τὴν αὐτὴν ἀνεδίδαξεν ἢ ἑτέραν καθῆκεν, ἥτις οὐ σῴζεται. Κράτης μέντοι δύο οἶδε δράματα γράφων οὕτως· “ἀλλ’ οὖν γε ἐν τοῖς Ἀχαρνεῦσιν ἢ Βαβυλωνίοις, ἢ ἐν τῇ ἑτέρᾳ Εἰρήνῃ” καὶ σποράδην †διά† τινα ποιήματα παρατίθεται, ἅπερ ἐν τῇ νῦν φερομένῃ οὐκ ἔστιν. RVΓLh

### book a3

Τρυγαῖος ἄγροικος πρεσβύτης Ἀθήνησιν ὀχούμενος ἐπὶ κανθάρου ὑπὲρ τῆς Ἑλλάδος εἰς τὸν οὐρανὸν ἀναφέρεται. γενόμενος δὲ κατὰ τὴν τοῦ Διὸς οἰκίαν ἐντυγχάνει τῷ Ἑρμῇ. καὶ ἀκούσας ὅτι μετοικισαμένων τῶν θεῶν εἰς τὰ τοῦ οὐρανοῦ ἀνωτάτω διὰ τὴν τῶν Ἑλλήνων ἀλληλοκτονίαν ἐνοικισάμενος ὁ Πόλεμος εἰς ἄντρον VΓLh τι Lh τὴν Εἰρήνην εἵρξας λίθους ἐπεφόρησε, καὶ νῦν μέλλει τὰς πόλεις ἐμβαλὼν ἐν θυείᾳ τρίβειν, μέχρι μέν τινος ἐναγώνιος VΓLh γίνεται· ἐπεὶ δὲ μεταπεμπομένου τοῦ Πολέμου παρὰ Ἀθηναίων δοίδυκα Κλέωνα καὶ παρὰ Λακε‐ δαιμονίων Βρασίδαν ἑκάτεροι χρήσαντες ἀπολωλεκέναι εἰς Θρᾴκην ἔφασαν, ἀνα‐ θαρρεῖ· καὶ ἐν ᾧ περὶ κατασκευὴν δοίδυκος ὁ Πόλεμος γίνεται, VLh κηρύττει τοὺς δημιουργοὺς 〈καὶ γεωργούσ〉, ἔτι δὲ καὶ ἐμπόρους ἄμας 〈καὶ〉 μοχλοὺς καὶ σχοινία λαβόντας παραγενέσθαι. συνδραμόντων δὲ πολλῶν ἐν χοροῦ σχήματι προ‐ θύμως ἀφέλκει τε τοὺς λίθους ἀπὸ τοῦ ἄντρου καὶ καθικετεύσας τὸν Ἑρμῆν συλλαβέσθαι ἐξάγει πρὸς τὸ φῶς τὴν Εἰρήνην. ἀσμένως δὲ τῆς θεοῦ πᾶσιν ὀφθείσης

### book a3

καὶ παρ’ αὐτὴν εὐθέως Ὀπώρας τε καὶ Θεωρίας ἀναφανεισῶν συμπαρὼν ὁ Ἑρμῆς ἀνιστορούσης τι τῆς Εἰρήνης καὶ πυνθανομένης †τε τὰ περὶ τὸν Τρυγαῖον† διασαφεῖ, τὰ †δέω πάλιν ἀποφαινομένης πρὸς τοῦτο† μηνύει προδιελθόντος αὐτοῦ καὶ περὶ τῆς ἀρχῆς τοῦ πολέμου, καὶ δι’ ἃς αἰτίας συνέστη, Φειδίου τε καὶ Περικλέους μνησθέντος. τὰ λοιπὰ τοῦ δράματος ἐπὶ τῆς γῆς ἤδη περαίνεται. καὶ ὁ μὲν χορὸς περὶ τῆς τοῦ ποιητοῦ τέχνης χἀτέρων τινῶν πρὸς τοὺς θεατὰς διαλέγεται, ὁ δὲ Τρυγαῖος, καθὰ συνέταξεν ὁ Ἑρμῆς, 〈τὴν μὲν Θεωρίαν〉 τῇ βουλῇ συνέστησεν, αὐτὸς δὲ τὴν Ὀπώραν γαμεῖν διαγνοὺς τὴν Εἰρήνην ἱδρύεται, καὶ θύσας ἐν τῷ προφανεῖ πρὸς εὐωχίαν τρέπεται. τοὐντεῦθεν οἵ τε τῶν εἰρηνικῶν ὅπλων δημιουργοὶ χαίροντες καὶ

### book a3

οἱ τῶν πολεμικῶν τοὔμπαλιν κλάοντες. εἰσάγεται δὲ καὶ ἐπὶ τέλει τοῦ λόγου παιδία τινὰ τῶν κεκλημένων ἐπὶ τὸ δεῖπνον λέγοντα ῥήσεις γελωτοποιούς. τὸ δὲ δρᾶμα τῶν ἄγαν ἐπιτετευγμένων. τὸ δὲ κεφάλαιον τῆς κωμῳδίας ἐστὶ τοῦτο· συμβουλεύει Ἀθηναίοις σπείσασθαι πρὸς Λακεδαιμονίους καὶ τοὺς ἄλλους Ἕλλη‐ νας. οὐ τοῦτο δὲ μόνον ὑπὲρ εἰρήνης Ἀριστοφάνης τὸ δρᾶμα καθῆκεν, ἀλλὰ καὶ τοὺς Ἀχαρνεῖς καὶ τοὺς Ἱππέας καὶ Ὁλκάδας· καὶ πανταχοῦ τοῦτο ἐσπούδακε τόν τε Κλέωνα κωμῳδῶν τὸν ἀντιλέγοντα καὶ Λάμαχον τὸν φιλοπόλεμον ἀεὶ διαβάλλων. διὸ καὶ νῦν διὰ τούτου τοῦ δράματος εἰρήνης αὐτοὺς ἐπιθυμεῖν ποιεῖ δεικνὺς ὁπόσα μὲν ὁ πόλεμος κακὰ ἐργάζεται, ὅσα δὲ ἀγαθὰ ἡ εἰρήνη ποιεῖ. οὐ μόνος δὲ περὶ τῆς εἰρήνης συνεβούλευσεν, ἀλλὰ καὶ ἄλλοι πολλοὶ ποιηταί. οὐδὲν γὰρ συμβούλων

### book a3

διέφερον· ὅθεν αὐτοὺς καὶ διδασκάλους ὠνόμαζον, ὅτι πάντα τὰ πρόσφορα διὰ δραμάτων αὐτοὺς ἐδίδασκον. ἐνίκησε δὲ τῷ δράματι ὁ ποιητὴς ἐπὶ ἄρχοντος Ἀλκαίου ἐν ἄστει. πρῶτος Εὔπολις Κόλαξι, δεύτερος Ἀριστοφάνης Εἰρήνῃ, τρίτος Λεύκων Φράτορσιν. τὸ δὲ δρᾶμα ὑπεκρίνατο Ἀπολλόδωρος †ἡνίκα ἑρμῆν λοιοκρότης†. V

### book a4

τῷ Διὶ φράσαι σπεύδων †† τὰ κατ’ ἀνθρώπους Τρυγαῖος †† θέλων ὡς τοὺς θεοὺς ἐξέτρεφεν ὄρνιθ’· ὡς δ’ ἀνέπτη, κατέλαβεν Ἑρμῆν μόνον ἄνω. κᾆτ’ ἐπιδείκνυσιν φράσας τὸν Πόλεμον †βρύθηται ἀπηρτημένον ἀέριος† ἕτοιμόν τ’ ὄντα πρὸς κακουχίαν. τὴν πρότερον Εἰρήνην δὲ κατορωρυγμένην ἱκέτευσαν οἱ κατ’ ἀγροὺς ἀνάπαλιν †† ποεῖν. †τὸ μέλ βαδ’† ἐπένευσε, καὶ τότε ἀπάγουσιν αὐτὴν ⟦τὴν⟧ ἐκ βερέθρου †καὶ τἀγαθά†. V

### book 1

(1) οἰκέτης· (2) ἕτερος οἰκέτης· (3) Τρυγαῖος· (4) παῖδες Τρυγαίου· (5) Ἑρμῆς· VLh (6) Πόλεμος· Lh (7) χορὸς γεωργῶν ἀθμονέων· VLh (8) θεράπων Τρυγαίου ἕτερος· Lh (9) Ἱεροκλῆς VLh μάντις χρησμολόγος· V (10) δρεπανουρ‐ γός· (11) λοφοποιός· VLh (12) θωρακοπώλης· (13) σαλπιγγοποιός· (14) κρανοπώλης· Lh (15) δορυξόος· (16) παῖς Λαμάχου· (17) παῖς Κλεωνύνου VLh τοῦ ῥιψάσπιδος. V

### book 1a

τοῦ δράματος πρῶτοι τρίμετροι ἴαμβοι ἀκατάληκτοι πʹ, ὧν τελευταῖος ἱππηδὸν ἐς τὸν ἀέρ’ ἐπὶ τοῦ κανθάρου. μετὰ δὲ πεντήκοντα ὀκτώ ἐστι προαναφώνημα τὸ “ἔα ἔα”, καὶ τὰ ἑξῆς ἰαμβικά. V

### book 1b

〈Αἶρ’ αἶρε: ἡ εἴσθεσις τοῦ δράματος ἐξ ἰαμβείων πʹ συνήθων. τὸ μέντοι ξʹ μονόμετρον ἀκατάληκτον. ἐπὶ ταῖς ἀποθέσεσι καὶ τῷ τέλει παράγραφος.〉 Ald

### book 1c

δύο εἰσὶν οἰκέται, ὧν ὁ μὲν τρέφει τὸν κάνθαρον, ὁ δὲ ἕτερος μάττει. ὁ τρέφων οὖν λέγει πρὸς τὸν μάττοντα RVLh “αἶρε αἶρε”. Lh

### book 1d

αἶρ’ RV αἶρε μᾶζαν: “αἶρε” R ἀντὶ τοῦ “φέρε”. καὶ παρ’ Ὁμήρῳ ἀξιοῦσι τὸ “αἶρε” ἀντὶ τοῦ “διδόναι” καὶ “προσφέρειν” λέγεσθαι ἐν τῷ μή μοι οἶνον ἄειρε. RV

### book 1e

ἐπαναδίπλωσις τὸ σχῆμα τοῦ λόγου· δὶς γὰρ τῇ αὐτῇ λέξει κέχρηται. V

### book 1f

μᾶζαν V: μᾶζα κυρίως ἡ τροφὴ ἡ ἀπὸ γάλακτος καὶ σίτου· παρὰ τὸ μάττεσθαι. RVLh

### book 1g

τὸ “μᾶζαν” 〈προ〉περισπαστέον· τουτέστι τροφήν, καταχρηστικῶς δὲ τῇ λέξει κέχρηται. οὐ γὰρ τὴν ἐξ ἀλφίτων φυραθεῖσαν νῦν δηλοῦν θέλει—οὐ γὰρ αὕτη κανθάρων τροφή—RV ἀλλὰ τὸ ἀποπάτημα, λέγω δὴ τὴν κόπρον· τοιαύτη γὰρ ἡ τῶν κανθάρων τροφή. R

### book 1h

πίτυρά τινα ῥυπαρὰ μάττουσιν οἱ οἰκέται. κόπρον γὰρ φυρᾶν ἀπίθανον. RVLh

### book 1i

ὡς τάχιστα R: ἢ τάχος ἢ διὰ ταχέων. RVLh διὰ δὲ τοῦ σπουδαίου τοῦ παρὰ τῶν οἰκετῶν πρὸς τὸν κάνθαρον ἐμφαίνει τὴν περὶ αὐτὸν τοῦ δεσπότου μεγίστην φροντίδα. RV

### book 1j

κάνθαρος εἶδος ζῴου παρὰ τὰς σίλφας τὸ μέγεθος. RVLh

### book 1k

ἀναβιβαστέον τὸν τόνον· οὕτω γὰρ Ἀττικοί. RV

### book 2a

παρεπιγραφή· ὁ γὰρ ἕτερος τῶν οἰκετῶν τὸ προσταχθὲν ποιῶν VLh αὐτῷ Lh παραφέρι καὶ ἐπιδίδωσι τὴν τροφήν. VLh

### book 2b alpha

αὐτῷ κτλ.] ἀπεχθάνεται 〈πρὸσ〉 τὸν κάνθαρον διὰ τὸ ἅπτε‐ σθαι τῆς κόπρου. Lh

### book 2b beta

δὸς κτλ.] διὰ γὰρ τὸ ἀνάγκην ἔχειν ἅπτεσθαι καὶ ψηλαφᾶν τῆς κόπρου ἀπ‐ εχθάνεται πρὸς τὸν κάνθαρον. V

### book 3a

μᾶζαν ἡδίω R: οὐχ ὡς ὄντως τρώγοντος, ἀλλὰ πρὸς τὸ μυ‐ θευόμενον ἔπαιξεν. RbisVbis

### book 3b

3] πρὸς τὸ μυθευόμενον ἔπαιξε· οὐ γὰρ ὄντως ἤσθιεν. Lh

### book 4a

δὸς μᾶζαν ἑτέρα] καταχρηστικῶς κέχρηται τῇ λέξει. V

### book 4b alpha

ἐξ ὀνίδων R: ὡς ἐπίτη‐ δες γὰρ πεπλασμένα ἐστὶ τὰ τῶν ὄνων ἀποπατήματα. RV

### book 4b beta

ἐξ ὀνίδων] ἐπίτηδες εἰσάγεται τὰ τῶν ὄνων ἀποπατήματα. Lh

### book 5a

ἣν Lh νῦν δὴ ’φερες RLh: “νῦν δή” R οὕτως Ἀττικοὶ RLh ἀντὶ τοῦ “ἀρτίως”. RVLh

### book 5b

ἐν ἐρωτήσει VLh τὸν λόγον νῦν προσάγει. V ἐκείνου γὰρ αἰτήσαντος μᾶζαν ἑτέραν φησὶν αὐτός· ἣν γὰρ νῦν VLh αὐτῷ V προσέφερες οὐ κατέφαγεν; VLh ὡς τε〈θη〉πώς. διόπερ ἐκείνου ἀρνουμένου μὴ βεβρωκέναι τὸν πρότερον πέλεθον τὸν κάνθαρον προστίθησι καὶ τὴν αἰτίαν, ὡς περικυλίσας ἐνέκαψεν. V

### book 6

οὐ κατέφαγεν R: ἄλλο φαγεῖν καὶ ἄλλο καταφαγεῖν RVLh καὶ ἄλλο καταπιεῖν. RV φαγεῖν μὲν γὰρ τὸ τάξει, καταφαγεῖν δὲ τὸ ἀθρόως, RVLh καταπιεῖν δὲ τὸ μήτε μασώμενον ἐσθίειν. RV τὸ οὖν ἀδηφάγον τοῦ ζῴου δεικνὺς λέγει· RVLh ὅτι οὐ κατέφαγεν, ἀλλὰ κατέπιεν μήτε μασησάμενος. RV

### book 7a

λέγεται ὁ κάνθαρος εἰς ὄνθον ἀποσπερματίζειν καὶ οὕτω περιστρέφειν τοῖς ποσίν, ἕως ὅταν ἐκγυμνασθὲν τὸ σπέρμα ἀποδοθῇ καὶ ἐγγεννήσῃ. θῆλυς γὰρ κάνθαρος οὐ γίνεται, ἀλλὰ πάντες ἄρρενες RVLh γεννῶνται. RV

### book 7b

περικυλίσας: περιελκύσας καὶ περισύρας. V ἔθος δὲ τοῖς κανθάροις τὰς ὀνίδας περικυλίειν. VLh

### book 7c

περικυλίσας Lh: περιαλίσας. Lhbis

### book 7d

τοῖν ποδοῖν RV: πρὸς τὴν τάξιν τῶν ποδῶν ἀκολούθως τὸ δυϊκόν. RVLh καὶ ἐν Νεφέλαις RV ἐπὶ τῆς ψύλλης V ἐνέβαψεν εἰς τὸν κηρὸν αὐτῆς τὼ πόδε. καὶ παρὰ τῷ ποιητῇ τεσσάρων ἵππων ὄντων τῷ Ἕκτορι, δύο μὲν δεξιῶν, δύο δὲ ἀριστερῶν, πρὸς τὴν τάξιν ἀκολούθως ἐπήνεγκε νῦν μοι τὴν κομιδὴν ἀποτίνετον. RV

### book 9a

κοπρολόγοι Lh: τοῦτο ἤτοι πρὸς τοὺς VLh ἄλλους V ῥήτορας VLh καίτοι χαριεντιζόμενος V ἀποτείνεται διαβάλλων αὐτοὺς ὡς μυσαροὺς καὶ λοιδό‐ ρους, ἢ, VLh διότι τὰς κόπρους τοῖς οἰκέταις προσετέτακτο βαστάζειν εἰς τροφὴν τοῦ κανθάρου, V τοὺς συνεργοὺς VLh οὖν V τῶν ὁμοδούλων εἰς ἐπικουρίαν καλεῖ. VLh

### book 9b

προσλάβεσθε Lh: βοηθήσατε. VLhbis συνέχει γὰρ τῇ μιᾷ VLh χειρὶ Lh τὴν ῥῖνα, τῇ δὲ ἑτέρᾳ μάττει. ζητεῖ οὖν τοὺς διαδεξομένους. VLh

### book 10

ἀποπνιγέντα RLh: συνέχει γὰρ τὰς ῥῖνας διὰ τὸ φυρᾶν τὴν κόπρον ὑπὲρ τοῦ μὴ ὀδωδέναι αὐτῷ. μήτε οὖν διεξιόντος ἔτι τοῦ πνεύματος μήτε τοῦ ἔξωθεν ἀέρος σπωμένου, ἀλλ’ RV ἀποκεκλειμένων τῶν ῥινῶν τῇ θλίψει τῶν δακτύλων, ἀνάγκη στενοχωρουμένου τοῦ πνεύματος πνίγεσθαι αὐτόν. RVLh

### book 11a

ἑτέραν ἑτέραν Lh: οἱ Ἀττικοὶ καὶ ἐπὶ πολλῶν λέγουσι VLh τὸ V “ἑτέραν”, ἡμεῖς VLh δὲ Lh ἐπὶ δευτέρας μόνης. VLh

### book 11b

ἑτέραν RV ἑτέραν R: ἐπὶ RVLh τῆς RV τρίτης ἑτέραν εἶπεν. RVLh ὅλως δὲ ἡ παρατετηρημένη ἐπί τε τοῦ ἑτέρου καὶ ἄλλου διαφορὰ παρ’ Ἀττικοῖς οὐκ ἔστιν. VLh

### book 11c

ἡταιρηκότος Lh: ἐπειδὴ ἐκείνων δοκεῖ ἡ κόπρος τετρίφθαι ὡς ἡταιρη‐ κότων. VLh

### book 11d

ἡταιρηκότος: ἴσως ἵνα τοῦ τρίβειν ἀπαλλαγῇ RV διὰ τὸ τὴν τῶν παίδων τετριμμένην εἶναι καὶ ἑτοίμην ἐκ τῶν χρωμένων. RVbis

### book 11e

ἡταιρηκότος] ἁπαλοῦ, ἀσελγοῦς, νεωτέρου. V

### book 11f

ἡταιρηκότος] ἀσελγηκότος. G

### book 12

ἐκ τοῦ ἑτοίμως RVbisLh καὶ προχείρως RVbis προσενεγκεῖν διαβάλλει τοὺς Ἀθηναίους ὡς πολλῶν καὶ ποιούντων RVbisLh ὄντων R παρ’ αὐτοῖς RVbisLh τὰ τοιαῦτα Lh καὶ πασχόντων. RVbisLh

### book 13

τοῦ τρίβειν καὶ φυρᾶν τὴν κόπρον. ἐκέρδανα, φησί, διὰ τὸ μὴ ἴσως χρῄζειν ἔτι τοιούτου κόπου τὴν τοῦ ἡταιρηκότος τούτου παιδὸς κόπρον, ἀλλ’ ὥσπερ ἑτοίμην καθεστηκέναι ⟦τρίβειν καὶ⟧ 〈διὰ τὸ〉 ἀνατετρίφθαι ὑπὸ τῶν χρωμένων. V

### book 14a

οὐδεὶς φαίη Lh: οὐ γὰρ ἄν τις ὑποπτεύσειε διὰ τὸ φυρᾶν ἐμὲ ἤδη καὶ τὴν κόπρον ἐσθίειν. VLh

### book 14b

δυοῖν ὄντων τῶν περὶ ἐμὲ δυσχερῶν, τῆς τε δυσωδίας, ἣν ἀπὸ τοῦ μαλάσσειν καὶ φυρᾶν τὴν κόπρον συνέβαινε πάσχειν, καὶ τῆς περὶ τῆς τροφῆς ὑποψίας, ἤδη φανερῶς τοῦ ἑνὸς ἀπαλλαγείς, τοῦ μηκέτι καταναγκάζεσθαι φυρᾶν τὴν κόπρον, ἡγοῦμαι ἀπηλλάχθαι, φησί, καὶ τῆς ὑπονοίας τῆς ἐπὶ τῇ τροφῇ· V οὐδένα γὰρ VLh ὑμῶν V πιστεύειν οἴομαι ὅτι ἐπιμάττων καὶ φυρῶν ἤδη καὶ ἐσθίω. VLh

### book 14c

εἰώθασι γὰρ ἅμα τῷ μάττειν ἐσθίειν. VLh ἀφ’ οὗ καὶ τὴν παυσικάπην ἐπενόησαν, τροχοειδές τι, δι’ οὗ τὸν τράχηλον εἶρον πρὸς τὸ μὴ δύνασθαι τὴν χεῖρα προσάγειν. μέμνηται δὲ ἐν Ἥρωσιν Ἀριστοφάνης παύσειν ἔοιχ’ ἡ παυσικάπη κάπτοντά σε. V

### book 14d

δῆλον ὅτι πίτυρα ἦν· ἀπίθανον γὰρ κόπρον μάττειν. V

### book 15a

αἰβοῖ] σχετλιασμοῦ δηλωτικόν. VLh

### book 15b

εἰκότως ἐσχετλίασε διὰ τὴν ὀσμήν. V

### book 17a

ὑπερέχειν RLh τῆς ἀντλίας R: ἀντὶ τοῦ Lh ἀντέχειν καὶ περιγίνε‐ σθαι τῆς ὀσμῆς. RVLh

### book 17b

ἀπὸ μεταφορᾶς τῶν πλοίων, ἅπερ κινδυνεύει τῆς ἀντλίας πληρωθείσης. RVLh βούλεται δὲ εἰπεῖν· ὅτι νικῶμαι μάττων. RV

### book 17c

μεταφορικῶς ἀπὸ τοῦ τόπου τῆς νεὼς ἐξ οὗ τὸ ὕδωρ ἀρύουσιν. φησὶν οὖν· ὅτι οὐ δύναμαι ὑποφέρειν ὡς καὶ αὐτοῦ τοῦ ὕδατος ὑπεράνω μου γεγενημένου—διὰ δὲ τούτου τὴν ἀδηφαγίαν τοῦ κανθάρου δηλοῖ—ὡς ὑπερκεράσαντος ὕδατος τῆς ἀντλίας. V

### book 18a

συλλαβὼν τὴν ἀντλίαν R: ἀντὶ τοῦ “τὴν σκάφην”. ταῦτα δὲ εἰπὼν προσφέρει τὸ ἀγγεῖον, ἐν ᾧ ἐφύ‐ ρα. RV “σεμνύνεται” καὶ “ἐπαίρεται”. RV

### book 18b

τὸ ἀγγεῖον, ἐν ᾧ ἐφύρα, οὗτος λέ‐ γει. Lh

### book 19

ἐς κόρακάς γε R: ἀπόφερε τὴν ἀντλίαν καὶ σεαυτόν. RV

### book 20a

ὑμῶν δέ γ’ εἴ τις: πρὸς τοὺς ἀκροατὰς τὸν λόγον ὁ ποιητὴς ἄγαν εὐφυῶς ποιεῖται. Lh

### book 20b

ὑμῶν] τῶν θεατῶν. Lh

### book 20c

κατειπάτω] εἰπάτω μοι. Lh

### book 21a

μὴ τετρημένην] διὰ τὸ μὴ ὀσφραίνεσθαι τῆς κόπρου. RVLh

### book 21b

τῶν μυκτήρων ἀποκεκλειμένων. VLh

### book 21c

τετρημένην] τετρυπημένην. Lh

### book 24a

ὗς καὶ κύων: κοπροφάγα τὰ ζῷα. R

### book 24b

ἀντὶ τοῦ “ἀτρίπτως”. R

### book 24c

ὥσπερ ἂν χέσῃ τις Lh: ἄνθρωπος δηλονότι. ὥσπερ ἂν χέσῃ RLh τις, φησίν, Lh οὕτως ἐσθίει τὰ ἀποπατήματα RLh καὶ ὗς καὶ κύων Lh μὴ δεόμενοι τοῦ μάττεσθαι RLh αὐτά. R

### book 25a

φαύλως ἐρείδει R: ἁπλῶς καὶ ἀπεριέργως ἐσθίει. RV

### book 25b

συντόνως ἐσθίει. VLh

### book 25c

ἡ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων VLh καὶ ἐπερειδομένων ταῖς κώπαις. V

### book 25d

οὕτω γάρ φασιν οἱ Ἀττικοὶ πᾶν ὁτιοῦν συντόνως γινόμενον. V

### book 26a

βρενθύεται R: ἀντὶ τοῦ “σεμνύνεται” καὶ “ἐπαίρεται”. RV

### book 26b

βρενθύεται V: μέγα φρονεῖ. VLh

### book 26c

βρένθος εἶδος μύρου, ᾧ χρώμεναι αἱ γυναῖκες μέγα φρονοῦσιν. R

### book 26d

οἱ μὲν ἀπὸ βρένθους τοῦ φυτοῦ, οἱ δὲ μύρου εἶδος, ᾧ χρίονται αἱ γυναῖκες καὶ ἐπ’ αὐτῷ μέγα φρονοῦσιν. V

### book 27

ἄρτον V δηλονότι. VLh

### book 28a alpha

ὥσπερ γυναικὶ R: αἱ γὰρ γυναῖκες, ἵνα μὴ δοκοῖεν πολυφάγοι εἶναι, ἐκ τῆς πυκνότητος τῆς μάζης μικρᾶς εἶναι δοκούσης ὀλιγοφαγίας δό‐ ξαν ἐμφαίνουσι στρογγύλας αὐτὰς ποιοῦσαι τὰς μάζας. RV

### book 28a beta

ὥσπερ γυναικὶ γογγύλην: αἱ γὰρ γυναῖκες, ἵνα μὴ δοκοῖεν πολυφά‐ γοι εἶναι, στρογγύλας ποιοῦσι τὰς μά‐ ζας ὡς γογγύλας ὀλιγοφαγίας δόξαν θηρώμεναι. εἶδος δὲ λαχάνου ἡ γογ‐ γύλη. Lh

### book 28b alpha

γογγύλῃ παρείκασεν αὐ‐ τάς, ἐπειδὴ καὶ αἱ γογγύλαι στρογγύ‐ λαι παρ’ αὐτοῖς. V

### book 28c alpha

λαχάνου εἶδος, ὃ παρά τισι ῥάφανον καλεῖται. V

### book 28d

ὡς τῶν γυναικῶν ἑαυταῖς ἐπιμελέστερον τριβουσῶν, ὥστε μὴ διακεχύσθαι τὴν μᾶζαν διὰ τὸ ἄτριπτον εἶναι, ἀλλὰ συνεστράφθαι. παρατετήρηκε δὲ ταῦτα καὶ Σώφρων. V

### book 28e

καὶ Καλλίμαχος· V γογγύλος ἐστὶ λίθος. VLh

### book 28f

ὑπ’ αὐτῆς. VLh

### book 29a

εἰ τῆς τροφῆς ἐπαύσατο κορεσθείς. VLh

### book 29b alpha

ἐδωδῇ] παρὰ τὸ ὀδωδέναι ἐχρήσατο. R

### book 29b beta

νῦν τῇ ἐδωδῇ ἐχρήσατο παρὰ τὸ ὀδωδέναι τὴν κόπρον. V

### book 30

παροίξας Lh: ὀλίγον διανοίξας τὴν θύραν, ὥστε ἰδεῖν μὲν τὰ ὑπ’ αὐτοῦ πραττόμενα, μὴ ὁραθῆναι δὲ ὑπ’ αὐτοῦ. VLh

### book 30alpha

δῆλον δέ, ὅτι καὶ τοῦτο παρεπιγρα‐ φή ἐστι· δεῖ γὰρ αὐτὸν ἠρέμα ἀνοῖξαι καὶ κατανοῆσαι, V

### book 30beta

ἀνοίγει δὲ ἠρέμα καὶ βλέπει, Lh

### book 30

εἴτε ἐσθίει VLh ὁ κάνθαρος V εἴτε πέπαυται. VLh

### book 31a

πρὸς τὸν κάνθαρον λέγει. V

### book 31b

ἡ μεταφορὰ ἀπὸ τῶν ἐρεττόντων VSu.

### book 31b alpha

〈καὶ ἐπερειδομένων ταῖς κώ‐ παις.〉 Su. II 406, 17

### book 31b beta

ὅταν προσερείδωσι σφοδρῶς τῇ θα‐ λάττῃ τὰς κώπας. V

### book 32alpha

ὅτι ἐκ παραλλήλου κεῖται τὸ “ἕως” καὶ “τέως”, καὶ ὅτι εἰς ὑπό‐ δειγμα χρήσιμον. V

### book 32beta

παρατηρητέον ὅτι ἐνταῦθα 〈ἀ〉‐ διαφόρως ἐχρήσατο “τέως” καὶ “ἕως”. ἔστι δὲ χρήσιμα εἰς ὑπόδειγ‐ μα. V

### book 33a

πιθανῶς διὰ τὸ θαυμάζειν μὴ ὁρῶσι τοῖς θεαταῖς παρίστησιν. V

### book 33b

οἷον ἐγκύψας. V

### book 33c

διὰ τοῦ σχήματος τὴν ἀδηφαγίαν αὐτοῦ δηλοῖ. RVLh καὶ γὰρ τῶν ἀνθρώπων καὶ τῶν θρεμμάτων οἱ μάλιστα τοῖς ἐδέσμασιν ἐγκεκυφότες καὶ προσκεί‐ μενοι δοκοῦσι μάλιστα ἀπλήστως καὶ περισπουδάστως ἐσθίειν. V

### book 34a

τῇ μεταφορᾷ ἐχρήσατο καὶ V διὰ τὸ VLh τὸν κάνθαρον V μιμεῖσθαι τοὺς παλαιστὰς διαι〈ω〉ρούμενον ἐν τῷ κυλίειν τὴν κόπρον. VLh

### book 34b

ὁμοῦ μὲν ὡς τῶν παλαιστῶν ἀδηφαγούντων, ὁμοῦ δὲ τῷ ἐπιφερομένῳ οἰκείως τῶν παλαιστῶν ἐμνημόνευσε καὶ τῇ εἰκόνι ἐχρήσατο. δοκοῦσι γὰρ οἱ κάνθαροι, ἐπειδὴ ἐφέλκονται τὰς κόπρους, τῶν παλαιστῶν μιμεῖσθαι τὸ σχῆμα, ᾧ ἐν ἀρχῇ χρῶνται τῆς πάλης. V

### book 34c

παραβαλὼν RLh: ἀντὶ τοῦ “χαλάσας τοὺς ἐμπροσθίους ὀδόντας”, RVLh

### book 34c alpha

ὥσπερ καὶ χαλάσαι κώπην λέγουσι παραβαλεῖν. V

### book 34c beta

ὡς οἱ τὰ σχοινία τῶν ὁλκάδων. Lh

### book 35

τὸν αὐτὸν τρόπον. ἢ οὕτως· ὁμοίως ἑλίσσων τὰς χεῖρας. διὰ δὲ τὸ ἐφέλκεσθαι αὐτοὺς τὰς κόπρους ἀνάγκη τὸ σχῆμα τοῦτο ποιεῖν καὶ ἑνὶ παρ’ ἑνὶ ἐφέλκεσθαι τῶν ποδῶν. χεῖρας δὲ ἐκάλεσε τοὺς ἐμπροσθίους πόδας. V

### book 36a

ὡδὶ: κάνθαρος. R

### book 36b

περιάγων R: παρακατεάσων, V παρέλκων. RV

### book 36c

καὶ γὰρ ἐκεῖνοι δεῦρο κἀκεῖ ἐν τῇ πλοκῇ περιφέρουσι τὴν κεφαλήν. RV

### book 36d

ὥσπερ οἱ τὰ σχοινία R: κινῶν γὰρ καὶ μεταβάλλων ἐσθίει ὁ κάνθαρος, ὥσπερ οἱ τὰ ὄργανα στρέφοντες τῶν σχοινίων. RV

### book 36e alpha

οὕτως ἐσθίει, φησί, κινού‐ μενος, ὥσπερ οἱ ἐργαζόμενοι τὰ σχοι‐ νία τὰ μεγάλα τῶν πλοίων, ὅλῳ ⟦ἐργα‐ ζόμενοι⟧ τῷ σώματι καὶ ὅλῃ τῇ ψυχῇ καὶ τῇ δυνάμει ἐργάζονται ἐν τῷ πλέ‐ κειν· οὕτως ὅλῃ τῇ δυνάμει ὁ κάνθα‐ ρος, φησίν, ἐσθίει κινούμενος. V

### book 36e beta

ὡδὶ περιάγων: οὕτω, φησί, κινού‐ μενος, ὥσπερ οἱ τὰ μεγάλα σχοινία ἐργαζόμενοι τῶν πλοίων ὅλῳ τῷ σώ‐ ματι καὶ δυνάμει ἐργάζονται. Lh

### book 36f

ἐπεὶ οἱ σχοινοπλόκοι συμπεριάγονται τῇ τῶν σχοινίων συμπλοκῇ διὰ τῆς τροχιλίας. V

### book 37a

τούτους ἐκάλουν VLh καὶ V σχοινιοσυμβόλους. VLh

### book 37b

συμβάλλοντες] συμπλέκοντες, Lh συνδέοντες. VLh

### book 38a

κάκοσμον R: δικαίως VLh τοιαῦτα ἑστιώμενα κάκοσμά εἰσιν. RVLh

### book 38b

καὶ βορόν R: οὕτως V ὀξυτόνως ἀντὶ τοῦ “ἀδηφάγον”. RV

### book 39a

χὤτου ποτ’ ἐστὶ RLh: ἐπεὶ ἓν ἕκαστον τῶν ὀρνέων ἀνάκειται θεῷ τινι, ὡς ὁ ἀετὸς τῷ Διὶ RVLh καὶ ἡ γλαῦξ τῇ Ἀθηνᾷ. R

### book 39b

ἡ προσβολὴ: ἡ ζημία, ἡ τοῦ δαίμονος ὀργή. RVLh

### book 39c

ἀντὶ τοῦ “ζῷον” εἰπεῖν “ζημίαν” εἶπε καταρώμενος αὐτῷ. RVLh

### book 40a

οὐκ ἔστι, φησί, τῆς Ἀφροδίτης, ἐπεὶ αὕτη μὲν μύροις χαίρει, ὁ δὲ δυσώδης ἐστίν. RVLh

### book 40b

Ἀφροδίτης RV μὲν γὰρ V: μύροις γὰρ ἡ θεὸς ἥδεται. διὸ καὶ τοὺς ὕας ἀλλοτρίους εἶναί φαμεν τῆς θεοῦ—βορβορώδεις γάρ—προσφιλεῖς δὲ τὰς πελειάδας διὰ τὸ τιθασὸν καὶ καθαρὸν αὐτῶν. RV

### book 40c

Ἀφροδίτης] ἀναφρόδιτον γὰρ τὸ ζῷον. V

### book 41a

οὐδὲ τῶν Χαρίτων. V

### book 41b alpha

οὐ μὴν Χαρίτων: Ἀφρο‐ δίτης μὲν γὰρ καὶ Χαρίτων πολλὴ κοινωνία. R

### book 41b beta

ἑξῆς μετὰ τὴν Ἀφροδίτην τῶν Χα‐ ρίτων ἐμνημόνευσεν. δοκεῖ γάρ πως κοινωνία εἶναι τούτων τῶν θεῶν· οὐδὲν γὰρ ἐπαφρόδιτον, ὃ μή ἐστι Χαρίτων. V

### book 41c alpha

τοῦ γάρ] τίνος ἆρα; V

### book 41c beta

τίνος οὗτός ἐστιν; Lh

### book 41-42

ἀντὶ τοῦ “Διὸς ἂν εἴη”. RV

### book 42a

Διὸς καταιβάτου RLh: καταιβάτης τιμᾶται RVLh C ὁ V Ζεὺς RVLh C παρὰ τοῖς Ἀθηναίοις RV παρὰ τὸ καταβιβάζειν τοὺς κεραυνούς. RVLh C

### book 42b

ἢ ἀπὸ RVLh C τῶν κεραυνῶν τῶν ἄνωθεν πιπτόντων ἢ ἀπὸ V τοῦ καταβαίνειν δι’ ἔρωτα τῶν χθονίων γυναικῶν. RVLh C

### book 42c

παίζει καταιβάτην αὐτὸν καλῶν, ἐπεὶ σκάτοις τρέφεται ὁ κάνθαρος. RVLh C

### book 43a

οὐκοῦν ἂν ἤδη Lh τῶν θεατῶν R: ἐνταῦθα θέλων τὴν ὑπόθεσιν δηλῶσαι σκώπτει τοὺς Ἀθηναίους ὡς RVLh φιλοκερδεῖς καὶ Lh φιλολοιδόρους. φησὶ γάρ· πάντως τις τῶν θεατῶν βλέπων τὸν κάνθαρον ἀνίσταται λέγων· πρὸς τί τὸν κάνθαρον πεποίηκεν Ἀριστοφάνης; RVLh εἶτα ἄλλος ἐλλόγιμος εἶναι δοκῶν λέγει· πάντως τὸν Κλέωνα θέλει σκῶψαι VLh

### book 43a alpha

ὁμοίως ὄζοντα αὐτῷ. Lh

### book 43a beta

διὰ τὸ κανθάρῳ ὁμοίως ὄζειν αὐ‐ τόν. V

### book 43a

ταῦτα δὲ λέγει τοὺς θεατὰς διαλέγεσθαι πρὸς ἀλλήλους πρὶν μαθεῖν τὴν ὑπόθεσιν. VLh †ὥσπερ οὐκ ἔδει φήσειν.† V

### book 43b

σκώπτει τὸν Κλέωνα. R

### book 43c

ἐξ ἀφορμῆς θέλει εἰπεῖν τὴν ὑπόθεσιν. V

### book 44

〈δοκησίσοφος: ἀντὶ τοῦ “φρόνιμος”.〉 Su. II 124, 6

### book 45

κᾆτ’ αὐτῷ γ’ ἀνὴρ] καὶ πρὸς αὐτόν τις. V

### book 46

ἰωνικός τις R: ἑλληνικός, ἀθηναῖος. Ἴων γὰρ ἀρχαῖος Ἀθηναῖος. RV

### book 47a alpha

τοῦτ’ αἰνίττεται R: διὰ τὸ δύσοσμον. καὶ γὰρ αἱ βύρσαι δύσο‐ σμοι, βυρσοπώλης δὲ ὁ Κλέων. RV

### book 47a beta

ἰστέον ὡς βυρσοδέψης ἦν ὁ Κλέων, αἱ βύρσαι δὲ δύσοσμοί εἰσιν. Lh

### book 47b

ἐπειδὴ οἱ βυρσοδέψαι κάκιστον ὀδώδασιν. R

### book 47c

αἰνίττεται: ἀντὶ τοῦ “δηλοῖ”. ἰδίως δὲ τὸ αἰνίττεσθαι δηλοῖ τὸ λελη‐ θότως περί τινος λέγειν. R

### book 48a

σπατίλη RLh λέγεται R ἡ τῶν ἀνδρῶν κόπρος. RVLh διαβάλλει οὖν τὸν Κλέωνα ὡς σκατοφάγον. RV

### book 48b

σπάτος τὸ δέρμα, σπατίλη δὲ ὁ ῥύπος τοῦ δέρματος. V

### book 48c alpha

τὰ μικρὰ ξύσματα τὰ ἐκβαλλόμενα ὑπὸ σκυτέων. V

### book 48c beta

τὸ ἀπόξεσμα τῶν βυρσῶν, ὁ ἐκβάλ‐ λεται ὑπὸ τῶν σκυτέων. Lh

### book 48d

ἢ καὶ ὡς βυρσοπώλης πνεῖ. V

### book 48e

πῶς ἤσθιεν ὁ Κλέων ἤδη τεθνηκώς; Ἐρατοσθένης γὰρ ἐπὶ Θρᾴκης τὸν θάνατον Βρασίδου καὶ Κλέωνος ὀκτὼ μησὶ προγεγονέναι φησί· καὶ αὐτὸς δὲ ἐν τούτοις φησίν ἀπόλωλεν Ἀθηναίοις ἀλετρίβανος. ῥητέον οὖν ὅτι τὸ “ἐσθίει” ἀντὶ τοῦ “ἤσθιεν”. V

### book 48f

τὴν σπατίλην ἐσθίει RLh: ἀντὶ τοῦ “ἤσθιεν”· ἀποθανὼν γὰρ ἦν ὁ Κλέων. RVLh

### book 49

τῷ κανθάρῳ: οὐχ ὡς πίνοντος τοῦ κανθάρου, ἀλλ’ ὡς ἐπὶ ἱπποτροφίας. R

### book 52-53

τοῖς ... μάλα] τοῖς ὑπερβαίνουσι τὴν τῶν ἀνδρῶν ἡλικίαν. ἢ τοῖς ὑπερηφάνοις. ἢ τοῖς τούτων ἰσχυροτέροις καὶ μᾶλλον ἀκμάζουσιν. καὶ Ὅμηρος· ἠνορέῃ. V

### book 55

55] διαβάλλει αὐτοὺς ὡς μαινομένους μανίαν δικανικήν. Lh

### book 59a

τὸ Lh κόρημα RLh: τὸ σάρον, τὸ κόσμητρον, RVLh ᾧ εἰώθαμεν ἀποκαθαίρειν VLh

### book 59a alpha

τὸ πλῆθος τῶν ἐν τοῖς οἴκοις ῥύπων. V

### book 59a beta

τοὺς ῥύπους τῶν οἴκων. Lh

### book 59b

ἦν RV καὶ R ἀρά τις αὕτη τοῖς ἀρχαίοις, ὥς RV που καὶ ὁ R Μένανδρός φησι πολλάκις ἐκκορηθείης σύ γε βουλόμενος τὸ ἄρδην ἀπολέσθαι σημᾶναι. RV

### book 62a alpha

62] εἰσιὼν ταῦτά φησιν. V

### book 62b alpha

Τρύγαιος RV ὄνομα κύ‐ ριον V ἀπὸ ῥήματος τῆς δευτέρας συ‐ ζυγίας τῶν περισπωμένων· καὶ προα‐ ναπέμπει τὸν τόνον. ὡς ἀπὸ τοῦ τιμῶ Τίμαιος, οὕτως ἀπὸ τοῦ τρυγῶ Τρύ‐ γαιος. ὁ δὲ Ἡρωδιανὸς προπερισπᾷ τὸ Τρυγαῖος. RV

### book 62ab beta

εἰσιὼν ταῦτά φησιν ὁ Τρυγαῖος. τοῦτο ὄνομα κύριόν ἐστιν, ὃ ὁ μὲν Ἡρωδιανὸς προπερισπᾷ, οἱ δὲ λοιποὶ προπαροξύνουσιν, ὡς ὁ Τίμαιος. Lh

### book 62c alpha

ὦ Ζεῦ τί δρασείεις: ἀν‐ τὶ τοῦ “δρᾶν διανοῇ”. R

### book 62c beta

τί δρασείεις: ἆρα τί διανοῇ; Lh

### book 62d

δρᾶσαί ποτε νοῇ, ὦ Ζεῦ. V

### book 63a

λήσεις σεαυτὸν Lh: ἀντὶ τοῦ “ἀγνοεῖς τέλεον ἀπολέσας τὰς πόλεις”. RVLh

### book 63b

τὰς πόλεις V ἐκκοκκίσας: ἀντὶ τοῦ “ἐρημώσας” RVLh καὶ “ἀφανί‐ σας”. R ἀπὸ μεταφορᾶς τῶν ῥοιῶν τῶν τοὺς κόκκους ἐκβαλλουσῶν. RVLh ὥσπερ γὰρ αἱ πόλεις σκέπαι τῶν ἀνθρώπων εἰσίν, οὕτω καὶ αἱ ῥοιαὶ τῶν κόκκων. καλῶς οὖν ἐχρήσατο τῇ μεταφορᾷ, καὶ μάλιστα ἄγροικος ὢν RV ὡς πρέπον ἑαυτῷ τοῦτο εἴρηκεν. V

### book 63c

ἀντὶ τοῦ “ἔρημον οἰκητόρων ποιῶν διὰ τῶν πολέμων”. RVLh

### book 63d

ὁ Τρυγαῖός ἐστιν ὁ ταῦτα λέγων ἄνθρωπος γεωργός. V

### book 64a

αὔθ’] αὐτό. Lh

### book 64b

(οὑ ’γὼ) λέγον] ἔλεγον. Lh

### book 65

τῶν μανιῶν Lh: ἀντὶ τοῦ “τῆς μανίας”. RVLh καὶ ἐν Νεφέλαις σὺ δ’ εἰς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας. RV λέγεται δὲ καὶ ἑνικῶς “ἡ μανία μ’ ἐπέρχεται”, ὡς ἐπὶ τὸ πλεῖστον δὲ πληθυντικῶς. V

### book 66

ἡνίκ’ ἤρχεθ’ ἡ χολή] ἡνίκα ἤρχετο ἡ μανία. V

### book 68a

εὐθὺ τοῦ Διὸς R: ἀντὶ τοῦ “πρὸς τὸν Δία”. RV

### book 68b

εὐθὺ τοῦ Διὸς Lh: καὶ διὰ τούτου τὴν ὑπερηφανίαν αὐτοῦ δηλοῖ. RVLh

### book 68b alpha

οὐκ ἀρκεῖ γάρ, ὅτι ἐπὶ κανθάρου ἐπιβῆναι τοῦ οὐρανοῦ προσδοκᾷ, ἀλλὰ καὶ εὐθὺ τοῦ Διὸς ἐλθεῖν ἐβούλετο. RV

### book 68b beta

ὅτι κανθάρῳ θέλει εἰς τὰς τοῦ Διὸς ἐλθεῖν αὐλάς. Lh

### book 68c

ὅ ἐστι “πρὸς τὸν Δία”. ὥσπερ εἰς ὡρισμένον τινὰ διατρίβοντος αὐτοῦ τόπον, καὶ μὴ πάντα πληροῦντος τὸν οὐρανόν. RV

### book 70a

πρὸς τὸ ὕψος ἀνέβαινε. πρὸς δένδρα καὶ τοίχους ἢ σχοινίον ταῖς χερσὶ καὶ τοῖς ποσὶν ἀνα〈βαίνειν ἀνα〉ρριχᾶσθαι λέγεται. φησὶ δὲ Ἐρατοσθένης Κυρη‐ ναίους οὕτω λέγειν. V

### book 70b

ἀναρριχᾶτ’ ἐς τὸν οὐρανόν R: τὸ ταῖς χερσὶ καὶ τοῖς ποσὶ βιαζόμενον εἰς ὕψος ἀναβαίνειν ἀναρριχᾶσθαι ἔλεγον. RV Ἑλλάνικος “ἀναρριχῶνται δὲ ὥσπερ οἱ πίθηκοι ἐπ’ ἄκρα τὰ δένδρα”. V

### book 70c

εἴρηται ἀπὸ τῶν ἀρρίχων, ὅ ἐστι κοφίνων, οὓς εἰώθασι διὰ σχοινίων ἀνιμᾶν. ἢ ἀπὸ τῶν ἀραχνῶν, καὶ ἔστιν οἷον ἀραχνᾶσθαι. αἱ δὲ ἀράχναι πολλάκις νήθουσι κατακτὰς ἐναερίους ὁδούς. RV

### book 70d

καὶ τὸ ἀναρριχᾶσθαι δὲ τοῖς Ἀττικοῖς παρὰ τὸ ἀράχνιόν ἐστι γενόμενον, ἀραχνιῶ, καὶ ἐν ὑπερθέσει τῶν στοιχείων ἀναρριχῶ τοῦ μὲν ν εἰς τὴν χώραν τοῦ ρ τεθέντος, τοῦ δὲ ⟦ι⟧ ἀμοιβαίως ⟦καὶ τοῦ ρ⟧ εἰς τὴν χώραν τοῦ ν, τοῦ δὲ χ πλησίον τοῦ ω. ταῦτα Ἡρωδιανὸς ἐν τῷ 〈ι〉ϛʹ τῆς καθόλου. V

### book 70e

ἀνιέναι ἐπειρᾶτο εἰς τὸν οὐρανόν. ἐναργεῖ δὲ λέξει ἐχρήσατο τῷ ἀναρριχᾶ‐ ται, ἐπεὶ διὰ τῶν χειρῶν δοκοῦσι μάλιστα ἀνέρχεσθαι ἐρειδόμενοι αὐταῖς καὶ ἑλισσόμενοι οἱ διὰ κλιμάκων τὴν ἄνοδον ποιούμενοι. V

### book 70f

ἀνερριχᾶτο: τὸ πρὸς τοίχους ἀναβαίνειν χερσὶ καὶ ποσὶν ἀναρριχᾶσθαί φασιν. γίνεται δὲ ἐκ τοῦ ἀράχνη ἀραχνιῶ, καὶ ἐν ὑπερβιβασμῷ ἀναρριχῶ. Lh

### book 70g

ἀνερριχᾶτ’] ἀναβαίνειν ἤρξατο. Lh

### book 71

παρατετήρηται τοῦτο πολλάκις τὸ σχῆμα· οὕτω γὰρ ἐπὶ γενικῆς τάττου‐ σιν. V

### book 72

ἐκφθαρεὶς R: ἐξελθών. οὕτω δὲ ἔλεγον τὸ ἐπὶ κακῷ ἐξελθεῖν RVLh που. RV

### book 73a

ὑπερμεγέθη· μέγιστον γὰρ ὄρος ἡ Αἴτνη. ἢ ὅτι διάφοροι κάνθαροι ἐκεῖ εὑρίσκονται. V

### book 73b

αἰτναῖον κάνθαρον R: μεγάλοι λέγονται εἶναι κατὰ τὴν Αἴτνην κάνθα‐ ροι. μαρτυροῦσι δὲ οἱ ἐπιχώριοι. RV Ἐπίχαρμος ἐν Ἡρακλεῖ τῷ ἐπὶ τὸν ζωστῆρα Πυγμαρίωνι λοχαγὸς ἐκ τῶν κανθάρων τῶν μειζόνων, οὕς φασι τὴν Αἴτναν ἔχειν. τρόπον δέ τινα καὶ Αἰσχύλος ἐπιχώριος· λέγει δὲ ἐν Σισύφῳ πετροκυλιστῇ αἰτναῖός ἐστι κάνθαρος βίᾳ πόνων. Σοφοκλῆς Δαιδάλῳ ἀλλ’ οὐδὲ μὲν δὴ κάνθαρος τῶν αἰτναίων †πάντων†. λέγει δὲ †πάντα† εἰκάζων †εἰς† μέγαν Πλάτων ἐν Ἑορταῖς ὡς μέγα μέντοι πάλαι τὴν Αἴτνην ὄρος εἶναί φασι τεκμαίρου, †ὅθεν† τρέφεσθαι τὰς κανθαρίδας τῶν ἀνθρώπων λόγος ἐστὶν οὐδὲν ἐλάττους. V

### book 73c

ἢ ἀντὶ τοῦ “μέγαν ὡς τὴν Αἴτνην” ἢ ὅτι οἱ αἰτναῖοι ἵπποι διαβόητοι καὶ τὸν δρόμον ἀξιόλογοι καὶ τὰ ζεύγη ἐπαινετοί. καὶ Πίνδαρός φησιν ἀλλ’ ἀπὸ τῆς ἀγλαοκάρπου Σικελίας ὄχημα. V

### book 73d

αἰτναῖον: ἢ ὅτι διάφοροι κάνθαροι εὑρίσκονται καὶ οὗτος ὑπερφέρει πάντων, ὡς ἡ Αἴτνη μέγιστος ὤν· ἢ ὅτι οἱ αἰτναῖοι ἵπποι ταχεῖς καὶ διαβόητοι πρὸς δρόμον· ἢ ὅτι μεγάλοι οἱ αἰτναῖοι κάνθαροι. Lh

### book 75a

ἀντὶ τοῦ “κολακεύων, πραΰνων”. R

### book 75b

ὑποκοριστικῶς. R

### book 75c

πωλίον: πῶλος καὶ ἵππος. πῶλοι δὲ κυρίως τὰ γεννήματα τῶν ἵππων καὶ τῶν ἄλλων κτηνῶν, ἅπερ ἔθος ἔχομεν καταψᾶν καὶ κολακεύειν οἱ ἄνθρωποι. V

### book 75d

ὥσπερ πωλίον] ἤγουν πωλάριον ἵππου, ὅπερ ἔθος ἐστὶ κολακεύειν. Lh

### book 75e

〈καταψῶν: καταπραΰνων.〉 Su. III 65, 10 Ald

### book 75f

〈ὥσπερ πῶλον καταψῶν, ταῖς χερσὶν ὁμαλίζων.〉 Su. III 65, 11 Ald

### book 76a

διὰ τούτων τὴν περὶ τὸν δεσπότην †πλέον† ἄνοιαν καὶ μανίαν δείκνυσι τιμίῳ ἵππῳ παραβάλλοντα αὐτὸν ἀποφαινόμενος τὸν κάνθαρον. καὶ χάριν περιποιεῖ πολλὴν τῷ ποιήματι. V

### book 76b alpha

παρὰ τὰ ἐκ Βελλεροφόν‐ του Εὐριπίδου. RV

### book 76b beta

ὦ Πηγάσιον: τὸν Βελλεροφόντην μιμεῖται. Lh

### book 76b

ἐκεῖνος γὰρ διὰ VLh τοῦ Lh Πηγάσου τοῦ πτερωτοῦ ἐπεθύμει εἰς VLh τὸν V οὐρανὸν ἀνελθεῖν. ἄγ’ ὦ φίλον μοι Πηγάσου πτερόν. VLh

### book 76c

ἐκ μεταφορᾶς τοῦ Πηγάσου. R

### book 79a

δῆλον ὅτι ἐκ τοῦ παρακῦψαι καὶ ἰδεῖν VLh τὸ λοιπὸν V μετέωρον αἰρόμενον VLh πρὸς V τὸν δεσπότην VLh αὐτοῦ Lh ταῦτά φησιν ὡς φοβούμε‐ νος. VLh

### book 79b

βούλεται Lh †παραγενέσθαι καὶ θεάσασθαι†. VLh

### book 80

μετέωρος αἴρεται: ἐπὶ μηχανῆς. τοῦτο δὲ καλεῖται αἰώρημα. ἐν αὐτῇ δὲ κατῆγον τοὺς θεοὺς καὶ τοὺς ἐν ἀέρι πολοῦντας. V

### book 81a

ἐπὶ τοῦ κανθάρου: ἔδειξε τὸ γελοῖον καὶ ἀπίθανον· οὐ γὰρ οἷόν τε ἱππεύειν ἐπὶ τοῦ κανθάρου. Lh

### book 81b

τῇ ἐπαγωγῇ τοῦ κανθάρου τὸ γε‐ λοῖον μᾶλλον ἔδειξε καὶ τὸ ἀπίθανον ἤλεγξεν· οὐ γὰρ οἷόν τε ἱππεύειν ἐπὶ κανθάρου. V

### book 82a

διπλῆ καὶ εἴσθεσις εἰς περίοδον ἀναπαιστικὴν τῶν ὑποκριτῶν Τρυγαίου καὶ τοῦ οἰκέτου ἐννεακαιτριακοντάμετρον εἴκοσι κώλων, ὅτι ἔχει μονόμετρον τὸ δέκα‐ τον. V

### book 82b

〈ἥσυχος: τὰ ἑξῆς ιθʹ κῶλα ἀναπαιστικά, πλὴν τοῦ ιʹ δίμετρα ἀκατάλη‐ κτα. ἐπὶ τῷ τέλει παράγραφος.〉 Ald

### book 82c

σύστημα κατὰ περικοπὴν ἀνομοιομερές. Lh

### book 82d

※ Lh

### book 82e

ἥσυχος, ἥσυχος R: ἀναγκαίως αὐτῷ παραινεῖ μὴ διώκειν εὐθὺς ἀπ’ ἀρχῆς τὰ μετέωρα τῶν ἀερίων, ἀλλ’ ἱδρώσαντα πρῶτον, ἵνα τὸ πυρῶδες κατάστημα τοῦ αἰθέρος ὑπομεῖναι δυνηθῇ τῇ νοτίδι παραμυθούμενος. RV

### book 82f

ἀτρέμα μοι πέτου, ὦ κάνθων. V

### book 82g alpha

ἐπιβεβηκὼς τῷ κανθάρῳ τοῦτο λέγει. R

### book 82g beta

〈τοῦτο λέγει ἐπιβεβηκὼς ἤδη ὁ Τρυγαῖος τῷ κανθάρῳ καὶ μετέωρος ἀρθείς.〉 Ald

### book 82h

ὡς δεδιώς. V

### book 82i

ἥσυχος, ἥσυχος: ὁ Τρυγαῖος ἐπιβεβηκὼς τῷ κανθάρῳ ταῦτά φησι δεδιὼς ἤδη μετέωρος ἀρθείς· ἀτρέμα μοι πέτου, ὦ κάνθαρε. Lh

### book 82j

ὁ Τρυγαῖός ἐστιν ἔνδοθεν ταῦτα λέγων καὶ παρακελευόμενος ἐπιβεβηκὼς ἤδη τῷ κανθάρῳ καὶ μετέωρος ἀρθείς, ὥσπερ εὐλαβούμενος, μὴ ἐξαρπάσῃ αὐτόν. καὶ τοῦτο δὲ γελοίου χάριν παρείληπται τῷ ποιητῇ. V

### book 82k

ἠρέμα κάνθων R: κάνθαρος λέγεται παρὰ τὸν κάνθωνα, τουτέστι τὸν ὄνον, καὶ παρὰ τὸν ὀρόν, τουτέστι τὸ σπέρμα. φασὶ γάρ, ὅτι ὁ κάνθαρος οὕτω τίκτεται· ἐπὰν εὕρῃ ὄνου κόπρον στρογγύλην, μένει κυλίων τοῖς ποσὶν RVLh αὐτήν Lh, καὶ ἐν τῷ κυλίειν ἀποσπερμαίνει, καὶ ἐκ τούτου ὁ κάνθαρος RVLh τὸ ζῷον RV γίνεται. RVLh ὅθεν καὶ τὴν ὀνομασίαν ἔχει· παρὰ τὸν κάνθωνα, τὸν ὄνον, καὶ παρὰ τὸν ὀρόν, τὸ σπέρμα, κάνθορός τις ὤν. ἢ παρὰ τὸν θορόν, ὃ δηλοῖ τὸ σπέρμα. ἢ ὁ θορὼν περὶ τὸν κάνθωνα ἀντὶ τοῦ “περὶ τὴν κόπρον τοῦ ὄνου”. ἢ ἐκ τοῦ κάνθωνος ὀρούων. V

### book 821

κάνθωνας ἔλεγον τοὺς ὄνους· νῦν δὲ ἔπαιξε τὸ “κάνθων” παρὰ τὸν κάνθαρον. V

### book 82m

κάνθων κυρίως ὁ ὄνος, νῦν δὲ ὑποκοριστικῶς “ὦ κάνθαρε”. VLh

### book 83a alpha

σοβαρῶς: μὴ ἄγαν σπου‐ δαίως πέτου. R

### book 83a beta

μή μοι σοβαρῶς Lh: μὴ ἐκ‐ θύμως ἄγαν μηδὲ σπουδαίως. VLh

### book 83b

τὰ τῶν ἵππων πλεονεκτήματα περιτίθησι τῷ κανθάρῳ(·) VLh

### book 83b alpha

ἁβρύνεσθαι γὰρ καὶ γαυριᾶν 〈ἀπ‐ αγορεύει〉 αὐτόν, V

### book 83b beta

γαυριᾶν αὐτὸν καὶ σοβαρῶς χωρεῖν λέγων, Lh

### book 83b

ὃ μάλιστα τοῖς καλλιστεύουσι τῶν ἵππων ἔθος VLh ποιεῖν. Lh

### book 83c

Ὅμηρος· ὡς δ’ ὅτε 〈...〉 ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ καὶ κυδιόων, ὑψοῦ δὲ κάρη ἔχει. οὕτως οἱ σοβαροὶ θέουσιν ἵπποι. V

### book 83d

τοῦτο VLh ὡς ἱππικῆς ἔμπειρος RVLh ποιεῖ· Lh οὐ βούλεται RVLh γὰρ Lh αὐτὸν ἀθρόως διαδραμεῖν. RVLh

### book 83e

σεσοβημένος βαρέως. VLh καὶ ἐν Νεφέλαις ἐπὶ τοῦ κεραυνοῦ σοβαρῶς χωρεῖ διὰ τὴν πυκνότητα. V

### book 84

†τὸ “εὐθὺς ἀπ’ ἀρχῆς” λέγει†. R

### book 85

πρὶν ἂν ἰδίῃς RLh: ἀντὶ τοῦ R “πρὶν RVLh ἂν Lh ἱδρώσῃς”. RVLh Ὅμηρος· ἴδιον ὡς ἐνόησα, καὶ τὸ “καῦμα ἰδάλιμον”, ἱδρῶτος παρασκευαστικόν. V

### book 85alpha

οἱ γὰρ ἵπποι ἐν μὲν τῇ ἀρχῇ οὔκ εἰσιν ὀξεῖς ἐν τῷ δρόμῳ, καμόντες δὲ καὶ ἱδρώσαντες διαλυθέντων τῶν μελῶν ὀξύτεροι γίνονται. RV

### book 85beta

οἱ γὰρ ἵπποι, οἳ οὔκ εἰσιν ὀξεῖς εἰς τὸν δρόμον ἐν τῇ ἀρχῇ, καμόντες καὶ ἱδρώσαντες ὀξύτεροι γίνονται. Lh

### book 86

ἶνας] τὰς φλέβας. Lh

### book 87a

καὶ μὴ πνεῖ μοι κακόν: μὴ βδέσῃς. R

### book 87b

ἐκ γὰρ τῆς ἀναπνοῆς καὶ τοῦ ἱδρῶτος ἡ δυσωδία μᾶλλον ηὔξετο τοῦ κανθάρου. RV

### book 87c

δῆλον ὅτι καὶ αὐτὸ πρὸς τὰς τροφὰς αἰνίττεται. V

### book 90

ὦ δέσποτ’ ἄναξ RLh: διὰ τὸ μετάρσιον αὐτὸν ἦρθαι καὶ προσδοκᾶν ἐπιβήσεσθαι τοῦ οὐρανοῦ θειοτέρᾳ αὐτὸν ἐτίμησε φωνῇ ἄνακτα εἰπών. RVLh

### book 91

τοῦτο ἔστι τὸ δέκατον μονόμετρον. VC

### book 92a

ποῖ δῆτ’ ἄλλως R μετεωροκοπεῖς C: ποῦ δὴ VC περὶ τὰ μετέωρα πέτῃ, καὶ μάτην καὶ ὡς ἔτυχε κάμνεις; μετεωροκοπεῖν δέ ἐστι κυρίως τὸ τῷ πλάτει τῆς κώπης ματαίως τὴν θάλατταν τύπτειν. RVC ἔφη δὲ καὶ ἐν ταῖς Νεφέλαις μετεωρολέσχας τοὺς φιλοσόφους, ὅτι τὰ οὐράνια περινοοῦσιν. V

### book 92b

μετενήνεκται ἡ λέξις παρὰ τὸ “τί θαλασσοκοπεῖς καὶ πτερυγίζεις καὶ ἐντεῦθεν;” V

### book 94

μηχανησάμενος VLh καὶ ἐγχειρήσας. ἀπὸ τῆς παλάμης, ᾗ τὰ πολλὰ κατασκευάζομεν. V

### book 95

τί πέτῃ RLh: παρὰ προσδοκίαν, ὡσανεὶ ἔλεγε “τί κάμνεις;” ἀπὸ κοινοῦ δὲ τὸ “μάτην”, ἵνα ᾖ “τί μάτην πέτῃ;” RVLh

### book 96

φλαῦρον: ἀντὶ τοῦ R “φλύαρον, ἀηδές, δύσφημον”. RVLh

### book 97a

ἀλλ’ ὀλολύζειν R: τὸ RV μετὰ κραυγῆς εὔχεσθαι. RVLh Ὅμηρος· αἱ δ’ ὀλόλυξαν. RV

### book 97b

ἀλλ’ εὔχεσθαι. καὶ Εὐριπίδης Ἐρεχθεῖ· ὀλολύζετ’, ὦ γυναῖκες, ὡς †ἐλέχθη θεᾷ ἡ χρυσὸν ἔχουσα γοργόνα† ἐπίκουρος πόλει. V

### book 99

καὶ τὰς λαύρας R: λαύρας RVLh ἐκάλουν VLh τὰς στενὰς ῥύμας, ἔνθα πᾶσα ἀκαθαρσία ἐστίν. RVLh

### book 99alpha

ἢ τοὺς ῥυπαροὺς τόπους. ἀποφρά‐ ξαι οὖν παρακελεύεται καὶ πάντας τοὺς κοπρῶνας, ἵνα μὴ προσπνέοντα ἐρε‐ θίσωσι τὸν κάνθαρον. μετέωρος δὲ ὢν ἐπὶ τοῦ κανθάρου ταῦτά φησιν. RV

### book 99beta

τοὺς ῥυπαροὺς οὖν τόπους ἀποφρά‐ ξαι παρακελεύεται καὶ τοὺς κοπρῶνας, ἵνα μὴ ἐρεθίσωσι τὸν κάνθαρον καὶ κατασπάσωσι κάτω δυσωδίαν πνέον‐ τα. μετέωρος δὲ ὢν ἐπὶ τοῦ κανθάρου λέγει ταῦτα. Lh

### book 101

—̇ Ald

### book 102a alpha

οὐκ ἔσθ’ ὅπως: ἡ εἴσ‐ θεσις τοῦ παρόντος συστήματος στίχων ἐστὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιβʹ. ἐπὶ τῷ τέλει παρά‐ γραφος. Lh

### book 102a beta

〈οὐκ ἔσθ’ ὅπως: τὰ ἑξῆς ιβʹ ἰαμ〈βεῖα〉, ὧν ἐπὶ τῷ τέλει παράγραφος.〉 Ald

### book 102b

σύστημα ἕτερον. Lh

### book 107a

γράψομαι RLh: ἀντὶ τοῦ R “κατηγορήσω”. RVLhbis παίζει δὲ διὰ τὸ φιλόδικον τῶν Ἀθηναίων λέγων· καὶ τοῦ Διὸς κατηγορήσω ὡς προδιδόντος τὴν Ἑλλάδα τοῖς Πέρσαις. τοῦτο δὲ λέγει, ὅτι Λακεδαιμονίοις ἐβοήθουν οἱ Πέρσαι ἐν τῷ πολέμῳ RVLh τῷ πελοποννησιακῷ. VLh

### book 107b

ταῦτα ἂν εἴη RV λέγων V διὰ τοὺς αὐτομολοῦντας τῷ Μήδῳ καὶ ἀπαγγέλλοντας τὰ τῶν Ἀθηναίων πράγματα· οὓς καὶ λαμβάνοντες ἐκόλαζον. RV

### book 108

Μήδοισιν αὐτὸν Lh: λεληθότως VLh καὶ Lh τῶν Ἑλλήνων καθά‐ πτεται ὡς συνορώντων μὲν τὴν βλάβην καὶ ὅτι ὑπὲρ τῶν πολεμίων 〈ὁ πόλεμοσ〉 ἐστίν, διαφθείρεσθαι δὲ αὑτοὺς ἐώντων. ἄλλως τε καὶ φοβεῖν αὐτοὺς βούλεται δεικνύς, ὅτι ἐφεδρεύοντας ἔχουσι πολεμίους τοὺς βαρβάρους. VLh ⟦καὶ ὅτιπερ μετὰ πολλῶν χρημάτων καὶ πόνων ποιεῖν ἐκείνους ἔδει, ὥστε ἐμβαλεῖν εἰς φιλονεικίαν καὶ διάστασιν τὸ ἑλληνικόν, ταῦτα ἐπ’ οὐδενὶ κέρδει ποιοῦσιν ἑαυτοῖς. ἃ γὰρ ὑπὲρ τῶν πολεμίων πράττεται, ταῦτα οὐκ ἄδηλον ὅτι κατὰ τῶν πραττόντων γίνεται.⟧ V

### book 109

οὐδέποτε ζῶντος ἐμοῦ] οὔτε πορεύσῃ VLh οὔτε γράψῃ. Lh

### book 110

οὐκ ἔστι παρὰ ταῦτ’ ἄλλα R: οὐκ ἔστιν ἄλλως γενέσθαι ἢ ἀνελθεῖν εἰς RLh τὸν R οὐρανόν. RLh

### book 111

〈ἀπέρχεται: δηλονότι ἀπέπτη.〉 Ald

### book 113a

〈ὁ οἰκέτης πρὸς τοὺς παῖδας ἐκείνου λέγει, πῶς καὶ αὐτοὶ δυνηθεῖεν πεῖσαι τὸν πατέρα μὴ ἀναπτῆναι.〉 Ald

### book 113b

—̇ Lh

### book 114a

διπλῆ καὶ εἴσθεσις εἰς περίοδον. ἔστι δὲ τετράκωλον, καὶ ἕκαστον δακτυ‐ λικόν, τὸ μὲν πρῶτον καὶ δεύτερον καταληκτικόν, τὸ δὲ τρίτον καὶ τέταρτον ἀκατάληκτον. ἀναπαιστικὸν δὲ αὐτὸ οὔ φαμεν, ἐπεὶ ἀπό τινος τύχης οὐδὲ ἀνάπαιστον ἔσχεν, ἀλλὰ πάντας δακτύλους πλὴν τριῶν συλλαβῶν. Vbis

### book 114b

ὦ πάτερ LhAld ὦ πάτερ Lh: σύστημα ἕτερον εἰς δύο διῃρημένον περιόδους. καὶ εἰσὶ τῆς μὲν πρώτης περιόδου δακτυλικὰ τετράμετρα δʹ, καὶ ἐν ἐκθέσει LhAld

### book 114b alpha

στίχος ὅμοιος ἑξάμετρος· τῆς δὲ βʹ στίχοι ὅμοιοι δακτυλικοὶ ἑξάμετροι, οἳ καλοῦνται ἔπη, εʹ. Lh

### book 114b beta

〈ἐπικὸν ἕν, μεθ’ ὃ τὰ τῆς δευτέ‐ ρας περιόδου ὅμοια πέντε.〉 Ald

### book 114b

ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος. LhAld

### book 114c

σύστημα ἕτερον ἀνομοιομερές. Lh

### book 114d

ὦ πάτερ RLh ὦ πάτερ R: τὰ τοιαῦτα παραχορηγήματα καλοῦσιν, οἷα νῦν τὰ παιδία ποιεῖ καλοῦντα τὸν πατέρα, εἶτα πρὸς οὐδὲν RVLh ἔτι VLh τούτοις χρήσεται. RVLh.

### book 114e

ἦ ῥ’ ἔτυμός γε: εἴρηται παρὰ τὰ ἐξ Αἰόλου Εὐριπίδου ἆρ’ ἔτυμόν γε φάτιν εὗρον RV Αἴολος V εὐνάζειν τέκνα φίλτατα. RV

### book 114f

※ Lh

### book 117a alpha

†ἐς κόρακας† R: ἀντὶ τοῦ “μετὰ τῶν †ὀρνέων†”. ἅμα δὲ καὶ ἐφ’ ὕβρει· ἐδόκει γὰρ ἀνωφελῶς ἀπιέ‐ ναι, ὥσπερ οἱ εἰς τὸ σκότος ἀπιόντες. RV

### book 117a beta

ἐς κόρακας: δέον εἰπεῖν “εἰς οὐρα‐ νόν” ὁ δὲ ἀντὶ τοῦ “μετὰ ὀρνέων” εἶπεν. ἅμα δὲ καὶ ἐφ’ ὕβρει· ἐδόκει γὰρ ἀνωφελῶς ἀπιέναι, ὥσπερ οἱ εἰς τὸ σκότος ἀπιόντες. Lh

### book 117b alpha

δέον εἰπεῖν “εἰς οὐρανόν”. R

### book 117c

πολλάκις εἴπομεν, 〈ἐπὶ τίνοσ〉 “εἰς κόρακας” ἔλεγον οἱ παλαιοί, καὶ τὴν ἐπὶ τούτῳ ἱστορίαν διηγησάμενοι. V

### book 117d

ἀστείως, ἐπειδὴ δοκεῖ νῦν ἀναπτήσεσθαι αὐτός. V

### book 117e

γελοίως, ἐπειδὴ ἤμελλεν εἰς τοὺς ὄρνιθας πορεύεσθαι. RV

### book 117f

μεταμώνιος: ματαίως, πρὸς οὐδὲν χρήσιμον. R

### book 117g

τὸ “μεταμώνιος” οἱ μὲν ἐξεδέξαντο “ματαίως καὶ πρὸς οὐδὲν χρήσι‐ μον”, οἱ δέ φασιν ἰδίως μεταμώνιον τὸ αἰωρηθὲν μετέωρον σημαίνειν πιστούμενοι τοῦτο παρὰ Σιμωνίδου οὕτως εἰπόντος κονία δὲ παρὰ τροχὸν μεταμώνιος ἠέρθη. V

### book 118

—̇ Ald

### book 119a

δοξάσαι ἔστι R: καὶ τοῦτο πρὸς τὸ ἐξ Αἰόλου Εὐριπίδου ἔπος δοξάσαι ἔστι, κόραι· τὸ δ’ ἐτήτυμον οὐκ ἔχω εἰπεῖν. RV

### book 119b

δοξάσαι: ἀντὶ τοῦ “ὑπονοῆσαι, εἰκάσαι”. RV

### book 119c

πρὸς τὴν ὑπόνοιαν ἐπήγαγεν. R

### book 121a

ἔνδον δ’ ἀργυρίου R: μηδὲ ὀβολοῦ ὄντος ἡμῖν διὰ τὸν πόλεμον. RVLh γεωργὸς γάρ ἐστι· διὸ καὶ τῇ ψακάδι ἁρμοδίως ἐχρήσατο. RV

### book 121b

μηδὲ Lh ψακὰς RLh ᾖ R: ψακὰς Lh τὸ σμικρότατον, ὃ καὶ νιφὰς καλεῖται. RVLh

### book 123a

κολλύραν Lh: κολλύρα RV τὸ ἔλαττον τοῦ ἄρτου. RVLh τινὲς δὲ τὴν κολλύραν εἶδος ἄρτου φασίν, Lh ὃ τοῖς παιδίοις διδόασιν. VLh

### book 123b alpha

καὶ πρὸς τῇ κολλύρᾳ ἀντὶ τοῦ ὄψου κόνδυλον. ἔπαιξε δὲ παρὰ τὸ λεγόμενον. V

### book 123c alpha

κολλύραν μεγάλην R: φαίνεται 〈αἰνίττεσθαι〉 τὸ ἐπὶ τῶν παιδίων λεγόμενον ἀρχαῖον ὄν ἢν δ’ οἶνον αἰτῇ, κονδύλους αὐτῷ δίδου ὑπὲρ τοῦ ἐθίζειν τοὺς παῖδας μηδέν τι περιττὸν αἰτεῖν. RV

### book 123bc beta

ἔπαιξε παρὰ τὸ λεγόμενον εἰ δὲ οἶνον αἰτεῖ, κόνδυλον αὐτῷ δός ὑπὲρ τοῦ ἐθίζειν τοὺς παῖδας μηδέν τι περιττὸν ζητεῖν. Lh

### book 123d

καὶ κόνδυλον R: Δημήτριος ὁ ζηνοδότειος μεταγράφει “κάνδυλον”· V εἶδος δέ ἐστι πλακοῦντος. ἀλλὰ διὰ τὸ “ὄψον” περιττὴ ἡ μεταγραφή. RV

### book 123e

—̇ Ald

### book 124a

καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται: διπλῆ καὶ εἴσθεσις 〈εἰσ〉 στίχους ἰαμβικοὺς τριμέτρους ἀκαταλήκτους κεʹ. V

### book 124b

καὶ τίς πόρος σοι: εἴσθεσις διπλῆς ἀμοιβαίας (.) LhAld

### book 124b alpha

οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμε‐ τροι ἀκατάληκτοι λʹ, ὧν τελευταῖος κατωκάρα ῥίψας με βου‐ κολήσεται. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα. Lh

### book 124b beta

〈ἰαμβείων λʹ διπλῇ ἔξω νενευκυίᾳ περατουμένων.〉 Ald

### book 124c

πόρος: ἀντὶ τοῦ “διάβασις”. R

### book 125

ναῦς μὲν γὰρ: ἀμηχανοῦμεν, φησίν, ἐνθυμούμεναι, πῶς εἰς οὐρανὸν παραγενήσῃ. RAld 〈οὐ γὰρ νεὼς ἐπιβὰς εἰς οὐρανὸν ἀνέλθῃς.〉 Ald

### book 126a

ὁ λόγος ἐκ Σθενεβοίας Εὐριπίδου. τινὲς δὲ οἴονται ἐκ Βελλεροφόντου παρῳδῆσθαι. ἔστι δὲ ἐν τῇ Σθενεβοίᾳ παρὰ τῷ τραγικῷ οὕτως· πέλας δὲ ταύτης δεινὸς ἵδρυται κράτος ἔνθηρος ἢ ληστὴς φρουρεῖται κλυδῶνι δεινῷ καὶ βροτὸς τόνῳ βρέμει πτηνὸς πορεύγει. V

### book 126b

πτηνὸς] λέγεται καὶ πετεινὸν καὶ πτηνόν. VLh

### book 126c

πῶλος] ἤγουν ὁ κάνθαρος. Lh

### book 126d

διχῶς ἡ ἀνάγνωσις, ἢ ἀρνητικῶς “οὐ πλεύσομαι”, ἢ οὕτω· “ποῦ δὲ περαιωθήσομαι;” RV

### book 126e

οὐ ναυσθλώσομαι R: οὐ νεὼς ἐπιβήσομαι. κυρίως δὲ τὸ ναῦν μισθώσασθαι. RLh

### book 126f

ὡς εἰς ναῦν. V

### book 129alpha

τοῦ μυθοποιοῦ. φέρεται γὰρ αὐτοῦ μῦθος ἐχθρεῦσαι ἀετὸν καὶ κάνθαρον ἐκ τοῦ ἑκάτερον αὐτῶν θα‐ τέρου τὰ ᾠὰ διασπᾶν. V

### book 130alpha

μόνος πετεινῶν R: ὁ λόγος τοιοῦτός ἐστιν. ἁρπάζοντος τοῦ ἀετοῦ τοὺς νεοττοὺς τοὺς τοῦ κανθά‐ ρου ⟦καὶ⟧ ὁ κάνθαρος τὰ ᾠὰ τοῦ ἀετοῦ ἐκκλέψας ἐξεκύλισεν ἕως τοσούτου, ἕως ἦλθε πρὸς τὸν Δία. κατηγοροῦντος δὲ τοῦ ἀετοῦ προσέταξεν ὁ Ζεὺς τῷ ἀετῷ ἐν τῷ αὐτοῦ RV τοῦ Διὸς V κόλπῳ νεοττεύειν. ἐπειδὴ δὲ τὰ ᾠὰ εἶχεν ὁ Ζεύς, περιίπτατο τὸν Δία ὁ κάνθαρος. ὁ δὲ ἐκλαθόμενος ἀνέστη ὡς σοβήσων ἐκ τῆς κεφαλῆς αὐτὸν καὶ κατέαξε τὰ ᾠά. ὁ δὲ λόγος πρὸς ἀδί‐ κους ἐστίν, ὅτι οὐδεμία ἐστὶν αὐτοῖς ἀσφάλεια, οὐδ’, ἂν εἰς τὸν κόλπον τοῦ Διὸς καταφύγωσι, διαφεύξονται τὴν τιμωρίαν. RV

### book 129/130beta

μῦθος. ἐν τοῖς λόγοις Αἰσώπου φέρεται ἐχθρεῦσαι ἀετὸν καὶ κάνθα‐ ρον. ὁ μὲν γὰρ ἁρπάζων ἦν τοὺς νεοτ‐ τοὺς τοῦ κανθάρου, ὁ δὲ τὰ ᾠὰ τοῦ ἀετοῦ ἐκκυλίων συνέτριβεν. ὁρῶν οὖν εἰς φθορὰν αὐτοῦ τὸ γένος ἐρχόμενον ἄνεισι πρὸς τὸν Δία καὶ λέγει τὴν συμ‐ φοράν. ὁ δὲ τὸν αὐτοῦ οἰκτείρας ὄρνιν ἐπὶ τὸν αὐτοῦ κόλπον νεοττεύειν ἐκέ‐ λευσε· καὶ ἦν ἔχων ἐν τοῖς κόλποις ὁ Ζεὺς τὰ ᾠά. τοῦτο μαθὼν ὁ κάνθαρος εἰς οὐρανοὺς ἄνεισι καὶ πρὸς τῇ τοῦ Διὸς ἀνέρχεται κεφαλῇ. ὁ δὲ εὐθὺς ἀναπηδήσας τοῦ θρόνου τὸν κάνθαρον ἀποτινάξασθαι θέλων ἔλαθε τὰ ᾠὰ συντρίψας τοῦ ἀετοῦ. Lh

### book 134a

〈ὤ’: τὸ πλῆρες ὠά.〉 Ald

### book 134b

κἀντιτιμωρούμενος Lh: ὁ κάνθαρος VLhbis δηλονότι· Lh πρῶτος γὰρ ὁ ἀετὸς ἠδίκησεν αὐτὸν φαγὼν τὰ νοσσία. VLh

### book 136

τραγικώτερος R: πρακτικώτερος V ἢ ἀξιοπιστότερος, RVLh ἢ ἀτυχέστερος. R αἰνίττεται εἰς τὸν Πήγασον καὶ τὸν Βελλεροφόντην Εὐριπίδου. RVLh

### book 137

δυϊκῶς λέγει πρὸς RV ἄμφω V τὰ παιδία. RV τοῦτο δὲ λέγει· ὅτι εἰ εἶχον τὸν Πήγασον, δύο τροφῶν εἶχον φροντίζειν, τῆς τε ἐκείνου καὶ τῆς ἐμῆς. τὰ γὰρ ἐμὰ ἀφοδεύματα ἐσθίων τρέφεται ὁ κάνθαρος. V.

### book 141a

ἐξολισθεῖν: πῶς διανήξασθαι δυνήσεται; Lh ἐπεὶ τὰ πλεῖστα τῶν ὀρνέων ἐμπεσόντα εἰς ὕδωρ ἐκνήχεσθαι οὐ δύναται. RVLh διὰ τοῦτο καὶ τὰ πλεῖστα οὐ κολυμβᾷ. V

### book 141b alpha

τοὺς τραγικοὺς παίζει διὰ τὰ περὶ Ἰκάρου λεγόμενα. V

### book 141b beta

διαβάλλει τὰ περὶ Ἰκάρου παρὰ τῶν τραγικῶν λεγόμενα. Lh

### book 141b

ἢ ἐπεὶ δοκεῖ ὁ Βελλεροφόντης τὴν τοῦ Προίτου γυναῖκα μετὰ τὴν τῆς Χιμαίρας ἀναίρεσιν ἐπανελθὼν εἰς Κόρινθον ἀπατῆσαι ὡς ἕξων γυναῖκα, καὶ ἐπιβιβάσας τοῦ Πηγάσου εἰς μέσην ῥῖψαι τὴν θάλασσαν. V

### book 142

τὸ αἰδοῖον δείκνυσι παίζων. RVLh πηδάλιον δέ ἐστι RV κυρίως V τὸ νῦν καλούμενον αὐχένιον. RV

### book 143a

ναξιουργὴς κάνθαρος Lh: στοχάσασθαι ἔστιν οὐδὲν πλέον ἢ ὅτι V πλοῖα ἦν οὕτω λεγόμενα, κάνθαροι, ἐν Νάξῳ VLh νήσῳ Lh γινόμενα, VLh—ὡς νῦν σίλφας τινὰ λέγουσιν ἀκατίων εἴδη, ἀλλὰ καὶ †συνμικὸν τρόπος τρόπῶν† φησὶν ὁ Κρατῖνος—καὶ ὅτι θαλασσοκρατοῦντές ποτε Νάξιοι ἐχρῶντο αὐτοῖς τοῖς κανθάροις ἐπὶ πλέον. μᾶλλον δὲ οὕτω δεκτέον· κάνθαρον μὲν πρὸς τὰ προκείμενα εἴρηκεν. τὸ δὲ “ναξιουργής” οὕτως· τῶν γὰρ πλοίων τὰς †εὐρίπας τὰς ἀρχιτεκτονικὰς† ἐκάλουν οἱ πρότεροι ἐπωνύμους, οἷον τοὺς νῦν λέμβους ναξιουργεῖς ὠνόμαζον, V

### book 143a alpha

—ἐκ τοῦ αὐτοῦ δὲ εἴδους καὶ τὸ κνιδιουργεῖς—V

### book 143a beta

λέγει δὲ καὶ κνιδουργεῖς ἄλλας ναῦς ἀπὸ Κνίδου Lh

### book 143a

καὶ τὸν κέρκυρον ἀπὸ Κερκύρας καὶ τὸν πάρωνα ἀπὸ Πάρου. VLh ἄντικρυς δὲ Μένανδρος ἐν Ναυκλήρῳ κάνθαρον εἶπε πλοῖον εἶναι. ἔστι δὲ 〈καὶ〉 εἶδος ποτηρίου. V

### book 143b

εἶδος πλοίου ὁ κάνθαρος, ὡς αἱ τριήρεις. διὰ τούτων δὲ βούλεται δεῖξαι, ὡς πανταχοῦ χρειώδης αὐτῷ ὁ κάνθαρος. RV

### book 145a

μέρος τοῦ Πειραιῶς, ὡς Καλλικράτης φησὶν ἢ Μενεκλῆς ἐν τῷ περὶ Ἀθηνῶν γράφων οὕτως· V “ἔχει δὲ ὁ Πειραιεὺς λιμένας τρεῖς, RVLh πάντας κλειστούς. VLh εἷς μέν ἐστιν ὁ Κανθάρου λιμὴν RVLh οὕτω Lh καλούμενος RVLh ἀπό τινος ἥρωος Κανθάρου, Lh ἐν ᾧ τὰ νεώρια ἑξήκοντα, εἶτα 〈τὸ〉 Ἀφροδίσιον, εἶτα κύκλῳ τοῦ λιμένος στοαὶ πέντε”. RVLh

### book 145b alpha

Κανθάρου λιμήν: ἀπὸ Κανθάρου ἐπιχωρίου ἥρωος οὕτω λιμὴν ἐκαλεῖτο ἐν τῷ Πειραιεῖ. R

### book 145b beta

μήποτε ὅπου ἡ τῶν τοιούτων πλοίων στάσις ἦν, οὕτως ἐκράτησε κα‐ λεῖσθαι. τῷ ὄντι γάρ ἐστιν ἐν τῇ Ἀτ‐ τικῇ κώμη λεγομένη οὕτως, Κανθάρου λιμήν, οὐχὶ Κάνθαρος, ὡς Φιλόχορος ἱστορεῖ, ἀπὸ ἥρωος ἐπιχωρίου τινός. οἰκείως δὲ τούτου ἐμνημόνευσε—καί‐ τοι πλέονας λιμένας ἔχοντος τοῦ Πει‐ ραιῶς—διὰ τὸ ζῷον, ᾧ ἐπωχεῖτο. V

### book 147a alpha

χωλὸς ὢν: διό 〈τι〉 δρᾶμά ἐστιν Εὐριπίδου Βελλερο‐ φόντης, R

### book 147a beta

τοῦτο πρὸς Εὐριπίδην ἀποτείνεται, ἐπειδὴ ἐκεῖνος δρᾶμα ἐποίησε τὸν Βελ‐ λεροφόντην, V

### book 147a

ἐν ᾧ χωλὸν εἰσήγαγεν αὐτὸν διὰ τὸ πεπτωκέναι ἀπὸ τοῦ Πηγάσου βουλόμενον εἰς οὐρανὸν ἀνελθεῖν. δεῖ σε οὖν, φησί, προσέχειν μὴ πεσὼν διαθραυσθῇς καὶ γένῃ τραγῳδία. RV

### book 147b

εἶτα χωλὸς ὢν: δεῖ σε, φησί, μὴ πεσεῖν προσέχειν, ὅπως μὴ δια‐ θραυσθῇς καὶ γένῃ τραγῳδία. ἀποτείνει δὲ πρὸς Εὐριπίδην, ὃς ἐν δράματι χωλὸν εἰσάγει τὸν Βελλεροφόντην διὰ τὸ πεπτωκέναι ἀπὸ τοῦ Πηγάσου. Lh

### book 148

λόγος ἡ ὑπόθεσις. λέγει δὲ περὶ Φιλοκτήτου RV καὶ Βελλεροφόντου. V κωμῳδεῖ δὲ τὸν Εὐριπίδην ὡς χωλοποιόν. RV

### book 150

150] πρὸς τοὺς θεατάς. Vbis

### book 151

μὴ βδεῖτε R: διασύρων τὴν ὅλην τοῦ κανθάρου πραγματείαν τοῦτό φησιν. ποῖαι γὰρ ῥῖνές εἰσι κανθάρῳ, ἵνα καὶ ὀσφρανθῶσιν; RV

### book 153a

κατωκάρα RLh: ὅτι V τὸ ἐπὶ RVLh τῆς V κεφαλῆς πεσεῖν οὕτω λέγουσιν Ἀττικοί, RVLh οὐ διῃρημένως, ἀλλ’ V ὑφ’ ἓν RVLh γράφοντες. R Πίνδαρος οἱ μὲν κατωκάρα δεσμοῖσι δέδενται. V

### book 153b

ἐπίρρημά ἐστι σύνθετον, καὶ σὺν τῷ ι γράφει Ἡρωδιανός. V

### book 153c

οἷ〈ον〉 τὴν κεφαλὴν κάτω ποιήσας ῥίψει με βου〈κο〉ληθεὶς καὶ δελεασθεὶς τῇ ὀδωδῇ τῶν ἀποπατημάτων. V

### book 153d

τοῦτο ἀπὸ τῶν ἵππων εἴληπται· πολλοὶ γὰρ αὐτῶν τὸν τρόπον τοῦτον εἰώθασι ποιεῖν, ἀποσείεσθαι τοὺς ἐπιβάτας. V

### book 153e

κατωκάρα] κατωφερῶς. Lh

### book 153f

ἀντὶ τοῦ “νεμηθήσεται, τραφήσεται”. R

### book 153g

> Lh

### book 154a

διπλῆ 〈καὶ〉 εἴσθεσις εἰς περίοδον ἀναπαιστικὴν τοῦ πρεσβύτου ὀκτωκαιτριακοντάμετρος ιθʹ κώλων. V

### book 154b alpha

ἀλλ’ ἄγε Πήγασε: ἡ ἔκθεσις τῆς διπλῆς κώλων ἐστὶν ἀναπαιστικῶν ιθʹ· εἴρηται γάρ, ὅτι καὶ ἑτέρῳ μέτρῳ τὰς ἐκθέσεις ποιοῦσιν. εἰσὶν οὖν τὰ μὲν ιηʹ δίμετρα ἀκατάλη‐ κτα, τὸ δὲ ιθʹ δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς παροιμιακόν. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος. ἐν εἰσθέσει δὲ στίχοι ἰαμβικοὶ τρίμε‐ τροι ἀκατάληκτοι ζʹ. ἐπὶ τῷ τέλει πα‐ ράγραφος. Lh

### book 154b beta

〈ἔκθεσις τῆς διπλῆς ἐκ στίχων ἀναπαιστικῶν διμέτρων ἀκαταλήκτων πλὴν τοῦ τελευταίου· τοῦτο γὰρ ἑφθη‐ μιμερές. ὑφ’ ὃ αἱ συνήθεις δύο διπλαῖ. ἐν εἰσθέσει δὲ ἰαμβεῖα ζʹ. ἐπὶ τῷ τέλει κορωνίς.〉 Ald

### book 154c

ἀλλ’ ἄγε Πήγασε Lh: μετὰ τὸ παρακελεύσασθαι τῷ ὄχλῳ καὶ τοῖς ἑαυτοῦ παιδίοις κατὰ μηδὲν ἐρεθίσαι τὸν κάνθαρον, VLh τότε V παρακελεύεται VLh καὶ Lh αὐτῷ. VLh

### book 154d

καὶ τάδε ἐκ τοῦ Βελλεροφόντου ἴθι χρυσεοχάλινε αἶρων πτέρυγας τὸν κάνθαρον τῷ Πηγάσῳ ἀπεικάζων. V

### book 154e

※ Lh

### book 155

ψαλίων] στομίων, χαλινῶν. R

### book 156

φαιδροῖς ὠσὶ: πραέσι, μὴ ὀρθοῖς. τοῦτο γὰρ πάσχουσιν οἱ ἵπποι ὥσπερ παροξυνόμενοι εἰς ἄκρατον δρόμον. Lh

### book 158

λαύρας] ῥύμας, 〈ῥυπαροὺσ〉 τόπους. R

### book 162

ἀπὸ μὲν R κάκκης RLh: ἀντὶ τοῦ “κακίας”. RVLh ἔχει καὶ τὸ κακέμφατον. παρατηρητέον δέ, ὅτι καὶ RV οἱ ἀρχαῖοι τὴν ἀκαθαρσίαν κάκκην καλοῦσι, καὶ μάλιστα τὸ δύσοσμον ἀποπάτημα. RVLh

### book 163

ἀπό θ’ ἡμεριῶν R: ἀντὶ τοῦ “θνητῶν καὶ ἐπιγείων πάντων”. RV

### book 165

ἐν Πειραιεῖ R παρὰ ταῖς πόρναις Lh: πόρνειον γὰρ ἦν ἐκεῖσε· ἐμπόριον γάρ ἐστι, καὶ διὰ τὸ κατωφερὲς τῶν ναυτῶν ἐκεῖσε ἔτρεχον αἱ πόρναι. RVLh

### book 166

οὐ κατορύξεις: ἀντὶ τοῦ R “οὐ συγχώσεις καὶ ἀποκρύψεις RVLh τὴν σαυτοῦ κόπρον;”. VLh

### book 167a

ἐπιφορήσεις: ἐπάξεις καὶ ἐπιβαλεῖς. R

### book 167b

ἀττικῷ ἐν σχήματι εἶπεν. ἢ V λείπει κόνιν. RV

### book 168a

ἕρπυλον RLh ἄνω R: εἶδος ἄνθους σαμψύχῳ ὅμοιον. μάλιστα δὲ παρὰ τοῖς ὕδασι θάλλει. RVLh μέμνηται καὶ Θεόφραστος. RV

### book 168b

βοτάνη εὔοσμος, ἣν εἰώθασι παρὰ τοὺς τάφους φυτεύειν. V

### book 168c

εἶδός τι πολυρρίζου φυταρίου. τοῦτό φασι καὶ λέγεσθαι ἕρπυλον παρὰ τὸ ἕρπειν ταῖς ῥίζαις. τοῦτο δὲ συμβουλεύει ἐπιφυτεῦσαι τῷ ἀποπατήματι ὡς δυνάμενον διὰ τῶν ῥιζῶν περικαλύψαι αὐτὸ καὶ ἀφανίσαι τὴν δυσωδίαν ὑπὸ τῆς εὐωδίας· ἔστι γὰρ εὐωδές. V

### book 169

καὶ μύρον ἐπιχεῖς Lh: καὶ ἐπιβαλεῖς μύρον εἰς αὔξησιν, διὰ τὸ τέλεον ἀφανισθῆναι τὴν ὀσμήν. VLh παρείληφε τοῦτο, διόπερ οὐδ’ †ἀτελῶς† ἠρκέσθη ὀλίγον τῆς γῆς ἐπιβαλεῖν, ἀλλ’ †ἐπήγαγεν ἐκ πολλῶν†. V

### book 171a alpha

ἡ πόλις ἡ Χίων R: ἅμα μὲν ὡς Χίων διὰ μαλακίαν εὐ‐ ρυπρώκτων ὄντων καὶ ἑτοίμων πρὸς τὸ ἀποπατεῖν, ἅμα δὲ ὡς ἐκ πάσης προ‐ φάσεως τῶν Ἀθηναίων συκοφαν‐ τούντων καὶ ζημιούντων τὰς πόλεις καὶ λεγόντων· ὅτι Χῖος ἦν ὁ ἀποπατῶν, καὶ διὰ τοῦτο ὁ κάνθαρος ἔπεσεν ἐπὶ τὴν ὀσμήν. ἢ μᾶλλον αὐτοὺς κωμῳδεῖ διὰ τὸ ὑπονοεῖν αὐτοὺς ἀποστήσεσθαι τῶν Ἀθηναίων. RV

### book 171a beta

ἡ πόλις ἡ Χίων: τοῦτο ὡς †ἐκ παροιμίας† τῶν Ἀθηναίων ἐκ 〈πάσησ〉 προφάσεως συκοφαν‐ τούντων καὶ ζημιούντων τὰς πόλεις καὶ λεγόντων· ὅτι Χῖος ἦν ὁ ἀπ〈οπ〉ατῶν, καὶ διὰ τοῦτο ὁ κάν‐ θαρος ἔπεσεν ἐπὶ τὴν ὀσμήν. κωμῳδεῖ δὲ Χίους ὡς εὐρυπρώκτους ὄντας καὶ ἑτοίμους εἰς τὸ ἀποπατεῖν. Lh

### book 171b

τούτους ὡς ἀκρασίαν μαλακίας ἔχοντας σκώπτει. καὶ οἱ πάντες δὲ Ἴωνες τοιοῦτοί εἰσιν, οἱ δὲ Χῖοι ἐξαιρέτως. V

### book 172

〈 〉 Lh

### book 173a

διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους τριμέτρους ρκϛʹ, ὧν τὸ τελευταῖον καὶ νησιώτας· δεῦρ’ ἴτ’ ὦ πάντες λεώ. ἐπ’ ἐνίοις δὲ ἀντιγράφοις μετὰ στίχους ναʹ ἐστὶ κωλάριον τόδε τί φησι; καὶ μετ’ ἄλλους ληʹ τόδε ἰὴ ἰή. V

### book 173b

※ Lh

### book 174a

ὦ μηχανοποιέ Lh: πρὸς τὸν ἐν τῷ θεάτρῳ μηχανοποιόν φησιν. RVbisLhbis

### book 174b

προσέχετε τὸν νοῦν Lh: τουτέστιν ἀλήθειαν λέξω, ἐπεὶ τὰ πρῶτα διασύρων δοκεῖ τὸν Βελλεροφόντην. VLh

### book 175a alpha

γρ. καὶ πνεῦμα. R

### book 175a beta

πνεῦμα] γρ. καὶ πρᾶγμα. V

### book 175b

λέγει τὴν γαστέρα. RV

### book 176

χορτάσω] ἀποπατήσας δηλονότι. V

### book 180a

πόθεν βροτοῦ LhAld με Lh: κορωνὶς καὶ εἴσθεσις ἀμοιβαία. LhAld

### book 180a alpha

οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμε‐ τροι ἀκατάληκτοι νϛʹ, ὧν τελευταῖος καὐτὸς θυείας φθέγμα πο‐ λεμιστηρίας. Lh

### book 180a beta

〈ἐξ ἰαμβείων νϛʹ.〉 Ald

### book 180a

ἐπὶ τῷ τέλει κορωνίς. LhAld

### book 180b

πόθεν βροτοῦ με: ἀντὶ τοῦ “αἴσθησις ἀνθρώπου εἰσελήλυθεν”. V

### book 180c alpha

λείπει ὀσμὴ ἢ φωνή. R

### book 180c beta

〈ἢ ὀσμὴ ἢ φωνή. ἐλλειπτικῶς κα‐ τὰ τοὺς Ἀττικούς.〉 Ald

### book 180d

ὁ Ἑρμῆς ἐστιν ὁ ταῦτα λέγων ἤδη Τρυγαίου προσπεπελακότος τῷ οὐρανῷ. V

### book 180e

ὦναξ Ἡράκλεις R: θεασάμενος τὸν κάνθαρον ὁ Ἑρμῆς καὶ ἐκπλαγείς φησι τὸ “ἄναξ Ἡράκλεις”. RV

### book 181

ἔπαιξε παρὰ τὸ ἱπποκένταυρος. RV

### book 185

τοῦτο μάλιστα μὲν πρὸς τὸ ὑπὸ τοῦ Ἑρμοῦ εἰρημένον “ὦ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε” δοκεῖ †ἐξ ἐκείνων† λελέχθαι, τὸ δὲ ἀληθὲς τὴν ἀφορμὴν ἐκ τοῦ Σκείρωνος παρ’ Ἐπιχάρμου ἔχει, ἐπεὶ κἀκεῖνος πεποίηκε τὸν φορμὸν ἐρωτηθέντα “τίς ἐστι μήτηρ;” ἀποκρινόμενον· ὅτι “σηκίς”, καὶ “τίς ἐστι πατήρ;” εἰπόντα· “σηκίς”, καὶ “τίς ἀδελφός;” ὁμοίως “σηκίς”. ἀλλ’ ἐκεῖνος μὲν ἔδοξε πρὸς τὸ ἐρωτώμενον τὸ ἑξῆς ἀποκρίνεσθαι· ἔστι γάρ τις τοῖς φορμοῖς συγγένεια πρὸς τὰς σηκίδας. ἐνταῦθα δὲ οὐκέτι κατὰ τὸ συγγενὲς οὗτος ἀπεκρίθη. V

### book 187

μιαρώτατος] πρὸς ἃ εἶπεν αὐτῷ καὶ αὐτὸς ἀποκρίνεται. V

### book 188

ὅπως οὐκ ἀποθανεῖ] διασύρει αὐτόν. V

### book 190

Τρυγαῖος RVLh ἀθμονεὺς RLh: τὸ μὲν ὄνομα VLh Τρυγαῖος V παρὰ τὸ τρυγᾶν πεποίηται ἁρμόζον γεωργῷ, τὸ δὲ “ἀθμονεὺς” ἀπὸ δήμου ἀττικοῦ. RVLh οἱ δὲ τῆς Ἀτταλίδος φυλῆς, οἱ δὲ τῆς Κεκροπίδος. V

### book 191

οὐδ’ ἐραστὴς πραγμάτων R: ἐδόκουν γὰρ οἱ γεωργοί, καὶ μάλιστα οἱ δεξιοί, ἀπραγμοσύνην ἀσπάζεσθαι. RVLh

### book 192

τὰ κρέα ταυτί σοι φέρων R: ὅτι RVLh καὶ Lh κατὰ συστολὴν ἔλεγον, οὐ μόνον, RVLh ὥς φασί τινες, RV ἐν ἐκτάσει RVLh τὰ κρέα. Lh ὡς πρὸς λίχνον δὲ τὸν Ἑρμῆν ταῦτα λέγει. RVLh

### book 193a alpha

ὦ δειλακρίων RLh: ἀπὸ τῶν κρεῶν. RVbisLh

### book 193a beta

συνέπλεξε τοῖς κρέασι τὸ δειλόν. V

### book 193b

συνῆψε τὸ ὄνομα RVLh οἷον “ὦ RV ἄκρως δειλέ” ἤγουν RVLh ὦ VLh ἐπίπονε. RVLh

### book 193c

ἰδὼν γὰρ τὰ κρέα VLh καὶ λαβὼν αὐτὰ V εὐθὺς VLh κατέκλασται, καὶ τὴν ὀργὴν μεταβαλλόμενος V ἐλεεῖ αὐτόν. VLh

### book 193d

〈δειλακρίων: ὁ Ἑρμῆς ἐλέγετο ὡς λίχνος· κρεαδίων γὰρ ἐπιδεικνυ‐ μένων αὐτῷ κατήρχετο αὐτίκα.〉 Su. II 29, 14

### book 193e

ὦ γλίσχρων RLh: “γλίσχρων” R ἀντὶ τοῦ “ἐπιθυμητά” RVLhbis ἀπὸ τοῦ γλίχεσθαι. RVLh

### book 193f

γλίσχρωνας τοὺς ἀτυχεῖς εἰώθασι λέγειν, καὶ γλισχρίαν τὴν ἀτυχίαν. νῦν δὲ ἀντὶ τοῦ VLh “ὦ V ἐπίπονε”. VLh

### book 194

ὅτι φιλοτίμως εἰς τὸν οὐρανὸν ἀνέβην. RLh

### book 195a

νυν] δή. Lh

### book 195b

ἰὴ ἰὴ ἰή: τὸ μῆκος σημαίνων τοῦτό φησιν. πρόσφθεγμα δέ ἐστι καταφρο‐ νοῦντος. RLh

### book 196

ὅτ’ οὐδὲ μέλλεις R: οὐ μόνον, φησίν, οὐκ εἶ πλησίον τῶν θεῶν, ἀλλ’ οὐδὲ μέλλεις. RV μετῴκησαν γάρ, RVLh φησίν. ὅθεν; V δι’ ὑμᾶς, RVLh ὅτι οὐ βλέπετε εἰρήνην. V

### book 198

ἰδοὺ γῆς R: χλευάζων φησίν. RVLh ὅτι εἶπε “ποῖ γῆς;” RV ὡς Lh ἐν οὐρανῷ αὐτῶν οἰκούντων. RVLh

### book 199a

τινές φασι κύτταρον τὸ ὑψηλότατον τοῦ οὐρανοῦ. λέγουσι γὰρ κοῖλον εἶναι τὸν οὐρανὸν ὥσπερ τοῦ ᾠοῦ τὴν λεπίδα. RV

### book 199b

τὸν κύτταρον Lh: Λυκόφρονά φησιν Ἐρατοσθένης τὸ κύτταρον λέγειν ἐν ᾧ αἱ φηγοὶ ἐγκάθηνται, οὐκ ὀρθῶς. V κυττάρους γὰρ καλοῦσι τὰς τῶν κηρίων καὶ σφηκίων κατατρήσεις, VLh ὡς καὶ ἐν τοῖς Σφηξὶν εἴρηκεν ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι. Θεόφραστος δὲ κυρίως λέγει προάνθησίν τινα τῆς πεύκης καὶ τῆς πίτυος, ἥτις ἐστὶν ὥσπερ στάχυς μικρὸς ἐκ μεγάλων πυρῶν, ξηραινόμενος δὲ θυλακοῦται καὶ ἀποπί‐ πτει. οἷον οὖν ἀγγειῶδες. V

### book 199b alpha

“κύτταρον” δὲ “οὐρανοῦ” λέ‐ γοι ἂν νυνὶ μεταφορικῶς τὸ κοιλότατον καὶ μυχαίτατον· V

### book 199b beta

μεταφορικῶς δὲ τὸ κοιλότατον καὶ μυχαίτατον εἶπε τοῦ οὐρανοῦ. Lh

### book 199b

προεῖπε γάρ, ὅτι πόρρω πάνυ ἀπῳκισμένοι εἰσὶν οἱ θεοί. V ὁ δὲ λόγος· εἰς τὰ ἔσχατα καὶ ἀπόκρυφα μέρη VLh ἀπεληλύθασι V τοῦ οὐρανοῦ. VLh

### book 201

τὰ λοιπὰ τηρῶ R: καὶ ταῦτα γελοίου χάριν, RVLh καὶ ἐπιδιασύρων VLh ταῦτά V φησιν. VLh μέγας γὰρ δὴ πλοῦτος, εἰ ἐν σκευαρίοις ἐστὶ τοῖς θεοῖς ἡ περιουσία. RV

### book 202

ἀμφορεῖς RVLh ἐκάλουν RV τὰ μέτρα. RVLh

### book 205

205] ὅπου ᾤκουν πρότερον καὶ διέτριβον οἱ θεοί, κατῴκισαν τὸν Πόλε‐ μον. Lh

### book 206

ὑμᾶς παραδόντες: τῷ Πολέμῳ δηλονότι. R

### book 207a

ἀνῳκίσανθ’: ἀντὶ τοῦ Lh “ἀπῳκίσαντο καὶ ἀνεχώρησαν”, ὡς ἂν μὴ παρεῖεν αὐτοῖς τὰ δυσχερῆ. VLh

### book 207b

ὅπως ἀνωτάτω R: ἀντὶ τοῦ “ἁπάντων ἀνωτάτω”. RLh

### book 207c

ἀντὶ τοῦ R “ὅσον δυνατὸν ἦν”. RLh

### book 210

τοῦ δ’ εἵνεχ’ ἡμᾶς] τίνος χάριν καθ’ ἡμῶν τοσαύτην ἔσχον ὀργήν. Lh

### book 211a

ἐκ πολλῶν μὲν καὶ ἄλλων δῆλον, ὅτι παρὰ τὸν πελοποννησιακὸν πόλεμον συνετάχθη τοῦτο τῷ ποιητῇ τὸ δρᾶμα· δῆλον δὲ μάλιστα τοῦτο πεποίηκε νῦν φανερῶς τοῦ πολέμου τούτου μνημονεύσας. V

### book 211b

ἐκείνων πολλάκις: τῶν θεῶν ἢ Lh τῶν Λακεδαιμονίων. RLh ὅτι πολλάκις Λακεδαιμόνιοι βουλόμενοι εἰρηνεῦσαι ἦλθον, καὶ οὐκ ἐδέξασθε αὐτούς. Lh

### book 211-212a

τῶν θεῶν πρυτανευόντων ὑμῖν τὴν εἰρήνην ἀεί. VLh

### book 211-212b

σφόδρα ὁμηρικῶς τῶν μὲν ἀγαθῶν καὶ τῆς εἰρήνης δοτῆράς φησι τοὺς θεούς, τοῦ δὲ πολέμου οὐκέτι· οἷον δὴ νῦν βροτοὶ θεοὺς αἰτιῶνται. ἐξ ἡμέων γάρ φασι κάκ’ ἔμμεναι· οἱ δὲ καὶ αὐτοὶ σφῇσιν †αὐτα†. V

### book 211-212c

ἐπειδὴ ἐν ταῖς σπονδαῖς ἐπιμαρτύρονται τοὺς θεούς. RV

### book 212alpha

οἱ Λακωνικοί: ὡς φιλο‐ πολέμων ὄντων τῶν Λακώνων καὶ τὴν εἰρήνην οὐ προσιεμένων πρῶτον ἐμνήσθη. Lh

### book 212beta

χρησίμως τῶν Λακώνων πρῶτον εἰς ἀδικίαν ἐμνημόνευσεν ὡς φιλοπο‐ λέμων ὄντων ἐκείνων ἀεὶ καὶ τὴν εἰρήνην οὐ προσιεμένων. V

### book 212

εἰ γὰρ ἔτυχε τοὺς Ἀθηναίους προτάξας, πρῶτον μὲν εὐθὺς ἀπήχθετο τοῖς ἀκούου‐ σιν, ἔπειτα διαβολὴν ἂν ἀπειργάσατο κατὰ τῆς πόλεως οὐ τὴν τυχοῦσαν. καὶ γὰρ εἰ μετὰ ταῦτα μνημονεύει καὶ τῶν Ἀθηναίων ὡς καὶ αὐτῶν ἀποπεμπομένων τὴν εἰρήνην, ὁπότε κρατήσειαν, ἀλλ’ οὖν ἥττων ἡ διαβολὴ μάλιστα τῷ τὸν πρῶτον λόγον λεχθέντα τῶν ἀκουόντων πλήττειν τὰς ἀκοάς. ἔπειτα τὸ ἀμύνεσθαι τοῖς ἴσοις τοὺς προηδικηκότας συγγνωστὸν παρὰ πᾶσι κἀν τούτῳ τὴν αἰτίαν δικαίως ἀποφερομένων τῶν προηδικηκότων. τὸ αὐτὸ δὲ δηλοῖ καὶ τὸ “Θουκυδίδης συνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων”, ἵνα αὐτῶν μᾶλλον τὸ ἔργον ᾖ. V

### book 213

ἀντὶ τοῦ “τοιοῦτό τι ἔλεγον”. V

### book 214a

ναὶ τὼ σιὼ RLh: οὕτω VLh τοὺς Διοσκούρους οἱ Λακεδαιμόνιοι σιοὺς ἔλεγον, ὡς Ἀθηναῖοι θεὼ Δήμητραν καὶ Περσεφόνην. RVLh ἔθος δὲ τοῖς Λακεδαιμονίοις ἐπὶ τοῦ “νὴ τὼ θεώ” τρέπειν τὸ θ εἰς τὸ ς καὶ τὸ ε εἰς τὸ ι. RV

### book 214b

νῦν ἀττικίων Lh: εἰ οἱ Λακεδαιμόνιοι μικρὸν ἐν τῇ μάχῃ κρατήσωσιν, εὐθέως λέγουσι· μὰ τοὺς θεούς, νῦν δώσουσιν VLh οἱ Ἀθηναῖοι Lh δίκας. VLh

### book 214b alpha

καὶ πάλιν ἐὰν οἱ Ἀθηναῖοι νική‐ σωσιν, εἶτα Λακεδαιμόνιοι ἔλθωσιν εἰρήνην ποιῆσαι βουλόμενοι, εὐθέως ἀντιλέγουσιν V

### book 214b beta

εἰ δ’ Ἀθηναῖοι νικήσουσιν, εὐθέως ἀντιφθέγξονται †Λάκωνες†· καὶ εἰ ἔλθωσι μετὰ τὴν ἧτταν εἰρήνην ζη‐ τοῦντες οἱ Λακεδαιμόνιοι, λέγουσιν Lh

### book 214b

Ἀθηναῖοι· ἐξαπατῆσαι ἡμᾶς βούλονται, ἵνα ποιήσωμεν εἰρήνην, ἐπεὶ νικῶμεν· VLh διὸ οὐ δεῖ πεισθῆναι ἡμᾶς. V

### book 214c

οὕτως ἔλεγον ἐνυβρίζοντες καὶ εὐτελίζοντες καὶ εἰς ἧττον φέροντες ὑποκοριστικῶς τοὺς Ἀθηναίους ἐν τῷ ὀνόματι, ἐν ᾧ καὶ Ἴωνες ἔγκεινται. V

### book 215a

παίζει· ἐπειδὴ εἶπεν ἄνω “Λακωνικοί” ὑποκοριστικῶς, διὰ τοῦτο καὶ “Ἁττωνικοί”. V

### book 218

ἐχρῆν μᾶλλον αὐτοὺς τὴν πάτριον ὀμόσαι, λέγω δὲ τὴν Ἀθηνᾶν· καὶ 〈γὰρ〉 τοὺς Πελοποννησίους τοὺς πατρίους αὐτῶν ἐποίησεν ὀμόσαντας θεούς. πλήν, εἰδέναι δεῖ, διὰ τοῦτο πεποίηκεν ὀμνύντας αὐτοὺς 〈τὸν Δία〉, διὰ τὸ αὔξειν καὶ ἀποσεμνύνειν τὰ τῶν Ἀθηναίων πράγματα καὶ ἐν τούτῳ ἐπαίρων τοὺς Ἀθη‐ ναίους, ὡς οὐκ Ἀθηνᾷ μόνῃ χρήσαιντο συμμάχῳ, ἀλλὰ καὶ Διί. V

### book 219a

σκώπτει τὸ ὑπερήφανον 〈τῶν〉 Ἀθηναίων. Lh

### book 219b alpha

ἥξουσι καὖθις: ἐὰν “πόλιν” γράφηται, λέγει· ὅτι πάλιν ἥξουσι δεόμενοι τῆς εἰρήνης τυχεῖν οἱ Λακεδαιμόνιοι, ἐὰν ἔχωμεν ἀσφαλῶς τὴν πόλιν. ἄδηλον δέ, ποίαν πόλιν λέ‐ γει, τὴν Λακεδαιμονίων ἢ τὰς Ἀθή‐ νας. ἐὰν δὲ γράφηται “Πύλον”, ἀλη‐ θείας μᾶλλον ἔχεται R

### book 219b beta

οἱ μὲν πολλοὶ ταύτην ἐξέλαβον τὴν ἀνάγνωσιν, ἵν’ ᾖ δηλούμενον “καὶ πά‐ λιν ἥξουσι τῆς εἰρήνης δεόμενοι τυχεῖν οἱ Λακεδαιμόνιοι, ἐὰν ἀσφαλῶς κατ‐ έχωμεν τὴν πόλιν”. ἔστι δὲ ἀμφίβολος ἡ ἐξήγησις αὕτη, ποίαν πόλιν βούλε‐ ται, πότερον τῶν Λακεδαιμονίων ἢ τὰς Ἀθήνας. ἐν ἀντιγράφῳ δὲ εὗρόν ποτε “ἢν ἔχωμεν τὴν Πύλον”, καὶ οὐκ ἄκαιρος αὕτη ἡ γραφή, ἐπεὶ καὶ ἀλη‐ θείας ἔχεται κατὰ πάντα, καὶ V

### book 219b

διὰ τοὺς ληφθέντας τριακοσίους ἐν Σφακτηρίᾳ καὶ διὰ τὸ ἐπιτείχισμα, ὅπερ Ἀθηναῖοι κατέστησαν ἐν Πύλῳ, καὶ ὅτι ληφθείσης αὐτῆς περὶ εἰρήνης πρῶτοι Λακεδαιμόνιοι πρὸς Ἀθηναίους ἐπρέσβευσαν. RV

### book 219c

οὐχ ὡς ὡρισμένην τινὰ πόλιν, ἀλλ’ ὡς, ἐπειδὰν πόλιν τινὰ τῶν Πελο‐ ποννησίων προσκείμενοι πιέζωσι, ταῦτα λεγόντων αὐτῶν. V

### book 220

ἡμεδαπὸς: ἀντὶ τοῦ “ἡμέτερος”. R

### book 224

ἔστι τι καὶ ἄντρον ἐπὶ τῆς σκηνῆς. RV

### book 225a

ἐπέβαλεν, ἐπεσώρευσεν. ὅπλον γὰρ πολέμου καὶ ὁ λίθος. R

### book 225b

καὶ λίθους. V

### book 228

θυείαν: ἀγγεῖον εἰς ὃ ἐμβάλλοντές τινα τρίβομεν καὶ λειοῦμεν. R

### book 231a

τρίβειν RLh: ἀντὶ τοῦ “ἐν πολέμῳ βούλεται τὰς πόλεις ἐπὶ πολὺ διατρίβειν”. RVLh

### book 231b

ἅμα μὲν παρὰ τὸ τρίβειν ἐν θυείᾳ μυττωτόν, ἅμα δὲ παρὰ τὸ ἐπιτρίβειν RVLh καὶ RV ὥσπερ αὐτοὺς V δαπανᾶν. RV

### book 232

καὶ γὰρ ἐξορμᾶν κατ’ ἐμὴν γνώμην, καὶ ὡς οἴομαι, ἑτοίμως ἔχει. εἰώθασι γὰρ καὶ πληθυντικῶς τῇ συντάξει κεχρῆσθαι ταύτῃ· καὶ γὰρ ἐξιέναι μέλλει κατὰ γνώμας τὰς ἐμάς. V

### book 234

φέρ’ αὐτὸν ἀποδρῶ R: νοεῖν δεῖ τὸν Τρυγαῖον ἀπὸ τοῦ κανθάρου ἀποβεβηκότα ἐπὶ τῆς σκηνῆς. RV

### book 235a alpha

θυείας: ἀντὶ τοῦ “σάλ‐ πιγγος”. R

### book 235a beta

θυείας φθέγμα: ἀντὶ τοῦ εἰπεῖν “σάλπιγγος” “θυείας” εἶπεν. Lh

### book 235b

Lh

### book 236a

ἰὼ βροτοὶ LhAld βροτοὶ Lh: κορωνὶς ἑτέρα ἑτέρων ὑποκριτῶν εἰσι‐ όντων. οἱ δὲ στίχοι LhAld

### book 236a alpha

εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκα‐ τάληκτοι ξγʹ. καὶ ἐν ἐκθέσει ἕτεροι δύο τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ ὅμοιοι τοῖς ἑξῆς, ὧν τελευταῖος νῦν γὰρ ἡμῖν ἁρπάσαι πάρεστιν ἀγαθοῦ δαίμονος. Lh

### book 236a beta

〈ὅμοιοι τοῖς προφθάσασι ξγʹ. καὶ ἐν ἐκθέσει τροχαϊκοὶ τοῖς ἑξῆς ὅμοιοι δύο.〉 Ald

### book 236a

ἐπὶ τῷ τέλει κορωνὶς ἐξιόντων τῶν ὑποκριτῶν. LhAld

### book 236b

ἰὼ βροτοὶ: ὁ Πόλεμος ἐξέρχεται θέλων τρῖψαι μυττωτόν. σκευὴ δὲ αὕτη ἐκ τυροῦ καὶ σκορόδου καὶ μέλιτος RV καὶ πράσου. V

### book 236c

τινές φασι τὸν Δία ταῦτα λέγειν. V

### book 237a

τὰς γνάθους R: ἢ τριβόμενοι ἐν τῇ θυείᾳ ἢ τὸν μυττωτὸν ἐσθίοντες, ὃν τρίβειν παρασκευάζεται ὁ Πόλεμος. RV

### book 237b

ἐπειδὴ ἀπὸ τοῦ δικαστηρίου ἐσθίουσιν, RV πολέμου δὲ ὄντος ἀργεῖ τὰ δικαστήρια. †λέγει οὖν ἀντὶ τοῦ εἰπεῖν†. V

### book 237c

λιμώττοντες. V

### book 237d

διὰ τὸν πόλεμον τοῦτό φησιν· ἐν γὰρ τῷ πολέμῳ λιμώττουσι καὶ διὰ χρόνου ἐσθίουσι, καὶ συμβαίνει ἐκ τῆς ἀργίας τοῦ μὴ ἐσθίειν πάσχειν αὐτοὺς τὰς γνάθους ὕστερον ἐσθίοντας. V

### book 240

ταῦτά φησι θεασάμενος τὸν Πόλεμον μείζονα τὴν ὑπόνοιαν ἔχοντα τῆς πείρας τῆς διὰ τῆς ὄψεως. RVLh

### book 241a

〈ταλαύρινος: ὑπομονητικός, καρτερικὸς ἐν τῇ μάχῃ.〉 Ald

### book 241b

ὁ κατὰ τοῖν σκελοῖν] συμβολικὸν ἀπὸ τῶν διὰ δειλίαν ἀποτιλώντων. RV

### book 242a

ἰὼ R Πρασιαὶ RV: πόλις λακωνική. ἅμα δὲ πράσον ἐμβάλλων ταῦτά φησιν. RVLh ἔστι δὲ καὶ τῆς Ἀττικῆς ἐπίνειον, ὥς φησι Θουκυδίδης καὶ Φιλόχορος, μήποτε δὲ οὐχ οὕτως ἔχον· οὐκ ἂν γὰρ ἔλεγεν ἑξῆς· οὐδὲν πρὸς ἡμᾶς αἱ Πρασιαί. V

### book 242b

πεντάκις] ἀντὶ τοῦ “πολλάκις”. V

### book 244

τουτὶ μὲν ἄνδρες R οὐδὲν ἡμῖν πρᾶγμα Lh: πρὸς τὴν ὁμωνυμίαν φησὶ τῶν ἐν τῇ Λακωνικῇ Πρασιῶν, ὅτι ἡμεῖς τοῦ κακοῦ τούτου ἀλλότριοί ἐσμεν. RLh

### book 246a alpha

ὦ Μέγαρα R: ἅμα ταῦ‐ τα λέγων ὁ Πόλεμος RVLh καὶ Lh σκόροδα βάλλει εἰς τὴν θυείαν, ὅθεν καὶ τὸ ἑξῆς οἰκείως ἐπάγεται RVLh, τὸ Lh ἁπαξάπαντα RVLh κατα‐ μεμυττωτευμένα. VLh

### book 246a beta

ὦ Μέγαρα: σκόροδα ἐμβάλλων ταῦτα λέγει. VLh

### book 246b

ὡς ἐπιτετρίψεσθ’ R: ἡ μεγαρικὴ γῆ σκοροδοφόρος· σύμμαχοι δὲ Λακεδαιμονίων Μεγαρεῖς. καὶ ὅτι πᾶσα ἡ τοῦ πολέμου πρόφασις δι’ αὐτοὺς δοκεῖ γεγονέναι RVLh χάριν τοῦ τὸ πινάκιον συνθέντος τὸ κατ’ αὐτῶν εἰς τὴν Περι‐ κλέους χάριν, ὥστε μήτε γῆς μήτε λιμένων ἀττικῶν ἐπιβαίνειν τοὺς Μεγαρεῖς. εἰκότως οὖν εἰς τὸ κεχαρισμένον τοῖς Ἀθηναίοις τοὺς τούτων ἐχθροὺς παρεισάγει ἐκ τοῦ πολέμου συντριβομένους εἰς τέλεον. VLh

### book 248

βαβαὶ βαβαιὰξ R: σχετλιαστικὰ ἀντὶ τοῦ “φεῦ RVLh φεῦ”. RV

### book 249a alpha

δέον εἰπεῖν “τὰ σκόρο‐ δα” παρ’ ὑπόνοιαν εἶπε “τὰ κλαύμα‐ τα”. RV

### book 249a beta

κλαύματα] ἤγουν σκόροδα· παρ’ ὑπόνοιαν. Lh

### book 249b

τὰ V κλαύματα VLh: ἀντὶ τοῦ RVLh “τὰ RV σκόροδα”. τοῖς γὰρ ἐσθίουσι RVLh τὰ RV σκόροδα δάκρυα ἔπεισι διὰ τὴν δριμύτητα. RVLh διό φησιν “ὡς δριμέα τοῖσι Μεγαρεῦσιν”. V

### book 249c

οὕτω εἶπε προσκαταρώμενος. V

### book 250a

Σικελία R: ταῦτα πάντα παρεπιγραφή ἐστιν. RV

### book 250b

ἰὼ Σικελία Lh: τυρὸν ἐμβαλὼν Σικελίας μέμνηται· πολὺς γὰρ ἐκεῖ τυρός. οὐκ ἄδηλον δέ, ὅτι καὶ ταύτης τὸ πλέον μέρος πολέμιον ἦν τοῖς Ἀθηναίοις. ἔνθα καὶ τὴν μεγάλην ἐδυστύχησαν ἧτταν. RVLh

### book 251a

ὅτι πόλιν εἶπε τὴν Σικελίαν νῆσον οὖσαν. καὶ Ὅμηρος πολλάκις τὰς νήσους πόλεις καλεῖ, ὡς τὸ Λῆμνον δ’ εἰσαφίκανε πόλιν θείοιο Θόαντος. καὶ Πίνδαρος δὲ περὶ τῆς Αἰγίνης ἁ μὲν πολλάκις Αἰακιδᾶν. καὶ Εὐριπίδης Εὔβοι’ Ἀθήναις ἐστὶ γείτων πόλις. V

### book 251b

ἀντὶ τοῦ R “διαφθαρήσεται”. διακναίειν δέ ἐστι κυρίως τὸ ξύειν RVLh τὸν Lh τυρὸν τῇ κνήστει. RVLh

### book 251c

διακναισθήσεται Lh: ὡς ἐπὶ τυροῦ VLh

### book 251c alpha

τοῦτο. Lh

### book 251c beta

ὁ Ἀριστοφάνης τῇ λέξει ἐχρή‐ σατο. V

### book 251c

καὶ Ὅμηρος ἐπὶ δ’ αἴγειον κνῆ τυρὸν VLh κνήστι χαλκείῃ. V

### book 251d

δεῖ νοεῖν, ὅτι πάλιν ἐνταῦθα τυρὸν ἐπιξύων καὶ εἰς τὴν θυείαν ἐμβάλλων ταῦτα λέγει. V

### book 252a alpha

φέρ’ ἐπιχέω καὶ τὸ μέλι: χαριζόμενος Ἀθηναίοις τὸ μέλι τούτοις προσένειμεν. ὅσῳ γὰρ καὶ τῶν σκορόδων καὶ τῶν πράσων καὶ τοῦ τυροῦ τὸ μέλι τιμιώτερον, R

### book 252a beta

φέρ’ ἐπιχέω Lh: εὐφυέστατα V χαρίζεται τοῖς Ἀθηναίοις, VLh σεμ‐ νολογῶν τὰ κατ’ αὐτούς. V ὅσῳ γὰρ τὸ μέλι τιμιώτερον τῶν σκορόδων καὶ τῶν πράσων, VLh

### book 252a

τοσούτῳ ἀμείνων καὶ ἡ τοῦτο γεωργοῦσα γῆ. RVLh

### book 252b

εἰπὼν τοῦτο RVLh ὁ Πόλεμος RV τὸ μέλι εἰς τὴν θυείαν βάλλει. RVLh

### book 252c

θέασαι, ὅτι καὶ ἡμεῖς εὐφυῶς, εἴγε μὴ σφαλῶμεν, παρετηρήσαμεν ἐν τοῖς προλαβοῦσι τὴν ἐξήγησιν, εἴγε μειοῦν μὲν ἐν πάντι σπουδάζει τὰ λακωνικά, αὔξειν δὲ τὰ ἀττικά. ἀμέλει κἀνταῦθα ποιῶν τοῦτο φαίνεται. διὸ τοῖς τε Λακεδαιμονίοις καὶ τοῖς ἐκείνων συμμάχοις ἐπαρώμενός τι φαῦλον, οἷον ἐπὶ μὲν τῶν Πρασιῶν ἰὼ Πρασιαὶ τρισάθλιαι καὶ πεντάκις καὶ πολλάκις, ὡς ἀπολεῖσθε τήμερον καὶ ἐπὶ τῶν Μεγάρων ὡς ἐπιτρίψεσθαι αὐτίκα καὶ ἰὼ Σικελία καὶ σὺ δὲ ὡς ἀπόλλυσαι καὶ οἵα πόλις τάλαινα διακναισθήσεται, ὁπότε περὶ Ἀθηνῶν δὲ λέγει, μηδὲν δυσχερὲς μηδὲ βλάσφημον ἐπήγαγέν τι, ὁποῖον περὶ ἐκείνων φαμὲν εἰρηκέναι. V

### book 253

ἐν πολλοῖς κεῖται τὸ “σοί”. τάχα δὲ οὐκ ὤφελε διὰ τὸ μέτρον θεῖναι· εἰ μὴ ἄρα τὴν αι κοινὴν λάβωμεν. V

### book 254a

ἀντὶ τοῦ V “πολυτίμητον”. RVLh οὕτω δὲ λέγουσι τὸ τετρωβολιαῖον, τουτέστι τὸ τετρωβόλου πωλούμενον. VLh

### book 254b

ἅμα “φείδου”, φησί, “τῶν ἀττικῶν κατὰ πόλεμον”. V

### book 254c

οἷον V φειδώ τινα καὶ πρόνοιαν ποιοῦ τοῦ ἀττικοῦ. VLh

### book 254d

τουτέστι συντήρει καὶ διαφύλαττε τὸ ἀττικόν. οὐκ ὀκνεῖ γάρ, εἰ δεῖ, καὶ δεῖσθαι ὑπὲρ αὐτοῦ τοῦ θεοῦ. V

### book 256

παρεπιγραφή· ἅμα γὰρ τῷ εἰπεῖν δίδωσιν αὐτῷ VLh τὸν V κόνδυλον. VLh

### book 258

258] ἠστειεύσατο V διὰ τὸ δριμὺ RV τῆς πληγῆς καὶ τῶν σκορόδων. V

### book 259

ἀλετρίβανον] οἱ μὲν δασέως παρὰ τὸ τοὺς ἅλας τρίβειν, οἱ δὲ ψιλῶς παρὰ τὸ ἀλεῖν. V

### book 260

συμβαίνει γὰρ τοῖς νεωστὶ εἰσῳκισμένοις μὴ εὐπορεῖν RVLh πάντων RV τῶν ἀναγκαίων. RVLh

### book 261

οὐκοῦν παρ’ Ἀθηναίων RLh: πάλιν λεληθότως σεμνολογεῖ τοὺς Ἀθηναίους ὡς αὐτόχθονας RVLh καὶ γηγενεῖς VLh ἐκ τοῦ εὑρίσκεσθαι παρ’ αὐτοῖς τὰ τῶν πάλαι εἰσῳκισμένων, RVLh ὧν ἠπόρουν οἱ νεωστὶ εἰσῳκισμένοι. RV

### book 263

πόνηρ’ ἀνθρώπια Lh: ὑποκοριστικῶς τοῦτο πρὸς τὴν παροῦσαν συμ‐ φορὰν VLh μειῶν αὐτούς. V

### book 267alpha

ὡς οἰκείῳ θεῷ τῆς Ἀτ‐ τικῆς εὔχεται τῷ Διονύσῳ. R

### book 267beta

ἀλλ’ ὦ Διόνυς’ Lh: ὡς οἰκείῳ θεῷ εὔχεται τῆς Ἀττικῆς καὶ κυρίῳ τῶν ἐν τῷ θεάτρῳ καὶ τῶν ἐν τῇ εἰρήνῃ ἀγομένων. VLh

### book 268a

τὸ δεῖνα] διὰ τούτου τὸ ῥηθησόμενον ἀηδὲς ἐκφεύγει εὐθέως λέγειν. V

### book 268b

τὸ δεῖνα γὰρ ἀπόλωλ’ Lh: ὅτε τι δυσχερὲς μέλλομεν λέγειν, εἰώθαμεν τοῦτο προτάσσειν ὡς μὴ εὐθυρρημονοῦντες. VLh

### book 269

Κράτης παρατηρεῖν ἀξιοῖ πρὸς τοὺς λέγοντας, ὅτι ὁ μὲν δοῖδυξ ἀττικός, ὁ δὲ 〈ἀλε〉τρίβανος ἀσιανός, καὶ σκυτοδέψης μὲν ἀττικός, βυρσοδέψης δὲ ἀσιανός. V

### book 270a

ὁ βυρσοπώλης R: ὅτι μετὰ τὴν Κλέωνος τελευτὴν εἰσῆκται τὸ δρᾶμα· ἤδη γὰρ τεθνήκει. RV

### book 270b alpha

τοῦτο αἰνίττεται πρὸς τὸν Κλέωνα. V

### book 270b beta

τοῦτο διὰ τὸν Κλέωνα. Lh

### book 270c

ἐκύκα] ἐτάραττε, VLh ἐπολεμοποίει. V

### book 271a

εὖ γ’ ὦ δέσποινα R: τὸ ἑξῆς· εὖ γε ποιῶν ἀπώλετο ἐκεῖνος, εἴπερ πρὸ τοῦ ἀπολέσαι τὰ πράγματα ἡμῶν ἀπώλετο. RVLh

### book 271b

οὕτως τὴν θεόν, τὰς δὲ γυναῖκας Ἀττικάς· ἵνα μὴ ὁμωνύμως. VLh

### book 271c

ταύτῃ εὔχεται, ὅτι τῶν Ἀθηναίων VLh ἱερὰ V ἡ θεός. VLh

### book 272

κἀν δέοντι τῇ πόλει: τῷ χρησίμῳ τῇ πόλει. R

### book 273a

ἢ πρίν γε τὸν μυττωτὸν Lh: ἀντὶ τοῦ “πρὶν ἡμῖν τὸν πόλεμον ἐγεῖραι”. RVLh

### book 273b

〈τουτέστι πρὶν ταράξαι ἡμᾶς.〉 Su. II 272, 11

### book 273c alpha

ὡς αἴτιον αὐτὸν τοῦ πολέμου διαβάλλει, RV ὡς καὶ Θου‐ κυδίδης ἱστορεῖ. R

### book 273c beta

ὡς VLh δὴ V αἴτιον τοῦ πολέ‐ μου καὶ ὡς αὐτὸν συνέχοντα τὸν πόλε‐ μον, VLh ὡς καὶ Θουκυδίδης ἱστορεῖ. V

### book 273d

μυττωτὸν: ἀντὶ τοῦ “πράγματα ἡμῶν”. R

### book 275a

ἀπελθὼν τοίνυν ὁ Κυδοιμὸς ἐπανῆλθε, καὶ οὕτως τὴν ἐρώτησιν αὐτῷ προσφέρει ὁ Πόλεμος. V

### book 275b

ἀνύσας τι: ἀντὶ τοῦ “ἤνυσάς τι καὶ διεπράξω καὶ φέρων ἥκεις;” V

### book 276

τί ἄρα παθεῖν μέλλομεν; ἢ ἐν ποίῳ κινδύνῳ καθεστήκαμεν; RLh

### book 277a

ἀλλ’ εἴ τις ὑμῶν R ἐν Σαμοθρᾴκῃ: ἐν Σαμοθρᾴκῃ ἦσαν τελεταί τινες, ἃς ἐδόκουν τελεῖσθαι πρὸς ἀλεξιφάρμακά τινων κινδύνων. RV

### book 277b alpha

ἐν τῇ Σαμοθρᾴκῃ τὰ τῶν Κορυβάντων ἦν μυστήρια καὶ τῆς Ἑκάτης. καὶ διαβόητον ἦν τὸ Ζήριν‐ θον ἄντρον, ἔνθα τὴν Ἑκάτην ὀργιά‐ ζειν ἐλέγετο, καὶ τελετὰς ἦγον αὐτῇ RV τινας V καὶ κύνας ἔθυον. RV καὶ ὁ τὴν Ἀλεξάνδραν πεποιηκὼς μέμνηται Ζήρινθον ἄντρον καὶ κυνο‐ σφαγοῦς θεᾶς λιπὼν ἐρυμνὸν 〈κτίσμα〉 Κυρβάντων Σάον. ἐν κινδύνοις δὲ γενόμενοι ἐπεκαλοῦντο τοὺς δαίμονας, οἷς ἐδόκουν μεμυῆσθαι, ἐπιφανῆναι καὶ ἀλεξῆσαι. V

### book 277b beta

ἐν Σαμοθρᾴκῃ: οἱ ἐν κινδύνοις γενόμενοι ἐπεκαλοῦντο τούτους τοὺς δαίμονας τοὺς ἐν Σαμοθρᾴκῃ, τούς τε Κορύβαντας καὶ τὴν Ἑκάτην. †ἕξ ἥς† καὶ διαβόητον ἦν τὸ Ζάρινθον ἄντρον, ἔνθα ταύτῃ ὀργιάζοντες ἠλευθεροῦντο. Lh

### book 278

μεμυημένος RLh: τὰ μυστήρια τῶν Καβείρων. δοκοῦσι γὰρ οἱ μεμυη‐ μένοι ταῦτα RVLh δίκαιοί τε εἶναι καὶ VLh ἐκ RVLh τῶν R δεινῶν σώζεσθαι καὶ ἐκ χειμώνων. RVLh

### book 279a

ἀποστραφῆναι R: τὼ πόδε. ὃ ἡμεῖς V διαστραφῆναι RVLh λέγομεν. V

### book 279b

ἀντὶ τοῦ V “κλασθῆναι”. RVLh

### book 279c

τοῦ μετιόντος RV: τὸν δοίδυκα. RVLh

### book 279d alpha

ὥστε μὴ ὑποστρέψαι αὐ‐ τόν. R

### book 279d beta

ἐναντίαν αὐτῷ τὴν εἰς τὸ δεύτερον γενέσθαι ὁδόν, ὥστε μηκέτι αὐτὸν ὑποστρέψαι. V

### book 279e

εὐξώμεθα οὖν, φησί, 〈διαστραφῆναι〉 τοῦ Κυδοιμοῦ τοὺς πόδας, ὥστε μὴ δυνηθῆναι ἐπανελθεῖν αὐτὸν μηδὲ χωλεύοντα, μηδὲ κομίσαι τὸν ἀλετρίβανον. V

### book 280a

καὶ πάλιν. ἦλθε γὰρ μηδὲν ἀγόμενος, δι’ ὃ ἀσχάλλει. RV

### book 280b

γρ. κατοιμάλα. V

### book 282

καὶ τοῖς Λακεδαιμονίοισιν RLh: ὁ Βρασίδας RVLh ὁ Τέλλιδος παῖς, ὃς RV ἦν Λακεδαιμονίων στρατηγός. καὶ RVLh οὗτος δὲ RV ἀνθίστατο τῇ εἰρήνῃ. ἐτελεύτησε δὲ ἐν Θρᾴκῃ. RVLh

### book 283

καὶ γὰρ V εἰς συμμαχίαν πεμφθεὶς VLh ὁ Βρασίδας ἐπὶ Θρᾴκην V κατὰ τὸν αὐτὸν χρόνον VLh τῷ Lh Κλέωνι VLh τελευτᾷ. V

### book 284a

ἐν Ἀμφιπόλει γὰρ τῆς Θρᾴκης μονομαχήσαντες ὅ τε Κλέων καὶ ὁ Βρασίδας ἀλλήλους ἀνεῖλον. RV

### book 284b

χρήσαντες ἑτέροις] εἰς συμμαχίαν πέμψαντες τῶν Θρᾳκῶν. Lh

### book 285a

οὗτοι παρὰ τοῖς Λακεδαιμονίοις ἐτιμῶντο. διὸ νῦν αὐτῶν μέμνηται. RVLh

### book 285b

ὅτι †Βρασίδου τοῦ Λακεδαιμονίου ἐμνήσθη,† ἐπὶ δὲ Κλέωνος τῆς Ἀθη‐ νᾶς. RV

### book 288

288] ἐγὼ δὲ ἀλετρίβανον εἰσιὼν ποιήσομαι VLh καὶ μηχανήσομαι. V.

### book 289a

τὸ Δάτιδος μέλος RLh: Δᾶτις σατράπης Περσῶν RVLh βασιλέως Lh εὐδοκιμήσας κατά τινα χρόνον RVLh πολεμῶν VLh ἑλληνίζειν βουλόμενος εἶπεν “ἥδομαι καὶ χαίρομαι” καὶ ἐβαρβάρισεν· ἔδει γὰρ εἰπεῖν “χαίρω”. ἅμα δὲ οὕτως εἶπε πρὸς τὸ ὁμοιοκατάληκτον. RVLh

### book 289b

τινὲς Δᾶτιν λέγουσι τὸν τραγικὸν κακῶς ὑπονοοῦντες· ἐκεῖνος γὰρ υἱὸς ἦν Καρκίνου, οὗτος δὲ ὕπαρχος Περσῶν. RV

### book 289c

στοχάζεται, ὅτι εἴη ἂν διαμνημονευόμενος περὶ Δάτιδος τοῦ Πέρσου, ὅτι εἶπέ ποτε παρά τινα συνουσίαν “ἥδομαι καὶ χαίρομαι” ἑλληνίσαι τι θέλων—καὶ γὰρ καὶ περὶ παλαιοτέρου τινὸς ἐμφαίνεται—εἴη δὲ ὕπαρχος τοῦ βασιλέως τῶν ἐλθόντων ἐπὶ Μαραθῶνα, ὃν καὶ φυγεῖν φασι πολὺν χρυσὸν καταλιπόντα. V

### book 289d

Δᾶτις τῶν ἐν Μαραθῶνι παραταξαμένων Ἀθηναίοις στρατηγὸς Δαρείου, ὅν φασιν ἀντιποιήσασθαι τῆς Ἀττικῆς ὡς ἰδίας· ἀπὸ Μήδου γὰρ τοῦ Μηδείας καὶ Αἰγέως ἐδόκει εἶναι. V

### book 289e

Δᾶτις σατράπης Περσῶν βασιλέως, ὅστις συνεχέστερον πρεσβευόμενος εἰς Ἀθήνας ἠράσθη τῆς αὐτῶν πολιτείας· καὶ μείνας ἐκεῖ ἐβούλετο ἑλληνίζειν τῇ ὁμιλίᾳ, καὶ ἐβαρβάριζε καὶ τοὺς τρόπους καὶ τοὺς λόγους. V

### book 289f

οὐχ εὕρηται τὸ χαίρομαι· αὐτὸ γὰρ τὸ χαίρω αὐτοπαθὲς ὂν προϋφήρπασεν αὐτοῦ τὸ σημαινόμενον. Lh

### book 289g

〈Δᾶτις Πέρσης, ὃς ἐπετήδευσεν ἑλληνίζειν. ὃν λέγουσι φάναι “χαίρο‐ μαι” ἀντὶ τοῦ εἰπεῖν “χαίρω”. καὶ ἔστι δατισμός.〉 Su. II 8,20

### book 295

δοίδυκα] ἀντὶ τοῦ “στρατηγόν”. R

### book 296a

καλῶς τοὺς χρῄζοντας τῆς εἰρήνης καλεῖ εἰς συμμαχίαν. V

### book 296b

ἀλλ’ ὦ γεωργοὶ R: πάντες γὰρ οὗτοι τῶν ἔργων ἐκωλύοντο πολέμου ὄντος καὶ ἠδικοῦντο, οἱ μὲν γεωργοὶ κωλυόμενοι γεωργεῖν, οἱ δὲ ἔμποροι ὑφ’ ὧν ἂν περιέτυχον τριηρῶν, οἱ δὲ τέκτονες ἀναγκαζόμενοι ναυπηγεῖν τριήρεις, οἱ δὲ δη‐ μιουργοὶ στρατεύεσθαι καὶ φρουρεῖν ἀναγκαζόμενοι, οἱ δὲ μέτοικοι εἰσπραττόμενοι μετοίκιον, καὶ οἱ ξένοι ἀπελαυνόμενοι, καὶ οἱ νησιῶται τοὺς φόρους εἰσπραττόμενοι καὶ ναῦς παρέχοντες. ἢ οὖν τούτων χάριν ἐμνημόνευσεν αὐτῶν ἢ βουλόμενος δεῖξαι ὅτι ἐπιβλαβὴς καθόλου ὁ πόλεμος. RV

### book 297

δημιουργοὶ λέγονται κοινῶς οἱ δημόσιά τινα ἐργαζόμενοι· νῦν δὲ τοὺς ἀρχιτέκτονας λέγει, ἵνα ἐντέχνως ἑλκυσθῇ ἡ Εἰρήνη. V

### book 299a

διπλῆ καὶ ἔκθεσις εἰς στίχους τροχαϊκοὺς τετραμέτρους καταληκτικοὺς βʹ, οὓς ἔτι ὁ πρεσβύτης λέγει. ὑφ’ οὓς κορωνὶς τοῦ χοροῦ εἰσελθόντος, καὶ στίχοι ὁμοίως τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ λϛʹ, ὧν τελευταῖος μᾶλλον ἢ τὸ γῆρας ἐκδύς. V

### book 299b alpha

ἄμας λαβόντες R: ἐρ‐ γαλείων ἐμνημόνευσεν ἐπίτηδες εἰς τὸ ἀνελκύσαι τοὺς λίθους τοὺς ἐπὶ τῷ ὀρύγματι, ἐν ᾧ ἦν Εἰρήνη, ὡς ἔφη ὁ Ἑρμῆς, RV ἵνα ἐλευθερώσῃ αὐτήν. V

### book 299b beta

ἄμας κτλ.] ἐργαλεῖά τινα ἐπιτήδεια πρὸς τὸ ἀνορύττειν. Lh

### book 299c

ἄμας: τὰς πυράμας. V

### book 299d

〈καὶ παροιμία ἄμας ἀπῄτουν, οἱ δ’ ἀπηρνοῦντο σκάφας.〉 Ald

### book 300a

ἀγαθοῦ δαίμονος Lh: φασὶ VLh γάρ, V ὅτι δειπνήσαντες VLh μὲν V ἐπερρόφουν ἀγαθοῦ δαίμονος, ἀπαλλάττεσθαι δὲ μέλλοντες ἔπινον Διὸς σω‐ τῆρος. ὡς εἰ ἔλεγε· νῦν γὰρ σπεῖσαι ἢ πιεῖν πάρεστιν VLh ἡμῖν V ἀγαθοῦ δαίμονος πόμα. VLh

### book 300b

ἀντὶ τοῦ “νῦν γὰρ ἔστιν ἡμῖν ὑπὲρ ἀγαθῆς τύχης καμεῖν καὶ ἁρπάσαι τὴν Εἰρήνην”. V

### book 300c

Lh

### book 301a

δεῦρο πᾶς χώρει: εἴσθεσις διπλῆς ἀμοιβαίας. οἱ δὲ στίχοι εἰσὶ τροχαϊ‐ κοὶ τετράμετροι καταληκτικοὶ ληʹ. καὶ ἡ ἔκθεσις ταύτης κώλων ὁμοίων τροχαϊκῶν ζʹ· ὧν τὰ εʹ δίμετρα ἀκατάληκτα, LhAld

### book 301a alpha

τὸ ϛʹ μονόμετρον, ὃ καὶ παρατέλευ‐ τον ὀνομάζεται, τὸ δὲ ζʹ δίμετρον κα‐ ταληκτικὸν ἰαμβικὸν ἤτοι ἑφθημιμε‐ ρές. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευ‐ κυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος. Lh

### book 301a beta

〈τὸ ϛʹ παρατέλευτον, τὸ ζʹ ἑφθη‐ μιμερὲς ἰαμβικόν. ὑφ’ ὃ αἱ συνήθεις δύο διπλαῖ.〉 Ald

### book 301b

※ Lh

### book 302a

[para]302] εἰς ὁμόνοιαν ἄγει— τοὺς Ἕλληνας λεληθότως διὰ τοῦδε τοῦ ἔπους. R

### book 302b

ὦ Πανέλληνες Lh: λεληθότως εἰς ὁμόνοιαν αὐτοὺς περιάγει ὁμο‐ φρονῆσαι πάντας τοὺς Ἕλληνας ἀξιῶν VLh καὶ ὁμοθυμαδὸν τῆς εἰρήνης ἀν‐ τιλαβέσθαι. διὰ τοῦτο καὶ μιᾷ προση‐ γορίᾳ αὐτοὺς περιέλαβε δηλῶν τὸ συγ‐ γενὲς καὶ δυσωπῶν αὐτούς, ὡς οὐδὲ τῇ ὀνομασίᾳ διακεκριμένοι πολεμοῦσι πρὸς ἑαυτούς. V

### book 303a

κακῶν φοινικικῶν Lh: οἷον αἱματωδῶν, ἀπὸ τῆς τοῦ αἵματος χροιᾶς. VLh καὶ Ὅμηρος φοινίσσετο δ’ αἵματι γαῖα. V

### book 303b

τῶν V πολεμικῶν. VLh

### book 303c

φοινικὶς χλαμὺς πολεμική. RVLh

### book 303d

ἀντὶ τοῦ “τῶν ναυμαχικῶν”. Φοίνικες γὰρ λέγονται κρατεῖν ἐν ταῖς ναυμαχίαις. V

### book 303e alpha

λείπει τὸ “ἡσυχάσομεν”. V

### book 303e beta

λέγει ἀντὶ τοῦ “ἡσυχάσωμεν”. Lh

### book 304alpha

μισολάμαχος] μισοπόλε‐ μος. φιλοπόλεμος γὰρ ἦν ὁ Λάμαχος στρατηγὸς ὤν. R

### book 304beta

†ἀκολαμάχου†· ἀλλοτρία τῶν Λαμάχου τρόπων. φιλοπόλεμος γὰρ οὗτος, ὡς καὶ ἐν Ἀχαρνεῦσί φησιν. V

### book 308

φιλαμπελωτάτην R: συντόμως ἐκ τῆς ἀμπέλου τὴν περὶ τὰς γεωργίας ἐπιμέλειαν ἐδήλωσεν εἰρήνης οὔσης· πολέμου γὰρ ὄντος τὸ ἐναντίον ἠμελοῦντο. RV

### book 310a

ἐκζωπυρήσετ’ RLh: ἀντὶ τοῦ “ἀνάψετε RVLhbis τὸν πόλεμον ἤδη κατεσβεσμένον”. ἐκζωπυρῆσαι RVLh

### book 310a alpha

δέ ἐστι κυρίως τὸ ἐκ μικροῦ πυρὸς φυσῶντα μεγάλην φλόγα κινῆσαι. RV

### book 310a beta

δὲ κυρίως ἐστὶ τὸ ἐκ μικροῦ σπιν‐ θῆρος φυσσῶντας μεγάλην φλόγα ἀνάψαι. Lh

### book 310b

ἡ μεταφορὰ ἀπὸ τῶν ἀνθράκων· καὶ ὁ πόλεμος γὰρ καυστικός. RV

### book 310c

ἀνεγείρητε. V

### book 312a

οὐ γὰρ ἦν ἔχοντας RLh: οὐ γάρ, φησί, πολεμικὸν ἦν τὸ κήρυγμα, ἀλλ’ εἰρηνικόν. ἐκ τοῦ παρακολουθοῦντος δὲ τὸν πόλεμον δηλοῖ. RVLh

### book 312b

σιτί’ ἡμερῶν τριῶν R: ἀντὶ τοῦ “πολεμεῖν”. οἱ γὰρ πολεμοῦντες πρὸς τρεῖς ἡμέρας λαμβάνουσι σιτία. RV

### book 312c

εἰς τὸν πόλεμον. ἔθος γὰρ ἦν τοῖς στρατηγοῖς ἀναλογιζομένοις, πόσας ἔμελλον πολέμῳ σχολάζειν καὶ ἔξω κατέχειν τὸν στρατόν, κηρύσσειν τοσούτων ἡμερῶν σιτία ἐπάγεσθαι †τριῶν μόνων ἡμερῶν† ἐκ δημοσίων αὐτοῖς χορηγούμενα. RV

### book 312d

〈ἔχοντας σιτί’ ἡμερῶν τριῶν: ἀντὶ τοῦ “πολεμεῖν μέλλοντας”. οἱ γὰρ πολεμοῦντες πρὸς γʹ ἡμέρας ὡρίζοντο παρὰ τῶν στρατηγῶν ἔχειν σιτία εἰς τὸν πόλεμον. ἐχορηγοῦντο δὲ αὐτὰ ἐκ τῶν δημοσίων.〉 Su. II 496, 8

### book 313a

εὐλαβεῖσθε νῦν ἐκεῖνον: πρὸ ὀφθαλμῶν ἔχετε, φησί, καὶ δεδίττεσθε τὸν Κλέωνα, μὴ ἐμποδὼν τῇ εἰρήνῃ γένηται. VLh καὶ Πλάτων δὲ ὁ κωμικὸς Κέρβερον αὐτὸν ὠνόμασεν. V

### book 313b

τὸν κάτωθεν Κέρβερον R: τὸν Κλέωνα λέγει· ἦν γὰρ ἀποθανών. RLh

### book 313c

φασὶ χωρὶς τοῦ ν τὸ κάτωθεν ἐπίρρημα λέγεσθαι, ἵνα ᾖ Δωριέων μᾶλλον οἰκεῖον. χρῆται δὲ τῷ ὁμοίῳ καὶ Πίνδαρος ἄντροθε γὰρ νέομαι παρὰ Χαρικλοῦς καὶ Φιλίνας. V

### book 314a

παφλάζων R: παφλάζειν ἐστὶ τὸ λαλοῦντά τινα κρατεῖσθαι καὶ ἀνακόπτεσθαι. ὡς οὖν τοῦ Κλέωνος οὕτω διαλεγομένου τοῦτό φησιν. RV

### book 314b

διὰ τὸ ταραχῶδες τοῦ Κλέωνος ἐχρήσατο τῷ παφλάζειν, RVLh κυρίως σημαίνοντι τὴν κεκινημένην θάλατταν. RV

### book 314c

ἡνίκ’ ἐνθάδ’ ἦν] τουτέστιν Lh ὅτε ἔζη RLh καὶ σὺν ἡμῖν ἦν. Lh

### book 315

’ξελκύσαι: ὅτι Lh περιττὸν τὸ “μή”. ἤρκει γὰρ εἰπεῖν. VLh ὅτι Lh ἐμποδὼν γένηται ὥστε ἐξελκύσαι. VLh ὅμοια καὶ τὰ τοιαῦτα· “ἀπαγορεύω σοι μὴ ἐξιέναι”. V

### book 317a

βέλτιον ἂν εἴη †καὶ ἀναγινώσκεσθαι καὶ† τῷ ἑξῆς συνάπτεσθαι, ἵνα τοῦτο μὲν εἴη ὁ χορὸς λέγων. κατὰ στίχον τε γάρ ἐστι τὸ ἀμοιβαῖον καὶ τῶν ἡδομένων ἀκούειν τὸ “ἰοὺ ἰού” ἀναφωνῆσαι. V

### book 317b alpha

τὸ “ἰοὺ ἰού” τινὲς τοῦ χοροῦ φασιν RV εἶναι κατὰ στίχον εἶναι φάσκοντες ἀμοιβαῖον, καὶ ὅτι καὶ τῶν ἡδομένων ἐστὶ τὸ λέγειν αὐτό. V ἐὰν οὖν εἴη τοῦ χοροῦ, περισπᾶται. RV

### book 317b beta

ἰοῦ ἰοῦ: ἡδομένων ἐστὶ τοῦτο· διὸ καὶ περισπᾶται. LhAld 〈ὡς τοῦ χο‐ ροῦ τοῦτο λέγοντος.〉 Ald

### book 324

οὐ σχηματίζειν VLh βούλομ’ V: οὐ κατὰ τὴν ἐμὴν προαίρεσιν, φησίν, ἡ ὄρχησις γίνεται, ἀλλ’ ἤδη διὰ τὴν ἄσχετον ἡδονὴν αὐτόματα χορεύει μου τὰ σκέλη. RVLh χρησίμως δὲ πρὸς τὸ πεῖσαι αὐτοὺς τὴν εἰρήνην ἑλέσθαι οὕτως ὑπεράγαν αὐτῇ χαίροντα πεποίηκε τὸν χορόν. RV

### book 328a

ἓν μὲν οὖν τουτί μ’ ἔασον Lh: ἓν σκέλος. VLh

### book 328b

δεικτικῶς. VLh

### book 328c

ὑφ’ ἡδονῆς ὁ χορὸς εἰς ὄρχησιν ἐτράπη. VLh

### book 328d

ἓν μόνον ἔασόν με σχῆμα ποιῆσαι. VLh

### book 333a

συγχωρῶ RVLhbis, φησί, Lhpr. τοῦτο ὑμῖν, ὥστε μετὰ τοῦτο μηκέτι ἐνοχλεῖν με. VLh

### book 333b

ὥστε μὴ λυπεῖν Lh: ἐμὲ δηλονότι. VLh

### book 335

ἡ μεταφορὰ ἀπὸ τῶν ὄνων· χαίροντες γὰρ πέρδονται. RVLh

### book 336a

ἥδομαι, φησίν, ἐκφυγὼν τὴν ἀσπίδα ἢ ἐκδὺς τὸ γῆρας. RV

### book 336b

τὸ γῆρας ἐκδὺς] 〈ἀντὶ τοῦ “ἐάσασ”〉 Su. ἡ μεταφορὰ ἀπὸ τῶν ὄφεων Lh Su. 〈τῶν ἐκδυομένων τὸ γῆρας.〉 Su. IV 87, 21

### book 337a

ἴστε πω σαφῶς] διπλῆ· ἕπεται γὰρ μέλος †ἀποπρο{***}ρους,† οὗ ἡ μὲν προῳδός ἐστιν ἐκ διστιχίας ὁμοίως ἐκκειμένης καὶ ἐν εἰσθέσει κώλων ζʹ τροχαϊκῶν †μετὰ διμέτρων ἀκαταλήκτων† εʹ, καταληκτικὸν δὲ τὸ τελευταῖον, μονόμετρον δὲ τὸ παρατέλευτον. ἔστι δὲ τὸ τέλος ἰοὺ ἰοὺ κεκραγέναι. V

### book 337b

—̇ Lh

### book 340

δ’] γάρ. Lh

### book 341

κινεῖν] συνουσιάζειν. Lh

### book 342a

ἐς πανηγύρεις Lh θεωρεῖν VLh: πέμπεσθαι θεωροὺς VLhbis εἰς τὰς πανηγύρεις, VLh κατὰ θεωρίαν παραγίνεσθαι. Lh

### book 342b

θεωροὺς ἐκάλουν τοὺς ἀπὸ τῶν πόλεων δημοσίᾳ ἐκπεμπομένους VLh εἰς θεωρίαν τῶν πανηγύρεων καὶ τοὺς εἰς μαντεῖον ἀφικνουμένους. Lh

### book 342c

συνθύσοντας καὶ συμπανηγυρίσοντας. V

### book 343a

κοτταβίζειν: παίγνιον ἦν παρὰ Ἀθηναίοις τοιοῦτον. ῥάβδος ἦν μακρὰ πεπηγμένη ἐν τῇ γῇ, καὶ ἑτέρα ἐπάνω αὐτῆς κινουμένη ὡς ἐπὶ ζυγίου. εἶχε δὲ πλάστιγγας δύο ἐξηρτημένας καὶ κρατῆρας δύο ὕδατος ὑποκάτω τῶν πλαστίγγων, καὶ ὑπὸ τὸ ὕδωρ ἀνδριὰς ἦν χαλκοῦς κεχρυσωμένος. τοῦτο δὲ ἦν ἐν τοῖς συμποσίοις. καὶ πᾶς τῶν παιζόντων ἀνίστατο ἔχων φιάλην γέμουσαν ἀκράτου, καὶ μηκόθεν ἱστάμενος ἔπεμπεν ὅλον τὸν οἶνον ὑπὸ μίαν σταγόνα εἰς τὴν πλάστιγγα, ἵνα γεμισθεῖσα βαρηθῇ καὶ κατέλθῃ καὶ RV κατελθοῦσα V κρούσῃ εἰς τὴν κεφαλὴν τοῦ ἀνδριάντος τοῦ ὑπὸ τὸ ὕδωρ κεκρυμμένου, καὶ ποιήσῃ ἦχον. καὶ εἰ μὲν δυθῇ ἐκ τοῦ οἴνου, ἐνίκα καὶ ᾔδει, ὅτι φιλεῖται RV αὐτὸς V ὑπὸ τῆς ἐρωμένης· εἰ δὲ μή,

### book 343a

ἡττᾶτο. ἐλέγετο δὲ ὁ ἀνδριὰς ὁ ὑπὸ τὸ ὕδωρ RV κεκρυμμένος V μάνης. RV

### book 343b

κοτταβίζειν V: παίζειν. VLhbis

### book 343c

εἰς χαλκᾶς φιάλας, αἳ καλοῦνται λάταγες, ἀνέρριπτον ἐμβάλλοντες τὸ πόμα. καὶ εἰ ἐγένετο μείζων ψόφος, ἐδόκουν ὑπὸ τῶν ἐραστῶν ἐρᾶσθαι. V

### book 343d

κότταβος λέγεται τὸ λεῖμμα τοῦ ποτηρίου, ὃ ἐμβάλλουσιν εἰς τὰς λάτα‐ γας. V

### book 344a

συβαρίζειν: Καλλίστρατος V τρυφᾶν, RVbisLhbis ἀπὸ τῆς συβαρι‐ τικῆς τρυφῆς· RV Ἀρτεμίδωρος ἁπλῶς θορυβεῖν. καὶ Φρύνιχος· πολὺς δὲ συβαρισμὸς αὐλητῶν ἦν. φασὶ δὲ τοὺς Συβαρίτας εἰς τοσοῦτον τραπέζῃ πολυτελεῖ χρᾶσθαι, ὥστε καὶ εἰς παροιμίαν φέρεσθαι ἐκνενίκηκεν ἡ συβαριτικὴ τράπεζα, ἡ πολυτελὴς καὶ δαψιλής. V

### book 344b

πεποίηται ἢ παρὰ τὰ συβάρεια ἐπιφθέγματα, ἅπερ ἐστὶ παρ’ Ἐπιχάρμῳ, ἢ παρὰ τὴν τῶν Συβαριτῶν τρυφήν· λέγουσι γὰρ τοὺς Συβαρίτας πολυτελέσι τραπέζαις χρᾶσθαι. V

### book 345

〈 〉 Lh

### book 346a

διπλῆ καὶ 〈δυὰσ〉 τῶν ὁμοίων ἑκκαιδεκακώλων, ὧν ὁ μὲν πρῶτός ἐστι στίχος τροχαϊκὸς ἐκκείμενος. καὶ δύο ἐν εἰσθέσει κῶλα παιωνικὰ τρίρρυθμα ἀκατάληκτα. κἀν ἐπεκθέσει τροχαϊκοὶ βʹ τετράμετροι καταληκτικοί. 〈εἶτα ἐν ἐπεισθέσει〉 κῶλα ϛʹ, ὧν τὰ βʹ παιωνικὰ δίρρυθμα, τὸ δὲ τρίτον τροχαϊκὸν ἑφθημιμερές, τὰ δὲ λοιπὰ τοῖς τρισὶν ὅμοια ἕκαστον ἑκάστῳ. εἶτα ἐν ἐκθέσει στίχος τροχαϊκὸς ὁ ἐς Λύκειον κἀκ Λυκείου σὺν δορὶ σὺν ἀσπίδι, κἀν εἰσθέσει κῶλα δʹ παιωνικά, τρία μὲν δίρρυθμα, τὸ δὲ δʹ τρίρρυθμον τὸ εἵλετ’ ἀγαθή 〈τισ〉 ἡμῖν τύχη. V

### book 346b

εἰ γάρ μοι γένοιτ’ ἰδεῖν: κορωνὶς καὶ εἴσθεσις χοροῦ μονοστροφικὴ στίχων καὶ κώλων ιεʹ, ὧν ὁ αʹ τροχαϊκὸς τετράμετρος καταληκτικός· τὸ βʹ LhAld

### book 346b alpha

τροχαϊκὸν δίμετρον καταληκτικὸν εὐριπίδειον· Lh

### book 346b beta

〈ἑφθημιμερές·〉 Ald

### book 346b

ὁ γʹ παιωνικὸς τετράμετρος ἀκατάληκτος ἐκ παιώνων καὶ κρητικῶν· LhAld

### book 346b alpha

ὁ δʹ καὶ εʹ τροχαϊκοὶ Lh ὅμοιοι τῷ αʹ· τὸ ϛʹ LhAld ὅμοιον Lh τῷ βʹ· τὸ ζʹ παιωνικὸν LhAld δίμετρον ἀκατάληκτον καθαρόν, ὃ κα‐ λεῖται δίρρυθμον· τὸ ηʹ ὅμοιον τῷ βʹ· τὸ θʹ ὅμοιον τῷ ζʹ· ὁ ιʹ παιωνικὸς ὅμοιος τῷ γʹ· τὸ ιαʹ τροχαϊκὸν δίμε‐ τρον ἀκατάληκτον· τὸ ιβʹ ὅμοιον τῷ ζʹ· ὁ ιγʹ ὅμοιος τῷ γʹ· τὸ ιδʹ ὅμοιον τῷ ζʹ· τὸ ιεʹ παιωνικὸν τρίμετρον ἀκατάλη‐ κτον ἐκ παίωνος καὶ κρητικῶν. ἐπὶ τῷ τέλει κορωνίς. Lh

### book 346b beta

〈καὶ ὁ ιʹ καὶ ιγʹ· οἱ ἑξῆς δύο〉 Ald 〈δὲ καὶ ηʹ〉 Ald 〈δίρρυθμον καὶ τὸ θʹ καὶ ιβʹ καὶ ιδʹ· τὸ δὲ ιαʹ δίμετρον τροχαϊκόν· τὸ τελευ‐ ταῖον παιωνικὸν τρίρρυθμον. ὑφ’ ὃ κορωνίς.〉 Ald

### book 346c

στροφὴ κώλων ιεʹ. Lh

### book 347

※ Lh

### book 348a

ἰδίως στιβάδας τὰς χαμευνίδας ἐκάλουν οἱ παλαιοί. ὅπερ ἦν πάσχειν ἐπάναγκες τοῖς πολεμοῦσιν, ὑπαιθρίως ταλαιπωρεῖν καὶ χαμαικοιτεῖν. V

### book 348b

τὰς χαμευνίδας, ἃς ὑφίσταντο οἱ πολεμοῦντες. R

### book 348c

στιβάδας: ἐπεὶ οἱ στρατιῶται χαμαικοιτοῦσιν. V

### book 348d

στιβάδας] χαμεύνας. Lh

### book 348e

ἀναγράφεται ὁ Φορμίων δυσὶ ναυμαχίαις νικῆσαι Λακεδαιμονίους στρατηγήσας. λιτὸς δὲ οὗτος καὶ στρατιωτικός. διὸ καὶ “στιβάδας” εἶπε Φορμίω‐ νος. οἱ γὰρ τὰ πολεμικὰ ἐξασκησάμενοι ὑπὸ γυμνασίων καὶ πόνων εἰώθασι χαμαι‐ κοιτεῖν. καὶ Διονύσιος ἐν Ταξιάρχοις παρ’ Εὐπόλιδι μανθάνων παρὰ τῷ Φορμίωνι τοὺς τῶν στρατηγῶν καὶ πολέμων νόμους φησίν ὡς οὐκέτ’ ἂν φύγοιμι στιβάδας ἐξ ὅσου φάγον. ὁ Φορμίων δὲ οὗτος Ἀθηναῖος τῷ γένει, υἱὸς Ἀσωπίου· ὃς καθαρῶς στρατηγήσας πένης ἐγένετο. ἀτιμωθεὶς δὲ τῷ μὴ δύνασθαι τὰς ρʹ μνᾶς τῆς εὐθύνης ἀποδοῦναι ἐν ἀγρῷ διέτριβεν, ἕως Ἀκαρνᾶνες στρατηγὸν αὐτὸν ᾔτουν. ὁ δὲ οὐχ ὑπήκουσε φάσκων μὴ ἐξεῖναι τοῖς ἀτίμοις. ὁ δὲ δῆμος βουλόμενος λῦσαι τὴν ἀτιμίαν ἀπεμίσθωσεν αὐτὸν τῶν ρʹ μνῶν τοῦ Διονυσίου, ὡς Ἀνδροτίων ἐν γʹ Ἀττικῶν. αὐτοῦ μέμνηται ὁ κωμικὸς ἐν Ἱππεῦσι καὶ Νεφέλαις καὶ Βαβυλωνίοις, Εὔπολις Ἀστρατεύτοις. ὁ δὲ δεύτερος ἦν κωφός· μέμνηται καὶ Στράττις. τρίτος μοιχός· Κρατῖνος Ἀταλάντῃ. τέταρτος Κροτωνιάτης ἀρχαῖος· Κρατῖνος Τροφωνίῳ. πέμπτος ἀρχαῖος Ἀθηναῖος

### book 348e

μετὰ Σόλωνα ἄρξας· Εὔπολις ἐν Δήμοις. V

### book 348f alpha

περὶ τοῦ Φορμίωνος πολ‐ λαχοῦ εἴρηται, ὅτι ἀγαθὸς ἐγένετο στρατηγός. καὶ ἐν τοῖς Ταξιάρχοις δὲ φέρεται ὡς ἐπίπονος. R

### book 348f beta

ἃς ὑπέμεινε VLh Φορμίων. πολλάκις δὲ εἴρηται περὶ τούτου, ὅτι ἀγαθὸς ἐγένετο στρατηγός. ἐν δὲ τοῖς Ταξιάρχοις φέρεται ὡς ἐπίπονος. V

### book 348g

Φορμίων] στρατηγὸς ἦν οὗτος. Lh

### book 348h

φιλοπόλεμος γὰρ καὶ αὐστηρὸς ὁ Φορμίων. V

### book 352a

καὶ πολὺ νεώτερον Lh: ἐπειδὴ γέρων VLh ἦν Lh ὁ χορός, VLh οἱ δὲ γέροντες πραγμάτων καταδεέστεροι, V λέγει· ὅτι πολὺ νεώτερον ἔχοντα τρόπον θεάσῃ με, ὅ ἐστι παίζοντα. VLh

### book 352b

καὶ πολὺ νεώτερον] ἤγουν παίζοντα ὥσπερ νέον. Lh

### book 353a

εἰκότως εἰπὼν ὅσα αὐτοῖς ἀγαθὰ ἐκ τῆς εἰρήνης ὑπάρχει, πάλιν ἐπανέδρα‐ μεν εἰς τὰ τοῦ πολέμου δυσχερῆ προτρεπόμενος αὐτοὺς εἶξαι τῷ Τρυγαίῳ. V

### book 353b

καὶ γὰρ ἱκανὸν χρόνον RLh: δέκα τρία γὰρ ἔτη εἶχον πολεμοῦντες. RVLh

### book 356a

πολλήν, φησί, θλίψιν ὑπεμείναμεν εἰς τὸ Λύκειον εἰσιόντες καὶ συναγόμε‐ νοι, καὶ πάλιν ἐξιόντες ἐκ τοῦ Λυκείου καὶ ἀπιόντες εἰς τὸν πόλεμον. VLh

### book 356b

εἰς Λύκειον R: Λύκειον γυμνάσιον Ἀθήνησιν, ὅπου πρὸ τοῦ πολέμου ἐδόκουν γυμνάζεσθαι. RVLh

### book 356c

πρὸ γὰρ τῶν ἐξόδων ἐξοπλίσεις τινὲς ἐγίνοντο ἐν τῷ Λυκείῳ διὰ τὸ παρακεῖσθαι τῇ πόλει καὶ ἀποδείξεις τῶν μᾶλλον πολεμικῶν ἀνδρῶν. RV

### book 356d

δορὶ σὺν ἀσπίδι: Ἀχαιοῦ ἐστιν ἐκ Μώμου. οὐδὲν δὲ χεῖρον ὁλόκληρον θεῖναι τὸ ἰαμβεῖον, ὅπερ οὕτως ἔχει Ἄρης ὁ λῃστὴς σὺν δορὶ σὺν ἀσπίδι. V

### book 360

Lh

### book 361a

φέρε δὴ κατίδω LhAld: σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς LhbisAld

### book 361a alpha

στίχων ἰαμβικῶν τριμέτρων ἀκα‐ ταλήκτων κβʹ, ὧν τελευταῖος μὴ νῦν λακήσῃς λίσομαί ς’ [para]ὦʽρμίδιον. Lh ἐπὶ τῷ τέλει παράγραφος. LhAld

### book 361a beta

〈ἰαμβείων κβʹ.〉 Ald

### book 361b

※ Lh

### book 362

ὦ μιαρὲ Lh: ὁ Ἑρμῆς ἐλθὼν καὶ καταλαβὼν τὴν Εἰρήνην ὡς δῆθεν ἀνασπωμένην καὶ ἐπὶ τούτῳ χαλεπαίνων λέγει· τί τοῦτο τολμᾶς; RLh

### book 363a

οὐδὲν πονηρὸν R: ὅτι πονηρός. ἄδηλον RV δέ, V πότερον κύριον ὄνομα ἢ ἐπώνυμον. Ἀμμώνιος δὲ ὄνομα ἀναγράφει, καί φησιν, ὅτι Λάκων καὶ Κιλλικῶν ἐκαλεῖτο. ὃς προδέδωκε Σάμον· οἱ δὲ Μίλητον. εἰπὼν δὲ “οὐδὲν πο‐ νηρόν” παρὰ προσδοκίαν ἐπήγαγε RV τὸ R “ἀλλ’ ὅπερ καὶ Κιλλικῶν”, ὡσεὶ εἶπεν “οὐδὲν κακὸν ποιῶ, ἀλλ’ ἱεροσυλῶ”. RV ὕστερον μὲν οὖν παρὰ Θεαγένους εἰσῆλθεν ὠνησόμενος κρέα, κἀκεῖνος ὑποδεῖξαι ἐκέλευσε, πόθεν κόψαι θέλει. προτείνας δὲ †τῇ χειρὶ† ἀπέκοψεν †ἐ τὴν ἑαυτοῦ† χεῖρα καὶ εἶπε· ταύτῃ σου τῇ χειρὶ οὐ μὴ προδώσῃς πόλιν ἑτέραν. μέμνηται δὲ καὶ Καλλίμαχος·

### book 363a

μὴ σύ γε, Θειόγενες, κόψῃς χέρα Κιλλικόωντος. R

### book 363b

παρὰ τὴν πονηρίαν· ἐπὶ γὰρ πονηρίᾳ διαβάλλεται. Ἀπολλώνιος δὲ ὄνομα μὲν αὐτῷ φησιν εἶναι Ἀχαιὸν παρωνύμως Κιλλικῶντα, τὸ γένος Μιλήσιον. οὗτός ἐστιν ὁ προδοὺς Μίλητον Πριηνεῦσιν. V

### book 363c

οὗτος Ἀχαιὸς ἐκαλεῖτο, Μέροπος, υἱός, Μιλήσιος γένος, προδοὺς τὴν πατρίδα τοῖς Πριηνεῦσιν. Κιλλικῶν δὲ ἐκλήθη ἀπὸ Κιλίσσης τροφοῦ. V

### book 363d

οὐδὲν πονηρὸν: οὐκ οἶδ’ ὅπως φησὶν οὐδὲν πονηρὸν ποιεῖν ταῦτα πράττειν εἶναι, ἅπερ καὶ Κιλλικῶν. ὁ γάρ τοι Κιλλικῶν ἐπὶ πονηρίᾳ διαβόητός ἐστιν. φασὶ γὰρ αὐτὸν οἱ μὲν Σάμον ἢ Μίλητον προδοῦναι Πριηνεῦσιν. Θεόφραστος δὲ ἐν τῷ ιγʹ τῶν ἱστοριῶν τῶν ἑαυτοῦ Σύρον φησὶν αὐτὸν τὴν νῆσον προδεδωκέναι Σαμίοις. πυνθανομένων δὲ πολλάκις αὐτοῦ τινων, τί μέλλοι ποιεῖν, ἔλεγε πάντα ἀγαθά. πάντα οὖν ἀγαθά, φησί, ποιῶ, ὡς ἔφη καὶ Κιλλικῶν. τῆς δὲ προδοσίας τοιαύτην ὑποσχεῖν τιμωρίαν. Θεαγένην τινὰ ἄνδρα σύριον, τῆς νήσου τῆς ὑπὸ τοῦ Κιλλικῶντος προδοθείσης πολίτην, πρὸ πολλοῦ μετοικήσαντα εἰς τὴν Σάμον κρεοπωλεῖν καὶ οὕτως ἀπάγειν τὸν ἑαυτοῦ βίον. ἀγανακτήσαντα δὴ ἐπὶ τῇ προδοσίᾳ τῆς πατρίδος ἐπιστάντος τοῦ Κιλλικῶντος ὠνήσασθαι παρ’ αὐτοῦ κρέας δοῦναι κρατεῖν αὐτῷ, ἵνα ἀποκόψῃ τὸ περιττόν. τοῦ δὲ πεισθέντος καὶ κρατοῦντος, τοῦ Κιλλικῶντος, προφά‐ σει τοῦ πλεονάζον ἀποκόψαι τὸ κρέας ἐπανατεινάμενον τὴν κοπίδα κόψαι τὴν χεῖρα τοῦ Κιλλικῶντος καὶ εἰπεῖν· ὡς ταύτῃ τῇ χειρὶ ἑτέραν οὐ προδώσεις πόλιν. μέμνηται δὲ καὶ Καλλίμαχος·

### book 363d

μὴ σύ γε, Θειόγενες, κόψῃς χέρα Κιλλικόωντος. ἱστορεῖ δὲ καὶ Λέανδρος ἐν δευτέρῳ Μιλησιακῶν προδοῦναι Μίλητον καί, ὅτε ἀνέῳξε τὰς πύλας, τῶν πολεμίων πυνθανομένου τινός, ὅ τι τοῦτο ἐποίησεν, ἀποκρίνασθαι· ἀγαθὰ Κιλλικῶν. V

### book 363e

(= 363d in brevius redactum) ἀλλ’ ὅπως καὶ Κιλλικῶν: τοῦτόν φασι τὴν νῆσον προδεδωκέναι Μίλητον τοῖς Πριηνεῦσιν. πυνθανομένων (5) ... ἀγαθά (5). Θεαγένην δέ τινα (7) ... προδοθείσης (8) μετοικήσαντα (8) ... κρεοπω‐ λεῖν (8). ἐπιστάντος δὲ τοῦ (10) ... περιττόν (11). καὶ ἀποτεινάμενον τὴν (12) ... πόλιν (13). Lh

### book 363f

Κιλλικών] οὗτος προδότης γέγονε Μιλήτου. Lh

### book 364a

οὐκοῦν ἢν λάχω: παίζει πρὸς τὸν Ἑρμῆν. RVLh

### book 364b

ἐπειδή, ὅταν πολλοὺς κατεδίκαζον οἱ Ἀθηναῖοι ἀποθανεῖν, οὐκ εἰς μίαν ἡμέραν πάντας ἐφόνευον, ἀλλ’ ἕκαστος ἐκληροῦτο καθ’ ἡμέραν καὶ τῷ κληροῦντι θάνατος ἐπῄει· καθ’ ἡμέραν οὖν εἷς μόνος ἐτελεύτα. ἔστι γὰρ ὅτε μετεμελοῦντο καὶ τοὺς λοιποὺς ἔσωζον. ἐπεὶ οὖν οἱ κλῆροι Ἑρμοῦ, παίζων τοῦτο λέγει. VLh

### book 364c

ἀποθνήσκω, ἐὰν λάχῃ μοι. ὡς ἐπὶ τῶν καταδικαζομένων. RV

### book 364d

ἢν λάχω] ὅτε ὁ κλῆρος ὁ ἐμὸς ἔλθῃ. Lh

### book 364e

εἰ ὥρισται, φησί, πάντως ἀποθανεῖν, κληρωθῆναι πρότερόν με δεῖ. V

### book 365a

οἶδα γάρ, ὅτι ὡς Ἑρμῆς ὑπάρχων ποιήσεις με κληρῶσαι. RV

### book 365b

Ἑρμῆς γὰρ ὢν κλήρῳ: οἱ γὰρ κλῆροι τοῦ Ἑρμοῦ ἱεροὶ δοκοῦσιν εἶναι· ὅθεν καὶ τὸν πρῶτον κληρούμενον Ἑρμῆν φασι δεῖν καλεῖν. V

### book 367

〈ἠμπόληκά πω: ἐνεπορευσάμην.〉 Ald

### book 367-368

ὅρα, ὅτι οὕτως ὑπήκουσεν ὡς εἰρηκότος αὐτοῦ· ὅτι στρατεύει ἢ ἀποδημεῖς. οὐδὲν οὖν, φησίν, ὠνησάμην ὡς ἀποδημήσων. V

### book 368

οὔτ’ ἄλφιτ’ R: ὡσεὶ ἔφη “ἀποδημῶν” ἢ “στρατευόμενος”. χαριέντως δὲ καὶ παρ’ ὑπόνοιαν εἶπε τὸ “ὡς ἀπολούμενος”. οἱ γὰρ στρατευόμενοι τυρὸν καὶ ἄλφιτα ἑαυτοῖς ὠνοῦντο. RV

### book 369

καὶ μὴν ἐπιτέτριψαί γε R: τοῦτο VLh τὸ “ἐπιτέτριψαι” RV ποτὲ μὲν ἐπὶ ὑπερηφανίᾳ τάττεται, ποτὲ δὲ ἐπὶ κατάρᾳ· ἐφ’ ᾗ καὶ νῦν. RVLh

### book 370alpha

πάλιν ἀστειεύεται τοῦ θεοῦ τὴν ὀργὴν καταπραῧναι διὰ τοῦτο βουλόμενος. R

### book 370beta

ἀγαθὸν: πάλιν ἐνταῦθα τῇ ἀστει‐ ότητι ἐχρήσατο, καὶ ὥσπερ χαριεντί‐ ζεται τὸν θεὸν τῷ γελοίῳ αὐτοῦ τὴν ὀργὴν καταπραΰνειν πειρώμενος. παίζων οὖν εἶπε τὸ “ἀγαθὸν τοσου‐ τονὶ λαβών”. V

### book 371

προεῖφ’ ὁ Ζεὺς] ἀντὶ τοῦ “ὥρισε”. κατ’ ἐρώτησιν. Lh

### book 374alpha

ἢ ὅτι Δημήτηρ χοιροκτό‐ νος, ἢ ἐπεὶ οἱ μυούμενοι χοῖρον ἔθυον. R

### book 374beta

ἐς χοιρίδιον: ὅτι ἡ Δημήτηρ χοι‐ ροκτόνος ἦν, ἢ ὅτι τοῖς μυουμένοις ἐ‐ στὶν ἔθος χοιρίδιον θύειν ἐξ ἀνάγκης. V

### book 375a alpha

δοκοῦσιν οἱ μυούμενοι εἰς τοὺς εὐσεβεῖς τάττεσθαι· ὡς καὶ ἐν Βατράχοις λέγει. R

### book 375a beta

ἐπεὶ δοκοῦσιν οἱ μεμυημένοι ἐν ᾍ‐ δου πλέον ἔχειν τῶν ἀμυήτων· ὥσπερ οὖν κἀν τοῖς Βατράχοις αὐτὸς λέγει καὶ πολλοὶ καὶ 〈ἄλλοι〉 τοῦτο ἱστοροῦ‐ σιν. V

### book 375b

πρὶν μὲν οὖν ἀποθνήσκειν μυηθῆναι βούλομαι. V

### book 376

ὦ Ζεῦ RLh κεραυνόβροντα: τοῦτο ὁ Ἑρμῆς φησιν ἐπιβοώμενος τὸν Δία διὰ τὸ ἐπ’ αὐτοφώρῳ καταλαβεῖν τοὺς ἀνασπῶντας τὴν Εἰρήνην. RVLh

### book 378

ναὶ πρὸς τῶν κρεῶν RΓLh: γέλωτος χάριν τοῦτο· RVΓLh ἀντὶ γὰρ τοῦ εἰπεῖν “πρὸς τῶν θεῶν” “κρεῶν” ἔφη, Lh ἵνα δείξῃ καὶ τοὺς θεοὺς ἡττωμένους ὑπὸ λήμματος. RVΓLh

### book 380

ἀμαλδυνθήσομαι: ἀντὶ τοῦ “ἀφανισθήσομαι”. RVΓLh

### book 380alpha

παρατηρητέον οὖν πρὸς τοὺς παρ’ Ὁμήρῳ ἐξηγουμένους RVΓ τεῖχος ἀμαλδύνας

### book 380beta

ὃ καὶ παρατηρητέον· Ὅμηρος γάρ φησι Lh

### book 380

ἀντὶ τοῦ “ὁμαλίσας”. RVΓLh

### book 381a

εἰ μὴ τετορήσω R: ἐπίτηδες τραγικαῖς λέξεσιν ἐχρήσατο, τῷ “τε‐ τορήσω” καὶ “λακήσομαι”. RVΓLh

### book 381b

ἀντὶ τοῦ “σαφηνιῶ”, ὅ ἐστι δηλώσω. R τορῶς γὰρ σαφῶς καὶ ἀκριβῶς. RVΓ

### book 381c

εἰ μὴ κατείπω ταῦτα τὰ πραττόμενα οὕτως ὑμῖν καὶ διαβάλω. VΓ

### book 382a

λακήσῃς] λαλήσεις. ΓLh

### book 382b

ὦʽρμίδιον] ἀντὶ τοῦ “ὦ Ἑρμῆ” ὑποκοριστικῶς. ΓLh

### book 382c

—̇ Ald

### book 383a

ἐκπεπληγμένοι Γ: διπλῆ καὶ ἐν ἐκθέσει στίχοι τροχαϊκοὶ τρίμετροι ἀκατάληκτοι βʹ. ὑφ’ οὓς διπλαῖ βʹ· ἕπεται γὰρ ἡ ἀντιστρέφουσα τῇ ἑκκαιδεκακώλῳ, ἧς πρῶτος μηδαμῶς ὦ δέσποθ’ Ἑρμῆ, τέλος δὲ δέσποτ’ ἀγαλοῦμεν ἡμεῖς 〈ἀεί〉. VΓ

### book 383b

εἰπέ μοι τί πάσχετ’: τὰ τοιαῦτα εἴδη καλεῖται ἑτερόστροφα καί εἰσι στίχων καὶ κώλων ιζʹ. ὧν οἱ πρῶτοι δύο LhAld

### book 383b alpha

τροχαϊκοὶ τετράμετροι καταληκτι‐ κοί. ὁ αʹ ὁ τῆς στροφῆς ὅμοιος τετρά‐ μετρος. Lh

### book 383b beta

〈καὶ ὁ τῆς στροφῆς αʹ τροχαϊκοὶ τετράμετροι καταλητικοί.〉 Ald

### book 383b

τὸ βʹ παιωνικὸν δίμετρον καταληκτικόν. ὁ γʹ παιωνικὸς τετράμετρος ἀκατάληκτος. LhAld

### book 383b alpha

ὁ δʹ ὅμοιος τῷ αʹ. ὁ ἑξῆς τοῦ ὑποκριτοῦ ὅμοιος. ὁ πρῶτος τῆς βʹ στροφῆς ὅμοι‐ ος. τὸ βʹ καὶ γʹ καὶ δʹ καὶ εʹ παιωνικὰ δίμετρα ἀκατάληκτα δίρρυθμα. ὁ ϛʹ ὅμοιος τῷ αʹ. τὸ ζʹ, τὸ ηʹ, τὸ θʹ καὶ τὸ ιʹ παιωνικὰ πάλιν δίμετρα. Lh

### book 383b beta

〈ὁ δʹ καὶ ὁ ἑξῆς καὶ οἱ αʹ, ϛʹ τῆς δευτέρας στροφῆς ὅμοιοι τῷ πρώτῳ. τὰ δ’ ἄλλα παιωνικὰ δίρρυθμα.〉 Ald

### book 383b

ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος. ἐπὶ δὲ τῷ τελευταίῳ κώλῳ, τῷ δέσποτ’ ἀγαλοῦμεν ἀεί δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος. LhAld

### book 383c

σύστημα. Lh

### book 384a

ὦ πόνηροι: ὦ ἐπίμοχθοι. RVΓ

### book 384b

ἐπιτιμᾷ αὐτοῖς ὡς νῦν σιωπῶσι δέον αὐτοὺς ἐν καιρῷ λαλεῖν. RVΓ

### book 385

στροφὴ κώλων δʹ. Lh

### book 386

εἴ τι κεχαρισμένον: παρὰ τὸ ὁμηρικὸν εἴ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα. Γ

### book 387a

τοῦτο μὴ φαῦλον Γ: μὴ εὐτελὲς νομίζων τοῦ χοιριδίου τυχεῖν. ΓLh

### book 387b

ἐν τῷ λαβεῖν RΓbisLh ἡμᾶς Γpr.Lh τὴν εἰρήνην. RΓbisLh

### book 389

σύστημα. Lh

### book 390a

στροφὴ ἑτέρα κώλων ιʹ. Lh

### book 390b

μὴ γένῃ ΓLh παλίγκοτος RΓLh τις Lh: ἀντὶ τοῦ “ἐναντίος”. RΓLh

### book 390c

μὴ ἐξ ὑποστροφῆς ὀργισθῇς πάλιν καὶ μετανοήσῃς. RΓLh

### book 395a

εἴ τι Πεισάνδρου: ἴσως Γ εἰρωνεύεται· ἐπὶ δειλίᾳ γὰρ ἐσκώπτετο παρὰ πολλοῖς. RΓLh

### book 395b

Πεισάνδρου V: οὗτος φιλοπόλεμος ἦν καὶ πολεμοποιὸς κερδῶν ἰδίων ἕνεκεν. ἦν δὲ δειλὸς καὶ μέγας, καὶ ἐκαλεῖτο ὀνοκίνδιος. ἐχρῆτο δὲ τριλοφίᾳ καὶ ὅπλοις ἐπισήμοις ὑπὲρ τοῦ δοκεῖν ἀνδρεῖος εἶναι μὴ ὤν. καὶ ἐν ἄλλοις δὲ ἐπαχθῶς αὐτοῦ λαμβάνεται. RV

### book 396-399

ἐφ’ οἷς ἡμᾶς εὐεργετῆσαι RΓLh προθυμῇ τε καὶ διανοῇ. ΓLh

### book 399a

ἀγαλοῦμεν RVΓLh: ἀντὶ τοῦ R “κοσμήσομεν”. RVΓLh

### book 399b

ἀγαλοῦμεν ἡμεῖς ἀεί: ὅτι περισσὸν τὸ “ἀεί”· ἤρκει γὰρ εἰπεῖν τὸ “διὰ παντὸς”. VΓ

### book 399c

ἴσως ταυτολογίᾳ ἐχρήσατο τὴν ἀείμνηστον εὐεργεσίαν δεῖξαι θέλων. VΓ

### book 399d

〈 〉 Lh

### book 400a

ἴθ’ ἀντιβολῶ σε LhAld: σύστημα ἕτερον κατὰ περικοπὴν ἀνομοιομε‐ ρέσ(.) LhbisAld

### book 400a alpha

οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμε‐ τροι ἀκατάληκτοι κϛʹ, ὧν τελευταῖος οἴμ’ ὡς ἐλεήμων εἴμ’ ἀεὶ [para]τῶν χρυσίδων. Lh ἐπὶ τῷ τέλει παράγραφος. LhAld

### book 400a beta

〈ἐκ στίχων ἰαμβικῶν κϛʹ.〉 Ald

### book 400b

ἐλέησον αὐτῶν ὄπα: ἀντὶ τοῦ “ἐποίκτειρον αὐτῶν τὰς εὐχὰς καὶ τὰς λιτάς, καὶ ἐπάκουσον ἡμῶν, ὦ φιλανθρωπότατε”. ΓLh

### book 400c

※ Lh

### book 402a

αἰνίττεται εἰς τοὺς Ἀθηναίους ὡς πολλὰ κλέπτοντας. RVΓLh

### book 402b

κλέπται γὰρ ΓLh νῦν εἰσιν Γ: παρ’ ὑπόνοιαν. RVΓLh

### book 402c

ἔπαιξεν ὡς τοῦ Ἑρμοῦ χαίροντος ταῖς κλοπαῖς. οὕτω γοῦν σε τιμῆσαι προαιρούμεθα, φησίν, ὅτι ζηλωταὶ τῶν ἐπιτηδευμάτων ἐσόμεθα τῶν σῶν, καὶ μᾶλλον ἢ πρότερον ἐν ταῖς κλοπαῖς προσέξομεν. RVΓLh

### book 402d

ἐν τῷ προσθεῖναι “μᾶλλον ἢ πρὸ τοῦ” ἐπ’ ἀμφοτέροις διέβαλεν, ὅτι καὶ πρότερον ἔχαιρον καὶ νῦν ἐπιδώσουσι μᾶλλον. VΓLh

### book 404

τοῖς θεοῖς ἅπασιν ἐπιβουλεύεται ΓLh: ἀντὶ τοῦ “ἐπὶ τοῖς θεοῖς βουλεύεται”. RΓLh

### book 406

ἡ γὰρ Σελήνη RΓLh χὠ πανοῦργος RΓ: τοῦτο λέγει Lh διὰ τὰ ἐκλείψεις καὶ τὰς ἄλλας διοσημίας τὰς κατὰ τὸν πόλεμον τὸν πελοποννησιακὸν RVΓLh γενομένας. Lh

### book 406-408alpha

βαρβάροισι R: εὐφυῶς πάλιν εἰς ὁμόνοιαν αὐτοὺς προ‐ τρεπόμενος RVbisΓLh δείκνυσιν, ὅτι ὑπὲρ τῶν βαρβάρων ἐστὶ τὸ τοὺς Ἕλληνας διὰ τὰς στάσεις ἀλλήλους διαφθείρειν. RVbisΓ

### book 406-408beta

σοφῶς ὑποβολῇ προσώπων εἰς ὁμόνοιαν προσάγει τοὺς ἀκούοντας. VΓLh καὶ Lh λεληθότως δείκνυσι πάλιν, ὅτι ὑπὲρ τῶν βαρβάρων ἐστὶ τὸ τοὺς Ἕλληνας τῇ οἰκείᾳ διαφθείρε‐ σθαι στάσει. VΓLh

### book 409

ἵνα τί δὲ] διὰ ποίαν αἰτίαν. ΓLh

### book 409-411a

δοκοῦσι γὰρ οἱ βάρβαροι τούτους μάλιστα θεραπεύειν τῶν θεῶν. VΓLh

### book 409-411b

ἐπιεικῶς οἱ βάρβαροι τόν τε ἥλιον καὶ τὴν σελήνην θεῶν μᾶλλον πάντων σέβουσιν. διὰ τοῦτο VbisΓLh δὲ VbisΓ καὶ τὴν Δῆλον καὶ τὴν Ἔφεσον οὐ διελυμήναντο· ὁ μὲν γὰρ ἥλιος Ἀπόλλων νενόμιστο, ἡ δὲ Ἄρτεμις σελήνη. Vbis ΓLh

### book 410-411

τούτοισι δὲ οἱ βάρβαροι Γ: ὅτι RValt. οἱ βάρβαροι τὸν ἥλιον καὶ τὴν σελήνην τιμῶσιν, ὡς Ἡρόδοτος ἱστορεῖ. RVbisΓ

### book 413a

ἵνα τὰς τελετὰς αὐτοὶ λάβοιεν ΓLh: ἡμῶν ἀπολομένων καὶ τῶν βαρβάρων αὐτοῖς θυόντων. RVΓLh

### book 413b

παρατηρητέον, ὅτι VΓ ἐνταῦθα Lh ἀντὶ τοῦ “τὰς θυσίας” VΓLh κεῖται τὸ “τελετάς”. VΓ

### book 414a

ταῦτ’ ἄρα VΓLh πάλαι VΓ: συντίθεται ὁ Ἑρμῆς, καί φησιν, ὅτι VΓLh διὰ ταῦτα RΓLh ὁ μὲν ἥλιος παρέκλεπτε τῶν ἡμερῶν, ἡ δὲ σελήνη τοῦ κύκλου. VΓLh

### book 414b

τοῦ κύκλου R: ὅτι ἐπειδὰν ἴσαι αἱ ἡμέραι καὶ οἱ μῆνες γένωνται, ἔκλειψις γίνεται. τὸ φύσει οὖν γινόμενον κλέπτετον εἶπε παίζων. RVΓLh

### book 415a

ὑφ’ ἁρματωλίας: οὕτως ἡ γραφή. μέμνηται VΓ Ἡρωδιανὸς VΓLh ἐν τῇ ιαʹ VΓ καὶ Φρύνιχος VΓLh ἐν τῇ σοφιστικῇ παρασκευῇ· VΓ οὕτω τιθέασι τὴν λέξιν. VΓLh

### book 415b

δέον εἰπεῖν “ὑπὸ ἁμαρτίας” ἀντὶ τοῦ “ἁμαρτάνοντες” εἶπεν “ὑφ’ ἁρ‐ ματωλίας” ἀντὶ τοῦ “φειδόμενοι τῶν ἁρμάτων αὐτῶν”. VΓLh

### book 415c

ἁρματωλίας R: τῆς τῶν ἁρμάτων ἡνιοχείας. RΓLh

### book 417

τήνδε] τὴν Εἰρήνην. ΓLh

### book 418a

καί σοι τὰ μεγάλ’ RΓLh ἡμεῖς R: οὐχ ὡς καὶ μικρῶν ὄντων τοῦτό φησιν, ἀλλ’ αὔξων τὴν χάριν. τῇ δὲ Ἀθηνᾷ ἤγοντο διὰ πέντε ἐτῶν RV ΓLh τὰ Παναθήναια, Lh ὅτε καὶ ἡ ναῦς ἐπὶ γῆς πλέει παρ’ αὐτοῖς. RVΓ

### book 418b

Παναθήναι’ R: σοὶ RVΓLh οὖν, Lh φησίν, ἄξομεν τὰ Παναθήναια, VΓLh καὶ οὐ τῇ Ἀθηνᾷ, ἐὰν τῆς εἰρήνης τύχωμεν διὰ σοῦ. RVΓLh

### book 419

πάσας τε Γ τὰς 〈ἄλλασ〉 τελετὰς VΓ: καὶ τοῦτο πρὸς τὰς ἄλλας τελετάς. Γ σαφέστερον δὲ ἐν τούτοις μᾶλλον VΓLh ποιεῖ, Lh ὅτι οὐ περιγεγραμ‐ μένως ἐπὶ τῶν θυσιῶν VΓLh τὰς τελετὰς Lh εἴρηκεν. VΓLh

### book 420a

μυστήρι’ RLh Ἑρμῇ R: τὰ τῇ Δήμητρι καὶ Κόρῃ ἀγόμενα RVΓLh

### book 420a alpha

οὐκέτι ταύταις, φησίν, ἄξομεν, RVΓ

### book 420a beta

λέγει. οὐκέτι οὖν, φησίν, ἄξομεν ταύταις τὰ μυστήρια, Lh

### book 420a

ἀλλὰ σοί, ὥσπερ καὶ τὰ Παναθήναια. RVΓLh

### book 420b

Διιπόλει’: ἑορτὴ Ἀθήνησιν, ἐν ᾗ Πολιεῖ Διὶ θύουσι Σκιροφοριῶνος τετάρτῃ ἐπὶ δέκα, VΓLh ὅς ἐστιν Αὔγουστος. Lh ἔστι δὲ ἀπομίμημα τῶν περὶ τῶν πελάνων καὶ τὰς βοῦς συμβάντων. VΓLh

### book 420c

Διιπόλει’ Ἀδώνια: τὰ Διιπόλεια τῷ Διί, Γ τὰ Ἀδώνια τῷ Ἀδώνιδι καὶ τῇ Ἀφροδίτῃ ΓLh ἤγετο. Lh

### book 421

ἄλλαι τέ σοι πόλεις Γ: τοῦτό φησιν, ἵνα μὴ δόξῃ καταισχύνειν τὸ ἀξίωμα τῶν Ἀθηναίων ὡς διὰ τὸ ἀποκαμεῖν μόνων ἐρώντων τῆς εἰρήνης. οὐ μόνοι γὰρ αὐτοί, φησί, τὸν Ἑρμῆν τιμήσουσιν, ἀλλὰ καὶ πᾶσαι αἱ πόλεις τῆς εἰρήνης τυγχάνουσαι διὰ τὸ χρησιμεύειν τῷ βίῳ τῶν ἀνθρώπων. VΓ

### book 422a

ἀλεξικάκῳ: καὶ τὸ ἐπὶ τῷ Ἡρακλεῖ †μόνῳ† σοὶ ἐπιθήσομεν. ἀλεξίκα‐ κος γὰρ Ἡρακλῆς παρὰ τοῖς ἀνθρώποις ἐτιμᾶτο. RVΓ

### book 422b

καὶ Ἀπόλλωνα καὶ Ἡρακλέα ἀλεξίκακον τιμῶσιν. φησὶν οὖν· οὔτε Ἀπόλλωνι οὔτε Ἡρακλεῖ θύσομεν ὡς ἀλεξικάκοις, ἀλλὰ σοί. RVΓ

### book 422c

θύσουσιν] ἀφέντες Ἡρακλέα ἀλεξίκακον καὶ Ἀπόλλωνα, οὓς πρώην ἐτίμων, σοὶ θύσουσιν. Lh

### book 424

δῶρον δίδωμι VΓ: τοῦτο Γ παρεπιγραφή. τοῦτο γὰρ εἰπὼν δίδωσιν αὐτῷ φιάλην χρυσῆν. VΓLh

### book 425a alpha

οἴμ’ ὡς ἐλεήμων: δέον εἰπεῖν “ἥττων” φησὶν RVΓ “ἐ‐ λεήμων”. VΓ

### book 425a beta

ὡς ... ἀεὶ] ἀντὶ τοῦ εἰπεῖν “ἥτ‐ των” “ἐλεήμων” φησίν. Lh

### book 425b alpha

χρυσίδα τὴν φιάλην. RVΓ

### book 425b beta

τῶν χρυσίδων] τῆς φιάλης. Lh

### book 425c

παρ’ ὑπόνοιαν. ἀντὶ τοῦ εἰπεῖν· τῆς πόλεώς εἰμι ἀεὶ ἐλεήμων ἢ τῆς Ἑλλάδος ἢ τῶν ἀνθρώπων, εἶπε· τῶν χρυσίδων, διὰ τὴν χρυσῆν φιάλην. RVΓ

### book 425d

—̇ Ald

### book 426a

ὑμέτερον ἐντεῦθεν: διπλῆ καὶ ἐν ἐκθέσει στίχοι τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ 〈εʹ〉. εἶτα ἐν εἰσθέσει παρὰ τοὺς τετραμέτρους στίχοι ἰαμβικοὶ βʹ· κἀν ἐπεισθέσει κῶλα βʹ, ὧν τὸ μὲν ἐκ διπλοῦ σπονδείου, τὸ δὲ ἐκ τοῦ δευτέρου τροχαίου καὶ αὐτοῦ διπλοῦ. VΓ

### book 426b

ὑμέτερον ἐντεῦθεν: κορωνὶς εἰσιόντων ἑτέρως τῶν ὑποκριτῶν στίχων λβʹ, ὧν οἱ πρῶτοι εʹ τροχαϊκοὶ τετράμετροι καταληκτικοί· οἱ ἑξῆς βʹ ἰαμβικοὶ τρίμετροι· τὰ ἑξῆς δύο κῶλα τὸ μὲν σπονδιακὸν δίμετρον ἐπίτηδες ἐκ σπονδείων συγκείμενον, τὸ δὲ τροχ〈α〉ϊκὸν δίμετρον ἀκατάληκτον· Lh

### book 426b alpha

οἱ δὲ ἑξῆς πάντες ἰαμβικοὶ τρίμε‐ τροι ἀκατάληκτοι, ὧν τελευταῖος Lh

### book 426b beta

〈τὰ δὲ ἑξῆς ἰαμβεῖα μέχρι τοῦ〉 Ald

### book 426b

ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖσιν κάλως. ἐπὶ τῷ τέλει κορωνίς. LhAld

### book 426c

ὁ Ἑρμῆς ταῦτα παρακελεύεται. ταχέως δὲ πεποίηκεν αὐτὸν μεταβαλλό‐ μενον τὴν προαίρεσιν, ἵνα μᾶλλον αὐτὸν δείξῃ ἥττονα τοῦ λήμματος. VΓ

### book 426d

ταῖς ἄμαις: ἄμη γεωργικὸν ὄργανον. R

### book 426e

※ Lh

### book 429

φράζε R δημιουργικῶς: ἀντὶ τοῦ RVΓ “τεκτονικῶς”· τοὺς γὰρ τέκτονας δημιουργοὺς ἔλεγον. RVΓLh

### book 431

ἄγε δὴ σὺ ταχέως RΓ: ἄγε, φησί, πρότερον σπεῖσον τοῖς θεοῖς, ἵνα οὕτω τοῦ ἔργου ἑξόμεθα. RVΓLh

### book 432a

ἔργῳ φιαλοῦμεν: οἷον ἐπιθῶμεν τὴν φιάλην ἐπὶ τῶν ἔργων. VΓLh

### book 432b

φιαλοῦμεν R: ἔργῳ ἐπιβαλοῦμεν, ἐπὶ τοῦτο ὁρμήσομεν. RVΓLh

### book 432b alpha

προείρηται ἐν τοῖς Σφηξίν. R

### book 432b beta

εἴρηται δὲ καὶ ἐν τοῖς Σφηξίν. VΓLh

### book 432c

παίζει παρὰ τὴν φιάλην τὴν δῶρον αὐτῷ δοθεῖσαν. ἢ ὅτι φιάλλειν κυρίως ἐστὶ τὸ ἄρχεσθαί VΓLh τινος Lh πράγματος. VΓLh

### book 432d

τοῦ ἔργου ἐπιλαβώμεθα καὶ προθυμηθῶμεν. VΓLh ἢ ἐπὶ τοῦτο ὁρμήσω‐ μεν VΓ καὶ σπείσωμεν καὶ εὐφρανθῶμεν. VΓLh

### book 433

σπονδὴ σπονδή VΓ: τοῦτο ἀξίουσι τὸν Ἑρμῆν λέγειν σπένδοντα. RVΓLh

### book 435a

διπλῆ καὶ ἐν ἐκθέσει στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι κδʹ, ὧν τελευταῖος ὑπότεινε δὴ πᾶς. VΓ

### book 435b

σπένδοντες εὐχώμεσθα: δοκεῖ διὰ τούτων αἰνίττεσθαι τὴν ὑπὸ Μελη‐ σίππου λεχθεῖσαν ἀπειλήν. ἐν ἀρχῇ γὰρ τοῦ πελοποννησιακοῦ πολέμου πεμφθεὶς πρεσβευτὴς ὁ Μελήσιππος ὑπὸ Λακεδαιμονίων εἰς τὰς Ἀθήνας, ὡς οὐχ ὑπήκουσαν οἱ Ἀθηναῖοι, ἠξίου ἀπαλλάττεσθαι λοιπόν, καὶ γενόμενος ἐπὶ τοῖς ὁρίοις VΓLh λόγος Lh εἰπεῖν· ὡς ἥδε ἡ ἡμέρα πολλῶν καὶ μεγάλων κακῶν τοῖς Ἕλλησιν ἄρξει. ἐπεὶ οὖν τῶν τοῦ πολέμου κακῶν ἀπαλλαχθήσεσθαι λοιπὸν ἔμελλον, εἰς τοὐναντίον πάλιν ὁ ποιητὴς μετέστρεψε τὸν λόγον τὸν ὑπ’ ἐκείνου ῥηθέντα. VΓLh

### book 436

ἄργαι] ἀρχηγὸν γενέσθαι. ΓLh

### book 437

ξυλλάβοι VΓ τῶν σχοινίων RVΓ: ἀντιλάβοιτο. VΓLh σχοινίοις γὰρ αὐτὴν καταχωσθεῖσαν ἀνεῖλκον. RVΓLh

### book 438a

μὴ λαβεῖν ποτ’ ἀσπίδα VΓ: μηκέτι πανοπλίαν βαστάσαι. VΓLh

### book 438b

μὴ λαβεῖν ποτ’ ἀσπίδα RLh: ἀντὶ τοῦ “ἀπεῖναι τῶν κακῶν τοῦ πολέμου”. RVΓLh

### book 438c

—Lh

### book 439

χρησίμως νῦν ἀντιπαρατίθησι τοῖς τοῦ πολέμου δυσχερέσι τὰ τῆς εἰρήνης ἡδέα προτρεπόμενος καὶ εἰς ἔρωτα αὐτοὺς φέρων αὐτῆς. VΓLh

### book 440a

καὶ Γ σκαλεύοντ’ ἄνθρακας VΓLh: ἀντὶ τοῦ “ζωπυροῦντα τοὺς ἄνθρακας”. RVΓLh

### book 440b

οἷον ἐν ἀγρῷ διατρίβοντα. ἐπεὶ οὗτοι ὀπτῶσι βαλάνους καὶ σκαλεύουσι τοὺς ἄνθρακας ἐν τῷ ὀπτᾶν. VΓLh

### book 440c

τὸ γυναικεῖον αἰδοῖον RVΓLh ἄνθρακας VΓLh λέγει RVΓLh κατ’ εὐφημισμόν. Lh

### book 441

ὅστις δὲ VΓLh πόλεμον VΓ: δύο πρόσωπα ταῦτά φησιν, ὧν ὁ μὲν εὔχεται, ὁ δὲ ἕτερος ἀκόλουθα τῇ εὐχῇ RVΓLh καταρώμενος VΓLh λέγει. RVΓLh

### book 443a

ὀλέκρανα VΓLh λέγονται Γ τὰ τῶν ὀλένων κρανία, τουτέστι τῶν χειρῶν. VΓLh

### book 443b

δῆλον, ὅτι τὸ ὀξὺ καὶ ἐπικαμπὲς τῶν χειρῶν λέγει, ὃν ἀγκῶνα φαμέν. VΓ

### book 443c

ἐκ τῶν ὀλεκράνων RVΓLh: ὀλέκρανόν VΓLh τινες τὸν ἀγκῶνα, οὐκέτι δὲ τὸ ἐν τῇ καμπῇ τῆς χειρὸς ὀξύ. ἐπώδυνος δὲ ὁ τόπος οὗτος τοῖς τρωθεῖσιν εἰς αὐτόν. RVΓLh

### book 443d

“ἀκίδας” τὰ βέλη λέγει. ἐπιστῆσαι δὲ ἄξιον, τί ποτε αὐτῷ ταῦτα βούλεται· οὐ γὰρ τοξόται οἱ Λακεδαιμόνιοι, ἀλλὰ τῇ συστάδην μάχῃ μᾶλλον χαίροντες. VΓLh

### book 444

κεἴ τις VΓ ἐπιθυμῶν VΓLh ταξιαρχεῖν ΓLh: οἱ πρότεροι στίχοι πρὸς τὴν ἄνω κατάραν λέγονται· εἶθ’ ἕτερος συνάπτει VΓLh πάσχοι γε τοιαῦθ’, VΓ ὥστε καὶ παραγραφὴν εἶναι. ὥστε ἐκείνου προειπόντος κατάραν ὁ ἕτερος τὸν λόγον ἐκδεξάμενος ἐπιφέρει. ὅπερ καὶ ἐν ταῖς ἑξῆς κατάραις σαφέστερον

### book 444alpha

φησίν. VΓ

### book 444beta

ποιεῖ. Lh

### book 446

οἷάπερ RΓ Κλεώνυμος RVΓ: τουτέστιν RΓLh ἀσχημονοίη ῥίπτων τὴν ἀσπίδα. ῥίψασπις γὰρ ὁ Κλεώνυμος, RVΓLh ὡς καὶ ἐν τοῖς Σφηξὶ λέγει φανερώτατα. RVΓ

### book 447

εἴ τις δορυξὸς ἢ R κάπηλος RΓ ἀσπίδων Γ: οὐκ αὐτὸς ἀσπίδας ποιῶν, ἀλλὰ παρ’ ἄλλου λαμβάνων καὶ πωλῶν. RVΓLh καπήλους γάρ φασι RVΓ πάντας R τοὺς μεταβόλους. RVΓ

### book 448a

ἵν’ ἐμπολᾷ ΓLh βέλτιον Γ: ἵνα πιπράσκῃ πλείονος. ἢ ἵνα πορίζῃ πλεῖον. ΓLh

### book 448b

συνήθως νῦν τὸ “ἐμπολᾷ” ἀντὶ τοῦ “πωλεῖ”. πολλάκις δὲ VΓLh καὶ Lh ἐπὶ τοῦ ἀγοράζειν, ὡς ἑξῆς ἐμπολήσαντές τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον. VΓLh

### book 448c

κριθὰς μόνας: ἀντὶ τοῦ “μὴ ἄλφιτα, ἀλλὰ μόνας κριθάς”. VΓ

### book 450

κεἴ τις στρατηγεῖν RΓLh βουλόμενος R: δοκεῖ ταῦτα εἰς Ἀλκιβι‐ άδην αἰνίττεσθαι, ὥς που φησὶ RVΓLh καὶ RV Θουκυδίδης ἐν τῇ Νικίου δημηγορίᾳ RVΓLh καὶ ἐν τῇ VΓLh αὐτοῦ V Ἀλκιβιάδου, τὸν μὲν Νικίαν παραινοῦντα τοῖς Ἀθηναίοις ποιῶν μὴ πειθομένους αὐτῷ πόλεμον ἄρασθαι τοσοῦ‐ τον, ΓLh οὕτω λέγων· “εἴτε τις ἄρχειν ἄσμενος αἱρεθεὶς παραινεῖ ἐκπλεῖν ὑμῖν ταὐτοῦ μόλις σκοπῶν, ἄλλως τε καὶ νεώτερος VΓ ἔτι Γ ὢν εἰς τὸ ἄρχειν, ὅπως θαυμασθῇ μὲν ἀπὸ τῆς ἱπποτροφίας, διὰ VΓ δὲ V πολυτέλειαν καὶ ὠφεληθῇ τι, ἐκ τῆς ἀρχῆς δὲ τούτῳ παράσχητε τῷ τῆς πόλεως κινδύνῳ ἰδίᾳ ἀπολαμπρύνασθαι”, VΓ αὐτὸν δὲ τὸν Ἀλκιβιάδην ὅτι βούλεται στρατηγεῖν μὴ ἀρνούμενον VΓLh διὰ τούτων· “καὶ προσήκει μοι μᾶλλον, ὦ Ἀθηναῖοι, ἑτέρων ἄρχειν—ἀνάγκη γὰρ ἐντεῦθεν ἄρξασθαι, ἐπειδή μου Νικίας καθήψατο—καὶ ἄξιος ἅμα νομίζων VΓ εἶναι”. V

### book 451

ἢ δοῦλος αὐτομολεῖν Γ: πάλιν πρὸς Ἀλκιβιάδην, ἐπεὶ πρὸς Λακεδαι‐ μονίους φυγὼν αἴτιος ἐγένετο τοῦ Δεκέλειαν αὐτοὺς ἐπιτειχίσαι· διὸ καὶ δοῦλον αὐτὸν καλεῖ, RVΓ διὰ τὴν Κοισύραν, ἥτις δούλη ἦν, ὥς φησιν ἐν Νεφέλαις. VΓ

### book 452

ἐπὶ τοῦ τροχοῦ RΓ γ’ ἕλκοιτο Γ: οἱ γὰρ δοῦλοι σφαλλόμενοι ἐπὶ τροχοῦ δεσμούμενοι καὶ συρόμενοι ἐτύπτοντο ἀνακλώμενοι ἐν αὐτῷ. RVΓLh

### book 453a

〈ἰὴ παιὼν: ἐφύμνιον εἰς Ἀπόλλωνα. τὴν δὲ αἰτίαν Καλλίμαχος ᾖσε διὰ τούτων· Πυθῶ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ, αἰνὸς ὄφις. τὸν μὲν σὺ κατήναρες, ἄλλον ἐπ’ ἄλλῳ βάλλων ὠκὺν ὀϊστόν, ἐπηΰτησε δὲ λαός· ἰὴ ἰὴ Παιῆον, ἵει βέλος.〉 Ald

### book 453b

—Lh

### book 454

ἐπεὶ ἐν τῷ “παιών” ἔγκειται τὸ παίειν. R

### book 456a

Ἑρμῇ Χάρισιν ΓLh Ὥραις Γ: δικαίως προέταξε τὸν Ἑρμῆν ὡς αἴτιον τῆς ἀναγωγῆς τῆς Εἰρήνης. καὶ τῶν ἑξῆς δὲ εἰκότως ἐμνήσθη ὡς ἁρμοδίων αὐτῇ· ἐν γὰρ τῇ εἰρήνῃ τούτων ἀπολαύουσι πάντες. RΓLh

### book 456b

Ὥραις ΓLh: ταῖς τοῦ ἔτους. VΓLh

### book 456c

ὧν οὐδεὶς ἐν πολέμῳ ἀπολαύει καὶ τῶν αὐτῶν ἔργων. VΓLh

### book 457a

Ἄρει δὲ RΓLh μή R: πρὸς τοὺς οἰομένους τῶν νεωτέρων τὸν αὐτὸν εἶναι Ἄρεα καὶ Ἐνυάλιον. RVΓLh

### book 457b

κατ’ ἐπίθετον. τινὲς δὲ Ἄρεως καὶ Ἐνυοῦς RVΓLh λέγουσι Lh τὸν Ἐνυάλιον, οἱ δὲ Κρόνου καὶ Ῥέας. RVΓLh

### book 457c

Ἀλκμᾶνα λέγουσιν ὁτὲ μὲν τὸν αὐτὸν λέγειν, ὁτὲ δὲ διαιρεῖν. ΓLh

### book 457d

εἰκότως τούτοις ΓLh φησὶ Lh μὴ δεῖν θύειν μετὰ τὴν εἰρήνην· ὑπεναν‐ τίοι γὰρ καὶ ἀλλότριοι τῆς εἰρήνης. ΓLh

### book 458

Lh

### book 459a

ὦ εἴα Γ: διπλῆ καὶ εἴσθεσις 〈εἰς περικοπὴν〉 ἀμοιβαίαν τοῦ χοροῦ καὶ τοῦ ὑποκριτοῦ ἐν ἐπεισθέσει καὶ παρεκθέσει. ἧς τὰ πρῶτα εʹ VΓ κατὰ κῶλον· ἔχει γὰρ ἀλλαγὴν τῶν προσώπων. V καὶ ἔστι τὸ μὲν πρῶτον καὶ τρίτον τρισύλλαβα κατὰ παλιμβάκχειον, τὸ δὲ βʹ παίων πρῶτος. τὸ δὲ δʹ ἤτοι δακτυλικὸν διπλοῦν ἢ τροχαϊκὸν πενθημιμερὲς εἴη ἄν. τὸ εʹ διπλοῦς παλιμβάκχειος. VΓ

### book 459b

ὦ εἶα Lh: ἡ ἀμοιβαία αὕτη στροφὴ κώλων ἐστὶ ιδʹ, ἔχει δὲ ἑξῆς καὶ ἀντιστροφὴν ἐξ ὁμοίων ἀρχομένην κώλων. LhAld

### book 459b alpha

ἔστι τοίνυν τὸ αʹ παιωνικὸν μονό‐ μετρον ἐκ παλιμβακχείου· τὸ βʹ ὅμοιον ἐκ παίωνος αʹ· τὸ γʹ ὅμοιον τῷ αʹ· τὸ δʹ ὅμοιον ἡμιόλιον ἐκ παίωνος· τὸ εʹ δίμε‐ τρον ἐκ παλιμβακχείων· τὸ ϛʹ καὶ ζʹ ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα· τὸ ηʹ ὅμοιον δίμετρον καταληκτικόν· τὸ θʹ καὶ ιʹ παιωνικὰ μονόμετρα ἐκ κρη‐ τικῶν· τὸ ιαʹ καὶ ιβʹ καὶ ιγʹ ἀναπαιστι‐ κὰ δίμετρα ἀκατάληκτα ἐπιμεμιγμένα ἰάμβοις, τὰ δὲ τῆς ἀντιστροφῆς καὶ δακτύλοις· τὸ ιδʹ πῶς οὖν οὐ χωρεῖ τοὔργον; ὅμοιον καταληκτικὸν ἤτοι ἑφθημιμε‐ ρὲς παροιμιακόν. ἐπὶ τῷ τέλει παρά‐ γραφος καὶ διπλῆ ἔσω νενευκυῖα διὰ τὴν ἀνταπόδοσιν. Lh

### book 459b beta

〈καὶ ἔστι τὸ μὲν πρῶτον τρισύλ‐ λαβον κατὰ παλιμβάκχειον· τὸ δὲ βʹ παίων πρῶτος· τὸ δὲ γʹ ὅμοιον τῷ πρώτῳ· τὸ δὲ δʹ ἤτοι δακτυλικὸν δι‐ πλοῦν ἢ τροχαϊκὸν πενθημιμερὲς εἴη ἄν, ἢ ἡμιόλιον ἐκ παίωνος· τὸ μέντοι τῆς ἀντιστροφῆς κρητικὸν ἔχει· τὸ εʹ δι‐ πλοῦς παλιμβάκχειος· τὰ ϛʹ ζʹ ἀνα‐ παιστικὰ δίμετρα· τὸ ηʹ ἑφθημιμερὲς ὅμοιον· τὰ θʹ ιʹ παιωνικὰ μονόμετρα ἐκ κρητικῶν· τὰ ιαʹ ιβʹ ιγʹ ἀναπαιστικὰ δίμετρα ἐπιμεμιγμένα ἰάμβοις, τὰ δὲ

### book 459b beta

τῆς ἀντιστροφῆς καὶ δακτύλοις· τὸ ιδʹ ὅμοιον ἑφθημιμερές. ὑφ’ ὃ ἡ ἔσω διπλῆ διὰ τὴν ἀνταπόδοσιν.〉 Ald

### book 459c

ὦ εἶα R: τὸν Ἑρμῆν καὶ ταῦτα ἐξάρχειν θέλουσιν. μιμεῖται δὲ τοὺς βάρος τι ἐξέλκοντας. δεῖ οὖν νοεῖν, ὅτι ταῦτα ἀνὰ μέρος λέγεται, τὸ μὲν τοῦ Ἑρμοῦ κελεύοντος καὶ ἕλκοντος, τὸ δὲ τῶν ἑλκόντων ὑπακουόντων. RVΓ

### book 459d

ὁ Ἑρμῆς ἐπιτάττει τοῖς ἕλκουσι, καὶ ἅμα τοῖς μὴ ἕλκουσιν ἐπιτιμᾷ· οἱ δὲ χαίροντες τῇ εἰρήνῃ ἀποκρίνονται. VΓ

### book 460

※ Lh

### book 462

ἔτι μάλα RΓ: ἔτι σφοδρότερον RVΓLh ἢ R προθυμότερον. RVΓLh

### book 464a

τὰ ἑξῆς τρία ἐν παρεκθέσει, ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον ἓν καὶ καταληκτικὰ βʹ. VΓ

### book 464b

464] οὐχ ὁμοθυμαδὸν ἕλκουσιν. VΓLh

### book 465

οἷ’ ὀγκύλλεσθ’ RΓ: οἷα, φησίν, VΓ ἐπερείδεσθε RVΓLh μὲν τῷ σχοινίῳ προσποιούμενοι ἕλκειν, οὐχ ἕλκετε δέ. ἢ τὸν ὄγκον περιβάλλεσθε καὶ ἀλαζονεύεσθε RVΓ καὶ ὑπερηφανεύεσθε. RΓ ἢ ὡς φιλοπόλεμοι δὲ οὐχ εἷλκον RVΓ ἢ ὡς ἔκσπονδοι. VΓ

### book 466

οἰμώξεσθ’ RΓ οἱ R Βοιωτοί RV: ὅτι μηδὲν αὐτοῖς μέλει τῆς εἰρήνης. ἐπὶ γὰρ RVΓ τοῦ VΓ Ἀλκαίου σπονδάς RVΓ αὐτοῖς Γ φησι γεγονέναι Φιλόχορος πεντηκονταετεῖς Ἀθηναίοις καὶ Λακεδαιμονίοις καὶ τοῖς συμμάχοις πλὴν Βοιωτῶν καὶ Κορινθίων καὶ Ἠλείων. RVΓ

### book 467

εἶτα ἐν ἐκθέσει τρισύλλαβοι 〈βʹ〉 κατὰ πόδα κρητικόν. V

### book 469a

ξυνανέλκετον καὶ σφώ] εἶτα ἐν ἐκθέσει ἀναπαιστικὸν πενθημιμερές. V

### book 469b

ἄγετον, ξυνέλκετον Γ: ὁ χορὸς RΓLh πρὸς τὸν Ἑρμῆν καὶ τὸν Τρυγαῖον. RVΓLh

### book 470a

τὰ ἑξῆς δύο ἀναπαιστικὰ ἐν εἰσθέσει δίμετρα ἀκατάληκτα. V

### book 470b

ἕλκω Γ κἀξαρτῶμαι RΓ: ἔμφασιν πολλὴν ἔχουσιν οἱ λόγοι αὐτοῦ ἐμφαίνοντες τὴν σπουδὴν τὴν περὶ τὸ ἕλκειν, ὅπου γε καὶ συναρτᾶσθαί φησι τῷ ἔργῳ, ἀντὶ τοῦ “συμπεπάρθαι”. RVΓ

### book 472a

ἐν ἐπεκθέσει δίμετρον καταληκτικόν. VΓ

### book 472b

πῶς οὖν οὐ χωρεῖ τ’οὖργον Γ: ὁ Ἑρμῆς τοῦτό φησιν ἀπελέγχων αὐτούς, ὅτι λέγουσιν ἕλκειν καὶ οὐχ ἕλκουσιν. RVΓ

### book 472c

οὐ χωρεῖ] οὐ προκόπτει. VΓLh

### book 472d

— < Lh

### book 473a

ὦ Λάμαχ’ ἀδικεῖς Γ: διπλῆ καὶ στίχοι τρίμετροι ἰαμβικοὶ ιγʹ. VΓ

### book 473b

ὦ Λάμαχ’ Lh: σύστημα κατὰ περικοπὴν Lhbis ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιγʹ. ἐπὶ τῷ τέλει παράγραφος. Lh

### book 473c

περὶ Λαμάχου εἴρηται πολλάκις ὅτι φιλοπόλεμος ἦν. RV

### book 474a

τῆς σῆς μορμόνος Γ: παρὰ τὴν Μορμὼ καὶ τὴν Γοργόνα, ἣν εἶχεν ὁ Λάμαχος RVΓ ἐπίσημον. VΓ

### book 474b

οὕτως ἔλεγον τὸ ἐκφόβητρον· καὶ τὰ προσωπεῖα τὰ αἰσχρὰ μορμολύκεια, ⟦ἀφ’ οὗ⟧ καὶ τὰ τραγικὰ καὶ τὰ κωμικά. RVΓ καὶ ἐν Ἀμφιαράῳ ἀφ’ οὗ κωμῳδικὸν μορμολύκειον ἔγνων. VΓ

### book 476a

ἀλλ’ ἢ κατεγέλων ΓLh: ἐπεὶ Ἀργεῖοι κατεγέλων Λακεδαιμονίων καὶ Ἀθηναίων ἀλλήλοις μαχομένων, ἐπείπερ παρ’ ἀμφοτέρων λαμβάνοντες χρήματα ἐπολέμουν. VΓLh

### book 476b

ἀλλ’ ἢ κατεγέλων: ἀλλ’ R ἐνετρύφων τοῖς ἐκ τοῦ πολέμου διαφθειρο‐ μένοις. αἰνίττεται δὲ εἰς τοὺς Ἀργείους ἐν τούτῳ τῷ πολέμῳ ἐπαμφοτερίζοντας· διὸ καὶ πολλὰ ἐκωμῳδοῦντο. RVΓLh

### book 477a

ταῦτα R διχόθεν RVpr.Γpr.: ὡς τῶν Ἀργείων ἐπαμφοτεριζόντων RVbisΓbis καὶ ἀποκλινόντων, RVpr.Γ καὶ πρὸς Λακεδαιμονίους. RVpr.Γpr. διὸ RVbisΓalt. καὶ Valt.Γalt. Φιλόχορός φησι πολεμοποιοῦντας πάλιν τοὺς Κορινθίους προσλαμβάνεσθαι καὶ τοὺς Ἀργείους. RVbisΓalt.

### book 477b

περὶ Ἀργείων καὶ Φερεκράτης ἐν Αὐτομόλοις VΓ καὶ Γ οὗτοι γὰρ ἡμῖν οἱ κακῶς ἀπολούμενοι ἐπαμφοτερίζους’ ἐμποδὼν καθήμενοι. VΓ

### book 477c

ἀπεμφαίνει “καὶ ταῦτα διχόθεν μισθοφοροῦντες” RVΓLh ἥρ‐ μοττε γὰρ μᾶλλον οὕτως εἰπεῖν· ὅτι οὐ προθυμοῦνται πρὸς τὴν εἰρήνην, καὶ ταῦτα μάλιστα πάντων τρυχόμενοι ἐν τῷ πολέμῳ. μή τι οὖν ἐν ἴσῳ †τούτων† εἴρηκε “διὰ τὸ διχόθεν μισθοφορεῖν”. VΓLh

### book 479a

ἆρ’ οἶσθ’ ὅσοι γ’ αὐτῶν Γ: καὶ RVΓ ὁ R Θουκυδίδης ἱστορεῖ RVΓ λέγων RV μάλιστα τῆς εἰρήνης ἀντιποιεῖσθαι RVΓ τοὺς RV Λακεδαιμο‐ νίους διὰ τοὺς ληφθέντας αὐτῶν ἐν Σφακτηρίᾳ. λέγει γὰρ οὕτως· “τοὺς γὰρ δὴ ἄνδρας περὶ πλείονος ἐποιοῦντο κομίσασθαι, ἕως ὅτε RVΓ ὁ RV Βρασίδας εὐτύχει”. καὶ ἐν ἄλλοις· “ταῦτα RVΓ οὖν ἀμφοτέροις αὐτοῖς λογιζομένοις ἐδόκει ποιητέα εἶναι ἡ ξύμβασις, καὶ οὐχ ἧττον τοῖς Λακεδαιμονίοις ἐπιθυμίᾳ τῶν ἀνδρῶν VΓ τῶν Γ ἐκ τῆς νήσου κομίσασθαι. ἦσαν γὰρ οἱ Σπαρτιᾶται αὐτῶν πρῶτοί τε καὶ ὁμοίως σφίσι συγγενεῖς. ἤρξαντο μὲν οὖν καὶ εὐθὺς μετὰ τὴν ἅλωσιν αὐτῶν πράσσειν. ἀλλ’ οἱ Ἀθηναῖοι μὲν οὔπω †θέλοντες ἐξυφερουμένοις† ἐπὶ τῇ ἴσῃ καταλύεσθαι”. μάλιστα δὲ οἱ τῶν δεδεμένων συγγενεῖς ἐνῆγον καὶ ἐσπούδαζον, ὡς ἂν εἰρήνη γένηται. VΓ

### book 479b

οὐ μόνον διὰ τὸ κεκμηκέναι τῷ πολέμῳ, ἀλλὰ καὶ διὰ τοὺς ἐν Σφακτηρίᾳ RΓ τριακοσίους τοὺς R δεδεμένους. RΓ

### book 479c

τῷ ξύλῳ. R

### book 479d

τῆς ποδοκάκης, τοῦ νῦν καλουμένου κούσπου. R

### book 480

ὅτι ἐδέδεντο καὶ περιέκειντο αὐτοῖς πέδαι. RΓ

### book 481a

τοῦτο οἱ κακῶς ἐξηγούμενοι τοῦ Τρυγαίου φασίν. Γ

### book 481b

οὐδ’ οἱ Μεγαρῆς RΓ: ὡς καὶ τούτων βαρέως φερόντων ὅτι ἔκσπονδοι ἐγένοντο, βουλομένων δὲ τὴν εἰρήνην διὰ τὸ μάλιστα πεπιέσθαι τῷ λιμῷ καὶ τῷ πολέμῳ. RVΓ

### book 482a

γλισχρότατα RΓ: ὅτι γλίσχρον ἐπὶ δυστυχίᾳ ἔλεγον. RVΓ

### book 482b

σαρκάζοντες: ἤτοι ἐξισχνούμενοι καὶ ἠτονηκότες καὶ διὰ τὸν λιμὸν ἕλκοντες μόλις. RVΓ

### book 482c

ἕλκοντες V κατὰ τὸν τῶν κυνιδίων τρόπον, οἳ τὰ ὀστέα περιτρώγοντες καὶ οὐκ ἔχοντες ἐμφορηθῆναι ὑπ’ αὐτῶν τῷ δοκεῖν ἐσθίουσιν. φανερὸν δέ VΓ ἐστιν Γ ὅτι ἐπίτηδες χαριζόμενος πάλιν τοῖς Ἀθηναίοις διέσυρεν οὕτω τοὺς Μεγαρεῖς, πρῶτον μὲν αὐτοὺς κυσὶ παραβαλών, ἔπειτα τῷ ὑποκοριστικῷ καὶ τῇ σμικρότητι τῶν κυνιδίων εἰς πλείονα καταγαγὼν ταπεινότητα. πάνυ γὰρ καὶ διαπρυσίως ἐμισοῦντο ὑπὸ τῶν Ἀθηναίων. VΓ

### book 482d

†δι’ ὃν εἰρήκαμεν† τρόπον. καλῶς δ’ ἂν ἔχοι τοῦτο τηρῆσαι πρὸς τὸ ἱππωνάκτειον οὕτως ἔχον· †σαρκοκύων† λιμόν. οὐ γάρ ἐστι τῶν σαρκῶν, ὥσπερ ἀξιοῦσι τῶν ἐξηγησαμένων τινές· παντάπασι γὰρ ἂν εἴη αὐτὸ ὑπεναντίον ἑαυτῷ. ἔργον γὰρ τοῦ λιμοῦ οὐ σάρκας ἐμποιεῖν, ἀλλὰ τοὐναντίον ἀπισχνοῦν τὰ σώματα καὶ τῶν σαρκῶν παραιρεῖσθαι τὸν ὄγκον. VΓ

### book 482e

σαρκάζοντες RVΓ: οἷον ὑποσεσηρότες καὶ διανοίγοντες, ὥσπερ τὰ κυνίδια, ὅταν προσλιπαρῇ τινα καὶ ἀφέλκῃ τοῖς ὀδοῦσιν. RVΓLh

### book 482f

σαρκάζειν ἐστὶ κυρίως τὸ τὸν κύνα πεινῶντα τὰ λεπτὰ τῶν σαρκῶν τοῦ ὀστέου ἀπογλύφειν. V

### book 483a

ὑπὸ τοῦ γε λιμοῦ 〈...〉 ἐξολωλότες: ὅτι ὡς λιμώττοντες ἀεὶ Μεγαρεῖς παίζονται. διὰ γὰρ τοῦτο καὶ τοὺς παῖδας ἐπίπρασκον τοὺς ἑαυτῶν. καὶ ἐπεθύμουν μὲν τῆς εἰρήνης, διὰ δὲ τοὺς Ἀθηναίους ἀνεβάλλοντο αὐτήν, ὥς φησι Θουκυδίδης. RVΓ

### book 483b

ὑπὸ τοῦ γε λιμοῦ Γ: λιμώττειν αὐτοὺς λέγει, ἐπειδὴ ὅτε μὲν εἰρήνη ἦν, εἰσήρχοντο εἰς τὴν Ἀττικὴν VΓ καὶ ἀπετρέφοντο V διὰ τὸ πωλεῖν καὶ συναλλάσ‐ σειν· νῦν δὲ πολέμου ὄντος ἐφοβοῦντο εἰσελθεῖν εἰς τὴν Ἀττικὴν καὶ ἀγοράσαι ὧν ἔχρῃζον· ἐξ αὐτῶν γὰρ ἐγένετο ἡ αἰτία τοῦ πολέμου. ἐξ Ἀττικῆς δὲ ὠνοῦντο τὰς τροφὰς διὰ τὸ καὶ πλησιάζειν αὐτῇ καὶ διὰ τὸ ὀλίγην παντάπασιν ἔχειν χώραν τὴν γεωργουμένην. εἰκὸς οὖν ἦν τοὺς Ἀθηναίους ἐπεξιόντας αὐτοῖς κωλύειν τὴν παρ’ αὐτοῖς γῆν γεωργεῖν. ἢ ὅτι εἰς πολιορκίαν κατέστησαν αὐτοὺς οἱ Ἀθηναῖοι τὴν Νισαίαν τειχίσαντες, ὅπερ πρὸς τῇ VΓ θαλάττῃ τῶν Μεγαρέων ἐπίνειον ἦν ἀπέχον οὐ πολὺ διάστημα ἀπὸ τῆς τῶν Μεγαρέων πόλεως. ἐπάναγκες οὖν αὐτοὺς λιμώττειν. V

### book 485a

ἀντιληπτέον] ἅπαντας δεῖ ὁμονοεῖν. VΓ

### book 485b

—̇ Lh

### book 486a

[para]486—489] δύο διπλαῖ· ἕπεται γὰρ ἡ ἀντίστροφος τῇ προτέρᾳ περικοπῇ ἀμοιβαία 〈ι〉δʹ κώλων ἔχουσα καὶ τὴν εἰς τὰ πρόσωπα διαίρεσιν ὁμοίαν· οὗ ἡ ἀρχή ὦ εἴα, τέλος δέ ἀλλ’ εἴς’ οἳ κωλύουσιν. V

### book 486b

ὦ εἶα: ἡ ἀμοιβαία αὕτη ἀντιστροφὴ τῆς ῥηθείσης ἐστὶ στροφῆς, καί εἰσι τὰ κῶλα καὶ ταύτης ιδʹ ὅμοια ἐκείνοις· ἔν τισι δὲ καὶ ἑτέρους δέχεται πόδας τοῦ αὐτοῦ LhAld

### book 486b alpha

ὄντος μέτρου. ὧν τελευταῖος ἀλλ’ εἴς’ οἳ κωλύουσιν. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος. Lh

### book 486b beta

〈μέτρου ὄντος. ἐπὶ τῷ τέλει αἱ ἀμφοτέρωθεν ἔξω διπλαῖ.〉 Ald

### book 486c

ἀντιστροφὴ κώλων ιδʹ. Lh

### book 487

※ Lh

### book 491-492

οὐ δεινὸν καὶ ἄτοπον τοὺς μὲν ἐξ ἡμῶν τῆς εἰρήνης ὀρέγεσθαι 〈σπου〉δαιότατα, τοὺς δὲ ἀντιπράττειν; καλῶς δὲ τοῖς ὀνόμασιν ἐχρήσατο, τῷ τείνειν καὶ τῷ ἀντισπᾶν. V

### book 492

ἀντὶ τοῦ “ἐναντιοῦσθαι”. R

### book 493

ἐπειδὴ ἀπ’ ἀμφοτέρων τῶν μερῶν μισθὸν ἐλάμβανον RV καὶ κατε‐ γέλων. V

### book 496

ὡς κακόνοι R: οἷον ἐχθροὶ καὶ κακὸν νοῦν ἔχοντες πρὸς τὴν εἰρήνην. RVLh

### book 497a

οἱ κιττῶντες: ἀντὶ τοῦ R “οἱ ἐπιθυμοῦντες”. RLh μεταφορικῶς ἀπὸ τῶν κυουσῶν γυναικῶν. R

### book 497b

ἐπειδὴ ἀδηφάγον τὸ ὄρνεον ἡ κίττα καὶ περίεργον εἰς ἐπιθυμίαν. R

### book 497c

παμφάγον γὰρ τὸ ὄρνεον ἡ κίττα. ἐξ ἧς μετῆκται εἰς τὰς κυούσας τὸ κιττᾶν. V

### book 497d alpha

οἱ κιττῶντες: ἤγουν ἐπιθυμοῦντες. ἀπὸ μεταφορᾶς τῶν κυουσῶν γυναικῶν. ἢ ἐπειδὴ ἀδηφάγον ἡ ὄρνις ἡ κίττα, κιττᾶν λέγοιτο ἂν τὸ ἐπιθυμεῖν. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν γυναικῶν, ὅτι ἐκεῖναι ἐν ἐπιθυμίᾳ γίνονται ἐδεσμάτων τινῶν μετὰ τὸ συλλαβεῖν. Lh

### book 497d beta

〈οἱ κιττῶντες: ἀπὸ μεταφορᾶς τῶν κυουσῶν γυναικῶν. ἤγουν ἐπιθυ‐ μοῦντες. καὶ ἐπειδὴ ἀδηφάγον καὶ παμφάγον ὄρνεον ἡ κίττα, περίεργον δὲ καὶ εἰς ἐπιθυμίαν. κιττᾶν οὖν τὸ ἐπιθυ‐ μεῖν. ἀπὸ τῶν γυναικῶν τῶν ἐν ἐπιθυ‐ μίᾳ γινομένων ἐδεσμάτων τινῶν μετὰ τὸ συλλαβεῖν.〉 Ald

### book 499

〈 〉 Lh

### book 500a

ὦ ῎νδρες Μεγαρεῖς: ἕτερον σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς

### book 500a alpha

στίχων ἰαμβικῶν τριμέτρων ἀκα‐ ταλήκτων Lh

### book 500a beta

〈ἰαμβείων〉 Ald

### book 500a

ηʹ. καὶ ἐν εἰσθέσει ἕτερον ἀμοιβαῖον στίχων ὁμοίων καταληκτικῶν τετραμέτρων δʹ. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος. LhAld

### book 500b

σύστημα κατὰ περικοπὴν στίχων ηʹ. Lh

### book 500c

οὐκ ἐς κόρακας ἐρρήσετε: ἀντὶ τοῦ R “μετὰ φθορᾶς βαδίσετε”. RVLh πολλάκις δὲ εἰρήκαμεν, ὅτι ἐπὶ κατάρας τίθεται RV τὸ “ἐς κόρακας”. R

### book 502a alpha

τοῖς σκορόδοις] ἤγουν τῇ δριμύτητι· ὅτι πολλὰ παρ’ αὐτοῖς τὰ σκόροδα. Lh

### book 502a beta

ἀντὶ τοῦ “δριμύτητι”. ὅτι πολλὰ σκόροδα παρὰ Μεγαρεῦσιν. V

### book 502b

αἰτίαν εἶχον RV οἱ Μεγαρεῖς R ἀρχηγοὶ γενέσθαι τοῦ πολέμου διὰ τὴν ἁρπαγὴν τῶν πορνῶν Ἀσπασίας καὶ τὴν ἐπὶ τούτοις ὀργὴν Περικλέους καὶ τὸ ψήφισμα, ὡς ἐν Ἀχαρνεῦσί φησιν. RV

### book 504

ἐντεῦθεν R: ἐκ τούτου τοῦ μέρους· λέγει δὲ τοῦ μὴ RVLh θέλειν RV ποιεῖν τὴν εἰρήνην. RVLh

### book 505a

παρὰ προσδοκίαν εἶπεν οὐ πρὸς τὴν εἰρήνην, ἀλλὰ πρὸς τὸ φιλόδικον αὐτῶν· ἀντὶ τοῦ εἰπεῖν· οὐδὲν γὰρ ἄλλο δρᾶτε πλὴν φωνεῖτε οὐδὲν ἕλκοντες. V

### book 505b

πλὴν δικάζετε R: οὐδὲν πρὸς τὴν εἰρήνην τοῦτο, ἀλλ’ εἰς φιλοδικίαν αὐτοὺς διαβάλλει. φησὶν οὖν· RV ἐν οὐδενὶ ἱκανοί ἐστε πλὴν ἐν τῷ δικάζειν. RVLh

### book 505c

καλῶς καὶ τοὺς Ἀθηναίους ἀπέσκωψεν, ἵνα μὴ τὸ πᾶν διαβάλῃ ποίημα RV ὡς ἐν πᾶσιν αὐτοῖς χαρίζεσθαι προαιρούμενος καὶ ἀποκρύπτων αὐτῶν τὰς αἰτίας, ὅπερ ἂν ἔδοξε ποιεῖν μηδὲ χαριεντισάμενος καὶ πρὸς αὐτούς. ὅρα τοίνυν, πῶς ἀμφότερα διαπράττεται, καὶ †† τὸ ἀδιάφορον τῶν σκωμμάτων ἀποκρύπτων τὰ μείζονα· ἐπεί, εἴγε καὶ αὐτῶν καθάπτεσθαι ἐβούλετο, εἰ καὶ μηδὲν ἕτερον εἶχε κατὰ τῶν Ἀθηναίων εἰπεῖν, ἐγγύθεν γοῦν ἠδύνατο ἀπὸ τῶν Μεγαρέων λαβεῖν μνημονεύ‐ σας τοῦ κατ’ αὐτῶν ψηφίσματος. ὅπερ μετ’ ὀλίγον ποιήσει· ἀλλ’ ἐπειδὰν εἰς ἐκεῖνα γενώμεθα, τὴν ἀρετὴν τοῦ ποιητοῦ δείξομεν λέγοντες τὴν αἰτίαν, δι’ ἣν οὐ νῦν ἐμνημόνευσεν, ἀλλὰ τότε. V

### book 505d

πλὴν δικάζετε] δέον εἰπεῖν “ἐμποδίζετε” “δικάζετε” λέγει σκώπτων αὐτοὺς ὡς φιλοδίκους. Lh

### book 507a

πρὸς τὴν θάλατταν Lh: ἴσως διὰ τούτου V τῆς πρὸς τοὺς Πέρσας ναυμαχίας ὑπομιμνήσκει αὐτοὺς VLh ἀναφέρων, ὡς ὅτι καὶ ἐπ’ ἐκείνων τῶν χρόνων ἐθαλασσοκράτουν Ἀθηναῖοι. V

### book 507b

πρὸς τὴν θάλατταν R: καθ’ ὃ ἐπιβαίνοντες ἔτεμνον τὴν Λακωνικὴν καὶ τὴν ἄλλην Πελοπόννησον. RV ἀποχωρεῖτε οὖν, φησί, καὶ ἀποπλέετε εἰς τὰ ἴδια, καὶ ὀλίγον τῆς κατὰ θάλατταν βίας ἔνδοτε. ἐθαλασσοκράτουν γὰρ τότε. RVLh

### book 507c

ἐπειδὴ γὰρ Ἀθηναῖοι πρὸς τῇ θαλάσσῃ εἰσίν, ἐκώλυον τοῖς μεσογείοις ἔχειν τὰ ἀναγκαῖα. φησὶν οὖν· ὅτι, εἰ θέλετε εἰρηνεῦσαι, τὶ πρὸς τὴν ἑαυτῶν χώραν καὶ τὸν ἴδιον τόπον καὶ τὸ παρὰ θάλατταν ὑποχωρήσατε, καὶ μὴ τῶν ἀλλοτρίων ἀντιποιεῖσθε. τῶν μεσογείων δῆλον ὅτι ἤθελον καὶ τῆς γῆς κρατεῖν. V

### book 507d

πρὸς τὴν κτλ.] οἷον ἐκ τῆς θαλάττης μικρὸν ὑποχωρήσατε, τουτέστι τοῦ ναυμαχεῖν. Lh

### book 507e

—̇ Lh

### book 508

σύστημα ἕτερον. Lh

### book 509

χωρεῖ γέ τοι τὸ πρᾶγμα R: τοὺς μὲν ἄλλους πάντας τοῦ ἕλκειν ἀπέστησεν ὁ Ἑρμῆς τοῖς γεωργοῖς μόνοις ἐπιτρέψας ἕλκειν. διό φησι νῦν· προκόπτει τὸ ἔργον. RV

### book 512a

ἄγε νῦν ἄγε πᾶς R: διπλῆ καὶ εἴσθεσις εἰς περίοδον κώλων ηʹ ἀμοιβαίων τοῦ χοροῦ καὶ τοῦ ὑποκριτοῦ. τὸ πρῶτον ἀναπαιστικὸν διπλοῦν· τὸ βʹ ἰαμβικὸν ἑφθημιμερές· τὸ γʹ καὶ τὸ δʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· 〈...〉 ζʹ καὶ ηʹ ὁμοίως. R

### book 512b

ἄγε νῦν LhAld ἄγε πᾶς Lh: κορωνὶς καὶ εἴσθεσις χοροῦ μονοστρο‐ φικὴ κώλων ηʹ. ὧν τὸ πρῶτον ἀναπαιστικὴ βάσις LhAld ἤτοι μονόμετρον ἀκατάληκτον· Lh τὸ δεύτερον ὅμοιον δίμετρον LhAld ἀκατάληκτον· Lh

### book 512b alpha

τὸ γʹ καὶ δʹ ἰαμβικὰ δίμετρα ἀκα‐ τάληκτα· τὸ εʹ ἰαμβικὸν ἑφθημιμερές· τὸ ζʹ ὅμοιον τῷ γʹ· Lh

### book 512b beta

〈τὰ γʹ δʹ ϛʹ ἰαμβικὰ δίμετρα· τὸ εʹ ὅμοιον ἑφθημιμερές·〉 Ald

### book 512b

τὸ ζʹ παιωνικὸν τρίμετρον ὑπερκατάληκτον ἐκ παλιμβακχείων καὶ κρητικοῦ· τὸ ηʹ δίμετρον ὑπερκατάληκτον ὅμοιον. LhAld

### book 512b alpha

ἐπὶ τῷ τέλει κορωνίς. Lh

### book 512b beta

〈ὑφ’ ὃ κορωνίς.〉 Ald

### book 512c

στροφὴ κώλων ηʹ. Lh

### book 513

καὶ μὴν ὁμοῦ ’στιν ἤδη: ἀντὶ τοῦ “ἐγγύς”. R

### book 514-515a

ἀντὶ τοῦ “ἕλκωμεν”. R

### book 514-515b

[para]515] ἰσχυρότερον ἑλκύσωμεν. Lh

### book 516a

ἀνηνέχθη ἡ Εἰρήνη. R

### book 516b

τὸ ἀνελθεῖν. Lh

### book 516c

[para]516] τὸ ἑλκυσθῆναι τὴν Εἰρήνην. Lh

### book 517

οὕτως εἰώθασιν οἱ ἐπιστατοῦντες ἐπέχειν τὴν ὁρμὴν τῶν ἑλκόντων. R

### book 519

Lh

### book 520a

ὦ πότνια: εἴσθεσις διπλῆς ἀμοιβαίας στίχων ναʹ, ὧν οἱ μὲν λγʹ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι, LhAld ὧν τελευταῖος τὰ γεωργικὰ σκεύη λαβόντας εἰς ἀγρόν, Lh οἱ δὲ ἑξῆς ιηʹ τροχαϊκοὶ τετράμετροι καταληκτικοί, LhAld ὧν τελευταῖος καὶ τριαινοῦν τῇ δικέλλῃ διὰ χρόνου τὸ γήδιον. Lh

### book 520a alpha

ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα, καὶ ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος. Lh

### book 520a beta

〈ἐπὶ ταῖς ἀποθέσεσι παράγρα‐ φος, ἐπὶ δὲ τῷ τέλει ἡ ἔξω διπλῆ.〉 Ald

### book 520b

ἐπεὶ ἐν εἰρήνῃ φύονται οἱ ἄμπελοι. V

### book 520c

ᾠκείωσε τοῖς γεωργοῖς καὶ τὰ παρ’ αὐτῶν ἐπίθετα, “βοτρυόδωρε” καὶ “μυριάμφορον”. V

### book 520d

οἷον βότρυς δωρουμένη. V

### book 520e

〈ὦ εὐφραντοποιέ.〉 Ald

### book 520f

※ Lh

### book 521a

μυριάμφορον: τίμιον καὶ πολυπληθῆ. V

### book 521b

μυρίων ἀμφορέων ἄξιον. V

### book 521c

μυρία κεράμια χωρῆσαι δυνάμενον. V

### book 521d

ἀπὸ τῶν ληνῶν καὶ πίθων τῇ μεταφορᾷ ἐχρήσατο. V

### book 522

οἴκοθεν R: ἄξιόν σου ἔπαινον οὐκ εἶχον οἴκοι. ἐπαύξησις δὲ τῶν παρελθόντων κακῶν, εἴ γε καὶ μέχρι τῶν τοιούτων ἐστέρηνται ῥημάτων. RV

### book 523

ὡς καὶ τούτων σὺν τῇ Εἰρήνῃ ἀνελθουσῶν. ὑποτίθεται δὲ αὐτὰς ὡς πόρνας. RLh

### book 526alpha

ὥσπερ ἀστρατείας R: ἀντὶ τοῦ “εἰρήνης”· ἐπεὶ ἐν εἰρήνῃ οὐ στρατεύονται. θέλων δὲ εἰπεῖν “εὐωδί‐ ας” ἢ ἄλλου τοιούτου τοῦτο παρ’ ὑπό‐ νοιαν εἶπεν. RV

### book 526beta

ἀστρατείας] ἀντὶ τοῦ “εἰρήνης”. παρ’ ὑπόνοιαν δὲ ἀντὶ τοῦ “εὐδίας”. Lh

### book 527a

καὶ γυλίου στρατιωτικοῦ R: πλέγματος στρατιωτικοῦ σκευοφόρου 〈ἐπιμήκους εἰς ὀξὺ λήγοντοσ〉 πρὸς τὸ μὴ κατάγνυσθαι. RV

### book 527b alpha

πλέγμα τι RV σκευο‐ φόρον V στρατιωτικόν, ἐν ᾧ ἀποτί‐ θενται τυρὸν καὶ ἐλαίας καὶ κρόμμυα. ἔστι δὲ καὶ ζῷον, οὗ μέμνηται Σώφρων RV Ἡράκλεις πνίγος γύλιον τί. ἔστι δὲ V ὁ καλούμενος ὑπό τινων χοιρογρύλλιος. RV

### book 527b beta

γυλίου: πλέγμα σκευοφόρον στρατιωτικὸν ὁ γύλιος, εἰς ὃ τὰς τρό‐ φας ἄγονται οἱ στρατιῶται. ἔστι δὲ καὶ ζῷον, ὃ καλεῖται ὑπό τινων χοιρογρύλιος. Lh

### book 527c

—̇ Lh

### book 528a

φησίν· RVLh ὅτι RV οὐ ταὐτὸν ὄδωδεν ὁ γύλιος καὶ ἡ Θεωρία. RVLh

### book 528b

πλέκος: πλέγμα· τοιοῦτος γὰρ ὁ γρύλιος. V

### book 528c alpha

ἐσχημάτικεν, ὡς ἀπὸ τοῦ βλέπω †βλεπτὸς καὶ ἀττικῶς† βλέπος, καὶ ὡς ἀπὸ τοῦ ῥέω ῥέος. V

### book 528c beta

〈ὡς ἀπὸ τοῦ βλέπω βλέπος οὐδε‐ τέρως καὶ ἀπὸ τοῦ ῥέω ῥέος— Αἰσχύλος· ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος—, οὕτω καὶ πλέκος.〉 Su. IV 145, 8

### book 528d

ἔστιν Εὐριπίδου ἐκ Τηλέφου ἢ Τληπολέμου· ἀπέπτυς’ ἐχθροῦ φωτὸς ἔχθιστον τέκος. V

### book 529a

καὶ διὰ τούτων σύγκρισιν ποιεῖται τῶν τῆς εἰρήνης καλῶν καὶ τῆς ἐν τῷ πολέμῳ ταλαιπωρίας. RV

### book 529b

κρομμυοξυρεγμίας Lh: ἀπεψίας. RLhbis

### book 529c

δριμεῖα γὰρ καὶ ἀηδὴς ἡ τοιαύτη ἐρυγή. Lh

### book 529d

ἀπὸ τῶν κρομμύων καὶ τῆς ὀξύτητος καὶ τῆς ἐρυγῆς συνέθηκε τὴν λέξιν. ταῦτα γὰρ εἰώθασι κομίζειν εἰς VLh τὸν Lh πόλεμον. VLh ἐξ ὧν δυσώδης καὶ ὁ γύλιος. V

### book 529e

ὅτι ἐπὶ πολὺ ἐγκαλυπτόμενος ὁ γύλιος ἐκ τῶν διαφόρων ὄψων τε καὶ ζωμῶν ὀξίδος σύμμικτόν τινα ὀσμὴν ὄδωδεν, οὐχ ὡς ἡ Θεωρία. V

### book 530

ὑποδοχῆς Διονυσίων R: ἀντὶ τοῦ “πλήθους καὶ πολλῶν Διονυσίων”. ἐν γὰρ εἰρήνῃ συνεχῶς ἦν ἡ θέα. RV

### book 531a

αὐλῶν, RLh τραγῳδῶν Lh: ἐπεὶ καθόλου μὲν ὁ αὐλὸς ἐν εὐωχίαις ἀεὶ καὶ θαλίαις ἐξετάζεται. ἐν δὲ τοῖς ἱσταμένοις χοροῖς, οὓς συνίστασαν οἱ χορηγοὶ διὰ τῶν Διονυσίων, πάντως καὶ αὐλητὰς ἔδει προσιέναι, RVLh ὡς Δημοσθένης ἐν τῷ κατὰ Μειδίου μαρτυρεῖ οὕτω λέγων· “καὶ εἰ μὴ Τηλεφάνης ὁ αὐλητὴς ἀνδρῶν βέλτιστος περὶ ἐμὲ ἐγένετο”. RV

### book 531b

ὅτι ἡδέα τὰ μέλη Σοφοκλέους. VLh περιέργως δέ τινες εἰς τὰ ἐν τῷ Ἰνάχῳ περὶ τοῦ ἀρχαίου βίου καὶ τῆς εὐδαιμονίας· εὐδαίμονες οἱ τότε γενεᾶς ἀφθίτου λαχόντες θείας. V

### book 531c

κιχλῶν: αἱ RV μὲν R κίχλαι εἶδος στρουθῶν, δοκοῦσι δὲ πρὸς τρυφὴν ἐκ τῶν ἄλλων πτηνῶν περισπούδαστοι εἶναι μᾶλλον. ἀεὶ δὲ τὸν Σοφοκλέα σεμνολο‐ γεῖν βούλεται οὐ φιλῶν αὐτὸν ὅσον Εὐριπίδην μισῶν. τὸ κάλλιστον οὖν τῶν ἐδεσμάτων μετὰ τὴν ἐκείνου μνήμην εὐθὺς ἐπήγαγεν ἐνδεικνύμενος, ὡς πάντων τῶν ἄλλων ἀναγκαιότερα τὰ αὐτοῦ ποιήματα τῇ χρήσει τῶν κιχλῶν παραβαλλόμενα. RV

### book 532alpha

ὅρα, πῶς τὸν μὲν Σοφο‐ κλέα καὶ τοῖς ὀνόμασιν ἐπαίρει, τὸν δὲ Εὐριπίδην σμικρύνει, ἐπ’ ἐκείνου μὲν λέγων “μελῶν”, ἐπὶ Εὐριπίδου δὲ “ἐπυλλίων”. Lh

### book 532beta

θέασαι, πῶς τὸν μὲν Σοφοκλέα καὶ τοῖς ὀνόμασιν ἐξαίρει, τὸν δὲ Εὐρι‐ πίδην σμικρύνει, ἐκεῖ μὲν λέγων “Σοφοκλέους μελῶν”. ἐνταῦθα δὲ “ἐπυλλίων Εὐριπίδου”. V

### book 534a

δικανικῶν: τοιαῦτα γάρ—δικανικώτερα—τὰ Εὐριπίδου. V

### book 534b

δικανικῶν] ἐχόντων πεύσεις καὶ ἀποκρίσεις. RV

### book 534c

ἐπεὶ τὰ Εὐριπίδου ἀντιλογίας πολλὰς ἔχει καὶ δικαζομένους εἰσάγει. V

### book 535a

535] πάλιν ἐπὶ τὰ τῆς θεωρίας ἐπανέδραμεν ἐγκώμια. VLh δεῖ οὖν ἀπὸ κοινοῦ νοεῖν μετὰ τῶν ὀδω〈δῶ〉ν 〈ὧν〉 προεῖπεν. ⸢καὶ τοῦ ὄδωδεν†. V

### book 535b

διυλιστῆρος ἢ πλέγματος, ἔνθα ἐκ τῆς ληνοῦ εἰώθασιν ἐκπιέζειν. καὶ ἔστιν ἡ εὐθεῖα τρύγοιπος προπαροξυτόνως, οὐχ ὁ τρυγοίπης, ὡς οἴονταί τινες. V

### book 536a

ἐπεὶ ὅταν πολὺ σταῖς κομίζωσιν, ὀλίγον τι κολπώσασαι τοῦ χιτῶνος ἐκ περιζώματος ἐκεῖ ἐντιθέασιν. V

### book 536b

κόλπου γυναικῶν Lh: πολλάκις VLh γὰρ V ἐν εἰρήνῃ ὑπὸ κόλπους VLh αἱ γυναῖκες Lh φέρουσί τι. VLh

### book 536c

καὶ VLh πάλιν εἰρήνης οὔσης αἱ γυναῖκες V ἀδεῶς εἰς τοὺς ἀγροὺς ἐξέρχονται καὶ ἀνθολογοῦσιν. VLh

### book 536d alpha

γράφεται εἰς ἰπνόν. ἰπνός ἐστιν ὃ ἡμεῖς καμίνιον καλοῦμεν. V

### book 536d beta

ἀγρόν] ἀντὶ τοῦ εἰπεῖν “εἰς ἰπνόν” εἶπεν “εἰς ἀγρόν”. ἰπνὸς δὲ ἡ παρ’ ἡμῖν κάμινος. Lh

### book 537a

ὑπερβολὴ εὐωχίας ὅτι καὶ οἱ δοῦλοι μεθύουσιν, RVLh ὡς ἐν εἰρήνῃ. VLh

### book 537b

ἀνατετραμμένου χοῶς RLh: ἀνακαλυφθέντος ἢ κενωθέντος εἰς γῆν, ὡς οἱ ἐν τοῖς πότοις σφαλλόμενοι RVLh ὑπὸ μέθης V ἐν τῷ ὑπηρετεῖν ἢ παίζειν τὰ τοιαῦτα RV εἰώθασι ποιεῖν. RVLh

### book 538a

ἄλλων τε πολλῶν] μετὰ τὸ κατὰ μέρος πάντα εἰπεῖν ἐπήγαγε καὶ τὸ γενικόν, ἵνα καὶ ἄλλων πολλῶν δόξαν παράσχηται. VLh

### book 538b

νυν] δή. Lh

### book 541

σφόδρα πληγεῖσαι παρὰ τοῦ πολέμου VLh καὶ ἰσχνανθεῖσαι. Lh παρὰ τὰ ὑπώπια. VLh 〈ὑπώπια〉 δέ ἐστιν ὑπὸ τῶν ὄψεων τὰ ὀγκώματα καὶ κρούσμα‐ τα, ἅπερ κορδύλας φασίν. V.

### book 542a

διὰ τοῦ “ἁπαξάπασαι” πάλιν τοὺς Ἀθηναίους θεραπεύει, ἵνα μὴ οὗτοι μόνον, ἀλλὰ καὶ πάντες ἐπταικέναι δόξωσιν. ἄλλως τε καὶ αὔξησις τοῦ κακοῦ, εἰ μὴ μέρος ἔβλαψε τῶν Ἑλλήνων ὁ πόλεμος, ἀλλ’ ἁπλῶς εἰπεῖν ἁπάσας τὰς πόλεις. V

### book 542b

καὶ κυάθοις R: τοῖς κυάθοις προσθλῶσι τὰ ὑπώπια. RV

### book 542c

ἐπεὶ ἐν ὀξυβάφοις χαλκοῖς τὰ ὑπώπια ἀνατρίβοντες ἢ τοιούτοις RV οὖν R τισιν ἀφανῆ ποιοῦσιν. καὶ Ἀπολλοφάνης ἐν Ἰφιγέροντι κύαθον λάβοιμι τοῖς ὑπωπίοις. RV

### book 542d

ὀξύβαφα χαλκᾶ πυρώσαντες καὶ ἐπιθέντες ἐθεράπευον τοὺς ἐκ τῶν πληγῶν μώλωπας. V

### book 542e

καὶ κυάθοις κτλ.] ὀξυβάφοις. τούτοις γὰρ ἀνατρίβοντες τοὺς ἐκ τῶν πληγῶν ἐθεράπευον μώλωπας. Lh

### book 543

ἁπλουστέρως ἐκδεκτέον τοῦτο· ἔστι γὰρ ἐν οὐρανῷ τὰ πράγματα. VLh

### book 544

ἵνα γνῷς Lh: ἵνα VLh διαγνῷς καὶ Lh διακρίνῃς ἐκ τοῦ ἱλαροὺς εἶναι ἢ κατηφεῖς, ποίαν τις αὐτῶν τέχνην μεταχειρίζεται. οἱ μὲν γὰρ τὰ πολεμικὰ ἀσκοῦντες ἀχθόμενοι τοῖς παροῦσιν, καὶ ὅτι ἀργοὶ ἔσονται, στυγνοί εἰσι καὶ κατηφεῖς, οἱ δὲ τὰ εἰρηνικὰ ἱλαροί. VLh

### book 546

τίλλονθ’ ἑαυτὸν: τίλλειν ἑαυτὸν λέγεται τὸ τῶν ἑαυτοῦ τριχῶν ἐπιλαμβάνεσθαι καὶ σπαράττειν τὰς κόμας. VLh

### book 546alpha

προσφορώτατα οὖν τὸν λοφοποιὸν τῇ κεφαλῇ καὶ ταῖς θριξὶν αὐτοῦ ἐποίη‐ σε λωβώμενον, ἐπεὶ καὶ ὁ λόφος τῆς κεφαλῆς 〈ἐστι〉 σκεπαστήριον. V

### book 546beta

προσφορώτατον δὲ τὸν λόφον νοεῖν τίλλειν, ἐπεὶ καὶ ὁ λόφος τῆς κεφαλῆς ἐστι κάλυμμα. Lh

### book 549a

οἷον R ἐσκιμάλισεν RΓ: τῷ μέσῳ δακτύλῳ συναρμόσας τὸν μέγαν καὶ πλήξας ἐφυβρίζει. RVΓ

### book 549b

ἐσκιμάλισεν Lh: ἀντὶ τοῦ V “κατεδακτύλισεν”· σκιμαλίσαι γάρ ἐστι κυρίως τὸ τὸν δάκτυλον εἰς τὸν πρωκτὸν τοῦ ὀρνέου βαλεῖν. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ὅταν βουλόμενοι ἐφυβρίσαι τινὰ τὸν μέσον δάκτυλον ἐντείνοντες VΓLh καὶ τοὺς λοιποὺς συνάγοντες VΓ δείξωσιν αὐτόν. VΓLh

### book 550

νυν] δή. Lh

### book 553a

ἐν ἐπεκθέσει στίχοι καταληκτικοὶ τροχαϊκοὶ ιηʹ, ὧν τελευταῖος καὶ τριαινοῦν VΓ τῇ δικέλλῃ. V

### book 553b

ὡς τάχιστ’ ΓLh ἄνευ δορατίου Γ: παρὰ ΓLh τὰ τοῦ πολέμου κακά. πρώην γὰρ οὐδεὶς δίχα σιδήρου ἐξῄει εἰς τὸν ἀγρὸν ὑφορώμενος VΓLh τοὺς Lh πολεμίους· νῦν δὲ εἰρήνης οὔσης παρακελεύεται μὴ βαστάσαι σίδηρον. VΓLh

### book 554a

κυρίως μὲν σαπρὸν οἱ παλαιοὶ ἔλεγον τὸ σεσηπὸς διὰ τὸν χρόνον· χρῶνται δὲ αὐτῷ καὶ ἀντὶ τοῦ “ἀρχαίου καὶ παλαιοῦ”. VΓ

### book 554b alpha

ἀρχαίας. ἢ ἀντὶ τοῦ “πα‐ λαιᾶς.” R

### book 554b beta

σαπρᾶς VΓ: παλαιᾶς VΓbis καὶ ἀρχαίας. VΓ

### book 555

παιωνίσας RVΓ: εὐξάμενος τοῖς θεοῖς ὁμολογήσας χάριν. RVΓLh παιὼν γάρ ἐστιν ὕμνος εὐχαριστήριος. RVΓ

### book 556

ὦ ποθεινὴ Γ: οἱ γεωργοὶ ταῦτά φασι πεισθέντες τῷ κηρύγματι. VΓLh

### book 558a

τάς τε συκᾶς RΓLh: περισπούδαστα γὰρ πᾶς ἡγεῖται ἅπερ ἂν αὐτὸς ἐργάσηται. RVΓLh

### book 558b

τάς τε συκᾶς Lh: διὰ τούτου τὸν πολὺν τοῦ πολέμου χρόνον δηλοῖ, ὅτι νεώτερος ὢν ἐφύτευσε τὰς συκᾶς, ἃς οὐκ εἶδε γηράσας. καὶ οὐκ ἀρκεσθεὶς τούτῳ ἐπήγαγε “πολλοστῷ χρόνῳ”. RVΓLh

### book 559

θυμὸς] ἐπιθυμία. VΓ

### book 561a

ἥπερ ἡμῶν τοὺς λόφους R: τοῦτο πάλιν εἰς τὸν Λάμαχον RVΓLh αἰνίττεται. R(Neap)

### book 561b

καὶ τὰς Γοργόνας Γ: ἤγουν Lh πᾶν σκεῦος ἁρμόζον ΓLh ἐν Γ τῷ Lh πολέμῳ. ΓLh

### book 562a

εἶθ’ Γ: εἶτα· μετὰ τὸ εὔξασθαι τῇ θεῷ. VΓLh

### book 562b

λιταργιοῦμεν Γ: ἀντὶ τοῦ RVLh “συντόνως δραμούμεθα”. RVΓLh

### book 562c

παρὰ τὸ λίαν ἀργόν. VΓLh

### book 563a

ἐμπολήσαντές] ἀγοράσαντες. R

### book 563b

χρηστὸν] χρήσιμον. RΓLh

### book 564a

ὦ Πόσειδον RVΓ: ὁ Ἑρμῆς ὁρῶν τοὺς ἀγροίκους RVΓLh εἰς ἀγρὸν R ἐξιόντας φησὶ τὸ “ὦ Πόσειδον”. RVΓLh

### book 564b

τὸ στῖφος] τὸ σύστημα, τὸ πλῆθος. Γ

### book 565a

καὶ πυκνὸν καὶ γοργὸν] ἐπεὶ διὰ χρόνου ἐξιόντες ἔσπευδον. ΓLh

### book 565b

μᾶζά ἐστιν ὁ στριφνὸς ἄρτος. RVΓLh

### book 565c

πανδαισία RVΓ: πανδαισία Γ ἡ δαψιλὴς καὶ παντοία εὐωχία. RVΓLh

### book 565d alpha

πανδαισίαν φασί τινες, ὅταν δεῖπνον ἕκαστος αὑτῷ κομίζων εἰς τὸ κοινὸν κατατιθῆται καὶ πάντες πάντων μετέχωσιν. R

### book 565d beta

φασὶ πᾶν δεῖπνον, ἐν ᾧ ἕκαστος αὑτῷ κομίζων εἰς κοινὸν κατατίθεται καὶ πάντες πάντων μετέχουσιν. VΓLh

### book 565e

πανδαισίαν τὴν ποικίλην καὶ ἐκ διαφόρων ὄψων εὐωχίαν, ὅταν ἕκαστος τὰ ἑαυτοῦ ὄψα ἀνενέγκῃ καὶ καταθῆται εἰς τὸ κοινόν· ἢ ὅταν πολλῶν προκειμένων ἐδεσμάτων λάβῃ τις ὃ θέλει. οἱ δὲ πανδαισίαν †λάχανόν† τι ἔχον παντοῖον ἔδεσμα. VΓ

### book 565f

τὸ στῖφος αὐτῶν εἰκάζει ἀλφίτοις καὶ μάζῃ διὰ τὸ πυκνόν. VΓLh

### book 565g

ἐπειδὴ πυκνοῦνται ὅπου μὲν τὰ ἄλφιτα, ὅπου δὲ οἱ ἑστιώμενοι. VΓLh

### book 565h

πανδαισία Lh: ὅταν γὰρ εἰς κοινὸν ἑστιῶνται ἑκάστου φέροντος ἑαυτῷ δεῖπνον, πυκνὰ πάντα φαίνεται πῇ μὲν τὰ προσφάγια φερόντων, πῇ δὲ αὐτῶν ἑστιωμένων. RVΓLh

### book 565i

τὸ ὅλον· πυκνὸν οὖν ὥσπερ μᾶζα καὶ πανδαισία. VΓLh

### book 566

ἡ γὰρ σφῦρα Γ: νοῆσαι δεῖ τὸν χορὸν σφύρας ἔχοντα, αἷς βωλοκοποῦσι, καὶ θρίνακας καὶ σκεύη ἄλλα γεωργικά, δι’ ὧν τὰς βώλους τῆς γῆς ἔμελλον θραύσειν. RVΓ

### book 567a

αἵ τε R θρίνακες: τὰ πτύα. RVΓ

### book 567b

ἐργαλεῖον ᾧ ἀποχωρίζουσι τῶν σπερμάτων τὰ ἄχυρα. VΓ

### book 567c

παρέοικεν ἐν ταῖς ἅλωσι πρὸς τὸν ἄνεμον ἐπαίρουσι τὰ ἄχυρα ὑπὲρ τοῦ ἀποπτῆναι καὶ καθαρισθῆναι τὸν πυρὸν ἢ τὰς κριθὰς ἢ ἄλλο τι τῶν τοιούτων γεννημάτων. Γ

### book 568a

ἀπαλλάξειεν R: μετακινήσειεν. RΓLh

### book 568b

μετόρχιον: τὸ μεταξὺ τῶν ὄρχων. ὄρχοι δὲ VΓLh καλοῦνται VΓ τὰ μέσα τῶν ἐλαιῶν καὶ τῶν ἀμπέλων. VΓLh

### book 568c

μετόρχιόν ἐστι τὸ μεταξὺ τῶν συμφύτων πεδίον, ἐν ᾧ ὁ σῖτος ἐν ἅλῳ ἔσπαρται. παίζων οὖν εἶπεν· RVΓ ὅτι VΓ ἠδύνατό τις διασχίσας αὐτοὺς ποιῆσαι μετόρχιον, ἐπειδὴ πολλοί εἰσιν. RVΓ

### book 568d

μεταξύ, ἵνα αὐτοὶ ἀντὶ τῶν φυτῶν γένωνται. RVΓ

### book 568e

τινὲς μετόρχιον τὸ μεταξὺ τῶν φυτῶν. RVΓ

### book 568f

μετόρχιον VΓ: τὸ μεταξὺ τῶν χωρίων, ὅπερ λέγεται ὄρχος. καλῶς ἄν, φησί, μεταστήσειε τὰ φυτὰ ἀπὸ τῶν ἀρουρῶν τῶν σπειρομένων. RVΓ

### book 570a

τριαινοῦν: ἠρέμα σκάπτειν καὶ ἐπισύρειν τὰς βώλους ὑπὲρ τοῦ κρύπτειν τὰ σπέρματα. RVΓLh

### book 570b

διὰ χρόνου Γ γήδιον VΓ: ὑποκοριστικῶς ἀντὶ τοῦ “τὴν γῆν”. RVΓLh

### book 570c

> Lh

### book 571a

ἀλλ’ ἀναμνησθέντες Γ: διπλῆ καὶ μέλος ἀμοιβαῖον. τὸ μὲν τοῦ ὑποκρι‐ τοῦ δέκα κώλων τροχαϊκῶν, ὧν ἐν εἰσθέσει ἐννέα ἀκατάληκτα, δίμετρα τὰ ὀκτώ, μονόμετρον δὲ τὸ VΓ ἓν τὸ V παρατέλευτον, καὶ ἐν ἐκθέσει στίχος τροχαϊκὸς τετράμετρος καταληκτικός. VΓ

### book 571b

ἀλλ’ ἀναμνησθέντες Lh: ἡ ἔκθεσις αὕτη τῆς διπλῆς κώλων ἐστὶν ὁμοίων τροχαϊκῶν ιαʹ, ὧν τὸ ηʹ μονόμετρον, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα. LhAld

### book 571b alpha

τὸ δὲ ιαʹ, τὸ τὴν θεὸν προσείπατε, δίμετρον καταληκτικὸν ἤτοι ἑφθημι‐ μερὲς εὐριπίδειον. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ 〈τὸ〉 τέλος. Lh

### book 571b beta

〈τὸ τελευταῖον ἑφθημιμερές. ὑφ’ ὃ αἱ ἀμφοτέρωθεν ἔξω διπλαῖ.〉 Ald

### book 574

τῶν τε παλασίων R: τῶν πεπατημένων ἰσχάδων. τινὲς δὲ τῶν πα‐ λαθῶν· παλάθαι δὲ εἶδος βοτάνης. RΓLh

### book 576

ἀντὶ τοῦ “νέου οἴνου”. R

### book 577a

τῆς RΓ ἰωνιᾶς RVΓ τε RΓ: ἰωνιὰ λέγεται ἡ φυτεία τῶν ἴων, ὡς καὶ ἡ τῶν ῥόδων ῥοδωνιά. RVΓ

### book 577b

††ὅπου τὰ ῥόδα φύεται. RVΓ

### book 577c

ἄνθος ἐστὶ τὸ ἴον διάφορον μορφὴν ἔχον· ἃ μὲν γὰρ αὐτῶν ἐστι πορφυρᾶ, ἃ δὲ λευκά, ἃ δὲ μέλανα. καὶ ἐν τούτῳ τῶν ἴων τὸ θαυμαστόν ἐστιν, ὅτι τῇ ποικιλίᾳ τῆς ὄψεως αὐτὰ καθ’ ἑαυτὰ δύναται λειμῶνα πληροῦν. RVΓ

### book 578

τῶν τ’ ἐλαῶν: παρατηρητέον ὅτι τῶν ἄλλων καρπῶν καὶ φυτῶν ἁπλῶς μνημονεύσας ἐπὶ τῶν ἐλαῶν ἐπήγαγε τὸ “ὧν ποθοῦμεν”. καὶ ἴσως ἢ ἐπεὶ δῶρον τῆς Ἀθηνᾶς, ἢ ὅτι εὔφορός ἐστιν ἡ Ἀττικὴ ἐξαιρέτως εἰς τὸν τῆς ἐλαίας καρπόν. RVΓ

### book 581

〈 〉 Lh

### book 582a

χαῖρε χαῖρ’: διπλῆ καὶ τοῦ χοροῦ κῶλα γʹ τροχαϊκά. ἔστι δὲ τὸ ὅλον τροχαϊκὸν ἑξάμετρον. τινὲς γράφουσιν “ἐδάμημεν” καί φασι τὰ μὲν βʹ τροχαϊκὰ ἀκατάληκτα, τὸ δὲ γʹ τροχαϊκὸν καταληκτικόν. V

### book 582b

χαῖρε χαῖρ’ ὦ φίλταθ’: κορωνὶς καὶ εἴσθεσις χοροῦ μονοστροφικὴ κώλων καʹ· LhAld

### book 582b alpha

ὧν τὸ αʹ τροχαϊκὸν δίμετρον καταληκτικὸν εὐριπίδειον· τὸ βʹ ὅμοιον δίμετρον ἀκατάληκτον· τὸ γʹ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον παίωνα ἔχον ἀντὶ ἰωνικοῦ· τὸ δʹ δακτυ‐ λικὸν πενθημιμερές· τὸ αὐτὸ δὲ καὶ χοριαμβικὸν δύναται εἶναι δίμετρον καταληκτικόν· τὸ εʹ παιωνικὸν δίμε‐ τρον ἀκατάληκτον ἐκ παίωνος καὶ κρη‐ τικοῦ· τὸ ϛʹ ὅμοιον τῷ βʹ τοῦ βʹ ποδὸς δακτύλου· τὸ ζʹ ὅμοιον τῷ αʹ· τὸ ηʹ ὅμοιον τῷ γʹ· τὸ θʹ ὅμοιον τῷ δʹ· τὸ ιʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον ἀνα‐ κρεόντειον· τὸ ιαʹ ὅμοιον τῷ εʹ· τὸ ιβʹ ὅμοιον ἐκ παιώνων· τὸ ιγʹ ὅμοιον κα‐ ταληκτικόν· τὸ ιδʹ ὅμοιον τῷ βʹ· τὸ ιεʹ ὅμοιον τῷ αʹ· τὸ ιϛʹ καὶ ιζʹ ὅμοια τῷ ιβʹ· τὸ ιηʹ ὅμοιον τῷ δʹ· τὸ ιθʹ ἀναπαι‐ στικὸν δίμετρον ἀκατάληκτον· ὁ κʹ καὶ καʹ ἐν ἐκθέσει στίχοι εἰσὶ τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ ὅμοιοι τοῖς

### book 582b alpha

ἑξῆς. ἐπὶ τῷ τέλει κορωνίς. Lh

### book 582b beta

〈ὧν τὰ αʹ ζʹ ιεʹ τροχαϊκὰ ἑφθημι‐ μερῆ· τὰ βʹ ϛʹ ιδʹ δίμετρα ἀκατάληκτα· τὰ γʹ ηʹ ὅμοια, ἰωνικὰ μέντοι ἀπὸ μεί‐ ζονος· τὰ δʹ θʹ ιηʹ δακτυλικὰ πενθημι‐ μερῆ· τὰ εʹ ιαʹ ιβʹ ιϛʹ ιζʹ παιωνικὰ δίμετρα ἀκατάληκτα· τὸ ιʹ ὅμοιον, ἰαμβικὸν μέντοι· τὸ ιγʹ παιωνικὸν ἑφθημιμερές· τὸ ιθʹ ἀναπαιστικὸν δί‐ μετρον ἀκατάληκτον· ὁ κʹ καʹ ἐν ἐκθέ‐ σει στίχοι εἰσὶ τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ ὅμοιοι τοῖς ἐν τῇ εἰσθέ‐ σει τῆς διπλῆς ἀμοιβαίας μηʹ. ἐπὶ τῷ τέλει τῶν μὲν τοῦ χοροῦ κορωνίς, τῆς δὲ διπλῆς ἡ ἔξω διπλῆ. ἐπὶ μέντοι ταῖς ἀποθέσεσιν ἡ συνήθης παράγραφος.〉 Ald

### book 582c

στροφὴ κώλων καʹ. Lh

### book 582d

τὸ τέλειον φιλτάτη σκληρῶς τοῦ η συναλειφθέντος. RVΓ

### book 584

ὅτι ἀπὸ πληθυντικοῦ εἰς ἑνικὸν μετῆλθεν. VΓC

### book 585a

δαίμονα: εἶτ’ ἐν ἐκθέσει παιωνικὸν τετράρρυθμον ἀκατάληκτον καὶ ἐν ἐκθέσει τετράμετρος καταληκτικὸς τροχαϊκός. εἶτ’ ἐν εἰσθέσει δʹ κῶλα, ὧν τὰ γʹ παιωνικὰ δίρρυθμα, τὸ δὲ παρατέλευτον ἰαμβικὸν δίμετρον. V

### book 585b

δαιμονίως, σφοδρῶς. RVΓLh C

### book 586

ἀνερπύσαι Γ: ἀπελθεῖν. VΓLh ἰδίως δὲ VΓ τὸ V ἕρπειν τὸ τῇ γαστρὶ εἰλεῖσθαι, ὅθεν καὶ ἑρπετόν. VΓ

### book 589

πᾶσιν ὁπόσοι γεωργικὸν R: ἐπειδὴ ἡ εἰρήνη πλέον RΓLh πάντων Γlh τῷ γεωργῷ συμφέρει. RΓLh

### book 590

ἐτρίβομεν] κάμνοντες διήγομεν. ΓLh

### book 593

πρίν ποτ’ ἐπὶ σοῦ: ἐκ τῶν ἀγρῶν γὰρ RΓ οὗτοι R πάντα εἶχον αὐτόματα· ἐν δὲ τῷ πολέμῳ ὠνοῦντο καὶ ἐδαπάνων. RΓ

### book 594

τινὲς γράφουσι μετὰ τοῦ ι, ἵνα τὸ νοούμενον ᾖ· δαπανῶντες ἐτρυφῶμεν. βέλτιον δὲ χωρὶς τοῦ ι ἀναγινώσκειν, ἵν’ ᾖ λέγων· μηδὲν ἀναλίσκοντες διὰ τὸ ἔχειν πάντα ἐκ τῶν ἀγρῶν, ἢ ὅτι ἐν τῇ εἰρήνῃ πολλὰ πάνυ καὶ τιμῆς ἐλαχίστης εὑρίσκεται. V

### book 595a

χίδρα: χίδρον RV τὸ ἀπὸ ἐλύμου γινόμενον ὄσπριον, ἔδεσμα περὶ Καρίαν, ἤτοι τὸ ἀπὸ χλωρῶν κριθῶν. οἱ δὲ εἶδος βοτάνης. ἐκ δὲ τούτου δηλοῖ τὴν εὐετηρίαν. RVΓ

### book 595b

νῦν ἁπλῶς εὐκαρπία. οὕτω καὶ καλοῦσι τὸ ἐκ πυρῶν ἀληλεσμένων βρῶμα καὶ τὰ ἐκ νεαρῶν κριθῶν ἄλευρα. V

### book 601

ἦν] ἡ Εἰρήνη. ΓC

### book 602

Lh

### book 603a

ὦ σοφώτατοι: εἴσθεσις διπλῆς ἀμοιβαίας. οἱ δὲ στίχοι εἰσὶ τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ μηʹ, ὧν τελευταῖος οὐ γὰρ ἡμέτερός τις ἔστ’ ἐκεῖνος ἀνήρ, ἀλλὰ σός. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα καὶ ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος. Lh

### book 603b

ὁ Ἑρμῆς ἐστιν ὁ λέγων πρὸς τὸ ἐρωτηθὲν ὑπὸ τοῦ χοροῦ, δι’ ἣν αἰτίαν τοσοῦτον ἀπέστη αὐτοῖς ἡ θεὸς χρόνον. καί φησι πρῶτον VΓLh †ἀστὸν† V γεγονέναι τὸν Φειδίαν. VΓLh

### book 603c

τἀμὰ δὴ ξυνίετε RΓLh: πρὸς ταῦτα καὶ Κρατῖνος ἐν Πυτίνῃ πεποίη‐ κεν. RVΓLh ὦ λιπερνῆτες πολῖται, τἀμὰ δὴ ξυνίετε. ἔστι δὲ πρὸς τὰ Ἀρχιλόχου λιπερνῆτες πολῖται, τἀμὰ δὴ ξυνίετε ῥήματα. VΓLh

### book 603d

※ Lh

### book 605alpha

Φειδίας Γ: Φιλόχορος ἐπὶ Πυθοδώρου ἄρχοντος ταῦτά φησι· “καὶ τὸ ἄγαλμα τὸ χρυσοῦν τῆς Ἀθη‐ νᾶς ἐστάθη εἰς τὸν νεὼν τὸν μέγαν ἔχον χρυσίου σταθμὸν ταλάντων μδʹ Πε‐ ρικλέους ἐπιστατοῦντος, Φειδίου δὲ ποιήσαντος. καὶ Φειδίας ὁ ποιήσας δό‐ ξας παραλογίζεσθαι τὸν ἐλέφαντα τὸν εἰς τὰς φολίδας ἐκρίθη. καὶ φυγὼν εἰς Ἦλιν ἐργολαβῆσαι τὸ ἄγαλμα τοῦ Διὸς τὸ ἐν Ὀλυμπίᾳ λέγεται, τοῦτο δὲ ἐξεργασάμενος ἀποθανεῖν ὑπὸ Ἠλείων” ἐπὶ Σκυθοδώρου, ὅς ἐστιν ἀπὸ τούτου ἕβδομος, περὶ Μεγαρέων εἰπών· ὅτι “καὶ αὐτοὶ κατεβόων Ἀθη‐ ναίων παρὰ Λακεδαιμονίοις ἀδίκως λέγοντες εἴργεσθαι ἀγορᾶς καὶ λι‐ μένων τῶν παρ’ Ἀθηναίοις. οἱ γὰρ Ἀθηναῖοι ταῦτα ἐψηφίσαντο Περι‐ κλέους εἰπόντος τὴν γῆν αὐτοὺς αἰτιώ‐ μενοι τὴν ἱερὰν τοῖς θεοῖς ἀπεργάζε‐

### book 605alpha

σθαι”. RVΓ

### book 605beta

ὁ Φειδίας, ὡς Φιλόχορός φησιν, ἐπὶ Πυθοδώρου ἄρχοντος τὸ ἄγαλμα τῆς Ἀθηνᾶς κατασκευάσας ὑφείλετο τὸ χρυσίον ἐκ τῶν δρακόντων τῆς χρυσε‐ λεφαντίνης Ἀθηνᾶς· ἐφ’ ᾧ κατα‐ γνωσθεὶς ἐζημιώθη φυγῇ. γενόμενος δὲ εἰς Ἦλιν καὶ ἐργολαβήσας παρὰ τῶν Ἠλείων τὸ ἄγαλμα τοῦ Διὸς τοῦ Ὀλυμπίου καὶ καταγνωσθεὶς ὑπ’ αὐ‐ τῶν ὡς νοσφισάμενος ἀνῃρέθη. VΓ

### book 606a alpha

λέγουσί τινες, ὡς Φειδίου τοῦ ἀγαλματοποιοῦ δόξαντος παρα‐ λογίζεσθαι τὴν πόλιν καὶ φυγαδευθέν‐ τος ὁ Περικλῆς φοβηθεὶς διὰ τὸ ἐπι‐ στατῆσαι τῇ κατασκευῇ τοῦ ἀγάλμα‐ τος καὶ συνεγνωκέναι τῇ κλοπῇ ἔγραψε τὸ κατὰ Μεγαρέων πινάκιον καὶ τὸν πό‐ λεμον ἐπήνεγκεν, RVΓ ἵνα ἀπησχο‐ λημένοις Ἀθηναίοις εἰς τὸν πόλεμον μὴ δῷ τὰς εὐθύνας, ἐγκαλέσας Μεγα‐ ρεῦσιν ὡς τὴν ἱερὰν ὀργάδα ταῖν θεαῖν ἐργασαμένοις. ἄλογος δὲ φαίνεται ἡ VΓ κατὰ V Περικλέους ὑπόνοια ἑπ‐ τὰ ἔτεσι πρότερον τῆς τοῦ πολέμου ἀρχῆς τῶν περὶ Φειδίαν γενομένων.

### book 606a alpha

VΓ

### book 606a beta

εἶτα Περικλέης φοβηθεὶς: εἶ‐ τα ὁ Περικλῆς δεδιὼς μὴ τῆς τύχης κοινωνήσῃ αὐτῷ, τουτέστιν εὐλαβού‐ μενος μὴ καὶ αὐτὸς ζημιωθῇ φυγῇ— ἐδόκει γὰρ ὁ Περικλῆς συνεγνωκέναι τῇ κλοπῇ, ἐπεὶ καὶ ἐργεπιστατεῖν ὑπὸ τῶν Ἀθηναίων κεχειροτόνηται— φοβηθεὶς οὖν αὐτοῦ διελεγχθῆναι τὰς κλοπὰς ἐκίνησε τὸν πελοποννησιακὸν πόλεμον ἐλπίσας ταραχῆς γενομένης καὶ περὶ τὸν πόλεμον ἀπασχοληθέντων Ἀθηναίων εὐθύνας μὴ †κατασχεῖν†.

### book 606a beta

VΓ

### book 606b

τῆς τύχης Γ τοῦ Φειδίου. RΓ

### book 607a

τὸν αὐτοδὰξ: τὸν δάκνοντα, τὸν ἐμπεσόντα. RΓ

### book 607b

τὸν Lh αὐθάδη, ὀργίλον. ἐπεὶ οἱ ὀργίλοι δάκνουσι τοὺς ὀδόντας. RVΓLh

### book 607c

οὐδὲν ἢ δάκνειν βλέποντα. VΓ

### book 609

ἐμβαλὼν ΓLh σπινθῆρα RΓLh μικρὸν R: ἐπεὶ ψήφισμα περὶ τῶν Μεγαρέων ὁ Περικλῆς ἔγραψε μήτε γῆς μήτε λιμένων ἀττικῶν αὐτοὺς ἐπιβαίνειν· εἰ δὲ μή, τὸν ληφθέντα ἀγώγιμον εἶναι. ἐφ’ ᾧ κινηθεῖσα πᾶσα ἡ Ἑλλὰς τὸν πόλεμον ἐποίησεν. RVΓLh τινὲς δέ φασιν, ὅτι ἔπλεξεν αὐτοῖς καὶ κατηγόρησεν αὐτῶν ὡς ἁρπασάντων γυναῖκας Ἀθηναίων ἐν ἑορτῇ †συμβουλεύσας πολεμεῖσθαι†. RVΓ

### book 610a

ἐξεφύσησεν RΓ τοσοῦτον πόλεμον Γ: ἐξεκίνησεν, ἐτάραξεν. RΓLh

### book 610b

ἐξεφύσησε γὰρ Lh: ἀπὸ τοῦ σπινθῆρος τὸ φυσῆσαι ἔλαβεν. RΓLh

### book 610c

ὥστε τῷ καπνῷ R: “καπνῷ” τροπικῶς εἰπὼν ἐπέμεινε δι’ ὅλου τῇ τροπῇ. RΓLh

### book 612

ὡς δ’ ἅπαξ ΓLh τὸ πρῶτον Γ: οἰκείως πρὸς τοὺς γεωργοὺς λέγων τοιαύταις τροπαῖς ἐχρήσατο· συμβαίνει γὰρ ἐν τῇ συνθέσει τῶν πίθων ἕνα διαρραγῆ‐ ναι, καὶ τούτου τὰ ὄστρακα πλησιάζοντα διαρρῆξαι ἕτερον, καὶ τοῦτον πάλιν τὸν ἐγγύς, ὥστε πολλὴν γενέσθαι τὴν βλάβην. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν· ὡς ἅπαξ ἐκινήθη καὶ συνεταράχθη τὰ πράγματα τοῦ πολέμου γενομένου, οὐκέτι ἦν οὐδὲ εἷς ὃς ἠδύνατο αὐτὰ παῦσαι, καὶ οὕτως ἡ εἰρήνη παραπώλετο. VΓLh

### book 613

καὶ Γ πίθος πληγεὶς VΓ: τοῦτο λόγον οὐκ ἔχει, ἀλλ’ ἐξ αὐτοῦ δηλοῖ τοὺς πίθους ὑπὸ τῶν πολεμίων κατάγνυσθαι. VΓLh

### book 616a

προσήκοι Γ: συγγενὴς εἴη. ΓLh

### book 616b

προσήκοι V: τὸ “προσήκοι” λέγεται ἐπὶ τῶν συγγενῶν. διὰ τοῦτο ἐπήνεγκεν οὖσα συγγενὴς ἐκείνου. VΓ

### book 616c

συγγενῆ αὐτόν φησιν, ἐπεὶ ἅμα τῷ φυγεῖν αὐτὸν ἡ εἰρήνη ἀνεχώρησεν. VΓLh

### book 616d

ἠκηκόειν Γ: οὕτω διὰ τοῦ η Φρύνιχος ἀναγινώσκει. VΓ

### book 618a

συγγενῆ εἶπε τὸν Φειδίαν τῆς εἰρήνης, καθὸ τεχνίτης ὁ Φειδίας· εὔμορφος δὲ εἰσάγεται ἡ Εἰρήνη †† οὖσα. ὡς πρὸς τὸν Φειδίαν οὖν “ἡ καλὰ ξόανα ποιοῦσα”. VΓ

### book 618b

οὖσα συγγενὴς Γ: ἐπεὶ προεῖπεν VΓLh τὸ Lh οὐδ’ ὅπως αὐτῇ προσήκοι VΓLh Φειδίας ἠκηκόειν, πρὸς τὸ “προσήκοι” τὸ συγγενὲς ἐπήγαγε· προσήκοντες γὰρ λέγονται οἱ συγγε‐ νεῖς. VΓ

### book 618c

〈πολλά γ’ ἡμᾶς λανθάνει: ἀντὶ τοῦ “οὐ πάντα γινώσκομεν τὰ πράγματα”.〉 Su. IV 156, 5

### book 619

κᾆτ’ ἐπειδὴ ΓLh ῎γνωσαν Γ: ὅρα τοῦ ποιητοῦ τὴν οἰκονομίαν, καὶ ἐκπλαγήσῃ αὐτόν. πάντα γὰρ τρόπον ἦλθεν ἐν ἀρχῇ τοῦ ποιήματος μὴ προσκροῦσαι τοῖς Ἀθηναίοις φάσκων ἑτέρους εἶναι τοῦ πολέμου αἰτίους, Βοιωτούς τε καὶ Μεγαρεῖς, οἵ, φησί, πρῶτοι τὴν εἰρήνην ἐσκορόδισαν. νῦν δὲ πάλιν τοὺς Ἀθηναίους ἀποφαίνεται αἰτιωτάτους τοῦ πολέμου, δι’ ὧν τὸν Περικλέα φησὶ γράψαι τὸ κατὰ Μεγαρέων πινάκιον, καὶ ἀδικουμένους τοὺς συμμάχους εἰς ἀπόστασιν κεχωρηκέναι. τίς οὖν ἡ τοῦ ποιητοῦ τέχνη; ὅτε μὲν δέος ἦν τῆς εἰρήνης αὐτοὺς ἀποτυχεῖν, ἐπὶ τοὺς ἄλλους ἀνήνεγκε τὴν αἰτίαν· ὅτε δὲ αὐτοῖς λοιπὸν κατὰ γνώμην προκεχώρηκε τὰ πράγματα, φήμη δὲ τὸ τῆς εἰρήνης τυχεῖν, ἤδη καὶ πρὸς αὐτοὺς παρρησιάζεται οὐκ ὀνειδίσαι βουλόμενος αὐτοῖς—ἤδη γὰρ ἔγνωσαν ὄντως εἶναι αἴτιοι—ἀλλ’ ἀποστῆσαι προαιρούμενος αὐτοὺς τῶν τοιούτων ἐθῶν, ὡς ἂν μὴ τοῖς αὐτοῖς ἐμμένοντες δύσνους ἔχωσι τοὺς ὑπηκόους. VΓLh

### book 620

σεσηρότας VΓ: ἀπὸ τῶν κυνῶν ἡ μεταφορά. ΓLh ὅταν γὰρ ὀργίζων‐ ται, σεσήρασιν ἀλλήλοις. VΓLh

### book 621a

τοὺς φόρους: ἐδόκουν γὰρ οἱ Ἀθηναῖοι ἐν τῷ καιρῷ τοῦ πολέμου ἀπηνεῖς εἶναι πρὸς τοὺς φόρους. VΓLh

### book 621b

τοὺς φόρους] οὓς ἐτέλουν οἱ ὑπηρέται. VΓLh

### book 623a

αἰσχροκερδεῖς ΓLh: ὅτι αἰσχροκερδεῖς καὶ σμικρολόγοι οἱ Λάκωνες, δῆλον καὶ ἐκ τοῦ χρησμοῦ ἁ φιλοχρηματία VΓLh Σπάρταν ὀλεῖ, ἄλλο δὲ οὐδέν. ΓLh ἦσαν δὲ καὶ περὶ τοὺς ξένους ἀπάνθρωποι, καὶ οὐκ ἐξῆν ξένῳ τινὶ ἀεὶ τῆς Σπάρτης ἐπιβαίνειν, ἀλλ’ ὡρισμέναις ἡμέραις. VΓLh

### book 623b

διειρωνόξενοι Γ: ἐξαπατῶντες τοὺς ξένους καὶ ψευδόμενοι δι’ εἰρωνεί‐ ας καὶ ὑποκρίσεως. καὶ οὐδὲν θαυμαστὸν ἐνταῦθα ἐποίουν, παρ’ οἷς καὶ ὁ τῆς ξενηλασίας κεῖται νόμος. VΓ

### book 623c

διειρωνόξενοι] εἰρωνευόμενοι τοὺς ξένους. Lh

### book 627a

τὰς κράδας κατήσθιον Γ: καὶ αὐτοὶ ἀντέκοπτον VΓ τὰς συκᾶς, VΓLh ὥσπερ ἐκεῖνοι τὰς ἀμπέλους ἡμῶν. VΓ

### book 627b

κράδη εἶδος συκῆς. ἔστι δὲ καὶ μηχανή. VΓ

### book 627c

κατήσθιον: ἀντὶ τοῦ VΓ “κατέκοπτον”. VΓLh

### book 627d

—̇ Lh

### book 628a

τὴν ΓLh κορώνεων RΓLh: κορώνεως ὡς φιβάλεως. ἔστι δὲ εἶδος συκῆς. καὶ ἐν Ἀχαρνεῦσιν. ταύτην δὲ καὶ κορακίωνα λέγουσιν· ὁ γὰρ καρπὸς αὐτῆς κόρακι ἔοικε κατὰ τὸ χρῶμα. RVΓLh

### book 628b

τὴν κορώνεων γέ μου] εἶδος συκῆς μέλανα καρπὸν ποιούσης. Lh

### book 629

ἐξεθρεψάμην: ὡς ἐπὶ παιδίου εἶπεν VΓLh ἢ ἀνθρώπου τὸ VΓ “ἐξεθρεψάμην”, VΓLh 〈ἵνα〉 ἱκανὴν διάθεσιν καὶ στοργὴν ἐμποιήσῃ, ἢ ἵνα φαίνηται ἀγανακτῶν ἐν λόγοις. VΓ

### book 631a

ἑξμέδιμνον RΓ κυψέλην Γ: ἓξ μεδίμνους χωροῦσαν RVΓLh κυψέλην. RVΓ

### book 631b

ἑξμέδιμνον κυψέλην: κυψέλη ἐστὶν Lh εἶδος δεκτικὸν κριθῶν ἢ πυρῶν. οὕτω δὲ εἴρηται διὰ τὸ κεκρύφθαι αὐτοῦ τὴν ἔλην· ἔστι γὰρ σκοτεινόν. διαφέρει δὲ πρὸς τὴν κυψελίδα, ἥτις ἐστὶν ὁ ἐν τοῖς ὠσὶ ῥύπος. RVΓLh οὐ μόνον δὲ πλεκταὶ ἦσαν αἱ κυψέλαι, ἀλλὰ καὶ κεραμέαι· διὸ λίθῳ φησὶν αὐτὴν κλασθῆναι. VΓLh

### book 631c

κυψέλην] μόδιον. Lh

### book 632

ξυνῆλθεν R οὑργάτης RΓ λεώς Γ: διὰ γὰρ τὰς συνεχεῖς τῶν πολεμίων εἰσβολὰς ἐσκευαγωγήσαντο εἰς τὴν πόλιν οἱ ἀπὸ τῶν ἀγρῶν. RVΓLh

### book 633a

τὸν τρόπον R πωλούμενος RΓ 〈...〉 οὐκ ἐλάνθανεν ΓLh: ἐὰν μὲν ᾖ “οὐκ ἐλάνθανεν”, σεμνολογεῖ λεληθότως αὐτοὺς ὡς μᾶλλον συνιέναι δυναμένους τὰς κατὰ τῆς πόλεως βλάβας τῶν ἐν τῇ πόλει τραφέντων, καὶ ταῦτα ἀγροίκους ὄντας· ἐὰν δὲ “οὐκ ἐμάνθανεν”, φησὶν ὅτι RVΓLh οὐδὲ R ὁ ἄγροικος λεὼς μετοικισθεὶς εἰς τὰς πόλεις συνῆκε τῆς τῶν προδιδόντων πονηρίας, ἀλλ’ ἠγνόησεν ὑπὸ τῶν πολιτευομένων πωλούμενος, καθάπερ οἱ συνήθως ὑπ’ αὐτῶν πωλούμενοι. RVΓLh

### book 633b

πωλούμενος] ἀπατώμενος. ΓLh

### book 634a

ἄνευ γιγάρτων: τῆς σταφυλῆς. ΓLh

### book 634b alpha

ἄνευ γιγάρτων R: ἐξ ἀμφοτέρων δηλοῦται ἀπεστερημένος τῶν ἀγρῶν καὶ ἐπιθυμῶν αὐτῶν. RV

### book 634b beta

διὰ τὸ ἀπεστερῆσθαι τῆς συνήθους διαίτης καὶ ἀνακεχωρηκέναι ἐκ τῶν ἀγρῶν καὶ ἐπιθυμεῖν αὐτῶν. ΓLh

### book 634c

οἱ γὰρ ἀγροῖκοι κόπτοντες τὰ γίγαρτα μετὰ τῶν ἰσχάδων ἐσθίουσιν. RVΓLh

### book 636a

τοὺς πένητας R ἀσθενοῦντας RΓ: ἀντὶ τοῦ “ἐν ἐνδείᾳ ὄντας”. RΓLh τὴν γὰρ τύχην ἰδίως νόσον RΓ καλοῦσιν. Γ

### book 636b

κἀποροῦντας ἀλφίτων RΓ: φθίνοντας· ὅτι συνελθόντες εἰς τὸ ἄστυ ἐπένοντο μὴ γεωργοῦντες. RVΓLh

### book 637a

τήνδε μὲν R δικροῖς RΓ: δικράνοις. RVΓ δίκρανον ἤρυγε φιτρὸς ἐπαιρόμενον. V

### book 637b

ἔδει εἰπεῖν RVΓLh “ξύλοις RVΓ δικράνοις”· ὁ δὲ εἶπε RVΓLh “δικράνοις ΓLh κεκράγμασιν:”, ἐπειδὴ οἱ ῥήτορες δημηγοροῦντες τῇ κραυγῇ ἔπειθον μὴ ποιῆσαι εἰρήνην. RVΓLh

### book 637c

ξύλοις ἀπώθουν τὴν Εἰρήνην καὶ ἐξέβαλλον. VΓ κατασκευάζεται δὲ τὰ τοιαῦτα ξύλα, ἃ καλεῖται δίκρανα, VΓLh ἐπὶ τοῦ ἄκρου VΓ δύο χηλὰς ἔχοντα,†† παρεοικότα, τοῖς ξυλευομένοις. τοιούτοις οὖν, φησί, δικροῖς τὴν Εἰρήνην ὤθουν. VΓLh

### book 638

πολλάκις RΓ φανεῖσαν Γ: μετὰ γὰρ τὰ ἐν Πύλῳ ἐπρέσβευσαν περὶ διαλλαγῶν RΓLh οἱ R Λακεδαιμόνιοι· οἱ δὲ Ἀθηναῖοι οὐ προσεῖχον. RΓLh

### book 640

τὰ Βρασίδου RΓ: ἀντὶ τοῦ RVΓLh “τὰ Λακεδαιμονίων”. RVΓbis Lhbis ἅμα δέ, ὅτι ἐπὶ αὐτοῦ πολλοὶ τῶν ὑπηκόων προσεχώρουν. RVΓLh

### book 642

ἡ πόλις γὰρ ὠχριῶσα: οὐ παρὰ τὸ φοβουμένη τὸ “ὠχριῶσα”, ἀλλ’ VΓ ἴσον τῷ ἀσθενοῦσα, ἀπὸ μεταφορᾶς τῶν νοσούντων. †οὕτω† γὰρ εἶπε “φοβου‐ μένη”· VΓLh τὸ γὰρ ἑξῆς τοῦτο δηλοῖ. VΓ

### book 643

ἅττ’ ἂν διαβάλοι Γ: ἀντὶ τοῦ εἰπεῖν “παραβάλοι”, ὡς ἐπὶ τροφῆς, “διαβάλοι” εἶπε διὰ τοὺς διαβάλλοντας. RVΓLh

### book 644

οἱ δὲ τὰς πληγὰς RΓLh: τὸ ἑξῆς· οἱ δὲ ξένοι τὰς πληγὰς ὁρῶντες, ἃς ἐτύπτοντό τινες τῶν δημοτῶν RVΓLh παρὰ τῶν δημαγωγῶν, VΓLh χρυσίον προσέφερον τοῖς ταῦτα ποιοῦσιν. λέγει δὲ τοῖς ῥήτορσιν. RVΓLh

### book 645

ἐβύνουν τὸ στόμα: ἀντὶ τοῦ R “ἐπλήρουν, ἔφρασσον”. RΓLh

### book 647

ἂν] περισσὸν τὸ “ἄν”. Γ

### book 648a

ὁ βυρσοπώλης Γ: ἐπεὶ μάλιστα ὁ Κλέων ἐνίστατο τῇ εἰρήνῃ. σεσημείω‐ ται δέ, ὅτι νεκροὺς κωμῳδεῖ. διό, ἐπειδὴ ἐμνήσθη αὐτοῦ ὁ Ἑρμῆς, “παῦε παῦε” φησὶν ὁ Τρυγαῖος. VΓ

### book 648b

παῦε παῦ’, V ὦ δέσποθ’ Ἑρμῆ R: ἀποθανὼν γὰρ ἦν, καὶ οὐκ ἐξῆν τεθνηκότας κωμῳδεῖν. RVΓ

### book 648c

〈παῦε παῦ’, Su.bis ὦ δέσποθ’ Ἑρμῆ Su.alt.: νεκρὸν γὰρ ὄντα Subis τὸν Κλέωνα Su.alt. ἐλοιδόρει. ἔθος δὲ ἦν τοῖς ἀρχαίοις τοὺς ἀποιχομένους μὴ λοιδορεῖν.〉 Su.bis

### book 650

ἀλλὰ σός V: ὅτι χθόνιος ὁ Ἑρμῆς, RVΓ ὅθεν R καὶ καταιβάτης παρὰ Ῥοδίοις καὶ Ἀθηναίοις. RVΓ

### book 651a

ἅττ’ ἂν οὖν λέγῃς Γ: διπλῆ καὶ εἴσθεσις εἰς μέλος τροχαϊκόν· οὗ τέσσαρα μέν ἐστι κῶλα δίμετρα ἀκατάληκτα, τελευταῖον δέ ἐστιν ἐν ἐκθέσει στίχος τετράμετρος καταληκτικὸς τροχαϊκός. VΓ

### book 651b

ἅττ’ ἂν οὖν λέγῃς: ἡ ἔκθεσις τῆς διπλῆς κώλων ἐστὶν ὁμοίων τροχαϊκῶν ϛʹ· ὧν τὰ μὲν εʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ ϛʹ δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς εὐριπίδειον. ἐν ἐκθέσει δὲ στίχος ἰαμβικὸς τρίμετρος ἀκατάληκτος ὅμοιος τοῖς ἑξῆς. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι. Lh

### book 651c

〈ἅττ’ ἂν οὖν λέγῃς: διπλῆ καὶ ἔκθεσις εἰς μέλος τροχαϊκόν· οὗ πέντε μέν ἐστι κῶλα δίμετρα ἀκατάληκτα, τὸ δὲ ϛʹ ἑφθημιμερές. ἐν ἐκθέσει δὲ ἰαμβεῖον. ὑφ’ ὃ αἱ ἀμφοτέρωθεν ἔξω διπλαῖ.〉 Ald

### book 652

κεἰ πανοῦργος ἦν ΓLh: λεληθότως κωμῳδεῖ αὐτὸν ὡς τοιοῦτον πάλιν, καὶ ταῦτα παραινῶν ἐκεῖνον μὴ λοιδορεῖν αὐτόν. VΓLh

### book 657a

ἀλλ’ ὅτι σιωπᾷς Γ: πρὸς τὴν Εἰρήνην φησί· κωφὸν γὰρ εἰσάγει τὸ πρόσωπον. VΓLh

### book 657b

〈 〉 Lh

### book 658a

ἀλλ’ οὐκ ἂν εἴποι Γ: διπλῆ καὶ εἴσθεσις παρὰ τὸ τετράμετρον εἰς ἰαμβικὰ τρίμετρα οβʹ. μετὰ δὲ τὰ λϛʹ ἔστι προαναφώνημα τὸ “ὦ ὦ”. VΓ

### book 658b

ἀλλ’ οὐκ ἂν εἴποι: κορωνὶς ἑτέρα ἀμοιβαία. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι οαʹ, ὧν τελευταῖος ποθοῦντες ὑμᾶς ἀναμένους’ ἐστυκότες. μετὰ δὲ τὸν λεʹ κῶλον μονόμετρον βραχυκατάληκτον. ἐπὶ ταῖς ἀποθέσεσι παρά‐ γραφος, ἐπὶ δὲ τῷ τέλει κορωνὶς ἐξιόντων τῶν ὑποκριτῶν. Lh

### book 659

ὀργὴν γὰρ αὐτοῖς Γ: ἀττικῶς ἀντὶ τοῦ “ὀργίζεται”. λείπει δὲ ἡ ὑπέρ, “ὑπὲρ ὧν ἔπαθε”. ΓLh

### book 662a

ἴθ’] ἀντὶ τοῦ “ἐπὶ τὸν λόγον ἴθι” δηλονότι. ΓLh

### book 662b

μισοπορπακιστάτη RVΓ: ἀντὶ τοῦ “μισοπόλεμε” παρὰ τὸν πόρπακα. RVΓLh

### book 662c

πόρπαξ κατά τινας μὲν ὁ ἀναφορεὺς τῆς ἀσπίδος, ὡς δέ τινες, τὸ διῆκον μέσον τῆς ἀσπίδος σιδήριον, ᾧ κρατεῖ τὴν ἀσπίδα ὁ στρατιώτης. RVΓLh

### book 663a

εἶεν, ἀκούω ΓLh: ὡς τῆς Εἰρήνης καλεσάσης τὸν Ἑρμῆν καὶ λαλη‐ σάσης αὐτῷ. VΓLh

### book 663b alpha

ἐπικαλεῖς: ἀντὶ τοῦ “ἐγκαλεῖς”. ΓLh

### book 663b beta

ἐπικαλεῖς] ἐπεγκαλεῖς. Lh

### book 665a

ἐλθοῦσά φησιν RΓ: Φιλόχορός φησιν οὕτως· “Λακεδαιμόνιοι RVΓ δὲ RV περὶ διαλύσεων ἔπεμψαν πρέσβεις πρὸς Ἀθηναίους σπονδὰς ποιησάμενοι πρὸς τοὺς ἐν Πύλῳ καὶ τὰς ναῦς αὐτῶν παραδόντες οὔσας ξʹ. Κλέωνος δὲ ἀντειπόν‐ τος ταῖς διαλύσεσι στασιάσαι λέγεται τὴν ἐκκλησίαν. ἐρωτῆσαι δὲ συνέβη τὸν ἐπιστάτην, ἐνίκησαν RVΓ δὲ RV οἱ πολεμεῖν βουλόμενοι”. RVΓ

### book 665b

μετὰ τἀν Πύλῳ R: ἐπὶ Κλέωνος γὰρ πρεσβευσαμένων Λακεδαιμονίων ἐστασίασαν ἐν τῇ ἐκκλησίᾳ, RVΓ ὡς Φιλόχορός φησιν. RV

### book 665c

μετὰ τὰ ’ν Πύλῳ ΓLh: μετὰ τὰ ἐν Πύλῳ καὶ τοὺς τʹ αἰχμαλώτους, οὓς ἔλαβε Κλέων, ἔπεμψαν Λακεδαιμόνιοι πρὸς Ἀθηναίους ἐπαγγελλόμενοι δώσειν τὰς VΓLh ἑξήκοντα Lh τριήρεις ἃς εἰλήφεσαν τῶν Ἀθηναίων ἐν τῷ πολέμῳ, ἅμα δὲ καὶ περὶ εἰρήνης καὶ σπονδῶν. ἀντεῖπεν οὖν τότε Κλέων, VΓLh καὶ ἐπὶ τούτῳ στασιάσαι λέγεται τὴν ἐκκλησίαν· Lh καὶ τοῦ ἐπιστάτου τρίτον ἐρωτήσαντος τὴν βουλήν, τί βούλεται, εἰρήνην ἢ πόλεμον, εἵλετο ἡ βουλὴ τὸν πόλεμον συνεστάναι. VΓLh

### book 666a

κίστην πλέαν VΓ: πλήρη κυτίδα. VΓLh

### book 666b

τὰς κυτίδας ἐκάλουν κίστας. VΓ

### book 666c

τὸ “πλέαν” προσέθηκεν, ὅτι ἐξῆν τοῖς Ἀθηναίοις τότε ἐκ περιουσίας τὴν εἰρήνην ποιήσασθαι οὕτω λαμπρῶς VΓLh ἐν Lh τῷ πολέμῳ κεκρατηκόσιν. VΓLh

### book 667a

ἀποχειροτονηθῆναι RΓ τρὶς Γ: ὡς τρὶς ἀποχειροτονηθείσης. RΓ

### book 667b

καὶ διὰ τούτων σεμνύνει τοὺς Ἀθηναίους ὡς ἐξουσίαν ἐσχηκότας ποιῆσαι εἰρήνην. RΓLh

### book 667c

—̇ Lh

### book 669a

ἐν τοῖς Γ σκύτεσιν VΓ: διὰ τὴν δειλίαν. VΓLh

### book 669b

ἢ VΓ παροιμία ἐπὶ †† “σκύτη βλέπει”, ἢ σκύτη ἀντὶ τοῦ “τὰ πολεμι‐ κά”, ἢ πρὸς τὸν Κλέωνα, ὅτι σκυτεὺς ἦν. VΓLh

### book 669c

ὁ νοῦς γὰρ ἡμῶν R: ἀντὶ τοῦ “ἐν τῷ φόβῳ τοῦ Κλέωνος RΓLh ὁ νοῦς ἦν ἡμῶν”. Lh

### book 669d

—̇ Lh

### book 670

νυν] δή. Lh

### book 673

εὐνούστατος μὲν ἦν Γ: ὅτι ῥίψασπις καὶ δειλὸς ἦν. RVΓLh

### book 675a

ψυχήν γ’ ἄριστος Γ: τοῦτο μετὰ εἰρωνείας, ὡς δηλοῖ καὶ τὸ ἑξῆς. RVΓLh

### book 675b

ὅτι κατέλιπε τὸν λόγον μηδὲν αὐτῷ ἐπαγαγών. RVΓ

### book 676a

οὐκ ἦν ἄρ’ VΓLh οὗπέρ φησιν VΓ: οὔτε RVΓLh γὰρ R γνήσιος ἦν τῷ πατρί, ἀλλὰ καὶ ῥίψασπις ἦν. τὰ δύο οὖν RVΓLh ταῦτα Lh αὐτῷ προστρίβε‐ ται. RVΓLh

### book 676b

εἶναι τοῦ πατρός] ὡς ὑποβολιμαῖος. ΓLh

### book 678

ἀποβολιμαῖος VΓLh: ἅμα μὲν καὶ παρὰ τὸ ἀποβαλεῖν τὰ ὅπλα καὶ παρὰ τὸ ὑποβολιμαῖος εἶναι. RVΓLh

### book 680a

ὅστις κρατεῖ νυν: ὅστις κρατύνει. R

### book 680b

τοῦ λίθου: ἀντὶ τοῦ “βήματος”. ὅστις νῦν διέπει τὰ τῆς πολιτείας καὶ διαπρέπει. πύκνα δέ RV φησι R τὸ ἐν τῇ Ἀττικῇ δικαστήριον. RV

### book 681a

Ὑπέρβολος νῦν RΓ τοῦτ’ ἔχει R: ὅτι μετὰ τὸν Κλέωνα Ὑπέρβολος ἐπολιτεύσατο. RΓ

### book 681b

Ὑπέρβολος VLh: Χρέμητος υἱὸς ἦν VΓLh Ὑπέρβολος, Γ ἀδελφὸς δὲ Χάρωνος, λυχνοπώλης, φαῦλος τοὺς τρόπους. οὗτος μετὰ τὴν τοῦ Κλέωνος δυναστείαν διεδέξατο τὴν δημαγωγίαν. ἀπ’ αὐτοῦ πρώτου ἤρξαντο οἱ Ἀθηναῖοι φαύλοις παραδιδόναι τὴν πόλιν καὶ τὴν δημαγωγίαν πρότερον δημαγωγούντων πάνυ λαμπρῶν πολιτῶν. προείλετο δὲ τοὺς τοιούτους ὁ δῆμος ἀπιστῶν διὰ πόλεμον τὸν πρὸς Λακεδαιμονίους τοῖς ἐνδόξοις τῶν πολιτῶν, μὴ τὴν δημοκρατίαν καταλύσαιεν. ἐξωστρακίσθη δὲ οὗτος οὐ διὰ δυνάμεως φόβον καὶ ἀξιώματος, ἀλλὰ διὰ πονηρίαν καὶ αἰσχύνην τῆς πόλεως. ἐν Σάμῳ δὲ διατρίβων ὑπὸ τῶν Ἀθήνηθεν ἐχθρῶν ἐπιβουλευθεὶς ἀπέθανε, καὶ τὸν νεκρὸν αὐτοῦ εἰς σάκκον βαλόντες ἔρριψαν εἰς τὸ πέλαγος. VΓLh

### book 682

τὴν κεφαλὴν R ποῖ περιάγεις RΓ: ἀποστρέφεται ἀκούσασα τοῦ Ὑπερβόλου τὸ ὄνομα ἡ Εἰρήνη ἀχθεσθεῖσα ἐπ’ αὐτῷ, ὅτι καὶ αὐτὸς κακὸς ἦν. RVΓ

### book 684

ἐπεγράψατο: ἀντὶ τοῦ Γ “ἐχειροτόνησε, κατέστησεν”. RVΓLh ἡ δὲ μεταφορὰ ἀπὸ τῶν μετοίκων τοὺς προστάτας προγραφόντων ἑαυτοῖς. VΓ

### book 685

οὐδὲν ἀντὶ τοῦ “κατ’ οὐδέν”. ΓLh

### book 686

καὶ γυμνὸς ὢν Γ: τοῦ προεστῶτος δηλονότι. ΓLh

### book 687

περιεζώσατο: 〈ἀντὶ τοῦ “περιεβάλετο”.〉 οἱ γὰρ γυμνοὶ ἐπιθυμοῦσι κἂν περιζώματος τυχεῖν. ὁ δὲ νοῦς· δι’ ἀνάγκην τέως τοῦτον ἐζώσατο μὴ ἔχουσα πολυτελέστερον. Γ

### book 688a

πῶς οὖν ξυνοίσει Γ: ἐν ἴσῳ εἴρηκε τοῦτο τῷ “πῶς ταῦτα ἡ πόλις οἰκονομήσει καὶ θήσεται;” VΓLh

### book 688b

τὸ ἑξῆς· πῶς συνοίσει τῇ πόλει ταῦτα, ἐρωτᾷ. Γ

### book 691

ἐψηλαφῶμεν Γ: ἀπὸ τοῦ συμβεβηκότος εἴληφε τὸ “ἐψηλαφῶμεν”. οἱ γὰρ ἐν σκότῳ ζητοῦντες τοῦ ζητουμένου τὴν ἀκριβῆ ὄψιν οὐχ ὁρῶντες ψηλαφῶντες ἀνευρίσκουσιν αὐτό. VΓLh

### book 692

πρὸς λύχνον RΓLh βουλεύσομεν RΓ: ὅτι λυχνοπώλης RVΓLh λέγεται Lh ὁ Ὑπέρβολος. τινὲς δέ φασιν αὐτὸν Σύρον. καὶ Κρατῖνος δὲ ἐν Πυτίνῃ· Ὑπέρβολον δὲ ἀποσβέσας ἐν τοῖς λύχνοισι γράψον. RVΓLh

### book 695

πρῶτον δ’ R ὅ τι πράττει RΓ Σοφοκλέης Γ: γελοῖα ταῦτα· ὡς γὰρ περὶ σπουδαίων τὴν ἔμφασιν ποιούμενος ἐπήνεγκεν· ὅτι περὶ Σοφοκλέους ἐπύ‐ θετό μου. RΓLh

### book 697a

ἐκ τοῦ Σοφοκλέους γίνεται Γ: ὅτι ἐπὶ μισθῷ ἔγραψε τὰ μέλη. ΓLh

### book 697b

ἐκ τοῦ Σοφοκλέους R: ὁ Σιμωνίδης δοκεῖ πρῶτος σμικρολογίαν εἰσενεγκεῖν εἰς τὰ ᾄσματα καὶ γράψαι ᾆσμα μισθοῦ. RVΓLh τοῦτο δὲ καὶ Πίνδαρος ἐν τοῖς Ἰσθμιονίκαις φησὶν αἰνιττόμενος· RVΓ οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες, οἱ χρυσάμπυκες ἐς δίφρον μοι συνανέβαι‐ [para]νον κλυτᾷ φόρμιγγι συναντόμενοι, ῥίμφα παιδείους ἐτόξευον μελιγαρύας ὕμνους, 〈...〉 ἁ μοῦσα γὰρ φιλοκερδὴς VΓ [para]οὔ ποτ’ ἦν οὐδ’ ἐργάτις· οὐδ’ ἐπέρναντο γλυκεί‐ [para]αν ποτὶ Τερψιχόρας ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί. V τὸ μέντοι περὶ RVΓLh τῶν Lh κιβωτῶν ἐπὶ Σιμωνίδου λεγόμενον, ὅτι παρα‐ κειμένας εἶχε δύο, τὴν μὲν κενήν, τὴν δὲ μεστήν, καὶ τὴν μὲν κενὴν χαρίτων ἔλεγεν εἶναι, RVΓLh τὴν δὲ ΓLh μεστὴν Lh 〈ἀργυρίου〉, γνώριμον. πλὴν τοῦτο λόγῳ περιφερόμενον εὑρίσκεται· RVΓLh καθ’ ἱστορίαν γὰρ οὐδεὶς εἴρηκεν. VΓLh

### book 697c

ὁ Σιμωνίδης διεβέβλητο ἐπὶ φιλαργυρίᾳ. RVΓ καὶ τὸν Σοφοκλέα οὖν διὰ φιλαργυρίαν 〈φησὶν〉 ἐοικέναι τῷ Σιμωνίδῃ. RVΓLh λέγεται δὲ καὶ ὅτι ἐκ τῆς στρατηγίας τῆς ἐν Σάμῳ ἠργυρίσατο. RVΓ

### book 697d

χαριέντως πάνυ τῷ αὐτῷ λόγῳ διέσυρε τοὺς δύο. VΓLh

### book 697e

τοῦ ἰαμβοποιοῦ VΓLh καὶ 〈...〉 μέμνηται, ὅτι σμικρολόγος VΓ ἦν· V ὅθεν Ξενοφάνης κίμβικα αὐτὸν προσαγορεύει. VΓLh

### book 697f

καὶ Σοφοκλέα καὶ Σιμωνίδην διέσυρεν ὡς μικρολόγους. V

### book 697g

μήποτε ἐδόκει VΓLh Σοφοκλῆς Γ περὶ τοὺς μισθοὺς καὶ τὰς νεμή‐ σεις ὀψέ ποτε φιλοτιμότερος γεγονέναι. VΓLh

### book 698a

γέρων ὢν VΓ καὶ σαπρὸς V: ἀρχαῖος καὶ παλαιός. οἷον γηράσας φιλάργυρος ἐγένετο. VΓLh

### book 698b

ὅτι γέρων ὢν: †μετὰ τὰ ζʹ† ἔτη βεβίωκεν. πῶς οὖν γέρων; R

### book 699a

κἂν ἐπὶ ῥιπὸς πλέοι Γ: ἀντὶ τοῦ “φρυγάνου”. RΓLh

### book 699b

ῥιπὸς V: παροιμία θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοι. ῥὶψ δέ ἐστιν ἱμαντῶδες φυτόν. παρὰ τὸ ῥέπω ῥέψ καὶ ῥίψ. VΓ

### book 700

ἀπέθανεν] λείπει τότε. Γ

### book 701

ἐνέβαλον: ἀντὶ τοῦ “ἐπῆλθον τῇ πόλει”. ΓLh

### book 702a

Λυκόφρων τὸ ὡρακιᾶν ἀντὶ τοῦ “ὠχριᾶν”, Ἐρατοσθένης δὲ τὸ ὑπὸ ἐκλύσεως ἐσκοτῶσθαι, VΓ ᾧ ἴσως ἀκολουθεῖ τὸ ὠχριᾶν. V

### book 702b

μετὰ ἐκλύσεως ἐσκοτωμένος, ᾧ ἴσως ἀκολουθεῖ καὶ τὸ ὠχριᾶν. τοιοῦτοι δὲ οἱ λιποψυχοῦντες· τρέπεται γὰρ αὐτῶν ἡ χροιά. VΓ

### book 702c

ὡρακιάσας: οἷον RVΓ ὠχριάσας VΓLh ἢ ἐκλυθεὶς ἢ VΓ λιπο‐ ψυχήσας RVΓ ἢ ἀθυμήσας. VΓ

### book 702d

ὅτι φίλοινος ὁ Κρατῖνος, καὶ αὐτὸς ἐν τῇ Πυτίνῃ σαφῶς λέγει. VΓ

### book 702e alpha

εἰς οἰνοφλυγίαν ὁ Κρατῖ‐ νος διαβάλλεται. R

### book 702e beta

ὡς φιλοπότην πάλιν διαβάλλει τὸν Κρατῖνον. VΓ

### book 704

χἄτερα πός’ ἄττ’ οἴει RΓ: ὥσπερ ἐκπλαγείσης τῆς Εἰρήνης ἐπήγαγε τὸ “καὶ ἕτερα τοιαῦτα γεγονέναι ἐν τῇ πόλει”. RVΓLh

### book 706

ἴθι νυν RΓLh: μίαν τῶν συνανελθουσῶν RVΓLh σὺν R τῇ Εἰρήνῃ πρὸς γάμον αὐτῷ δίδωσιν. προειρήκαμεν δὲ ὅτι συνανειλκύσθησαν αὐτῇ ἥ τε Ὀπώρα καὶ ἡ Θεωρία, ἦσαν δὲ ἑταῖραι. RVΓLh

### book 708

ἐκποοῦ σαυτῷ Γ: οὐκ εἶπε τοὺς παῖδας, ἀλλὰ ΓLh τοὺς Lh “βότρυς” διὰ τὴν Ὀπώραν. ΓLh

### book 710a

ἄρ’ ἂν βλαβῆναι R διὰ χρόνου ΓLh τί σοι δοκῶ Γ: ὅτι οἱ διὰ χρόνου ἐσθίοντες ὀπώραν πολλὴν βλάπτονται καὶ οἱ συνουσιάζοντες συνεχῶς. ἐπεὶ οὖν ἐδόκει Ὀπώρα εἶναι καὶ ἡ πόρνη, πρὸς ἀμφότερα ἔπαιξεν. RVΓLh

### book 710b

〈διὰ χρόνου: ἀντὶ τοῦ “μετὰ πολὺν χρόνον”.〉 Su. II 78, 24

### book 710c

〈χρόνου] πολλοῦ.〉 Su. II 78, 25

### book 711

κατελάσας] ἀντὶ τοῦ R “συνουσιάσας”. RΓLh 〈ἀπὸ τῶν ἀλόγων ζῴων.〉 Su.

### book 712a

βληχωνίαν RΓ: βλήχωνά RVΓLh φασιν RV Ἀττικοὶ διὰ τοῦ β, οὐ διὰ τοῦ γ. RVΓLh

### book 712b

οἱ πολλὴν ὀπώραν ἐσθίοντες, ἐὰν κυκεῶνα βληχωνίαν πίνωσιν, οὐ βλά‐ πτονται. βρέχοντες οὖν γλήχωνα ἐπιπίνουσιν. RVΓ

### book 712c

διὰ τὸ ὑπὸ τοῦ ὀποῦ τὴν καρδίαν κατεσθίεσθαι. ἵνα οὖν ἡ δριμύτης ἀποστυφῇ, γλήχωνος ἐλάμβανον. RVΓ

### book 712d

οἱ ὀπώραν πολλὴν ἐσθίοντες κυκεῶνα πίνουσιν ὑπὲρ τοῦ πῆξαι τὴν τροφὴν καὶ μὴ ναυτιᾶν· καὶ γὰρ τὸ πολὺ τῆς ὀπώρας προσίσταται τῷ στομάχῳ. VΓ

### book 712e

τοὺς ὑπὸ τῆς ὀπώρας βαρυνομένους ἰᾶσθαί φασιν, εἰ ἀποβρέξαντες γλήχωνα εἰς ὕδωρ πίοιεν· ἰᾶσθαι γὰρ οὕτω τοὺς τῆς καρδίας πόνους. VΓ

### book 712f

ὅτι οἱ ... βληχωνίαν ἐπιπίωσιν, οὐ βλάπτονται (cf. 712b). τὸ γὰρ πολὺ ... στομάχῳ (cf. 712d fin.). ἀποβρέξαντες οὖν βλήχωνα εἰς ὕδωρ πίνουσιν (cf. 712b fin. et 712e med.). ἰῶνται γὰρ οὕτω τοὺς τῶν καρδιῶν πόνους (cf. 712e fin.). Lh

### book 713

τὴν Θεωρίαν] τοῖς μὲν γεωργοῖς φέρουσα τὴν Ὀπώραν ἔδωκε, τῇ δὲ βουλῇ τὴν Θεωρίαν ἀπένειμεν· ἐδόκει γὰρ ἡ βουλὴ τῆς θεωρίας††. Γ

### book 714

ἧσπέρ ποτ’ ἦν] ἡ γὰρ βουλὴ τὰς θεωρίας ἐξέπεμπεν. RΓLh

### book 715a

τινὲς στίζουσιν εἰς τὸ “βουλή” καὶ συνάπτουσι τὸ “σὺ τῆς Θεωρίας ὅσον ζωμὸν ῥοφήσεις ἡμερῶν τριῶν” ὡς ψηφιουμένης τῆς βουλῆς θῦσαι βοῦς ἐπὶ τούτοις. VΓ

### book 715b

Θεωρίας] λείπει τὸ “ἕνεκεν”. RΓ

### book 716

ἡμερῶν τριῶν Γ: ἐπὶ γʹ γὰρ ἡμέρας ἐψηφίσατο ἡ βουλὴ βοῦς θύειν, ἀφ’ ὧν †καὶ ζῷα†. ΓLh

### book 717

χόλικας RΓLh: τὰ τῶν βοῶν παχέα ἔντερα· ταῦτα γὰρ οὐχ ἱεροῦντο, ὡς τὸ ἄλλο σῶμα. τινὲς δὲ χόλικά φασιν εἶδος ἰχθύος. RVΓLh

### book 722

ἀστραπηφορεῖ ΓLh: ὁ στίχος ἐκ Βελλεροφόντου Εὐριπίδου. παρὰ τὸ VΓLh ταῖς Lh ἀστραπαῖς ὑπηρετεῖν. VΓLh

### book 724

τὴν τοῦ Γανυμήδους RΓ ἀμβροσίαν ΓLh: ἀντὶ τοῦ “τὴν κόπρον”. ὅτι οὗτος μόνος παρ’ αὐτοῖς θνητός. τινὲς δὲ διὰ τὸ ἐν ἀρχῇ ῥηθῆναι αὐτῷ ἑτέραν ἑτέραν 〈...〉 παιδὸς ἡταιρηκότος· ἐδόκει γὰρ καὶ ὁ Γανυμήδης ἐρώμενος εἶναι Διός. RVΓLh

### book 726a

τῃδὶ παρ’ αὐτὴν τὴν θεὸν ΓLh: τινὲς οὐ παρὰ τὴν Εἰρήνην· λέγουσι γὰρ ἐν τῷ οὐρανῷ μεῖναι καὶ ἐκεῖθεν ἐνεργεῖν, ὥσπερ καὶ τὸν Πόλεμον· οὐδαμοῦ γὰρ αὐτῆς μέμνηται ἐν τοῖς ἑξῆς ὡς κατελθούσης. “παρὰ 〈...〉 τὴν θεόν” οὖν τὴν Ἀθηνᾶν· ἄγαλμα γὰρ ἦν ἐν τῷ θεάτρῳ τῆς Ἀθηνᾶς. VΓLh

### book 726b

ἥκετε, ὦ κόραι. V

### book 726c

δεῦρ’ ὦ κόραι Γ: τῇ VΓLh θεᾷ καὶ τῇ V Εἰρήνῃ καὶ τῇ Θεωρίᾳ καὶ τῇ Ὀπώρᾳ λέγει. RVΓLh

### book 727a

ἕπεσθον ἅμ’ ἐμοὶ Γ: κατέλυσε τοῦ οὐρανοῦ τὴν ὑπόκρισιν· κάτεισι γὰρ ἐπὶ τὴν ὀρχήστραν κλίμαξιν. VΓ

### book 727b

ἐχόμενος τῆς Εἰρήνης καταβαίνει ὁ πρεσβύτης ἐπὶ τὴν ὀρχήστραν. ἴσως δὲ καὶ ὁ χορὸς ἀνῆλθεν εἰς τὴν ἀναγωγὴν τῆς Εἰρήνης. VΓ

### book 728a

ἐστυκότες Γ: ἔδει εἰπεῖν “ἑστῶτες”. VΓLh τῷ δὲ “ἐστυκότες” ἐχρήσατο διὰ τὸ τὴν Εἰρήνην ὥσπερ γεγαμηκέναι αὐτάς, τὴν μὲν τῷ Τρυγαίῳ, τὴν δὲ τῇ βουλῇ. VΓ

### book 728b

πόρναι γάρ εἰσιν ἐσκευασμέναι. Γ

### book 728c

Lh

### book 729a

ἀλλ’ ἴθι χαίρων Γ: ὁ χορὸς μένων ποιεῖ παράβασιν οὐ τελείαν, ἀλλὰ κομμάτιον μὲν εʹ στίχων τετραμέτρων καταληκτικῶν, 〈ὧν〉 δʹ μὲν ἐν ἐκθέσει παρὰ πάντας, ὅτι εἰσὶν ἀναπαιστικοί, τελευταῖος 〈δὲ〉 τροχαϊκὸς 〈οὐ〉 κατ’ ἴσον τοῖς ἄλλοις. VΓ

### book 729b

κομμάτιον χοροῦ. RVΓC

### book 729c

ἀλλ’ ἴθι χαίρων: ἡ παράβασις αὕτη οὐκ ἔστι τελεία, LhAld ἀλλ’ ἐλλιπής· τὸ μὲν γὰρ κομμάτιον ἔχει καὶ τὸ μακρὸν καλούμενον καὶ τὴν στροφὴν καὶ ἀντιστροφήν, Lh τοῦ δὲ ἐπιρρήματος καὶ ἀντεπιρρήματος ἐστέρηται. ἔστι τοίνυν τὸ μὲν κομμάτιον στίχων ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν εʹ· τὸ δὲ μακρὸν στίχων ὁμοίων λγʹ· ἡ δὲ ἔκθεσις LhAld

### book 729c alpha

τούτου κώλων ὁμοίων ἀναπαι‐ στικῶν ιʹ, ὧν τὰ μὲν θʹ δίμετρα ἀκα‐ τάληκτα, τὸ δὲ ιʹ, τὸ ἀνδρὸς τὸ μέτωπον ἔχοντος, δίμετρον καταληκτικὸν ἑφθημιμερὲς παροιμιακόν. ἐπὶ ταῖς ἀποθέσεσι τοῦ τε κομματίου, τοῦ μακροῦ καὶ τῆς ἐκ‐ θέσεως τούτου παράγραφος. Lh

### book 729c beta

〈κώλων δέκα διμέτρων πλὴν τοῦ τελευταίου καταληκτικῶν. ἐπὶ πᾶσι παράγραφος.〉 Ald

### book 729d

τὰ σκεύη: τὰς ἄμας, τὰ σχοινία. γυμνὸν γὰρ ποιοῦσι τὸν χορὸν οἱ κωμικοὶ ἀεί, ἵνα ὀρχῆται. V

### book 731

κυπτάζειν Γ: κρυφιμαίως διατρίβειν καὶ κρύπτεσθαι. VΓLh

### book 734a

χρῆν μὲν VΓ τύπτειν Γ: νῦν παραβάσει κέχρηται ὁ χορὸς μηδὲν περὶ τοῦ προκειμένου λέγων ἢ τὸν ποιητὴν ἐπαινῶν. VΓLh

### book 734b

παράβασιν ἐκάλουν ἀπὸ τοῦ παραβαίνειν τὸν χορὸν ἀπὸ τῆς νενομισμένης στάσεως εἰς τὴν καταντικρὺ τοῦ θεάτρου ὄψιν, ὁπότε ἐβούλετο ὁ ποιητὴς δια‐ λεχθῆναί τι ἔξω τῆς ὑποθέσεως ἄνευ τῶν ὑποκριτῶν πρὸς τὸ θέατρον διὰ τοῦ χοροῦ. ἐστρέφετο δὲ ὁ χορὸς καὶ ἐγίνοντο στοῖχοι δʹ. εἶτα διελθόντες τὴν καλουμένην παράβασιν ἐστρέφοντο πάλιν εἰς τὴν προτέραν στάσιν. δῆλον δὲ ποιοῦσιν αὐτοὶ οἱ ποιηταὶ τὸ στρέφεσθαι σημαίνοντες καὶ τὸ παραβαίνειν. VΓLh ὡς Lh Πλάτων ἐν τῷ Παιδαρίῳ εἰ μὲν μὴ λίαν, ὦ ῎νδρες, ἠναγκαζόμην στρέψαι δεῦρ’, οὐκ ἂν παρέβην εἰς λέξιν τοιάνδ’ ἐπῶν ἄμφω σημάνας, καὶ τὸ στρέφεσθαι καὶ τὸ παραβαίνειν. Κρατῖνος δὲ ἐν τῇ Πυλαίᾳ δηλοῖ, ὅτι ἕξ ἐστι ζυγὰ τοῦ χοροῦ. VΓLh

### book 734c

†ἀναπαιστικ* φὴ†. διπλῆ καὶ ἐπέκθεσις εἰς 〈αὐτὴν〉 τὴν παράβασιν. ἀναπαιστικὰ τετράμετρα καταληκτικὰ λαʹ, ὧν τελευταῖον παῦρ’ ἀνιάσας. V

### book 734d

παράβασις Lh C στίχων μαʹ. Lh

### book 734e

χρῆν μὲν RV τύπτειν R: ἐχρῆν μέν, εἴ τις κωμῳδοποιητὴς ἑαυτὸν ἐπῄνει παραβάσει χρώμενος, τοὺς ῥαβδούχους ἐκείνους τύπτειν αὐτὸν ὡς ἀπρεπές τι μεταχειριζόμενον. εἰ δὲ πρέπον ἐστίν, ὦ Μοῦσα, τινὰ ἑαυτὸν ἐπαινέσαι, φησὶν ὁ διδάσκαλος ἡμῶν, τουτέστιν ὁ Ἀριστοφάνης, ἄξιος εἶναι πολλῆς τιμῆς, ὅστις Ἀριστοφάνης ἄριστος γεγένηται. RVΓLh

### book 734f

ἦσαν ἐπὶ τῆς θυμέλης ῥαβδοφόροι RVΓLhbis τινές, RVΓLh

### book 734f alpha

πρὸς εὐταξίαν R

### book 734f beta

οἳ τῆς εὐκοσμίας ἐμέλοντο VΓLh

### book 734f

τῶν θεατῶν. ἢ ῥαβδούχους εἶπε τοὺς κριτὰς τοῦ ἀγῶνος, οὓς ὁ ποιητὴς αἰσυμνήτας εἶπεν. RVΓLh

### book 735

παραβὰς ἐν τοῖς ἀναπαίστοις ΓLh: πᾶσαν παράβασιν ἀναπαίστους καλεῖ. RVΓLh

### book 736

εἰ δ’ οὖν εἰκός τινα: παρὰ τὰ Σιμωνίδου ἐκ τῶν ἐλεγείων εἰ δ’ ἄρα τιμῆσαι, θυγατέραι Διός, ὅστις ἄριστος δῆμος Ἀθηναίων ἐξετέλεσα μόνος. V

### book 740a alpha

ἐς τὰ ῥάκια: ὡς τοι‐ αῦτα εἰσαγόντων τῶν ἄλλων κωμικῶν. RVΓ

### book 740b alpha

ῥακοφοροῦντας. VΓ αἰ‐ νίττεται δὲ καὶ εἰς Εὔπολιν. RVΓ

### book 740ab beta

ἐς ... ἀεὶ] τὸν Εὔπολιν αἰνίττεται ὡς εἰσάγοντα ῥακοφοροῦντας. Lh

### book 740c

καὶ τοῖς φθειρσὶν RΓ: ἀντὶ τοῦ “εὐτελεῖς καὶ ἀδόξους ἄνδρας”. RVΓLh

### book 741a alpha

μάττοντας] πολλὰ ἐσθί‐ οντας. Lh

### book 741a beta

τούς θ’ Ἡρακλέας Γ: μάττειν τὸ πολλὰ ἐσθίειν. VΓ

### book 714a a-b

ἀπὸ τῆς ματτομένης μάζης. VΓLh

### book 741b

μάττοντας Lh: αἰνίττεται ταῦτα εἰς Εὔπολιν, ὃς ἐποίησε VΓLh τὸν ΓLh Ἡρακλέα πεινῶντα καὶ Διόνυσον δειλὸν καὶ Δία μοιχὸν καὶ δοῦλον κλαίοντα. VΓLh

### book 741c

τινές φασι VΓLh καὶ Lh εἰς Κρατῖνον αἰνίττεσθαι ὡς τοιαῦτα ποιοῦντα δράματα. VΓLh ἐπεπόλασε δὲ τότε ταῦτα τὰ λήμματα. VΓ καὶ αὐτὸς δὲ ὁ Ἀριστοφάνης ὡς γαστρίμαργον τὸν Ἡρακλέα κωμῳδεῖ καὶ ἐν Ὄρνισι καὶ ἐν Αἰολοσίκωνι. VΓLh

### book 741d

καὶ ἐν τοῖς Σφηξὶ περὶ τούτων φησί, τοῦ τε Ἡρακλέους καὶ τοῦ δούλου. VΓLh

### book 741e

ἐπεπόλαζε γὰρ VΓLh ὡς ἔοικε Lh τότε ταῦτα, VΓLh Ἡρακλῆς πεινῶν καὶ Διόνυσος δειλὸς καὶ μοιχὸς Ζεὺς VΓ ὥστε καὶ αὐτοὺς RVΓ δοκεῖν VΓ ἄχθεσθαι. Κρατῖνος ὑπὸ δὲ Ἡρακλέους πεινῶντος ἄγει καὶ σκώπτοντος ταῦτα οὐ βιωτόν ἐστι. RVΓ

### book 742

περὶ τῶν δούλων καὶ ἐν Βατράχοις φησίν. RVΓ

### book 745

ἵν’ ὁ σύνδουλος σκώψας Γ: ἀντὶ τοῦ “καὶ τούτους τοὺς δούλους ἐξέφερον κλάοντας τούτου ἕνεκεν, ἵνα ὁ σύνδουλος χλευάζων ἀνέρηται αὐτόν”. RVΓLh

### book 746a

ὑστριχὶς RΓ: ἡ ἐξ ὑείων τριχῶν μάστιξ. RΓLh

### book 746b

εἰσέβαλέν σοι Γ: ἀπὸ μεταφορᾶς VΓ λέγει Γ τῶν τὰς πόλεις πορθούντων τὸ “εἰσέβαλεν”. VΓ

### book 747a

καὶ ἔμεινεν ἐν τῇ τροπῇ· κυρίως γὰρ εἰσβαλεῖν ἐστι τὸ πολεμίους τινὰς εἰσελθεῖν εἰς VΓ τὴν Γ πόλιν. VΓ

### book 747b

διὰ τὸ πλῆθος τῶν πληγῶν. RΓ

### book 748

βωμολοχεύματ’: τουτέστι βωμολόχα σκώμματα. ΓLh

### book 749a

ἐποίησε Γ τέχνην ΓLh μεγάλην Lh: ταῦτα καὶ Φερεκράτης ἐποί‐ ησε τὸν Αἰσχύλον λέγοντα ἐν τοῖς Κραπατάλοις ὅστις αὐτοῖς παρέδωκε τέχνην μεγάλην ἐξοικοδομήσας. VΓLh

### book 749b

κἀπύργως’ RΓLh οἰκοδομήσας R: ἀντὶ τοῦ RLh “ὕψωσεν, ΓLh ηὔξησεν καὶ ἐμεγάλυνεν καὶ ἠσφαλίσατο, RVΓ καὶ ἐπὶ τὸ σεμνότερον τὰ ποιήματα ἤγαγεν”. καὶ ἐν ἄλλοις περὶ αὐτοῦ φησιν· ἀλλ’, ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας RVΓLh ῥήματα σεμνά. VΓLh

### book 750

οὐκ ἀγοραίοις] οὐ κατημαξευμένοις. Γ

### book 751

ἰδιώτας ἀνθρωπίσκους κωμῳδῶν] ὅ ἐστι σκώπτων εὐτελεῖς τινας καὶ ἀσθενεῖς ἄνδρας. Γ

### book 751-752

ἀντὶ τοῦ R “Ἡρακλέα μιμούμενος οὐκ εὐτελεῖς ἄνδρας κωμῳδεῖν ἐπεχείρει”. RVΓLh

### book 752

ἀλλ’ Ἡρακλέους ὀργήν ΓLh τιν’ ἔχων Lh: ἐνδόξως πάλιν παρέ‐ λαβεν αὐτὸς τὸν Ἡρακλέα. λέγει γάρ· οὐ κατὰ τοὺς ἄλλους ποιητὰς μετρίους τινὰς καὶ φαύλους λοιδορεῖν καὶ κωμῳδεῖν προειλόμην, VΓLh ἀλλ’ ὥσπερ ΓLh ὁ Lh Ἡρακλῆς τοὺς μεγάλους ἄθλους ὑπέστη, οὕτω κἀγὼ τοὺς ἀρίστους καὶ μέγα δυναμένους παρ’ ὑμῖν κωμῳδεῖν εἱλόμην. ΓLh

### book 753a

τοῦ Ἡρακλέους μνημονεύσας ἑξῆς τὸ “βυρσῶν ὀσμὴν” ἐπήγαγεν, ἐπεὶ δοκεῖ ὁ Ἡρακλῆς τὴν Αὐγέου κόπρον ἐκκεκαθαρκέναι. ΓLh

### book 753b

διαβὰς βυρσῶν RΓ ὀσμὰς Γ: ὡσανεὶ ἔλεγε ποταμοὺς ἢ χαράδρας. RVΓLh

### book 753c

βυρσῶν ὀσμὰς Lh: διὰ τὸν Κλέωνα ταῦτα· εἰκὸς γὰρ ἦν αὐτὸν ἀπειλεῖν τῷ Ἀριστοφάνει διὰ τὰς ὕβρεις. τὸ βαρβαρῶδες δὲ τοῦ Κλέωνος δηλοῖ διὰ τοῦ “βαρβαροθύμους”. Παφλαγὼν γὰρ ἦν. RVΓLh

### book 754

μάχομαι] ἀντὶ τοῦ “ἐμαχόμην”. ΓLh

### book 755a

ἀπ’ ὀφθαλμῶν Κύννης R: Ἐρατοσθένης ἀγνοήσας τὰ κατὰ τὴν Κύνναν “κυνὸς” γράφει, RVΓ κυνὸς ὡς ἀκτῖνες ἔλαμπον. VΓ Κύννα δὲ καὶ Σαλαβακχὼ πόρναι Ἀθήνησιν. RVΓ

### book 755b

τὴν ἀναίδειαν αὐτοῦ καὶ τὴν τραχύτητα τῶν τρόπων δείκνυσι διὰ τῶν ὄψεων, ὡς καὶ Ὅμηρος ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι VΓLh ἐΐκτην. ΓLh τῆς δὲ Κύννης μέμνηται καὶ ἐν τοῖς Ἱππεῦσι λέγων καὶ Κύνναν καὶ Σαλαβακχώ. VΓLh

### book 755c

Κύννης ἀκτῖνες Lh: Κύννα ἑταίρα ἐστίν. δῆλον δὲ ὅτι καὶ ἀναιδὴς VΓLh καὶ πόρνης ὀφθαλμοὺς εἶχεν. VLh

### book 755d

Κύννης] πόρνης οὕτω καλουμένης. Lh

### book 756a alpha

ἑκατὸν RLh δὲ κύ‐ κλῳ κεφαλαὶ R κολάκων Lh: εἰκὸς γὰρ σύστημα τὸν Κλέωνα ἔχειν μέγα δυνάμενον τῶν ὑποτρεχόντων αὐτὸν καὶ θεραπευόντων. RVΓLh

### book 756a beta

ἑκατὸν δὲ κύκλῳ Γ: εἰκὸς γὰρ πλῆθος κολάκων ἔχειν τὸν Κλέωνα. VΓLh

### book 756b alpha

†ὁ δὲ εἶπεν† ὡσεὶ ἔλεγε δρακόντων ἑκατὸν κεφαλαῖς αὐτὸν καθωπλίσθαι. RVΓ

### book 756b beta

ὡσεὶ ἔλεγεν ὄφεων. VΓLh

### book 756c

καὶ τοῦτο πρὸς ἕνα τῶν Ἡρακλέους αἰνιττόμενος ἄθλων RVΓLh λέγει, Lh τὴν ἑκατοντακέφαλον ὕδραν. RVΓLh

### book 756d

καὶ γὰρ Τυφῶνα αὐτὸν εἶπεν ἐν τοῖς Ἱππεῦσι· τοσαύταις δὲ ἐκεῖνος κεφαλαῖς ὥπλιστο. VΓLh

### book 756e alpha

διὰ τοὺς περὶ αὐτὸν κόλα‐ κας. VΓ

### book 756e beta

τοῖς κόλαξι δηλαδή. Lh

### book 756f

δέον εἰπεῖν “ἐλιχμῶντο” “ἐλιχνῶντο” εἶπε διὰ τὸ λίχνον τῶν κολάκων. RVΓ

### book 757a

χαράδρα ἐστὶ διῶρυξ πηλοῦ μεστὴ ὄλεθρον, οὐχ ὕδωρ ἔχουσα. RVΓ

### book 757b

χαράδρας Γ: ἀντὶ τοῦ VΓ “χειμάρρου VΓLh ποταμοῦ”. κατάγουσι δὲ οὗτοι παντοῖα μετὰ τοῦ ῥεύματος. οὐκ εἶπε δὲ πηλόν, ἀλλ’ ὄλεθρον. VΓ

### book 758a

φώκης δ’ ὀσμήν Γ: θαλάσσιον VΓLh ἐστὶ Lh ζῷον VΓLh ἡ φώκη. Ὅμηρος· φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή. VΓ

### book 758b

Λαμίας ὄρχεις RΓ: δραστικοὶ γὰρ οἱ ὄρχεις. RVΓ

### book 758c

Λαμίας ὄρχεις Lh: Δίδυμος· εἰδωλοποιεῖ τινας ὄρχεις Λαμίας· θῆλυ γάρ. ἐντεῦθεν καὶ Λάμος ἡ πόλις τῶν Λαιστρυγόνων. RVΓLh

### book 758d

λέγεται ἡ Λάμια Βήλου καὶ Λιβύης θυγάτηρ. ταύτης ἐρασθῆναι τὸν Δία φασίν, μεταγαγεῖν δὲ αὐτὴν ἀπὸ Λιβύης εἰς Ἰταλίαν, ἀφ’ ἧς καὶ πόλις ἐν Ἰταλίᾳ Λάμια προσαγορεύεται. ἔνθεν αὐτῇ συνελθὼν ὁ Ζεὺς οὐκ ἔλαθε τὴν Ἥραν· ἥτις ζηλοτυποῦσα τὴν Λάμιαν τὰ γινόμενα αὐτῆς τέκνα ἀνῄρει VΓLh ἀεί. ἡ δὲ ἀποθνησκόντων αὐτῆς τῶν παιδίων βαρυθυμοῦσα τὰ τῶν ἄλλων παιδία VLh διὰ φθόνον V ὑποκλέπτουσα ἀνῄρει. VLh διὰ τοῦτο καὶ τὰς τίτθας ἐκφοβούσας τὰ βρέφη VΓLh φασὶ Lh καλεῖν ἐπ’ αὐτοῖς τὴν Λάμιαν. μυθεύεται δὲ ὡς ἄϋπνος αὕτη διατελεῖ βουλήσει Ἥρας, ἵνα καὶ ἡμέρας καὶ νύκτας ἐν τῷ πένθει ᾖ, ἕως οὗ αὐτὴν ἐλεήσας ὁ Ζεὺς ἀφαιρέτους αὐτῆς τοὺς ὀφθαλμοὺς ἐποίησεν, ὅπως ἂν ἐν αὐτῇ ᾖ ἐξαιρεῖσθαι VΓLh ἑαυτῆς V τοὺς ὀφθαλμοὺς καὶ πάλιν θεῖναι. λέγεται δὲ ἐσχηκέναι παρὰ Διὸς καὶ τὸ μεταμορφοῦσθαι εἰς ὅ τι οὖν βούλεται. VΓLh οὕτως εὗρον ἐν ὑπομνήματι. V

### book 758e

ἀλλόκοτόν τι τέρας ὑποστήσασθαι βούλεται τὸν Κλέωνα· τὴν γὰρ Λάμιάν φασιν ἄγριον εἶναι ζῷον καὶ δύσοσμον VΓLh καὶ ἀνήμερον. VΓ οὐκ ἀρκεσθεὶς δὲ τούτοις αὐτὸν εἰκάσαι μόνοις προσέθηκε καὶ ἄπλυτον, ἵνα μᾶλλον αὐξήσῃ τὴν περὶ τὸν Κλέωνα δυσοσμίαν. VΓLh

### book 758f

πρωκτὸν δὲ καμίνου Γ: ὡς θερμόπρωκτον αὐτὸν κωμῳδεῖ. VΓLh

### book 759a

τοιοῦτ’ ἰδὼν] γρ. τοιοῦτον δ’ ἰδών. Γ

### book 759b

τοιοῦτον ἰδὼν τέρας RΓ: εἰρηκὼς τῶν σκωμμάτων αὐτοῦ τὸ RVΓ κατ’ εἶδος ἔσκωψεν αὐτὸν πάλιν ἐπὶ τὸ γενικὸν ἀναδραμών, δι’ οὗ τέρας αὐτὸν καλεῖ μείζονα δόξαν τῶν προειρημένων ἐγκαταλιπὼν ἔχειν τοῖς ἀκηκοόσι περὶ αὐτοῦ. RVΓLh

### book 763a

παῖδας ἐπείρων Γ: ὡς τῶν ἄλλων ἐξιόντων καὶ δεομένων τῶν νέων καὶ τῶν παίδων εἰς τὸ σπουδάζειν αὐτοῖς, ἵνα νικήσωσιν. VΓ

### book 763b

εἰώθασι γὰρ παιδεραστεῖν RVΓLh οἱ ἄλλοι Lh ἁβρυνόμενοι τῇ νίκῃ. RVΓLh

### book 763c

αἰνίττεται εἰς Εὔπολιν RVΓ καὶ τοὺς περὶ αὐτὸν ὡς παίδων ἐρῶντας καὶ παλαίστρας περιερχομένους. VΓ

### book 764a

ὡς τῶν νικώντων ταῦτα ποιούντων καὶ εἰς ὕβριν ἐξελκομένων. VLh

### book 764b

ἤγουν Lh ὀλίγα κωμῳδήσας ἢ οὐδὲν λυπήσας. VLh ὁμοίως τῷ ἦ ὀλίγον οἱ παῖδα. V

### book 765a

διπλῆ καὶ εἴσθεσις εἰς τὸ καλούμενον μακρόν, ὅπερ ἐστὶ περίοδος ἀνα‐ παιστικὴ εἰκοσάμετρος δεκάκωλος, ἧς τὸ τελευταῖον ἀνδρὸς τὸ μέτωπον ἔχοντος. Γ

### book 765b

πνῖγος RΓ τὸ καὶ μακρόν. Γ

### book 765c

πρὸς ταῦτα χρεὼν Γ: διὰ ταῦτα ΓLh τὰ δίκαια Lh ὑμᾶς ἀξιῶ συλλαμβάνεσθαι. ΓLh ἢ δι’ αὐτὰ τὰ δίκαια. Γ

### book 767

καὶ τοῖς φαλακροῖσι] τοῦτο εἰς ἑαυτόν· φαλακρὸς γὰρ ἦν. RΓLh

### book 771a

φέρε τῷ φαλακρῷ] πάλιν ἑαυτὸν λέγει. Lh

### book 771b

δὸς τῷ φαλακρῷ] ὅτι φαλακρὸς Ἀριστοφάνης. Γ

### book 772a

τῶν τρωγαλίων] ἀντὶ τοῦ RΓ “τῶν τραγημάτων”. RΓLh οὕτω γὰρ RΓ ἐκάλουν R τὰ τραγήματα οἱ παλαιοί. RΓ

### book 772b

τὸ σχῆμα ἀττικόν, τὸ γενικὴν εἰπεῖν ἀντὶ αἰτιατικῆς, ὡς καὶ νῦν εἶπε “τῶν τρωγαλίων” ἀντὶ τοῦ “τὰ τρωγάλια”. RVΓ

### book 772c

καὶ μὴ ἀφαίρει RΓ γενναιοτάτου Γ: μηδὲν ἀφαίρει τῶν παρακει‐ μένων, RVΓ ἀλλὰ πάντα παράθες. RVΓLh

### book 773alpha

γενναιοτάτου τῶν ποι‐ ητῶν] λείπει ἡ ἔξ. R

### book 773beta

γενναιοτάτου τῶν ποιητῶν] ἐκ τοῦ ΓLh γενναιοτάτου τῶν ποιητῶν. Γ

### book 774a

λείπει λαμπρόν. RV

### book 774b

διὰ τὴν φαλακρότητα. ἢ εὐπαρρησίαστον. V

### book 775a

χ. VLh

### book 775b

Μοῦσα σὺ μὲν πολέμους Γ: τὸ χ πρὸς τὴν ἀλλαγὴν τοῦ μέτρου. VΓ

### book 775c

ᾠδὴ ἡ καὶ στροφὴ RVΓCLh κώλων κβʹ. Lh

### book 775d

διπλῆ καὶ μεταβολὴ εἰς μονοστροφικὴν δυάδα ἐννεακαίδεκα κώλων ἔχου‐ σα τὰς περιόδους· VΓ ὧν τὸ αʹ δακτυλικὸν πενθημιμερές· τὸ βʹ περίοδος προσοδι‐ ακὴ 〈ἑν〉δεκάσημος ἢ δωδεκάσημος· τὸ γʹ ἰθυφαλλικὸν καὶ τὸ δʹ ὅμοιον· τὸ εʹ 〈δι〉πενθημιμερές, ὃ καλοῦσιν ἰαμβέλεγον· τὸ ϛʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ ζʹ δακτυλικὸν τρίπουν εἰς δισυλλαβίαν· τὸ ηʹ δακτυλικὸν ὅμοιον· τινὲς δὲ συνάπτουσι τὸ ηʹ καὶ τὸ θʹ καὶ γίνεται ἐγκωμιολογικὸν †εἰς† διπενθημιμερές, ὃ καὶ ἄμεινον· τὰ ἑξῆς †περι† ιαʹ ιβʹ, ὡς μὲν κεκώλισται, ἐστὶ χορίαμβος ἑφθημιμερής, συνῆπται δέ· δύναται δὲ τὸ αʹ αὐτῶν †μετατεθῆναι ἐκ† τὴν ἑξῆς συλλαβήν, τὰ δὲ λοιπὰ ἑνωθῆναι· τὸ ιγʹ δακτυλικὸν πενθημιμερές· τὸ ιδʹ ἀναπαιστικὸν τρίπουν· τὸ ιεʹ δακτυλικὸν τετράπουν εἰς τρισυλλαβίαν· τὸ ιϛʹ 〈δακτυλικὸν〉 διπλοῦν εἰς δισυλλα‐ βίαν· τὸ ιζʹ δακτυλικὸν τετράπουν· τὸ ιηʹ δακτυλικὸν πενθημιμερές· τὸ ιθʹ †εἰς† ἰαμβικὸν δίμετρον καταληκτικόν. V

### book 775e

Μοῦσα σὺ μὲν: ἡ ᾠδὴ αὕτη καὶ στροφὴ κώλων ἐστὶ κβʹ, καὶ ἡ ἀντῳδὴ καὶ ἀντιστροφὴ τοσούτων· οὐ γὰρ διῄρηνται, ἀλλ’ ἐχόμεναί εἰσιν ἀλλήλων, ἐπεὶ οὐ κεῖται μεταξὺ τὸ ἐπίρρημα. LhAld

### book 775e alpha

ἔστι γοῦν τὸ αʹ χοριαμβικὸν δίμε‐ τρον καταληκτικὸν καθαρόν· τὸ βʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐξ ἰωνικοῦ καὶ χοριάμβου, ἔχει δὲ ἀντὶ ἰωνικοῦ παίωνα βʹ· τὸ γʹ τροχαϊκὸν ἰθυφαλλικὸν ἀρχιλόχειον· τὸ δʹ ὅμοιον τῷ βʹ· τὸ εʹ ἰαμβικὸν πενθημιμερές· τὸ ϛʹ ὅμοιον τῷ αʹ, τὸ αὐτὸ δὲ δύναται εἶναι καὶ δακτυλικὸν πενθημιμερές· τὸ ζʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ ηʹ προσοδιακὸν ὅμοιον τῷ δʹ ἐκ χορι‐ άμβου καὶ ἰωνικοῦ, τοῦτο δὲ δύναται εἶναι καὶ δακτυλικὸν τρίμετρον· τὸ θʹ ὅμοιον κατὰ πάντα· τὸ ιʹ τροχαϊκὴ βάσις· τὸ ιαʹ ὅμοιον τῷ αʹ, τὸ αὐτὸ δὲ καὶ δακτυλικόν ἐστι τρίμετρον· τὸ ιβʹ ὅμοιον τῷ α· τὸ ιγʹ καὶ ιδʹ ὅμοια· τὸ ιεʹ ἀναπαιστικὸν δίμετρον βραχυκα‐ τάληκτον· τὸ ιϛʹ ὅμοιον τῷ αʹ· τὸ ιζʹ ἰαμβικὴ ἢ ἀναπαιστικὴ βάσις· τὸ ιηʹ δακτυλικὸν δίμετρον· τὸ ιθʹ ὅμοιον τῷ

### book 775e alpha

αʹ· τὸ κʹ ὅμοιον τῷ ιζʹ· τὸ καʹ ὅμοιον τῷ αʹ· τὸ κβʹ ἰαμβικὸν δίμετρον κα‐ ταληκτικὸν ἤτοι ἑφθημιμερὲς ἀνακρε‐ όντειον. Lh

### book 775e beta

〈τὰ μὲν οὖν αʹ ϛʹ ιδʹ ιϛʹ ιθʹ καʹ δακτυλικὰ πενθημιμερῆ. τὰ δὲ βʹ δʹ προσοδιακὰ δίμετρα ἀκατάληκτα ἐκ παίωνος βʹ καὶ χοριάμβου· τὸ δὲ γʹ τροχαϊκὸν ἰθυφαλλικόν· τὸ εʹ ἰαμβικὸν πενθημιμερές· τὸ δὲ ζʹ ἀκατάληκτον δίμετρον· τὰ ηʹ θʹ ιαʹ δακτυλικὰ τρίμε‐ τρα· τὸ ιʹ τροχαϊκὴ βάσις· τὰ ιβʹ ιγʹ χοριαμβικὰ εἰς βακχεῖον περαιούμενα δίμετρα· τὸ ιεʹ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον· τὰ ιζʹ κʹ ἀναπαι‐ στικαὶ βάσεις· τὸ ιηʹ δακτυλικὸν δίμε‐ τρον· τὸ τελευταῖον ἰαμβικὸν ἑφθημι‐ μερές.〉 Ald

### book 775e

ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνίς. LhAld

### book 775f

αὕτη πλοκή ἐστι καὶ †ἔλαθεν†. σφόδρα δὲ γλαφυρὸν εἴρηται· καὶ ἔστι στησιχόρειος. VΓ

### book 776

※ Lh

### book 778

κλείουσα θεῶν RΓ τε γάμους Γ: ὅτι σύνηθες ἦν τοῖς παλαιοῖς ᾄδειν θεῶν τε καὶ ἡρώων γάμους. RVΓLh σημειοῦται δὲ ταῦτα ὁ Μόχθος πρὸς τοὺς ἀθετοῦντας τὴν ἐν Ὀδυσσείᾳ Ἄρεως καὶ Ἀφροδίτης μοιχείαν. RVΓ

### book 782a

ἢν δέ σε Καρκίνος Γ: Καρκίνος τραγῳδίας ποιητής, RVΓ ὃς εἶχε ταπεινούς τινας παῖδας. VΓ

### book 782b

ἐν τῷ ἀντιγράφῳ παροξύτονον εὗρον τὸ Καρκίνος. ἴσως οὖν συνέστειλεν αὐτό, ὡς καὶ Ἄρατος. RVΓ

### book 783

ἀντιβολῇ μετὰ τῶν παίδων R: παῖδες Καρκίνου τρεῖς, Ξενοκλῆς, Ξενότιμος, Ξέναρχος. τραγικοὶ δὲ οὗτοι χορευταί· οἵτινες διὰ τὴν σμικρότητα τῶν σωμάτων ὄρτυγες ἐκαλοῦντο. RVΓ

### book 788a

ὄρτυγας οἰκογενεῖς Γ: δέον ὄρνιθας οἰκογενεῖς εἰπεῖν “ὄρτυγας” εἶπε, πρᾶγμα τῆς φύσεως ἀλλότριον. πλὴν εἰ μὴ ὡς μαχίμους διαβάλλει τοὺς παῖδας τοῦ Καρκίνου· φιλεριστικὴ γὰρ τῶν ἀρρένων ὀρτύγων ἡ φύσις. VΓ

### book 788b

οἰκογενεῖς: ἀντὶ τοῦ Γ “ἡμέρους, ἐν οἴκῳ τεθραμμένους”. VΓLh

### book 788c

ἀεὶ μέντοι τὸ “ὄρτυγας” ἐκτείνεται, νῦν δὲ διὰ τὸ μέτρον συνέσταλται. Γ

### book 789a

γυλιαύχενας Γ: αὐχένας οὐκ ἔχοντας, καθάπερ ὁ γύλιος. VΓ

### book 789b

γυλιαύχενας R: μακροτραχήλους· γύλιος γὰρ πλέγμα ἐστὶ στρατιωτι‐ κὸν ἐπίμηκες, τουτέστιν εἰς ὀξὺ λῆγον. κολοβὸν οὖν εἰκὸς εἶναι τὸ ὅλον σῶμα, καὶ μόνον τὸν τράχηλον μακρόν. RVΓ

### book 789c

γύλιος πλεκτόν τι σκεῦος στρατιωτικὸν στενόστομον, ἐν ᾧ τὰ σιτία ἐμβάλλουσιν. διαβάλλει δὲ αὐτοὺς ὡς λεπροὺς καὶ λεπτοὺς καὶ μακροὺς τραχήλους ἔχοντας. ἐν τοῖς ἐπιφερομένοις VΓ δὲ V ἐξηγήσεται, ὅ τι ἐστὶ τὸ “γυλιαύχενας”. VΓ

### book 789d

ὀρχηστὰς: εἰσέφερε γὰρ αὐτοὺς VΓ ὁ πατὴρ Γ ἐν τοῖς δράμασιν ὀρχομένους. VΓ

### book 789e

ἐχόρευον οὗτοι τῷ πατρί. VΓ

### book 790a

ναννοφυεῖς: νάννοι RVΓLh γὰρ ΓLh λέγονται οἱ κολοβοὶ τῶν ἀνθρώπων· οἱ δὲ κολοβοὶ τῶν ἵππων ἴννοι λέγονται. RVΓLh

### book 790b

ὡς μικροὺς καὶ γογγυλώδεις σκώπτει. VΓ

### book 790c

προείρηται περὶ τῶν Καρκίνου υἱῶν, ὅτι μικροί. Γ

### book 790-791a

σφυράδων ἀποκνίσματα: ἀντὶ τοῦ “ταπεινοὺς καὶ μικρούς”· οὐδὲ ὅλας σφυράδας. σφυράδες δέ εἰσι τὰ τῶν αἰγῶν καὶ προβάτων ἀποπατήματα. RVΓ Εὔπολις Αἰξί· σφυράδων πολλῶν ἀναμέστη. VΓ

### book 790-791b

ἡ σφυρὰς κυάμου ἔχει τὸ μέγεθος. VΓLh

### book 790-791b alpha

ταύταις οὖν ἀπεικάζει αὐτούς· μᾶλλον δὲ οὐδὲ ταύταις, ἀλλὰ τοῖς ἀπο‐ κνίσμασιν αὐτῶν καὶ ἀποτμήμασιν. εὐτελίζει οὖν αὐτοὺς διὰ τὸ βραχύ· ἡ γὰρ τοῦ μικροῦ μερὶς μικρὰ οὐδὲν ἂν εἴη. VΓ

### book 790-791b beta

εὐτελίζων οὖν αὐτοὺς διὰ τὸ βραχὺ τοῖς τούτων ἀπεικάζει αὐτοὺς ἀπο‐ τμήμασιν. τοῦ δὲ μικροῦ ἡ μερὶς οὐδὲν ἂν εἴη. Lh

### book 792a

μηχανοδίφας V: ἀπὸ μέρους τοῦτο· Ξενοκλῆς γὰρ ὁ Καρκίνου δοκεῖ μηχανὰς καὶ τερατείας εἰσάγειν ἐν τοῖς δράμασιν. Πλάτων Σοφισταῖς· Ξενοκλῆς ὁ δωδεκαμήχανος ὁ Καρκίνου παῖς τοῦ θαλαττίου. RV

### book 792b

“μηχανοδίφας” εἶπεν αὐτούς, ἐπειδὴ πολλάκις ὡς τραγῳδοὶ μηχανὰς εἰσέφερον, ἡνίκα θεοὺς ἐμιμοῦντο ἀνερχομένους ἢ κατερχομένους ἐκ τοῦ οὐρανοῦ ἢ ἄλλο τι τοιοῦτον. V

### book 793

καὶ γὰρ ἔφασχ’ ὁ πατὴρ R: καὶ γὰρ εἶπεν ὁ πατὴρ γαλῆν τινα τῆς ἑσπέρας ἀπάγξαι τὸ δρᾶμα αὐτοῦ, ὅπερ εἶχε παρὰ προσδοκίαν, τουτέστιν ὃ μετὰ μόχθου συνεγράψατο. διαβάλλει δὲ αὐτὸν ὡς †νόθον περὶ τὰ κλέμματα†. RVΓ

### book 794

ὃ παρ’ ἐλπίδας VΓ: τοῦτο πρὸς τὸ ἄνω μήτ’ ἔλ‐ θῃς αὐτοῖς συνέριθος. VΓLh

### book 795

δρᾶμα ἐποίησε RVΓ τοὺς Μύας· RVΓLh διὰ τοῦτο καὶ γαλῆν εἶπεν ἀπάγξαι. RVΓ

### book 795-796

γαλῆν τῆς ἑσπέρας: ἀντὶ τοῦ Γ “ὑπὸ τῆς γαλῆς τὸ δρᾶμα ἀπαγχθῆναι”. δρᾶμα γὰρ ποιήσας ὁ Καρκίνος ἢ ὁ Ξενοκλῆς παρῆλθε μέγα καυχώ‐ μενος ἐπ’ αὐτῷ, καὶ παρελθὼν ἡττήθη. ὡς ἡττηθέντος οὖν εἶπεν· ἐν ᾧ μεγάλας ἐλπίδας εἶχεν. 〈...〉 δρᾶμα. ἐπεὶ δὲ αἱ γαλαῖ τοὺς μῦς νυκτὸς πνίγουσι, παρὰ τοῦτο παίζει. VΓ

### book 796

—̇ Lh

### book 797a

τοιάδε χρὴ Χαρίτων: τῇ στροφῇ ἀποδέδωκε τὴν ἀντίστροφον· πάλιν γὰρ ἐπὶ τὸν οἰκεῖον ἐπανέδραμεν ἔπαινον φάσκων ὅτι διὰ ταῦτα πάντα χρὴ τοὺς θεατὰς μετὰ πάσης εὐνοίας ἀποδέχεσθαι τὰ ὑπ’ αὐτοῦ ποιήματα. VΓLh ἴδωμεν οὖν τὴν στροφήν, τί ἐστι καὶ πῶς τὴν ἀντίστροφον ἐπήγαγεν. κἀν ταῖς Νεφέλαις δὲ εἶπον ὅτι δεῖ πάντως ἀνταποδίδοσθαι τῇ στροφῇ τὴν ἀντίστροφον, εἶτα ἀμφοτέραις ἐπαγαγεῖν τὴν ἐπῳδόν· ἐκ τούτων γὰρ τὰ χορικὰ συνεστάναι, στροφῆς, ἀντιστρόφου, ἐπῳδοῦ. VΓ ἀντίστροφος δὲ εἴρηται παρὰ τὸ ἀναστρέφειν ἐπὶ τὸν ἐξ ἀρχῆς νοῦν τοῦ λόγου μεταξὺ λεγομένων τῶν περιττῶν καὶ ὥσπερ ἐντεθειμένων καὶ δυναμένων ὑπεξαιρεῖσθαι, VΓLh καὶ VΓ οὐδὲν ἧττον τῆς ἀκολουθίας σωζομένης. ἔχει δὲ

### book 797a

οὕτως· VΓLh εἰπὼν γὰρ ἄνω Lh ἀνδρῶν τε δαῖτας καὶ θαλίας μακάρων· σοὶ γὰρ τάδ’ ἐξ ἀρχῆς μέλει εἶτα VΓLh ἐπήγαγε Lh τοιάδε χρὴ Χαρίτων. διὰ μέσου δὲ τὰ περὶ τῶν Καρκίνου παίδων VΓLh εἴρηκεν Lh

### book 797b

ἀντῳδὴ ἡ καὶ ἀντιστροφὴ VΓLh C κώλων κβʹ. Lh

### book 797c

ἔστι παρὰ τὰ Στησιχόρου ἐκ τῆς Ὀρεστείας τοιάδε χρὴ Χαρίτων δαμώματα καλλικόμων ὑμνεῖν φρύγιον μέλος ἐξευρόντας ἁβρῶς ἦρος ἐπερχομένου. VΓLh

### book 798

δαμώματα VΓ: τὰ δημοσίᾳ ᾀδόμενα. RVΓLh

### book 800

καὶ αὕτη πλοκὴ στησιχόρειος. φησὶ γὰρ οὕτως· ὅταν ἦρος ὥρᾳ κελαδῇ χελιδών. V

### book 803

Μόρσιμος RVΓ μηδὲ Μελάνθιος RΓ: τραγικοὶ ποιηταὶ ἀμφότεροι. ὁ δὲ Μόρσιμος Φιλοκλέους τοῦ τραγικοῦ υἱὸς πονηρὸς καὶ ἄμετρος. ὁ δὲ Μελάνθιος κωμῳδεῖται εἰς μαλακίαν καὶ ὀψοφαγίαν. καὶ πολὺ μᾶλλον ἐν τοῖς Κόλαξιν Εὔπολις ὡς κίναιδον αὐτὸν διαβάλλει καὶ κόλακα. ἀλλὰ καὶ ὡς RVΓ λευκὰς ἔχοντα καὶ VΓ λεπρὸν Ἀριστοφάνης ἐν Ὄρνισιν ὃς οὐκ ἰδὼν βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου. RVΓ

### book 808a

ἀδελφός τε καὶ αὐτός Γ: ὡς καὶ τοῦ ἀδελφοῦ τοῦ Μελανθίου τραγικοῦ ὄντος ἀσήμου. VΓ

### book 808b

δέχονταί τινες ὡς καὶ τοῦ ἀδελφοῦ τοῦ Μελανθίου τραγικοῦ ποιητοῦ ὄντος, ἀσήμου δέ. οὐκ ἀνάγκη δὲ διαιρεῖν καὶ ποιεῖν πρὸς τὸ “τὸν χορὸν εἶχεν” τὸ “ἀδελφός τε καὶ αὐτός”, ἀλλὰ τὰ μὲν πρῶτα ἰδίᾳ περὶ τοῦ Μελανθίου μέχρι τοῦ “χορὸν εἶχεν”, ἀπ’ ἄλλης δὲ ἀρχῆς περί τε αὐτοῦ καὶ τοῦ ἀδελφοῦ τὰ εἰς ὀψοφαγίαν. ὅτι γὰρ ὁ Μελάνθιος ὀψοφάγος, προείρηται. καὶ παρ’ Εὐπόλιδι ἐν Ἀστρατεύτοις. VΓ

### book 809

ἄμφω Γ: στικτέον εἰς τὸ “ἄμφω”. ὅτι μὲν γὰρ τραγικοὶ ἀμφότεροι, Μελάνθιος καὶ ὁ τούτου ἀδελφός, δῆλον· τὸ δὲ “Γοργόνες” καὶ “ὀψοφάγοι” ἐπὶ Μελανθίου μόνου· τοιοῦτος γὰρ οὗτος διαβάλλεται. τινὲς δὲ εἰς τὸ “εἶχον” στίζουσιν, ἵνα Μελάνθιος μὲν ἔχῃ τὸν χορόν, ἀμφότεροι δὲ ὦσιν ὀψοφάγοι. VΓ

### book 810

φοβεροὶ εἰς γαστριμαργίαν. RVΓLh

### book 811a

βατιδοσκόποι RVΓ: βάτις εἶδος ἰχθύος. ἢ καθόλου οἱ ἰχθύες. RVΓLh

### book 811b

ἅρπυιαι: ἅρπαγες τῶν ἰχθύων· ἅρπυια γὰρ ἁρπακτικὸν ζῷον. RVΓLh

### book 812a

γραοσόβαι RΓ: ἀπὸ τῶν ἰχθύων ἀποσοβοῦντες τὰς γραΐδας, ὡς μὴ ἀγοράζειν. ἢ γραΐσι συγκοιμώμενοι· σοβάδας γὰρ τὰς πόρνας λέγουσιν. Εὔπολις παρὰ τῇδε σὺ τῇ σοβάδι κατηγάγου. RVΓ

### book 812b

ὡς γραοφίλους αὐτοὺς εἰσάγει καὶ περὶ γραῶν ἔρωτας ἐπτοημένους. ἀντὶ τοῦ “γραῦς ὀχεύοντες”. VΓ

### book 813

τραγομάσχαλοι Γ: ἀντὶ τοῦ R “δύσοσμοι”· οἱ γὰρ ἄρρενες τῶν αἰγῶν τοιοῦτοι. RVΓLh

### book 814

ἰχθυολῦμαι RΓ: οἱ RVΓLh γὰρ ΓLh Ἀθηναῖοι τοὺς ἰχθῦς εἶχον ὡς μέγα ἔδεσμα. RVΓLh

### book 815

καταχρεμψαμένη Γ: μέγα VΓLh καταπτύσασα RVΓLh αὐτῶν, VΓ ὦ VΓLh Μοῦσα, τῶν προειρημένων ποιητῶν καὶ VΓ τῶν παίδων τοῦ Καρκίνου. VΓLh

### book 818a

ἀφῆκε τὸ ῥῆμα καὶ ἀντεπίρρημα. RVΓ

### book 818b

Ald

### book 819a

ὡς χαλεπὸν Γ: κορωνίς· προΐασι γὰρ οἱ ὑποκριταί. καὶ τὰ πρῶτα ἰαμβικὰ τρίμετρα ἀκατάληκτα λϛʹ. VΓ

### book 819b

ὡς χαλεπὸν ἦν: κορωνὶς εἰσιόντων αὖθις τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι λζʹ, ὧν τελευταῖος λείχειν. ἄρ’ αὐτῇ καὶ κανᾶ σκευαστέον. ἐπὶ τῷ τέλει κορωνίς. Lh

### book 819c

ὁ Τρυγαῖός ἐστι κατελθὼν ἐκ τοῦ οὐρανοῦ, καὶ λοιπὸν τῇ οἰκίᾳ πλησιάσας τὸν κόπον, ὃν ὑπέστη, διηγεῖται. RVΓ

### book 821

δοκεῖ καὶ τοῖς ἄνω τὰ κάτω μικρὰ φαίνεσθαι. RVΓ

### book 822

κακοήθεις πάνυ Γ: ἀνθυπήλλαξεν RΓ ἀντὶ τοῦ εἰπεῖν “μικρότεροι” παρ’ ὑπόνοιαν διαβάλλων Ἀθηναίους ὡς κακούργους. RVΓ

### book 823

—Lh

### book 824

ἐπυθόμην τινός Γ: ἀντὶ τοῦ εἰπεῖν “ὡς νομίζω” ὡς περὶ ἄλλου φησίν. RVΓ

### book 826

νυν] δή. Lh

### book 829

ψυχὰς δύ’ ἢ τρεῖς RΓ: διαβάλλει αὐτοὺς ὡς μετεώρους, ἐπεὶ περὶ τῶν νεφελῶν λέγουσι πολλά. RVΓ

### book 830a

ἀναβολὰς RV: τὰς R ἀρχὰς τῶν ᾀσμάτων. RV

### book 830a alpha

ἤτοι ὁ φορμίζων ἀνεβάλλετο φησὶν Ὅμηρος. R

### book 830a beta

Ὅμηρος· ἤτοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν. V

### book 830b alpha

τὰ προοίμια τῶν διθυ‐ ραμβοποιῶν ὡς ἐπὶ τὸ πλεῖστον ἀπᾴ‐ δοντά ἐστι καὶ οὐδὲν πρὸς τὸ πρᾶγμα δηλοῖ. τὸ δὲ τοιοῦτον μετεώρων ἀνδρῶν. RVΓ

### book 830b beta

τὰ προοίμια αὐτῶν ὡς ἐπὶ τὸ πλεῖστον ἀπᾴδοντά ἐστι πρὸς τὸ πρᾶγ‐ μα· ὅπερ μετεώρων ἐστὶν ἀνδρῶν. Lh

### book 831a

τὰς ἐνδιαεριανερινηχέτους Γ: κωμῳδεῖ τοὺς διθυραμβοποιοὺς ὡς ἀπὸ τοῦ ἀέρος ἀρχομένους. RΓLh

### book 831b alpha

συνεχῶς κωμῳδοῦσι τοὺς διθυραμβοποιοὺς ὡς ἐκ τοῦ ἀέρος καὶ τῶν νεφελῶν σπῶντας τὰς λέξεις διὰ τὸ συνθέτους εἶναι παρ’ αὐτοῖς. VΓ

### book 831b beta

συνεχῶς αὐτοὺς κωμῳδοῦσιν ὡς ἀέρας καὶ νεφέλας καὶ τὰ ἐκ τούτων σύνθετα ποιοῦντας. VΓLh

### book 831c alpha

μήποτε οὐκ ἀορίστως μόνον, ἀλλὰ καί τινος τῶν διθυραμβο‐ ποιῶν λέξεις τινὰς χλευάζει. VΓ

### book 831c beta

λέξεις τινὰς αὐτῶν διαβάλλει VΓLh ὡς τοιαῦτα λεγόντων. VΓ

### book 831d

Δίδυμος πεπλάνηται λέγων αὐερινηχέτους· οὐ γὰρ λέγουσιν αὐέρα οὗτοι. VΓ

### book 835-837a

Ἴων RVΓ ὁ Χῖος RΓ: Ἴων RLh διθυράμβων ποιητὴς καὶ τραγῳδίας καὶ μελῶν. ἐποίησε δὲ ᾠδὴν ἧς ἡ ἀρχή ἀοῖον ἀεροφοίταν ἀστέρα μείναμεν, RVΓLh ἀελίου λευκῇ πτέρυγι πρόδρομον. RVΓ φαίνεται δὲ τετελευτηκὼς RVΓLh εἶναι Lh ἐκ τούτων. παίζων οὖν ὁ Ἀριστο‐ φάνης ἀοῖον αὐτόν φησιν ἀστέρα κληθῆναι. περιβόητος δὲ ἐγένετο. RVΓ ἔγραψε δὲ καὶ RVΓLh κωμῳδίας καὶ ἐπιγράμματα RVΓ καὶ VΓ παιᾶνας καὶ VΓLh ὕμνους καὶ VΓ σκολιὰ καὶ VΓLh ἐγκώμια καὶ V ἐλεγεῖα, καὶ καταλογάδην τὸν πρεσβευτικὸν λεγόμενον, VΓLh ὃν νόθον ἀξιοῦσιν εἶναί τινες, καὶ οὐχὶ αὐτοῦ. VΓ φέρεται δὲ αὐτοῦ καὶ VΓLh κτίσις καὶ κοσμολογικὸς καὶ VΓ ὑπομνήματα καὶ ἄλλα τινά. καὶ πάνυ δόκιμος ἦν. VΓLh φασὶ δὲ αὐτὸν ὁμοῦ διθύραμβον καὶ τραγῳδίαν ἀγωνισάμενον ἐν τῇ VΓ Ἀττικῇ νικῆσαι, καὶ εὐνοίας χάριν προῖκα χῖον οἶνον πέμψαι Ἀθηναίοις. καὶ Σωκράτους δὲ τοῦ φιλοσόφου ἐστὶν εἰς αὐτὸν λόγος

### book 835-837a

λεγόμενος Ἴων. μέμνηται αὐτοῦ καὶ Καλλίμαχος ἐν τοῖς Χωλιάμβοις, ὅτι πολλὰ ἔγραψεν. V

### book 835-837b alpha

ἀοῖον αὐτὸν: ὅτι ὁ μὲν Ἴων ἤδη τεθνήκει, δῆλον. οὐκ ἄδηλον δέ ἐστιν ὅτι πρὸς τὸ ὑπ’ αὐτοῦ ἔν τινι τῶν διθυράμβων λελεγμένον, τὸ “ἀοῖος ἀστήρ”, παίζων †καὶ ὁποίως† ἀοῖον αὐτόν φησιν ἀστέρα κεκλῆσθαι. V

### book 835-837b beta

ὅσπερ κτλ.] δῆλον δὲ ὅτι πάλαι ἐτεθνήκει. Lh 837] δῆλον ὅτι ἔν τινι τῶν διθυράμβων ἦν τὸ “ἀοῖον ἀστὴρ παίδων”. Lh

### book 836

ἦλθ’ εὐθέως] ἐνθάδε V εἰς τὸν οὐρανόν. ἀπέθανε γάρ. RVLh

### book 837

ἀοῖον: τὸν ἑῷον. R

### book 839

οἳ καόμενοι] οἱ σπινθηρίζοντες, οἱ καλούμενοι διᾴττοντες, RV οἱ ἐν τῷ λάμπειν τοὺς σπινθῆρας πέμποντες. V

### book 841a

ἰπνοὺς ἔχοντες R: οὓς νῦν ἡμεῖς λαμπτῆρας ἢ φανοὺς καλοῦμεν. RVLh

### book 841b

τοὺς νῦν φανοὺς καλουμένους λύχνους τινάς φασι λέγειν τῶν παλαιῶν, τὰς δὲ λαμπάδας τοὺς τραγικοὺς φανοὺς ἢ πανοὺς διὰ τοῦ π. V

### book 842a

ἐλέγετο ὅτι δύο πόρνας εἶχε τῇ Εἰρήνῃ συναφθείσας, τήν τε Ὀπώραν καὶ τὴν Θεωρίαν, ὧν ἣν μὲν ἔδωκε τοῖς γεωργοῖς, τὴν Ὀπώραν, τῇ δὲ βουλῇ τὴν Θεωρίαν. τούτων οὖν τὴν μὲν Ὀπώραν ὁ Τρυγαῖος δίδωσι τοῖς οἰκέταις ἀπαγαγεῖν ὡς τὴν οἰκίαν ὡς αὐτὸς αὐτὴν γαμήσων, καὶ παρακελεύεται τὰ πρὸς τοὺς γάμους VLh αὐτῆς V εὐτρεπίσαι· τὴν δὲ Θεωρίαν αὐτός φησιν ἀπομόσας δώσειν τῇ βουλῇ. ἴσως δὲ ἡ Εἰρήνη ἐν VLh τῷ V οὐρανῷ ἔμεινεν· VLh οὐδαμοῦ γὰρ ποιεῖται αὐτῆς μνήμην ὡς κατελθούσης. V

### book 842b

ταυτηνὶ λαβών: ἀντὶ τοῦ R “τὴν Ὀπώραν”. RV

### book 843

ἀντὶ τοῦ R “κατακλύζεσθαι ποίησον”, ὅ ἐστι γέμισον ὕδατος. RV

### book 844

προστακτικόν ἐστι τὸ “στόρνυ”, καὶ ἔστιν ὁ “τέ” σύνδεσμος. RV

### book 846

τήνδε] τὴν Θεωρίαν. R

### book 849

πιθανῶς ἐδήλωσεν, ὅτι πόρναι ἦσαν ἡ Ὀπώρα καὶ ἡ Θεωρία. RVLh

### book 850

οὔκ, RV ἀλλὰ vLh τοῦτο, Lh ἀλλ’ ὡσεὶ εἶπεν “ἀλλ’ οὐχὶ κἀκεῖ τινές εἰσιν ἀπὸ τούτων;”. ἐπεὶ πῶς ἀπαρνησά‐ μενος συντίθεται πάλιν; RVLh

### book 851a

ἄγε νυν RVLh ἴωμεν RV: ὁ θεράπων λέγει RVLh “ἄγε νυν ἴωμεν” RV τῇ Ὀπώρᾳ, εἶτα ἐρωτᾷ τὸν δεσπότην περὶ τῆς Ὀπώρας. RVLh

### book 851b

νυν] δή. Lh

### book 854

λείχειν ἄνω Lh: τοῦτο καὶ τὸ ἑξῆς διὰ τὸ κακέμφατόν τινες παραιτοῦν‐ ται, RVLh ὅτι ἐπαμφοτερίζον λέλεκται, καὶ πρὸς τὸ πρᾶγμα καὶ πρὸς τὸ ἀσελγές. VLh

### book 855a

εἰς τὸ κακέμφατον τῆς πόρνης RV λέγεται. V

### book 855b

〈κανᾶ: κανίσκια.〉 Ald

### book 855c

Ald

### book 856a

εὐδαιμονικῶς: διπλῆ· ἕπεται γὰρ μέλος ἀμοιβαῖον τοῦ χοροῦ καὶ τοῦ ὑποκριτοῦ. οὗ ἐστι πρῶτον ἐν εἰσθέσει κῶλα γʹ τοῦ χοροῦ, ὧν τὸ πρῶτον καὶ τὸ βʹ ἰωνικὸν ἀπὸ μείζονος ἑφθημιμερῆ συνημμένα, τὸ δὲ γʹ ἰωνικὸν καὶ αὐτὸ ἡμιόλιον· καὶ τοῦ ὑποκριτοῦ στίχος τετράμετρος ὅμοιος τοῖς ἄνω. ταῦτα δύναται εἶναι στροφὴ καὶ ἀντίστροφος, τὰ δὲ ἑξῆς εἰς ἐπῳδόν· εἰσὶ δὲ τοῦ χοροῦ στίχοι ὅμοιοι τοῖς ἄνω ἰαμβικοὶ τετράμετροι καταληκτικοί. δύο δὲ ἐν ἐκθέσει στίχοι ἴαμβοι τετράμετροι καταληκτικοί. V

### book 856b

εὐδαιμονικῶς: στροφὴ ἀμοιβαία κώλων ζʹ· ἔχει δὲ καὶ ἀντιστροφήν, τὸ ἦ χρηστὸς ἀνήρ. καί εἰσι τοῦ μὲν χοροῦ τὰ κῶλα ἰωνικὰ ἀπὸ μείζονος, τὰ μὲν βʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ γʹ ἡμιόλιον· ὁ δὲ τοῦ ὑποκριτοῦ στίχος ἰαμβικὸς τετράμετρος καταληκτικός. καὶ αὖθις τὰ τοῦ χοροῦ τρία LhAld

### book 856b alpha

κῶλα ὅμοια τοῖς ἄνω τρισίν. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλῆ ἔσω νενευ‐ κυῖα. καὶ ἑξῆς ἐν εἰσθέσει σύστημα κατὰ περικοπὴν στίχων ἰαμβικῶν τετραμέτρων καταληκτικῶν εʹ. ἐπὶ τῷ τέλει παράγραφος. Lh

### book 856b beta

〈τοῖς ἄνω κάτισα κώλοις. ὑφ’ ἃ παράγραφος καὶ ἡ ἔσω διπλῆ. ἑξῆς δ’ ἐν εἰσθέσει σύστημα κατὰ περικοπὴν στίχων ἰαμβικῶν τετραμέτρων κα‐ ταληκτικῶν εʹ, ὑφ’ οὓς κορωνίς.〉 Ald

### book 856c

στροφὴ κώλων ζʹ: Lh

### book 856d

εὐδαιμονικῶς γ’ ὁ πρεσβύτης R: εὐδαιμονικῶς ὁ πρεσβύτης τὰ νῦν πράττει, ὅσον ἔστιν ἰδεῖν. RV

### book 857a

Ἀττικοὶ οὕτως ἔλεγον ἀντὶ τοῦ “νῦν”. R

### book 857b

τὰ νῦν τάδε: ἀττικῶς οὕτως ἔλε‐ γεν ἀντὶ τοῦ “νῦν”. V

### book 861a

οἷον πάλιν ἀνανεάζων. V

### book 861b

ἀντὶ τοῦ “γενόμενος”. R

### book 862a

μυραλοιφίαις ἀληλιμμένος. V

### book 862b

—̇ < Lh

### book 863a

σύστημα κατὰ περικοπὴν κώλων εʹ. Lh

### book 863b

οἶμαι, φησί, πάλιν νέος εἶναι, ὡς προεῖπον. V

### book 863c

τῶν τιτθίων] τῆς Ὀπώρας. V

### book 864a

εὐδαιμονέστερος R: ἀντὶ τοῦ RLh “κακοδαιμονέστερος” ἐν εἰρω‐ νείᾳ. RVLh

### book 864b

στροβίλους φησὶ τούτους ἢ διὰ τὸ τραχὺ τοῦ σώματος ἢ πρὸς τὸ τοῦ Καρκίνου ὄνομα παίζων· ὀστρακόδερμοι γὰρ οἱ καρκίνοι, καθάπερ καὶ οἱ στρόβιλοι. ἢ διὰ τὸ ἐν τῇ ὀρχήσει στροβεῖσθαι. RVLh

### book 864c

ἐπειδὴ καὶ οἱ στρόβιλοι κώνου ἐπέχουσι δίκην. VLh

### book 864d

στρόβιλός ἐστιν ἡ συστροφή. στροβίλους οὖν εἶπε καθ’ ὃ καὶ ἀλλαχοῦ γυλιαύχενας. RVLh

### book 865

ὄχημα κανθάρου R: παρατηρητέον ὅτι οὐκ ἐπὶ ἁρμάτων μόνον ἔλεγον ὄχημα. RV

### book 867a

παραγραμμίσαι μοι δοκεῖ τοῦ γελοίου χάριν, ἀντὶ τοῦ “πίνειν καὶ κα‐ θεύδειν”. V

### book 867b

Ald

### book 868

ἡ παῖς λέλουται: κορωνὶς ἑτέρα εἰσιόντων τῶν ὑποκριτῶν LhAld

### book 868alpha

οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι μαʹ, ὧν τελευταῖος ἀλλ’ εὗρον ἄν σου ὑπέχοντα τὴν ἐκεχειρίαν. Lh ἐπὶ τῷ τέλει κορωνίς. LhAld

### book 868beta

〈ἐξ ἰαμβείων μαʹ.〉 Ald

### book 869a

παρὰ τὸ ἐν τοῖς γάμοις ἔθος· ἐδόκουν γὰρ ἐν τοῖς γάμοις σήσαμον διδόναι. V

### book 869b

σησαμὴ R: πλακοῦς γαμικὸς ἀπὸ σησάμων πεποιημένος διὰ τὸ πο‐ λύγονον, ὥς φησι Μένανδρος. RV

### book 869c

ξυμπλάττεται] κατασκευάζεται. V

### book 870

εἰς τὸ σχεῖν τὴν Ὀπώραν. V

### book 871

νυν] δή. Lh

### book 872

πρὸς οὐδὲν τὸ “τί”. V

### book 874a

ἐπαίομεν R: συνουσιάζομεν, ἠλαύνομεν. RV

### book 874b

Βραυρῶναδ’: πόρνη γάρ. ἐν Βραυρῶνι δὲ δήμῳ τῆς Ἀττικῆς πολλαὶ πόρναι. ἐκεῖ δὲ καὶ τὰ Διονύσια ἤγετο RV —ὡς καθ’ ἕκαστον δῆμον—ἐν οἷς ἐμέθυον· R μεθύοντες δὲ πολλὰς πόρνας ἥρπαζον. RV

### book 875

καὶ μόλις ταύτης ἐγκρατεῖς γεγενήμεθα. V

### book 876a

τὴν πρωκτοπεντετηρίδα: διὰ γὰρ πενταετηροῦς χρόνου ἄγονται αἱ θεωρίαι τῶν Διονυσίων. R

### book 876b

〈πρωκτο〉πεντετηρίδα: παρεπιγραφή· ἁπτόμενος γὰρ αὐτῆς τῆς πυγῆς 〈φησι〉 καὶ θαυμάζων καὶ τοῖς θεαταῖς ἐπιδεικνύμενος τὸ αἰδοῖον. V

### book 876c

–πεντετηρίδα: προσέθηκε τὸ †ἔργο**† τῆς θεωρίας· διὰ πενταετοῦς γὰρ ἐπιτελοῦνται τὰ Διονύσια. ἢ ὅτι διὰ πέντε ἐτῶν εἶδον τὴν Θεωρίαν. V

### book 878

τήνδε: τὴν Θεωρίαν. G

### book 879a

οὗτος τί περιγράφεις R: εἷς τῶν θεατῶν τὰ ἰσχία τῆς Θεωρίας καταλαμβάνει καὶ ἐφάπτεται περιφέρων τὸν δάκτυλον. RV

### book 879b

οὗτος τί περιγράφεις V: ἐπιτιμᾷ ὁ δεσπότης ὡς ἁπτομένῳ τῶν ἰσχίων αὐτῆς. περιγράφειν γάρ ἐστι τὸ περιορίζειν ἁπτόμενον. RV

### book 879c

τῷ δακτύλῳ περιέγραφε τὰ ἰσχία. V

### book 879d

τὸ δεῖν’ εἰς Ἴσθμια R: οἱ γὰρ θέλοντες θεωρεῖν προκαταλαμβάνουσιν ἑαυτοῖς τόπους. “εἰς Ἴσθμια” δὲ εἴρηκεν, ἅμα ὅτι καὶ ἀγὼν ἰσθμιακός, καὶ διὰ τὴν στενότητα τοῦ αἰδοίου τῆς πόρνης, RV διὸ καὶ εἶπε “τῷ πέει σκηνὴν ποιῶ”· στενὸς δὲ καὶ ὁ Ἰσθμός. πάσας δὲ τὰς πανηγύρεις θεωρίας ἐκάλου. RVbis

### book 879e

στενοῦ γὰρ ὄντος τοῦ τόπου πάντες προλαβεῖν σπεύδουσιν, ἐπεὶ οὐχ εὑρίσκουσι ξενίαν. πιθανῶς δὲ οὔτε Ὀλύμπια οὔτε Πύθια εἶπεν. V

### book 879f

τὸ λεγόμενον τοιοῦτόν ἐστι· προκαταλαμβάνω θήκην ἐμαυτοῦ ταῖς ἡδο‐ ναῖς. ἐπεὶ δ’ ἐν Ἰσθμῷ διὰ τὴν τοῦ τόπου στενοχωρίαν οὐκ ἔστι ξενίας ἐπιτυχεῖν εὐχερῶς, ἔθος τῇ πανηγύρει τῶν Ἰσθμίων πρόπαλαι καταλαμβάνειν τὰς σκηνὰς τοῖς πανηγυρίζειν βουλομένοις. V

### book 879g

διττὴ ἡ ἑρμηνεία, πρός τε τὴν θεωρίαν καὶ πρὸς τὴν γυναῖκα. V

### book 879h

ἅμα πρὸς τὴν θεωρίαν τὰ Ἴσθμια. RV

### book 881

ὁ δυνάμενος φυλάξαι τὴν Θεωρίαν, ἕως αὐτὴν παραδῶ τῇ βουλῇ. R

### book 882

μέσους] τοὺς θεατάς· ἢ τὸ βουλευτήριον. R

### book 883

Ἀριφράδης Vbis: τεχνικῶς περὶ τῆς Θεωρίας διαλεγόμενος ἐκείνου ἀνθάπτεται. RVbis

### book 885a

τὸν ζωμὸν αὐτῆς: ἅμα καὶ ὅτι ἐν ταῖς θεωρίαις ζωμοὶ γίνονται ἀπὸ τῶν βοῶν τῶν θυομένων, ἅμα καὶ ὅτι λείκτης διεβάλλετο ὁ Ἀριφράδης καὶ μεμηνὼς ἐπὶ γυναιξίν. RV

### book 885b

ὡς φοινικιστὴς γὰρ λοιδορεῖται, RV ὅπερ καὶ ἐκ τοῦ “προσπεσών” δηλοῖ. RVbis

### book 885c

ἐκλάψεται: ἔφην ὅτι ὡς ἀρρητοποιὸν αὐτὸν διαβάλλει. ὁρᾷς οὖν ὡς ἐπαμφοτεριζούσαις χρῆται ταῖς λέξεσιν ὡς καὶ ἐπὶ τῆς θεωρίας διαλεγόμενος κἀκείνου καθαπτόμενος. V

### book 885d

ἐκλάψεται: ἐκπίεται καὶ ἐκροφήσει. V

### book 885e

καὶ τὸ σχῆμα τῆς αἰσχρουργίας διὰ τοῦ “προσπεσών” δείκνυσιν. V

### book 886

τὰ σκεύη RV χαμαί V: ἀντὶ τοῦ R “τὰ μαγειρεῖα” διὰ τὸ θύειν ἐν ταῖς πανηγύρεσιν. ἢ πρὸς τὴν Θεωρίαν λέγει φέρουσάν τινα εἰρήνης καὶ γεωργίας σύμβολα. RV

### book 887a

βουλή, πρυτάνεις R: τὸν λόγον ἀπέτεινε λοιπὸν πρὸς τὴν βουλὴν ὡς παραδιδοὺς τὴν Θεωρίαν. RV

### book 887b

πρυτάνεις: τῆς γὰρ βουλῆς ἐπρυτάνευον δέκα, ἄλλοι δέ φασιν ὀκτώ. V

### book 890a

ἀντὶ τοῦ “θυσίαν ἐπιτελεῖν”. V

### book 890b

ἀνάρρυσιν R: ἀνάρρυσις μία τῶν Ἀπατουρίων RVbis ἡμέρα. Ἀπα‐ τούρια δὲ ἑορτὴ παρ’ Ἀθηναίοις RV τὸ συμβὰν δηλοῦσα τῇ προσηγορίᾳ. V

### book 890c

ἀνάρρυσιν V: τρεῖς ἦσαν ἡμέραι τῶν Ἀπατουρίων, δόρπεια, κουρεῶτις, ἀνάρρυσις. RV

### book 890d

παρὰ τὸ αἴρειν τὰ σκέλη ἔπαιξεν. RV

### book 891a

τὸ αἰδοῖον αὐτῆς δείκνυσιν. RVbisLh

### book 891b

ὀπτάνιον Lh: τὸ μαγειρεῖον, ὅπου τῇ βουλῇ σκευάζεται μετὰ τὰς θυσίας κρέα· ὃ περικαίεται μάλιστα. VLh

### book 892a alpha

κεκάπνικ’· ὡς ἐπὶ ὀπτανίου. R

### book 892b alpha

ὡς ἀποπνευματισάσης. R

### book 892c alpha

κεκάπνικ’: ἐπειδὴ μέ‐ λαν ἐστὶ διὰ τὰς τρίχας. καὶ αὕτη δια‐ φέρει ἡ ἐξήγησις τοῦ λέγοντος αὐτὴν ἀποπνευματίσαι, ἣν καὶ ἐπλάσαντο τὴν ἄλλην μὴ νοήσαντες. V

### book 892abc beta

κεκάπνικ’· ὡς ἐπὶ ὀπτανίου. ἢ διὰ τὰς τρίχας. ἢ ὡς ἀποπνευματι‐ σάσης. Lh

### book 893a

πόλεμος γὰρ τοῖς Ἀθηναίοις V συνέστη πρὸς Βοιωτούς. ἡγεῖτο δὲ τῶν μὲν Βοιωτῶν Ξάνθος, ἐβασίλευε δὲ τῶν Ἀθηναίων Θυμοίτης κατ’ ἐκεῖνο καιροῦ τῇ ἡλικίᾳ ἤδη γέρων. ὁ οὖν Ξάνθος ὁ τῶν Βοιωτῶν προεκαλέσατο εἰς μονομαχίαν τὸν Θυμοίτην, ἐφ’ ᾧ, εἰ μὲν αὐτὸς νικήσει, κρατήσει καὶ τῆς τῶν Ἀθηναίων ἀρχῆς, εἰ δὲ ὁ Θυμοίτης, καὶ τῆς τῶν Βοιωτῶν. RV ὁ οὖν Θυμοίτης οὐ βουλόμενος διὰ τὸ γῆρας, ἵνα μὴ διὰ τὴν αὐτοῦ ἀσθένειαν ἡ πατρὶς ἄλλῳ δουλεύσῃ, ἀνεκήρυξε τῷ μονομαχοῦν‐ τι τὴν ἀρχήν. Μελάνθιος δέ τις Ἀρκὰς τὸ γένος ἐν Ἀττικῇ οἰκῶν ὑπέστη τὸ μονομάχιον. καὶ κατελθόντων αὐτῶν εἰς τὸ ἀφωρισμένον χωρίον ἐπὶ τὸ μονομαχῆσαι ὁ Μελάνθιος δόλῳ ἀναιρεῖ τὸν Ξάνθον. προσιόντι γὰρ αὐτῷ ἔφη· ἀδικεῖς, ὦ Ξάνθε,

### book 893a

μόνος φήσας διαμάχεσθαι καὶ δεύτερος παραγενόμενος. ἐφ’ ᾧ στραφεὶς ὁ Ξάνθος ὡς θεασόμενος τὸν ἥκοντα ἐτρώθη παρὰ τοῦ Μελανθίου καὶ ἀπώλετο. ἀφ’ οὗ καὶ τὴν ἑορτὴν Ἀθηναῖοι ταύτην ἄγουσιν ἀπὸ τῆς ἀπάτης Μελανθίου Ἀπατούρια προσαγο‐ ρεύσαντες. τινὲς δέ φασι τὸν Διόνυσον παραστῆναι τῷ Ξάνθῳ σὺν ἀγροικικῷ σχήματι, ὃν θεασάμενος Μελάνθιος τὰ εἰρημένα διεπράξατο· ὅθεν καὶ αὐτῷ ἦγον τὴν ἑορτὴν ταύτην. V

### book 893b

πρὸ τοῦ πολέμου Γ τὰ λάσανα RΓ: ὅτι VΓ οὕτως οἱ χυτρόποδες. ἐπεὶ δὲ εἶπε “τὸ ὀπτάνιον”, ἐπήγαγε καὶ “τὰ λάσανα”. δηλοῖ δὲ τοὺς δασεῖς αὐτῆς μηρούς, δηλοῖ δὲ καὶ τὰ μαγειρεῖα, ὅπου τῇ βουλῇ σκευάζεται μετὰ τὰς θυσίας κρέα. RVΓ

### book 894

ἐξέσται ποιεῖν Γ: οὐδὲν εὐφυέστερον τῆς παρενθέσεως, ἵνα ἐπὶ πλέον χρήσασθαι δυνηθῇ τοῖς μέσοις ῥήμασιν. VΓ

### book 896a

ὡς ἐπὶ συνουσίᾳ λέγει. R

### book 896b

896] †ὅλα† ὡς ἐπὶ συνουσίας σχημάτων καὶ †θεωρίας†. ΓLh

### book 896c

†δεικνύς τε† τὰ μὲν ὡς ἐπὶ παλαισμάτων, τὰ δὲ ὡς ἐπὶ γυναικείων σχημάτων. RVΓ

### book 898a

πὺξ ὁμοῦ Γ: παρὰ τὸ λεγόμενον “πὺξ ὁμοῦ καὶ τῷ σκέλει”. RVΓ

### book 898b

παρὰ προσδοκίαν ἀντὶ τοῦ RVΓ “τῷ σκέλει”. RVbisΓ

### book 899a

τρίτῃ δὲ μετὰ ταῦθ’ R ἱπποδρομίαν Γ: τὸ γὰρ παλαιὸν RVΓLh ἐν Lh ταῖς ὑστέραις ἡμέραις τὰς ἱπποδρομίας ἦγον ἐν τοῖς ἀγῶσιν. RVΓLh

### book 899b

τῇ τρίτῃ τῶν Ἀπατουρίων ἱπποδρομία ἤγετο. RVΓ

### book 900

κέλης κέλητα: παρὰ τὴν συνουσίαν καὶ τοὺς κέλητας ἵππους, οἵ εἰσι μονάτορες. RΓLh

### book 901a

ἅρματα RΓ: ἀντὶ τοῦ εἰπεῖν “σώματα” “ἅρματα” εἶπεν. RVΓ

### book 901b

ἀνατετραμμένα R: ἀντὶ τοῦ “περικείμενα ἀλλήλοις τὰ σώματα”. RΓLh

### book 902

προσκινήσεται Γ: ὅρα τὸ ἀστεῖον οἷον· δῆλον γάρ ἐστιν ὃ διὰ τῆς τροπῆς λέγει. ΓLh

### book 904

〈καμπαῖς: συστροφαῖς. καὶ κάμπιος δρόμος οὐκ εὐθὺς καὶ ἁπλοῦς, ἀλλὰ καμπὰς ἔχων.〉 Ald

### book 905-907alpha

ἀλλ’ οὐκ ἂν εἴ τι προῖκα RΓ: τοῖς πρυτάνεσιν ἔθος RVΓ ἦν RV προσάγειν τοὺς δεομέ‐ νους προσόδου ἐν τῇ βουλῇ. ἐδωρο‐ δοκοῦντο δὲ παρὰ τῶν δεομένων. RVΓ

### book 905-907beta

ἀλλ’ ὦ πρυτάνεις ΓLh: τοῖς πρυτάνεσιν ἔθος ἦν προσάγειν τοὺς δε‐ ομένους εἰς τὴν βουλήν. καὶ δῆλον ὅτι ἐδωροδοκοῦντο παρὰ τῶν χρῃζόντων προσελθεῖν· καὶ εἰ μέν τις αὐτοὺς ἐχρη‐ μάτιζε, προθύμως συνεπελαμβάνοντο VΓLh αὐτοῖς, Lh τοὺς δὲ προῖκα προσιέναι θέλοντας οὐκέτι μετ’ ἴσης σπουδῆς προσῆγον. VΓLh

### book 908a

ἀλλ’ εὗρον ἄν ς’ ὑπέχοντα VΓ: ἀλλὰ κατέλαβόν σε ὑπέχοντα τὴν χεῖρα ἑτοίμην πρὸς τὸ λῆμμα. RVΓ

### book 908b

σκώπτει αὐτοὺς ὡς ἥττονας λήμματος. RVΓLh

### book 908c

ἐπειδὴ ἐκεχειρίαι τότε πρὸς τοὺς Λάκωνας ἦσαν αὐτοῖς, πρὸς τοῦτο ἔπαιξεν, ἅμα VΓ δὲ Γ καὶ σκώπτων αὐτοὺς ὡς ἥττονας λήμματος. VΓ

### book 908d alpha

τὴν ἐκεχειρίαν: ἅμα μὲν ὡς προφασιζομένων ὅτι “ἐκε‐ χειρία ἐστίν· οὐ δυνάμεθα σήμερον προσαγαγεῖν” καὶ μὴ προσαγόντων τῇ βουλῇ τοὺς μὴ δεδωκότας αὐτοῖς τῶν δεομένων, ἅμα δὲ RVΓ καὶ Γ πρὸς τὸ ὑπέχειν τὴν χεῖρα ἐπὶ τὸ λαβεῖν. RVΓ

### book 908d beta

ἐπεὶ εἰώθασι λέγειν “ἐκεχειρία ἐστίν· οὐ δυνάμεθα σήμερον εἰσάγειν”. VΓ

### book 908e

ἀναβάλλονται γὰρ ἐπὶ τῶν μηδὲν διδόντων οὕτως. VΓ

### book 908f alpha

ἐκεχειρία ἡ ἀνοχὴ πολέ‐ μου παρὰ τὸ ἀπέχειν τὰς χεῖρας. νῦν δὲ παίζει 〈πρὸσ〉 τὸ ἔχειν τι ἐν τῇ χειρὶ παρὰ τῶν δεομένων. VΓ

### book 908f beta

τὴν ἐκεχειρίαν Γ: ἐκεχειρία ἡ ἀνοχή, ὅτι δεῖ τὰς χεῖρας ἐπέχειν τῶν ἔργων. νῦν δὲ παίζει πρὸς τὸ ἔχειν τι ἐν τῇ χειρὶ παρὰ τῶν δεομένων. VΓ

### book 908g

παρὰ τὴν χεῖρα παίζει. VΓ

### book 908h

ὑπέχοντα τὴν ἐκεχειρίαν] προφασιζόμενον ἀργίαν. VΓ

### book 908i

Lh

### book 909a alpha

ἦ χρηστὸς ἀνὴρ: ἡ ἀν‐ τιστροφὴ αὕτη τῆς ῥηθείσης ἐστὶ στροφῆς, ἧς ἡ ἀρχή εὐδαιμονικῶς. ἔστι δὲ καὶ αὕτη κώλων ὁμοίων ἐκείνῃ ζʹ. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νε‐ νευκυῖαι. καὶ ἑξῆς σύστημα κατὰ περι‐ κοπὴν ὅμοιον τῷ ῥηθέντι συστήματι στίχων ἰαμβικῶν τετραμέτρων κατα‐ ληκτικῶν εʹ. ἐπὶ τῷ τέλει παράγραφος. Lh

### book 909a beta

〈ἧ χρηστὸς ἀνὴρ: ἰδοὺ ἡ ἀντι‐ στροφὴ τῆς “εὐδαιμονικῶς” στρο‐ φῆς ἄλλα τε ὅσα ἐκείνη καὶ τὸ κατὰ περικοπὴν ἔχουσα σύστημα. ἐπὶ τῷ τέλει αἱ ἀμφοτέρωθεν ἔξω διπλαῖ τῆς ἀντιστροφῆς· τὰ γὰρ τετράμετρα τῶν ἰαμβείων παραγράφῳ περατοῦται.〉 Ald

### book 909b

ἀντιστροφὴ κώλων ζʹ. Lh

### book 909c

οὔτε συμπολίτην οὔτε συνδημότην λέγουσιν. VΓ

### book 915

〈 〉 Ald

### book 916

λεπαστήν: εἶδος ποτηρίου μεῖζον ἢ κύλιξ. οὕτως ὁ Σύμμαχος. ὁ δὲ Παλαμήδης τὸ πιθάριον ἐκδέχεται. RVΓLh

### book 920

τὸν δημότην] ἀντὶ τοῦ RVΓ “τὸν R δημοτικόν”. RVΓ

### book 922a

διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους τριμέτρους ἀκαταλήκτους ιζʹ. V

### book 922b

ἄγε δὴ τί νῶϊν: κορωνὶς ἑτέρα ὁμοία τῇ ῥηθείσῃ· ἧς οἱ μὲν ιζʹ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι, ὁ ιηʹ ὅμοιος τετράμετρος καταληκτικός. τὰ ἑξῆς δύο κῶλα ἀναπαιστικὰ δίμετρα, LhAld

### book 922b alpha

τὸ μὲν ἀκατάληκτον, τὸ δὲ κατα‐ ληκτικόν. ὁ δὲ καʹ, ὁ ὡς ταῦτα δῆλά γ’ ἔσθ’· ὁ γὰρ βωμὸς θύραισι καὶ δή, ἰαμβικὸς τετράμετρος ἀκατάληκτος. ἐπὶ τῷ τέλει κορωνίς. Lh

### book 922b beta

〈ὧν τὸ μὲν ἀκατάληκτον, τὸ δ’ οὔ. ὁ τελευταῖος ἰαμβικὸς τετράμετρος ἀκατάληκτος. ὑφ’ ὃν κορωνίς.〉 Ald

### book 922c

νῶϊν] συνίζησις. Lh

### book 923a

χύτραις ἱδρυτέον Γ: ὁτὲ μὲν ταῖς χύτραις ὄσπριον ἥψων, ὁτὲ δὲ ἄλλο τι πολυτελέστερον ἱερεῖον, καὶ οὕτως ἵδρυον· καὶ πρὸς τὸ θυόμενον ἔλεγον βοῒ ἱδρύε‐ σθαι ἢ αἰγὶ ἢ προβάτῳ ἢ οἷον ἂν ᾖ τὸ ἱερεῖον, ὥσπερ ἐν Πλούτῳ. VΓ

### book 923b

ἔθος εἶχον Ἑρμᾶς ἱδρύοντες πρὸ τῶν θυρῶν καὶ ἄλλα τινὰ ἀγάλματα θεοῦ †καὶ† ὑπὲρ τοῦ μὴ βραδύνειν τὴν ἀνάστασιν χύτραις ἀθάρας ἱδρύεσθαι καὶ ἄλλοις τισίν. VΓ

### book 923c

χύτραις ἱδρυτέον R: ὁπότε μέλλοιεν βωμοὺς καθιδρύειν ἢ ἀγάλματα θεῶν, ἕψοντες ὄσπριον ἀπήρχοντο τούτων τοῖς ἀφιδρυμένοις χαριστήρια ἀπονέμον‐ τες τῆς πρώτης διαίτης, ὡς οὗτος εἶπεν ἐν Δαναΐσι μαρτύρομαι δὲ Ζηνὸς ἑρκείου χύτρας, μεθ’ ὧν ὁ βωμὸς οὗτος ἱδρύθη ποτέ. ποτὲ δὲ καὶ πολυτελεστέρῳ ἱερείῳ ἀφιδρύοντο. φησὶ δὲ καὶ ἐν τοῖς ἑξῆς Εἰρήνην εἵλοντο καὶ ἱδρύσανθ’ ἱερείῳ. ἐν δὲ τῷ Πλούτῳ τὰς χύτρας, αἷς τὸν θεὸν ἱδρυσόμεθα, λαβοῦσα ἐπὶ τῆς κεφαλῆς φέρε. RVΓ

### book 924a

χύτραισιν VΓ ὥσπερ μεμφόμενον: ἠγανάκτησαν ἀκούσαντες ἐν χύτραις ἱδρύεσθαι τὴν Εἰρήνην ὡς εὐτελοῦς οὔσης τῆς θυσίας ἐκ τῶν ἄλλων. διό φησιν· ἄλλαις ἱερωσύναις αὐτὴν ὡς πολυτίμητον θεραπεύσωμεν; ἐν δὲ τοῖς ἑξῆς ἱερείῳ φησὶν ἱδρύσασθαι αὐτὴν οὕτως· ὡς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο Εἰρήνην εἵλοντο, καὶ ἱδρύσανθ’ ἱερείῳ. RVΓ.

### book 924b

Ἑρμίδιον: ἀντὶ τοῦ “εὐτελές”. Γ

### book 924c

ὡς τοῦ Ἑρμοῦ χύτραις ἱδρυομένου ἐπὶ πολύ, ὡς RVΓ καὶ RV μέμφε‐ σθαι αὐτόν. RVΓ

### book 925a

λαρινῷ βοΐ ΓLh: ἐπειδὴ ἑώρα αὐτοὺς πρὸς τὴν διὰ τῶν χυτρῶν καθίδρυσιν ἀχθεσθέντας, ἄλλον τρόπον τῆς καθιερώσεως ὑποτίθεται, καί φησιν· “βούλεσθε λαρινῷ βοΐ;” περὶ δὲ τῶν λαρινῶν βοῶν Λύκος μὲν ὁ Ῥηγῖνος ἐπὶ ταῖς πρὸς Ἀλέξανδρόν φησιν ἀπὸ Λαρινοῦ τινος βουκόλου ταύτην αὐτοὺς τὴν προσηγορίαν ἐσχηκέναι. εἰσὶ δέ τινες οἳ παρὰ τὸν λάρον ἀξιοῦσιν αὐτοὺς οὕτω καλεῖσθαι. οἱ δὲ VΓLh

### book 925a alpha

τὴν ρι συλλαβὴν δασύνουσιν, ἵν’ ᾖ λαρινοὺς τοὺς μεγαλορίνους· ἐν δὲ τῇ Χαονίᾳ φασὶ τοιούτους εἶναι βοῦς, οὓς καὶ Κεστρίνους καλοῦσιν. VΓ

### book 925a beta

ὡς μεγαλορίνους ὀνομάζουσιν, ἐκ τοῦ λα καὶ τοῦ ῥινός, τὸ δέρμα. Lh

### book 925b

ἀντὶ τοῦ R “μεγάλῳ καὶ εὐτραφεῖ”. τοὺς δὲ ἠπειρωτικοὺς βοῦς οὕτω λέγουσιν ἀπό τινος Λαρινοῦ βουκόλου παραλαβόντος παρὰ Ἡρακλέους τὰς Γη‐ ρυόνου βοῦς RVΓ καὶ θρέψαντος εἰς εὐεξίαν. VΓ

### book 925c

τοῦτο Ἡρωδιανὸς ὀξύνει ἐν τῷ ζʹ τῆς καθόλου, λαρινός, ὡς ἀληθινός· ὥστε περισπαστέον τὴν δοτικήν, λαρινῷ. VΓ

### book 925d

λαρινῷ] μεγαλοβύρσῳ. Γ

### book 926a

πρὸς τὴν ἀρχὴν τῶν ὀνομάτων τοῦ “βοῒ” καὶ “βοηθεῖν” ἔπαιξεν. R

### book 926b

〈βοηθεῖν: ἐπὶ μάχην δραμεῖν.〉 Ald

### book 928a

ἀντὶ τοῦ “μωρία”. διεβάλλετο δὲ καὶ εἰς μαλακίαν. R

### book 928b

ὡς ὑώδης καὶ δύσοσμος καὶ πένης. R

### book 928c

Θεαγένους ὑηνία Γ: μωρία VΓLh καὶ V ἀμαθία. VΓLh διεβάλλε‐ το γὰρ ὁ Θεαγένης VΓ εἰς μαλακίαν καὶ Γ ὡς μωρὸς καὶ ὑώδης. ἦν δὲ ἐκ Πειραιῶς. ἐδόκει δὲ καὶ πένης εἶναι, θρύπτεσθαι δὲ ἐπὶ πλούτῳ. ἦν δὲ τὸ σῶμα παχὺς καὶ χοιρώδης. τὴν δὲ ὑηνίαν τὴν δυσωδίαν τὴν ἐκ τῶν ὑῶν, οἵπερ διαφόροις ἐδέσμασι χρώμενοι δυσώδη ἀποπατοῦσι, εἰς βορβόρους δὲ κυλίονται. ἔστι δὲ καὶ ἄλλος Θεαγένης, ὁ εἰς Ὅμηρον γράψας, ὃς καὶ ἐπὶ μαλακίᾳ διεβάλλετο, καὶ ἄλλοι πολλοί. VΓ

### book 930a

τοῦτό γ’ ἔστ’ ἰωνικὸν R: οἱ γὰρ Ἴωνες δισυλλάβως λέγουσιν ὄϊς, οἱ δὲ Ἀττικοὶ μονοσυλλάβως καὶ τὰς οἶς καὶ πολλὰ τοῦ αὐτοῦ γένους. RVΓ

### book 930b

οἱ Ἀττικοὶ συναιροῦντες τὸν ὄϊν RVΓ τὸν Γ οἶν. οἱ γὰρ Ἴωνες πολλὰ διῃρημένως φασίν. RVΓ

### book 932a

οἱ καθήμενοι ὑπὸ τοῦ δέους Γ: ἵνα ἐπιστένωσι τῷ εἰσηγουμένῳ πόλεμον. τὸ γὰρ ὀΐ ὀδυρομένων ἐστὶν ἐπίφθεγμα καὶ δυσχεραινόντων. RVΓ

### book 932b

Δίδυμος· ἐν ἐκστάσει· οἱ γὰρ φοβούμενοι οὕτω λέγουσιν. VΓ

### book 935a

ἀμνοὶ τοὺς τρόπους Γ: ἀντὶ τοῦ R “πραεῖς” RV ἢ R “εὐήθεις”. RVΓLh

### book 935b

ἁπλοῖ ὡς οἱ κριοί, ἢ πραεῖς καὶ μαλακοί· τὸ γὰρ ἄρρεν πρόβατον, ὅταν ἔχῃ τὴν μέσην ἡλικίαν, ἀμνὸς καλεῖται. οἱ δὲ τὸν ἐνιαύσιον ἄρνα ἀμνὸν καλοῦσιν. RVΓ

### book 937

νυν] δή. Lh

### book 939a

ὡς πάνθ’ ὅς’ ἂν θεὸς θέλῃ: διπλῆ· ἕπεται γὰρ μέλος, ὃ ὑπονοῶ μὲν ἔχειν τὸ ἀντίστροφον ἐν διεχείᾳ, φέρεται δὲ ὡς διάφορον. διόπερ πρότερον παραθή‐ σομαι ὡς φέρεται. καὶ ἔοικεν ἐνταῦθα τὸ “κατορθοῖ” περιττεύειν καὶ ὁ “τέ” σύνδεσμος πρὸς τὸ σε τοι θύρασι χρῆ μένειν ὀντ* τινάς. καὶ τοῦτο δὲ ἁμάρτημά ἐστιν, ὅτι †πρῶτα γʹ κῶλά ἐστι καὶ μετὰ ϛʹ†. ἀλλὰ ταῦτα μὲν ἐατέον, ὡς δὲ ἔχει, ἐξηγητέον. τὸ τοίνυν πρῶτον τρίκωλον τοῦ ὑποκριτοῦ ἴαμβος τετράμετρος καταληκτικὸς καὶ ἀναπαιστικὰ δύο δίμετρα ἀκατάληκτόν τε καὶ καταληκτικόν. V

### book 939b

ὡς πάνθ’ ὅς’ ἂν ΓLh θεὸς θέλῃ Γ: ὁ χορὸς ταῦτα θαυμάζων, ὅτι ηὐτύχησεν ὁ γέρων, καθ’ ἑαυτόν. εἶτα πρὸς τὸν πρεσβύτην φησὶ τὸ “χωρεῖ κατὰ νοῦν”. εἶτα τὰ ἑξῆς πάλιν ἰδίᾳ. VΓLh

### book 939c

χ’ ἡ τύχη R: τινὲς οὕτως· ὁπόσα ἂν θελήσωσιν οἱ θεοί, καὶ ἡ τύχη κατορθοῖ. RVΓLh

### book 939d

〈πάνθ’ ὅς’ ἂν θεὸς θέλῃ χ’ ἡ τύχη κατορθοῖ, χωρεῖ κατὰ νοῦν, ἕτερον ἑτέρῳ τούτων κατὰ καιρὸν ἀπαντᾷ: τουτέστιν ὁπόσα ἂν θελήσῃ ὁ θεὸς καὶ ἡ τύχη κατορθοῖ, ταῦτα χωρεῖ κατὰ νοῦν.〉 Su. IV 20, 19

### book 940

ἄλλως ἄλλῳ κατὰ τύχην ἀποβαίνει τὰ πράγματα. V

### book 941

τούτων] ἤγουν Γ τῶν εὐτυχιῶν VΓLh ἢ τῶν ἀνθρώπων. VΓ

### book 942a

θύρασι καὶ δή: εἶτα ἐν ἐκθέσει στίχος ἰαμβικὸς τετράμετρος καταλη‐ κτικὸς τοῦ ὑποκριτοῦ καὶ ἐν εἰσθέσει 〈τὸ〉 τοῦ χοροῦ, οὗ τὸ πρῶτον προσοδιακὸν ἑνδεκάσημον, τὸ βʹ ἀναπαιστικὴ τριποδία, τὸ δὲ γʹ ἰαμβικὸν ἑφθημιμερές, τὸ δὲ δʹ †συζʹʹ ἰαμβικὸν† ἢ ἀναπαιστικόν, τὸ δὲ εʹ ἰαμβικὸν ἑφθημιμερές. V

### book 942b

ὡς ταῦτα δῆλά γ’ R: ἀπὸ τούτων γὰρ κατάδηλόν ἐστιν, εἴ γε χρὴ τεκμήρασθαι τοῖς παροῦσιν. RLh

### book 942c

θύρασιν] ἀντὶ τοῦ “ἐξ ἑτοίμου”. RLh

### book 942d

Ald

### book 943a

ἐπείγετε LhAld νῦν Lh: τὰ τοιαῦτα εἴδη καλεῖται ἀλλοιόστροφα. εἰσὶ γοῦν τῆς μὲν πρώτης στροφῆς τὰ κῶλα ἀναπαιστικὰ δέκα ἐπιμεμιγμένα προκελευσματικοῖς· LhAld

### book 943a alpha

τὸ αʹ δίμετρον βραχυκατάληκτον· τὸ βʹ καὶ γʹ καὶ δʹ ἀναπαιστικὴ βάσις· τὸ εʹ ὅμοιον τῷ αʹ· καὶ τὸ ϛʹ ὅμοιον· τὸ ζʹ, τὸ ηʹ καὶ θʹ δίμετρα ἀκατάληκτα· τὸ δὲ ιʹ δίμετρον καταληκτικὸν ἑφθη‐ μιμερὲς παροιμιακόν. τοῦ δὲ συστή‐ ματος στίχοι ἰαμβικοὶ ἀκατάληκτοι ζʹ. Lh

### book 943a beta

〈τούτων δ’ ἃ μὲν δίμετρά εἰσιν ἀκατάληκτα, ἃ δ’ ἑφθημιμερῆ καὶ βά‐ σεις· μετὰ δὲ ταῦτα ἰαμβεῖα ζʹ.〉 Ald

### book 943a

τῆς δευτέρας στροφῆς τὰ κῶλα τρία· LhAld

### book 943a alpha

τὸ αʹ ἰαμβικὸν τρίμετρον καταληκτι‐ κόν· τὰ δὲ βʹ ἀναπαιστικά, τὸ αʹ δίμε‐ τρον ἀκατάληκτον, τὸ δὲ βʹ καταλη‐ κτικόν. Lh

### book 943a beta

〈ὧν τὸ μὲν πρῶτον ἰαμβεῖον, τὰ δ’ ἄλλα ἀναπαιστικά, δίμετρα μὲν ἄμφω, τὸ δέ τοι δεύτερον καταληκτικόν.〉 Ald

### book 943a

ὁ ἑξῆς τοῦ ὑποκριτοῦ ἰαμβικὸς τετράμετρος καταληκτικός. τῆς τρίτης στροφῆς τὰ κῶλα ἀναπαιστικὰ τέσσαρα, LhAld

### book 943a alpha

τὰ μὲν γʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ δʹ καταληκτικόν. Lh

### book 943a beta

〈πλὴν τοῦ τελευταίου ἀκατάλη‐ κτα.〉 Ald

### book 943a

οἱ ἑξῆς αὖθις τοῦ ὑποκριτοῦ ἰαμβικοὶ τετράμετροι καταληκτικοί. τῆς δὲ τετάρτης στροφῆς τὰ κῶλα ἰωνικὰ ἀπὸ μείζονος ϛʹ ἐπιμεμιγμένα παίωσι καὶ κρητικοῖς, LhAld

### book 943a alpha

ὧν τὸ αʹ, τὸ βʹ, τὸ γʹ καὶ τὸ δʹ δίμετρα καταληκτικά· τὸ εʹ δίμετρον ἀκα‐ τάληκτον· τὸ δὲ ϛʹ ἡμιόλιον. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέ‐ λει δύο διπλαῖ ἔξω νενευκυῖαι. Lh

### book 943a beta

〈ἀκατάληκτα πλὴν τοῦ πέμπτου κα‐ ταληκτικοῦ καὶ τοῦ ϛʹ ἡμιολίου. ὑφ’ ὃ αἱ ἀμφοτέρωθεν ἔξω διπλαῖ. τιθέ‐ σθωσαν δὲ κἀν ταῖς ἀποθέσεσιν αἱ πα‐ ράγραφοι.〉 Ald

### book 943b

στροφὴ κώλων ιʹ. Lh

### book 943c

ἐπείγετέ νυν ἐν ὅσῳ R: ἐν ὅσῳ, φησίν, ἐκ τῶν θεῶν τὰ κατὰ τὸν πόλεμον ἐκπέπνευκε καὶ λελώφηκεν, σπουδάσωμεν ἱδρύσασθαι τὴν Θεωρίαν τῶν τῆς εἰρήνης ἀγαθῶν ἀντεισαχθέντων. RV

### book 944a

σεσοβημένη, εὐκίνητος. RVΓLh

### book 944b

κατέχει τὰ ἡμέτερα πράγματα. RV

### book 945a

ἀντὶ τοῦ “ἡ Εἰρήνη”. RVΓ

### book 945b

μετάτροπος Γ: ἀντὶ τοῦ RΓ “εὔκρατος”. RVΓ

### book 945c

μετάτροπος RVΓ: ἀντὶ τοῦ R “μεταβληθεῖσα”. RVΓ

### book 947

εἰς ἀγαθὰ] εἰς τὰ τῆς εἰρήνης δηλονότι. VΓLh

### book 948a

εἶτα ἐν ἐκθέσει τοῦ ὑποκριτοῦ δίστιχος ἴαμβος τετράμετρος καταληκτι‐ κός. V

### book 948b alpha

καὶ μάχαιραν V: ὅτι ἐκέκρυπτο ἐν τῷ κανῷ ἡ μάχαιρα ταῖς ὀλαῖς καὶ τοῖς στέμμασιν. καὶ ἐντεῦθεν κανοῦν, ἀπὸ τοῦ κανεῖν. Πλάτων Παιδαρίῳ φέρε τοῦτ’ ἐμοὶ δεῖξον τὸ κανοῦν RV μοι R δεῦρο· πῇ μάχαιρ’ ἔνι; RV

### book 948b beta

εἰώθασι γὰρ ἐπὶ τὸ κανοῦν τὴν μάχαιραν φέρειν κατακρύπτοντες αὐτὴν ταῖς ὀλαῖς καὶ τοῖς στέμμασιν. V

### book 950a

καὶ ἐν εἰσθέσει τοῦ χοροῦ ἓξ κῶλα· ὧν τὸ αʹ ἰαμβικὸν δίμετρον ἀκα‐ τάληκτον· τὸ βʹ ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκῆς κατάκλειδος· τὸ γʹ 〈δʹ εʹ τρία〉 ἰαμβικὰ δίμετρα ἀκατάληκτα· τὸ ϛʹ ἰωνικὸν ἡμιόλιον. V

### book 950b

λοιπὸν σπεύσατε καὶ ἐπείχθητε, πρὶν ἴδῃ Χαῖρις ὑμᾶς. V

### book 951a

ὡς ἢν Χαῖρις ὑμᾶς: τῶν περὶ τὰς θυσίας αὐλητῶν ἦν ὁ Χαῖρις. R

### book 951b

ὁ Χαῖρις αὐλητὴς ἐπὶ ταῖς θυσίαις. V

### book 951a-b

ἦν δὲ καὶ ἕτερος κιθαρῳδός. RV

### book 956a

δύο διπλαῖ καὶ ἐν ἐκθέσει στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ιζʹ. V

### book 956b

οὕτω “τὴν χερνίβα”. μᾶλλον προπαροξυντέον κατὰ τὴν ἀναλογίαν. οἱ δὲ Ἀττικοὶ παροξύνουσι καὶ ἐν τραγῳδίᾳ καὶ ἐν κωμῳδίᾳ. V

### book 957

τοῦτο πρῶτον ἐποίουν καθαίροντες τὸν βωμόν. RV

### book 959a

οὕτω διὰ τοῦ λ ὁ τὴν κωμικὴν γράψας λέξιν ἀναγινώσκει. V

### book 959b

γράφεται καὶ δαλίον. R

### book 959c

φέρε δὴ τὸ δαδίον R: τὸ ὕδωρ ἐδόκουν καθαίρειν ἀποβάπτοντες τοῦ πυρός· καθαρτικὸν γὰρ πάντων τὸ πῦρ, ὡς Εὐριπίδης Ἡρακλεῖ μέλλων δὲ δαλὸν χειρὶ δεξιᾷ φέρειν, ἐπὶ χερνίβα ὡς βάψειεν Ἀλκμήνης τόκος. RV διὸ καὶ οὐ γραπτέον, ὥς τινες, “δᾳδίον”· ἱκανὸν γὰρ τὸ Εὐριπίδου εἰς πίστιν. V

### book 960

σείου σὺ ταχέως R: πρὸς τὸ ἱερεῖον λέγει. ἐσπούδαζον γὰρ ἐπισπένδον‐ τες, ἵνα σείσῃ τὴν κεφαλὴν καὶ ἐπινεύειν τοῖς ἱερείοις δοκῇ. RV

### book 962

δέον εἰπεῖν “ῥῖπτε τῶν ὀλῶν” “κριθῶν” νῦν εἶπε γενικῶς. ὀλαὶ γὰρ αἱ πρὸς θυσίαν κριθαί. V

### book 967a

πρὸς τὴν κριθὴν παίζει, ὅτι τὸ τῶν ἀνδρῶν αἰδοῖον κριθὴν ἔλεγον, τὸ δὲ γυναικεῖον μύρτον. R

### book 967b

κακεμφάτως τὸ πέος. R

### book 968a

τίς τῇδε: σπένδοντες γὰρ ἔλεγον “τίς τῇδε;” ἀντὶ τοῦ “τίς πάρεστιν;” εἶτα οἱ παρόντες εὐφημιζόμενοι ἔλεγον “πολλοὶ κἀγαθοί”. τοῦτο δὲ ἐποίουν οἱ σπένδοντες, ἵνα οἱ συνειδότες τι ἑαυτοῖς ἄτοπον ἐκχωροῖεν τῶν σπονδῶν. RV

### book 968b

τὸ “ποῦ ποτ’ εἰσί;” λέγει ἐν ἤθει, “ποῦ εἰσιν οἱ ἐπιφωνοῦντες;”, ἵνα αὐτοὺς ἐπιλέγῃ. ἢ ἀπιθάνως ὡς μηδενὸς ὄντος καλοῦ κἀγαθοῦ. V

### book 969

τοισδὶ V: τοῖς χορευταῖς. καταχεῖ δὲ αὐτῶν τὸ ὕδωρ ἐπὶ γέλωτι καὶ οὐδενὶ ἑτέρῳ. RV

### book 974

ὦ σεμνοτάτη βασίλεια: διπλῆ καὶ εἴσθεσις εἰς ἀναπαίστων περιόδους δύο, τὴν μὲν πεντεκαιτριακοντάμετρον ιθʹ κώλων, ὅτι ἔχει μονόμετρα γʹ, τό τε βʹ καὶ ιαʹ καὶ ιϛʹ, τὴν δὲ ἑξκαιτεσσαρακοντάμετρον τριῶν καὶ 〈κʹ〉 κώλων ⟦ὅτι ἔχει μονόμετρα τρία⟧. V

### book 981

καὶ γὰρ ἐκεῖναι R παρακλίνασαι: παρανοίξασαι. Ὅμηρος ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος RV ἠδ’ ἐπιθεῖναι. V

### book 982

καὶ “αὐλείας” ἔλεγον, οὐ μόνον “αὐλείων”. V

### book 986

τούτων σὺ μὴ πόει R: μὴ κατὰ ταύτας ὀλίγον χρόνον ποιήσῃς ἡμᾶς ἀπολαῦσαί σου, ἀλλ’ εἰς τέλεον φανερὰν ἡμῖν σεαυτὴν ποίησον. RV

### book 990a

τρία 〈καὶ〉 δέκ’ ἔτη: τὸ χ, ὅτι οὐ συμφωνεῖ τοῖς χρόνοις ἃ λέγει. καὶ ἐν τοῖς Ἀχαρνεῦσί φησιν ἕκτῳ ς’ ἔτει προσεῖδον ἐς τὰ χωρία. ἀλλὰ καὶ ὁ Φιλόχορος ἀπὸ Πυθοδώρου, ἐφ’ οὗ ἡ ἀρχὴ τοῦ πολέμου δοκεῖ γεγενῆσθαι, μέχρι Ἰσάρχου καταριθμούμενος εἰς τὰ ιγʹ ἔτη συνάγει τοὺς χρόνους. πάλιν Θουκυδίδης κατὰ τὰς τῶν χειμώνων καὶ θερέων εἰσβολὰς τὸν πόλεμον γεγενῆσθαι λέγων οὐδὲ αὐτὸς εἰς τοῦτον τὸν ἀριθμὸν ἔρχεται, ἀλλ’ ἀπολείπεται παρὰ τὰ θʹ ἔτη. λεκτέον τοίνυν, ὅτι αὐτὸς αὑτοῦ ὁ Ἀριστοφάνης τὸ ἐνδόσιμον δέδωκε, πῇ μὲν ἀνάπαυλαν, πῇ δὲ πόλεμον γενέσθαι, ὡς μηδὲ τὴν ἀρχὴν βεβαίαν εἶναι μήτε τοῦ πολέμου μήτε τῆς εἰρήνης· ὥστε αἱ διαφωνίαι τῶν πραγμάτων εἰσὶν ἀνόμοιαι. V

### book 990b

τὸ χ, ὅτι οὐ συμφωνεῖ τοῖς χρόνοις. ἀπὸ γὰρ Πυθοδώρου μέχρι Ἀλκαίου θʹ ἔτη. καὶ ἐν Ἀχαρνεῦσι δὲ εἶπεν, ὅτι ϛʹ ἔτη εἰσὶν ἀφ’ οὗ ὁ πόλεμος· ἀπὸ δὲ τῆς τῶν Ἀχαρνέων διδασκαλίας γʹ ἔτη εἰσίν. οἱ δὲ ποιηταὶ πολλάκις ἀποσχεδιάζουσιν εἰς τοὺς χρόνους. V

### book 990c

τοῦτο ἔστι πάλιν τὸ μονόμετρον. V

### book 990d

βέλτιον κατὰ παράθεσιν ἀναγινώσκειν “τριακαίδεκα”. V

### book 991

κορκορυγάς R: τὰς βοάς, τὰς ταραχάς, τοὺς θορύβους. RV

### book 992

ἀστείως συνέθηκε τὴν λέξιν παρὰ τὸ λῦσαι τὴν μάχην. Vbis

### book 993

τὰς ὑπονοίας R: ἵνα μὴ ὑπονοῶσι τὰς ἀλλήλων σπονδάς. RV

### book 995

ἀντὶ τοῦ “φλυαροῦμεν”. R

### book 996

μίξον δ’ ἡμᾶς R: εἰς φιλίαν RV ἄγε. V

### book 997a

φιλίας χυλῷ R: ὡς ἐπὶ κακουμένων. RV

### book 997b

χυλῷ: τῷ ῥοφήματι. RV

### book 999

καὶ τὴν ἀγορὰν ἡμῖν: τουτέστιν ἀφθονίαν τῶν ὠνίων ἡμῖν παράσχες. ἁρμόδιον δὲ τοῦτο τῇ εἰρήνῃ. R

### book 1000

μεγάλων σκορόδων: ὅτι τὰ σκόροδα ἐκ τῆς Μεγαρίδος, ἔφη καὶ ἐν τοῖς προειρημένοις λέγων πρῶτοι γὰρ αὐτὴν τοῖς σκορόδοις ἠλείψατε. V

### book 1001a

σικύων πρῴων: τὸ “πρῴων” πρὸς τὸ “σικύων”· ἐν δύο δὲ συλλα‐ βαῖς. V

### book 1001b

ὡς καὶ τῶν σικύων πολλῶν ὄντων ἐν Μεγαρίδι καὶ φερομένων ἐκεῖθεν εἰς τὴν Ἀττικήν, ὡς καὶ αὐτὸς ἐν Ἀχαρνεῦσί φησιν. V

### book 1001c

σικύων πρῴων R: ἐν εἰρήνῃ ὄντες πολλὰ δι’ ἐπιμελείας καὶ πρῷα εἶχον. RV

### book 1001d alpha

ὅτι καλοὶ οἱ πρώϊμοι σικύαι, καὶ ἡ παροιμία RV δηλοῖ V ἀρχομένων σικύων καὶ λη‐ γουσῶν κολοκυντῶν. RV

### book 1001d beta

οἱ πρώϊμοι σικύαι καλοὶ καὶ ἀ‐ βλαβεῖς. V

### book 1001e

πρῴων: τῶν πρὸ καιροῦ φαινομένων. V

### book 1002

διὰ τὸ ἀηδὲς τῆς ἐργασίας. V

### book 1003

κἀκ Βοιωτῶν: ὅτι ὀρνιθοτρόφος ἡ Βοιωτία, καὶ ἐν Ἀχαρνεῦσί φησιν ὡσπερεὶ χειμὼν ἦλθες ὀρνιθίας εἰς τὴν ἀγορὰν φέρων, ὅτε ἐπὶ τοῦ Βοιωτοῦ λέγει. RV

### book 1005

καὶ R Κωπαΐδων: Κωπαῒς λίμνη Βοιωτίας, ἐν ᾗ μεγάλαι ἐγχέλεις γίνονται, ὡς καὶ ἐν Ἀχαρνεῦσί φησι πρέσβειρα πεντήκοντα Κωπαΐδων κορᾶν. RV

### book 1007a alpha

ὀψωνοῦντας: εὐκαί‐ ρως RV τὸ “ὀψωνοῦντας” R προσέθηκε πρὸς ἀντιδιαστολὴν τοῦ πολέμου, ἐν ᾧ δυσχερῶς ὠψώνουν ἀπησχολημένοι ἐν τοῖς θορύβοις αὐτοῦ καὶ τοῖς κακοῖς. RV

### book 1007a beta

τὸ “ὀψωνοῦντας” προσέθηκε πρὸς ἀντιδιαστολὴν τοῦ πολέμου. καὶ γὰρ τότε ἀνάγκη ἦν εἰς τὸ συνιέναι αὐτούς, εἴ ποτέ τις ταραχὴ γένοιτο. V

### book 1007b

κατὰ εἴλας, τουτέστι κατὰ συστήματα, συστρέφεσθαι. V

### book 1007c

καὶ ἐν Ἀχαρνεῦσί φησι μηδὲ γὰρ θανών σου χωρισθείην ποτέ. V

### book 1008a

Μορύχῳ Τελέᾳ R: καὶ τούτους ἀεὶ ἀπεῖναι βούλεται RV τῶν ὄψων R διὰ τούτου αὐτοὺς κολάζων ὡς γαστριμάργους, ὥς φησιν ἐν τοῖς Ἀχαρνεῦσιν. νῦν δ’ οὐκ οἶδα, ὅπως τὸ ἐναντίον φησίν. ἴσως οὖν τῇ παρουσίᾳ τούτων Μελάνθιον λυπῆσαι βούλεται ὄντα καὶ αὐτὸν λίχνον. ἦν δὲ τραγῳδίας ποιητής, ὡς προείρηται. RV

### book 1008b

〈ὀνόματα κύρια. οὗτοι ἐπὶ μαγγανείᾳ διεβέβληντο.〉 Su. III 412, 25

### book 1008c

Γλαυκέτῃ] καὶ οὗτος λίχνος. R

### book 1009a

τένθαις V: ἀντὶ τοῦ R “λίχνοις”. τένδειν γὰρ τὸ ἐσθίειν· ὅτ’ ἀνόστεος ὃν πόδα τένδει. RV Ἡσίοδος. R

### book 1009b

οὓς ἡμεῖς σιναμώρους. καὶ παρ’ Ἡσιόδῳ τινὲς ὀρθῶς δοκοῦσι γράφειν ὅτ’ ἀνόστεος ὃν πόδα τένθει διὰ τοῦ θ. V

### book 1011

ὀτοτύζειν] θρηνεῖν. RV

### book 1012

ἐκ Μηδείας Γ: μήποτε ἐκ τῆς Εὐριπίδου Μηδείας παραγράφει ἐκεῖνα ὢ δύστηνος ἐγὼ μελέα τε πόνων 〈...〉 πῶς ἂν ὀλοίμαν; RVΓ οἱ δὲ αὐτοῦ τοῦ Μελανθίου φασὶν εἶναι Μήδειαν, ἐξ ἧς ταῦτα. VΓ

### book 1014a

λοχευομένας RΓ: καὶ ἐν τοῖς Ἀχαρνεῦσιν ἔφαμεν τοὺς μαγείρους μετὰ τεύτλων ἕψειν τὰς ἐγχέλεις. ἔπαιξε δὲ εἰπὼν “λοχευομένας” ἀντὶ τοῦ “ἑψομένας”. RVΓ

### book 1014b

ἡδίστη γὰρ ἡ ἔγχελυς ἐν τεύτλοις VΓ ἐστίν. Γ

### book 1015

τοὺς δ’ ἀνθρώπους ἐπιχαίρειν Γ: τοὺς ὁρῶντας ἐπιχαίρειν αὐτῷ θρηνοῦντι. RVΓLh

### book 1016a

διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους τριμέτρους ἀκαταλήκτους ζʹ. V

### book 1016b

σύστημα κατὰ περικοπήν. Lh

### book 1016c

ὦ Γ πολυτιμήτ’: ὅτι ἐξεβλήθη τὸ η. VΓ

### book 1019-1022

ἐν γὰρ τῇ τῶν 〈συν〉οικεσίων ἑορτῇ οἱ μέν φασιν Εἰρήνῃ θυσίαν τελεῖσθαι, ᾗ ὁ βωμὸς οὐχ αἱματοῦται, οἱ δὲ ἑστίασιν.VΓ

### book 1019-1020

οὐχ ἥδεται δήπουθεν RΓ: ταῦτα πρὸς τὸ ἔθος· φασὶ γὰρ τῇ τῶν συνοικίων ἑορτῇ θυσίαν τελεῖσθαι Εἰρήνῃ, τὸν δὲ βωμὸν μὴ αἱματοῦσθαι, Ἑκατομ‐ βαιῶνος μηνὸς ἕκτῃ ἐπὶ δέκα. τινὲς δέ φασιν ἐκ τῆς παρούσης αἰτίας οὕτως αὐτοὺς αὐτῇ θύειν αἵματος αὐτοὺς ἀπαλλαξάσῃ. VΓ

### book 1020a alpha

καὶ τοῦτο πρὸς σύγκρι‐ σιν τοῦ πολέμου, ὃς αἵμασι χαίρει. RVΓ

### book 1020a beta

πρὸς σύγκρισιν τοῦ πολέμου καλῶς ἔφησε μὴ χαίρειν τὴν Εἰρήνην σφα‐ γαῖς· μόνοι γὰρ οἱ πολέμιοι αἵματι καὶ φόνοις χαίρουσιν. VΓ

### book 1020b

καὶ Γ ἰδίως ἀναιμωτὶ Εἰρήνῃ θύουσιν. VΓ

### book 1022a

χ’ οὕτω τὸ πρόβατον RΓ: διὰ τὸ μὴ θύεσθαι ἐν τῷ θεάτρῳ, ἀλλὰ τὸν χορηγὸν τῷ δοκεῖν θύειν ἀποκερδαίνοντα τὸ θῦμα. RVΓ

### book 1022b

τῶν γὰρ ἐντοσθίων αἰρομένων παρὰ τῶν θυόντων τὸ λοιπὸν σῶμα σωθήσεται τῷ ἱερεῖ, ἐπὰν θύσωσιν. RVΓ

### book 1022c

τῷ χορηγῷ σώζεται Γ: ἤτοι ὅτι τῶν σπλάγχνων καὶ τῶν ἐντοσθίων ὑφαιρουμένων δοκοῦσι μέρος τι τοῦ ἱερείου κερδαίνειν οἱ θύοντες VΓ

### book 1022d

†ὡς ἄρα τότε σώζεται† VΓ

### book 1023a

στροφὴ κώλων γʹ. Lh

### book 1023b

σέ τοι] γρ. σε δή. V

### book 1024

σχίζας RΓ δευρί R: σχίζας RΓ κυρίως ἔλεγον οἱ παλαιοὶ τὰ ἐπὶ ταῖς θυσίαις τιθέμενα ξύλα, ὡς καὶ Ὅμηρος καῖε δ’ ἐπὶ σχίζῃς RVΓ ὁ γέρων. RΓ

### book 1025

—̇ Lh

### book 1026a

τὸ φρύγανον τί‐ θεσθαι R: τοῦτό φησιν, ἐπεὶ ὑπέβαλε φρύγανα πρὸς τὸ ἀνάψαι, ὡς οἱ μάν‐ τεις. αὐτοὶ γὰρ ἑαυτοῖς καὶ τὰ φρύγανα τιθέασι πρὸς τὴν ἐπιστήμην ἑαυτῶν. RVΓ

### book 1026b

μαντικῶς τὸ φρύγανον Γ: οἱ γὰρ ἀπὸ τοῦ πυρὸς μαντευόμενοι τὰ φρύγανα ὑποτιθέασιν εἰς τὸ ἐξάψαι κα‐ τὰ τὴν ἐπιστήμην τὴν ἑαυτῶν. VΓ

### book 1027a

στροφὴ κώλων δʹ. Lh

### book 1027b

τί γάρ σε πέφευγ’ R: τί γὰρ οὐ ποιεῖς ὅσα χρὴ τοὺς ἐπιστήμονας; RΓLh

### book 1029

ἀντὶ τοῦ “ὁπόσα χρή”. R

### book 1030

εὐπόρῳ πρὸς τὸ ἐπινοεῖν. R

### book 1031a

Στιλβίδην ΓLh: ὁ Στιλβίδης εὐδόκιμος καὶ περιβόητος μάντις τῶν τοὺς παλαιοὺς χρησμοὺς ἐξηγουμένων. ἀστειότατα δὲ τοῦτο παρέπλεξεν. VΓLh

### book 1031b

τὴν φλόγα, παρὰ τὸ στίλβειν· ἅμα δὲ καὶ παρὰ τὸν μάντιν VΓLh τὸν Lh Στιλβίδην, ὅν φησι Φιλόχορος ἀκολουθῆσαι ἐν Σικελίᾳ, ἡνίκα ἐπολέμουν Ἀθηναῖοι καὶ εἰς Σικελίαν ἐστράτευον. VΓLh μέμνηται δὲ αὐτοῦ καὶ Εὔπολις Πόλεσιν ὡς οὖν τίν’ ἔλθω δῆτά σοι τῶν μάντεων; πότερος ἀμείνων, Ἀμφοτερὸς ἢ Στιλβίδης; VΓ

### book 1031c

πιέζει Γ: ἀντὶ τοῦ R “λυπεῖ”. RΓLh

### book 1031d

ὡς λοιπὸν ἐκείνου ἀπορουμένου διὰ τὸ τοῦτον εὐδοκιμῆσαι. RΓ

### book 1032a

καὶ παιδὸς οὐδὲν δεήσει Γ: ἐμαυτῷ, φησίν, ὑπη‐ ρετήσω, καὶ RVΓ χρεία οὐκ ἔσται παιδός. RVΓLh φιλοτιμεῖται δὲ περὶ τὰς ὑπηρεσίας κατὰ πάντα τὸν Στιλ‐ βίδην πλεονεκτῶν, καὶ θύων καὶ ὑπ‐ ηρετῶν. RVΓ

### book 1032b

φιλοτιμεῖται περὶ τὰς ὑπηρεσίας, ἵνα κατὰ πάντα τὸν Στιλβίδην πλεο‐ νεκτεῖν δοκῇ, καὶ θύων καὶ ὑπηρετῶν. ἐγὼ οὖν, φησίν, οἴσω καὶ τράπεζαν, ὡς μὴ δεῖσθαι παιδός. Γ

### book 1033

στροφὴ κώλων ϛʹ. Lh

### book 1038

< Lh

### book 1039a

τὼ μηρῶ λαβών] διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους τριμέτρους ἀκαταλή‐ κτους κδʹ. V

### book 1039b

ταυτὶ δέδραται: κορωνὶς εἰσιόντων ἑτέρων ὑποκριτῶν. οἱ δὲ στίχοι εἰσὶ πζʹ· ὧν οἱ μὲν κδʹ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι, οἱ ἑξῆς μαʹ δακτυλικοὶ ἑξάμετροι. ἑξῆς τούτων κῶλον ὅμοιον LhAld δίμετρον Lh ἐκ σπονδείων. οἱ ἑξῆς δέκα δακτυλικοὶ LhAld ὅμοιοι Lh ἑξάμετροι. LhAld

### book 1039b alpha

οἱ δὲ ἔτι ἑξῆς ιβʹ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι· Lh ὧν τελευταῖος

### book 1039b beta

〈μεθ’ οὓς ἰαμβεῖα ιβʹ·〉 Ald

### book 1039b

οὐκ ἀποπετήσει θᾶττον εἰς Ἐλύμνιον ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος. ἐπὶ τῷ τέλει κορωνίς. LhAld

### book 1039c

ἀντὶ τοῦ “δέδαρται”. Ὅμηρος περὶ δὲ δρατὰ σώματα νήει. ὁ δὲ λόγος· ταῦτα πάντα παρεσκεύασται καὶ πέπρακται. V

### book 1040

θυλήματα ΓLh: τὰ τοῖς θεοῖς ἐπιθυόμενα ἄλφιτα. ἐπιρραίνεται δὲ οἴνῳ καὶ ἐλαίῳ. VΓLh καὶ Lh Τηλεκλείδης Στερροῖς ὦ δέσποθ’ Ἑρμῆ, κάπτε τῶν θυλημάτων. VΓLh

### book 1042

ἐπισχεῖν] βραδύνειν. Γ

### book 1044

δάφνῃ τις ἐστεφανωμένος Γ: οἱ ἱερεῖς καὶ οἱ μάντεις δάφνῃ ἐστεφα‐ νοῦντο εἰς γνώρισμα τῆς τέχνης. VΓLh

### book 1045

ὡς ἀλαζὼν Γ: ὡς ἀπὸ τῆς ὄψεως ἀλαζὼν φαίνεται. VΓLh

### book 1046

Ἱεροκλέης ΓLh: οὗτος μάντις ἦν καὶ χρησμολόγος τοὺς προ‐ γεγενημένους χρόνους ἐξηγούμενος. ὡς ἀφυῆ δὲ καὶ οὐκ ἀκριβῆ μάντιν αὐτὸν κωμῳδεῖν βούλεται· καὶ ὅρα, πῶς καθαρῶς. ἐκείνου γὰρ εἰπόντος· ὅτι μάντις τις πρόεισιν, ὁ ἕτερος οὐ συγκατέθετο, ἀλλ’ ἔφησεν· οὐ μὰ Δί’, ἀλλ’ Ἱεροκλῆς ἐστιν, VΓLh ὡς ἀπὸ τοῦ ὀνόματος αὐτοῦ γινωσκομένου μᾶλλον ἢ τῆς τέχνης. Vbis ΓbisLh καὶ Εὔπολις Πόλεσιν Ἱερόκλεες, βέλτιστε χρησμῳδῶν ἄναξ. VΓLh

### book 1047

οὑ’ξ Ὠρεοῦ Γ: διαβάλλει αὐτὸν ὡς οὐ πολίτην, ἀλλ’ Εὐβοέα. διὸ δηλοῖ, ὅτι ὡς ξένος οὐκ εὐνοεῖ τῇ Εἰρήνῃ. Ὠρεὸς δὲ Εὐβοίας πόλις, ἣν Ὅμηρος Ἱστιαίαν φησίν. VΓ

### book 1048

δῆλός ἐσθ’ οὗτός γ’ ὅτι Γ: προείπομεν γὰρ περὶ Εὐβοέων ὡς ἂν ἧσσον προθυμουμένων τῇ εἰρήνῃ. ΓLh

### book 1050

κατὰ τὴν κνῖσαν Γ: ὡς διὰ προφάσεως τοῦ σχήματος τῆς μαντείας ἐπεισπηδῶντος τοῦ Ἱεροκλέους καὶ μετέχοντος τῶν εὐωχιῶν. VΓLh

### book 1051

μὴ νῦν δρᾶν δοκῶμεν Γ: μὴ προσποιησώμεθα αὐτὸν ἑωρακέναι, μηδ’ αὐτῷ προσλαλήσωμεν, ἵνα ἀπορηθεὶς παρέλθῃ μηδὲν ἐνοχλήσας ἡμῖν. VΓ

### book 1052

τίς ἡ θυσία Γ: Ἱεροκλῆς ἐπιστὰς ἄκλητος VΓLh

### book 1052alpha

περιεργάζεται ταῦτα καί φησι· τίς ἡ θυσία καὶ τίνι τῶν θεῶν; Lh

### book 1052beta

καὶ ταῦτα περιεργαζόμενος· τίνι οὖν, φησί, τῶν θεῶν; VΓ

### book 1053a

ὄπτα σὺ σιγῇ ΓLh: ἀπαλλαγῆναι αὐτὸν ποίει μὴ προσέχων μηδὲ ἀκηκοέναι προσποιούμενος. VΓLh

### book 1053b

οἷον μηδὲν ἀποκρίνῃ πρὸς τὸ ἐρωτηθέν. VΓLh

### book 1053c

ἐπὶ τοῦ βωμοῦ τὰ σπλάγχνα ὄπτα VΓLh ἐν σιγῇ. Lh

### book 1053d

ἀπὸ τῆς ὀσφύος τὸν ὀβελίσκον ἀπάγαγε. VΓLh

### book 1053e

οἷον πρόσεχε, μὴ ἅψῃ αὐτῆς· ταύτῃ γὰρ μαντεύονται. VΓLh

### book 1053f

ἀναχώρει ἀπὸ τῶν ἱερείων καὶ ἀφίστασο, ΓLh φησίν. Γ

### book 1054a

ἡ κέρκος ποιεῖ VΓ: ἡ οὐρὰ καλὰ σημαίνει. VΓLh

### book 1054b

ἡ κέρκος ποιεῖ Lh: ἔθος εἶχον τὴν ὀσφῦν καὶ τὴν κέρκον ἐπιτιθέναι τῷ πυρί, καὶ ἐξ αὐτῶν σημείοις τισὶ κατανοεῖν, εἰ εὐπρόσδεκτος ἡ θυσία, καὶ ἄλλα τινὰ πρὸς τὰ †νεύματα† σημεῖα λαμβάνειν, περὶ ὧν τὴν θυσίαν ἐποίουν. VΓLh

### book 1056a

ὁ Ἱεροκλῆς ταῦτα σημαίνει. ΓLh

### book 1056b

ἀπάργματα VΓ: τὰς ἀπαρχάς, ἃς εἰώθασιν οἱ ἱερεῖς λαμβάνειν. VΓLh

### book 1058

πολλὰ πράττεις Γ: οἷον πολλὰ περιεργάζῃ καὶ πολυπραγμονεῖς. VΓLh

### book 1060a

καὶ τοῦτο Ἱεροκλέους. ΓLh

### book 1060b

ἡ γλῶττα χωρὶς ΓLh τέμνεται Γ: καὶ τοῦτο παροιμιακὸν ἀπὸ Ὁμήρου ἀλλ’ ἄγε τάμνετε μὲν γλώσσας, ὥς φησι Καλλίστρατος. VΓLh

### book 1060c

πρὸς τὸ ἔθος. 〈...〉. Lh

### book 1061

ἀλλ’ οἶσθ’ ὃ δρᾶσον] ἀλλ’ οἶσθ’ ὃ δράσεις. ΓLh

### book 1063a alpha

προειρήκαμεν, ὅτι χρησμολόγος ὁ Ἱεροκλῆς· διόπερ νῦν χρησμοῦ τινος αὐτὸν προσάγει μνημο‐ νεύοντα. VΓLh

### book 1063a beta

μιμεῖται τοὺς χρησμολόγους· ἔστι γὰρ καὶ ὁ Ἱεροκλῆς χρησμολόγος· διό‐ περ νῦν χρησμοῦ τινος μνημονεύει. VΓLh

### book 1063b

ἐς κεφαλήν σοι ΓLh: ὡς καταρασαμένου αὐτοῦ καὶ βλασφημήσαντός φησιν· εἰς τὴν κεφαλὴν VΓLh σου Lh ἔλθοι τὸ δεινόν· τουτέστι σεαυτῷ μάντευσαι ὅπερ εἶπας δυσχερές. VΓLh

### book 1064a

οἵτινες διὰ τὴν ἀβουλίαν τὴν ἑαυτῶν τῆς τῶν θεῶν οὐ συνίενται προνοίας. VΓLh

### book 1064b

οὐκ ἀΐοντες: οὐ νοοῦντες. Γ

### book 1065a

χαροποῖσι: φοβεροῖς. ΓLh

### book 1065b

πιθήκοις: τοῖς Λακεδαιμονίοις. ΓLh

### book 1065c

ἀντὶ τοῦ εἰπεῖν “λέουσιν”. Γ

### book 1066a

αἰβοῖ βοῖ ΓLh: παρεπιγραφή· ἀκούσαντες γὰρ τοῦ χρησμοῦ ἐγέλασαν. VΓLh

### book 1066b

γέλωτος γάρ ἐστι τοῦτο ⟦τὸ⟧ μίμημα. ΓLh

### book 1067a

καὶ κέπφοι Γ: εὔηθες ζῷον ὁ κέπφος, οὗ μέμνηται καὶ Νίκανδρος καὶ Ἄρατος περὶ τῶν διοσημιῶν διαλεγόμενοι VΓLh καὶ Καλλίμαχος ἐν τοῖς Ἰάμβοις. VΓ ἐκ δὲ τῆς θαλάσσης ζῆν αὐτὸν λέγουσιν ἐσθίοντα τὸν ἀφρόν. εἶναι δὲ αὐτὸν πολὺν μὲν ἐν τοῖς πτεροῖς, ὀλίγον δὲ ἐν τοῖς κρέασιν. καὶ κεκραγέναι ὠδίνοντα· ὅθεν γενέσθαι τὴν παροιμίαν “κέπφος ὠδίνει” ἐπὶ τῶν ἐπαγγελλομένων μὲν μεγάλα, μηδὲν δὲ ἄξιον τῆς ἐπαγγελίας ποιούντων. VΓLh

### book 1067b

κέπφοι γὰρ οἱ κοῦφοι VΓ ἀπὸ τῶν ὀρνέων, Γ ὅθεν καὶ τοὺς ἐλαφροὺς ταῖς φρεσὶ κέπφους καλοῦμεν. VΓ

### book 1067c

τρήρωνες Γ: οὐκ ἐπὶ τοῦ κέπφου, ἀλλὰ καθ’ αὑτό. VΓ

### book 1067d

ἀλωπεκιδεῦσι] τοῖς δολίοις· ἀπὸ τοῦ ζῴου. Γ

### book 1068

ὧν δόλιαι ψυχαὶ Γ: ἀεὶ τοὺς Λακεδαιμονίους εἰς τοῦτο κωμῳδοῦσιν. καὶ Εὐριπίδης Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια. VΓ

### book 1069a

τοῦτό φησι πρὸς Ἱεροκλέα. VΓ

### book 1069b

θερμὸς ὁ πλεύμων Γ: κεκαυμένος. VΓLh

### book 1069c

ἐσθίοντος τὰ σπλάγχνα θερμὰ ὄντα. VΓ

### book 1069d

〈ἀττικῶς διὰ τοῦ λ ὁ πλεύμων.〉 Ald

### book 1070

εἰ γὰρ μὴ νύμφαι Γ: αἱ ἔφοροι τῆς μαντικῆς νύμφαι. οὕτω δὲ εἶπεν, ὡσεὶ ἔλεγεν· ἐξεπαίδευον. VΓLh

### book 1071

Βάκις Γ: χρησμολόγος ὁ Βάκις. Βάκιδες δὲ τρεῖς, ὧν πρεσβύτατος ὁ Βοιωτός, δεύτερος Ἀττικός, τρίτος δὲ ὁ Ἀρκάς. VΓ

### book 1072a

βακίζων: εἰ μὴ παύσαιο Γ μεμνημένος Βάκιδος. ΓLh

### book 1072b

Βάκιδος μνημονεύων. Γ

### book 1073

δέσμ’ ἀναλῦσαι] δεδεμένη γὰρ ἦν ἐν τῷ πολέμῳ. Γ

### book 1074

τοῖς ἁλσί γε ΓLh: ἐπίτηδες ἀποκεκοφὼς τὸν λόγον λέγει. φησὶ δὲ τὰ κρέα χρῆναι πρότερον τοῖς ἁλσὶ πασθῆναι τὰ ὠπτημένα. VΓLh

### book 1076a

ὑμεναιοῖ Γ: εἰς γάμους ἄγοιτο. VΓLh

### book 1076b

τὸ ἀδύνατον εἶπεν. VΓLh 〈παρὰ τὸ〉 ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν 〈ὅρκια πιστά, οὐδὲ λύκοι τε καὶ ἄνδρες ὁμόφρονα θυμὸν ἔχουσιν.〉 Γ

### book 1076c

—Lh

### book 1077

ὡς ἡ σφονδύλη ΓLh: σίλφη τίς ἐστιν ἡ σφονδύλη βδέλλῃ προσομοία, δυσώδης ὄντως. ἄρχεται δὲ ἀδιανόητα λέγειν τοὺς χρησμῳδοὺς μιμούμενος καὶ τὰ τῶν χρησμῶν λοξά. VΓLh

### book 1078a

ἀδιανόητον καὶ τοῦτο. VΓLh

### book 1078b

ταῦτα πάντα ἐπίτηδες ἀδιανοήτως ἔφρασεν τὸ ἀσαφὲς τῶν χρησμῶν μιμούμενος. ἐπεὶ καὶ παρ’ ἱστορίαν λελέχθαι δοκεῖ· οὐδὲν γὰρ τῶν ζῴων ὅτι μὴ κύων VΓLh μόνον V σπεύδουσα τὰς ὠδῖνας τοὺς κύνας τίκτει τυφλούς. VΓLh

### book 1078c

χ’ ἡ κώδων Γ: παρὰ τὸ κραυγαστικὸν †ἡ κύων† τὸ ζῷον. VΓLh

### book 1078d

“κώδων” εἶπεν, ὅτι λάλον τὸ ζῷον. VΓLh

### book 1078e

τινὲς τὸ “ἀκαλανθὶς” ὑφ’ ἕν. VΓ

### book 1078f

ἀκαλανθὶς: εἶδος ὀρνέου. VΓLh

### book 1078g

ταύτας τὰς ἀκαλανθίδας ΓLh τινὲς βασιλικοὺς ὀνομάζουσιν. VΓLh

### book 1078h

ἀκαλανθὶς Γ: ὄνομα κυνὸς ἐπισήμου· οἱ δὲ ὀρνέου. VΓ

### book 1078i

τυφλὰ τίκτει Lh: παρὰ τὴν παροιμίαν “ἡ κύων σπεύδουσα τυφλὰ τίκτει”. VΓLh

### book 1078j

ὁ νοῦς τοιοῦτος· ὡς φυσικῶς ἀπαράλλακτα τὰ εἰρημένα, οὕτως ἀμετά‐ τρεπτα τὰ λεγόμενα. διό, φησί, τὴν εἰρήνην οὐκ ἔδει γενέσθαι. VΓLh

### book 1079

〈τουτάκι: ἐν ὅσῳ δέ.〉 Su. IV 577, 8

### book 1081a

διακαυνιάσαι Γ: ἢ διακληρώσασθαι, πότεροι VΓ ἐξ ἡμῶν τέλεον διαφθαρήσονται. καῦνον γὰρ τὸν κλῆρόν φασιν. καὶ ἐν ἄλλοις πόσος ἔσθ’ ὁ καῦνος; τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν· οὐκ ἐχρῆν ἡμᾶς, φησί, κατατεθεῖσθαι τὸν πόλεμον οὐδὲ ἐσπεῖσθαι, ἀλλὰ προσμεῖναι, ἕως ἂν εἷς ἐξ ἡμῶν ἄρδην ἀπόληται; VΓLh

### book 1081b

διακαυνιάσαι Lh: καυνιάσαι VΓ κληρωθῆναι. VΓLhbis καῦνον γὰρ λέγουσι τὸν κλῆρον. V ὁ δὲ νοῦς· ἔδει ἡμᾶς μὴ εἰρήνην ἄγειν, ἀλλὰ κληρωθῆναι ἐπὶ τῷ γνῶναι, τίνες ἡμῶν δυστυχήσουσι καὶ τῶν πολεμίων; καὶ Κρατῖνος Πυτίνῃ ἀπὸ προτέρου τὸν καῦνον ἀριθμήσεις. VΓ

### book 1081c

ἀντὶ τοῦ “κληρωθῆναι” ὡς τῶν Καυνίων μάλιστα χρωμένων· ὡς καὶ σιφνιάζειν καὶ λεσβιάζειν. VΓ

### book 1082

κοινῇ τῆς Ἑλλάδος: ἐξ ἀρχῆς γὰρ οἱ Λακεδαιμόνιοι τῆς γῆς ἐκρά‐ τουν, οἱ δὲ Ἀθηναῖοι τῆς θαλάσσης. ΓLh

### book 1083a

1083] οὔτε τοὺς Λακεδαιμονίους δηλονότι ὀρθὰ φρονεῖν. Lh

### book 1083b

—Lh

### book 1084a

οὔποτε δειπνήσεις: ὅτι καὶ οἱ χρησμολόγοι μετεῖχον τῆς ἐν πρυτανείῳ σιτήσεως, δῆλον ἐκ τοῦ Λάμπωνος, ὃς τούτου ἠξίωτο. φησὶν οὖν· οὐκέτι ἔσται πόλεμος. τούτου γὰρ μὴ ὄντος οὐδὲν ἐλάμβανεν οὗτος ἐκ τοῦ δημοσίου· ἐπὶ γὰρ τοῦ πολέμου χρεία τῶν μάντεων. VΓ

### book 1084b

(1) 1084] ὅτι καὶ οἱ χρησμολόγοι μετεῖχον τῆς ἐν πρυτανείῳ σιτήσεως. Lh (2) οὔποτε δειπνήσεις: οὐκ ἔ‐ σται, φησί, πόλεμος. τούτου δὲ μὴ ὄν‐ τος οὐδὲν ἐλάμβανον οἱ μάντεις ἐκ τοῦ δημοσίου· ἐπὶ γὰρ τοῦ πολέμου χρεία τῶν μάντεων. καὶ δῆλον ἐκ τοῦ Λάμπωνος, ὃς τῆς ἐν πρυτανείῳ με‐ τεῖχε σιτήσεως. Lh

### book 1085

ἐπὶ τῷ πραχθέντι] ἐπὶ τῷ γενέσθαι εἰρήνην. ΓLh

### book 1086a

τὸν τραχὺν ἐχῖνον VΓ: οὐδὲ ἡμεῖς VΓLh δηλονότι Lh φιλίαν πρὸς Λακεδαιμονίους. VΓLh

### book 1086b

κάλλιστα πάμπαν τὸ εἰρημένον εἰς τὸ αὐτῶν μετήνεγκε πρόσωπον. οὐκοῦν, φησίν, VΓ οὐδὲ Γ ἡμᾶς πείσαις ἄν ποτε μεταδοῦναί σοι τινὸς οὐδ’ ἠπίους σοι γεγονέναι, ὥσπερ οὐκ ἄν ποτε λεῖος ὁ τραχὺς ἐχῖνος γένηται. VΓ

### book 1086c

—Lh

### book 1090

ὡς οἱ μὲν] ἀστείως πάνυ παρέπλεξε τὰ Ὁμήρου. ΓLh

### book 1091

ἱδρύσανθ’ ἱερείῳ] οὐ χύτραις, ὡς ἄνω ἔλεγεν. ΓLh

### book 1093

ὁδὸν ἡγεμόνευον] τῆς θυσίας ἠρξάμην. Γ

### book 1094a

κώθωνα: διὰ τὸ διηπορῆσθαι τὸν μάντιν καὶ ἐκ τῆς θυσίας αἰτεῖν ταύτης ἀποκερδῆσαι, ἀλλὰ μὴ δὴ σπονδῆς μετασχεῖν, τοῦτο ἔπαιξεν. ΓLh

### book 1094b

“κώθωνα” λέγει τὸν νῦν λεγόμενον κύαθον. εἶδος ποτηρίου. Γ

### book 1094c

κώθωνα: νῦν τὸ ποτήριον, ἀλλαχοῦ δὲ κάνθαρον. VΓLh

### book 1095a

τὰ ἔπη φησὶ ταῦτα μὴ ἐπιγινώσκειν, μόνα δὲ εἰδέναι τὰ σιβύλλεια. VΓLh

### book 1095b

Σίβυλλα VΓ: οὐ γὰρ κεῖται ταῦτα παρὰ Σιβύλλῃ VbisΓbisLh τῇ χρησμολόγῳ. VLh

### book 1098

ἐπιδημίου VΓ: τὸ “ἐπιδημίου” οὐκ ἔστι πρὸς τὰ προκείμενα—πρὸς ἀλλοχώρους γὰρ ἦν ὁ πόλεμος—ἀλλὰ μᾶλλον πρὸς τὸ “πολέμου ἔραται”. εἰ μὴ ἄρα τῇ τῶν Ἑλλήνων ὀνομασίᾳ ἐπιδήμιος δόξει Λακεδαιμονίοις καὶ Ἀθηναίοις ὁ πόλεμος. VΓLh

### book 1101a

ὡς οὗτος φοβερὸς VΓ τοῖς σπλάγχνοις V: ἀντὶ τοῦ εἰπεῖν “ὁ ἴκτινος”· χαλεπὸς γὰρ οὗτος τοῖς σπλάγχνοις. VΓLh

### book 1101b

ὡς οὗτος φοβερὸς Lh: εἰώθασι γὰρ οἱ μάντεις μετὰ τὴν ἔκβασιν τῶν πραγμάτων λέγειν· ὅτι προῄδειν τοῦτο ἐσόμενον. πρὶν δὲ γενέσθαι οὔτε προΐσασιν οὐδὲν οὔτε λέγουσιν. VΓLh

### book 1103a

βαλανεύσω VΓ: διακονήσω, ὑπουργήσω. VΓLh

### book 1103b

βαλανεύσω Lh: ἐγχέω ἐμαυτῷ τῶν σπονδῶν. ἀπὸ τῶν ἑαυτοῖς ἐπιχε‐ όντων ὕδωρ, ἢ τὰς βαλάνους κρυπτόντων τῷ πυρί. VΓLh

### book 1103c

κυρίως ἐπὶ 〈τοῦ〉 τὰς βαλάνους ὀπτᾶν· νῦν δὲ ἁπλῶς ὀπτεύσω. V

### book 1104a

σπονδὴ σπονδή] παρεπιγραφή. ΓLh

### book 1104b

ἐν εἰσθέσει κωλάριον δύο σπονδείων. ΓLh

### book 1105

ἔγχει δὴ κἀμοὶ: καὶ ἐν ἐκθέσει ἐπικοὶ ἄλλοι ιʹ. V

### book 1109a

πρόσφερε τὴν γλῶτταν ΓLh: κἀκ τούτου δηλοῖ, ὅτι ἰδίᾳ τετμημένη προσεφέρετο ἡ γλῶττα παρὰ τῶν παλαιῶν. VΓLh

### book 1109b

ἀπένεγκε: ἀπόπεμπε. ΓLh

### book 1109c

ἤτοι μὴ γευσαμένην τῶν σπλάγχνων μηδὲ μετασχοῦσαν τῆς σπονδῆς ὡς βλάσφημα καὶ πονηρὰ μαντευομένην. VΓLh

### book 1112a

πρίν κεν λύκος οἶν ὑμεναιοῖ Γ: ἀντεμπαίζουσιν αὐτῷ VΓ αὐτοὺς τοὺς στίχους ἀποκρινόμενοι πρὸς αὐτὸν κατὰ τὰς ἀξιώσεις αὐτοῦ, οὓς ὀλίγῳ πρότερον αὐτὸς εἶπεν οὐκ ἐπιτρέπων ἤδη τὴν εἰρήνην γενέσθαι. VbisΓ

### book 1112b

παρὰ τὸ ἀπ’ αὐτοῦ εἰρημένον. V

### book 1113

ἄλλως ὦ τᾶν Γ: ἀντὶ τοῦ “μάτην”· οὐ γὰρ πείσεις. VΓLh

### book 1114

—̇ Lh

### book 1115a

συσπλαγχνεύετε Γ: συγγεύεσθε τῶν σπλάγχνων. ΓLh

### book 1115b

※ Lh

### book 1116

τὴν Σίβυλλαν] τὰ τῆς Σιβύλλης. Γ

### book 1118-1119

ἀλλ’ ἁρπάσομαι ΓLh: παρεπιγραφή· ταῦτα γὰρ εἰπὼν χλευάζει καὶ ἀναιδῶς ἁρπάζει. καὶ ἐπιδραμόντες κατέλαβον καὶ ἐτύπτησαν. VΓLh

### book 1119a

τὸν Βάκιν: τὸν Βάκιδος χρησμοὺς λέγοντα. ΓLh

### book 1119b

τυπτόμενος λέγει ὁ Ἱεροκλῆς VΓLh “μαρτύρομαι”. ΓLh

### book 1120a

τένθης] λίχνος καὶ γαστρίμαργος. VΓ

### book 1120b

κἀλαζὼν] ψεύστης. Γ

### book 1122a

τῶν κῳδίων] τὰ τῶν Γ προβάτων δέρματα. VΓ

### book 1122b

τουτονί. Γ

### book 1123a

ἃ ’λάμβαν’ αὐτὸς ΓLh: ὡς τῶν μάντεων ἐξαπατώντων καὶ οὐ δεόντως κερδαινόντων καὶ λαμβανόντων τὰ κώδια. VΓLh

### book 1123b

ἐκβολβιῶ: ἐξορύξω. ἀπὸ τῶν τοὺς βολβοὺς χαμόθεν ἐκβαλλόντων ἡ μεταφορά· ὑπὸ γῆς γὰρ ὄντες κἀκεῖνοι ὀρύσσονται. VΓLh

### book 1125

ἐξ Ὠρεοῦ Γ: κόρακα εἶπεν, ἐπειδὴ ἥρπαξεν. VΓLh

### book 1126a

Ἐλύμνιον: Καλλίστρατός φησι τόπον Εὐβοίας τὸ Ἐλύμνιον. Ἀπολ‐ λώνιος δὲ ναόν φησιν εἶναι πλησίον Εὐβοίας. νυμφικὸν δὲ αὐτό τινές φασιν, ὅτι ὁ Ζεὺς τῇ Ἥρᾳ ἐκεῖ συνεγένετο. μέμνηται καὶ Σοφοκλῆς πρὸς πέτραις Ἐλυμνίαις· καὶ ἐν Ναυπλίῳ νυμφικὸν Ἐλύμνιον. VΓ

### book 1126b

Lh

### book 1127a

ἥδομαί γ’ ἥδομαι: κορωνίς. εἰσελθόντων τῶν ὑποκριτῶν ὁ χορὸς μόνος καταλιπεὶς διαπεραίνεται συζυγίαν 〈ἀν〉ομοιομερῆ τριαδικὴν οὐ πυκνῶς γενομένην. αἱ πλεῖσται ἐπιρρηματικαὶ δυαδικαί εἰσιν, αὕτη δὲ ἔχει μελικὴν μὲν πρώτην ιγʹ κώλων, στιχικὴν δὲ ιϛʹ στίχων, ᾧ μάλιστα φιληδεῖ Ἀριστοφάνης, καὶ ὑστέραν τρίκωλον. τὸ αʹ παιωνικὸν δίρρυθμον· τὸ βʹ καὶ γʹ καὶ δʹ ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκῆς 〈κατα〉κλεῖδος· τὸ εʹ καὶ ϛʹ τρίρρυθμόν τε καὶ δίρρυθμον· ζʹ ηʹ θʹ ἐν μὲν τῇ βʹ περικοπῇ ἐστι παιωνικὸν τρίρρυθμόν τε καὶ δίρρυθμα δύο, 〈...〉 δὲ ἐν τῇ στροφῇ· τὸ ιʹ ιαʹ ιβʹ ιγʹ τροχαϊκὰ δίμετρα, δύο μὲν ἀκατάληκτα, δύο δὲ καταληκτικά. V

### book 1127b

ἥδομαι LhAld ἥδομαι Lh: κἀνταῦθα παράβασίς ἐστιν, ἀλλ’ οὐκ ἔχει πάντα τὰ μέρη, μόνην δὲ τὴν ᾠδὴν καὶ στροφήν, τὸ ἐπίρρημα, τὴν ἀντῳδὴν καὶ ἀντιστροφήν, καὶ τὸ ἀντεπίρρημα. ἔστι γοῦν τῆς παρούσης ᾠδῆς καὶ στροφῆς τὰ κῶλα ιγʹ. LhAld

### book 1127b alpha

τὸ αʹ χοριαμβικὸν ἡμιόλιον· τὸ βʹ τὸ γʹ τὸ δʹ τὸ εʹ ὅμοια δίμετρα κατα‐ ληκτικὰ ἤτοι ἑφθημιμερῆ ἐξ ἐπι‐ τρίτων· τὸ ϛʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου καὶ ἐπι‐ τρίτου, ὃ καλεῖται γλυκώνειον· τὸ ζʹ ὅμοιον δίμετρον ὑπερκατάληκτον· τὸ ηʹ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος καὶ κρητικοῦ· τὸ θʹ ὅμοιον τῷ αʹ· τὸ ιʹ καὶ τὸ ιαʹ τροχαϊκὰ δίμετρα ἀκατάληκτα· τὸ ιβʹ καὶ ιγʹ, τὸ τῆς γυναικὸς λουμένης, τροχαϊκὰ ὅμοια δίμετρα καταληκτικὰ ἑφθημιμερῆ εὐριπίδεια. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλῆ ἔσω νενευκυῖα.

### book 1127b alpha

Lh

### book 1127b beta

〈τὰ αʹ θʹ χοριαμβικὰ ἡμιόλια· τὰ βʹ γʹ δʹ εʹ ὅμοια ἑφθημιμερῆ ἐξ ἐ‐ πιτρίτων· τὸ ϛʹ ἀντισπαστικὸν γλυ‐ κώνειον· τὸ ζʹ ὅμοιον ὑπερκατάλη‐ κτον· τὸ ηʹ παιωνικὸν δίμετρον ἀκα‐ τάληκτον· τὰ ιʹ ιαʹ τροχαϊκὰ δίμετρα ἀκατάληκτα· τὰ γὰρ λοιπὰ ἑφθη‐ μιμερῆ. τὸ τελευταῖον παραγραφέσθω καὶ τῇ ἔσω διπλῇ σημειούσθω.〉 Ald

### book 1127c

ᾠδὴ καὶ στροφὴ κώλων ιγʹ. Lh

### book 1129

ταῦτα γὰρ εἰς πόλεμον αἴρουσιν. V

### book 1131a

ἀλλὰ συμπίνω καὶ εὐωχοῦμαι. V

### book 1131b

τουτέστι μέσον τῆς οἰκίας καθεζόμενος. V

### book 1131c

διάγων παρὰ τῇ ἑστίᾳ ἅμα τε θερμαινόμενος καὶ τῆς τοῦ θερμοῦ διακονίας πλησίον ὤν. V

### book 1134

δανότατα τῷ θέρει: ξηρότατα τῷ θέρει καὶ εὐκαυστότα〈τα〉, ἃ μήτε καπνὸν ποιεῖ καὶ εὐκόλως ὑφάπτεται. V

### book 1136

〈κἀνθρακίζων: φρύγων τὸν ἐρέβινθον καὶ ξηρὸν ποιῶν. ταῦτα γὰρ ἐσθιόμενα προτρέπεται εἰς ποτόν.〉 Ald

### book 1137

φηγὸς εἶδος φυτοῦ, ὃ τὰς ἀγρίας βαλάνους φασὶ φέρειν. περιεσταλμένως δὲ τὸ αἰδοῖον βούλεται λέγειν, ἐπεὶ καὶ αὐτό τινες βάλανον καλοῦσιν. V

### book 1139

— < Lh

### book 1140a

ἔτι τοῦ χοροῦ. RV

### book 1140b alpha

οὐ γάρ ἐστιν ἥδιον: τὸ παρὸν ἐπίρρημα στίχων ἐστὶ τροχαϊκῶν τετραμέτρων καταληκτι‐ κῶν ιϛʹ. ἔχει δὲ καὶ ἐν ἐκθέσει κῶλα ὅμοια γʹ. ὧν τὰ μὲν βʹ δίμετρα ἀκατά‐ ληκτα, τὸ δὲ γʹ καταληκτικὸν εὐριπί‐ δειον. ἐπὶ τῷ τέλει διπλῆ ἔσω νενευ‐ κυῖα. Lh

### book 1140b beta

〈τῇ αὐτῇ καὶ τὸ ἐπίρρημα. τοῦτο δὲ δῆλον ὡς τροχαϊκῶν ἐστι τετραμέ‐ τρων ιϛʹ ἔχον καὶ ἐν ἐκθέσει κῶλα ὅμοια τρία, πλὴν τοῦ τρίτου δίμετρα ἀκατάληκτα.〉 Ald

### book 1140c

ἐπίρρημα στίχων ιθʹ. Lh

### book 1143

ἐμποιεῖν ἐμοί] τοῦ θεοῦ ὕοντος ἐμοὶ ἀρέσκει σχολάζειν τῷ ποτῷ. Lh

### book 1144a

ἄφευε τῶν φασήλων: φρύξον. V

### book 1144b

τινὲς γράφουσιν “ἄφαυσον” ἀντὶ τοῦ “ζέσον”. VLh

### book 1144c

γρ. ἄφευε. V

### book 1145a

ἐμβαλοῦσα καὶ μίξασα καὶ τῶν πυρῶν σὺν αὐτοῖς· δοκοῦσι γὰρ ἐφέλκε‐ σθαι τὸ ποτόν. Lh

### book 1145b

ἔξελε: πρόελε, ἀνάλεξον τὰ σῦκα. VLh

### book 1147a

γρ. παντελῆ. V

### book 1147b

οἰναρίζειν: τὸ ἀποφυλλίζειν· οἴναρα γὰρ τὰ φύλλα τῆς ἀμπέλου. VLh τινὲς δὲ γράφουσιν ἀμπελουργεῖν, οὐκ ὀρθῶς. V

### book 1147c

οἰναρίζειν: τὰς οἴνας ἐργάζεσθαι, VLh καὶ οἴναρα τὰ τῆς ἀμπέλου φυτά. V

### book 1148a

τυντλάζειν: πηλοπατεῖν· τύντλος γὰρ ὁ πηλός. ἢ ἀντὶ τοῦ “βωλοκο‐ πεῖν”. VLh

### book 1148b

Ἀρχιλόχου †παρδοκὸν δι’ ἐπιοῖον†. καὶ παρὰ Σιμωνίδῃ τῷ ἀμοργίῳ †συνπαρδακῆσιν ἱμᾶσιν σεσαγμένοις†. V

### book 1149

〈σπίνω: σπίνος εἶδος στρουθοῦ.〉 Ald

### book 1150a

ὁ πυός ὀξυτόνως καὶ ἀρσενικῶς ἐν τῷ ⟦ι⟧εʹ τῆς καθόλου φησίν. V

### book 1150b

πυός τις Lh: πυὸς τὸ πρῶτον γάλα, ὃ καὶ ἑψόμενον πήγνυται· ὃ καὶ ἡμεῖς χυτρίτην λέγομεν. VLh

### book 1154a

Αἰσχινάδου Lh: ὡς τοῦ Αἰσχινάδου μᾶλλον τῶν ἄλλων ἔχοντος καρπί‐ μους μυρρίνας. ἢ ἀπὸ τῶν καρπῶν VLh τοῦ Lh Αἰσχινάδου. ἢ ἀπὸ τοῦ σχίνου VLh πεποίηται τοὔνομα Αἰσχινάδης. Lh

### book 1154b

τῆς μυρρίνης ἡ μὲν στεφανωτίς, ἡ δὲ κάρπιμος, ὥς φησι Θεόφραστος. V

### book 1155a

Χαρινάδην] ὄνομα τοῦτο αὐλητοῦ. Lh

### book 1155b

βωσάτω] βοησάτω. Lh

### book 1158a

τὰ ἀροτριάματα· παρὰ τὸ ἀροτριοῦν. V

### book 1158b

τὰ προηροτριωμένα. V

### book 1158c

λέγουσιν ἔνιοι καὶ τὰ ἄλφιτα καὶ τὸν λιβανωτὸν ἀρώματα, ὡς παρ’ Εὐπόλιδι καὶ εὐθὺ τῶν ἀρωμάτων ἀντὶ τοῦ “ἀλφίτων”. ἐκτείνεται δὲ διὰ τὴν συναλοιφήν. V

### book 1159a

ἡνίκ’ ἂν LhAld ἀχέτας Lh: ἡ ἀντῳδὴ αὕτη καὶ ἀντιστροφὴ κώλων ἐστὶν ὁμοίων τοῖς τῆς στροφῆς ιγʹ καὶ LhAld

### book 1159a alpha

ἰσόμετρα ἔχει ταῦτα κατὰ πάντα· ὧν τελευταῖος τηνικαῦτα τοῦ θέρους. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι. Lh

### book 1159a beta

〈ἰσομέτρων. ἐπὶ τῷ τέλει αἱ δύο διπλαῖ.〉 Ald

### book 1159b

ἀντῳδὴ καὶ ἀντιστροφὴ κώλων ιγʹ. Lh

### book 1159c

ὁ τέττιξ. †διηχεῖ.† παρὰ τὸ ἡσιόδειον ἦμος δὲ σκόλυμός τ’ ἀνθεῖ καὶ ἠχέτα τέττιξ. ὁ δὲ Ἀρίσταρχος οὔ φησι τοὺς ᾄδοντας ἄρσενας λέγεσθαι, τὰς δὲ θηλείας οὕτως. V

### book 1159d

< Lh

### book 1162

εἶδος ἀμπέλου VLh λημνία, V ὡς ἱστορεῖ Ἀνδροτίων VLh ἐν τῷ Γεωργικῷ. V

### book 1164a

φῖτυ: τὸ V σπέρμα, VLh τὸ γένος. V

### book 1164b

καὶ γάρ εἰσι φυτὰ πρὸ τοῦ καιροῦ τοὺς καρποὺς παρέχοντα, καὶ κα‐ λοῦνται πρώϊμα. καὶ Σοφοκλῆς οὔτ’ ἄλλο σπέρμα φῖτυ πρῷον λέγω. V

### book 1164c

ὅ ἐστι V πρώϊμον VLh καὶ ὥριμον. V

### book 1164d

πρῶιον] οὕτω V δισυλλάβως VLh ἀναγνωστέον. V

### book 1165a

τὸν ὄλυνθον. λέγει δὲ αὐτὰ ὁ Καλλίστρατος. V

### book 1165b

κυρίως μὲν ὁ ἤδη σκληρὸς καὶ πάρωρος, ὄψιν μὲν πεπάνσεως ἔχων, ἄωρος δὲ ὤν. καὶ μήποτε φήληξ τίς ἐστιν ὁ ἀπατεὼν καὶ ψευδόμενος τῇ ὄψει εἰς βρῶσιν. οὗτος δὲ ἐπὶ τοῦ ὠμοῦ σύκου κέχρηται εἰπὼν “οἰδαίνοντα”. οἰδαίνεται γάρ, ὅτε ἄρχεται πεπαίνεσθαι. V

### book 1165c

καὶ ἐν Ταγηνισταῖς δὲ τῇ λέξει κέχρηται. V

### book 1167

κἀπέχω] τῷ στόματι προσάγω. καὶ Ὅμηρος VLh ὄψου ἄσαιμι προταμὼν καὶ V οἶνον ἐπισχών. VLh

### book 1169a

〈ἄνω τῷ ἐπιπότῳ τῆς γλήχωνός φησι χρῆσθαι〉 πρὸς τὴν ὀπώραν, νῦν δὲ τῷ θύμῳ χρῆται. V

### book 1169b

1169] †κυκεὼν ἐκ θυμοῦ γὰρ δοκεῖ ὁ γλήχων ἰᾶσθαι τοὺς ὑπὸ πωὅλας ὀπώρας†. V

### book 1169c

μετὰ τὸ ὀπώραν φαγεῖν κυκεῶνα πίνουσι, καὶ οὐ βλάπτονται, ἀλλὰ καὶ παχεῖς γίνονται. V

### book 1169d

κυκεῶνας ⟦ἐσθίω⟧. V

### book 1170a

ἐπειδὴ ἀργοῦσιν οἱ γεωρ‐ γοὶ τότε τοῦ ἀμητοῦ, ὡς καὶ Ἡσίοδός φησιν δμῶας ἀναψύξαι φίλα γού‐ νατα. V

### book 1170b

γίνομαι παχύς] διὰ τὸ ἀργεῖν τότε. Lh

### book 1171

〈 〉 Lh

### book 1172a alpha

μᾶλλον ἢ θεοῖσιν: τὸ ἀντεπίρρημα στίχων ἐστὶν ὁμοίων τοῖς τοῦ ἐπιρρήματος, τροχαϊκῶν τετρα‐ μέτρων καταληκτικῶν ιϛʹ. ἔχει δὲ καὶ ἐν ἐκθέσει, ὡς κἀκεῖνος, κῶλα ὅμοια γʹ· ὧν τὰ μὲν βʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ γʹ, τὸ ἐν μάχῃ δ’ ἀλώπεκες, καταληκτικὸν εὐριπίδειον. ἐπὶ τῷ τέ‐ λει διπλῆ ἔξω νενευκυῖα. Lh

### book 1172a beta

〈ὡσαύτως καὶ τὸ ἀντεπίρρημα. ὑφ’ ὃ ἡ ἔξω διπλῆ.〉 Ald

### book 1172b

ἀντεπίρρημα στίχων ιθʹ. Lh

### book 1173a

φοινικίδ’ Lh: περικεφαλαίαν VLhbis φοινικῷ χρώματι βεβαμμένην. οἱ δὲ κόκκινα περιβλήματα. VLh

### book 1173b

ταῖς φοινικίσι VLh μᾶλλον οἱ V Λακεδαιμόνιοι ἐχρῶντο, ἵνα μὴ αἰσθάνωνται τοῦ αἵματος διὰ τὴν ὁμοιότητα, καὶ ἵνα τρωθέντες μὴ νοηθῶσι τοῖς πολεμίοις. VLh

### book 1173c

ὀξεῖαν: ἀντὶ τοῦ “εὔχρουν καὶ ἐρυθρὰν πάνυ”. V

### book 1174

διαφέρουσι γὰρ αἱ λυδικαὶ βαφαί, VLh ὡς καὶ Ὅμηρος ὡς δ’ ὅτε τις ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ, καὶ Σαπφώ πόδα δὲ ποικίλος μάσθλης ἐκάλυπτε, λύδι‐ ον καλὸν ἔργον. V

### book 1176a

εἰς κιναιδίαν διαβάλλεται, ὥστε μηδὲ τῶν ἀναγκαίων διὰ τὴν εὐρύτητα κρατεῖν δύνασθαι, VLh ὡς καὶ Εὔπολις ἐν Πόλεσιν ἡ δ’ ὑστάτη ποῦ ’σθ’; ἥδε Κύζικος πλέα στατήρων. ἐν τῇδε τοίνυν τῇ πόλει φρουρῶν †ποτ’ αὐτὸς ἐκίνουν δὲ γυναῖκα κολύβου καὶ παῖδα καὶ γέροντα, κἀξηνόδην τὴν ἡμέραν τὸν σκύθον† ἐκκορίζειν. V

### book 1176b

τουτέστι κατασχημονεῖ. οἱ γὰρ Κυζικηνοὶ ἐπὶ δειλίᾳ καὶ θηλύτητι ἐκωμῳδοῦντο. V

### book 1177a alpha

ὡς φοινικᾶ πτερὰ ἔχον‐ τος δηλονότι τοῦ παρ’ Αἰσχύλου †πολ‐ λάκις† κληθέντος ἱππαλεκτρυόνος, ὃν ἀεὶ κωμῳδοῦσι, †λεχθέντος† ἐν Μυρ‐ μιδόσιν. V

### book 1177a beta

ὥσπερ κτλ.] ὡς φοινικᾶ πτερὰ ἔ‐ χοντα καὶ τοῦτον παρείληφεν· ὃν Αἰ‐ σχύλος λέγει ἐν Μυρμιδόσιν. Lh

### book 1177b

ὁ Αἰσχύλος ἀπὸ δ’ αὖτε ξουθὸς ἱππαλεκτρυὼν στάζει κηρόθεν τῶν φαρμάκων πολὺς πόνος. V

### book 1177c

θέλει εἰπεῖν, ὅτι πρῶτος φεύγει ὡς ἵππος καὶ ὄρνεον. V

### book 1178

ἐγὼ δ’ ἕστηκα Lh: ἐγὼ δὲ ἕστηκα ἐν τῷ αὐτῷ τόπῳ παρατηρῶν καὶ περιβλεπόμενος, ὅπου ἂν ταχθῶ. λινόπτας γάρ φησιν Ἀριστοτέλης τοὺς τὰ θηρευτι‐ κὰ λίνα φυλάττοντας, ὡς καὶ οἰνόπτας τοὺς οἰνοφύλακας. ἀπείρως δὲ ἀπὸ τῶν εἰς τὰ λίνα πιπτόντων ὀρνίθων. οἱ δὲ περιεργότερον τὸ λίαν κατεπτηχέναι, τοῦτο λινοπτᾶ‐ σθαι λέγουσι VLh καὶ ἀξιοῦσιν. V

### book 1181

ὅτι τοὺς μὲν ἐξήλειφον, τοὺς δὲ ἐνέγραφον εἰς τὸν κατάλογον τῶν πολεμίων. V

### book 1182a

ἐνταῦθα τῷ πρώτῳ ἀντὶ τοῦ τρίτου VLh προσώπου V ἐχρήσατο· τὸ γὰρ ὀρθὸν ἦν “οὐ γὰρ ᾔδει ἐξιών”. VLh

### book 1182b

〈οὐ γὰρ ᾔδειν: ἀττικῶς ἀντὶ τοῦ “ᾔδει”, ὡς τὸ ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν.〉 Ald

### book 1183a

τὸν Πανδίονος Lh: εἷς ἐστι τῶν ιβʹ ἀνδριάντων ἐν οἷς ἐγράφοντο οἱ στρατιωτικοὶ κατάλογοι καὶ τὰ κηρύγματα. εἶδεν οὖν, φησί, τὸ ἑαυτοῦ ὄνομα γεγραμμένον ἐν τῷ ἀνδριάντι τοῦ Πανδίονος. VLh

### book 1183b

ἑκάστης φυλῆς ἐπώνυμος ἦν ἀνδριὰς τοῦ τῶν φυλῶν ἐξηγησαμένου, Αἰαντίδος, Θησηΐδος, Ἀκαμαντίδος καὶ τῶν λοιπῶν, ἔνθα ἐτίθεντο τὰ ὀνόματα τῶν ἐπ’ ἐξόδῳ καταλελεγμένων. V

### book 1183c

τόπος Ἀθήνησιν παρὰ πρυτανεῖον ἐν ᾧ ἑστήκασιν ἀνδριάντες, οὓς ἐπωνύμους καλοῦσιν. ἐπειδὰν οὖν κατάλογον δεήσῃ γενέσθαι στρατείας, προσγρά‐ φοντες τὰ ὀνόματα τῶν καταλεγομένων ἐπὶ ἑνὸς προτιθέασι τούτων τῶν ἀνδριάντων ὑπὲρ τοῦ φανερὸν ἐκεῖσε γίνεσθαι τοῖς καταλεγομένοις. τούτων οὖν τῶν ἐπωνύμων καὶ ὁ Πανδίονός ἐστιν ἀνδριάς. φησὶν οὖν· ἐξαιφνῆς ἐπιστάς τις τούτῳ τῷ τόπῳ καὶ θεασάμενος ἑαυτὸν ἐγγεγραμμένον εἰς ἀμηχανίαν καὶ ἀπορίαν περιίσταται κατεπει‐ γούσης τῆς ἐξόδου καὶ αὐτὸς ἀπαράσκευος ὤν. V

### book 1184

ἀντὶ τοῦ Vbis “πικρίαν καὶ δριμύτητα VbisLh ὁρῶν.” Valt.Lh

### book 1186

ἀντὶ τοῦ εἰπεῖν “ἐχθροί” τὸ 〈“ῥιψάσπιδεσ”〉 παρ’ ὑπόνοιαν ἐπή‐ νεγκεν. V

### book 1188

αὕτη ἐστὶν ἡ τρίκωλος καὶ αὐτὴν τροχαϊκή, ἀλλὰ διμέτρων δύο μὲν ἀκαταλήκτων, ἑνὸς δὲ καταληκτικοῦ. V

### book 1189

οἴκοι λέοντες Lh: παροιμία παρὰ τοὺς ἐν τῇ Ἀσίᾳ Λάκωνας ἀτυχήσαντας οἴκοι λέοντες, ἐν Ἐφέσῳ δὲ VLh οἱ Lh Λάκωνες. VLh

### book 1190

> Lh

### book 1191a

κορωνίς· V εἰσίασι γὰρ οἱ ὑποκριταί. κἄστι κατ’ ἀρχὴν VΓ μὲν Γ προαναφώνησις, τὸ “ἰοὺ ἰού”. VΓ ἑξῆς δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι. V

### book 1191b

ἰοὺ ἰού: κορωνὶς εἰσιόντων τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι οηʹ, LhAld

### book 1191b alpha

ὧν προτίθεται κῶλον ἰαμβικὸν μονόμετρον ἀκατάληκτον. ὁ δὲ τελευ‐ ταῖος τούτων αὐτοῦ παρ’ ἐμὲ στὰν πρό‐ τερον ἀναβαλοῦ ’νθαδί. Lh

### book 1191b beta

〈τὸ μέντοι πρῶτον μονόμετρόν ἐστιν.〉 Ald

### book 1191b

ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει LhAld πάντων Lh κορωνίς. LhAld

### book 1192

※ Lh

### book 1193

ἔχ’ ἀποκάθαιρε τὰς τραπέζας ταυτηί Γ: περικεφαλαίαν δίδωσιν, ἵνα τοῖς λόφοις ἀπομάττῃ τὴν τράπεζαν. VΓ ἔστι δὲ παρεπιγραφή. Γ

### book 1194

ὄφελός ἐστ’ αὐτῆς ἔτι Γ: πεπαυμένου γὰρ τοῦ πολέμου οὐκ ἔστιν οὐδεμία χρεία τῶν πολεμικῶν σκευῶν. VΓLh

### book 1195a

ἐπεισφόρει] πρόσφερε, προστίθει. ΓLh

### book 1195b

τοὺς ἀμύλους Γ: ἄμυλοι VΓ πλακοῦντές τινες· οἱ δὲ ζωμοὶ πλα‐ κουντώδεις. VΓLh

### book 1195c

ὃν νῦν ἀμύλατόν φασιν. VΓ

### book 1195d

τὰς κίχλας] εἶδος ὄρνιθος VΓLh ἢ ὀψαρίου. VΓ

### book 1196

κολλάβους: εἶδος ἄρτων. εἰσὶ δὲ μικροὶ ἀρτίσκοι ἐκ τῶν μεγάλων κεκολλαβισμένοι, οὓς καθάπαξ ἄρτους οὐκ ἠξίουν καλεῖν. καὶ ἐν Βατράχοις μέμνηται ἄρτους ἔπειτα κολλάβους. σχήματος δέ ἐστιν ὄνομα, ὥσπερ κολλύραν λέγουσί τινες. VΓLh

### book 1197

ἀναβράττω] ἕψω. VΓLh

### book 1200

οὐδὲ κολλύβου Γ: εἶδος εὐτελοῦς νομίσματος. ἀντὶ τοῦ “οὐδὲ ὀβο‐ λοῦ”. VΓLh

### book 1201a

δραχμῶν] γρ. δραχμαῖς. V

### book 1201b

ἐμπολῶ] κερδαίνω. VLh

### book 1202

τοὺς κάδους ἐς τοὺς ἀγρούς VΓ: πιπράσκει δηλονότι. καδοποιὸς δὲ ἦν ὁ σὺν αὐτῷ. VΓLh

### book 1203

τῶν δρεπάνων VΓLh τε Γ λάμβανε V: χαλκεὺς ὢν δρέπανον αὐτῷ δῶρον δίδωσιν εἰρήνῃ πρέπον, καὶ ὁμολογεῖ χάριν ὡς τῆς τέχνης αὐτοῦ VΓLh ἤδη Lh χρηματιζούσης. VΓLh

### book 1204

καὶ τῶνδ’ Γ ὅ τι ΓLh βούλει VΓLh προῖκα V: σαφῶς ἄγαν ἐπὶ τοῦ τέλους τοῦ δράματος τὸ κέντρον ἐγκατέλιπε τοῖς ἀκροωμένοις ἐκ τούτων δηλῶν καὶ κρίνων τά τε τοῦ πολέμου ἔργα καὶ τὰ τῆς εἰρήνης αὐτοῖς ἄγων ὑπ’ ὄψιν, ἵνα εἰς ὃ βούλεται μᾶλλον αὐτοὺς ἀγάγῃ. τὴν δὲ καταστολὴν τοῦ δράματος ἐποίησεν ὁμοίαν τοῖς Ἀχαρνεῦσιν, ἐπεὶ κἀκεῖ τῷ μὲν πρυτανεύσαντι τὴν εἰρήνην δῶρα δίδοται παρὰ πάντων ὡς εἰπεῖν τῶν Ἑλλήνων, τῷ δὲ Λαμάχῳ οὐδέν. VΓLh

### book 1206

—̇ Lh

### book 1209

μεταβολεὺς καὶ παλιγκάπηλος. VΓLh

### book 1210a

ὁ λοφοποιὸς ἐναντία τοῦ δρεπανουργοῦ φρονῶν ἔρχεται καταβοῶν τοῦ Τρυγαίου ὡς πεποιηκότος εἰρήνην καὶ μηδὲν χρησιμευούσης τῆς τέχνης αὐτοῦ. VΓLh

### book 1210b

προθέλυμνον Γ: πρόρριζον, ὅ ἐστιν ἄρδην ἀπολώλεκάς με τὴν εἰρήνην προξενήσας. ΓLh

### book 1210c

προθέλυμνον V: φαίνεται καὶ οὗτος καὶ ἄλλοι πολλοὶ τὸ “προθέλυ‐ μνον” VΓLh ἀντὶ τοῦ ΓLh “πρόρριζον” ἀκούειν. VΓLh καὶ παρ’ Ὁμήρῳ πολλὰ δ’ ὅ γε προθέλυμνα. ΓLh Ἀρίσταρχος δὲ τὸ συνεχὲς καὶ ἄλλο ἐπ’ ἄλλῳ δηλοῦσθαί φησι VΓLh φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ. ΓLh καὶ VΓLh Ὅμηρος V σάκος θέτο τετραθέλυμνον, τουτέστι τέσσαρας ἐπαλλήλους ἔχον πτύχας. VΓLh

### book 1211a

λοφᾷς ΓLh: λόφους πολλοὺς ἔχεις ἐν πράσει. VΓLh

### book 1211b

σημαίνει τὸ πλῆθος ἔχειν λόφων. VΓLh

### book 1211c

ὄνομα πεποίηκε νοσήματος ἀπὸ τοῦ πράγματος, ὡς λέγομέν τινα ὑδερι‐ ᾶν, VΓLh ποδαγρᾶν, V σπληνιᾶν, VΓLh χαλαζᾶν. Γ

### book 1215

αἰσχύνομαι] ἐλάχιστον γάρ ἐστιν ὃ μέλλω δοῦναι τίμημα. VΓLh

### book 1216a

τὸ σφήκωμ’ Γ: τόπος τῆς περικεφαλαίας ὅπου τὰ πτερὰ δέδεται. VΓLh

### book 1216b

τὸ σφήκωμ’ Lh: τὸ πλέγμα. V ΓLh

### book 1216c

καὶ Ὅμηρος πλοχμοί θ’ οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο. VΓLh

### book 1216d

οἷον ὅτι ἐπιμελῶς τοῖς ἱμᾶσιν ἐνδέδεται. VΓLh

### book 1219

ἔνεγκε Valt.Γ τοίνυν Γ 〈εἰσιὼν〉 τὰς ἰσχάδας Valt.: ὅτι οὐ μόνον πρὸς γενικήν, VbisΓLh “τῶν ἰσχάδων”, Vpr.ΓLhbis ἀλλὰ καὶ πρὸς αἰτιατικὴν λέγουσιν. VbisΓLh

### book 1222a

τριχορρυεῖτον ΓLh: ὑπὸ τοῦ χρόνου γὰρ ἐσάπησαν. καὶ αἱ τρίχες τῶν ἵππων αἱ ἐν τοῖς λόφοις ῥέουσιν. VΓLh

### book 1222b

οἷον Γpr.Lhpr. οὐκ ἐπιμελῶς συνδεδεμένοι εἰσίν. ΓbisLhbis

### book 1224a

ἄλλος ἐστὶν οὗτος ὀλοφυρόμενος, ὅτι μὴ δύναται αὐτὸν τῆς ἀξίας ἀποδόσθαι τιμῆς. VΓLh

### book 1224b

θώρακος κύτει ΓLh: περιφραστικῶς εἶπεν ἀντὶ τοῦ “θώρακα”. τινὲς VΓLh δὲ Lh τὸ κοῖλον τῶν θωράκων. VΓLh

### book 1225a

ἐνημμένῳ: συντεθειμένῳ, ἐρραμμένῳ. VΓLh

### book 1225b

εἰσὶ γάρ τινες τῶν θωράκων ἁλυσιδωτοί. τινὲς δέ φασιν ὅτι ἀνειμένοι οἱ ὀρθοὶ καὶ τεταμένοι, οὓς εἰς θυσίαν ὑπέδυνον. VΓLh

### book 1227a

ἀλλ’ αἶρέ μοι ΓLh τοῦτόν γε Γ: ὅτι ἐνταῦθα ἐπὶ τοῦ VΓLh “πρόσφερε” VΓbisLh καὶ ἐπὶ 〈τοῦ〉 VΓLh “δίδου”. VΓbisLh

### book 1227b

ἴσως διὰ τὸ εἰπεῖν “τῆς ἰσωνίας” τοὺς Ἴωνας σκώπτει ὡς ἁβροδιαιτω‐ μένους καὶ πολλὰ ἀποπατοῦντας, ὡς δηλοῖ τὸ ἑξῆς. VΓLh

### book 1227c

τῆς ἰσωνίας Γ: τῆς ἴσης VΓLh σου V τιμῆς καὶ ὅσου σοι καθέστη‐ κεν ἢ VΓLh ὅσης Lh ἐπώλησας ἄλλῳ. VΓLh

### book 1228a

ἐναποπατεῖν γάρ ἐστ’ ἐπιτήδειος πάνυ Γ: δῆλον ὅτι οὐκ ἔστιν ἁλυσιδωτός, VbisΓLh ὁ θώραξ Vpr. ἀλλ’ ὁ λεγόμενος στατός. εἰκάζει γὰρ αὐτὸν λασάνῳ ὀρθῶς σταθέντι. VbisΓLh

### book 1228b

ἐπεὶ τὰ ἄνω παραπλήσια τοῖς χείλεσιν ἔχει τοῦ λασάνου. V

### book 1229

χρήμασιν] πράγμασιν. VΓ

### book 1230a

τρεῖς λίθους Γ: καὶ γὰρ παροιμία τρεῖς εἰσιν ἱκανοὶ πρωκτὸν ἐκμάξαι λίθοι. τινὲς δὲ προστιθέασι καὶ τοῦτο, ὥς φασι, τὸ Σωκράτους ἂν ὦσι τραχεῖς, ἂν δὲ λεῖοι, τέτταρες. VΓ

### book 1230b

ἔνιοί φασι τοῦτο λελέχθαι, ἐπεὶ οἱ χέζοντες τρεῖς λίθους παρατιθέασι, καὶ ὥσπερ λάσανον ὑπ’ αὐτῶν ποιοῦσιν. ἀναγκαιοτέρα δὲ ἡ πρώτη ἐστὶν ἐξήγησις. VΓ

### book 1230c

οὐ δεξίως] ἐρωτηματικῶς. Γ

### book 1231

ποίᾳ δ’ ἀποψήσει Γ: διὰ ποίου μέρους τὸν πρωκτὸν ἀπομάξασθαι δυνήσῃ; VΓ

### book 1232

διὰ τῆς θαλαμιᾶς Γ: διὰ τῆς ἐκβολῆς τῆς χειρὸς τῆς ἐν τῇ θώρακι τὴν αὐτοῦ χεῖρα καθῆκεν. “θαλαμιᾶς” δὲ εἴρηται παρὰ τὸ ἐοικέναι νεὼς τρυπήματι· κυρίως γὰρ ἡ κάτω τῆς νεὼς τρώγλη θαλαμιὰ λέγεται. VΓ

### book 1234a

ἵνα μή γ’ ἁλῶ Γ: τοῦτό φησιν εἰς τοὺς τριηράρχας, ὅτι ἀπέφραττόν τινα τρυπήματα, ἵνα τῶν ναυτῶν τὸν μισθὸν κερδαίνοιεν, ἐκ δὲ τῆς ὄψεως τῶν τρυπημάτων μὴ ἐλέγχωνται. γελοίως οὖν ἀμφοτέραις ταῖς χερσί φησιν ἀποψῆσαι τὸν πρωκτόν, ἵνα μὴ ὡς οἱ τριηράρχαι κρύπτων τρῆμα τῆς νεὼς ἁλῷ. ἠναγκάζοντο γὰρ οἱ ναύκληροι τοσούτους ναύτας μισθοῦσθαι ὅσα εἶχε τρυπήματα ἡ τριήρης. VΓ

### book 1234b

ἐπεὶ οἱ τριηράρχοι λαμβάνοντες τὸν μισθὸν τοῦ πληρώματος ἀπέφρασ‐ σον τὰ τρυπήματα τῶν ἐρετμῶν, ἵνα μὴ ἐλέγχωνται κλέπτοντες ἐρέτας ἐκ τοῦ θαλαμιὰς εἶναι κενάς. ἑξῆς δὲ τοῦτο ἀστείως ἐπήγαγεν διὰ τὸ προειρημένον ὑπ’ αὐτοῦ τῃδὶ διεὶς τὴν χεῖρα διὰ τῆς θαλαμιᾶς. VΓ

### book 1235

1235] καὶ ὑπομενεῖς, φησί, τοσοῦτον ἀργύριον διδοὺς λασάνῳ ἀγγείῳ αὐτῷ χρήσασθαι; Γ

### book 1239a

θλίβει τὸν ὄρρον Γ: μιμεῖται τοὺς ἐπ’ ἀληθείᾳ ἐνδυομένους τοὺς θώρακας καὶ διὰ τὸ μὴ ὠνεῖσθαι θλίβειν λέγοντας τὸν τράχηλον ἢ τοὺς ὤμους. τοιαῦτα δέ φασι βουλόμενοι διακόψαι τὸ τίμημα. VΓ

### book 1239b

ὄρρος ἐστὶν ὁ ὑποκείμενος τοῖς σφαιρώμασι τόπος. δῆλον δὲ ὅτι λαβὼν τὸν θώρακα ἐπεκάθισεν αὐτῷ ὡς λασάνῳ, ἵνα μᾶλλον κινήσῃ γέλωτα. VΓ

### book 1242a

μόλυβδον ἐς τουτὶ: ἀντὶ τοῦ Γ “μολύβδῳ τὸν κώδωνα τῆς σάλπιγγος πληρώσας”. VΓ

### book 1242b

τὸν κώδωνα τῆς σάλπιγγος συμβουλεύει αὐτῷ πωμάσαι μολύβδῳ καὶ ἐν μέσῳ ἐνεῖραι ῥάβδον, VbisΓbis ἵνα γένηται κατακτὸς ὁ κότταβος. ξύλον γὰρ αἰωρήσαντες ἐκ τοῦ μέσου καθάπερ πλάστιγγα ἐξ ἑκατέρων τῶν μερῶν ἐξῆπτον ἐλλύχνια καὶ κυμβεῖα κοῖλα, καί τι ἀγγεῖον ἐτίθεσαν ὕδατος πλῆρες. εἶτα καθάπερ ἐπὶ τρυτάνης τὸ ἕτερον βαρύνοντες μέρος 〈προΐζειν ἐποίουν, ὥστε πληροῦσθαι τὰ ἐλλύχνια. εἶτα τὸ ἕτερον πάλιν βαρύνοντες μέροσ〉 ἀνάγκην ἐποίουν, ἀνεγειρομένῳ καὶ ἀναπηδῶντι τῷ πεπληρωμένῳ ἐκ τῶν ἐλλυχνίων ἀναπέμπειν τὸ ὕδωρ. ὑπέκειτο δὲ τὰ κυμβεῖα τοῖς ἐλλυχνίοις, ὥστε εἰς ταῦτα πάλιν ἐμπίπτειν τὸ ὕδωρ. καὶ ὁ τῶν πλειόνων ἐπιψαύσας κυμβείων ἐδόκει νικᾶν. κατακτοὶ δὲ ἐκλήθησαν ἀπὸ τοῦ κατάγειν καὶ αὖ πάλιν ἀνάγειν τὸν κότταβον. περὶ μὲν οὖν τῆς ῥάβδου VΓ καὶ Ἕρμιππος εἶπεν ἐν Στρατιώταις ῥάβδον VbisΓ δὲ Valt. ὄψει τὴν κοτταβικὴν ἐν τοῖς ἀχύροισι κυλινδομένην. VbisΓ μέμνηται δὲ καὶ Φερεκράτης ἐν Παννυχίδι τῶν κυμβείων καὶ τοῦ κατακτοῦ κοττά‐

### book 1242b

βου. περὶ δὲ τῆς πάντων τούτων κατασκευῆς καὶ χρήσεως ἐξῆκται καὶ ἐν ταῖς ἐκλογαῖς. VΓ

### book 1243a

ἄνωθεν: †τῇ χειρί†. VΓ

### book 1243b

ἀπὸ τοῦ αὐλοῦ τοῦ μέσου, ὥστε ἀποκοτταβίζειν εἰς αὐτήν. VΓ

### book 1244a

τῶν Γ κατακτῶν κοττάβων: διττὸς ὁ τρόπος τῶν κοττάβων, ὧν ὁ μὲν ἕτερος τοιοῦτος· ἵστασαν ξύλον τι λυχνίῳ παραπλήσιον ἐν μέσῳ VΓ τοῦ συμποσίου, V καὶ ἀπ’ ἐκείνου ἤρτητο ἀγγεῖον ὅμοιον ὀξυβάφῳ, εἰς ὃ τὸ καταλειπό‐ μενον ἐν τῷ ποτηρίῳ ἠκόντιζον· καὶ ὁ ἐπιτυχὼν ἐνίκα. ὁ δὲ ἕτερος τοιοῦτος· κατὰ τοῦ συμποσίου ἐτίθεσαν ἀγγεῖον ὅμοιον λεκάνῃ ὕδατος πλῆρες, καὶ ἐν τῷ ἀγγείῳ τούτῳ ὅμοιόν τι ποτήριον περιεπήγνυσαν, καὶ κύκλῳ τῆς λεκάνης μυρσίνας· καὶ ἔβαλλον εἰς τὸ ποτήριον ἐκεῖνο τὸ ἀπολειπόμενον· καὶ ὁ καταδύσας τὸ ποτήριον ἐνίκα. VΓ

### book 1244b

τῶν κοττάβων δύο ἦσαν εἴδη, ἓν μὲν τοῦ κατακτοῦ λεγομένου. ἦν δὲ οἷον λυχνίον ὑψηλὸν ἔχον ἐν αὐτῷ πρόσωπον, ὁ μάνην ἐκάλουν, ἐφ’ οὗ ἔδει πεσεῖν καταβαλλομένην τὴν πλάστιγγα. ἕτερον δὲ ἀγγεῖόν τι ἐοικὸς λουτῆρι πλῆρες ὕδατος, ἐν ᾧ ὀξυβάφων ἦν ἐπιπλεόντων πλῆθος, ἅπερ καταδύειν ταῖς λάταξιν ἐπειρῶντο. VΓ

### book 1244c

κότταβος: Ἀθήναιος ἐν τῷ ιεʹ φησὶν ὅτι σικελική τις ἐστὶ παιδιὰ πρώτων εὑρόντων Σικελῶν, ὥς φησι Κριτίας VΓ ὁ Καλλαίσχρου V ἐν τοῖς ἐλεγείοις κότταβος ἐκ σικελῆς ἐστι χθονός, ἐκπρεπὲς ἔργον. Δικαίαρχος δὲ ὁ Μεσσήνιος, Ἀριστοτέλους μαθητής, ἐν τῷ περὶ Ἀλκαίου καὶ τὴν λάταγα αὐτὴν εἶναί φησι σικελικὸν ὄνομα. λατάγη δέ ἐστι τὸ ὑπολειπόμενον ἐκ τοῦ ἐκποθέντος ποτηρίου ὑγρόν, ὃ συνεστραμμένῃ τῇ χειρὶ ἄνωθεν ἔρριπτον οἱ παίζοντες εἰς τὸ κοττάβιον. κότταβος δὲ ἐκαλεῖτο καὶ τὸ τιθέμενον ἆθλον τοῖς νικῶσιν ἐν τῷ πότῳ καὶ τὸ ἄγγος εἰς ὃ ἐνέβαλλον τὰς λάταγας, ὡς Κρατῖνος ἐν Νεμέσει δείκνυσιν.

### book 1244c

ὅτι δὲ καὶ χαλκοῦν ἦν, Εὔπολις Βάπταις λέγει· χαλκῷ περὶ κοττάβῳ. Πλάτων δὲ ἐν Διὶ κακουμένῳ παιδιᾶς εἶδος παροίνιον τὸν κότταβον εἶναι ἀποδίδωσιν, ἐν ᾗ ἐξίσταντο καὶ τῶν σκευαρίων οἱ διακυβεύοντες. ἐκάλουν δὲ ἀγκύλην τὴν τοῦ κοττάβου πρόεσιν διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τοῖς ἀποκοτταβισμοῖς. καὶ ἀγκυλητοὺς ἔλεγον κοττάβους. ὅτι δὲ ἆθλον προέκειτο τῷ προεμένῳ, προ‐ είπομεν. ἐλέγοντο δέ τινες καὶ κατακτοὶ κότταβοι. ἦν δὲ λύχνιον ἀγόμενον πάλιν τε

### book 1244c

συμπῖπτον ὑψηλόν, ἔχον τὸν μάνην καλούμενον, ἐφ’ ᾧ τὴν καταβαλλομένην ἐπιπε‐ σεῖν πλάστιγγα, ἐντεῦθεν δὲ ἐμπίπτειν εἰς λεκάνην ὑποκειμένην πληγεῖσαν τῷ κοττάβῳ. καί τις ἦν ἀκριβὴς εὐχέρεια τῆς βολῆς. τοῦ δὲ μάνου πολλοὶ μέμνηνται. ἦν δὲ ἕτερον εἶδος παιδιᾶς τῆς ἐν λεκάνῃ. αὕτη δὲ ὕδατος πληροῦται. ἐπέκειτο δὲ ἐπ’ αὐτῇ ὀξύβαφα κενά, ἐφ’ ἃ βάλλοντες τὰς λάταγας ἐκ καρχησίων ἐπειρῶντο καταδύειν. ἀνῃρεῖτο δὲ τὰ κοττάβια ὁ πλείω καταδύσας. ὅτι δὲ τῶν ἐρωμένων ἐμέμνηντο ἀφιέντες ἐπ’ αὐτοῖς τοὺς λεγομένους κοττάβους,

### book 1244c

δῆλον ποιεῖ Ἀχαιὸς VΓ ἐν Λίνῳ V καὶ Καλλίμαχος· πολλοὶ δὲ φιλέοντες ἀκόντιον ἧκον ἔραζε οἰνοπόται σικελὰς ἐκ κυλίκων λάταγας. σικελὰς δὲ αὐτὰς οὐκ ἀπεικότως ὠνόμασεν, ἐπεί, ὡς προείπομεν, Σικελῶν τὸ εὕρημα, καὶ ἐσπούδασται σφόδρα παρ’ αὐτοῖς ὁ κότταβος. VΓ

### book 1244d

νῦν αὐτὸ τὸ ἀγγεῖον κότταβον εἴρηκεν. VbisΓbis

### book 1244e

κατακτῶν Vpr.Γpr.: ἀπὸ τοῦ κατάγειν. VbisΓbis

### book 1247a

σπαρτίοις ἠρτημένην: τὸ μεσαίτατον, φησίν, ἔκδησον σπάρτῳ, ἵνα τρυτάνη γένηται ἐκ τοῦ αὐλοῦ τῆς σάλπιγγος. Γ

### book 1247b

οὕτω γὰρ ἡ χαλκῆ λάταξ ἐν μέσῳ ἐτίθετο, ἠρτημένη, ὥς φασιν, ἀπὸ τῆς ὀροφῆς. VΓ

### book 1250

ἀντὶ τοῦ “ὦ μιαρὲ καὶ ἀκάθαρτε”. VΓ

### book 1251a

ὅτ’ ἀντέδωκα Γ: τότε με ἀπώλεσας, ὅτε καὶ ἀντὶ τούτων μνᾶν ἔδωκα. VΓ

### book 1251b

ἀντὶ τῶνδε] οὗτος κράνη κομίζει δύο. VΓ

### book 1254alpha

συρμαίαν μετρεῖν: οἱ μὲν ἀξιοῦσι χυλὸν βοτάνης εἶναι τὴν συρμαίαν, ᾗ χρῶνται Αἰγύπτιοι πρὸς διάρροιαν. VΓ τινὲς δὲ τὸν λεγόμενον ζύθον. V ὡς δέ φησι Δίδυμος, ἁλμαία ἐκ ῥαφανίδων αἰγυπτιακὴ πρὸς κάθαρ‐ σιν ἐπιτήδειος. VΓ

### book 1254beta

φαίνονται τοῦ χυλοῦ τῆς συρμαίας πίνειν οἱ Αἰγύπτιοι πρὸς διάρροιαν. VΓ

### book 1257

ἐν ἐστὶν] γρ. ἔτ’ ἐστί. V

### book 1258

λαβὰς ποεῖν Γ: ὠτάρια τοῖς κράνεσιν, ἵνα γένωνται κάδοι. δείκνυσι δὲ τὰ ὦτα αὐτοῦ, καὶ ἔστι παρεπιγραφή. VΓ

### book 1261

τούτῳ γ’ ἐγὼ τὰ δόρατα: ἀττικῶς εἶπε “τούτῳ ὠνήσομαι” ἀντὶ τοῦ “παρὰ τούτου ὠνήσομαι”. Γ

### book 1266

τὰ τῶν κεκλημένων εἰς δεῖπνον. VΓ

### book 1267a

ἅττ’ ᾄσεται Γ: τὸ ἑξῆς· δοκεῖ δέ μοι ἵνα δεῦρο προοιμιάσηται, τίνα μέλλῃ ᾆσαι. VΓ

### book 1267b

προαναβάληταί] προμελετήσει. VΓbis

### book 1267c

δοκεῖ] λείπει τὸ “ὡς”. Γ

### book 1270a

νῦν αὖθ’ ὁπλοτέρων ἀνδρῶν Γ: οὐδὲν ἀστειότερον τῆς εὑρέσεως. δύο γὰρ δῆθεν ἵστησι παιδία ᾄδοντα, ἵνα ἀφορμὴν σχῇ τοῖς πατράσιν αὐτῶν ὀνειδίσαι, καὶ διαβαλεῖν τὸν μὲν ὡς φιλοπόλεμον ὄντα, τὸν δὲ ὡς ῥίψασπιν. πρῶτον οὖν πεποίηκε τὸ τοῦ φιλοπολέμου ᾆδον παιδίον· καὶ θέασαι, ὡς πρόσφορα αὐτῷ περιέθηκε πράγματα. VΓ

### book 1270b

νῦν ... ἀρχώμεθα] ἀρχὴ τῶν Ἐπιγόνων Ἀντιμάχου. VΓ

### book 1271

ὁπλοτέρους] παρὰ τὸ ὅπλον παίζει. VΓ

### book 1272

εἰρήνης] γρ. 〈...〉. V

### book 1278

ὀμφαλοέσσας] ἀσπίδας δηλονότι. VΓ

### book 1283

ἔκλυον ἱδρώοντας Γ: ἀπέλυον, ἐξέλυον. VΓ

### book 1284

εἶτα ἐν εἰσθέσει στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι βʹ. VΓ

### book 1286a

εἶτ’ ἐν ἐκθέσει ἐπικοὶ βʹ. V

### book 1286b

θωρήσσοντ’ ἄρ’ ἔπειτα: ἀντὶ τοῦ “ἔπινον”· παρὰ τὸ εἰς τὸν θώρακα πέμπειν τὸν οἶνον. Γ

### book 1286c

ἄσμενοι οἶμαι: πρὸς τὸ “πεπαυμένοι”, οὐ πρὸς τὸ “θωρήσσον‐ το”. εἰ μὴ ὅτι ὁμωνύμως θωρήσσεσθαι ἔλεγον καὶ τὸ πίνειν παρὰ τὸν θώρακα, ὅτι ἐν αὐτῷ τὸ ὑγρὸν λέγεται εἶναι. VΓ

### book 1288a

1288] εἶτ’ ἐν εἰσθέσει στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι γʹ. V

### book 1288b

αὐταῖς μάχαις] λείπει ἡ σύν ἀττικῶς. Γ

### book 1290

υἱὸς Λαμάχου Γ: τοῦ ἀεὶ βουλομένου μάχεσθαι. ἔπαιξε δὲ παρὰ τὸ τέλος τοῦ Λάμαχος ὀνόματος. VΓ

### book 1291a

εἶτα ποὺς σπονδεῖος καὶ ἐν εἰσθέσει ἐπικοὶ βʹ. V

### book 1291b

αἰβοῖ] γελῶν λέγει. Γ

### book 1294

καὶ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι δʹ. V

### book 1295

τοῦ Κλεωνύμου ’στὶ παιδίον Γ: ὅτι δειλὸς καὶ ῥίψασπις ὁ Κλεώνυ‐ μος, πολλάκις εἰρήκαμεν. VΓ

### book 1297a

οὐ πράγματ’ ᾄσεις: οὐδὲν τῆς εἰρωνείας ἥδιον· καὶ γὰρ ὡς κιναιδιζό‐ μενον τὸν Κλεώνυμον κωμῳδεῖν βούλεται. Γ

### book 1297b

ἐπεὶ μισοπόλεμος ὁ Κλεώνυμος. VΓ

### book 1298a

ἀσπίδι μὲν Σαΐων: καὶ ἐλεγεῖον Ἀρχιλόχου καὶ στίχοι ἐπικοὶ βʹ. Γ

### book 1298b

Ἀρχιλόχου ἐστὶ τὸ δίστιχον. οὕτως VΓ δὲ Γ ἐγράφη ἐπὶ τῇ ἀπορρίψει τῆς ἀσπίδος. ἐπιτηδείως δὲ καὶ ἐνταῦθα πρὸς ῥίψασπιν εἴρηται. VΓ

### book 1298c

Ἀρχίλοχος ποιητὴς ἦν καὶ πάντας διέβαλλεν. ὅθεν καὶ Πίνδαρος Πυ‐ θικῶν 〈βʹ〉 εἶδον †κάκὰ† γὰρ ἑκὰς †ὄντα πολλὴ† ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσι πιαινόμενον. Γ

### book 1298d

οὗτος ὁ Ἀρχίλοχος ἐξῆλθεν εἰς πόλεμον ἐν τῇ πρὸς Σαΐους μάχῃ—ἔστι δὲ ἔθνος Θρᾴκης—καὶ φοβηθεὶς ἔφυγε ῥίψας ἑαυτοῦ τὰ ὅπλα. αὐτὸν οὖν διαβάλλων λέγει. Γ

### book 1299

ἔντος] ὅπλον. Γ

### book 1300a

πόσθων Γ: ὑποκοριζόμενοι οὕτως ἔλεγον τὰ παιδία. ἢ οὕτω λέγεται τοῦ βρέφους τὸ αἰδοῖον. VΓ

### book 1300b

ὦ αἰσχρέ. Γ

### book 1300c

εἰς τὸν σαυτοῦ πατέρ’ ᾄδεις: εἰς τὸν Κλεώνυμον, ὅτι ῥίψασπις. Γ

### book 1301

καὶ τοῦτο Ἀρχιλόχου ἐστὶν ἑξῆς ψυχὴν δ’ ἐξεσάωσα. τί μοι μέλει ἀσπὶς ἐκείνη; ἐρρέτω. V

### book 1304

ὅτι καὶ σὺ ῥίψασπις εἶ. V

### book 1305

καὶ στίχοι ἰαμβικοὶ τετράμετροι καταληκτικοὶ βʹ. V

### book 1306a

φλᾶν: νῦν κατακαίειν· δῆλον δέ, ὅτι τὰ πολεμικά. ἢ συντρίβειν καὶ γεωργεῖν. ἢ τρώγειν. V

### book 1306b

καὶ μὴ κενὰς παρέλκειν: ἀπὸ μεταφορᾶς τῶν ἐρεττόντων μὴ βα‐ πτόντων τὰς κώπας, ἀλλὰ τῷ δοκεῖν κενὰς παραφερόντων. V

### book 1306c

παρακελεύεται τοῖς ἐπὶ δεῖπνον ἥκουσι γενναίως ἐσθίειν. Vbis

### book 1307

ἴαμβος δίμετρος ἀκατάληκτος. V

### book 1309

καὶ σμώχετ’: ἐσθίετε, τρίβετε· τὸ γὰρ ἐκλαμπρύνειν σμώχειν λέγου‐ σιν. V

### book 1310a

ὅτι παροιμία ἐστίν. καὶ οὕτως· οὐδὲν ἔργον ἐστὶν ἀνδρῶν λευκῶν, ἢν μή τι καὶ μάχωνται. ἔτι δὲ οὕτως· οὐδὲν λευκῶν ἀνδρῶν ἔργον εἰ μὴ σκυτοτομεῖν. V

### book 1310b

γρ. ἢν μή τι. V

### book 1313

ἐσθίετε καὶ ἐμφορήθητε. V

### book 1314a

λείπει ἡ ὡς. V

### book 1314b

πλανωμένοις: ἐν τῷ ἀγρῷ δηλονότι. V

### book 1316

κορωνίς· εἰσίασι γὰρ οἱ ὑποκριταί. καί εἰσιν οἱ πρῶτοι ἐν ἐπεκθέσει στίχοι ἀναπαιστικοὶ δʹ. V

### book 1319

στρατηγὸς φιλοπόλεμος. εἴρηται δὲ παρ’ ὑπόνοιαν. V

### book 1320a

διπλῆ καὶ ἐν ἐπεισθέσει περίοδος ἀναπαιστικὴ ἑπτακαιδεκάμετρος θʹ κώλων, ὅτι ἔχει μονόμετρον τὸ εʹ. V

### book 1320b

κ´’ἀπευξάμενος] γρ. κἄπειτ’ εὐξάμενος. V

### book 1324

τοῦτο ἔστι τὸ μονόμετρον τὸ εʹ. VC

### book 1325

παρὰ τὰ Ἡσιόδου αἱ δὲ γυναῖκες τίκτουσιν. τοῦτο γὰρ εὐετηρίας σημεῖον, τὸ τίκτειν γυναῖκας· τῶν γὰρ ἀνδρῶν ἐν εἰρήνῃ ὄντων αἱ γυναῖκες συλλαμβάνονται. V

### book 1329

διπλῆ καὶ ἑπτὰς μονοστροφικὴ περιόδων πεντακώλων ἰωνικῶν δι‐ μέτρων, δύο καταληκτικῶν, τριῶν δὲ βραχυκαταλήκτων. V

### book 1333

εἶτα ἐν ἐπεισθέσει τοῦ χοροῦ τὸ ἴσον. V

### book 1335

ἐν τούτοις φέρονται κατά τινας παράγραφοι, ἵνα ὁ χορὸς ἀνὰ μέρος αὐτὰ λέγῃ. V

### book 1336-1339

ἔν τισιν οὐ φέρεται †διὰ τὰ μέτρα†. V

### book 1340a

καὶ πάλιν τὰ εʹ τοῦ αὐτοῦ μέτρου τοῦ χοροῦ. V

### book 1340b

ἀντὶ ζεύγους αἴρουσιν αὐτὴν οἱ χορευταὶ ἀναλαβόντες. VC

### book 1344

ἐντεῦθεν ἐν τοῖς ἀντιγράφοις οὐ φέρεται †οὐ† πεντάκωλα ἀκολούθως. ὡς φέρεται, καὶ ἐνταῦθά ἐστιν. V

### book 1345

τὰ τοῦ πολέμου δηλονότι. V

### book 1346

συκολογοῦντες] γεωργοῦντες. V

### book 1348

τὸ αἰδοῖον λέγει τοῦ νυμφίου, τουτέστι τοῦ Τρυγαίου. V

### book 1349

τὸ τῆς Ὀπώρας αἰδοῖον λέγει· ἅμα δὲ καὶ πρὸς τὸ ὄνομα τῆς Ὀπώρας τὸ “σῦκον” λέγει. V

### book 1353

(?). ὑμὴν ὑμέναι’ ὦ: οὕτως Ἡλιόδωρος. V

### book 1355

κἂν ... μοι] πρὸς τοὺς θεατάς. V

### book 1356

ὑφ’ ἃ κορωνὶς τοῦ δράματος. V

### book 1357

Ald

### book 1

κεκώλισται πρὸς τὰ Ἡλιοδώρου, παραγέγραπται ἐκ Φαείνου καὶ Συμμάχου. V

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aristophanes-scholia-peace-mlw-av.json (sha256:1c7beca89f2b4833096ac7757901f2de7b3f94aa90cee1bbb0976ac92d67a52e). Cite as `eul_wid: mlw-av`.
