---
title: Scholia-Knights
title_greek: Σχόλια εἰς Ἱππεῖς
author: Aristophanes Scholia
eul_wid: mlw-am
eul_aid: mlw
canonical: "https://eulogikon.org/grc/aristophanes-scholia/knights-am"
canonical_json: "https://eulogikon.org/data/works/grc/aristophanes-scholia-knights-am-mlw-am.json"
sha256: "742f027a9b30bbd2fe5912e4da1d41d5e0e5aabd47d24f49627c7b396e258b35"
period: Hellenistic
dialect: Technical Koine
domain: Grammar
format: Verse
license: CC0-1.0
---

# Scholia-Knights

*Σχόλια εἰς Ἱππεῖς*

**Author:** Aristophanes Scholia

**eul_wid:** `mlw-am` · [HTML page](https://eulogikon.org/grc/aristophanes-scholia/knights-am) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aristophanes-scholia-knights-am-mlw-am.json)

## Text

### book A1

τὸ δρᾶμα τοῦτο πεποίηται εἰς Κλέωνα, τὸν Ἀθηναίων δημαγωγόν. ὑπόκειται δὲ ὡς Παφλαγὼν νεώνητος δουλεύων τῷ Δήμῳ καὶ προαγόμενος παρ’ αὐτῷ περιττότερον. ἐπιτιθεμένοιν δὲ αὐτῷ δυοῖν τοῖν ὁμοδούλοιν καὶ κατά τινα λόγια πονηρίᾳ διάσημον ἀλλαντοπώλην Ἀγοράκριτον ἐπαγόντοιν, ὃς ἐπιτροπεύσει τοῦ δήμου τῶν Ἀθηναίων, αὐτοὶ οἱ Ἀθηναίων ἱππεῖς συλ‐ λαβόντες ἐν χοροῦ σχήματι παραφαίνονται· ὑφ’ ὧν προπηλακιζόμενος ὁ Κλέων ἀγανακτεῖ, καὶ διενεχθεὶς ἱκανῶς περὶ τοῦ ἀναγωγότερος εἶναι τῶν ἐναντιου‐ μένων, σφᾶς ὡς συνομωμοκότας κατὰ τῆς πόλεως 〈διαβαλὼν〉 πρὸς τὴν βουλὴν ἵεται· διώξαντος δὲ καὶ τοῦ ἀλλαντοπώλου κατὰ πόδας, οἱ ἱππεῖς περί τε τοῦ ποιητοῦ τινα καὶ τῶν προγόνων, ἔτι δὲ καὶ τῶν συγκινδυνευόντων σφίσιν ἐπὶ ταῖς μάχαις 〈ἵππων〉, πρὸς τοὺς πολίτας ἁδροτέρως διαλέγονται, ὅ τε ἀλλαντοπώλης περιγεγενημένος ἐν βουλῇ μάλα γελοίως τοῦ Κλέωνος, καὶ λοιδορούμενος αὖθις αὐτῷ προσέρχεται· ἐκκαλεσαμένου δὲ τοῦ Κλέωνος τὸν Δῆμον, προσελθὼν οὗτος διαφερομένων ἀκροᾶται. λόγων δὲ πολλῶν γενομένων

### book A1

κατὰ τοῦ Κλέωνος, τοῦ Ἀγορακρίτου μάλ’ ἐντέχνως τοῖς ἐπινοήμασι καὶ ταῖς θωπείαις καὶ προσέτι ταῖς ἐκ τῶν λογίων ὑπερβολαῖς κρατοῦντος, κατὰ μικρὸν ὁ Δῆμος τοῖς λόγοις συνεφέλκεται. δείσαντος δὲ τοῦ Κλέωνος κἀπὶ τὸ ψωμίζειν τὸν Δῆμον ὁρμήσαντος, ἀντιψωμίζειν ἅτερος ἐγχειρεῖ. καὶ τέλος τοῦ Δήμου τὴν ἑκατέρου κίστην συνέντος, εἶτα τῆς μὲν κενῆς, τῆς δὲ τοῦ Κλέωνος μεστῆς εὑρεθείσης, ἐλεγχθεὶς αὐτὸς ὡς περιφανῶς τὰ τοῦ Δήμου κλέπτων, εἴκει θατέρῳ τῆς ἐπιτροπείας· μετὰ ταῦτα δὲ τοῦ ἀλλαντοπώλου τὸν Δῆμον ἀφεψή‐ σαντος, εἶτα νεώτερον ἐξαῦθις εἰς τοὐμφανὲς γεγονότα προαγαγόντος, Κλέων περικείμενος τὴν Ἀγορακρίτου σκευὴν ἐπὶ παραδειγματισμῷ διὰ μέσης τῆς πόλεως ἀλλαντοπωλῶν ἀνὰ μέρος καὶ τῇ τέχνῃ χρησόμενος πέμπεται, καὶ ἡ

### book A1

ἐπιτροπὴ τῷ ἀλλαντοπώλῃ παραδίδοται. τὸ δὲ δρᾶμα τῶν ἄγαν καλῶς πεποιη‐ μένων.

### book A2

Ὁ σκοπὸς αὐτῷ πρὸς τὸ καθελεῖν Κλέωνα. οὗτος γὰρ βυρσοπώλης ὢν ἐκράτει τῶν Ἀθηναίων ἐκ προφάσεως τοιαύτης. Ἀθηναῖοι πόλιν Πύλου, λεγομένην Σφακτηρίαν, ἐπολιόρκουν διὰ Δημοσθένους στρατηγοῦ καὶ Νικίου· ὧν στρατηγῶν χρονισάντων ἐδυσχέραινον οἱ Ἀθηναῖοι. καὶ εἰς ἐκκλησίαν συνελθόντων αὐτῶν καὶ ἀδημονούντων, Κλέων τις βυρσοπώλης ἀναστὰς ὑπέσχετο δεσμίους φέρειν τοὺς ὑπεναντίους εἴσω εἴκοσιν ἡμερῶν, εἰ στρατηγὸς αἱρεθείη· ὅπερ καὶ γέγονε. κατὰ τὰς ὑποσχέσεις οὖν ἐστρατήγει κυκῶν τὴν πόλιν. ἐφ’ οἷς μὴ ἐνεγκὼν Ἀριστοφάνης καθίησι τὸ τῶν Ἱππέων δρᾶμα δι’ αὑτοῦ, ἐπεὶ τῶν σκευοποιῶν οὐδεὶς ἐπλάσατο τὸ τοῦ Κλέωνος πρόσωπον διὰ φόβον. καὶ τὰ μὲν πρῶτα κύπτει φοβούμενος· εἶτα προφανεὶς αὐτὸς ἐδίδαξε τὸ δρᾶμα.

### book A3

Ἔοικεν ὁ προλογίζων εἶναι Δημοσθένης, ὃς ἐκεκμήκει περὶ τὴν Πύλου πολιορκίαν, ἀφῃρέθη δὲ τὴν στρατηγίαν ὑπὸ Κλέωνος, ὑποσχομένου τότε τοῖς Ἀθηναίοις παραστήσεσθαι τὴν Πύλον εἴσω εἴκοσιν ἡμερῶν· ὃ καὶ κατώρθωσε διὰ τὸ τὰ πλεῖστα τῆς ἁλώσεως προπεπονῆσθαι Δημοσθένει. ἔοικε δὲ ὡς ἐπὶ οἰκίας δεσποτικῆς ποιεῖσθαι τὸν λόγον. εἴη δ’ ἂν δεσπότης ὁ Δῆμος, οἰκία ἡ πόλις· οἰκέται δὲ δύο τοῦ Δήμου προλογίζουσι κακῶς πάσχοντες ὑπὸ Κλέωνος. ὁ δὲ χορὸς ἐκ τῶν ἱππέων ἐστίν, οἳ καὶ ἐζημίωσαν τὸν Κλέωνα πέντε ταλάντοις ἐπὶ δωροδοκίᾳ ἁλόντα. λέγουσι δὲ τῶν οἰκετῶν τὸν μὲν εἶναι Δημοσθένην, τὸν δὲ Νικίαν, ἵνα ὦσι δημηγόροι οἱ δύο.

### book A4

Ἰστέον ὅτι εἰς τέτταρα μέρη διῄρητο ὁ δῆμος τῶν Ἀθηναίων, εἰς πεντα‐ κοσιομεδίμνους, εἰς ἱππέας, εἰς ζευγίτας καὶ εἰς θῆτας.

### book A5

Ἐδιδάχθη τὸ δρᾶμα ἐπὶ Στρατοκλέους ἄρχοντος δημοσίᾳ εἰς Λήναια δι’ αὐτοῦ 〈τοῦ〉 Ἀριστοφάνους. πρῶτος ἦν· ἐνίκα δεύτερος Κρατῖνος Σατύροις· τρίτος Ἀριστομένης Ὑλοφόροις.

### book A6

Οἰκία ἡ πόλις, δεσπότης ὁ Δῆμος, θεράποντες οἱ στρατηγοί.

### book B

Παράγει τινὰ Κλέωνα, τὸν καλούμενον Παφλαγόνα κἄτι βυρσοπώλην πικρότατα, κατεσθίοντά πως τὰ κοινὰ χρήματα, καὶ παραλογισμῷ διαφοροῦντ’ ἐρρωμένως ἀλλαντοπώλην, εὐθέως 〈τε〉 σκατοφάγον, πεισθέντ’ ἐπιτίθεσθαι σὺν ἱππεῦσίν τισιν, ἐν τῷ χορῷ παροῦσι, τῇ τῶν πραγμάτων ἀρχῇ, Κλέωνός τ’ ἐν μέσῳ κατηγορεῖν. ἐγένετο τοῦτ’· ἐξέπεσεν ὁ Κλέων παγκάκως, ὁ δὲ σκατοφάγος ἔτυχε προεδρίας καλῆς.

### book 1

Δημοσθένης· Νικίας· Κλέων· Ἀγοράκριτος ἀλλαντοπώλης· Χορὸς ἱππέων· Δῆμος.

### book 1a

(ad vv. 1—196) στίχοι ἰαμβικοὶ ἀκατάληκτοι ρϟγʹ, ὧν ὁ τελευταῖος “καὶ ποικίλως πως καὶ σαφῶς ᾐνιγμένος”. VEΓΓ2Θ

### book 1b

(ad vv. 1—246) τὰ περὶ τῶν μέτρων ταῦτα ἡμέτερά ἐστι Δημητρίου τοῦ Τρικλινίου. ἡ εἴσθεσις τοῦ παρόντος δράματος εὐθὺς ἐξ ἀμοιβαίων προσώ‐ πων ἄρχεται. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρϟγʹ, ὧν τελευταῖος “καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος”. μετὰ τοῦτο δὲ καθ’ ὑπερβολὴν στίχοι δακτυλικοὶ ἑξάμετροι ἀκατάληκτοι (κατὰ γὰρ μονο‐ ποδίαν μετρεῖται τὸ δακτυλικόν) εʹ. ἑξῆς δὲ πάλιν ἐν ἐκθέσει ἕτεροι ὅμοιοι στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι μʹ. ἐν ἐκθέσει δὲ τούτων στίχοι τρο‐ χαϊκοὶ τετράμετροι καταληκτικοὶ εʹ, ὧν τελευταῖος “ἀλλ’ ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ”. ἐπὶ ταῖς ἀποθέσεσι δὲ παράγραφος,

### book 1b

ἐπὶ δὲ τῷ τέλει τοῦ τελευταίου στίχου κορωνίς. VatLh

### book 1c

(I) Ἰατταταιάξ: σχετλιασμὸν δηλοῖ αὐτό τε τοῦτο καὶ τὸ ἑξῆς. ἔοικε δὲ ὁ προλογίζων εἶναι Δημοσθένης ὁ προκαμὼν ἐν Πύλῳ διὰ τοῦτο. VEΓΘM (II) ἄλλως: σχετλιαστικὸν τὸ ῥῆμα. παρεπιγραφὴ δὲ λέγεται τὰ τοιαῦτα, ἀλλὰ καὶ γίγνεται τοῖς σχήμασιν. ἔστι δὲ εἷς τῶν προειρημένων δῆθεν οἰκετῶν ἀποδυρόμενος 〈πρὸσ〉 τὸν ἕτερον. VEΓΘM

### book 1d

Ἰατταταιάξ: σχετλιαστικόν ἐστι τὸ ἐπίρρημα. παρεπιγραφὴ δὲ λέγεται τὰ τοιαῦτα. ἔστι δὲ εἷς τῶν οἰκετῶν Δημοσθένης ὁ προκαμὼν ἐν Πύλῳ ἀποδυρόμενος πρὸς τὸν ἕτερον. VatLh

### book 1e

Ἰατταταιάξ] ἐπίρρημα σχετλιαστικόν. VatLh

### book 1f

τῶν κακῶν] ἕνεκα. VatLh

### book 2a

(I) Παφλαγόνα: τὸν Κλέωνα, ὡς δημοτικὸν οἰκέτην. Παφλαγόνα δὲ οὐ τῷ γένει, ἀλλ’ ἐπειδὴ ἐπάφλαζεν ἐν τῇ ἐκκλησίᾳ. νεώνητον δὲ τὸν νεωστὶ καταξιωθέντα τῆς ἀρχῆς. VEΓΘ (II) Παφλαγόνα δὲ τὸν Κλέωνα διὰ τὸ τῆς φωνῆς ἀπηχὲς ἀπὸ τοῦ παφλάζειν ὠνόμασεν .... ἔφην γὰρ ὅτι ξένος ὢν ἐπολιτεύετο· ὀνειδίζει οὖν αὐτὸν ὡς ξένον καὶ βάρβαρον. νεώνητον δὲ τὸν νεωστὶ ἠγορασμένον. RVEΓΘM

### book 2b

(I) 〈νεώνητον〉 ἐπεὶ μὴ ἐκ γένους ἦν Ἀθηναῖος, ἀλλὰ νεωστὶ προσελη‐ λυθὼς τῇ πολιτείᾳ. ἐμφαίνει δὲ διὰ τούτων ὅτι καὶ τῶν Ἀθηναίων καθάπτεται, ὅτι δέον αὐτοὺς πιστεύειν τοῖς γνησίοις καὶ πολλὰ τὴν πόλιν εὐηργετηκόσιν, οἱ δὲ μᾶλλον ἐτίμων τὸν Κλέωνα. πεφύκαμεν γὰρ καὶ τῶν οἰκετῶν μᾶλλον πιστεύειν τοῖς οἴκοι γεννηθεῖσι καὶ τραφεῖσιν ἢ οἷς ἂν ἐπικτησώμεθα πριάμενοι. RVEΓΘM (II) ἄλλως: οὐχ ὅτι νεωστὶ τῇ δημαγωγίᾳ προσῆλθε. VEΓΘM

### book 2c

τὸ δὲ ἑξῆς, κακὸν κακῶς ἀπολέσειαν οἱ θεοὶ τὸν Παφλαγόνα τὸν νεώνητον. VEΓΘM

### book 2d

νεώνητον δὲ ὅτι τὸ διάστημα νεωστὶ ἐπεκτησάμεθα πριάμενοι. Γac (nunc erasum) ΘM

### book 2e

Παφλαγόνα: τὸν 〈ἐν〉 τῇ ἐκκλησίᾳ παφλάζοντα, τὸν λαρυγγιστήν, τὸν Κλέωνα. νεώνητον δὲ λέγει τὸν τῆς ἀρχῆς νέον ἀξιωθέντα, ἐπεὶ μὴ ἐκ γένους ἦν Ἀθηναῖος, ἀλλὰ νεωστὶ προσεληλυθὼς τῇ πόλει. M

### book 2f

Παφλαγόνα τὸν Κλέωνα λέγει οὐ τῷ γένει, ἀλλὰ διὰ τὸ τῆς φωνῆς ἀπηχὲς ἀπὸ τοῦ παφλάζειν καὶ ἀσήμως βοᾶν ἐν τῇ ἐκκλησίᾳ. νεώνητον δὲ ὡς νεωστὶ καταξιωθέντα τῆς ἀρχῆς, ἐπεὶ μὴ τὸ γένος ἦν Ἀθηναῖος, ἀλλὰ νεωστὶ προσεληλυθὼς τῇ πολιτείᾳ. κωμῳδεῖ δὲ αὐτὸν ὡς ξένον καὶ βάρβαρον ἐξ ἀμφοτέρων τῶν λέξεων. καθάπτεται δὲ καὶ τῶν Ἀθηναίων, ὅτι δέον αὐτοὺς πιστεύειν τοῖς γνησίοις καὶ πολλὰ τὴν πόλιν εὐηργετηκόσιν, οἱ δὲ μᾶλλον ἐτίμων τοὺς ξένους καὶ φαύλους. εἰώθαμεν γὰρ τῶν οἰκετῶν μάλιστα πιστεύειν τοῖς οἴκοι γεννηθεῖσί τε καὶ τραφεῖσιν, ἢ οἷς ἂν ἐπικτησώμεθα πριάμενοι. VatLh

### book 2g

Παφλαγόνα] τὸν Κλέωνα λέγει. M

### book 2h

Παφλαγόνα] τὸν Κλέωνα. VatLh

### book 2i

νεώνητον] νεωστὶ ἠγορασμένον. M

### book 2k

νεώνητον] νεωστὶ ἐλθόντα. VatLh

### book 21

κακόν] ὄντα. VatLh

### book 3a

αὐταῖσι βουλαῖς: Ἀττικὸν τὸ σχῆμα καὶ ἡ σύνταξις τοῦ λόγου, ὡς εἰ λέγοιμεν, αὐτοῖς ὅπλοις, αὐτοῖς ἵπποις. λείπει δὲ ἡ σὺν πρόθεσις. VEΓΘ

### book 3b

αὐταῖσι βουλαῖς] σὺν ταῖς βουλαῖς. VΓ3

### book 3c

αὐταῖσι βουλαῖς] ξύν, ἐσχηματισμένον. M

### book 3d

αὐταῖσι βουλαῖς] σὺν τοῖς βουλεύμασιν. Ἀττικὸν τὸ σχῆμα, ὡς εἰ λέγοιμεν αὐτοῖς ὅπλοις, αὐτοῖς ἵπποις. λείπει δὲ ἡ σύν. VatLh

### book 4a

(I) εἰσήρρησεν: εἰσῆλθεν, εἰσεπήδησεν, ὡς βίᾳ καὶ ἀναιδῶς τῇ πολιτείᾳ προσελθόντος. Ἀττικὴ δὲ ἡ λέξις. ἐν ἐνίοις δὲ ἀντιγράφοις εἰσέφρησε γράφεται, δηλούσης τῆς λέξεως τὸ ἐπιπηδῆσαι, ἔτι δὲ καὶ τὸ μετὰ φθορᾶς εἰσελθεῖν. RVEΓΘ (II) ἄλλως: μετὰ φθορᾶς παρεγένετο. VEΓ2

### book 4b

εἰσήρρησεν] μετὰ φθορᾶς εἰσῆλθε. MVat

### book 4e

εἰσήρρησεν] μετὰ φθορᾶς παρεγένετο, ὡς ἀναιδῶς ἐλθόντος. Lh

### book 4f

τὴν οἰκίαν] ἀντὶ τοῦ τὴν πόλιν. VatLh

### book 5a

πληγὰς: ὕβρεις καὶ κακὰ πράγματα. RΓΘ

### book 5b

πληγὰς: ἤγουν κακὰ πράγματα. VEΓ3

### book 5c

πληγὰς] ὕβρεις. M

### book 5d

τὸ δὲ προστρίβεται ἀντὶ τοῦ κατασκευάζει καὶ μηχανᾶται καὶ προσ‐ ποιεῖται. RVEΓΘ

### book 5e

προστρίβεται] κατασκευάζει, μηχανᾶται, φέρει. M

### book 5f

προστρίβεται] ἀντὶ τοῦ κατασκευάζει, μηχανᾶται. VatLh

### book 5g

τοῖς οἰκέταις] ἀντὶ τοῦ τοῖς πολίταις. VatLh

### book 5h

—Vat

### book 6a

κάκιστα δῆθ’] ἀπόλοιτο. VatLh

### book 6b

πρῶτος Παφλαγόνων: ὡς πάντων μὲν ὄντων πονηρῶν, ἐξαιρέτως δὲ τοῦ Κλέωνος. RVEΓΘMVatLh

### book 7a

αὐταῖσι διαβολαῖς: ὅμοιον καὶ τοῦτο τὸ σχῆμα τῷ “αὐταῖσι βουλαῖς”· τοῦτο δὲ εἶπεν, ἐπεὶ διαβάλλων ὁ Κλέων τοὺς ἄλλους στρατηγοὺς καὶ προσκρούων τῷ δήμῳ εἰς ἑαυτὸν βλέπειν τοὺς Ἀθηναίους ἐποίησεν. RVEΓΘM

### book 7b

αὐταῖσι διαβολαῖς] σὺν. MVatLh

### book 7c

αὐταῖσι διαβολαῖς] ἔστι δὲ Ἀττικόν. λείπει οὖν ἡ σὺν πρόθεσις. M

### book 8

πρόσελθ’: πλησίασον, ἐγγὺς ἐλθέ. REΓ2

### book 9a

(I) ξυναυλίαν: ξυναυλία καλεῖται ὅταν δύο αὐληταὶ τὸ αὐτὸ αὐλῶσιν. ὁ δὲ Ὄλυμπος μουσικὸς ἦν, Μαρσύου μαθητής· ἔγραψε δὲ αὐλητικοὺς καὶ θρηνητικοὺς νόμους. VEΓΘ (II) ἄλλως: ξυναυλία λέγεται ὅταν κιθάρα καὶ αὐλὸς συμφωνῇ. νόμοι δὲ καλοῦνται οἱ εἰς θεοὺς ὕμνοι. Ὄλυμπος δὲ μαθητὴς γέγονε Μαρσύου, περὶ τὴν αὐλητικὴν ἄριστος, καὶ αὐτὸς δυστυχήσας διὰ μουσικήν. καθάπερ οὖν Ὄλυμπος εὗρε τὸ συναυλεῖν, καὶ ἡμεῖς ὅμοια καὶ ὥσπερ ἀπὸ μιᾶς φωνῆς ὀδυρώμεθα. μιμησώμεθα οὖν ἐν τῷ θρηνεῖν τὴν συναυλίαν Ὀλύμπου. VEΓΘ

### book 9b

ὁ δὲ Ὄλυμπος αὐλητὴς γέγονεν καὶ αὐτὸς δυστυχήσας διὰ μουσικήν. μιμησώμεθα οὖν ἐν τῷ θρηνεῖν τὴν συναυλίαν Ὀλύμπου καὶ ὡς ἀπὸ μιᾶς φωνῆς ὀδυρώμεθα. R

### book 9c

ξυναυλίαν: ξυναυλία καλεῖται ὅταν δύο αὐληταὶ τὸ αὐτὸ αὐλῶσιν, ἢ ὅταν κιθάρα καὶ αὐλὸς συμφωνῇ. ὁ δὲ Ὄλυμπος δυστυχήσας διὰ τὴν μουσικὴν εὗρε τὸ συναλγεῖν. M

### book 9d

ξυναυλία καλεῖται ὅταν δύο αὐληταὶ συνᾴδωσιν, ἢ ὅταν κιθάρα καὶ αὐλὸς συμφωνῇ. Ὄλυμπος δὲ μαθητὴς γέγονε Μαρσύου, περὶ τὴν αὐλητικὴν ἄριστος. ἔγραψε δὲ αὐλητικοὺς καὶ θρηνητικοὺς νόμους, καὶ αὐτὸς δυστυχήσας διὰ μουσικήν. VatLh

### book 9e

ξυναυλίαν: κοινωνίαν, τουτέστιν ἀποδυρώμεθα ὁμόσε. VEΓ2

### book 9f

ξυναυλίαν] ὁμαυλίαν. M

### book 9g

ξυναυλίαν] μίαν ᾠδὴν θρήνου. VatLh

### book 9h

Ὀλύμπου] μαθητὴς ἦν Μαρσύου. M

### book 9i

νόμον] κατὰ. Lh

### book 9k

totus versus] ἤγουν μιμησώμεθα θρηνοῦντες τὴν συναυλίαν Ὀλύμπου. VatLh

### book 10a

μὺ μῦ: ὁμοφωνοῦσιν ἀμφότεροι μύζοντες. τοῦτο δὲ ὡς θρηνητικόν. ἔστι δὲ ἴαμβος ἔχων τὸ μὲν πρῶτον βραχύ, τὸ δὲ δεύτερον μακρόν. VEΓΘ

### book 10b

μὺ μῦ] μύζοντες τοῦτο λέγουσιν ὁμοφωνοῦντες ἀμφότεροι. τούτων τὸ μέν ἐστι βραχύ, τὸ δὲ δεύτερον μακρὸν διὰ τὸν ἴαμβον. VatLh

### book 10c

μὺ μῦ] ὡς θρηνοῦντες. R

### book 11a

τί κινυρόμεθ’ ἄλλως: τί δακρύομεν καὶ ὀδυρόμεθα εἰς κενὸν καὶ ἀνωφελές. ΓΘ

### book 11b

οὐκ ἐχρῆν: οὐκ ἔδει οὐδὲ δέον. ΓΘ

### book 11c

ζητεῖν: ἤγουν πολυπραγμονεῖν καὶ σκοπεῖν. EΓΘVatLh

### book 11d

οὐκ ἐχρῆν ζητεῖν τινα: ἡμεῖς δὲ ἀπαλλαγέντες τῶν δακρύων βουλευσώμεθα τίνα τρόπον ἀπαλλαγησόμεθα τῶν κακῶν. αὐτὸς γὰρ μέλλει τὴν τοῦ ἀποδρᾶναι γνώμην εἰσηγεῖσθαι. VEΓΓ2Θ

### book 11e

τί κινυρόμεθ’ ἄλλως: τί θρηνοῦμεν καὶ ὀδυρόμεθα μάτην καὶ ἀνωφελές; ἐπεὶ αὐτὸς μέλλει τὴν τοῦ ἀποδρᾶναι γνώμην εἰσηγεῖσθαι. R

### book 11f

κινυρόμεθ’] θρηνοῦμεν. VEΓ2MVatLh

### book 11g

ἄλλως] ματαίως. VEΓ2

### book 11h

οὐκ ἐχρῆν] οὐκ ἔδει. E

### book 11i

οὐκ ἐχρῆν] περιττὸν τὸ οὔ. M

### book 11k

ἄλλως] μάτην. VatLh

### book 12a

totus versus] ἤγουν τίνα τρόπον ἀπαλλαγησόμεθα τῶν κακῶν τοῦ Κλέωνος. VatLh

### book 12b

νῷν] συνίζησις. VatLh

### book 13a

τίς οὖν γένοιτ’ ἂν λέγε σύ: τίς οὖν ἀφορμὴ γένοιτο λέγε σύ· πρὸς τὴν ἐπερώτησιν τοῦ ἑτέρου ὁ ἕτερος πάλιν ἀπεκρίνατο. ἑκάτερος δὲ εὐλαβῶς ἔχει τοῦ εἰπεῖν, διὰ τὸ φοβεῖσθαι δῆθεν τὸν Κλέωνα, καθ’ οὗ συντάτ‐ τουσι τὴν ἐπιβουλήν. φιλονεικοῦσιν οὖν τίς πρῶτος εἴπῃ. VEΓΘM

### book 13b

(I) σὺ μὲν οὖν μοι λέγε: ἀντὶ τοῦ, σὺ εἰπέ, ἵνα εἰπόντος σου μὴ ἀντιλέξω μηδὲ μαχήσωμαί σοι. RVEΓΘM (II) ἢ οὕτως: σὺ λέγε, ἵνα μὴ εἴπω πρῶτος, καὶ φθονῶν ἀντείπῃς, κἀγώ σοι μάχωμαι. RVEΓΘM

### book 14a

ἵνα μὴ μάχωμαι] ἵνα μὴ δι’ ὄχλου σοι γένωμαι. VatLh

### book 14b

οὔ] οὐ λέξω. VatLh

### book 16a

πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν: ἅτινά με χρή, φησίν, εἰπεῖν, εἴθε ἤκουσα παρὰ σοῦ λεχθέντα. τοῦτο δὲ εἶπε διὰ τὸ φοβεῖσθαι λέγειν. RVEΓΘ

### book 16b

totus versus] τοῦτο εἶπε διὰ τὸ φοβεῖσθαι λέγειν. M

### book 16c

totus versus] Εὐριπίδου. R

### book 16d

totus versus] φοβούμενος εἰπεῖν τι τοῦτο λέγει· οἷον εἴθε ἤκουσα παρὰ σοῦ ἃ μέλλω ἐρεῖν. VatLh

### book 17a

ἀλλ’ οὐκ ἔνι μοι τὸ θρέττε: ἀντὶ τοῦ θαρσαλέον. οὐδὲ τὸ τυχὸν ἔχω, φησί, περὶ τούτων εἰπεῖν. θρέττε δὲ βαρβαριστί, παρὰ τὸ θαρρεῖν, ἀντὶ τοῦ θρασὺ καὶ ἀνδρεῖον. οὐκ ἔστιν οὖν εἰπεῖν ὃ σὺ διανοῇ· ἠρνήσατο δὲ ἵνα εἰς ἀνάγκην τὸν ἕτερον καταστήσῃ πρότερον συνθέσθαι τι καὶ συμβουλεῦσαι. τὸ δὲ πῶς ἂν οὖν ποτε, ἀντὶ τοῦ οὐ θαρρῶ, φησίν, εἰπεῖν οὐδὲ τὸ τυχόν. βαρ‐ βαρίζει δὲ ὡς δοῦλος. VEΓΘ

### book 17b

τὸ θρέττε] τὸ θαρσαλέον. R

### book 17c

θρέττε: ἀντὶ τοῦ θαρσαλέον· θρέττε γὰρ βαρβαρικῶς τὸ θαρρεῖν. βαρβαρίζει δὲ ὁ δοῦλος. M

### book 17d

τὸ θρέττε] τὸ θαρσαλέον, βαρβαριστί, παρὰ τὸ θαρρεῖν. βαρβαρίζει δὲ ὡς δοῦλος. VatLh

### book 18a

κομψευριπικῶς: ἀντὶ τοῦ εὐριπιδικῶς καὶ δεινῶς, οἷον πανούρ‐ γως. κομψοὶ δὲ παρὰ τοῖς ἀρχαίοις ἐλέγοντο οἱ πανοῦργοι. φησὶν οὖν πῶς ἄν τις εἴποι περιεσταλμένως καὶ λεληθότως, οἱονεὶ μὴ φανερῶς. VEΓ2

### book 18b

κομψευριπικῶς: πανούργως ὡς ὁ Εὐριπίδης. R

### book 18c

κομψευριπικῶς] πανούργως. Γ2

### book 18d

κομψευριπιδικῶς: ἀντὶ τοῦ εὐριπιδικῶς, δεινῶς, πανούργως. κομψοὶ δὲ παρὰ τοῖς ἀρχαίοις ἐλέγοντο οἱ πανοῦργοι. M

### book 18e

κομψευριπιδικῶς] πανούργως, δεινῶς. M

### book 18f

κομψευριπικῶς] πανούργως, διὰ τὸ τὸν Εὐριπίδην τοιοῦτον εἶναι κομψὸν καὶ πιθανόν. VatLh

### book 19a

(I) μὴ διασκανδικίσῃς: διευριπιδίσῃς· ἡ γὰρ μήτηρ Εὐριπίδου σκάνδικας ἐπίπρασκεν, ὅ ἐστιν ἄγρια λάχανα. VEΓ2 (II) ἄλλως: μὴ ἀποδειλιάσῃς, μὴ μεταμελήσῃς. σκώπτει δὲ τὸν Εὐριπίδην ὡς λαχανοπώλιδος υἱόν· σκάνδιξ γὰρ εἶδος λαχάνου. VEΓ2

### book 19b

μὴ διασκανδικίσῃς: μὴ εὐριπιδίσῃς· σκώπτει τὸν Εὐριπίδην ὡς λαχανοπώλιδος υἱόν. R

### book 19c

μὴ εὐριπιδίσῃς· ἡ γὰρ μήτηρ αὐτοῦ σκάνδικας ἐπώλει, τουτέστιν ἄγρια λάχανα. σκώπτει δὲ τὸν Εὐριπίδην. M

### book 19d

διασκανδικίσῃς δίκην Εὐριπίδου εἴπῃς. σκάνδιξ γὰρ εἶδος λαχάνου ἀγρίου. ἡ δὲ μήτηρ Εὐριπίδου λαχανόπωλις. VatLh

### book 20a

ἀπόκινον: φυγήν, ἀποχώρησιν· ἔστι δὲ καὶ εἶδος ὀρχήσεως φορτικῆς ὡς ὁ βαυκισμός· οἱ δὲ μέλος. VEΓ2VatLh

### book 20b

ἀπόκινον] φυγήν. M

### book 21a

λέγε δὴ μόλωμεν: τινὲς τὸ “μόλωμεν” προπερισπῶσι. προσποιεῖ‐ ται δὲ ὑποτίθεσθαι φεύγειν αὐτὸν καὶ λέγειν “αὐτομολήσωμεν πρὸς τοὺς Λακεδαιμονίους”, αὐτὸς παραιτούμενος λέγειν. αὐτομολῆσαι δέ ἐστι τὸ προ‐ δοῦναι τοὺς ἰδίους καὶ ἐᾶσαι καὶ ἀπελθεῖν πρὸς τοὺς ἐναντίους ἐπὶ συμμαχίᾳ. RVEΓΘM

### book 21b

τινὲς τὸ “μόλωμεν” προπερισπῶσι. προσποιεῖται δὲ ὑποτίθεσθαι φεύγειν αὐτὸν καὶ λέγειν “αὐτομολήσωμεν πρὸς τοὺς Λακεδαιμονίους”, αὐτὸς παραιτούμενος λέγειν. αὐτομολῆσαι δέ ἐστι τὸ καταλιπεῖν τοὺς ἰδίους ἐν πολέμῳ καὶ προσελθεῖν τοῖς ἐχθροῖς ἐπὶ συμμαχίᾳ. VatLh

### book 22a

ἐξόπισθε: κάτοπιν, τουτέστι πρότασσε τοῦ “μόλωμεν” τὸ “αὐτό”, εἶτα πάλιν τοῦ “αὐτὸ” 〈τὸ “μόλωμεν”〉. βούλεται δὲ λέγειν, “αὐτομολήσωμεν πρὸς τοὺς Λακεδαιμονίους”. αἰνιγματωδῶς καὶ μετὰ δισταγμοῦ λέγει, ποιῶν ἐκεῖνον συνάπτειν τὰς λοιπὰς αὐτῷ συλλαβάς. VEΓΘMVatLh

### book 22b

ἐξόπισθε] ἤγουν πρότασσε τοῦ “μόλωμεν” “αὐτό”, ἵνα γένηται “αὐτομόλωμεν”. VatLh

### book 23

φάθι] ὁ μὲν Ἀπολλώνιος βαρύνει, ὁ δὲ Ἡρωδιανὸς ὀξύνει. VEΓ2VatLh

### book 24a

ὥσπερ δεφόμενος: ἀντὶ τοῦ ἀποδέρων τὸ αἰδοῖον. οἱ γὰρ ἁπτόμενοι τῶν αἰδοίων οὐχ ὡς ἤρξαντο, ἀλλὰ σπουδαιότερον κινοῦσι πρὸς τῇ τῆς γονῆς ἐκκρίσει. τοῦτο οὖν λέγει, ὅτι πρῶτον κατὰ μικρόν, εἶτα συνεχῶς λέγε. RVEΓ2M

### book 24b

δεφόμενος] ξυνουσιάζων, ἀποδέρων τὸ αἰδοῖον. M

### book 24c

δεφόμενος] ἤγουν τοῦ μορίου ἁπτόμενος. οἱ γὰρ ἁπτόμενοι τοῦ μορίου πρὸς ἔκκρισιν τῆς γονῆς οὐχ ὡς ἤρξαντο κινοῦσιν ἀλλὰ σπουδαιότερον, ἐκπυ‐ ρούμενοι τῇ συνεχείᾳ τῆς κινήσεως. VatLh

### book 26a

αὐτὸ μόλωμεν αὐτομόλωμεν: ὡς ἐπιλαμβανόμενος αὐτοῦ τοῦτο λέγει. αὐτομολεῖν δὲ τὸ πρὸς τοὺς πολεμίους ἀπελθεῖν. VE

### book 26b

ἐπιλαμβανόμενος αὐτοῦ τοῦτο λέγει. M

### book 26c

μόλωμεν] ὡς ἐπιλαμβανόμενος αὐτοῦ εἶπε καὶ ποιεῖ τὸ προσταχθὲν καὶ συνεχῶς φησιν αὐτό· αὐτομολεῖν δὲ τὸ πρὸς τοὺς πολεμίους ἀπελθεῖν. Γ2

### book 26d

μόλωμεν] ὡς ἐπιλαμβανόμενος αὐτοῦ τοῦτο εἶπε. VatLh

### book 26e

ἢν] ἰδού. καὶ ἐν Πλούτῳ “ἢν μεθίεμεν”. καὶ παρὰ Θεοκρίτῳ “ἢν ἰδέ τοι τὸ δέπας· θᾶσαι φίλος”. Vat

### book 27a

(I) ἢν οὐχ ἡδύ; ἰδού, ἐρωτηματικόν. λέγει δὲ οὐκ ἔστιν ἡδὺ τὸ αὐτομολήσωμεν; ἔθος δὲ ἦν καὶ τοὺς δούλους παρὰ τοὺς πολεμίους φεύγειν, εἰ πάσχοιέν τι κακὸν ὑπὸ τοῦ δεσπότου. τὸ δὲ φεύγειν αὐτομολεῖν λέγουσιν Ἀθηναῖοι. VEΓΘM (II) ἄλλως: ὁ τὴν γνώμην λέγων ἐφίστησι τῷ λόγῳ αἰσθανόμενος τοῦ ῥήματος, ὡς ἐξηπατημένος καὶ παρακεκρουσμένος εἰπεῖν τὸ αὐτομολήσωμεν. VEΓΓ2Θ (III) ἄλλως: μὴ οὐ καλόν, οὐ πρὸς ἡδονὴν ἀποδοκιμάσω σου τὴν συμ‐ βουλήν. VEΓΘ

### book 27b

οὐχ ἡδύ;] ἤγουν οὐκ ἔστιν ἡδὺ τὸ αὐτομολῆσαι; VatLh

### book 28

τὸν οἰωνόν] τὸ σημεῖον. VEΓ2MVatLh

### book 29a

ὁτιὴ τὸ δέρμα τῶν δεφομένων ἀπέρχεται: ὅτι ὥσπερ τῶν δεφομένων τὸ δέρμα ἀπέρχεται, οὕτω καὶ τῶν αὐτομολούντων. RVEΓΘM

### book 29b

δεφομένων] δερομένων. VEΓ2

### book 29c

totus versus] τῶν ἀποδερομένων τὸ αἰδοῖον ὑποχωρεῖ ὄπισθεν. μή πως οὖν καὶ ἡμᾶς νοήσαντες Ἀθηναῖοι φεύγοντας κρατήσωσι καὶ ἀποδείρωσι. VatLh

### book 30a

κράτιστα] αἱρετώτερον, βέλτιον. VEΓ2M

### book 30b

νῶϊν] συνίζησις. VatLh

### book 31a

πρὸς βρέτας: ἄγαλμα θεῶν. προσπεσεῖν δὲ ἱκέτας καθίσαι ἢ καταφυγεῖν. RVEΓΘ

### book 31b

πρὸς βρέτας: πρὸς ἱερόν, πρὸς τέμενος ἢ πρὸς ἕδος ἢ πρὸς ἄγαλμα θεῶν. βρέτας δὲ εἴρηται ἀπὸ τοῦ βροτῷ ἐοικέναι αὐτό. τὸ δὲ ἐτεόν, ἀληθῶς οὕτω πεπίστευκας, οὕτω καταδέχῃ; VEΓΘ

### book 31c

προσπεσεῖν] ἀντὶ τοῦ καθικετεῦσαι θεούς. VatLh

### book 31d

βρέτας] ἄγαλμα θεῶν, παρὰ τὸ βροτῷ ἐοικέναι. VatLh

### book 32a

βρεττέτας: ἐν παρολκῇ, παίζων. οὐ μόνον δὲ τῇ γλώττῃ προσέπαιξε, τῇ παρονομασίᾳ τοῦ βρέτας, ἀλλὰ καὶ φησὶν ὅτι εἰ μὴ ἦσαν θεοί, οὐκ ἂν ἤμην θεοῖς ἐχθρός. VEΓΘ

### book 32b

φησὶν εἰ μὴ ἦσαν θεοί, οὐκ ἤμην θεοῖς ἐχθρός. R

### book 32c

ποῖον βρέτας: ἐν παρολκῇ, παίζων. οὐ μόνον δὲ τῇ γλώττῃ προσέπαιζε τῇ παρανομίᾳ τοῦ βρέτας (βρέτας γὰρ λέγεται τὸ ἀνθρωπόμορφον εἴδωλον ἀπὸ τοῦ βροτῷ ἐοικέναι), ἀλλὰ φησὶν ὅτι εἰ μὴ ἦσαν θεοὶ οὐκ ἂν ἤμην θεοῖς ἐχθρός. M

### book 32d

ἐτεὸν ἡγεῖ γὰρ θεούς;: ἀληθῶς οὕτω πεπίστευκας καὶ ὑπολαμ‐ βάνεις εἶναι θεούς; VEΓ2M

### book 32e

ποῖον] κοινόν. VatLh

### book 32f

ἐτεὸν] ἀληθῶς. VatLh

### book 32g

ἡγῇ] νομίζεις. VatLh

### book 33a

τεκμηρίῳ] μαρτυρίῳ, παραδείγματι. VEΓ2M

### book 33b

τεκμηρίῳ] παραδείγματι. Lh

### book 34

totus versus] ἤγουν εἰ μὴ ἦσαν θεοί, οὐκ ἂν ἦν θεοῖς ἐχθρός. VatLh

### book 35a

εὖ προσβιβάζεις με: πείθεις, παραινεῖς. παίζει ὡς δοῦλος. R

### book 35b

προσβιβάζεις] πείθεις, παραινεῖς, ἢ στοχάζῃ. VEΓ2

### book 35c

προσβιβάζεις] ἤγουν πείθεις, παράγεις με εἰς τοῦτο. VatLh

### book 35d

ἀλλ’ ἑτέρᾳ ποι σκεπτέον: ἀλλ’ ἑτέρῳ τρόπῳ δεῖ σκέψασθαι. VEΓ2M

### book 35e

ἑτέρα: ἀλλαχῇ, ἕτερόν τι. R

### book 35f

ἑτέρᾳ] ἑτέρως. Lh

### book 37a

οὐ χεῖρον ἄν: βέλτιον. R

### book 37b

οὐ χεῖρον] ἀντὶ τοῦ βέλτιον, οὐκ ἄτοπον. VE

### book 37c

οὐ χεῖρον] οὐ κακὸν δηλονότι, ἀλλὰ βέλτιστόν ἐστι τὸ φράσαι ἡμᾶς τοῖς θεαταῖς καὶ οὐκ ἄτοπον. Γ2

### book 37d

οὐ χεῖρον] οὐκ ἄτοπον, βέλτιον δέ. M

### book 37e

οὐ χεῖρον] ἤγουν βέλτιον, ἀλλ’ οὐκ ἄτοπον. VatLh

### book 37f

παραιτησώμεθα: περιττὴ ἡ παρά· ἔστι γὰρ αἰτησώμεθα, παρα‐ καλέσωμεν. πλεονάζουσι γὰρ καὶ ἐλλείπουσι ταῖς προθέσεσιν Ἀττικοί. VEΓΓ2Θ

### book 37g

παραιτησόμεθα: τὸ παρὰ περισσόν· πλεονάζουσι καὶ ἐλλείπουσι ταῖς προθέσεσιν Ἀττικοί. M

### book 37h

παραιτησόμεθα] παρακαλέσομεν. M

### book 37i

παραιτησώμεθα] περιττὴ ἡ παρά· πλεονάζουσι δὲ καὶ ἐλλείπουσι ταῖς προθέσεσιν Ἀττικοί. VatLh

### book 38a

ἐπίδηλον ἡμῖν: δεικνύειν, φησίν, ἡμῖν διὰ τῶν προσώπων εἰ χαίρουσι τοῖς λεγομένοις. RVEΓ2M

### book 38b

ἐπίδηλον] φανερόν. Γ2

### book 38c

totus versus] ἐκ γὰρ τοῦ προσώπου δηλοῦται ἡ τῆς ψυχῆς διάθεσις. VatLh

### book 38d

ποιεῖν] κοινή (super οι). VatLh

### book 39a

ἢν τοῖς ἔπεσι χαίρωσι: ἔπεσι τοῖς ποιήμασιν ἢ τοῖς λεγομένοις ἢ τοῖς ἰάμβοις· πᾶν γὰρ μέτρον ἔπος καλοῦσι· πράγμασι δὲ τοῖς ποιήμασι τοῖς λεγομένοις, ἅ εἰσι σκώμματα. VEΓΘM

### book 39b

ἢν τοῖς ἔπεσι χαίρωσι] ἐὰν χαίρωσι τοῖς λεγομένοις. Γ2

### book 39c

ἔπεσι] πᾶν μέτρον ἔπος καλοῦσι. VatLh

### book 39d

πράγμασιν] σκώμμασιν. Γ2

### book 39e

πράγμασιν] τοῖς σκώμμασιν ἢ τῇ τοῦ δράματος οἰκονομίᾳ. VatLh

### book 39f

—Vat

### book 40a

ὥσπερ τινὰ οἰκίαν κατασκευάζει τὴν πόλιν. δεσπότην δέ φησι τὸν δῆμον, οἰκέτας δὲ τοὺς προχειριζομένους ὑπ’ αὐτοῦ ὑπηρετεῖν αὐτῷ ἐν τῇ τῶν κοινῶν ἐπιμελείᾳ. ὑπηρέται γάρ τινες εἶναι δοκοῦσι τοῦ δήμου οἱ ἄρχοντες οἱ τῶν κοινῶν προϊστάμενοι. VatLh

### book 40b

νῷν] ἡμῖν. VatLh

### book 41a

..........ησθιονιν..........ισιηοτικυα ..........πολλακισα..........

### book 41b

ἄγροικος ὀργήν: δύναται ἡ ὀργὴ νῦν ⟦ἑκάτερον δηλοῦν, καὶ⟧ κυρίως κεῖσθαι καὶ ἐπὶ τοῦ τρόπου. VEΓΘM

### book 41c

ἄγροικος: ἄγριος καὶ σκληρὸς καὶ ἀνήμερος καὶ τραχύς· ἢ ἀφελής. ἀκράχολος δέ, ἤγουν εἰς ὀργὴν πρόχειρος. VEΓΘ

### book 41d

τὸν τρόπον ἄγριος καὶ σκληρὸς καὶ ἀνήμερος. R

### book 41e

ἄγροικος ὀργήν] ἀκράτητος τὸν τρόπον. M

### book 41f

ὀργήν] τὸν τρόπον. VEΓ2VatLh

### book 41g

(I) κυαμοτρώξ: δικαστικός, κυάμους ἐσθίων. κυάμοις δὲ ἐχρῶντο οἱ δικασταὶ διὰ τὸ μὴ καθεύδειν ἢ ἀντὶ ψήφων. ἄλλοι δὲ διὰ τοῦ ς, κυαμοτρώς, ὁ κυάμοις δικάζων, ὁ τιτρώσκων. τούτοις γὰρ ἐχρῶντο ἀντὶ ψήφων. VEΓΘ (II) ἄλλως: τρεφόμενος ἀπὸ τῶν κυάμων. ἐπεὶ ἀντὶ ψήφων κυάμοις ἐχρῶντο ἐν ταῖς χειροτονίαις τῶν ἀρχόντων καὶ ἐν ταῖς ἐκκλησίαις. ὡς οὖν τῶν ψηφιζομένων ἀργύριον λαμβανόντων καὶ χειροτονούντων τοὺς διδόντας πλέον οὕτως ὠνόμασε τὸν δῆμον τὸν ἀπὸ τῶν κυάμων τρεφόμενον. VEΓΘ

### book 41h

κυαμοτρώξ: ὑπὸ τῶν κυάμων τρεφόμενος. πρὸ γὰρ τῆς εὑρέσεως τῶν ψήφων κυάμοις ἐχρῶντο ἐν ταῖς χειροτονίαις τῶν ἀρχόντων καὶ ἐν ταῖς ἐκκλησίαις· ὡς καὶ τῶν ψηφιζομένων ἀργύριον λαμβανόντων καὶ χειροτονούν‐ των τοὺς διδόντας πλέον. ἀκράχολος δέ, εἰς ὀργὴν εὔκολος. R

### book 41i

κυαμοτρώξ: τρεφόμενος ὑπὸ τῶν κυάμων. πρὸ γὰρ τῆς εὑρέσεως τῶν ψήφων κυάμοις ἐχρῶντο. ἄλλοι δέ φασιν ὅτι κυάμους ἤσθιον. κυάμοις δὲ ἐχρῶντο διὰ τὸ μὴ καθεύδειν. ἔστι δὲ τὸ κυαμοτρὼξ ἀντὶ τοῦ φιλόδικος καὶ σκληρός. M

### book 41k

κυαμοτρώξ] φιλόδικος. VEΓ2VatLh

### book 41l

ἀκράχολος] μανιώδης, εἰς ὀργὴν εὔκολος. EΓ2MVatLh

### book 41m

κυαμοτρώξ] ὅτι κυάμοις ἐχρῶντο οἱ δικασταὶ διὰ τὸ μὴ καθεύδειν. οἱ δὲ κυάμοις φασὶν ἐχρῶντο ἀντὶ ψήφων. Vat

### book 42a

πυκνίτης: 〈πνὺξ〉 τόπος Ἀθήνησιν ἔνθα ἔστιν ὅτε ἐκκλησίαζον οἱ Ἀθηναῖοι. VEΓ4

### book 42b

πυκνίτης: πνὺξ τόπος ἐν Ἀθήναις ἔνθα ἡ ἐκκλησία συνεκροτεῖτο. τὸν δῆμον δὲ ὥσπερ πολίτην τῆς πυκνὸς εἶπε. πνὺξ δὲ λέγεται παρὰ τὸ πυκ‐ νοῦσθαι ἐκεῖ τοὺς βουλευτάς, ἢ ἀπὸ τοῦ πεπυκνῶσθαι ἐκεῖ τὰς καθέδρας. VEΓΘM

### book 42c

πνὺξ: τὸ ἐν Ἀθήναις δικαστήριον. R

### book 42d

πυκνίτης] ἐν τῇ πνυκὶ συναγόμενος. M

### book 42e

πνὺξ] τόπος Ἀθήνησιν ἐν ᾧ δικαστήριον ἦν. ἀπὸ τοῦ πυκνοῦσθαι ταῖς καθέδραις. VatLh

### book 42f

δύσκολον δὲ δυστράπελον. VEMVatLh

### book 42g

δύσκολον γερόντιον: πρεσβύτερον. αἰνίττεται δὲ διὰ τούτου ὁ ποιητὴς τὴν ἱστορίαν ὅτι πρῶτοί τε καὶ αὐτόχθονες οἱ Ἀθηναῖοι. VEΓΘM VatLh

### book 42h

γερόντιον: αἰνίττεται ὅτι πρωτογόνοι οἱ Ἀθηναῖοι. R

### book 43a

ὑπόκωφον δὲ εἶπεν τὸν δῆμον ὅτι οὐ πᾶσιν ἐπείθετο, ἀλλὰ προσεποιεῖτο μὴ ἀκούειν τῶν ἀπολογουμένων. VEΓΘ

### book 43b

ὑπόκωφον: ὅτι πολλάκις ἀκούων οὐ προσεποιεῖτο. R

### book 43c

ὑπόκωφον] ἐθελόκωφον. M

### book 43d

ὑπόκωφον] ὅτι προσεποιεῖτο μὴ ἀκούειν καὶ οὐκ ἐπείθετο πᾶσιν. VatLh

### book 43e

τῇ προτέρᾳ νουμηνίᾳ: τῇ παρελθούσῃ, τουτέστι νεωστί, ἵνα δείξῃ τὸν Κλέωνα οὐ πάλαι τῆς πολιτείας τετυχηκότα. ἐν δὲ ταῖς νουμηνίαις οἱ δοῦλοι ἐπωλοῦντο καὶ οἱ στρατηγοὶ ἐχειροτονοῦντο. RVEΓΘM

### book 43f

προτέρᾳ] ἵνα δείξῃ τὸν Κλέωνα οὐ πάλαι τῆς πολιτείας τετυχηκότα ἀλλὰ νεωστί. VatLh

### book 43g

ἐν ταῖς νουμηνίαις οἵ τε δοῦλοι ἐπωλοῦντο καὶ οἱ στρατηγοὶ ἐχειροτο‐ νοῦντο καὶ αἱ ἐκστρατεῖαι ἐγίνοντο. VatLh

### book 44a

ἐπρίατο] ὠνήσατο. Γ

### book 44b

δοῦλον] διὰ τὸ εἰπεῖν δεσπότην, καὶ τὸν Κλέωνα δοῦλον εἴρηκεν ἐωνημένον· οὐ γὰρ ἦν αὐτόχθων ἀλλὰ ξένος. VatLh

### book 44c

(I) βυρσοδέψην Παφλαγόνα: βυρσέα. συμβαίνει δὲ τούτους ἐκ τοῦ ἐμβρέχειν τὰ δέρματα, καὶ πλείοσιν ἐᾶν αὐτὰ ἡμέραις εἰς τὸ φάρμακον, ἵνα διαλάβοιεν, ἀπὸ τῆς ὀσμῆς τοῦ τε ὕδατος καὶ τῶν δερμάτων μολυνομένους ἄχαρι ὀδωδέναι. 〈διαβάλλει οὖν ὡς δύσοσμον〉, ἄλλως τε καὶ τὴν εὐτέλειαν δείκνυσι τοῦ Κλέωνος, ἀφ’ οἵας τύχης ὁρμώμενος ἐπρώτευσε τῶν Ἀθηναίων. VEΓΘM (II) 〈βυρσοδέψην〉: ἐπειδὴ ὁ πατὴρ αὐτοῦ Κλεώνυμος ἐργαστήριον εἶχε δούλων βυρσοδεψῶν. VEΓΘM

### book 44d

βυρσοδέψην: διὰ τὸ ἐμβρέχειν τὰ δέρματα διαβάλλει ὡς δύσοσμον καὶ ἀφ’ οἵας τύχης ὁρμώμενον ἐπρώτευε τῶν Ἀθηναίων. R

### book 46a

καταγνοὺς: θεωρήσας. περιττὴ ἡ κατά, οἷον καταμαθών, καται‐ σθόμενος. πρὸς ἔμφασιν δὲ πλείονα εἶπε τοῦ μαθών. VEΓ2

### book 46b

οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους: διενηνοχέναι φασὶ τὸ καταγνῶναι καὶ ἐπιγνῶναι ταύτῃ, ὅτι τὸ μὲν καταγνῶναι ἰδίως ἐπὶ διαβολῇ καὶ πονηρίᾳ λέγουσιν οἱ παλαιοί, τὸ δὲ ἐπιγνῶναι ἐπὶ τοῦ γνωρίσαι. γνῶναι δὲ χωρὶς τῆς κατά προθέσεως, τὸ μαθεῖν. καταγνοὺς οὖν οἷον καταμα‐ θών, καταισθόμενος. VEΓΘ

### book 46c

καταγνοὺς: ἐπὶ διαβολῇ καὶ πονηρίᾳ οἱ παλαιοί. χωρὶς τῆς κατά, γνῶναι τὸ μαθεῖν. R

### book 46d

οὗτος καταγνοὺς: παίζει ὧδε. διαφέρει δὲ τὸ καταγνῶναι τοῦ ἐπιγνῶναι, ὅτι τὸ μὲν καταγνῶναι ἰδίως ἐπὶ διαβολῇ καὶ πονηρίᾳ λέγεται, τὸ δὲ ἐπιγνῶναι ἐπὶ τοῦ νοῆσαι. M

### book 46e

καταγνοὺς] κατ’ ἐπίτασιν ἡ κατά. Γ2

### book 46f

καταγνοὺς] οἷον καταμαθών. δι’ ἐπίτασιν δὲ ἡ κατά. τὸ καταγνῶναι δὲ ἰδίως ἐπὶ διαβολῇ καὶ πονηρίᾳ λέγουσι, τὸ δὲ ἐπιγνῶναι ἐπὶ τοῦ γνωρίσαι. VatLh

### book 47a

ὁ βυρσοπαφλαγών: συνέμιξε τὸ γένος καὶ τὴν τέχνην, ἵνα τὸ πλέον ὀνειδίσῃ, προσθήκης ἑκατέρου γενομένου θατέρου. VEΓΘ

### book 47b

ὁ βυρσοπαφλαγών: τὸ γένος καὶ τὴν τέχνην συνέμιξεν ἵνα πλέον σκώψῃ. M

### book 47c

βυρσοπαφλαγών] συνέμιξε τὸ γένος αὐτοῦ καὶ τὴν τέχνην, ἵνα πλέον ὀνειδίσῃ. δείκνυσι δὲ τὴν εὐτέλειαν τοῦ Κλέωνος, ἀφ’ οἵας τύχης ὁρμώμενος προέστη τῶν Ἀθηναίων. ὁ γὰρ πατὴρ αὐτοῦ Κλεώνυμος ἐργαστήριον εἶχε δούλων βυρσοδεψῶν. VatLh

### book 47d

ὑποπεσών] ὑποδραμών, ὑπελθών. VEΓ2

### book 47e

ὑποπεσών] ὑποδραμών, λαθραίως ὑπελθών. VatLh

### book 48a

ᾔκαλλ’: αἰκάλλειν ἐστὶ τὸ τὸν κύνα τοῖς ὠσὶ καὶ τῇ οὐρᾷ σαίνειν τοὺς ἠθάδας· ἢ ἀπὸ μεταφορᾶς τῶν ἀλεκτρυόνων. κάλλαια γὰρ καλεῖται τούτων τὰ γένεια. πολλαὶ δὲ αἱ λέξεις, ἀλλὰ τὸ σημαινόμενον ἕν. ἐκολάκευε γάρ. VEΓΘVatLh

### book 48b

ἐκολάκευ’] κατεπράϋνε. EΓ4VatLh

### book 49a

(I) κοσκυλματίοις: τοῖς περικεκομμένοις καὶ ἀπορριφεῖσι δέρμασι. βούλεται δὲ λέγειν λογαρίοις αἱμύλοις. τὸ δὲ πᾶν αὐτῷ νόημα ὅτι λόγοις ἐξηπάτα τὸν δῆμον, δοκοῦσι μὲν ὠφέλειάν τινα ἔχειν, βλάπτουσι δὲ τὰ μέγιστα. VEΓ2Θ (II) ἄλλως: κοσκύλματα καλοῦνται τὰ περιττά, τὰ περιτεμνόμενα ἀπὸ τῶν καττυματίων. κοσκυλματίοις οὖν λέγει εὐτελέσι ῥήμασιν ἢ πράγμασιν. VEΓ2Θ

### book 49b

κοσκύλματα: τὰ παρακεκομμένα καὶ ἀπορριφέντα δέρματα. M

### book 49c

ἤγουν λογαρίοις αἱμύλοις, τουτέστι λόγοις ἐξηπάτα τὸν δῆμον δοκοῦσι μὲν ὠφέλειάν τινα ἔχειν, βλάπτουσι δὲ τὰ μάλιστα· ἢ ἐξηπάτα εὐτελέσι τισι ῥήμασιν ἢ πράγμασιν. ἡ μεταφορὰ ἀπὸ τῶν καττυμάτων τῶν οὐδενὸς ὄντων ἀξίων. Vat

### book 49d

κοσκυλματίοις] κολακεύμασι. EΓ4

### book 49e

κοσκυλματίοις] λεπτολογίαις, παραλογισμοῖς, λόγοις θωπευτικοῖς. M

### book 49f

κοσκυλματίοις] ἤτοι κολακεύμασιν. εἴρηται δὲ ἀπὸ τῶν δερματίων. κοσκυλμάτια γάρ εἰσι τὰ περιτεμνόμενα περιττὰ τμήματα ἀπὸ τῶν δερματίων. VatLh

### book 50a

(I) ἐκδικάσας μίαν: ἀντὶ τοῦ δικάσας, ὡσεὶ ἔλεγε γυμνασθείς· ταῦτα δὲ εἰώθασι τοῖς τρυφῶσιν οἱ κόλακες λέγειν. τοῦτο, φησί, κολακεύων ἔλεγε τὸν Δῆμον. λείπει δὲ ἡμέραν, ἵν’ ᾖ, μίαν ἡμέραν ἐάσας ἀδίκαστον. VEΓΘ (II) ἄλλως: ἀντὶ τοῦ δικάσας. μίαν δὲ ἐπειδὴ καὶ δύο ἐνίοτε καὶ πλείω οἱ αὐτοὶ ἐδίκαζον. Θ

### book 50b

μίαν] τοῦτο, φησί, κολακεύων ἔλεγε τῷ Δήμῳ. λείπει δὲ ἡμέραν, ἵν’ ᾖ, μίαν ἡμέραν ἐάσας ἀδίκαστον. VatLh

### book 51a

ἔνθου: ἐπὶ τοῦ ψωμοῦ καὶ τοῦ ἀκόλου οὕτω λεκτέον, καὶ ὅλως τοῦ φαγεῖν. VEΓΘ

### book 51b

ἔντραγ’: οὕτως 〈Ἀττικοὶ〉 τὸ ἀκρατίζειν. καὶ Μένανδρος “παλαιὸν ἐντραγεῖν”. ὁ γὰρ οἰκέτης ἐστί, βαρύτερον τὴν πρὸς τοὺς δοκοῦντας εἶναι † ποιούμενος τρυφήν †, παρονειδίζων ὅτι τοσαῦτα ἀποστέλλεται οὐκ ἐπὶ δεῖπνον, ἀλλ’ ἀκρατισμόν. VEΓ2ΘM

### book 51c

τριώβολον: τὸν δικαστικὸν μισθόν, ἐπεὶ τριώβολον ἐλάμβανον. VEΓ2M

### book 51d

ἔχε τριώβολον: ὡς τοσούτου ὄντος τοῦ δικαστικοῦ νῦν καὶ τοῦ ἐκκλησιαστικοῦ. οὐχ ὁμοίως δὲ οὐδὲ τὸ αὐτὸ διώριστο, ἀλλὰ κατὰ διαφόρους καιροὺς διάφορος ἦν καὶ ὁ μισθός. R

### book 51e

ἔνθου ἀπὸ τοῦ θῶ, τὸ εὐωχοῦμαι. ὁ μέλλων θώσω. τὸ ἔνθω ἀφ’ οὗ οἱ Δωριεῖς θωρεῖσθαι λέγουσι τὸ εὐωχεῖσθαι. καὶ ἀλλαχοῦ ἔνθεσιν οὗτος ἔλεγε τὴν τροφήν. τὸ ἐντραγεῖν δὲ ἐπὶ τοῦ ἀκρατισμοῦ λέγεται. καὶ Μένανδρος “παλαιὸν ἐντραγεῖν”. VatLh

### book 51f

ἔνθου] φάγε. VEΓ2VatLh

### book 51g

ἔνθου] χαῖρε. M

### book 51h

ἔνθου] καὶ ἐπὶ ὅλου τοῦ φαγεῖν τοῦτο λεκτέον, οὐ μόνον ἐπὶ ψωμοῦ. Vat

### book 51i

ῥόφησον] πίε. VEΓ2MVatLh

### book 51k

ἔντραγ’] τραγήματα φάγε. VEΓ2VatLh

### book 51l

ἔντραγ’] ἀκράτισον, φάγε. M

### book 51m

τριώβολον] τὸν δικαστικὸν μισθόν· τριώβολον γὰρ ἐλάμβανον. VatLh

### book 52a

δόρπον] τὸ ἑσπερινὸν φαγεῖν. VEΓ2VatLh

### book 52b

δόρπον] τὸ ἐν ἑσπέρᾳ φαγεῖν. M

### book 54a

καὶ πρώην γ’ ἐμοῦ] καὶ πρὸ ὀλίγου ἐμοῦ. V

### book 54b

πρώην] πρὸ ὀλίγου. EΓ2VatLh

### book 54c

κεχάρισται] εἰς χάριν δίδωσι. VatLh

### book 55a

(I) μᾶζαν μεμαχότος: μᾶζαν λέγει τὰ πεφυρμένα ἄλευρα. ὡς ἐπὶ τροφῆς δὲ τὸ κατόρθωμα εἶπεν. RVEΓΘM [para](II) ἄλλως: τοῦτο ἀφ’ ἱστορίας τέθεικεν, ἧς μέμνηται καὶ Θουκυδίδης. ἔχει δὲ οὕτως. Δημοσθένης στρατηγὸς Ἀθηναίων, ἀποσταλεὶς εἰς Σικελίαν διὰ τὸν αὐτόθι πόλεμον, παραπλέων τὴν Πύλον καὶ τὴν Σφακτηρίαν δυνάμει προλαβών, τριακοσίους εἴληφεν αἰχμαλώτους, καὶ ἐδήλωσεν Ἀθηναίοις, .... τί βούλονται περὶ τούτων γενέσθαι. ἄλλων δὲ ἄλλα λεγόντων Κλέων ἀναστὰς ἐπηγγείλατο ἡμερῶν ἀριθμὸν προσθείς, εἴσω ἐκείνων ἄξειν αὐτούς, ὡς γέλωτα πολὺν κατ’ αὐτοῦ γενέσθαι, ἀγαγὼν δὲ αὐτοὺς ὡς ἰδίαν πρᾶξιν κατορ‐ θώσας ἐπεσεμνύνετο. VEΓΘM (III) ἄλλως: ἐν τῇ Πύλῳ: τόπος δὲ οὗτος τῆς Λακωνικῆς στενός, διείργων καὶ ἀποχωρίζων τὰς ἀπὸ τῆς Θεσσαλίας καὶ Λακεδαιμονίας εἰσβολάς. ἔνθα καὶ Λεωνίδας πρότερον τῶν Μακεδόνων βασιλεὺς ἅμα τῶν Σπαρτιατῶν ἀντέστη Ξέρξῃ τῷ τῶν Περσῶν βασιλεῖ, καὶ πολλοὺς τῶν Περσῶν ἀποκτείνας, ἀριστεύων

### book 55a

ἐτελεύτησε, κυκλωθεὶς ἐκ προδοσίας, Ἐφιάλτου τινὸς δείξαντος τοῖς Πέρσαις διὰ τῶν ὀρῶν ὁδόν. VEΓΘ (IV) ἐνταῦθα οὖν ὁ Δημοσθένης ἀπόβασιν ποιησάμενος σὺν ὀλίγοις, ἐξετείχισε τὸ χωρίον καὶ κατέστησε φρούριον. βοηθησάντων δὲ τῶν Λακεδαιμονίων διὰ τάχους Βρασίδου στρατηγοῦντος, αὐτός τε ὁ Βρασίδας ἀπέβαλε τὴν ἀσπίδα καὶ πολλοὶ τῶν Λακεδαιμονίων ἀπέθανον ἐν τῇ μάχῃ. ἔνιοι δὲ κατέφυγον καταπονούμενοι εἰς τὴν καταντικρὺ νησίδα τὴν Σφακτηρίαν. καὶ αὐτὸς ὁ Δημοσθένης μετεπέμψατο ἀπὸ τῶν Ἀθηναίων, ὡς ἂν πλείονι δυνάμει χρησά‐ μενος τοὺς ἄνδρας ἐκπολιορκοίη. ὁ οὖν Κλέων, γνοὺς ὅτι ὑπὸ τῆς ἀνάγκης καὶ λιμοῦ καὶ δίψους οὐχ οἷοί τε ἔσονται πλείοσιν ἀντέχειν ἡμέραις, ἐπεὶ καὶ τοῦτο ἤγγελλον οἱ ἀπὸ τοῦ στρατοπέδου ἀφικνούμενοι, παρελθὼν εἰς τὸν δῆμον, εἰ

### book 55a

λάβοι δύναμιν, ὡς αἰτεῖ Δημοσθένης, κατεπηγγείλατο ἐντὸς εἴκοσιν ἡμερῶν παραστήσειν τοὺς πολιορκουμένους. καὶ οὕτως ἐκπλεύσας καὶ τοὺς Λακε‐ δαιμονίους λαβών, ἔδοξεν αὐτοῖς κατορθοῦν τὸ τοῦ Δημοσθένους ὁ Κλέων. ἐπειράθη γὰρ ὑφαρπάσαι τὸ τέλος τῶν ἐκείνου πόνων. VEΓΘ

### book 55b

ἡ περὶ τῆς Πύλου ἱστορία: ὁ Κλέων ἔδοξεν κατορθοῦν πλέον Δημοσθένους ὑφαρπάσας τὸ τέλος τῶν ἐκείνου πόνων. στρατηγὸς γὰρ ὢν Ἀθηναίων ὁ Δημοσθένης ἀποσταλεὶς εἰς Σικελίαν διὰ τὸν αὐτόθι πόλεμον, πολλοὶ τῶν Λακεδαιμονίων ἀπέθανον ἐν τῇ μάχῃ. ἔνιοι καταπονούμενοι κατέ‐ φυγον εἰς Φακτηρίαν (τόπος δὲ οὗτος τῆς Λακωνικῆς στενός), οὓς καταστήσας εἰς πολιορκίαν μετεπέμψατο στρατιὰν ἀπὸ τῶν Ἀθηναίων. ὁ οὖν Κλέων γνοὺς αὐτοὺς ὑπὸ λιμοῦ καὶ δίψης μὴ οἵους τε ὄντας ἀντέχειν ἐπηγγείλατο, εἰ λάβοι δύναμιν ἣν αἰτεῖ Δημοσθένης, ἐντὸς εἴκοσιν ἡμερῶν ἀναστῆσαι τοὺς πολιορ‐ κουμένους. ἐκπλεύσας οὖν αὐτοὺς ἔλαβεν. R

### book 55c

ἱστορία ὅπως παρεστήσατο τὴν Πύλον Κλέων: ἡ περὶ τῆς Πύλου ἱστορία, ἧς καὶ Θουκυδίδης μέμνηται, ἔχει οὕτως. Δημοσθένης στρατηγὸς Ἀθηναίων κατὰ Λακεδαιμονίων ἐκστρατευσάμενος καὶ τοὺς μὲν ἑλών, τοὺς δὲ καταφυγόντας εἰς Πύλον πολιορκῶν, οὐκ ἠδυνήθη παραχρῆμα ἑλεῖν· πέμψας οὖν πρὸς Ἀθηναίους πλείονα δύναμιν ᾔτει ὥστε αὐτοὺς παραστήσασθαι· ἄλλων δὲ ἄλλα λεγόντων Κλέων πανουργότατος ὢν καὶ γνοὺς ὅτι ὑπὸ τῆς πολιορκίας καὶ τοῦ λιμοῦ καὶ τῆς δίψης οὐχ οἷοί τ’ ἔσονται πολλαῖς ἀντέχειν ἡμέραις (ἐλέγετο γὰρ καὶ τοῦτο παρὰ τῶν ὑπὸ Δημοσθένους ἀποσταλέντων), παρελθὼν εἰς τὸν δῆμον ἐπηγγείλατο ἐντὸς ἡμερῶν εἴκοσι παραστήσεσθαι τοὺς πολιορκουμένους εἰ λάβοι τὴν δύναμιν ἣν Δημοσθένης αἰτεῖ. προχειρισ‐ θεὶς οὖν στρατηγὸς καὶ ἀπελθὼν μετὰ πλείονος δυνάμεως παρεστήσατο Πύλον καὶ τοὺς ἐκεῖ Λακεδαιμονίους εἷλε καὶ ἔδοξεν εὐδοκιμηκέναι, τὸ τέλος ὑφαρπάσας τῶν πόνων τοῦ Δημοσθένους. μέμνηται δὲ καὶ ἐν Νεφέλαις ταύτης τῆς ἱστορίας λέγων “τοῖς ἐκ Πύλου ληφθεῖσι τοῖς Λακωνικοῖς”. VatLh

### book 55d

μεμαχότος] φυράσαντος. Γ2

### book 55e

μᾶζαν μεμαχότος] τὰ πεφυρμένα ἄλευρα μαλάξαντος καὶ ἀρτοποιή‐ σαντος· ὡς ἐπὶ τροφῆς δὲ τὸ κατόρθωμα τὸ ἐν Πύλῳ εἶπεν. VatLh

### book 56a

πανουργότατα] λίαν πανούργως. Γ2

### book 56b

περιδραμὼν] ἀπατήσας, περιελθών. Γ2

### book 56c

περιδραμὼν] ὑποδραμὼν τὸν Δῆμον. VatLh

### book 56d

ὑφαρπάσας] κρυφίως λαβών. VatLh

### book 57a

μεμαγμένην: παρεσκευασμένην καὶ ἐν ἑτοίμῳ γενομένην. VEΓ3M

### book 57b

παρέθηκε] αὐτῷ εἰς βρῶσιν. VatLh

### book 57c

μεμαγμένην] κατεσκευασμένην. VatLh

### book 58a

ἀπελαύνει] ἀποδιώκει, ἀποσοβεῖ. VEΓ3VatLh

### book 58b

κοὐκ ἐᾷ] τοῦτο πρὸς τὸ ἄλλον σύναπτε. VatLh

### book 59a

ἀλλὰ βυρσίνην ἔχων: ἀπὸ τοῦ μυρσίνην. βυρσίνη δὲ ῥυτὴρ ἢ ἱμάς. ἔπαιξε δὲ παρὰ τὸ βυρσοδέψην εἶναι τὸν Κλέωνα, ἐναλλαγὴν στοιχείου ἐργασάμενος. ἔδει γὰρ εἰπεῖν μυρσίνην ἔχων ἀποσοβεῖ τὰς μυίας. ταύτῃ γὰρ ἐστεφανοῦντο οἱ στρατηγοί. βυρσίνην δέ, εἶπεν, ἔχων ἀποσοβεῖ τοὺς ῥήτορας, ὡς πρὸς βυρσοδέψην. VEΓΘ

### book 59b

ἀλλὰ βυρσίνην ἔχων: ἔπαιξε δὲ παρὰ τὸ βυρσοδέψην εἶναι τὸν Κλέωνα. ἔδει γὰρ εἰπεῖν μυρσίνην. παραγραμματισμῷ οὖν ἐχρήσατο, ἀντὶ τοῦ μ τῷ β. ταῖς γὰρ μυρσίναις ἀποσοβοῦσι τὰς μυίας. ὁ δὲ τοὺς ῥήτορας εἶπεν. RM

### book 59c

βυρσίνην] ἔδει εἰπεῖν μυρρίνην ἔχων ἀποσοβεῖ τὰς μυίας· ταύτῃ γὰρ ἐστεφανοῦντο οἱ στρατηγοί· ὁ δὲ ἐναλλαγὴν ποιησάμενος τῶν στοιχείων, βυρσίνην, εἶπεν, ἔχων ἀποσοβεῖ τοὺς ῥήτορας. παρὰ τὸ βυρσοδέψην εἶναι τὸν Κλέωνα. VatLh

### book 59d

βυρσίνην] δέον μυρρίνην. VatLh

### book 60a

δειπνοῦντος] δικάζοντος. VatLh

### book 60b

τοὺς ῥήτορας] δέον εἰπεῖν τὰς μυίας. VEΓ3VatLh

### book 61a

εἶθ’ ὁ γέρων σιβυλλιᾷ: περὶ τὸν χρόνον τοῦτον ταραχώδη ὄντα εἰκὸς πολλὰ τοιαῦτα γίγνεσθαι. σιβυλλιᾷ δέ, χρησμῶν ἐρᾷ καὶ ἐπιθυμεῖ· ἢ παραληρεῖ, ἐπειδὴ ἡ Σίβυλλα μακρόβιος· ἢ τοῖς χρησμοῖς ἥδεται· ἢ ἀπατᾶται· ἢ μαντικῶς ἔχει, χρησμοὺς φαντάζεται· χρησμολόγος γὰρ Ἐρυθραία ἦν ἡ Σίβυλλα· ἢ μέγα φρονεῖ καὶ ἐπαίρεται. VEΓΘ

### book 61b

χρησμολόγος γὰρ ἡ Σίβυλλα. σιβυλλιᾷ, χρησμῶν ἐρᾷ, ἢ μέγα φρονεῖ καὶ ἐπαίρεται. R

### book 61c

σιβυλλιᾷ: χρησμῶν ἐρᾷ ἢ παραληρεῖ, ἐπειδὴ ἡ Σίβυλλα μακρόβιος· ἢ τοῖς χρησμοῖς ἥδεται· ἢ ἀπατᾶται· ἢ μέγα φρονεῖ καὶ ἐπαίρεται· ἢ ὑπὸ τῶν χρησμῶν ἐνθουσιᾷ· ἡ Σίβυλλα γὰρ χρησμῳδὸς ἦν. M

### book 61d

γέρων] ὁ δεσπότης, τουτέστιν ὁ δῆμος. RVEΓ4MVatLh

### book 61e

σιβυλλιᾷ] χρησμῶν ἐρᾷ, ἤγουν ἀπατᾶται. Γ2

### book 61f

σιβυλλιᾷ] χρησμῶν ἐρᾷ· χρησμολόγος γὰρ ἡ Ἐρυθραία Σίβυλλα. VatLh

### book 62a

(I) μεμακκοακότα: τὰ Μακκοῦς φρονοῦντα, ἀνοηταίνοντα. Μακκὼ γὰρ καὶ Λαμὼ ἐγένοντο ἐνεαί, τουτέστι βαρέως νοοῦσαι. RVEΓΘVatLh (II) ἢ παραφρονοῦντα, ληροῦντα. γέγονε παρὰ τὸ μάταια κοεῖν, ὅ ἐστι νοεῖν. ὅθεν θυοσκόος, παρὰ τὸ θύω καὶ τὸ κοῶ, ὃ σημαίνει τὸ νοῶ. VEΓΘVatLh

### book 62b

μεμακοότα: τὰ μακρὰ φρονοῦντα. γέγονε δὲ παρὰ τοῦ μάταια φρονεῖν. τοῦτο γὰρ τὸ κοεῖν, ἤτοι τὸ νοεῖν. μωρὰ γὰρ ἡ Μακκὼ ἦν. ὅθεν καὶ θυοσκόος, ἀπὸ τοῦ θύω καὶ τοῦ κοῶ, ὃ δηλοῖ τὸ νοῶ. M

### book 63a

(I) ἄντικρυς: προδήλως, ὁμολογουμένως. ηὔξησε δὲ τὴν ἀναίδειαν διὰ τοῦ φανερῶς καταψεύδεσθαι. VEΓΘMVat (II) ἄλλως: φανερῶς· δεῖγμα δὲ ὑπερβαλλούσης ἀναισχυντίας τὸ φανερῶς καταψεύδεσθαι. REΓΘ

### book 63b

τέχνην πεποίηται: ἀντὶ τοῦ μηχανήν, ἢ ἀντὶ τοῦ εἰς ἔργον αὐτῷ καὶ τέχνην προκεχώρηκεν. VEΓΓ3ΘVatLh

### book 63c

τέχνην] μηχανήν. M

### book 63d

ἄντικρυς] φανερῶς. EΓ3Lh

### book 64

μαστιγούμεθα] ὡς οἰκέται μαστιγούμεθα. VEΓ3Vat

### book 65

περιθέων] περιερχόμενος. VatLh

### book 66a

δωροδοκεῖ: δῶρα λαμβάνει καὶ διασείει. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ διδόντος. RVEΓΘM

### book 66b

δωροδοκεῖ] δῶρα δέχεται. VEΓ3

### book 66c

δωροδοκεῖ] δῶρα λαμβάνει· τίθεται γὰρ καὶ ἐπὶ τοῦ διδόντος ἡ λέξις καὶ ἐπὶ τοῦ λαμβάνοντος. VatLh

### book 67

Ὕλαν] ὡς ὄνομα οἰκέτου πέπλακεν. RVEΓ2MVatLh

### book 68a

(I) εἰ μή μ’ ἀναπείσετ’: ἀντὶ τοῦ ἀναπείσετε χρήμασι. διαβάλλει δὲ αὐτὸν ὡς δωροδοκούμενον καὶ προδιδόντα τὴν πόλιν. RVEΓΘ (II) ἄλλως: εἰ μὴ πιστὸν ποιήσετε· τουτέστιν εἰ μὴ μισθόν τινά μοι δώσετε. VEΓΘ

### book 68b

ἀναπείσετε] ἤγουν ἐν δώροις· διαβάλλει αὐτὸν ὡς δωροδόκον. M

### book 68c

ἀναπείσετε] χρήμασιν. διαβάλλει δὲ αὐτὸν ὡς δωροδοκοῦντα καὶ προδιδόντα τὴν πόλιν. VatLh

### book 69

πατούμενοι] ὑβριζόμενοι, θλιβόμενοι. VEΓ2VatLh

### book 70a

ὀκταπλάσιον χέζομεν: πολλῷ πλείονα, ἵν’ ᾖ τὸ νοούμενον ὅτι μικροῖς λήμμασιν ἀποδίδονται τῆς πόλεως τὰ πράγματα, ἀφ’ ὧν ὠφέλεια μείζων ἐδύνατο γίγνεσθαι τῇ πόλει. VEΓΘM

### book 70b

παίζει ἐνταῦθα εἰπὼν ὀκταπλάσιον ἀντὶ τοῦ πολλῷ πλέον, ἵν’ ᾖ τὸ νοούμενον ὅτι λήμμασιν ἀποδίδονται τῆς πόλεως τὰ πράγματα, ἀφ’ ὧν ὠφέλεια μείζων ἐδύνατο γενέσθαι τῇ πόλει. VatLh

### book 70c

χέζομεν] ζημιούμεθα. RVEΓ2VatLh

### book 71a

ἀνύσαντε: ἀντὶ τοῦ ἅπαξ εἰς τοῦτο γενόμενοι. R

### book 71b

ἀνύσαντες] ταχύναντες. VEΓ2VatLh

### book 71c

ἀνύσαντες] σπεύσαντες. VatLh

### book 71d

φροντίσωμεν] τοῦ αὐτομολῆσαι καὶ χωρῆσαι πρὸς τοὺς πολεμίους. VEΓ4

### book 72a

νὼ] ἡμᾶς. EΓ2VatLh

### book 72b

τρεπτέον] πορευτέον. REΓ4VatLh

### book 72c

τρεπτέον] ἄξιον τράπεσθαι. Γ2

### book 72d

—Vat

### book 73a

κράτιστ’ ἐκείνην: ἄμεινον ἐπὶ τὸ αὐτομολήσωμεν, τουτέστι χωρῆσαι πρὸς τοὺς ἐναντίους. VEΓ3

### book 73b

βέλτιον τὸ αὐτομολῆσαι καὶ χωρῆσαι πρὸς τοὺς πολεμίους. R

### book 73c

κράτιστ’ ἐκείνην] ἄμεινον πρὸς ἐκείνην. VatLh

### book 73d

τὴν μόλωμεν] τὸ αὐτομολῆσαι πρὸς τοὺς πολεμίους. VatLh

### book 74

οὐχ οἷόν τε] οὐ δυνατόν. VEΓ3

### book 76a

τὸ δ’ ἕτερον: πάλιν τῆς Πύλου μέμνηται, ἐπεὶ ὁ Κλέων ἐν αὐτῇ συνεχῶς ἠλαζονεύετο. ὡς ἄλλο μηδ’ ὁτιοῦν κατορθώσαντος αὐτοῦ, ἀλλὰ πένητος ὄντος τοῖς κατορθώμασιν. R

### book 76b

τῇ ἐκκλησίᾳ] συνίζησις. VatLh

### book 77

διαβεβηκότος] ἀντὶ τοῦ διεσχηκότος. R

### book 78a

(I) ἐν Χάοσι: Θρᾴκης ἔθνος οἱ Χάονες. παρέλαβε δὲ τὸ ὄνομα, ἵνα τὸ κεχηνέναι δηλώσῃ. Χάονες δὲ δῆμος τῶν Θεσπρωτῶν ἢ βάρβαρον ἔθνος. VEΓΘM (II) ἄλλως: οἱ μὲν τῆς Ἠπείρου, οἱ δὲ τῆς Θρᾴκης τοὺς Χάονας. ἅμα δὲ τοὺς εὐρυπρώκτους διασύρει, διὰ τὸ χαίνειν τὸν πρωκτόν. VEΓΘ

### book 78b

ὡς εὐρύπρωκτον διαβάλλει. παρὰ τὸ κεχηνέναι Χάοσιν εἶπεν. Θρᾴκης δὲ ἔθνος οἱ Χάονες. R

### book 78c

ἔθνος Θρᾴκης οἱ Χάονες. παρέλαβε δὲ τὸ ὄνομα ἵνα τὸ κεχηνὸς τοῦ Κλέωνος δηλώσῃ περὶ τὰ χρήματα. διασύρει δὲ καὶ τοὺς εὐρυπρώκτους διὰ τὸ χαίνειν τὸν πρωκτόν. VatLh

### book 78d

ἐν Χάοσι] ἔθνος Θρᾴκης οἱ Χάονες. VatLh

### book 79a

τὼ χεῖρ’ ἐν Αἰτωλοῖς: ἀπὸ τοῦ πράγματος τὸ ὄνομα λέγει· οὐκ ἐν Αἰτωλίᾳ, ἀλλ’ ἐν τῷ αἰτεῖν. τὸ δ’ ἐν Κλωπιδῶν ἐναλλαγὴ πάλιν στοιχείου, τοῦ ρ εἰς τὸ λ. Κρωπίδαι γὰρ δῆμος τῆς Λεοντίδος φυλῆς. ἔπαιξεν οὖν παρὰ τὸ κλέπτειν. VEΓΘMVatLh

### book 79b

ἀπὸ τοῦ ὀνόματος τὸ πρᾶγμα λέγει· οὐκ ἐν Αἰτωλίᾳ, ἀλλ’ ἐν τῷ αἰτεῖν. R

### book 79c

παρὰ τὸ κλέπτειν· εἰσὶ δὲ Κεκροπίδαι δῆμος· τὸ λ ἀντὶ τοῦ ρ παρεγραμ‐ μάτευσεν. R

### book 79d

ἐν Αἰτωλοῖς] ἤγουν ἐν τῷ αἰτεῖν. VatLh

### book 79e

Κλωπιδῶν] παρὰ τὸ κλέπτειν. VEΓ4

### book 79f

ἐν Κλωπιδῶν] ἐν τῷ κλέπτειν. VatLh

### book 79g

—Vat

### book 80

σκόπει] σκέπτου, διανοοῦ. VEΓ3VatLh

### book 83

αἷμα ταύρειον: δηλητήριον λέγεται τὸ αἷμα τοῦ ταύρου πινόμενον. REΓ3MVatLh

### book 84a

..μιστοκλ’. Θεμιστοκ...............φυγαδεύθη καὶ παρεγένετο εἰς τ.......σων χώραν κ................ρα Περσῶν καὶ ἐστρατεύσατο ἐπ................α̣κ̣ι̣εντηισα ............ησεν ἑαυτὸν τοῦ βίου αἷμα τ......................υσαθη .............. πρὸς τοὺς εὐεργέτ..

### book 84b

(I) ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος: Θεμιστοκλῆς ὁ καταναυμαχήσας ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ τοὺς βαρβάρους, εἶθ’ ὕστερον φυγαδευθεὶς ὑπὸ τῶν Ἀθηναίων ἐπὶ προδοσίας αἰτίᾳ ψευδεῖ, κατέφυγε πρὸς Ἀρταξέρξην τὸν Ξέρξου παῖδα. καὶ τιμηθεὶς τὰ μέγιστα παρ’ αὐτῷ, ὡς καὶ τρεῖς πόλεις εἰς ὄψον καὶ ἄρτον καὶ οἶνον λαβεῖν, Μαγνησίαν, Μυοῦντα, Λάμψακον, ἐπηγγείλατο αὐτῷ καταδουλώσασθαι τὴν Ἑλλάδα, δύναμιν εἰ λάβοι. παραγενόμενος δὲ ἅμα τῷ στρατεύματι εἰς Μαγνησίαν καὶ καταγνοὺς ἑαυτοῦ, εἰ δι’ αὐτοῦ σωθέντες οἱ Ἕλληνες εἶτα δι’ αὐτοῦ δουλεύσουσι βαρβάροις, προφάσει χρησάμενος ὡς θυσίαν ἐπιτελέσαι βούλοιτο καὶ ἱερουργῆσαι τῇ Λευκόφρυϊ Ἀρτέμιδι καλουμένῃ, τῷ ταύρῳ ὑποθεὶς τὴν φιάλην καὶ ὑποδεξά‐ μενος τὸ αἷμα, χανδὸν πιὼν ἐτελεύτησεν εὐθέως. οἱ δέ φασιν ὅτι συνειδὼς ὁ Θεμιστοκλῆς ὅτι οὐχ οἷός τ’ ἦν διαπράξασθαι τῷ βασιλεῖ ἅπερ ἐπηγγείλατο, οὕτως ἐπὶ τὴν τοῦ θανάτου αἵρεσιν παρεγένετο. τοῦτον οὖν τὸν τρόπον βέλτιον εἶναί φασι καὶ αὐτοὺς ἀποθανεῖν, κατὰ ζῆλον τοῦ Θεμιστοκλέους. διαβάλλει δὲ

### book 84b

τοὺς Ἀθηναίους ὡς κακοὺς πρὸς τοὺς εὐεργέτας. RVEΓΘM (II) ἄλλως: μετὰ τὴν Ξέρξου φυγὴν Λακεδαιμόνιοι προδοσίας κρίνουσι καὶ φονεύουσι Παυσανίαν τὸν ἴδιον βασιλέα, Κλεομβρότου καὶ Ἀλκαθέας υἱόν. ἐγκότως δὲ διακείμενοι πρὸς Θεμιστοκλέα διὰ τὸν τειχισμὸν τῆς Ἀττικῆς, μεταστέλλονται αὐτὸν εἰς κρίσιν, φάσκοντες Παυσανίαν ὡμολογηκέναι καὶ αὐτὸν κοινωνεῖν τῇ προδοσίᾳ. Ἀθηναίων δὲ βουλομένων ἀποστέλλειν αὐτόν, φυγὼν ἧκε πρὸς Ἀρταξέρξην. καὶ Μηδικὴν φωνὴν μαθὼν ἐδίδαξεν αὐτὸν πῶς ἔσωσε τὸν πατέρα Ξέρξην μὴ συγχωρήσας τοῖς Ἕλλησι διαλῦσαι τὰ ἐπὶ Σηστοῦ καὶ Ἀβύδου διαζεύγματα. ἐφ’ οἷς εὐχαριστήσας ὁ βασιλεὺς δωρεῖται αὐτῷ τρεῖς πόλεις, Μαγνησίαν εἰς σῖτον, Λάμψακον εἰς οἶνον, Μυοῦντα εἰς ὄψα, ὡς δὲ Νεάνθης, καὶ Περκώτην εἰς στρωμνὴν καὶ Παλαίσκηψιν εἰς στολήν. στρατὸν δὲ παραλαβὼν ἀπ’ αὐτοῦ ἐπὶ πορθήσει τῆς Ἑλλάδος περὶ τὴν Ἰωνίαν ἐν Μαγνησίᾳ γενόμενος, θύων, ὡς εἴρηται ἄνω, τελευτᾷ, καὶ κατὰ θάνατον τὸν μισοβάρβαρον ἐνδεικνύμενος τρόπον. λοιμωξάντων δὲ Ἀθηναίων, ὁ θεὸς εἶπε μετάγειν τὰ ὀστᾶ Θεμιστοκλέους. Μαγνήτων δὲ μὴ συγχωρούντων,

### book 84b

ᾐτήσαντο ἐπὶ τριάκοντα ἡμέραις ἐναγίσαι τῷ τάφῳ. καὶ περισκηνώσαντες τὸ χωρίον λάθρα κομίζουσιν ἀνορύξαντες τὰ ὀστᾶ. Σύμμαχος δέ φησι ψεύδεσθαι περὶ Θεμιστοκλέους. οὔτε γὰρ Ἡρόδοτος οὔτε Θουκυδίδης ἱστορεῖ. ἔστι γοῦν ἀπὸ Σοφοκλέους Ἑλένης “ἐμοὶ δὲ λῷστον αἷμα ταύρειον πιεῖν, καὶ μὴ ’πὶ πλεῖον τῶνδ’ ἔχειν δυσφημίας.” τινὲς δέ φασιν ὅτι Σοφοκλῆς περὶ Θεμιστοκλέους τοῦτό φησι. ψεύδονται δέ· οὐ γάρ ἐστι πιθανόν. VEΓΘ

### book 84c

ἱστορία ὅπως ἀπέθανε Θεμιστοκλῆς. Θεμιστοκλῆς ὁ καταναυμαχήσας ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ Ξέρξην καὶ τοὺς σὺν αὐτῷ βαρβάρους, ψευδῶς ἐπὶ προδοσίᾳ διαβληθεὶς ὑπ’ Ἀθηναίων φυγὼν πρὸς Ἀρταξέρξην τὸν Ξέρξου παῖδα καὶ διδάξας αὐτὸν ὅπως ἔσωσε τὸν πατέρα αὐτοῦ Ξέρξην μὴ συγχωρήσας τοῖς Ἕλλησι διαλῦσαι τὰ ἐπὶ Σηστοῦ καὶ Ἀβύδου διαζεύγματα οὕτως ἐτιμήθη παρ’ αὐτοῦ μεγαλοπρεπῶς, ὡς καὶ τρεῖς πόλεις λαβεῖν, Μαγνησίαν μὲν εἰς σῖτον, Λάμψακον δὲ εἰς οἶνον, Μυοῦντα δὲ εἰς ὄψα· ὡς δὲ Κλεάνθης φησί, καὶ Περκώτην εἰς στρωμνὴν καὶ τὴν Παλαίσκηψιν εἰς στολήν. οὕτω δὲ φιλοτίμως προσδεχθεὶς ἐπηγγείλατο αὐτῷ καταδουλώσασθαι τὴν Ἑλλάδα εἰ λάβοι δύναμιν. παραγενόμενος οὖν ἅμα τῷ στρατηγῷ εἰς Μαγνησίαν καὶ καταγνοὺς ἑαυτοῦ, εἰ τοὺς δι’ αὐτὸν σωθέντας Ἕλληνας δούλους τοῖς βαρβάροις κατα‐ στήσειεν, προφάσει χρησάμενος ὡς θυσίαν ἐπιτελέσαι βούλοιτο τῇ Λευκοφρυΐδι Ἀρτέμιδι καλουμένῃ, τῷ ταύρῳ ὑποθεὶς τὴν φιάλην, καὶ ὑποδεξάμενος τὸ αἷμα, χανδὸν πιὼν ἐτελεύτησεν εὐθέως· οἱ δέ φασιν ὅτι συνειδὼς ὡς οὐχ

### book 84c

οἷός τ’ ἦν διαπράξασθαι ὅπερ ἐπηγγείλατο, τὸν θάνατον προὔκρινε. φησὶ γοῦν καὶ οὗτος ὡς βέλτιον καὶ ἡμᾶς ἀποθανεῖν κατὰ ζῆλον Θεμιστοκλέους. διαβάλλει δὲ Ἀθηναίους ὡς κακοὺς πρὸς τοὺς εὐεργέτας. VatLh

### book 84d

Θεμιστοκλέους] καὶ οὗτος γὰρ ταύρου αἷμα πιὼν ἀπέθανεν. VatLh

### book 85a

(I) ἀγαθοῦ δαίμονος: αἰρομένης τῆς τραπέζης μετὰ τὸ δεῖπνον ἄκρατος περιεφέρετο καὶ ἐκαλεῖτο ἀγαθοῦ δαίμονος. RVEΓΓ3ΘMVatLh (II) ἄλλως: τὸ πρῶτον ποτήριον ἀγαθοῦ δαίμονος ἔπινον, τουτέστιν ἀγαθοῦ θεοῦ. εὐφημεῖ δὲ τὸν Διόνυσον, ὡς πάτριον θεόν, ἐπειδὴ καὶ ἐν τῇ τοῦ Διονύσου ἑορτῇ, τουτέστι τοῖς Διονυσίοις, ἠγωνίζοντο οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταί. RVEΓΘ

### book 85b

ἄλλοι δέ φασιν ὡς πρὸ τοῦ γεύματος πρῶτον πινόμενον ἄκρατον ἀγαθοῦ δαίμονος ἐκάλουν. M

### book 86

χρηστόν] ἀγαθόν, συμφέρον. RVEΓ3

### book 87

περὶ ποτοῦ γάρ ἐστί σοι] οὐκ ἐν τούτῳ, φησί, νῦν ἡμῖν τὰ πράγματα. VEΓ3VatLh

### book 89a

ἄληθες οὗτος: προπαροξυτόνως ἀναγνωστέον. αὕτη γὰρ ἡ χρῆσις τῶν Ἀττικῶν, ὅτε σημαίνει τὸ ἀληθῶς 〈λέγεις;〉, ὅτε δὲ ὀξύνεται, τὸ ὄνομα. VEΓΘVatLh

### book 89b

κρουνοχυτρολήραιον εἶ: ἀντὶ τοῦ φλυαρὸς εἶ· κρουνὸς γὰρ τὸ χύδην καὶ ἀκρίτως καὶ ἀθρόως ῥέον· λῆρος δὲ τὸ μάταιον. συνέθηκεν οὖν ἀπὸ τοῦ κρουνοῦ καὶ τοῦ ληρεῖν καὶ τῆς χύτρας, ἀναισθήτου οὔσης, ἵνα τὸ ὅλον δηλώσῃ τὸν ἀναίσθητον καὶ ἀνόητον καὶ περιττολόγον. RVEΓΘMVat

### book 89c

κρουνοχυτρολήραιον] ἤγουν φλυαρός. VatLh

### book 91a

(I) οἴνου γὰρ εὕροις ἄν τι: Ὁμηρικὸν τὸ νόημα· “ἀνδρὶ δὲ κε‐ κμηῶτι μένος μέγα οἶνος ἀέξει”. Ἡρόδοτος δὲ τοὺς Πέρσας τοῦτον τὸν τρόπον βουλεύεσθαί φησιν. εἰ μὲν οὖν εἰσηγήσαιντό τινα νήφοντες, βουλεύεσθαι περὶ τούτων ἐν μέθῃ καὶ κυροῦν, εἰ δὲ εἰσηγήσαιντο ἐν μέθῃ τοῦτο κυροῦν, νήφοντες δὲ ἐπικυροῦν. RVEΓΘM (II) ἄλλως: Ἡρόδοτός φησι μέλλοντας τοὺς Πέρσας βουλεύεσθαι μεθύειν. VEΓΘ

### book 91b

Ὁμηρικὸν τὸ νόημα· “ἀνδρὶ δὲ κεκμηότι μένος μέγα οἶνος ἀέξει”. καὶ Ἡρόδοτος μέλλοντάς φησι τοὺς Πέρσας βουλεύεσθαι μεθύειν· καὶ ὅτι εἰ μὲν εἰσηγήσαιντό τι νήφοντες, βουλεύεσθαί τι περὶ τούτων ἐν μέθῃ καὶ κυροῦν· εἰ δὲ εἰσηγήσαιντο ἐν μέθῃ, τοῦτο κυροῦν νήφοντες. Vat

### book 91c

πρακτικώτερον: ἐξεργαστικώτερον. RVEΓ3

### book 91d

πρακτικώτερον] ἀναγκαιότερον. M

### book 92

ὁρᾷς ὅταν πίνωσιν: ὅρα τὸν Ἀριστοφάνην, ἀρχόμενον γὰρ σκέμ‐ ματος, μεθύσκεσθαι, ἵνα μὴ νήφων δειλιάσῃ κωμῳδεῖν μεγάλους ἄνδρας. VEΓΘVatLh

### book 93a

διαπράττουσι] εὖ πράττουσι.

### book 93b

διαπράττουσι] εὐτυχοῦσι. VΓ2MVatLh

### book 93c

totus versus] μεθύοντες ταῦτα ἐπαγγέλλονται. EΓ4VatLh

### book 95

(I) οἴνου χοᾶ: χοῦς μέτρον Ἀττικὸν χωροῦν κοτύλας ὀκτώ. RVEΓΘMVatLh (II) ἔστι δὲ καὶ ἑορτὴ Ἀθήνησιν οἱ Χόες. κέκληται δὲ ἀπὸ τοιαύτης αἰτίας. Ὀρέστης μετὰ τὴν τῆς μητρὸς ἀναίρεσιν ἦλθεν εἰς τὰς Ἀθήνας παρὰ τὸν Πανδίονα, συγγενῆ καθεστηκότα, ὃς ἔτυχε τότε βασιλεύων τῶν Ἀθηναίων. κατέλαβε δὲ αὐτὸν εὐωχίαν τινὰ δημοτελῆ ποιοῦντα. ὁ τοίνυν Πανδίων παρα‐ πέμψασθαι μὲν τὸν Ὀρέστην αἰδούμενος, κοινωνῆσαι δὲ ποτοῦ καὶ τραπέζης ἀσεβὲς ἡγούμενος μὴ καθαρθέντος αὐτοῦ τὸν φόνον, ὡς ἂν μὴ ἀπὸ τοῦ αὐτοῦ κρατῆρος πίνοιεν, ἕνα ἑκάστῳ τῶν κεκλημένων παρέθηκε χοῦν. RVEΓΘM VatLh

### book 96a

δεξιόν] συμφέρον. VatLh

### book 96b

—Vat

### book 97a

οἴμοι: ἀντὶ τοῦ τίνος ἡμῖν κακοῦ αἴτιος ἔσῃ; RVEΓΓ3ΘVatLh

### book 97b

ἐργάσῃ] ἀπεργάσῃ, διαθήσῃ. VEΓ3

### book 97c

τῷ σῷ ποτῷ;] ἐν. Lh

### book 98a

κατακλινήσομαι] κατακλινὴς ἔσομαι. R

### book 98b

κατακλινήσομαι] κατακείσομαι. Γ3VatLh

### book 99a

καταπάσω] καταποικιλῶ. R

### book 99b

καταπάσω] πληρώσω, γεμίσω. VEΓ2VatLh

### book 99c

καταπάσω] ἐμπρήσω. M

### book 100a

νοϊδίων: διανοημάτων λεπτῶν καὶ μεμεριμνημένων. οὐ γὰρ ἐν ὑποκορισμῷ εἴρηκεν. παρήγαγε δὲ ἀπὸ τοῦ πληθυντικοῦ τοῦ οἱ νοῖ τὸ νοΐδιον ὑποκοριστικόν· τινὲς δέ, ὀνειδισμῶν καὶ λοιδοριῶν ⟦ἀπὸ τοῦ οἴνου καὶ τῆς μέθησ⟧, κακῶς. VEΓΘ

### book 100b

βουλευματίων: διανοημάτων λεπτῶν καὶ μεμεριμνημένων. τὸ νοΐδιον ὑποκοριστικόν· παρήγαγε δὲ ἀπὸ τοῦ πληθυντικοῦ τοῦ οἱ νοῖ. R

### book 100c

οἷον ἀπὸ τοῦ οἴνου τὸ νοΐδιον ὑποκοριστικῶς. τινές φασιν ὅτι ἀπὸ τοῦ οἴνου παρῆκται καὶ τῆς μέθης, κακῶς. τινὲς δὲ οὕτως, ὀνειδισμῶν καὶ λοιδορισμῶν. M

### book 100d

γνωμιδίων] ἐνθυμημάτων. M

### book 100e

νοϊδίων] νοημάτων λεπτῶν. M

### book 100f

νοϊδίων] λεπτῶν καὶ μεμεριμνημένων διανοημάτων. VatLh

### book 101

ὅτ’] ἐπεί. VatLh

### book 102

τί δρᾷ] τί ποιεῖ. VEΓ3

### book 103a

(I) ἐπίπαστα: τὰ ἐπιπασσόμενα τῷ ἔτνει ἄλευρα. ἔτνος δὲ ἣν ἀθάραν ἔλεγον καὶ τὸ πίσινον ἕψημα. τὰ δὲ ἄλφιτα δημοσίᾳ πιπράσκεται. VEΓΘM (II) ἄλλως: ἔθος εἶχον ποιεῖν πλακοῦντας ἢ ἄρτους καὶ ἐπιπάσσειν τινὰ καρυκεύματα ἁλμυρά, καὶ διὰ τοῦτο ἔφη τὰ ἐπίπαστα. VEΓΘM

### book 103b

(I) δημιόπραθ’: τὰ δημοσίᾳ πιπρασκόμενα ἐκ δημεύσεως, ὡς δημευομένων διὰ Κλέωνα 〈τῶν〉 οὐσιῶν· ἢ δημιόπρατα ἔμιξεν ὡς ἐκ δημοσίου πράγματα αὐτοῦ κλέψαντος. VEΓΘ (II) ἄλλως: τὰ τὸν δῆμον ἐξωνούμενα. τῷ γὰρ λέγειν τῷ δήμῳ κεχαρισμένα ὠνεῖτο τοῖς τοιούτοις λόγοις τὴν παρ’ αὐτοῦ εὔνοιαν. VEΓΘ

### book 103c

ἐπίπαστα: τὰ ἐπιπασσόμενα μέλιτι ἄλφιτα. δημιόπρατα δὲ τὰ δημοσίᾳ πιπρασκόμενα ἐκ δημεύσεως διὰ Κλέωνα. R

### book 103d

δημιόπρατα: δήμευσις λέγεται ἡ τῶν πραγμάτων ἀφαίρεσις· ἢ τὰ δημοσίᾳ πιπρασκόμενα. M

### book 103e

ἐπίπαστα] γλυκύσματα. M

### book 103f

ἐπίπαστα] τὰ ἐπιπασσόμενα τῷ ἔτνει ἄλευρα. VatLh

### book 103g

ἔθος εἶχον ποιεῖν πλακοῦντας καὶ ἄρτους καὶ ἐπιπάσσειν τινὰ καρυκεύματα. διὰ τοῦτο οὖν ἔφη ἐπίπαστα. δημιόπρατα δὲ λέγει τὰ δημοσίᾳ πιπρασκόμενα. διαβάλλει δὲ αὐτὸν διὰ τῆς λέξεως ὡς τὰ δημόσια ἐσθίοντα, ἢ ὡς καὶ τὰ ἐν ἀγορᾷ κείμενα ἀποδεκατοῦντα. VatLh

### book 103h

βάσκανος] νῦν τὸν διάβολον δηλοῖ καὶ φθονερόν. VEΓ3VatLh

### book 104a

ῥέγκει: διὰ τοῦ κ. συμβαίνει δὲ μάλιστα τοῦτο πάσχειν τοὺς μεθύοντας ἢ τοὺς ὑπτίως ἀνακειμένους, ὥσπερ καὶ αὐτὸς ἐδήλωσεν ἐν ταῖς ἑξῆς λέξεσιν, εἰπὼν “ἐν ταῖς βύρσαις ὕπτιος”. ῥέγκει οὖν ἀντὶ τοῦ ποιὸν ἦχον ἀποτελεῖ τῇ ῥινί. VEΓΘM

### book 104b

ῥέγκει] ποιὸν ἦχον ἐκτελεῖ τῇ ῥινί, ὅπερ πάσχουσιν οἱ μεθύοντες καὶ οἱ ὑπτίως ἀνακείμενοι. VatLh

### book 105a

ἐγκάναξον: ἔγχεε, ἐκκένωσον. λέγεται δὲ ἐπὶ τῶν ἀθρόως πινόντων. VEΓΘM

### book 105b

ἐγκάναξον: προσένεγκε, ἔκχεον. R

### book 105c

ἐγκάναξον] ἔγχεε. Γ2

### book 105d

ἐγκάναξον] ἐπίχεον, παρὰ τὸ κανοῦν. οἱ δὲ ἐπὶ θορύβου τάττουσι τοῦτο παρὰ τὴν καναχήν, ἤγουν μετὰ ψόφου ἔγχεον. VatLh

### book 105e

νυν] δή. VatLh

### book 107a

(I) τοῦ Πραμνίου: τοῦ προσηνοῦς, ἤτοι ἀπὸ τῆς Πραμνίας ἀμπέλου, ἢ ἀπὸ τοῦ πραΰνειν τὸ μένος, ἢ διὰ τὸ πολυχρόνιον παραμένειν, ἢ ἐν Πραμνίᾳ πέτρᾳ γινομένου, ἣ πρὸς τὴν Θρᾴκην ἐστίν. VEΓΘM (II) ἄλλως: δέον εἰπεῖν τὴν τοῦ δαίμονος τοῦ ἀγαθοῦ εἶπε Πραμνίου, ἐπειδὴ ὁ Πράμνιος οἶνος πολυτίμητός ἐστιν. ἢ παρὰ τὸ 〈παραμένειν, τουτέστιν〉 ἐμμένειν καὶ μὴ ἀφεστάναι τὸν πίνοντα. VEΓΓ3ΘM

### book 107b

δέον εἰπεῖν τοῦ ἀγαθοῦ δαίμονος εἶπε Πραμνίου, ἐπειδὴ ὁ Πράμνιος οἶνος πολὺ τιμιώτατός ἐστι. Πραμνία δὲ χώρα ἐν Θρᾴκῃ. VatLh

### book 107c

τοῦ Πραμνίου] τοῦ προσηνοῦς, ἀπὸ τοῦ πραΰνειν τὸ μένος. VatLh

### book 107d

τὴν] τὴν κύλικα δηλονότι. EΓ2VatLh

### book 108a

ὦ δαῖμον ἀγαθέ: ὡς ἐμπνευσθεὶς καὶ ἤδη πεπωκὼς τοῦτο λέγει. ΓΘ

### book 108b

ὦ δαῖμον ἀγαθέ] ὡς ἐνθυμηθείς φησιν, ὡς ἐμπνευσθεὶς καὶ ἤδη πεπωκώς. EVatLh

### book 108c

ὦ δαῖμον ἀγαθέ: τοῦτο εἶπεν ὡς πιὼν καὶ εὑρών τι· πρὸς γὰρ τὸν οἶνον λέγει. R

### book 109

χρησμούς: τὸ βιβλίον τῶν χρησμῶν. REΓ2VatLh

### book 111

ταῦτ’] διὰ. M

### book 112

δέδοιχ’ ὅπως: δέδοικα, φησί, μὴ διὰ τὸν δαίμονα τὸν ἀγαθὸν τύχω τοῦ κακοδαίμονος. RVEΓΘMVatLh

### book 113a

φέρε νῦν ἐγὼ ’μαυτῷ: μόνος γενόμενος καὶ μηκέτι κωλυόμενος ὑφ’ ἑτέρου ἀδεέστερον πίνει, ἕως ἐκεῖνος ἐκφέρει τοὺς χρησμούς. RVEΓΘM

### book 113b

μόνος γενόμενος καὶ μηκέτι κωλυόμενος ὑφ’ ἑτέρου ἀδεέστερον βούλεται πίνειν. διὸ προσάγω, φησίν, ἐμαυτῷ τὸν χοᾶ ἕως ἐκεῖνος ἐκφέρει τοὺς χρησμούς. VatLh

### book 113c

νυν] δή. VatLh

### book 114a

ἄρδω: ἀντὶ τοῦ ποτίσω· τὴν δὲ τροπὴν ἔλαβεν ἀπὸ τῶν φυτῶν. RVEΓΘM

### book 114b

ἄρδω] ποτίσω, ἐκ μεταφορᾶς τῶν φυτῶν. VatLh

### book 114c

δεξιόν] ἀγαθόν, συμφέρον, ὠφέλιμον. VEΓ3

### book 114d

δεξιόν] συμφέρον. VatLh

### book 115a

ῥέγκεται καὶ πέρδεται: ὁμοιοκατάληκτον εἶπε τὸ ῥέγκεται. οὐ γάρ ἐστι δόκιμον οὕτω λέγειν. VEΓΘM

### book 115b

ῥέγκεται] ῥέγκει· ὁμοιοκατάληκτον δὲ μόνον τοῦτο εἴρηκεν· οὐ γάρ ἐστι δόκιμον. VatLh

### book 115c

ῥέγκεται] Ἀττικόν· ῥέγκει. EΓ2

### book 116a

τὸν ἱερὸν χρησμὸν: 〈ὡσ〉 δύο χρησμῶν δοθέντων τῷ Κλέωνι, φυλάσσοντος δὲ τοῦτον μάλιστα ὑπὲρ τοῦ μὴ ἔκπυστον αὐτὸν γενέσθαι. τοῦτο οὖν λέγει ὡς καὶ ἄλλους αὐτοῦ ἔχοντος. VEΓΘM

### book 116b

τὸν ἱερὸν χρησμὸν] τοῦτο λέγει ὡς καὶ ἄλλους χρησμοὺς ἔχοντος. VatLh

### book 117a

ὅνπερ μάλιστα: ὡς καὶ ἄλλους αὐτοῦ ἔχοντος. R

### book 117b

σοφώτατε] καὶ τοὺς κλέπτας σοφοὺς ἔλεγον. R

### book 117c

σοφώτατε κλέπτα] περιττὸν τὸ κλέπτα· καὶ τοὺς κλέπτας σοφοὺς ἔλεγον. M

### book 117d

σοφώτατε] ὅτι τοὺς κλέπτας σοφωτάτους ἔλεγον. VEΓ2

### book 117e

σοφώτατε] φρονιμώτατε, ἐπιτηδειότατε· ἢ ὅτι τοὺς κλέπτας σοφω‐ τάτους ἔλεγον. VatLh

### book 119a

ἀνύσας τι: διαπραξάμενος, σπουδάσας. RVEΓΓ3ΘM

### book 119b

ἀνύσας] σπεύσας. Γ2VatLh

### book 119c

(I) φέρ’ ἴδω: καταμάθω καὶ κατανοήσω καὶ ἐπισκέψωμαι τί ποτε γέγραπται ἢ τί ποτε ὁ χρησμὸς λέγει. VEΓΘM (II) αὐτόθι δέ, τουτέστιν ἐν τῷ βιβλίῳ ἢ ἐν τῷ χρησμῷ. RVEΓΘM

### book 119d

αὐτόθι] ἤγουν ἐν τῷ χρησμῷ. Γ2

### book 119e

αὐτόθι] ἐν τῷ βιβλίῳ. VatLh

### book 120a

ὦ λόγια: μαντεύματα. θαυμάζει δὲ τὸν χρησμὸν ἀναγνούς. RVEΓΘMVatLh

### book 120b

δός μοι] ἀποστρέφεται πρὸς τὸν Νικίαν. Γ2

### book 121a

ἰδοὺ] ἀντὶ τοῦ λαβέ, κράτει. RVEΓ3

### book 121b

ἑτέραν] κύλικα. VatLh

### book 122

ἐν τοῖς λογίοις] ἐν τοῖς μαντεύμασι. VEΓ3

### book 123a

ὦ Βάκι: τρεῖς Βάκιδες ἐγένοντο. οὗτος μὲν Ἀττικὸς καὶ μάντις, ὁ δὲ Βοιωτός, ὁ δὲ Λοκρός. VEΓΘM

### book 123b

Βάκις χρησμολόγος Ἀττικός· καὶ ἕτερος Βοιωτικός, ἄλλος Ἀρκάς. R

### book 123c

τρεῖς ἐγένοντο Βάκιδες, ὁ μὲν Ἀττικός, ὃς ἦν καὶ μάντις· διὸ καὶ ἐπιβοᾶται τοῦτον ἰδὼν τὸν χρησμόν· ὁ δὲ Βοιωτός, ὁ δὲ Λοκρός. VatLh

### book 124

πολλῷ γ’ ὁ Βάκις ἐχρῆτο: ἀντὶ τοῦ πολλὰ ἔπινεν. RVEΓ2VatLh

### book 125a

Παφλαγὼν] Κλέων. VatLh

### book 125b

ταῦτ’ ἄρ’ ἐφυλάττου] ἀντὶ τοῦ διὰ ταῦτα δεδοικὼς ἀπεκρύπτου καὶ ἐτήρεις. R

### book 125c

ταῦτα] διὰ. EΓ2M

### book 125d

ἐφυλάττου] ἐδεδίεις, ἀπεκρύπτου. EΓ3

### book 125e

ἐφυλάττου] ἐκρύπτου. VatLh

### book 126a

ὀρρωδῶν: φοβούμενος, εὐλαβούμενος, ἀπὸ τοῦ τὸν ὄρρον τῶν δειλῶν ἰδίειν. τὸ δὲ ἑξῆς, ταῦτ’ ἄρ’ ὀρρωδῶν ἐφυλάττου πάλαι τὸν περὶ σεαυτοῦ χρησμόν. VEΓΘM

### book 126b

φοβούμενος, εὐλαβούμενος, ἐπειδὴ συμβαίνει τοῖς φοβουμένοις τὸν ὄρρον, τουτέστι τὸν πρωκτόν, ἱδροῦν. R

### book 126c

ὀρρωδῶν] φοβούμενος· ἀπὸ τοῦ τὸν ὄρρον τῶν φοβουμένων ἰδίειν. VatLh

### book 128

ἄντικρυς] φανερῶς, διαρρήδην. RVEΓ2VatLh

### book 129a

στυππειοπώλης: ὁ τὰ στυππεῖα πωλῶν, τουτέστι καννάβινα, λίνα. δηλοῖ δὲ τὸν Εὐκράτη καὶ τὴν ἐπ’ αὐτοῦ πολιτείαν· ὃς στύππαξ ἐκαλεῖτο, διὰ τὸ στυππειοπώλης εἶναι, ὡς καὶ ἐν ἑτέροις. RVEΓΘM

### book 129b

στυππειοπώλης] ὁ τὰ στυππεῖα πωλῶν Κράτης, ὃς καὶ στύππαξ ἐκαλεῖτο διὰ τοῦτο. VatLh

### book 130

ἕξει τῆς πόλεως τὰ πράγματα: ἀντὶ τοῦ καθέξει, διοικήσει καὶ διαχειρίσει. RVEΓΓ2ΘVatLh

### book 131a

εἷς οὑτοσὶ πώλης: ἔπαιξε τοῖς ὀνόμασι· παρὰ γὰρ τὸ ⟦ἀποδίδοσ‐ θαι καὶ⟧ πωλεῖν τοὺς πολιτευομένους τὰ τῆς πόλεως πράγματα. VEΓΘM

### book 131b

εἷς οὑτοσὶ πώλης: παρὰ τὸ τέλος τοῦ ὀνόματος παίζει. RVEΓΘ VatLh

### book 131c

τί τοὐντεῦθεν;] τὸ ἑξῆς τοῦ χρησμοῦ τί ἐπαγγέλλεται. R

### book 132a

προβατοπώλης: τὸν Καλλίαν λέγει καὶ τὴν πολιτείαν αὐτοῦ. τινὲς δὲ ὅτι Λυσικλέα λέγει, ὃς προβατοπώλης ἐλέγετο, ᾧ ἐγαμήθη Ἀσπασία. RVEΓΘ

### book 132b

τινές φασιν ὅτι τὸν Λυσικλέα λέγει, ὃς προβατοπώλης ἐλέγετο, οὐ τὸν Καλλίαν. VatLh

### book 132c

προβατοπώλης] ὁ Καλλίας. VatLh

### book 134a

κρατεῖν: ἄρχειν καὶ διέπειν τὰ πολιτικά. RVEΓΓ3ΘVatLh

### book 134b

βδελυρώτερος] ἀντὶ τοῦ ἀσελγέστερος. REΓ3VatLh

### book 135

ἀπόλλυται] ὁ προβατοπώλης. VEΓ2VatLh

### book 136a

βυρσοπώλης] ἀντὶ τοῦ βυρσεύς. REΓ3

### book 136b

βυρσοπώλης] βυρσεύς, ἤγουν ὁ Κλέων. VatLh

### book 136c

Παφλαγών] δέον εἰπεῖν στρατηγός, εἶπε Παφλαγών. VEΓΓ3ΘM VatLh

### book 137a

Κυκλοβόρου: ποταμὸς χειμάρρους. ἐχώσθη δὲ ὑπὸ Ἀθηναίων. EΓΓ3Θ

### book 137b

Κυκλοβόρου] ποταμὸς ἐν Ἀθήναις χειμάρρους. VatLh

### book 137c

(I) Κυκλοβόρου φωνὴν ἔχων: Κυκλοβόρος ποταμὸς Ἀθηνῶν, οὐκ ἀεὶ οὐδὲ διὰ παντὸς ῥέων, ἀλλὰ χειμάρρους. φησὶν οὖν, τραχεῖαν φωνὴν ἔχων καθάπερ ὁ ποταμὸς ἐπειδὰν ῥέῃ. ἢ ἀπὸ τοῦ τρεφομένου ἐκ τοῦ κύκλου· ὁ δὲ κύκλος Ἀθήνησίν ἐστι, καθάπερ μάκελλος ἐκ τῆς κατασκευῆς τὴν προσηγορίαν λαβών. ἔνθα δὴ πιπράσκεται χωρὶς κρεῶν τὰ ἄλλα ὤνια, καὶ ἐξαιρέτως δὲ οἱ ἰχθύες. οὕτω τὸν Κλέωνα δυνάμενον μέγα καὶ φοβερὸν ὄντα χρηματίζεσθαι παρὰ τῶν πιπρασκόντων, ἵνα μὴ περιεργάζοιτο αὐτούς. καὶ ἴσως Ὁμηρικώτερον ὠνόμασεν. ὁ γὰρ Ὅμηρος δημοβόρον φησὶ τὸν Ἀγαμέμνονα. VEΓΘM (II) ἄλλως: ποταμὸς τῆς Ἀττικῆς χειμάρρους ὁ Κυκλοβόρος. τὴν κακοφωνίαν οὖν τοῦ Κλέωνος εἴκασε τῷ ἤχῳ τοῦ ποταμοῦ. καὶ ἀλλαχοῦ “ᾤμην δ’ ἔγωγε τὸν Κυκλοβόρον κατιέναι”. ἔνιοι δὲ τόπος κυκλοτερής, ἐν ᾧ τὰ ὤνια ἐπωλοῦντο,

### book 137c

ἃ ἐσφετερίζετο ὁ Κλέων. VEΓΘM

### book 137d

ποταμὸς χειμάρρους μετὰ ψόφων ῥέων ὁ Κυκλοβόρος· τὴν κακοφωνίαν τοῦ Κλέωνος ᾔκασε τῷ ἤχῳ τοῦ ποταμοῦ. R

### book 137e

τὴν κακοφωνίαν τοῦ Κλέωνος ᾔκασε τῷ ἤχῳ τοῦ ποταμοῦ. καὶ ἀλλαχοῦ “ᾤμην δ’ ἔγωγε τὸν Κυκλοβόρον κατιέναι”. ἔνιοι δὲ οὐ ποταμὸν λέγουσιν εἶναι τὸν Κυκλοβόρον ἀλλὰ τόπον κυκλοτερῆ ἐν ᾧ τὰ ὤνια ἐπωλοῦντο ἃ ἐνοσφίζετο ὁ Κλέων. Ὁμηρικώτερον δὲ τοῦτο· καὶ γὰρ Ὅμηρος δημοβόρον φησὶ τὸν Ἀγαμέμνονα, λέγων “δημοβόρος βασιλεύς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις”. VatLh

### book 138

ἦν χρεὼν] δέον ἦν καὶ εἱμαρμένον. RVEΓ3VatLh

### book 139

δείλαιος] κοινὴ συλλαβή. VatLh

### book 140

πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης;: ἔχων ἐν τῷ τέλει τοῦ ὀνόματος τὸ πώλης. διαβάλλει δὲ τοὺς Ἀθηναίους ὡς ἀγοραίους καθιστάντας τοὺς δημαγωγούς. RVEΓΘMVatLh

### book 141a

ὑπερφυᾶ: ὑπερβάλλουσαν, θαυμαστὴν καὶ λαμπράν· ἐξαίρει δὲ νῦν αὐτοῦ τὴν τέχνην, ἵνα μᾶλλον ὀνειδίσῃ, φανείσης αὐτῆς λίαν εὐτελοῦς. RVEΓΘM

### book 141b

ὑπερφυᾶ] ὑπερβάλλουσαν, θαυμαστήν· τοῦτο δὲ κατ’ εἰρωνείαν. VatLh

### book 141c

ἐξαίρει αὐτοῦ τὴν τέχνην, ἵνα μᾶλλον ὀνειδίσῃ, φανείσης λίαν εὐτε‐ λοῦς. VatLh

### book 142

ἀντιβολῶ] παρακαλῶ, γονυπετῶ. RVEΓ3VatLh

### book 143a

ἀλλαντοπώλης] τὸν Ἀγοράκριτον λέγει. VEΓΓ2ΘVatLh

### book 143b

ἀλλαντοπώλης] οὕτως αὐτῷ πέπλασται κατὰ κωμῳδικὴν παιδιάν. VEΓΓ3ΘM

### book 143c

ἐξελῶν] ἐκβάλλειν μέλλων καὶ ἐξωθεῖν τῆς πόλεως τὸν Κλέωνα. RVEΓ2ΘMVatLh

### book 143d

ἀλλαντοπώλης] οὕτως αὐτῷ πέπλασται κατὰ κωμικὴν παιδιὰν ἀπὸ τοῦ πωλεῖν τοὺς ἀλλᾶντας, ἤγουν τὰ λεγόμενα λουκανικά. VatLh

### book 145

φέρε] ἀντὶ τοῦ ἄγε οὖν· ἀρχαία δὲ ἡ σύνταξις. VEΓ2VatLh

### book 146

ἀλλ’ ὁδὶ προσέρχεται] ἀλλ’ αὐτὸς οὗτος παραγίνεται. VEΓ3VatLh

### book 147a

(I) ὥσπερ κατὰ θεῖον εἰς ἀγοράν: ἐπὶ τῶν ἐξαίφνης γινομένων, τουτέστιν εὐκαίρως ἐπιφαινομένων, κατὰ θεῖον ἔλεγον· ἐπεὶ καὶ ὁ ἀλλαντοπώλης αἰφνίδιον βουλομένοις μέν, μὴ προσδοκήσασι δὲ ἐπεφάνη αὐτοῖς. VEΓΘM (II) ἄλλως: κατὰ θεοῦ πρόνοιαν· τοὺς δὲ ἐξαίφνης φαινομένους οὕτως ἔλεγον κατὰ θεῖον ὦφθαι, ὅ ἐστι κατὰ πρόνοιαν θεοῦ. VEΓΘM

### book 147b

τοὺς ἐξαίφνης φαινομένους οὕτως ἔλεγον κατὰ θεῖον ὦφθαι· ἐπεὶ οὖν καὶ ὁ ἀλλαντοπώλης αἰφνίδιον βουλομένοις μέν, μὴ προσδοκήσασι δὲ ἐφάνη, οὕτως εἶπεν. R

### book 147c

κατὰ θεῖον] ἐπὶ τῶν ἐξαίφνης συμβαινόντων τοῦτο ἔλεγον. VatLh

### book 149a

ἀνάβαινε σωτὴρ τῇ πόλει: ἵνα, φησίν, ἐκ τῆς παρόδου ἐπὶ τὸ λογεῖον ἀναβῇ. διὰ τί οὖν ἐκ τῆς παρόδου; τοῦτο γὰρ οὐκ ἀναγκαῖον. λεκτέον οὖν ὅτι ἀναβαίνειν ἐλέγετο τὸ ἐπὶ τὸ λογεῖον εἰσιέναι. ὃ καὶ πρόσκειται. λέγεται γὰρ καὶ καταβαίνειν τὸ ἀπαλλάττεσθαι ἐντεῦθεν, ἀπὸ τοῦ παλαιοῦ ἔθους. τοῦτον δὲ οἱ μὲν Κλεώνυμον, οἱ δὲ Ὑπέρβολον, οἱ δέ φασιν Εὔβουλον εἶναι. VEΓΘMVatLh

### book 149b

ἀναβαίνειν ἐστὶ τὸ ἐπὶ τὸ λογεῖον εἰσιέναι· ἵνα, φησίν, ἐκ τῆς παρόδου ἐπὶ τὸ λογεῖον ἀναβῇ. τὸ ἀπαλλάττεσθαι ἐντεῦθεν ἀπὸ τοῦ παλαιοῦ ἔθους. R

### book 149c

ἀνάβαινε] ὡς ἐν θυμέλῃ τὸ ἀνάβαινε. VEΓΓ3ΘVatLh

### book 149d

νῷν] συνίζησις. VatLh

### book 150a

τί ἔστι; τί με καλεῖτε;: ὁ Ἀγοράκριτος, τουτέστιν ὁ ἀλλαντο‐ πώλης, ταῦτα λέγει. εἰσάγεται δὲ εἰς τὸ θέατρον γελοίου χάριν ἔντερα καὶ κοιλίας καὶ μαγειρικὴν τράπεζαν ἔχων. RVEΓΘM

### book 150b

ἀλλαντοπώλην Ἀγοράκριτον εἰσάγει κατὰ παιδιάν. R

### book 152a

τοὐλεόν: τὸ τραπέζιον ἐν ᾧ ἦσαν οἱ ἀλλᾶντες. ἐλεοὶ γὰρ λέγονται αἱ μαγειρικαὶ τράπεζαι. καὶ Ὅμηρος “βάλλον δ’ εἰν ἐλεοῖσι”. RVEΓΘM

### book 152b

γελοίου χάριν εἰσήχθη εἰς τὸ θέατρον ἔχων ἔντερα καὶ κοιλίας καὶ μαγειρικὴν τράπεζαν. ἐλεοὶ γὰρ λέγονται αἱ μαγειρικαὶ τράπεζαι. καὶ Ὅμηρος “εἰν ἐλεοῖσιν ἔθηκεν”. VatLh

### book 152c

τοὐλεόν] τὸ μαγειρικὸν τραπέζιον. M

### book 152d

τοὐλεόν] τὴν μαγειρικὴν τράπεζαν. VatLh

### book 154a

προσκέψομαι: περιεργάσομαι, φησίν, εἰσελθών, καὶ κατανοήσω τί ποιεῖ ὁ Παφλαγών. RVEΓΘM

### book 154b

προσκέψομαι] περιεργάσομαι, κατανοήσω. VatLh

### book 155

τὰ σκεύη] τὸ ἀγγεῖον ἐν ᾧ ἔφερε τοὺς ἀλλᾶντας. VEΓ3MVatLh

### book 156

πρόσκυσον: προσκύνησον. RVatLh

### book 157a

ἰδού: πεποίηκεν ὃ προσέταξε· παρεπιγραφὴ δὲ καλεῖται τὰ τοιαῦτα πάντα. RVEΓΘM

### book 157b

ἰδού: ταῦτ’ ἀμοιβαῖά ἐστι τοῦ ἀλλαντοπώλου καὶ ἑνὸς τῶν οἰκετῶν. RVEΓΘ

### book 159

ταγέ: ἀρχηγέ, ἡγεμών. καὶ Ὅμηρος “παρὰ δ’ οἱ ταγοὶ ἄμμι μενόντων”. RVEΓ3MVatLh

### book 160

κοιλίας] Ὅμηρος διὰ παντὸς γαστέρας καλεῖ, οὐ κοιλίας. EVatLh

### book 161a

ἀλλὰ καταγελᾷς: ἀλλὰ χλευάζεις με καὶ γέλωτα τίθεσαι. ὅσον δὲ ἀπιστοῦντα ποιεῖ, τοσοῦτον δείκνυσιν αὐτὸν τῆς πολιτείας ἀνάξιον, οὐ τὸν ἀλλαντοπώλην μόνον διαβάλλειν βουλόμενος, ἀλλ’ ὁμοῦ καὶ τῶν Ἀθηναίων καθαπτόμενος, οἳ τοιούτων ἀνέχονται πολιτῶν, καὶ διαβάλλων τὸν Κλέωνα, ὅτι αὐτός τε ἐκεῖνος ἦν εὐτελὴς καὶ ὑπὸ τοιούτου τῆς πολιτείας ἐκβληθήσεται. VEΓΘMVatLh

### book 161b

καταγελᾷς] χλευάζεις. R

### book 163a

τὰς στίχας: τὸ πλῆθος, τὰς τάξεις. τὸ θέατρον δὲ αὐτῷ δεικνὺς ταῦτά φησιν. RVEΓ3

### book 163b

τὰς στίχας] τὰς τάξεις. VatLh

### book 163c

τῶνδε τῶν λαῶν] ἤγουν τῶν θεατῶν. VatLh

### book 164a

ἀρχέλας: ἄρχων τοῦ λαοῦ, ἡγεμών, ἔξαρχος, δημαγωγός. ἔπαιξε δὲ τῷ ὀνόματι. φησὶ γὰρ ἄρξεις τοῦ ἐλεοῦ. VEΓΘM

### book 164b

ἀρχέλας: ἡγεμών, δημαγωγός. R

### book 164c

ἀρχέλας] ἄρχων τοῦ λαοῦ, ἡγεμών. ἔπαιξε δὲ τῷ ὀνόματι. VatLh

### book 165a

πυκνός: τῆς ἐκκλησίας. RVEΓ3MVatLh

### book 165b

καὶ τῆς πυκνός: μετάθεσίς ἐστι στοιχείου· εἰ γὰρ πνύξ ἐστιν, ἔδει πνυκός· νῦν δὲ πυκνός. RVEΓΘM

### book 166a

βουλὴν πατήσεις: διαπαλαίσεις, καταπονήσεις, ὑποτάξεις, ἢ ἀντὶ τοῦ καταφρονήσεις τοῦ βουλευτηρίου. VEΓΘM

### book 166b

(I) κλαστάσεις: οἱ μὲν κλονήσεις καὶ διασείσεις, οἱ δὲ κραυγάσεις. βέλτιον δὲ κλάσεις ἀπὸ μεταφορᾶς τῶν τεμνομένων κλημάτων. VEΓΘM (II) ἄλλως: ἐκ ῥιζῶν ἀνατρέψεις. ἔνθεν κλαστήριον τὸ δρέπανον, ᾧ κλα‐ δεύουσι καὶ ξύλα καὶ κλήματα ⟦ἐν ταῖς ἀμπέλοισ⟧. VEΓΘM

### book 166c

πατήσεις: ὑποτάξεις, διαπαλαίσεις, καταπονήσῃ. R

### book 166d

βουλὴν πατήσεις] ἤγουν καταφρονήσεις τοῦ βουλευτηρίου. VatLh

### book 166e

κλαστάσεις] κλονήσεις, διασείσεις ἢ κλάσεις καὶ συντρίψεις ἀπὸ μεταφορᾶς τῶν περιτεμνομένων κλημάτων. VatLh

### book 167a

ἐν πρυτανείῳ: πρυτανεῖον οἰκίσκος παρὰ τοῖς Ἀθηναίοις, ἔνθα σιτοῦνται δημοσίᾳ οἱ τῆς τοιαύτης τιμῆς παρ’ αὐτοῖς τυχόντες. περισπούδαστον δὲ ἦν τῆς τοιαύτης δωρεᾶς τυχεῖν. ἐπὶ γὰρ μεγάλοις κατορθώμασι τὴν τοιαύτην ἀπεδίδουν χάριν. VEΓΘMVatLh

### book 167b

λαικάσεις: δέον εἰπεῖν σιτήσεις, ἢ ἐν πρυτανείῳ ἀριστήσεις. παρ’ ὑπόνοιαν οὖν εἶπεν ὡς ἐν κωμῳδίᾳ. VEΓΘM

### book 167c

λαικάσεις: παρ’ ὑπόνοιαν, δέον εἰπεῖν σιτίσῃ. R

### book 167d

λαικάσεις] ὡς λακόπρωκτοι. M

### book 167e

λαικάσεις] πορνεύσεις, δέον σιτήσῃ. VatLh

### book 169a

τοὐλεόν] τὸ μαγειρικὸν τραπέζιον. R

### book 169b

τοὐλεόν] τραπέζιον μαγειρικόν. VatLh

### book 170a

ἐν κύκλῳ: ἀπὸ τοῦ συμβεβηκότος καὶ αὐτὸς ὠνόμασε, βουλόμενος δηλοῦν τὰς Κυκλάδας νήσους, κύκλῳ κειμένας. φησὶν οὖν, περίβλεψαι· καὶ γὰρ τούτων ἄρξεις. VEΓΘM

### book 170b

ἀπὸ τοῦ συμβεβηκότος τὰς Κυκλάδας νήσους, κύκλῳ κειμένας, ὠνόμασεν. R

### book 170c

ἀπὸ τοῦ συμβεβηκότος καὶ αὐτὸς ὠνόμασε βουλόμενος Κυκλάδας νήσους δηλῶσαι κύκλῳ κειμένας· διὸ καὶ “ἐν κύκλῳ κάτιδε” λέγει. VatLh

### book 171

ὁλκάδας] τὰς ναῦς, παρὰ τὸ ἕλκειν. EΓ4VatLh

### book 174a

τὸν ἕτερον εἰς Καρχηδόνα: παίζει πρὸς τὸ ἐνταῦθα κἀκεῖσε ὅρα. ἡ μὲν γὰρ Καρία πρὸς ἕω, ἡ δὲ πρὸς δύσιν, ἡ Καρχηδών, ἡ λεγομένη Καρτάγεννα. λέγει δὲ τὴν δύσιν. VEΓΘMVatLh

### book 174b

παίζει πρὸς τὸ ἐνταῦθα κἀκεῖσε ὁρᾶν. ἡ μὲν γὰρ πρὸς ἕω, ἡ Καρία, ἡ δὲ πρὸς δύσιν, ἡ Καρχηδών. R

### book 175

εὐδαιμονήσω γ’ εἰ διαστραφήσομαι: εἰ στρεβλωθήσομαι τοὺς ὀφθαλμούς· ἐπεὶ εἶπε στράφηθι ἐνταῦθα κἀκεῖσε. RVEΓΘVatLh

### book 176a

πέρναται: πιπράσκεται. δέον εἰπεῖν διοικεῖται, ὁ δὲ εἶπε πέρναται πικρῶς, τουτέστι πιπράσκεται. RVEΓΘM

### book 176b

πέρναται] πιπράσκεται, δέον εἰπεῖν διοικεῖται. VatLh

### book 179

ἀνὴρ] ἤγουν ἀνδρεῖος. EΓ3VatLh

### book 181a

ὁτιὴ πονηρὸς: πάλιν διὰ τούτου δεικνύναι βούλεται, ὅτι ὑπὸ τῶν πονηροτάτων διοικεῖται τὰ τῶν Ἀθηναίων πράγματα, καὶ ὅτι μάλιστα εὐδο‐ κιμοῦσιν οἱ τοιοῦτοι παρ’ αὐτοῖς, ὥσπερ καὶ ὁ Κλέων. VEΓΘMVatLh

### book 181b

κἀξ ἀγορᾶς] ἀγοραῖος. EΓ2VatLh

### book 182a

οὐκ ἀξιῶ] οὐχ ὑπολαμβάνω, οὐκ ἄξιον νομίζω. RVEΓ3

### book 182b

οὐκ ἀξιῶ] οὐκ ἄξιον νομίζω. VatLh

### book 185

μῶν ἐκ καλῶν εἶ κἀγαθῶν] μὴ εὐγενὴς εἶ. EΓ3VatLh

### book 186

τῆς τύχης] τῆς εὐτυχίας. VatLh

### book 187a

οἷον πέπονθας ἀγαθόν: οἷον πλεονέκτημα ὑπάρχει σοι ⟦ἔχεισ⟧. VEΓΘMVatLh

### book 187b

οἷον πλεονέκτημά ἐστί σου ⟦καὶ ἔχεισ⟧. R

### book 188a

ἀλλ’ ὦγάθ’ οὐδὲ μουσικὴν ἐπίσταμαι: ὅτι μουσικὴν τὴν ἐγκύκλιον παιδείαν φησί. γράμματα δὲ τὰ πρῶτα στοιχεῖα. δεῖ δὲ τοὺς διερ‐ χομένους διὰ γραμμάτων παιδεύεσθαι. ἡ γὰρ παιδεία τοὺς ἀτόπους ἐκτρέπει λογισμούς. VEΓΘMVatLh

### book 188b

γράμματα] τὰ πρῶτα στοιχεῖα. R

### book 189a

πλὴν γραμμάτων: οἱ γὰρ ἀξιώματος ἀντιποιούμενοι τὴν ἐγκύκλιον μάλιστα παιδεύονται παιδείαν. ἡ δὲ ἐγκύκλιος παιδεία διὰ πάσης χωρεῖ καὶ παιδεύσεως καὶ ῥυθμοῦ παντὸς καὶ κινήματος. ταύτην παιδευθῆναι τὸν Θηβαῖον Ἐπαμεινώνδαν, καὶ ἄλλους δὲ πολλοὺς καὶ ἀγαθοὺς ἄνδρας παρὰ πλείοσιν ἱστορεῖται. RVEΓΘMVatLh

### book 189b

καὶ ταῦτα μέντοι κακὰ κακῶς: παρομοίως εἶπε “καὶ κακὰ κακῶς”. ὅτι τὸ σύνολον, φησίν, ἐπίστασαι γράμματα, τοῦτό σοι πρὸς τὴν πολιτείαν ἐστὶν ἀνωφελές. ἀποτείνεται δὲ πρὸς τοὺς πολιτευομένους πάλιν διὰ τούτων. ἢ ὡς ἀμαθῶν ὄντων καὶ τυχόντων ἀνθρώπων πολιτευομένων καὶ διὰ τοῦτο ῥᾳδίως χωρούντων ἐπὶ τὴν ἀδικίαν. ὡς τῆς παιδείας ἱκανῶς καθεστώ‐ σης ἀποδιῶξαι καὶ ἀπελάσαι τῆς ψυχῆς τοὺς πονηροὺς λογισμούς. διὰ τὴν δυσγένειαν δὲ τὸ “κακὰ κακῶς” οὐ καλῶς, ἀλλὰ κακῶς ἐπίστασθαι. VEΓΘM

### book 189c

παρομοίως εἶπε “καὶ κακὰ κακῶς”. ὅτι τὸ σύνολον, φησίν, ἐπίστασαι γράμματα, τοῦτό σοι πρὸς τὴν πολιτείαν, φησίν, ἀνωφελές. R

### book 189d

κακὰ κακῶς] παροιμιῶδες, ἐπεὶ καὶ κακὰ κακῶς. VatLh

### book 190a

τουτὶ σὲ μόνον ἔβλαψεν: ἦ γὰρ ἂν ἀμείνων ἦσθα μηδὲ τὴν ἀρχὴν πειραθεὶς τῶν γραμμάτων. RVEΓ3ΘM

### book 190b

τουτὶ σὲ μόνον ἔβλαψεν] ὅτι, φησίν, ἐπίστασαι γράμματα, τοῦτό σοι πρὸς τὴν πολιτείαν ἀνωφελές. ἀμείνων γὰρ ἂν ἦσθα μηδὲ τὴν ἀρχὴν πειρα‐ θεὶς γραμμάτων. VatLh

### book 190c

ἀποτείνεται πρὸς τοὺς πολιτευομένους πάλιν διὰ τούτων, καὶ καθάπ‐ τεται αὐτῶν ὡς ἀμαθῶν ὄντων, καὶ διὰ τοῦτο ῥᾳδίως χωρούντων ἐπὶ τὴν κακίαν, ὡς τῆς παιδείας ἱκανῶς ἐχούσης ἀπελάσαι τοὺς πονηροὺς τῆς ψυχῆς λογισμούς. Vat

### book 191

ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ: ἡ τῶν δημαγωγῶν ἀρχή, φησίν, οὐκέτι τοῖς σοφοῖς οὐδὲ τοῖς ἀξιολόγοις ἐγχειρίζεται. VEΓΘM VatLh

### book 193a

ἀλλὰ μὴ παρῇς: μὴ ὑπερίδῃς, μὴ ἀπώσῃ, μηδὲ παραπέμψῃ τοιοῦτον καιρὸν παραπεπτωκότα. EΓΘMVatLh

### book 193b

μὴ παρῇς] μὴ παρίδῃς. E

### book 193c

παρῇς] παρίδῃς, ἀφήσῃς. Γ2

### book 196a

(I) ᾐνιγμένος: μετὰ αἰνίγματος λελεγμένος, οὐκ αὐτόθεν φανερὸν ἔχων τὸν νοῦν. τοῦτο δὲ παρόσον οἱ χρησμοὶ λοξῶς ἐκφέρονται ὑπὸ τοῦ Ἀπόλ‐ λωνος. VEΓΘM (II) ἄλλως: μετὰ αἰνίγματος, οἷον ἄλλα μὲν λέγων, ἄλλα δὲ δηλῶν. RVEΓΘ

### book 196b

ᾐνιγμένος] αἰνιγματωδῶς εἰρημένος, ὁποῖοί εἰσιν οἱ χρησμοί. VatLh

### book 196c

—Vat

### book 197a

(ad vv. 197—201) στίχοι ἐν ἐκθέσει ἐπικοὶ πέντε. VEΓ3

### book 197b

(ad vv. 197—201) δακτυλικοὶ στίχοι εʹ. VatLh

### book 197c

ἀλλ’ ὁπόταν μάρψῃ: αὕτη ἀρχή ἐστι τοῦ χρησμοῦ. ὁρᾷς ὅτι ἐμπεπλεγμένος τοῖς λόγοις ἀσάφειαν κατὰ τὴν ἑρμηνείαν ἐργάζεται. VEΓΘM

### book 197d

βυρσαίετος ἀγκυλοχείλης: τὸν Κλέωνα λέγει. πολλάκις γὰρ προειρήκαμεν ὅτι διαβάλλει τὸν Κλέωνα. συνέθηκε δὲ τὴν λέξιν ἀπὸ τῆς βύρσης καὶ τοῦ αἰετοῦ, ἅμα τε ὡς βυρσοδέψην κωμῳδῶν τὸν Κλέωνα καὶ ὡς κλέπτην καὶ ἅρπαγα τῶν κοινῶν. ἁρπακτικὸν γὰρ ζῷον ὁ αἰετός. τὸ δὲ ἀγκυλοχείλης ἐπίθετον τοῦ αἰετοῦ, ὁ ἐπικαμπεῖς τὰς χηλὰς ἔχων. ἐπὶ δὲ Κλέωνος, τὰς χεῖρας ἀγκύλας ἔχων πρὸς τὸ κλέπτειν καὶ ἁρπάζειν. διὰ τοῦτο αἰετῷ αὐτὸν ἀπείκασεν. VEΓΘM

### book 197e

βυρσαίετον τὸν Κλέωνα λέγει· συνέθηκε τὴν λέξιν ἀπὸ τῆς βύρσης καὶ τοῦ αἰετοῦ, ἅμα τε ὡς βυρσοδέψην κωμῳδῶν τὸν Κλέωνα. ἀγκυλοχείλης τοῦ αἰετοῦ ἐπίθετον, ἐπὶ δὲ Κλέωνος τὰς χεῖρας ἀγκύλας ἔχων πρὸς τὸ κλέπτειν καὶ ἁρπάζειν. R

### book 197f

βυρσαίετον τὸν Κλέωνα λέγει διαβάλλων αὐτόν. συνέθηκε δὲ τὴν λέξιν ἀπὸ τῆς βύρσης καὶ τοῦ ἀετοῦ, ἅμα μὲν ὡς βυρσοδέψην κωμῳδῶν αὐτόν, ἅμα δὲ καὶ ὡς κλέπτην καὶ ἅρπαγα τῶν κοινῶν. ἁρπακτικὸν γὰρ ζῷον ὁ ἀετός. τὸ δὲ ἀγκυλοχείλης ἐπίθετον τοῦ ἀετοῦ διὰ τὸ ἐπικαμπεῖς ἔχειν τὰς χηλάς. VatLh

### book 197g

ἀλλ’ ὁπόταν] ὁ χρησμός. Γ2

### book 197h

ἀλλ’ ὁπόταν] αὕτη ἐστὶν ἡ ἀρχὴ τοῦ χρησμοῦ. VatLh

### book 197i

μάρψῃ] λάβῃ. VatLh

### book 197k

βυρσαίετος] τὸν Κλέωνα λέγει. VatLh

### book 197l

ἀγκυλοχείλης] ἐπικαμπεῖς ἔχων τὰς χηλάς. VatLh

### book 198a

γαμφηλῇσι: σιαγόσι. δράκοντα τὸν ἀλλᾶντα. κοάλεμον τὸν κο‐ λούοντα καὶ παύοντα τὰ κακά· ὅτι καὶ αὐτὸς ἔμελλε παύσειν τὸν Κλέωνα. VEΓΘM

### book 198b

κοάλεμον: τὸν Ἀγοράκριτον οὕτως εἶπεν. ἔγκειται δὲ τῇ λέξει τό τε ἠλεὸν καὶ τὸ κοεῖν, ὅ ἐστι νοεῖν. τὸν οὖν ἀνόητα καὶ μάτην κοοῦντα κοάλεμον ἔλεγον. VEΓΘMVatLh

### book 198c

κοάλεμον: σύγκειται δὲ ἡ λέξις ἐκ τοῦ ἠλέματος καὶ τοῦ κοεῖν, ὅ ἐστι νοεῖν. R

### book 198d

αἱματοπώτην: καὶ τοῦτο οἰκείως ἐπὶ τοῦ δράκοντος. αἱματοπωτεῖ γὰρ τὸ ζῷον. καὶ ἐπὶ τοῦ ἀλλαντοπώλου· τὰ γὰρ ἔντερα καὶ τοὺς ἀλλᾶντας μετὰ αἵματος καὶ πιμελῆς ἢ ἀλφίτων φυρῶσιν. αἱματοπώτην οὖν τὸν αἷμα κατανα‐ λίσκοντα καὶ ὥσπερ ἐκροφοῦντα. RVEΓΘMVatLh

### book 198e

γαμφηλῇσι] σιαγόσι. VatLh

### book 198f

δράκοντα] τὸν ἀλλᾶντα λέγει. VatLh

### book 198g

κοάλεμον] τὸν κολούοντα τὰ κακά· ὅτι καὶ αὐτὸς ἔμελλε παύσειν τὸν Κλέωνα. VatLh

### book 199a

ἡ σκοροδάλμη: ἡ πικρία τοῦ σκορόδου καὶ τῆς ἅλμης. τὸ μετὰ τῆς ἅλμης τρῖμμα τῶν σκορόδων, οἷον ἡ δριμυτής. εἶπε δὲ Παφλαγόνων διὰ τὸν Κλέωνα, ἐπειδὴ Παφλαγὼν ἦν. RVEΓΘM

### book 199b

Παφλαγόνων] ἤγουν τοῦ Κλέωνος. VatLh

### book 199c

ἡ σκοροδάλμη] ἡ πικρία τοῦ σκορόδου καὶ τῆς ἅλμης, ἢ ἡ δριμυτής. VatLh

### book 200

κῦδος ὀπάζει] δόξαν δίδωσιν. VatLh

### book 201a

αἴ κεν] ἐάν. VatLh

### book 201b

ἕλωνται] προκρίνωσιν. VatLh

### book 201c

—Vat

### book 203a

βυρσαίετος: ἀμφιβόλως ἐξενήνεκται κατὰ τὴν φράσιν. δύο δὲ αἴτια εἰς ταὐτὸ παραλαμβανόμενα ἀμφιβολίαν ἐργάζονται. εἴρηται δὲ παρὰ τὴν βύρσαν καὶ τὸ ἁρπάζειν. VEΓ4Θ

### book 203b

ὁ Παφλαγὼν] Κλέων. VatLh

### book 206a

περιφανέστατον] φανερώτατον. VatLh

### book 208

εἶθ’ αἱματοπότης: παρόσον εἰώθασι τοὺς ἀλλᾶντας μετὰ αἵματος φυρᾶν. VEΓΘ

### book 210a

(I) αἴ κε μὴ θαλφθῇ λόγοις: καταθαλφθῇ, καταπλαγῇ ταῖς λοιδορίαις, τουτέστιν ἐὰν μὴ εἴξῃ μηδὲ παραχωρήσῃ λοιδορούμενος. VEΓΘM (II) ἄλλως: ⟦ἀπάτῃ⟧ ἀπατηθῇ καταπτήξας τὰς λοιδορίας Κλέωνος. VEΓ3ΘM

### book 210b

θαλφθῇ: καταθελχθῇ, καταπλαγῇ ταῖς λοιδορίαις. ἐὰν μὴ ἐξαπατηθῇ τῇ τῶν λόγων περιδρομῇ. R

### book 210c

θαλφθῇ] ἀπατηθῇ, καταπτήξας τὰς λοιδορίας Κλέωνος, ἢ κατα‐ πλαγῇ. VatLh

### book 210d

—Vat

### book 211a

αἰκάλλει: κολακεύει, κινεῖ, προτρέπεται. R

### book 211b

αἰκάλλει με] θωπεύει με· γράφεται δὲ καὶ “καλεῖ με”, ἀντὶ τοῦ κινεῖ, προτρέπεται. VEΓ2

### book 211c

αἰκάλλει] κινεῖ, προτρέπει. VatLh

### book 212a

οἷός τ’ ἐπιτροπεύειν εἰμ’ ἐγώ] δυνατός εἰμι ἐπίτροπος διοικεῖν καὶ ἄρχειν. R

### book 212b

οἷός τε] δυνατός. EΓ3

### book 212c

ἐπιτροπεύειν] ἄρχειν, διοικεῖν. EΓ2VatLh

### book 213a

φαυλότατον: ῥᾴδιον, ἁπλοῦν, εὐχερές. RM

### book 213b

φαυλότατον] ῥᾴδιον, εὐτελές, βραχύ, ἁπλοῦν. VEΓ3

### book 213c

φαυλότατον] εὐτελές, ῥᾴδιον. VatLh

### book 214a

τάραττε: παρῳδίας τρόπον. παρῴδησε γὰρ τὸν ἴαμβον ἐξ Ἡρακλει‐ δῶν Εὐριπίδου. μεταφορικῶς δὲ τοῖς ὀνόμασι χρῆται ἐπὶ τῆς πολιτείας καὶ τῇ τοῦ ἀλλαντοπώλου τέχνῃ. τάραττε, φησί, καὶ συμφύρα τὰ πράγματα. VEΓΘM

### book 214b

(I) χόρδευε: τὰ ἔντερα τῶν τετραπόδων χορδὰς καλοῦσι· καὶ τοῦτο οὖν ἀπὸ τῆς τέχνης τοῦ ἀλλαντοπώλου εἴρηται. ὥσπερ γάρ, φησί, γεμίζεις καὶ πληροῖς τὰ ἔντερα πάντα τοῦ φυράματος, οὑτωσὶ χόρδευε καὶ τὰ πολιτικά, τουτέστι σύμπλεκε ἀλλήλοις καὶ συγκύκα. RVEΓΘM (II) ἄλλως: παρὰ τὸ χορδή. χορδὴ γάρ ἐστι τὸ λεπτὸν ἔντερον, ὃ εἰώθασι πλέκειν οἱ μάγειροι. διαβάλλει δὲ πάλιν τοὺς στρατηγοὺς 〈ὡσ〉 ταράττοντας καὶ χορδεύοντας, τουτέστιν εἰς πλοκὰς ἐμβάλλοντας τὴν πόλιν. VEΓ3ΘM

### book 214c

παρῴδησε τὸν ἴαμβον ἐξ Ἡρακλειδῶν Εὐριπίδου. μεταφορικῶς δὲ τοῖς ὀνόμασι χρῆται ἐπὶ τῆς πολιτείας καὶ τῆς τοῦ ἀλλαντοπώλου τέχνης. τάραττε, φησί, καὶ συμφύρα τὰ πράγματα. τὸ δὲ χορδεύειν τὸ τὰ ἔντερα πλη‐ ροῦν ἐστι τοῦ φυράματος, ὃ ἐξ αἵματος καὶ πιμελῆς καὶ ἀλφίτων κατασκευάζου‐ σιν, ὡς εἴρηται. χορδαὶ γάρ εἰσι τὰ τῶν τετραπόδων ἔντερα ἃ εἰώθασιν οἱ μάγειροι πλέκειν, ἢ πληροῦν τοῦ φυράματος. διαβάλλει δὲ τοὺς στρατηγοὺς ὡς ταράττοντας καὶ εἰς πλοκὰς ἐμβάλλοντας τὴν πόλιν. VatLh

### book 216a

ὑπογλυκαίνων] ἡδύσμασι χρώμενος καὶ ἀρτύμασι καὶ κολακείαις. VEΓ3

### book 216b

ῥηματίοις] ἤγουν κολακείαις· ἐχρήσατο δὲ τῇ λέξει ὡς μάγειρος. Γ2

### book 216c

ὑπογλυκαίνων] ἡδύσμασι χρώμενος καὶ ἀρτύμασι, λόγοις κολα‐ κευτικοῖς καὶ γλυκέσιν. VatLh

### book 219a

ἔχεις ἅπαντα: σύμφωνά σοι ἔχεις καὶ ἁρμόζεις εἰς ἅπαντα. πάλιν δὲ ἐνταῦθα αὐτῶν καθάπτεται τῶν Ἀθηναίων καὶ τῶν πολιτευομένων, ὡς τῶν μὲν τοιούτοις ἐγχειριζόντων τὰ δημόσια, τῶν δὲ πολιτευομένων οὕτω πεφυκότων. VEΓΘM

### book 219b

ἔχεις ἅπαντα] ἤγουν ἁρμόζεις εἰς ἅπαντα. VatLh

### book 220a

συμβαίνουσι] συμπράττουσι. VEΓ3

### book 220b

συμβαίνουσι] συμφωνοῦσι. VatLh

### book 221a

τῷ Κοαλέμῳ: ἀντὶ τοῦ τῇ ἀνοίᾳ· ἀναπλάττει δὲ αὐτὴν ὡς δαίμονα. τοῦτο δὲ παρῴδησεν ἐκ τῆς τραγῳδίας. ἀνέπλασε δέ τινα δαίμονα ἀπὸ τῶν προειρημένων κωμικῶς. τουτέστιν ἀπατητικῷ καὶ ἀνοήτῳ δαίμονι· ἢ τῷ κωλύοντι τὸν ἄνεμον καὶ παύοντι δαίμονι· ἢ τῷ ἀλλαντοπώλῃ. VEΓΘM

### book 221b

Κοάλεμόν τινα ἀναπλάττει δαίμονα ἀπὸ τῶν προειρημένων κωμικῶς. ἤγουν ἀπατητικὸν καὶ ἀνόητον δαίμονα, ᾧ προτρέπει θύειν αὐτὸν ὡς ἀνόητον καὶ ἀνοήτων ἐπιστατήσοντα. VatLh

### book 221c

Κοαλέμῳ] ἀνοήτῳ. M

### book 221d

σπένδε] θύε. VatLh

### book 221e

τῷ Κοαλέμῳ] τῇ ἀνοίᾳ. VatLh

### book 222a

χὤπως ἀμυνεῖ] λείπει τὸ σκόπησον· καταγωνιεῖ. VEΓ2

### book 222b

χὤπως ἀμυνεῖ] σκόπει· καταγωνιεῖ. VatLh

### book 224a

βδύλλει: καταπέπληγε, βδελύττεται, τουτέστι μισεῖ. VEΓΘMVatLh

### book 224b

βδύλλει] μισεῖ. M

### book 224c

—Vat

### book 225

ἀλλ’ εἰσὶν ἱππεῖς: οἱ ἱππεῖς ἐπέθεντο αὐτῷ, ἐπεὶ ὅτε ἦν εἷς αὐτῶν, κακῶς αὐτοὺς διέθηκεν. οἱ δὲ ἱππεῖς τάγμα εἰσὶν ἐν τῇ Ἀττικῇ· ἀφ’ ὧν ὁ χορὸς σύγκειται τῷ δράματι, ὅθεν καὶ τὴν ἐπιγραφὴν πεποίηται. VEΓΘM

### book 226a

μισοῦντες αὐτόν: Θεόπομπος ἐν δεκάτῳ Φιλιππικῶν φησὶν ὅτι οἱ ἱππεῖς ἐμίσουν αὐτόν· προπηλακισθεὶς γὰρ ὑπ’ αὐτῶν καὶ παροξυνθεὶς ἐπετέθη τῇ πολιτείᾳ καὶ διετέλεσεν εἰς αὐτοὺς κακὰ μηχανώμενος. κατηγόρει γὰρ αὐτῶν ὡς λιποστρατούντων. διὰ τοῦτο οὖν ἐμνήσθη Ἀριστοφάνης. VEΓΘM

### book 226b

ἱππεῖς τάγμα εἰσὶν ἐν τῇ Ἀττικῇ, ἀφ’ ὧν ὁ χορὸς σύγκειται· ἐξ ὧν καὶ τὴν ἐπιγραφὴν τοῦ δράματος πεποίηται. οὗτοι τὸν Κλέωνα ἐμίσουν. εἷς γὰρ ὢν αὐτῶν κακῶς αὐτοὺς διέθηκεν. προπηλακισθεὶς δὲ παρ’ αὐτῶν καὶ παροξυνθεὶς ἐπετέθη τῇ πολιτείᾳ καὶ διετέλεσεν εἰς αὐτοὺς κακὰ μηχανώμενος. κατηγόρησε γὰρ αὐτῶν ὡς λιποστρατούντων. διὰ τοῦτο εἰσάγει αὐτοὺς βοη‐ θήσοντας τῷ ἀλλαντοπώλῃ. VatLh

### book 228a

ὅστις ἐστὶ δεξιός: ἀγαθός, εὔνους ἡμῖν, ἀπεχθόμενος πρὸς τὴν τοῦ Κλέωνος πονηρίαν. VEΓΘ

### book 228b

δεξιός] ἀγαθός, εὔνους ἡμῖν καὶ μισῶν τὸν Κλέωνα. VatLh

### book 229

ξυλλήψεται] συμμαχήσει. EΓ2VatLh

### book 230a

(I) ἐξῃκασμένος: πεπλασμένος πρὸς ὁμοιότητα. ἔθος γὰρ ἦν τοῖς κωμικοῖς ὅμοια τὰ προσωπεῖα ποιεῖν τοῖς κωμῳδουμένοις, ἵνα φανεροὶ ὦσι ⟦τοῖς ὑπ’ αὐτῶν⟧ καὶ περιτιθέναι τοῖς ὑποκριταῖς. VEΓΘM (II) ἄλλως: οὐκ εἶχεν αὐτοῦ προσωπεῖον διὰ τὸ δεδοικέναι τοὺς σκευοποιοὺς καὶ μὴ θέλειν μήτε πλάττειν μήτε σχηματίζειν τὴν ὄψιν τοῦ Κλέωνος. λέγει οὖν ὅτι μηδενὸς ὑποστάντος αὐτὸν ὑποκρίνεσθαι αὐτὸς ὁ Ἀριστοφάνης μιλτώσας ἑαυτὸν ὑπεκρίνατο, ἢ τῇ τρυγίᾳ χρίσας ἑαυτόν. VEΓΘM

### book 230b

ἔθος ἦν τοῖς κωμικοῖς ὅμοια τὰ προσωπεῖα ποιεῖν τοῖς κωμῳδου‐ μένοις καὶ περιτιθέναι τοῖς ὑποκριταῖς, ἵνα φανεροὶ ὦσι. τὸν Κλέωνα δὲ οὐδεὶς ἠθέλησε μιμήσασθαι ὑπὸ φόβου. ἀλλ’ ὁ Ἀριστοφάνης μόνος χρίσας ἑαυτὸν τρυγὶ αὐτὸν ὑπεκρίθη. VatLh

### book 230c

ἐξῃκασμένος] ὁμοιωθείς. EΓ2

### book 230d

ἐξῃκασμένος] ἤγουν οὐδεὶς ἐξωμοίωσεν ἑαυτὸν τῷ Κλέωνι διὰ φόβον. VatLh

### book 232

εἰκάσαι] ἤγουν ὑποκριθῆναι τὸ ἐκείνου πρόσωπον. VatLh

### book 233

—Vat

### book 235a

οὔτοι μὰ τοὺς δώδεκα θεούς: τοῦτο ὁ Κλέων λέγει. ἰδὼν ὁμιλοῦντας καὶ μὴ εἰδὼς περὶ τοῦ ὁμιλοῦσι, συνωμότας αὐτοὺς καλεῖ. πικρῶς οὖν κατὰ τοῦ Κλέωνος ἐκφέρονται, ὡς τοιαῦτα αὐτοῦ συκοφαντοῦντος ἀπὸ μικρῶν καὶ εὐτελῶν προφάσεων. VEΓΘM

### book 235b

χαιρήσετον] χαίροντες ἀπαλλάξετε. EΓ3VatLh

### book 236a

ὁτιὴ ’πὶ τῷ δήμῳ ξυνώμνυτον πάλαι: ξυνωμοσίαν ἐποιήσατε, τουτέστιν ὅρκους καὶ πίστεις ἀλλήλοις δεδώκατε, ἵνα ὁμοφρονήσητε κατὰ τοῦ δήμου. VEΓΘM

### book 236b

ἐπὶ τῷ δήμῳ] κατὰ τοῦ δήμου. VEΓ3

### book 236c

ἰδὼν ὁ Κλέων τούτους ὁμιλοῦντας καὶ φόβον αὐτοῖς ἐμβαλεῖν βου‐ λόμενος τοῦτό φησιν· οὐκ εἰδὼς περὶ τίνος ὁμιλοῦσι, διαβάλλειν δὲ αὐτοὺς βούλεται. συνωμότας γὰρ αὐτοὺς καλεῖ ὡς πίστεις καὶ ὅρκους πρὸς ἀλλήλους ποιήσαντας κατὰ τοῦ δήμου. VatLh

### book 237a

τὸ Χαλκιδικὸν ποτήριον: ἔγνωκεν ὅτι ὁ θεράπων ἔπινε καὶ εἶχεν ἐπὶ χεῖλος τὸ ποτήριον. ἰδὼν οὖν ⟦ὁ Κλέων⟧ προφάσει καὶ τούτῳ κέχρηται τῆς συκοφαντίας, καὶ τὸ ποτήριον εὐθύνει ὡς Χαλκιδικόν. κωμῳδεῖ δὲ αὐτὸν ὡς καὶ ἐπὶ τοῖς τυχοῦσι μεγάλα μεμφόμενον. οἱ δὲ Χαλκιδεῖς εἰσὶ μὲν ἐπὶ τῆς Εὐβοίας ἄποικοι Ἀθηναίων, εἰσὶ δὲ καὶ ἐπὶ Θρᾴκης ⟦οἱ Χαλκιδεῖσ⟧, ἄποικοι ὄντες ἀπὸ τῆς Εὐβοίας. πολλὰ δὲ ἦν τότε χωρία τῆς Θρᾴκης ὑπακούοντα τοῖς Ἀθηναίοις, περὶ ὧν νῦν λέγει. καὶ γὰρ ἐπὶ Θρᾴκης Χαλκιδεῖς ἦσαν ὑπηκόοι τῶν Ἀθηναίων. φησὶν οὖν ὅτι τὸ ποτήριον τοῦτο Χαλκιδικόν ἐστι, καὶ πόθεν ὑμεῖς αὐτὸ ἔχετε, εἰ μὴ δῶρον ὑμῖν ἐδόθη ἵνα ἀποστῶσιν; ἔλαβε δὲ τὴν πρόφασιν εὔκαιρον τοῦ ὀνόματος τῶν Χαλκιδέων, διὰ τὸ κατ’ ἐκεῖνον τὸν καιρὸν ἀποστῆναι αὐτοὺς τῶν Ἀθηναίων. ἀπέστησαν δὲ ἀπὸ Ἀθηναίων Χαλκιδεῖς ἐπὶ Εὐκλέους ἄρχοντος. VEΓΘM

### book 237b

τὸ Χαλκιδικὸν ποτήριον] τὸ ὀστράκινον. ἐχρῶντο δὲ τούτῳ εἰς τὰ συμπόσια. VEΓ3VatLh

### book 238a

Χάλκις: πόλις Εὐβοίας, ἄποικοι Ἀθηναίων. ἐχρῶντο δὲ τοῖς ὀστρακίνοις 〈εἰς τὰ συμπόσια〉· ὡς ἀεὶ οὖν τοῦ Κλέωνος δι’ ἐλάχιστόν τι κατηγοροῦντος. χωρίζετε οὖν, φησί, Χαλκιδέας ἀπὸ τῆς τῶν Ἀθηναίων συμμαχίας. VEΓΘM

### book 238b

οἱ Χαλκιδεῖς εἰσὶ μὲν καὶ ἐπὶ τῆς Εὐβοίας ἄποικοι Ἀθηναίων, εἰσὶ δὲ καὶ ἐπὶ Θρᾴκης ἄποικοι τῆς Εὐβοίας. πολλὰ δὲ ἦν τότε χωρία τῆς Θρᾴκης ὑπηκόα τοῖς Ἀθηναίοις, ἐν οἷς ἦσαν καὶ Χαλκιδεῖς. ἰδὼν οὖν ὁ Κλέων ἐν ταῖς χερσὶ τοῦ θεράποντος ὀστράκινον ποτήριον, φησὶν ὅτι τὸ ποτήριον τοῦτο Χαλκιδικόν ἐστι, καὶ πόθεν ὑμεῖς αὐτὸ ἔχετε, εἰ μὴ δῶρον ὑμῖν ἐδόθη παρ’ αὐτῶν ἵνα ἀποστῶσι τῆς τῶν Ἀθηναίων συμμαχίας; ἔλαβε δὲ τὴν πρόφασιν εὔκαιρον, διὰ τὸ κατ’ ἐκεῖνον τὸν καιρὸν ἀποστῆναι αὐτοὺς Ἀθηναίων ἐπὶ Εὐκλέους ἄρχοντος· ὡς ἀεὶ οὖν τοῦ Κλέωνος δι’ ἐλαχίστων κατηγοροῦντος τοῦτό φησιν. VatLh

### book 238c

Χαλκιδέας] πόλις Εὐβοίας, ἄποικος Ἀθηναίων. VatLh

### book 240a

ὦ γεννάδα] τοῦτο ὁ θεράπων πρὸς τὸν Ἀγοράκριτον. ἔν τισι δὲ οἱ δύο στίχοι οὐκ ἔγκεινται. VEΓ3

### book 240b

ὦ γεννάδα] τοῦτο ὁ θεράπων πρὸς τὸν Ἀγοράκριτον. MVatLh

### book 241

—Vat

### book 242a

(ad vv. 242—6) ἐν ἐκθέσει στίχοι τροχαϊκοὶ καταληκτικοὶ εʹ, οὓς οἱ ὑποκριταί φασιν. EΓ3M

### book 242b

ἄνδρες ἱππεῖς: ὡς συκοφαντούμενος ἐπικαλεῖται εἰς βοήθειαν τοὺς ἱππέας. εἷς δὲ τῶν ἱππέων ὁ Σίμων καὶ ὁ Παναίτιος. VEΓΘM

### book 242c

ἄνδρες ἱππεῖς] ὡς συκοφαντούμενοι ἐπικαλοῦνται πρὸς βοήθειαν τοὺς ἱππεῖς. VatLh

### book 243a

πρὸς τὸ δεξιὸν κέρας: ὡς ἐπὶ τάξεως φησίν. ὁ δὲ Παναίτιος ὡς μέγας τῶν ἱππέων κωμῳδεῖται. τινὲς δέ φασι τὸ μὲν “ἄνδρες ἱππεῖς” 〈τὸν〉 ἀλλαντοπώλην λέγειν, ἄλλοι δὲ τὸ “ἄνδρες ἐγγύς” τὸν θεράποντα. VEΓΘM

### book 243b

πρὸς τὸ δεξιὸν κέρας] ὡς ἐπὶ τάξεως φησίν. VatLh

### book 243c

οὐκ ἐλᾶτε;] ἐπὶ παρατάξεως. Γ2

### book 243d

ὦ Σίμων, ὦ Παναίτι’] Σίμων καὶ Παναίτιος ἵππαρχοι. VEΓ3

### book 243e

ὦ Σίμων, ὦ Παναίτι’] ὁ Σίμων καὶ ὁ Παναίτιος ἵππαρχοι καὶ τοῦ τῶν ἱππέων τάγματος. VatLh

### book 244a

κἀπαναστρέφου: ὡς τοῦ ἀλλαντοπώλου πεφευγότος εἶπεν ἀνα‐ στρέφου. VEΓΘM

### book 244b

κἀπαναστρέφου] ὡς πεφευγότος τοῦτο λέγει. VatLh

### book 245

ὡς ὁμοῦ προσκειμένων: τὸ ὁμοῦ λέγουσιν Ἀττικοὶ ἀντὶ τοῦ ἐγγύς, ὡς καὶ ἐν Εἰρήνῃ “καὶ μὴν ὁμοὖστιν ἤδη”. VEΓΘVatLh

### book 246a

τροπὴν] φυγήν, δίωξιν. VEΓ2VatLh

### book 246b

VatLh

### book 247a

(ad vv. 247—83) κορωνίς, ὅτι εἰσέρχεται ὁ χορὸς τῶν ἱππέων καὶ πάλιν στίχοι τροχαϊκοὶ λβʹ. VEΓ3

### book 247b

※ Vat

### book 247c

(ad vv. 247—83) παῖε παῖε τὸν πανοῦργον: εἴσθεσις διπλῆς ἀμοιβαίας ἑτέρων ὑποκριτῶν εἰσιόντων. οἱ δὲ στίχοι εἰσὶ τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ λζʹ, ὧν τελευταῖος “καὶ τέμαχος οὗ Περικλῆς οὐκ ἠξιώθη πώποτε”. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει τῶν στίχων διπλῆ ἔξω νενευκυῖα. VatLh

### book 247d

παῖε παῖε τὸν πανοῦργον: ἐντεῦθεν ἡ πάροδος γίνεται τοῦ χοροῦ ἀπὸ τῶν ἱππέων συμπληρουμένου· οἵτινες ἐπικαλουμένου ἀκούσαντες τοῦ θεράποντος, εὐθέως ἀφικνοῦνται βοηθήσοντες αὐτῷ. ταραξιππόστρατον δὲ καλοῦσι τὸν Κλέωνα, τουτέστι τὸν ταράσσοντα τὸ πλῆθος τὸ ἱππικόν. τοῦτο δὲ εἶπεν, ἵνα δόξωσιν εἰκότως αὐτῷ χαλεπαίνειν καὶ αὐτοὶ καὶ πολεμεῖν· ἢ ἵνα τὸν Κλέωνα δείξῃ διὰ πάντων λυμαινόμενον τὴν πόλιν, διαφθείροντα μὲν τὸ ἱππικόν, σφετεριζόμενον δὲ τοὺς φόρους. VEΓΘMVatLh

### book 248a

καὶ τελώνην: 〈τελώνην αὐτὸν λέγει, ὡς ἀπηνῶς τελωνοῦντα·〉 διεβέβλητο 〈γὰρ〉 τὸ τοῦ τελώνου ὄνομα. ὡς καὶ τοῦ Κλέωνος ὄντος τελώνου καὶ ὑπὲρ τὸ τέλος τελωνοῦντος. φάραγξ δὲ τὸ ἀπόσχισμα τῆς γῆς, ὃ τὸ παρεμπίπτον ὕδωρ πίνει· τοῦτο δὲ καὶ εἰς τὸ κακόφωνον αὐτοῦ. Χάρυβδιν δὲ ἁρπαγῆς ὡς πᾶν ὁτιοῦν ἁρπάζοντα. VEΓ3ΘM

### book 248b

φάραγγα: τὸ τῆς γῆς βάραθρον ὃ, ἐὰν εἰς αὐτὸ ὕδωρ ἐμπέσῃ, ἀφανὲς ποιεῖ. εἰς ἄδηλον γὰρ τὸ ὕδωρ καταναλίσκεται. τοῦτο δὲ διὰ τὸ κακόφω‐ νον τοῦ Κλέωνος καὶ τὸ κράζειν ὡς ἐπὶ τῶν πετρῶν τὰ κύματα. VEΓ3Θ

### book 248c

τελώνην δὲ αὐτὸν λέγει ὡς ἀπηνῶς τελωνοῦντα. διεβέβλητο γὰρ τὸ τοῦ τελώνου ὄνομα. φάραγγα δὲ καὶ Χάρυβδιν διὰ τὸ τὰ παρεμπίπτοντα ἁρπάζειν καὶ κατεσθίειν, ὡς φάραγξ καὶ ἡ Χάρυβδις τὸ παρεμπίπτον ὕδωρ πίνει. VatLh

### book 248d

φάραγγα] διὰ τὸ κακόφωνον αὐτοῦ. VatLh

### book 248e

Χάρυβδιν ἁρπαγῆς] ὡς κατεσθίοντος αὐτοῦ τὰ κοινά. VEΓ3VatLh

### book 249

αὔτ’] αὐτό. VatLh

### book 251a

κύκα] οἷον πᾶν αὐτῷ κίνει πρᾶγμα καὶ μηχανήν· τοῦτο γάρ ἐστι τὸ κυκᾶν. VEΓ3VatLh

### book 251b

κύκα] οἷον πᾶσαν αὐτῷ μηχανὴν κίνει καὶ κατ’ αὐτοῦ. Γ2

### book 252a

κἀπικείμενος βόα: ἀντὶ τοῦ τύπτων αὐτόν· διὰ δὲ Κλέωνα τοῦτο πάλιν λέγει, ἐπειδὴ κεκράκτης ἦν. VEΓ3ΘmVatLh

### book 252b

βδελύττου] μίσει, ἀποστρέφου. EΓ2VatLh

### book 253

καὶ γὰρ οἶδε τὰς ὁδούς: ἐπίσταται, φησί, τὰς καταδύσεις Εὐκράτους τὰς ἐπὶ τὰ κυρήβια. κυρήβια δέ εἰσι τὰ πίτυρα καὶ ἄχυρα τῶν πυρῶν ἢ κριθῶν· μύλωνας δὲ ἔχων ὁ Εὐκράτης εἰκότως εἶχε καὶ κυρήβια. ἐκωμῴδησεν οὖν εὐκαίρως αὐτὸν ὡς μυλωνάρχην καὶ ὡς πρὸ αὐτοῦ πολιτευ‐ σάμενον καὶ πεφευγότα. τινὲς δὲ ὅτι ἦν μυλωνάρχης. VEΓ3ΘM

### book 254a

κυρηβίων: ἔνθα αἱ κάχρυς φρύγονται. κάχρυς δέ εἰσιν αἱ λελεπισ‐ μέναι κριθαί, ἀφ’ ὧν ἡ πτισάνη. σκώπτει δὲ καὶ τὸν Εὐκράτην ὡς τοιαύτην τέχνην ἔχοντα. ἐν ἄλλοις γοῦν φανερώτερόν φησι, “καὶ σὺ κυρηβιοπῶλα Εὔκρατες στύππαξ.” VEΓ3ΘVatLh

### book 254b

Εὐκράτης] ὁ καλούμενος στύππαξ. VEΓ3VatLh

### book 254c

κυρηβίων] τῶν μυλώνων· κυρήβια γὰρ τὰ πίτυρα τῶν κριθῶν. VEΓ3VatLh

### book 254d

—Vat

### book 255a

ὦ γέροντες ἡλιασταί: τοῦτο ὁ Κλέων λέγει, καὶ αὐτὸς ἐπικαλού‐ μενος τοὺς δικαστὰς εἰς βοήθειαν. Ἡλιαία γὰρ μέγιστον δικαστήριον Ἀθήνησιν· οἱ δὲ δικασταὶ ὑπὸ τῶν δημαγωγῶν ἐτρέφοντο, τριώβολον λαμβάνοντες μισθὸν δικαστικὸν μετὰ τὸ κρῖναι. ὡς δημαγωγὸς οὖν ἐπικαλεῖται οὓς ἔτρεφεν. συγ‐ γενεῖς δὲ εἶπε τριωβόλου οἷον προσῳκειωμένοι καὶ προσπεφυκότες τῷ τριωβόλῳ. καὶ γὰρ τοὺς συγγενεῖς φράτορας καλοῦσιν. εἰσὶ δὲ οἱ τῆς αὐτῆς φατρίας μετέχοντες, οἷον πατρίας τινός. ὁ γοῦν Ὅμηρος τὴν αὐτὴν πάτραν λέγει “ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ’ ἴα πάτρη”, καὶ κατ’ ἀναφορὰν πάτρη καλεῖται. μεταπέπτωκε δὲ τὰ στοιχεῖα καθάπερ ἐπὶ τοῦδε, ὁ φάτριος Ζεὺς καὶ ὁ πάτριος.

### book 255a

τὸ δὲ τριώβολον ἡμίδραχμόν ἐστιν. Ἡλιαία δὲ καλεῖται διὰ τὸ ὑπαίθριον αὐτὴν εἶναι καὶ ὑπὸ τῷ ἡλίῳ καθέζεσθαι τοὺς συνελθόντας δικαστάς. VEΓ3ΘM

### book 255b

περὶ τῆς Ἡλιαίας τοῦ δικαστηρίου. δικαστήριόν ἐστιν Ἀθήνησιν Ἡλιαία καλούμενον διὰ τὸ ὑπαίθριον εἶναι καὶ ὑπὸ τοῦ ἡλίου φλέγεσθαι τοὺς συνερχομένους ἐν αὐτῷ δικαστάς. οἵτινες ὑπὸ τῶν δημαγωγῶν ἐτρέφοντο, τριώβολον λαμβάνοντες μισθὸν δικαστικὸν μετὰ τὸ κρῖναι. ὡς δημαγωγὸς οὖν ἐπικαλεῖται οὓς ἔτρεφεν. φράτορες δὲ καλοῦνται οἱ τῆς αὐτῆς φατρίας μετέχοντες οἷον πατρίας τινός. μεταπέπτωκε γὰρ τὰ στοιχεῖα καθάπερ ἐπὶ τοῦδε, ὁ φάτριος Ζεὺς ἤγουν ὁ πάτριος. τὸ δὲ τριώβολον ἡμίδραχμόν ἐστιν. VatLh

### book 255c

ἡλιασταί] Ἡλιαία μέγιστον δικαστήριον Ἀθήνησιν. VatLh

### book 255d

φράτορες τριωβόλου] συγγενεῖς, προσῳκειωμένοι τῷ τριωβόλῳ. VatLh

### book 256a

οὓς ἐγὼ βόσκω: πικρῶς ὡς θρέμμασιν αὐτοῖς κέχρηται ἀλόγοις. βόσκειν γὰρ ἐπὶ τῶν ἀλόγων ζῴων τίθεται. τὸ δὲ δίκαια κἄδικα, οἷον ἐκ δικαίου 〈καὶ ἀδίκου〉. VEΓ3ΘM

### book 256b

βόσκω] τρέφω. Γ2

### book 256c

βόσκω] τρέφω. ὡς δημαγωγὸς γὰρ καλεῖ οὓς ἔτρεφεν. VatLh

### book 257a

(I) ξυνωμοτῶν: ξυνωμοσίαν πεποιημένων, τουτέστι πίστεις δι’ ὅρκων διδόντων αὑτοῖς καὶ συνθήκας κατ’ ἐμοῦ πεποιηκότων. VEΓ3ΘM (II) ἄλλως: προδοτῶν τοῦ δήμου, τῶν συνομνυόντων ἐπὶ τῇ καθαιρέσει τοῦ δήμου. VEG3ΘM

### book 257b

ξυνωμοτῶν] ἐπιβούλων, προδοτῶν. VatLh

### book 257c

—Vat

### book 258a

πρὶν λαχεῖν: πρὶν χειροτονηθῆναι, πρὶν κληρωθῆναι. πρὸ δια‐ νομῆς, φησίν, ἁρπάζεις· ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τοῖς δείπνοις ἁρπαζόντων πρὸ διανομῆς. VEΓ3ΘM

### book 258b

πρὶν λαχεῖν] ἤγουν πρὶν κληρωθῆναι, πρὸ διανομῆς. Γ2

### book 258c

πρὶν λαχεῖν κατεσθίεις] ἤγουν πρὶν διανεῖμαι αὐτὰ ἁρπάζεις. VatLh

### book 259a

(I) κἀποσυκάζεις: συκοφαντεῖς· ἐχρήσατο δὲ τῷ ὀνόματι, ἀφ’ οὗ καὶ συκοφάντης κέκληται. τὸ γὰρ παλαιὸν τίμια παρὰ τοῖς Ἀθηναίοις τὰ σῦκα ἦν, καὶ εἴ τις διεβλήθη κλέπτων, ἐκολάζετο. ⟦φαίνειν δὲ ἔλεγον τὸ κατηγορεῖν⟧ VEΓΘ (II) ἄλλως: συκάζειν τὸ ἀποθλίβειν τὰ σῦκα, εἰ ὠμὰ ἢ πέπειρα. καλῶς οὖν ἐπήνεγκε τὸ “ἀπο〈συκάζεισ〉 πιέζων”, ἐπεὶ ἀποθλίβει τοὺς συκοφαν‐ τουμένους καὶ πιέζει δωροδοκῶν. VEΓΘ

### book 259b

τοὺς ὑπευθύνους σκοπῶν: διαλογιζόμενος καὶ ὁρῶν καὶ πολυ‐ πραγμονῶν. τὸ δὲ “πέπων ἢ μὴ πέπων” ἀντὶ τοῦ ἁπαλός, ῥᾳδίως διασεισθῆναι δυνάμενος. μεταφορικῶς δὲ ἀπὸ τοῦ συκάζειν τούτοις τοῖς ὀνόμασι κέχρηται. ὠμὰ γὰρ τὰ μηδέπω ὡριμακότα. ὥσπερ οὖν ἐπὶ τῶν καρπῶν ἐκ μὲν τῶν πεπανθέντων ἔστι δρέψασθαι καὶ φαγεῖν, ἐκ δὲ τῶν ἀώρων καὶ ὠμῶν οὐκέτι, οὕτως, φησί, καὶ ἐπὶ τῶν ἀνθρώπων ὁ Κλέων διελογίζετο, καὶ διέκρινε τίς ἐπιτήδειος διασεισθῆναι καὶ τίς σκληρὸς καὶ δυσκαταμάχητος. ὑπευθύνους δὲ τοὺς μηδέπω λογισμὸν παρεχομένους μηδὲ εὐθύνας τῆς ἀρχῆς ἧς ἐπιστεύ‐ θησαν. VEΓΘ

### book 259c

(I) ἀποσυκάζεις: συκοφαντεῖς. ἐχρήσατο δὲ τῷ ὀνόματι ἀφ’ οὗ καὶ συκοφάντης λέγεται. τὸ γὰρ παλαιὸν τίμια παρ’ Ἀθηναίοις τὰ σῦκα ἦν, καὶ εἴ τις διεβλήθη κλέπτων, ἐκολάζετο. ⟦φαίνειν δὲ ἐλέγετο τὸ κατηγορεῖν⟧. M (II) ἄλλως: ἀποσυκάζειν, συκοφαντεῖν. οἱ δὲ δοκιμάζειν. ἀποσυκάζειν γὰρ τὸ τὰ πέπειρα σῦκα διαλέγειν. διόπερ προσέθηκε πιέζων. ἐκθλίβοντες γὰρ δοκιμάζομεν τὰ σῦκα, εἰ πέπειρά ἐστιν ἢ μή. ἐπεὶ τοίνυν συκάζειν λέγεται καὶ τὸ συκοφαντεῖν καὶ τὸ σῦκα κλέπτειν, ἅπαξ εἰπὼν τὸ ἀποσυκάζεις, ἐπήνεγκε τὸ πιέζων. M

### book 259d

ὑπευθύνους σκοπῶν: διαλογιζόμενος καὶ ὁρῶν καὶ πολυπραγ‐ μονῶν. τὸ δὲ “πέπων ἢ μὴ πέπων” ἀντὶ τοῦ ἁπαλὸς καὶ ῥᾳδίως διασεισθῆναι δυνάμενος. μεταφορικῶς δὲ εἶπεν ἀπὸ τοῦ συκάζειν. ὠμὰ γὰρ τὰ μηδέπω ὥριμα. ὥσπερ οὖν ἐκ τῶν ὡρίμων ἔστι φαγεῖν, ἐκ δὲ τῶν ὠμῶν οὐκέτι, οὕτω καὶ ἐπὶ τῶν ἀνθρώπων ἐκ μὲν τῶν ὠμῶν, τουτέστι τῶν σκληρῶν καὶ δυσκατα‐ μαχήτων οὐκ ἔστι φαγεῖν, ἐκ δὲ τῶν χαύνων φαγεῖν. ὑπευθύνους δὲ λέγει τοὺς καταδίκους. M

### book 259e

ἀποσυκάζεις] συκοφαντεῖς. Γ2

### book 259f

ἀποσυκάζεις] συκοφαντεῖν, ἀφ’ οὗ καὶ συκοφάντης. τὸ γὰρ παλαιὸν τίμια τὰ σῦκα παρ’ Ἀθηναίοις, καὶ εἴ τις διαβληθείη κλέπτων, ἐκολάζετο. VatLh

### book 259g

ἀποσυκάζειν ἐστὶ τὸ ἀποθλίβειν τὰ σῦκα ἢ ὠμὰ ἢ πέπειρα. καλῶς οὖν ἐπήνεγκε τὸ ἀποπιέζειν, ἐπεὶ ἀποθλίβων τοὺς συκοφαντουμένους καὶ πιέζων ἐδωροδοκεῖτο. ὑπευθύνους δὲ λέγει τοὺς μηδέπω λογισμὸν παρεχομένους μηδὲ εὐθύνας τῆς ἀρχῆς ἧς ἐπιστεύθησαν. VatLh

### book 260a

ὅστις αὐτῶν ὠμός ἐστι: σκληρὸς καὶ δυσκαταμάχητος. EΓΘ VatLh

### book 260b

〈πέπων ἢ μὴ πέπων〉: ἀντὶ τοῦ εἰπεῖν πένης ἢ πλούσιος. ἐπέμεινε δὲ τῇ μεταφορᾷ ὡς ἐπὶ σύκων. EΓΘVatLh

### book 261a

ἀπράγμον’ ὄντα: ἐπιεικῆ καὶ μέτριον τοὺς τρόπους, οὐ φιλοπράγ‐ μονα. EΓΘVatLh

### book 261b

κεχηνότα] ἀνειμένον ἢ μωρόν. EΓ3

### book 262a

(I) ἐκ Χερρονήσου: Χερρόνησος τῆς Θρᾴκης χωρίον καὶ πόλις, ὑποτελὴς τῶν Ἀθηναίων, εὔφορος εἰς πυροῦ γεωργίαν. ὅθεν καὶ ἐσιταγώγουν οἱ Ἀθηναῖοι. ὡς ἰδιοπραγμόνων καὶ ἰδιωτῶν ὄντων τῶν Χερρονησιωτῶν καὶ διασείεσθαι δυναμένων ῥᾳδίως, μάλιστα δὲ τοῦ Κλέωνος ἐπηρεάζοντος αὐτούς, τούτων ἐμνήσθη. ὅθεν ὡς ἐπὶ ἀγροίκων καὶ τῷ “καταγαγών” ἐχρήσατο σημαντικῶς, ὥσπερ ἀπ’ ἀγροῦ τινος μετακαλουμένων καὶ κατιόντων εἰς πόλιν. VEΓΘM (II) ἄλλως: ὡς καταγαγόντος αὐτοῦ τοὺς συμμάχους εἰς Ἀθήνας καὶ συκοφαντοῦντος καὶ ἀργυριζομένου. VEΓ3Θ

### book 262b

Χερρόνησος τῆς Θρᾴκης χώρα καὶ πόλις ὑποτελὴς Ἀθηναίοις, εὔφορος εἰς πυροῦ γεωργίαν, ὅθεν καὶ ἐσιταγώγουν Ἀθηναῖοι. ὡς οὖν ἀπραγ‐ μόνων ὄντων καὶ ἰδιωτῶν καὶ ὑπὸ Κλέωνος ἐπηρεαζομένων τούτων ἐμνήσθη. ὅθεν καὶ ὡς ἐπὶ ἀγροίκων τῷ “καταγαγὼν” ἐχρήσατο, ὡς ἀπ’ ἀγροῦ κατιόντων εἰς πόλιν. VatLh

### book 262c

ἀγκυρίσας: ὑποσκελίσας, ⟦κατάξας, μετακαλεσάμενοσ⟧, οἷον τῇ ἀγκύλῃ καταβαλών. παλαιστρικὰ γάρ ἐστι ταῦτα καὶ τὸ “διαλαβὼν” καὶ τὸ “ἀγκυρίσας”. VEΓΘM

### book 262d

καταγαγὼν] κατάξας. EΓ3

### book 262e

Χερρονήσου] αὕτη Θρᾴκης χώρα. VatLh

### book 262f

ἀγκυρίσας] ὑποσκελίσας ὡς ἐπὶ τῶν παλαιόντων. VatLh

### book 263a

ἐνεκολάβησας: 〈κόλαβοσ〉 ἄκολος, ψωμός, ὅθεν τὸ ἐνεκολάβησας ἀντὶ τοῦ καταπέπωκας. τὸ δὲ ὅλον, καταπαλαίσας αὐτὸν ἐκπεριελθὼν καὶ διασείσας ἀργυρίζεται. τὴν βίαν δὲ ᾗ ἐκέχρητο κατὰ τῶν ἀνθρώπων διὰ τῆς πάλης ἐδήλωσεν. VEΓ3Θ

### book 263b

εἶτ’ ἀποστρέψας τὸν ὦμον] τὴν βίαν ᾗ ἐκέχρητο κατὰ τῶν ἀνθρώπων διὰ τῆς πάλης ἐδήλωσεν. VatLh

### book 263c

ἐνεκολάβησας] ἤγουν καταπέπωκας· ἀπὸ τοῦ ψωμοῦ ὃν ἄκολον ἔλεγον. VatLh

### book 264a

καὶ σκοπεῖς γε τῶν πολιτῶν: διακρίνεις καὶ ἀναζητεῖς. ὁ δὲ νοῦς αὐτῷ πᾶς τοῦτο λέγειν βούλεται, ὅτι οὐ τῷ προειρημένῳ ἐπηρεάζει τρόπῳ, ἀλλ’ εἴ τις καὶ τοιοῦτό τι ποιεῖ, ἀναζητεῖ καὶ διακρίνει τίς ἐστι τῶν πολιτῶν ἀμνοκῶν, οἷον προβατώδης, τουτέστι μωρὸς καὶ εὐήθης· τὰ γὰρ πρόβατα ἐπὶ εὐηθείᾳ διαβάλλεται. VEΓΘM

### book 264b

σκοπεῖς] ἀναζητεῖς. VatLh

### book 264c

ἀμνοκῶν] ἤγουν προβατώδης καὶ εὐήθης· τὰ γὰρ πρόβατα ἐπὶ εὐηθείᾳ διαβάλλεται. VatLh

### book 265a

καὶ τρέμων τὰ πράγματα: εὐλαβούμενος καταστῆναι εἰς πράγ‐ ματα. πολλοὶ γὰρ διὰ δειλίαν καὶ ἤθους καὶ τρόπων ἐπιείκειαν αἱροῦνται ζημιωθῆναι μᾶλλον ἢ χωρῆσαι διὰ δίκης. καὶ τοὺς τοιούτους ἐπιλεγόμενος, φησίν, ὁ Κλέων καταστήσας εἰς φόβον τοῦ παρέξειν πράγματα ἐπηρεάζει ῥᾳδίως. VEΓΘM

### book 265b

τρέμων τὰ πράγματα] πολλοὶ γὰρ δι’ ἐπιείκειαν τρόπων αἱροῦνται ζημιωθῆναι μᾶλλον ἢ χωρῆσαι διὰ δίκης· οὓς ὁ Κλέων φοβῶν ἐζημίου. VatLh

### book 265c

—VatLh

### book 269a

ὡς δ’ ἀλαζών, ὡς δὲ μάσθλης: ἀλαζὼν ὁ μείζονα τῆς ἑαυτοῦ ἀξίας κομπάζων καὶ φρονῶν. μάσθλης δὲ κυρίως ἱμὰς μεμαλαγμένος καὶ ἁπαλὸς καὶ τρυφερός. καλῶς οὖν ἐπὶ τοῦ Κλέωνος τῷ ὀνόματι κέχρηται, ὁμοῦ καὶ τὸ τοῦ τρόπου ὕπουλον καὶ τὸ λαγαρὸν αὐτοῦ δεικνύς, καὶ σκώπτων ὡς βυρσέα, ἀφ’ ὧν οἱ ἱμάντες γίνονται κατεργασθέντες τοιοῦτοι. VEΓΘMVatLh

### book 269b

εἶδες οἷ’ ὑπέρχεται: ὡς παράγεται τὸν δῆμον ὑποτρέχων καὶ κολακεύει καὶ καταπραΰνει ἀπάγων τὴν ὀργὴν ἅπασαν τὴν πρὸς αὐτόν. VEΓΘ

### book 269c

μάσθλης] ὁ μεμαλαγμένος καὶ ἐντρίβων ταῖς πονηρίας. EΓ3

### book 269d

μάσθλης] ὡς ἱμὰς μεμαλαγμένος· σκώπτων δὲ ὡς βυρσέα τοῦτό φησιν. VatLh

### book 269e

ὑπέρχεται] ὑπούλως ἀπατᾷ. VatLh

### book 270a

ὡσπερεὶ γέροντας: ὥσπερ, φησί, τοὺς γέροντας δικαστὰς ἐκ‐ πανουργῆσαι, οὕτω καὶ ἡμᾶς ἐπιχειρεῖ ἀπατᾶν. κόβαλα γὰρ καλοῦσι τὰ πα‐ νουργήματα. VEΓΘ

### book 270b

ἐκκοβαλικεύεται: λῃστεύει· κόβαλοι γὰρ οἱ μετὰ ξύλου λῃσταί· τοὺς αὐτοὺς καὶ κορυνηφόρους καλοῦσιν. οἱ δὲ κόβαλον τὴν μετὰ ἀπάτης παιδιάν. VEΓΘVatLh

### book 270c

ἐκκοβαλικεύεται: κόβαλα γὰρ καλοῦσι τὰ ἀπατήματα καὶ πανουργεύματα. ἐκκοβαλικεύεται δὲ ἀντὶ τοῦ λῃστεύει. κόβαλοι γὰρ οἱ λῃσταί· τοὺς αὐτοὺς καὶ κυρηφόρους καλοῦσιν. οἱ δὲ κόβαλον τὴν μετὰ ἀπάτης παιδείαν. M

### book 270d

ἐκκοβαλικεύεται] ἀπατᾷ, παραλογίζεται. EΓ3

### book 271a

(I) ἀλλ’ ἐὰν ταύτῃ γε νικᾷ: τῇ πανουργίᾳ. λέγει ὅτι ἐὰν τῇ πανουργίᾳ νικήσῃ, αὐτῇ τῇ πανουργίᾳ παισθήσεται. VEΓ3QM (II) ἄλλως: τὰς χεῖρας δείκνυσιν. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν παλαιόντων· διὸ φησὶ καὶ τὸ κυρηβάσει. VEΓΘ

### book 271b

ταύτῃ] τῇ πανουργίᾳ. Lh

### book 271c

ταυτῃὶ] τὴν χεῖρα δείκνυσιν, ἢ κορώνην φέρων τοῦτο λέγει. Lh

### book 272a

(I) κυρηβάσει: κυρηβασία λέγεται ἡ διὰ τῶν κεράτων μάχη, ἥπερ ἐν τοῖς ἀλόγοις ζῴοις γίνεται. τοῦτο οὖν δηλοῖ ὅτι ἢ μαχεῖται ἢ πλήξει. κυρηβάσεις γὰρ λέγονται αἱ πλήξεις τῶν τράγων. καὶ γὰρ ἐκεῖνοι ταῖς κεφαλαῖς διαμάχονται. VEΓΘM (II) ἄλλως: πρὸς τὸ σκέλος μαχεῖται ἢ διαπεσεῖται. VEΓ3Θ

### book 272b

κυρηβάσεις λέγονται αἱ πλήξεις τῶν τράγων καὶ τῶν λοιπῶν κερασ‐ φόρων ζῴων. καὶ γὰρ ἐκεῖνα ταῖς κεφαλαῖς καὶ τοῖς κέρασι διαμάχονται. Lh

### book 273

γαστρίζομαι] τοῦτο ὡς πληγεὶς τῷ σκέλει εἰς τὴν γαστέρα. τὴν γαστέρα τύπτομαι. παρεπιγραφή· συγκέκυφε γὰρ καὶ ὑπὸ τῶν διωκόντων τύπτεται. EΓ3Lh

### book 274a

καταστρέφεις] δουλοῖς. EΓ3

### book 274b

καταστρέφεις] καταβάλλεις. Lh

### book 275a

ἀλλ’ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρώτῃ τρέψομαι: πλεῖόν σου βοῶν εἰς φυγὴν τρέψω. EΓ3M

### book 275b

τῇ βοῇ τρέψομαι] ἤγουν νικήσω σε βοῶν. Γ2

### book 275c

τῇ βοῇ τρέψομαι] ἤγουν πλέον σου βοῶν εἰς φυγὴν κινήσω, νικήσω. Lh

### book 276a

(I) τήνελλος εἶ: τήνελλα ἁρμονία λύρας. ἐὰν τοίνυν ὑπερακοντίσῃς αὐτόν, μουσικώτατος εἶ. VEΓΘM (II) ἄλλως: νικηφόρος· τήνελλα γὰρ κρουμάτιον ἐπινίκιον. VEΓΘM

### book 276b

τήνελλος] ἤγουν μουσικώτατος· τήνελλος γὰρ ἁρμονία λύρας. Lh

### book 277a

ἢν δ’ ἀναιδείᾳ παρέλθῃς: κἂν ἡττηθῇς, φησίν, ὑπ’ αὐτοῦ τῇ βοῇ, περιγένῃ δὲ ἐν ἀναιδείᾳ, οὐδὲν ἧττον ἡμετέρα ἡ νίκη. πυραμοῦς δὲ εἶδος πλακοῦντος ἐκ μέλιτος ἑφθοῦ καὶ πυρῶν πεφρυγμένων, ὡς καὶ σησαμοῦς τὸ διὰ σησάμης. ταῦτα δὲ ἐτίθεσαν ἆθλα τοῖς διαγρυπνηταῖς. εἰώθασι γὰρ ἐν τοῖς συμποσίοις ἁμιλλᾶσθαι περὶ ἀγρυπνίας, καὶ ὁ διαγρυπνήσας μέχρι τῆς ἕω ἐλάμβανε τὸν πυραμοῦντα. VEΓΘ

### book 277b

ἡμέτερος ὁ πυραμοῦς: ἡμετέρα ἡ νίκη. πυραμοῦς δὲ εἶδος πλακοῦντος ἐκ μέλιτος ἑφθοῦ καὶ πυροῦ πεφυρμένος, ὡς καὶ ὁ σησαμοῦς διὰ σησάμης. ταῦτα δὲ ἐτίθεσαν ἆθλα τοῖς διαγρυπνηταῖς. εἰώθασι γὰρ ἐν τοῖς συμποσίοις ἁμιλλᾶσθαι περὶ ἀγρυπνίας, καὶ ὁ διαγρυπνήσας μέχρι τῆς ἕω νικήσας ἐλάμβανε τὸν πλακοῦντα, ἤγουν τὸν πυραμοῦντα. ὁ δὲ νοῦς ὅτι ἐὰν ἡττηθῇς ὑπ’ αὐτοῦ τῇ βοῇ, περιγένῃ δὲ τῇ ἀναισχυντίᾳ οὐδὲν ἧττον ἡμέτερον τὸ ἑρμαῖον, τουτέστιν ἡμετέρα ἡ νίκη. M

### book 277c

παρέλθῃς] νικήσεις, ἐκ μεταφορᾶς τῶν τρεχόντων. Lh

### book 277d

ἡμέτερος ὁ πυραμοῦς] ἤγουν ἡμετέρα νίκη· πυραμοῦς δὲ εἶδος πλακοῦντος. Lh

### book 277e

πυραμοῦς εἶδος πλακοῦντος ἐκ μέλιτος ἑφθοῦ καὶ πυρῶν πεφρυγμένων, ὥσπερ καὶ σησαμοῦς τὸ διὰ σησάμης. ταῦτα δὲ ἐτίθετο ἆθλα τοῖς ἀγρυπνοῦσιν. εἰώθασι γὰρ ἐν τοῖς συμποσίοις ἁμιλλᾶσθαι περὶ ἀγρυπνίας, καὶ ὁ διαγρυπνήσας μέχρι τῆς ἕω ἐλάμβανε τὸν πλακοῦντα. Lh

### book 278a

ἐγὼ δείκνυμι: ἐνδείκνυμι καὶ φαίνω. ἐνδεικνύναι δὲ ἔλεγον τὸ καταγγέλλειν τινὰ κακουργοῦντα περὶ τὰ κοινά. VEΓ3ΘM

### book 278b

δείκνυμι] φανερὸν ποιῶν. Lh

### book 279a

(I) ζωμεύματα: τὰ τῶν νεῶν χρειώδη· λέγει δὲ ξύλα καὶ κηρὸν καὶ πίσσαν. VEΓ3Θ (II) ἄλλως: τὰ λεγόμενα ὑποζώματα. εἰσὶ δὲ ξύλα τῶν νεῶν. ἀντὶ τοῦ εἰπεῖν ὑποζώματα, εἶπεν ὡς πρὸς μάγειρον παίζων ζωμεύματα, ὡς ἀρτύσεως ἔμπειρον καὶ ζωμευμάτων. ἀπείρητο δὲ ἀπὸ Ἀθηνῶν ἐξάγειν ξύλα καὶ πίσσαν. εἶχον δὲ καὶ οἱ Λακεδαιμόνιοι τριήρεις. VEΓ3Θ

### book 279b

τὰ τῶν νεῶν χρειώδη. λέγει δὲ εἰς ξύλον καὶ κηρὸν καὶ πίσσαν, τὰ λεγόμενα ὑποζώματα. εἰσὶ δὲ ξύλα τῶν νεῶν. ὡς σκυτεὺς πρὸς μάγειρον δὲ παίζων εἶπε ζωμεύματα. ἀπείρητο δὲ ἀπὸ Ἀθηνῶν ἐξαγαγεῖν ξύλον καὶ πίτταν. εἶχον δὲ καὶ οἱ Λακεδαιμόνιοι τριήρεις, ἐπειδὴ ἦρχον νήσων τινῶν. M

### book 279c

τριήρεσι] ταῖς ναυσί. Lh

### book 279d

ζωμεύματα] ἤγουν ξύλα, ὑποζώματα τῶν νεῶν. ζωμεύματα δὲ εἶπεν, σκώπτων ὡς μάγειρον. Lh

### book 279e

ἀντὶ τοῦ εἰπεῖν ξύλα, ὑποζώματα τῶν νεῶν, ζωμεύματα εἶπεν ὡς πρὸς μάγειρον. ἀπείρητο γὰρ ὑπ’ Ἀθηναίων ἐξάγειν ξύλα καὶ πίτταν. εἶχον γὰρ οἱ Λακεδαιμόνιοι τριήρεις. Lh

### book 280

κενῇ τῇ κοιλίᾳ: ἀντὶ τοῦ πένης ὢν ἀναξίως ἐκ τῶν κοινῶν πεπλούτη‐ κεν. EΓ3MLh

### book 281a

ἐκθεῖ πλέᾳ: ἔξεισιν, ἐκπορεύεται μεστῇ καὶ γεμούσῃ, τουτέστιν ἔξεισιν ἐκ τῆς πολιτείας γενόμενος πλούσιος. εἰσδραμὼν δὲ ἀντὶ τοῦ προσελθὼν τῇ πολιτείᾳ· ἐμφαντικῇ δὲ τῇ λέξει κέχρηται, ἵνα δείξῃ αὐτὸν ἐπιπεπηδηκότα βιαίως καὶ ἀναισχύντως τῇ πολιτείᾳ. πρυτανεῖον δὲ τόπος Ἀθήνησιν οὗ τὰς δημοσίας σιτήσεις ἐποιοῦντο· τιμὴ δ’ οὐκ ἐλαχίστη τοῖς δημοσίᾳ σιτουμένοις ἦν. VEΓΘMLh

### book 281b

ἐσδραμὼν ἐς τὸ πρυτανεῖον] ὅτι ἀναξίως ἔτυχε τῆς ἐν πρυτανείῳ σιτήσεως. EΓ3

### book 281c

ἐκθεῖ] ἐκτρέχει. EΓ3

### book 281d

πρυτανεῖον] ἐν ᾧ εἰσὶν οἱ κοινοὶ θησαυροί. Lh

### book 281e

ἐκθεῖ πλέᾳ] ἐξέρχεται πεπληρωμένῃ. Lh

### book 282a

νὴ Δί’ ἐξαγαγών γε τἀπόρρητα: ἐπειδὴ ὁ Κλέων εἶπεν ἀπόρρητα, καὶ αὐτὸς εἶπε κρέα καὶ ἄρτον. λέγει οὖν ὅτι ἀναξίως ἔτυχεν ὁ Κλέων οὗ Περικλῆς οὐκ ἔτυχε, τῶν Ἀθηναίων μὴ παρασχόντων, ἤτοι ὑπὸ μεγαλοφροσύνης τοῦ ἀνδρὸς παραιτησαμένου, ἢ ὅτι ἐξοστρακισθεὶς οὐκ ἔτυχε τῆς ἐν πρυτανείῳ σιτήσεως ἢ ὅτι διὰ τοῦτο εἶπε κρέα καὶ ἄρτον, ἐπειδὴ οὐκ ἐξῆν τὰ θυόμενα Δημητρὶ καὶ Περσεφόνῃ ἔξω ἀφιεῖν. ὡς γοῦν αὐτὰ ἐκφέροντος κατηγορεῖ. VEΓ3ΘMLh

### book 282b

τἀπόρρητα] ἀπηγορευμένα τῇ πόλει. Lh

### book 283a

καὶ τέμαχος: ἰχθῦς· ἰδίως δὲ τεμαχίτας ἰχθῦς, τοὺς μεγάλους ⟦καὶ⟧ κατακοπτομένους. VEΓΘ

### book 283b

τέμαχος: τεμάχη, τὰ τῶν ἰχθύων τῶν μεγάλων κοπτόμενα κόμματα. M

### book 283c

τέμαχος] ἰχθύων τμήματα. ἰδίως γὰρ τέμαχος τὸ τῶν ἰχθύων τμῆμα. Lh

### book 283d

οὐκ ἠξιώθη] διὰ τὸ ἄγος. Lh

### book 284a

(ad vv. 284—302) ἀποθανεῖσθον αὐτίκα μάλα: διπλῆ καὶ εἴσθεσις 〈εἰς περίοδον〉 κώλων ιθʹ τροχαϊκῶν, ὧν τὰ μὲν ιεʹ ἀμοιβαῖα τῶν ὑποκριτῶν δίμετρα ἀκατάληκτα, τὰ δὲ δʹ ἐναλλὰξ καταληκτικά· καὶ μήποτε εἰσὶ δίστιχα τετράμετρα καταληκτικά. VEΓΘ

### book 284b

ἀποθανεῖσθον αὐτίκα: εἴσθεσις τῆς διπλῆς ἐκ κώλων ὁμοίων τροχαϊκῶν ιθʹ, ὧν τὰ ηʹ δίμετρα ἀκατάληκτα, τὸ θʹ δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, τὰ ἑξῆς θʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ ιθʹ, τὸ ”–ρας ἔχοντα κοιλίας”, ἑφθημιμερές, ὃ καλεῖται Εὐριπίδειον ἢ ληκύθιον. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος. Lh

### book 284c

αὐτίκα] εὐθὺς καὶ παραχρῆμα· Ἀττικὴ ἡ σύνταξις. VEΓ3

### book 284d

αὐτίκα] παραχρῆμα. Lh

### book 285a

τριπλάσιον κεκράξομαί σου] τῷ κεκραγμῷ σου περιέσομαι ἀντὶ τοῦ νικήσω. VEΓ3

### book 285b

κεκράξομαι] βοήσω. Lh

### book 286

καταβοήσομαι βοῶν σε] τῇ βοῇ νικήσω σε. EΓ2MLh

### book 287a

κατακεκράξομαι] οἷον ὑπερκεκράξομαι. VEΓ3

### book 287b

κατακεκράξομαί σε κράζων] τῇ κραυγῇ κατακρατήσω σου. Lh

### book 289a

κυνοκοπήσω σε: τυπτήσω σε καθάπερ κύνα. τοῦτο δὲ ὡς μάγειρος λέγει. ἔστι γὰρ κύων ἰχθὺς ποιός. ἅμα δὲ κυνείῳ σε δέρματι παίσω. ἔστι γὰρ τραχύτατον. VEΓ3ΘM

### book 289b

τοῦτο ὡς μάγειρος λέγει, ἀντὶ τοῦ κατακόψω σε ὡς κύνα. ἔστι γὰρ κύων ἰχθύς. ἢ κυνείῳ σε δέρματι τύψω. ἔστι γὰρ τραχύτατον. Lh

### book 289c

κυνοκοπήσω σου τὸ νῶτον] ὡς κύνα σε τύψω. οὐδετέρως δὲ τὸ νῶτον. VEΓ3MLh

### book 290a

περιελῶ ς’ ἀλαζονείας: οἷον ἀποδύσω σε καὶ παύσω τῶν ἀλα‐ ζονευμάτων. ἡ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων. παύσω σε καὶ περικόψω τῆς ἀλαζονείας. περιελάσω, νικήσω. VEΓ3ΘM

### book 290b

περιελῶ] νικήσω, ἀπὸ μεταφορᾶς τῶν ἐρεσσόντων. Lh

### book 291a

ὑποτεμοῦμαι τὰς ὁδούς σου: οὐκ ἐάσω σε λέγειν, προλήψομαι, νικήσω. τοῦτο ὡς πρὸς βυρσοδέψην. ὑποτέμνεται γὰρ τὰ δέρματα ἵνα παχέα φαίνηται. διαφέρει γὰρ τὸ τέμνειν τοῦ ὑποτέμνειν. ὅταν γὰρ ὑποτέμνηται 〈δέρμα〉, παχύτερον φαίνεται, ἀσθενέστερον δέ ἐστι. τέμνειν δὲ τὸ ὀρθὴν ποιεῖ‐ σθαι τὴν τομήν. τὸ γὰρ ἀνώμαλον τῆς τομῆς παχύτητος δόξαν ἐργάζεται. VEΓ3ΘM

### book 291b

τοῦτο ὡς βυρσοδέψου κατηγορεῖ. ὑποτέμνεται γὰρ τὰ δέρματα ἵνα παχέα φαίνηται. διαφέρει γὰρ τὸ τέμνειν τοῦ ὑποτέμνειν. ὅταν γὰρ ὑποτέ‐ μνηται παχύτερα φαίνεται, ἀσθενέστερα δέ ἐστι. τέμνειν δέ ἐστι τὸ ὀρθὴν ποιεῖσθαι τὴν τομήν. τὸ γὰρ ἀνώμαλον τῆς τομῆς παχύτητος δόξαν ἐργάζεται. Lh

### book 291c

ὑποτεμοῦμαι τὰς ὁδούς σου] οὐκ ἐάσω σε λέγειν. Lh

### book 292a

ἀσκαρδάμυκτος: μὴ μύσας τοὺς ὀφθαλμούς. σκαρδαμυκτεῖν γὰρ τὸ σκαίρειν καὶ μύειν τοὺς ὀφθαλμούς, τὸ πυκνῶς βλεφαρίζειν, ὃ καὶ ἰλλωπεῖν λέγεται. ἀσκαρδαμυκτεῖν δέ, προτεθέντος τοῦ α, τὸ ἀτενὲς βλέπειν τὸν ἥλιον. φησὶν οὖν ὅτι ἀτενὲς εἰς ἐμὲ βλέψον, ὡς ἐν τούτῳ καταπληξόμενος τὸν ἀλλαντοπώλην. VEΓ3ΘM

### book 292b

ἀσκαρδαμύκτως] ἀτενῶς, ἀναιδῶς. EΓ3M

### book 292c

ἀσκαρδάμυκτος] μὴ μύσας τοὺς ὀφθαλμούς, ἤγουν ἀναιδῶς. Lh

### book 293

κἀγὼ] σεμνύνεται ὡς ἐν ἀγορᾷ τεθραμμένος. EΓ3MLh

### book 294a

(I) διαφορήσω ς’ εἴ τι γρύξεις: ἔπαιξε παρὰ τὸ “διαφορεῖν”. καλῶς δὲ ὡς ἐπὶ μαγείρου καὶ ἀλλαντοποιοῦ κέχρηται. VEΓ3ΘM (II) ἄλλως: διασπάσω, διολέσω. ἄλλως τε καὶ οὐκ ἀχρήστως τῇ λέξει ἐπὶ μαγείρου καὶ ἀλλαντοπώλου. οὗτοι γὰρ τὰ ἔντερα πλύνοντες ἐξ ἀνάγκης τῆς ἀπ’ αὐτῶν πληροῦνται κόπρου. παρατηρητέον δὲ ὅτι ἐν πᾶσιν ἀμείβεσθαι τοῖς ἴσοις πειρᾶται τὸν Κλέωνα. VEΓΘM

### book 294b

διαφορήσω] κόπρου πλήσω· παίζει δὲ ὡς 〈πρὸσ〉 μάγειρον. Lh

### book 294c

τι γρύξεις] φθέγξῃ τι. Lh

### book 295a

(I) κοπροφορήσω σε: κόπρου σε πληρώσω. ἔπαιξε δὲ παρὰ τὸ “διαφορήσω σε”. οἱ μάγειροι γὰρ τὰ ἔγκατα πλύνοντες ἀναγκαίως πληροῦνται κόπρου. VEΓ3Θ (II) ἄλλως: τὴν κόπρον σου ἐκφορήσομαι τύπτων σε. ἢ ὡς βυρσοδέψῃ, ὅτι κόπρῳ τὰς βύρσας ἐθεράπευον. VEΓ3ΘM

### book 295b

κοπροφορήσω ς’] κόπρον σου ἀποφορήσω, κόπρου πληρώσω σε. M

### book 295c

κοπροφορήσω] ὅμοιον τῷ ῥηθέντι. οἱ μάγειροι γὰρ τὰ ἔγκατα πλύνοντες τῆς ἀπ’ αὐτῶν πληροῦνται κόπρου. Lh

### book 295d

παρατηρητέον ὅτι ἐν πᾶσιν ἀμείβεσθαι τοῖς ἴσοις πειρᾶται τὸν Κλέωνα. Lh

### book 296

ὁμολογῶ κλέπτειν: τοῦτο παρ’ ὑπόνοιαν λέγει, ὡς ἂν εἰ ἔλεγε “σώφρων εἰμι καὶ πεπαιδευμένος”. ὁ δὲ αὐχεῖ ἐπὶ τῷ κλέπτειν. ἃ κλέπτω, ὀμνύω μὴ κεκλοφέναι, ὅ ἐστιν ὑπερβολὴ ἐπιορκίας. VEΓ3ΘM

### book 297a

νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον: προπερισπωμένως ἐπὶ τοῦ θεοῦ. ἐν μέσῃ γὰρ τῇ ἀγορᾷ ἵδρυται Ἑρμοῦ ἀγοραίου ἄγαλμα. πλεονεκτεῖν δὲ αὐτὸν πειρᾶται μὴ μόνον κλέπτων ἀλλὰ καὶ διαρρήδην ἐπιορκῶν. οἷον ἐμά ἐστι ταῦτα τὰ ἐπιχειρήματα. ἀμφότεροι δὲ ἁμιλλῶνται τίς ἐστιν αὐτῶν χείρων. VEΓΘM

### book 297b

νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον: 〈οἱ μὲν〉 διαιροῦσιν ἀπὸ τοῦ “νὴ τὸν Ἑρμῆν” τοὺς τρεῖς στίχους· οἱ δὲ τοὺς δύο συνάπτουσιν. ἐν μέσῃ δὲ τῇ τῶν Ἀθηναίων ἀγορᾷ ἵδρυται καὶ μέχρι τοῦ νῦν ναὸς Ἑρμοῦ· εἰκότως οὖν ὡς ἀγοραῖον ὄμνυσι τοῦτον. καὶ ὅτι κλεπτίστατον τοῦτον ἀξιοῦσιν εἶναι. M

### book 297c

ἀγοραῖον] ἵδρυτο γὰρ ἐν τῇ ἀγορᾷ Ἑρμοῦ εἴδωλον. Lh

### book 298a

κἀπιορκῶ γε βλεπόντων: οἷον ὁρώντων ὅτι κλέπτω, ὀμνύω ὅτι οὐκ ἔκλεψα. τοῦτο δὲ προστέθεικεν ὁ Ἀγοράκριτος, ὅτι πλεονεκτεῖ ἐκεῖνον καὶ μᾶλλον πονηρὸς εἶναι δοκεῖ, εἰ οὐ κλέπτει μόνον, ἀλλὰ καὶ φανερῶς ἐπιορκεῖ. VEΓ3ΘM

### book 298b

κἀπιορκῶ γε βλεπόντων] οἷον ὁρώντων ὅτι κλέπτω, ἐπιορκῶ ὅτι οὐ κλέπτω ὀμνύων. Lh

### book 299a

ἀλλότρια τοίνυν σοφίζῃ: τεχνάζει· σοφίας γὰρ ἔλεγον τὰς τέχνας. τὰ ἀλλότρια λέγεις, φησίν. ἐμὰ γάρ ἐστι ταῦτα τὰ ἐπιχειρήματα. ὡς εἰ ἔλεγε, τὰ ἐμὰ τοίνυν κλέπτεις. VEΓΘM

### book 299b

ἀλλότρια] ξένα. Lh

### book 299c

σοφίζει] μετὰ ἀπάτης καὶ τέχνης σοφιστικῆς κλέπτει. Lh

### book 300a

φανῶ] ἐμφανίσω, κατηγορήσω. EΓ3Lh

### book 300b

φανῶ] φανερὸν ποιήσω. M

### book 300c

τοῖς πρυτάνεσιν: ὅτι ἀναξίως ἔτυχε τῆς ἐν πρυτανείῳ σιτήσεως. ἔστι δὲ πρυτανεῖον τόπος ἐν Ἀθήναις οὗ τὰς δημοσίας σιτήσεις ἐποιοῦντο. τιμὴ δὲ οὐκ ἐλαχίστη προσῆν τοῖς τῆς δημοσίας τραπέζης τυχοῦσιν, ἐπεὶ καὶ ἀντὶ μεγάλων εὐεργεσιῶν καὶ κατορθωμάτων ἠμείβοντο τοὺς εὐεργετήσαντας αὐτοὺς τῇ δωρεᾷ. M

### book 301

ἀδεκατεύτους τῶν θεῶν: μὴ δεδωκότα ἀπ’ αὐτῶν τὴν δεκάτην μοῖραν τοῖς θεοῖς. ἔθος γὰρ εἶχον τὰς δεκάτας τῶν θυομένων τοῖς πρυτάνεσιν οἱ μάγειροι διδόναι. ὁ Κλέων δὲ λέγει οἱονεὶ ἀδεκάτευτον ἔχων οὐσίαν, ὁ δὲ ἀντὶ οὐσίας κοιλίας ἐπήνεγκεν ὡς ἀλλαντοπώλῃ. VEΓΘMLh

### book 302a

κοιλίας] οὐσίας ἔδει εἰπεῖν, ὁ δὲ ὡς μάγειρος κοιλίας. Lh

### book 302b

ἱε < ρὰς. Lh

### book 303a

(ad vv. 303—11) ὦ μιαρὲ καὶ βδελυρέ: διπλῆ καὶ εἴσθεσις εἰς περίοδον κώλων θʹ, ἧς τὸ πρῶτον παιωνικὸν δίρρυθμον, τὸ δεύτερον ἐκ κρητικοῦ καὶ δοχμίου, τὰ δὲ λοιπὰ ἑπτὰ παιωνικὰ δίρρυθμα. VEΓΘM

### book 303b

(ad vv. 303—21) ὦ μιαρὲ καὶ βδελυρέ: κορωνὶς καὶ εἴσθεσις χοροῦ ἐπῳδική, διὰ τὸ τίθεσθαι μετὰ τὴν διπλῆν, ἐκ κώλων παιωνικῶν ἐπι‐ μεμιγμένων κρητικοῖς καὶ βακχείοις θʹ. ὧν τὸ πρῶτον δίμετρον ἀκατάληκτον ὃ καλεῖται δίρρυθμον, τὸ δεύτερον τρίμετρον βραχυκατάληκτον, τοῦ πρώτου ποδὸς κρητικοῦ, τοῦ δὲ δευτέρου βακχείου. τὰ ἑξῆς δʹ ὅμοια τῷ πρώτῳ ἐκ κρη‐ τικῶν, τὰ δὲ τούτων ἑξῆς γʹ ὅμοια, τοῦ δευτέρου ποδὸς κρητικοῦ. ἐν ἐκθέσει 〈δὲ〉 στίχοι τροχαϊκοὶ τετράμετροι ἀκατάληκτοι ὅμοιοι τοῖς ἑξῆς. ἐπὶ 〈τῷ〉 τέλει κορωνίς. ἑξῆς δὲ ἐν εἰσθέσει σύστημα ἀμοιβαῖον ἐκ στίχων τροχαϊκῶν τετραμέτρων καταληκτικῶν ηʹ. ἐπὶ τῷ τέλει παράγραφος. Lh

### book 303c

στροφὴ κώλων ιαʹ. Lh

### book 303d

βδελυρὲ] αἰσχρέ. Lh

### book 304

κρᾶκτα] λάλε. Lh

### book 305a

πλέα] πεπλήρωται. EΓ3

### book 305b

πλέα] πεπληρωμένη. Lh

### book 307a

καὶ τέλη καὶ γραφαί: τὰ τελώνια καὶ αἱ ἀρχαί. τελώνης γὰρ ἦν καὶ ἐμίσθου τὰ τέλη, τουτέστι τὰ τάγματα. VEΓΘMLh

### book 307b

τέλη] τελώνια. M

### book 307c

καὶ τέλη καὶ γραφαί] τελώνης γὰρ ἦν καὶ μισθοῦ τὰ τέλη κηρύττων. τέλη δὲ τὰ τελώνια. M

### book 309a

ὦ βορβοροτάραξι: ταραχωδέστατε, ταράττων ἡμῶν τὴν πόλιν ὡς βόρβορον. θορύβου πληρώσας τὴν πόλιν καὶ βορβόρου. VEΓΘM

### book 309b

βορβοροτάραξι] ὡς βόρβορον ταράττων ἡμῶν τὴν πόλιν. Lh

### book 311a

ἀνατετυρβακώς: ἀναταράξας. τυρβάσαι δὲ κυρίως λέγεται τὸ τὸν πηλὸν ταράξαι. VEΓΘMLh

### book 311b

ἀνατετυρβακώς] ταράξας. M

### book 312a

(ad vv. 312—21) διπλῆ· στίχοι τροχαϊκοὶ τετράμετροι κατάληκτοι δέκα. EΓ2

### book 312b

ἐκκεκώφηκας: βοῆς ἐπλήρωσας τὰς ἀκοάς. VEΓ3Lh

### book 312c

ἐκκεκώφηκας] δέον εἰπεῖν τὰς ἀκοάς. Γ2

### book 313a

κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν: ἐπειδὴ οἱ θυννοσκόποι ἐπὶ ὕψους ἱστάμενοι τὴν κατασκοπὴν τῶν εἰσιόντων θύννων εἰς τὰ δίκτυα ποιοῦνται. φησὶν οὖν ὅτι καθάπερ τοὺς θυννοσκόπους εἰσιόντες εἰς τὸ δίκτυον οὐ λανθάνουσιν οἱ θύννοι, οὕτως οὐ λανθάνουσι τὸν Κλέωνα τῆς πόλεως ἐπιβαίνοντες οἱ τοὺς φόρους φέροντες. προαρπάζει οὖν δέον τὴν πόλιν τὰ ἑαυτῆς λαμβάνειν. ὀνειδίζει οὖν αὐτῷ, ὅτι τὰ δημόσια νοσφί‐ ζεται χρήματα, ἅμα δὲ καὶ εἰς ὀψοφαγίαν διαβάλλει. ἀπὸ μεταφορᾶς δὲ τοῦτο εἶπε τῶν ἁλιέων τῶν ἀγρευόντων τοὺς θύννους. VEΓΘM

### book 313b

θυννοσκοπῶν] ἐπιτηρεῖς ὡς οἱ θυννοσκόποι τοὺς θύννους. Lh

### book 313c

ὥσπερ οἱ θυννοσκόποι ἐπὶ ὕψους ἱστάμενοι τὴν κατασκοπὴν τῶν εἰσιόντων θύννων εἰς τὰ δίκτυα ποιοῦνται, οὕτως οὐ λανθάνουσι καὶ τὸν Κλέωνα τῆς πόλεως ἐπιβαίνοντες οἱ τοὺς φόρους φέροντες. ὀνειδίζει οὖν αὐτὸν ὅτι τὰ τῆς πόλεως νοσφίζεται χρήματα. ἅμα δὲ καὶ εἰς ὀψοφαγίαν διαβάλλει. Lh

### book 314a

καττύεται: συντίθεται καὶ ῥάπτει κατ’ ἐμοῦ. ἀστείως δὲ τῇ λέξει κέχρηται ὡς βυρσοδέψης ἀπὸ τῶν ὑποδημάτων. VEΓΘM

### book 314b

καττύεται] συντίθεται καὶ ῥάπτεται κατ’ ἐμοῦ. Lh

### book 314c

σύστημα κατὰ περικοπήν. Lh

### book 315a

χορδεύματα: ἑξῆς καὶ οὗτος ὡς μάγειρος ἀπεκρίνατο. χορδεύματα γὰρ καὶ χορδαὶ καλοῦνται τὰ ἔντερα. VEΓΘM

### book 315b

κάττυμα] τὸ ἄκρον δέρμα. Γ2

### book 315c

κάττυμα] τμῆμα δέρματος. Lh

### book 315d

χορδεύματα] ἤγουν ἔντερα, ὡς μάγειρος γὰρ ταῦτα ἀπεκρίνατο. Lh

### book 316a

ὅστις ὑποτέμνων: ὅταν γὰρ ὑποτέμνηται παχύτερα γίνονται. τὸ γὰρ ἀνώμαλον τῆς τομῆς παχύτητος δόξαν ἐργάζεται. τέμνειν δέ ἐστι τὸ ὀρθὴν ποιεῖσθαι τὴν τομήν. M

### book 316b

μοχθηροῦ βοός: θανασίμου ἢ ἀσθενοῦς, ἰσχνοῦ καὶ λεπτοβυρσοῦ. καὶ τοῦτο δὲ ὡς βυρσέα σκώπτει. VEΓΘM

### book 316c

ὑποτέμνων] πλαγίως τέμνων καὶ οὐκ ὀρθῶς. Lh

### book 316d

μοχθηροῦ] πολλὰ μοχθήσαντος καὶ ἐξασθενήσαντος τῷ χρόνῳ. Lh

### book 317a

τοῖς ἀγροίκοισι πανοῦργος: εἰς ὑποδήματα ⟦τοῖσ⟧ αὐτοῖς κακῶς τὰς βύρσας τέμνων. καττύματα δὲ τὰ ἄκρα δέρματα καὶ εἰς λεπτὸν τετμημένα, ἃ προστίθεται τοῖς σανδαλίοις. τοῦτο δὲ εἶπεν ὡς πρὸς σκυτέα. VEΓ3ΘM

### book 317b

totus versus] ταῦτα ἐποίουν καὶ οὕτως ἔτεμνον οἱ βυρσοπῶλαι. EΓ3

### book 317c

τοῖς ἀγροίκοισι] τοῖς ἐν ἀγροῖς οἰκοῦσι. Lh

### book 317d

πανούργως] μετὰ μηχανῆς τοῦτο ποιῶν· τὰ γὰρ πλαγίως τεμνόμενα δέρματα παχέα φαίνεται. Lh

### book 318a

(I) δυοῖν δοχμαῖν: παίζων καὶ αὐτὸς παλαιστὰς ἐξετείνετο· δοχμὴ γὰρ ἡ παλαιστή. VEΓΘMLh (II) ἄλλως: δύο παλαιστάς· ἐκτεινόμενα γὰρ τὰ ἰσχνὰ τῶν δερμάτων εἰς πλάτος αὔξεται. VEΓ3ΘMLh

### book 318b

φορῆσαι] ὑποδήσασθαι τὸ τοιοῦτον δέρμα. Lh

### book 318c

δοχμαῖν] ἤγουν παλαιστῶν· δραχμῶν δὲ ὤφειλεν εἰπεῖν. Lh

### book 319a

κἀμὲ τοῦτ’ ἔδρασε: τὸν αὐτὸν τρόπον καὶ ἡμᾶς ἐξηπάτηκεν, ὥστε καταγελάστους γενέσθαι. VEΓ3M

### book 319b

κἀμὲ τοῦτ’ ἔδρασε] τὸν αὐτὸν τρόπον καὶ ἐμὲ ἐξηπάτησεν, ὥστε καταγελάστους γενέσθαι τοὺς Ἀθηναίους τοιούτους τρέφοντας. Lh

### book 320a

παμπολὺν τοῖς δημόταισι: διαβολὴ τῶν Ἀθηναίων εἰ καὶ δούλου παρ’ αὐτοῖς ὁ δῆμος ἀπαγγέλλεται. EΓ3M

### book 320b

τοῖς δημόταισι] διαβάλλει τοὺς Ἀθηναίους εἰ καὶ δοῦλος αὐτῶν Δημοσθένης τυγχάνει. Lh

### book 320c

παρασχεθεῖν] παρέχειν. Lh

### book 321a

ἔνεον ἐν ταῖς ἐμβάσιν: ἐκολύμβων, ἐνηχόμην ἐν τοῖς ὑποδήμασιν. ἐμβάδες δὲ ἐρρήθησαν ἀπὸ τοῦ ἐμβαίνειν αὐτοῖς. ἐκτεινομένων γὰρ καὶ πλα‐ τυνομένων εὐχερῶς τῶν δερμάτων, ἐκολύμβων ἐν αὐτοῖς ἐκ τοῦ μηκέτι ἡρμοσ‐ μένα τοῖς ποσὶ τῶν φορούντων αὐτὰ εἶναι. VEΓ2ΘM

### book 321b

ἐμβάδες εἴρηνται ἀπὸ τοῦ ἐμβαίνειν ἐν αὐταῖς τοὺς πόδας. ἐκτεινομέ‐ νων γὰρ καὶ πλατυνομένων εὐχερῶς τῶν δερμάτων, ἐκολύμβων οἷον ἐν αὐταῖς ἐκ τοῦ μηκέτι ἡρμοσμένας τοῖς ποσὶ τῶν φορούντων εἶναι. Lh

### book 321c

Περγασῇσιν] ὄνομα δήμου. EΓ2Lh

### book 321d

ἔνεον] ἐνηχόμην εἰς τὰ ὑποδήματα. Lh

### book 322a

(ad vv. 322—5) τὰ τέτταρα παιωνικὰ δίρρυθμα. EΓ2

### book 322b

(ad vv. 322—34) ἆρα δῆτ’ οὐκ ἀπ’ ἀρ–: κορωνίς. εἴσθεσις χοροῦ προῳδικὴ διὰ τὸ ἀεὶ προτίθεσθαι τῆς διπλῆς, ἐκ κώλων καὶ στίχων ιβʹ. ὧν τὰ πρῶτα γʹ παιωνικὰ δίμετρα ἀκατάληκτα ἃ καλεῖται κρητικὰ δίρρυθμα. τὸ δὲ δʹ τροχαϊκὸν ἑφθημιμερὲς ὃ καλεῖται Εὐριπίδειον ἢ ληκύθιον, ὁ εʹ καὶ ϛʹ τροχαϊκοὶ τετράμετροι καταληκτικοί, ὁ ζʹ καὶ ηʹ δακτυλικοὶ τετράμετροι (κατὰ μονοποδίαν γὰρ μετρεῖται τὰ δακτυλικά), ὁ θʹ καὶ ιʹ τροχαϊκοὶ τετρά‐ μετροι καταληκτικοί, οἱ δὲ ἑξῆς βʹ ἰαμβικοὶ τετράμετροι καταληκτικοὶ ὅμοιοι τοῖς ἑξῆς. εἰσὶ δὲ καὶ ταῦτα πολυσχημάτιστα κατὰ τὸν εἰρημένον τρόπον. ἐπὶ τῷ τέλει κορωνίς. Lh

### book 322c

(ad vv. 322—34) στροφὴ ἑτέρα κώλων ιβʹ. Lh

### book 322d

ἆρα δῆτ’ οὐκ ἀπ’ ἀρχῆς] πρὸς τὸν ἀλλαντοπώλην. VEΓ3Lh

### book 325a

προστατεῖ τῶν ῥητόρων: προηγεῖται, προέστηκε, παρακολουθεῖ. μόνη γάρ, φησί, προηγεῖται τῶν ῥητόρων ἡ ἀναίδεια. VEΓΘM

### book 325b

προστατεῖ] προέστηκε, προηγεῖται. καθάπτεται τῶν ῥητόρων ὡς ἀναιδῶν. Lh

### book 326a

ἀμέλγεις τῶν ξένων τοὺς καρπίμους: τοὺς εὐπόρους τῶν ξένων διασείεις, τοὺς πλουσίους καὶ εὐποροῦντας. ἀμέλγεις δὲ ἀποδρέπεις, ἀπανθίζεις, τρυγᾷς, καρπίζῃ. ἰδίως δὲ ἀμέλγειν λέγεται τὸ παρὰ τὸν προσήκοντα καιρὸν ἀώρους τοὺς κάρπους ἀποσπᾶν, ὅπερ οἱ κλέπται ποιοῦσιν. VEΓΘM

### book 326b

ἀμέλγειν ἐστὶ τὸ ἀμφοτέραις ταῖς χερσὶ τῶν οὐθάτων τῶν ζῴων ἅπτεσθαι καὶ ἐξέλκειν τὸ γάλα. οἱ δὲ παρὰ τὸν προσήκοντα καιρὸν τοὺς ἀώρους καρποὺς ἀποσπᾶν, ὅπερ οἱ κλέπται ποιοῦσιν. Lh

### book 326c

ᾗ σὺ πιστεύων] πρὸς τὸν Κλέωνα. Γ3Lh

### book 326d

ἀμέλγεις] ἤγουν λαμβάνεις τὰ αὐτῶν πράγματα· τοῦτο δὲ παρὰ τὴν κοινὴν συνήθειαν εἴρηται. Lh

### book 327a

(I) ὁ δ’ Ἱπποδάμου: οὗτος ἐν Πειραιεῖ κατῴκει καὶ οἰκίαν εἶχεν, ἥνπερ ἀνῆκε δημοσίαν εἶναι. καὶ πρῶτος αὐτὸς τὸν Πειραιᾶ κατὰ τὰ Μηδικὰ συνήγαγεν. ἦν δὲ Ἀθηναίοις τίμιος. πικρῶς οὖν λέγει ὅτι σὺ μὲν ἀνάξιος ὢν σφετερίζῃ καὶ ἀπὸ πάντων κερδαίνεις, ὁ δὲ εὐνούστατος 〈ὢν〉 τῇ πόλει κατα‐ λείβεται δάκρυσιν, ἀναξίως ὁρῶν σε τὰ τῆς πόλεως καρπούμενον. λυπεῖται, φησίν, ὁ Ἀρχεπτόλεμος. οὗτος γὰρ πολλὰ ὠφέλησε τὴν πόλιν. .... καὶ οἱ μὲν αὐτόν φασι Θούριον, οἱ δὲ Σάμιον, οἱ δὲ Μιλήσιον. Κλέωνος δὲ ἐχθρὸς ἦν. VEΓΘM (II) ἄλλως: Ἱπποδάμου μόνου λείπεται καὶ ἡττᾶται. διεβάλλετο γὰρ ἐπὶ πολυφαγίᾳ ὁ Ἱππόδαμος. ὡς οὖν τοῦ Κλέωνος ὄντος γαστριμάργου, παρευ‐ δοκιμουμένου δὲ ὑπὸ τοῦ Ἱπποδάμου, κέχρηται τῇ συγκρίσει χρησιμώτατα· ὁμοῦ γὰρ καὶ τὸν Ἱππόδαμον καὶ τὸν Κλέωνα διαβάλλει. VEΓΘM

### book 327b

ὁ δ’ Ἱπποδάμου] λείπει ὁ ὀφθαλμός. EΓ2

### book 327c

ὁ δ’ Ἱπποδάμου υἱὸς Ἀρχεπτόλεμος ἐν Πειραιεῖ κατῴκει καὶ οἰκίαν εἶχεν ἥνπερ ἀνῆκε δημοσίαν εἶναι. καὶ πρῶτος αὐτὸς τὸν Πειραιᾶ κατὰ τὰ Μηδικὰ συνήγαγεν. ἦν δὲ Ἀθηναίοις τίμιος. φησὶ γοῦν ὅτι σὺ μὲν ἀνάξιος ὢν σφετερίζῃ καὶ ἀπὸ πάντων κερδαίνεις, ὁ δὲ εὐνούστατος τῇ πόλει κατα‐ λείβεται τοῖς δάκρυσιν, ἀναξίως ὁρῶν σε τὰ τῆς πόλεως καρπούμενον. Lh

### book 327d

ὁ δ’ Ἱπποδάμου] υἱός, ὁ Ἀρχεπτόλεμος. Lh

### book 327e

λείβεται] καταστάζεται τοῖς δάκρυσιν ὁρῶν σε τὰ τῆς πόλεως καρπούμενον. Lh

### book 328a

(ad vv. 328—9) ἐν εἰσθέσει κῶλα βʹ δακτυλικὰ δίμετρα, ἀκατάληκ‐ τον τὸ αʹ, τὸ δὲ βʹ καταληκτικόν. VE

### book 328b

ἐφάνη] εὑρέθη, καταφανὴς ἐγένετο. VEΓ3Lh

### book 328c

ἀνὴρ] ὁ Ἱππόδαμος ἢ ὁ Ἀρχεπτόλεμος. VEΓ3Lh

### book 330a

(I) ὅς σε παύσει: καταπαύσει σε, παρευδοκιμήσει σε. πάρεστιν ἐγγὺς οὗτος καὶ πλησίον καὶ οὐκ εἰς μακράν. VEΓΘM (II) ἄλλως: ὑπερβαλεῖ σε, παραδραμεῖται, νικήσει σε. καὶ Ὅμηρος “ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις”. VEΓΘ

### book 330b

παύσει] καταπαύσει. Lh

### book 330c

πάρεισι] ἐγγύς ἐστιν. Lh

### book 331a

κοβαλικεύμασι: τῷ κολακεύειν καὶ πρὸς χάριν δημηγορεῖν, ἐπεὶ καὶ ὁ Κλέων ἐδόκει παρὰ τοῖς Ἀθηναίοις εὐδοκιμεῖν διὰ τὸ πρὸς ἡδονὴν καὶ χάριν δημηγορεῖν. καὶ ὅλως δι’ ὧν φησι τοῦτον παρευδοκιμήσειν, τὸν Παφλα‐ γόνα, διὰ τούτων διαβάλλει τὸν Κλέωνα, δεικνὺς ὅτι τὰ τοιαῦτα πάντα πρόσεστιν αὐτῷ, δι’ ὧν ἤρθη μέγας. VEΓ3ΘM

### book 331b

κοβαλικεύμασι] τῇ κακοτεχνίᾳ καὶ θρασύτητι καὶ ἀναισχυντίᾳ καὶ δολιότητι. καὶ ὁ Κλέων γὰρ πρὸς χάριν καὶ κολακείαν ἐδημηγόρει. VELh

### book 331c

κοβαλικεύμασι] πανουργεύμασι. V

### book 331d

κοβαλικεύμασι] πανουργίαις. Γ3Lh

### book 333a

(ad vv. 333—66) δίστιχον ἐπάγουσι τοῦ χοροῦ ἰαμβικὸν τετράμετρον καταληκτικόν. ἑξῆς ἕπονται στίχοι ⟦δύο⟧ ὅμοιοι ἴαμβοι τετράμετροι καταληκ‐ τικοὶ λβʹ. M

### book 333b

ἀλλ’ ὦ τραφεὶς: τοιαύτης ἀνατροφῆς μετασχών, τουτέστι πονη‐ ρᾶς καὶ κακῆς. ὅθεν οἱ ἀνατραφέντες ἄνδρες, οἱ ἔξαρχοι καὶ πρωτεύοντες ἢ οἱ ἀνδρεῖοι Ὁμηρικῶς. VEΓΘM

### book 333c

ἀλλ’ ὦ τραφεὶς] πρὸς τὸν ἀλλαντοπώλην. Γ2

### book 333d

ἀλλ’ ὦ τραφεὶς] ἤγουν ὁ ἀνατροφῆς πονηρᾶς τυχὼν καὶ κακῆς. Lh

### book 333e

ὅθενπέρ εἰσιν ἄνδρες] ἔξαρχοι καὶ πρῶτοι ἢ ἀνδρεῖοι Ὁμηρικῶς. Lh

### book 333f

οἵπερ εἰσίν] οἱ νῦν ὄντες. Γ2

### book 334a

τὸ σωφρόνως τραφῆναι: τὸ ἐπιεικῶς καὶ εὐγενῶς ἀνατραφῆναι. τὸν ἀλλαντοπώλην δὲ βουλόμενος διαβάλλειν, δείκνυσιν αὐτὸν πονηρῶν ἠθῶν. ἀλλὰ λεληθότως δι’ ὧν περὶ τούτου λέγει ὀνειδίζει τοὺς ἄλλους πολιτευομένους ὡς ἀπὸ τοιούτων ὁρμωμένους ἐπιτηδευμάτων εὐδοκιμοῦντας. VEΓ3ΘMLh

### book 334b

ὡς οὐδὲν λέγει] ὡς οὐδενός ἐστιν ἄξιον, οὐδὲν πλέον λέγει. EΓ3Lh

### book 334c

σωφρόνως] ἐπιεικῶς καὶ εὐγενῶς. MLh

### book 334d

Lh

### book 335a

(ad vv. 335—66) καὶ μὴν ἀκούσαθ’ οἷος: εἴσθεσις διπλῆς ἀμοιβαίας ἐκ στίχων ἰαμβικῶν τετραμέτρων καταληκτικῶν λβʹ, ὧν τελευταῖος “νὴ τὸν Ποσειδῶ, κἀμὲ γὰρ ἤνπερ γε τοῦτον ἕλκῃς”. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα. Lh

### book 335b

※ Lh

### book 336a

οὐκ αὖ μ’ ἐάσεις: οὐκ ἐπιτρέψεις, οὐ συγχωρήσεις μοι. ὁ δὲ Κλέων ἐστὶν ὁ λέγων, πρὸς τὸν ἀλλαντοπώλην. ἐπιστομίζει γὰρ αὐτὸν ἐκεῖνος βουλόμενον λέγειν. VEΓ3ΘM

### book 336b

οὐκ αὖ μ’ ἐάσεις] οὐ συγχωρήσεις, ἐπιτρέψεις πρῶτον λέγειν. Lh

### book 337a

ὑπείκῃ] ἐνδίδωσι. Γ2

### book 337b

ὑπείκῃ] παραχωρεῖ. Γ3

### book 339a

totus versus] λέγει ὁ χορὸς τοῦτο αὐτός. Γ2

### book 339b

prius μὰ Δία] οὐ. Lh

### book 340a

οὐ παρήσω: οὐ παραχωρήσω. πρὸς δὲ τὸ οὐκ ἐάσεις, “οὐ παρήσω” εἶπεν. 〈οὐ παρήσω〉, εἰπεῖν πρῶτον δηλονότι· ἀμφιβόλως δὲ εἶπεν. λέγων γὰρ 〈οὐ παρήσω〉 ⟦οὐκ ἂν πρώτῳ λέγειν ἐπιτρέψαιμί σοι⟧, ἔδοξεν εὐφημότερον ἀποκρίνεσθαι πρὸς τὸ ὑπ’ ἐκείνου ῥηθὲν “διαρραγήσομαι”. διόπερ ἑξῆς ὁ χορὸς ἀπεκρίνατο, “πάρες πρὸς τῶν θεῶν διαρραγῆναι”. VEΓΘM

### book 340b

διαρραγήσομαι] εἰ μὴ πρῶτος λέξω. Lh

### book 340c

παρήσω] παραχωρήσω διαρραγῆναι ἢ πρῶτον εἰπεῖν. Lh

### book 341a

〈πάρες: τοῦ Κλέωνος εἰπόντος “διαρραγήσομαι”〉 καὶ τοῦ ἀλλαν‐ τοπώλου εἰπόντος “οὐ παρήσω”, ὁ χορὸς πρὸς τὸ εἰρημένον φησὶν ὅτι πάρες αὐτῷ διαρραγῆναι. VEΓ3M

### book 341b

πάρες] παίζων τοῦτό φησι. Lh

### book 342

τῷ καὶ πεποιθὼς] τίνι καὶ πεποιθὼς τολμᾷς ἐμοὶ φιλονεικεῖν καὶ διαλέγεσθαι; ELh

### book 343a

ὁτιὴ λέγειν οἷός τε κἀγώ: δυνατός εἰμι καὶ ἱκανὸς καὶ ἐγὼ εἰπεῖν. VEG3MLh

### book 343b

καρυκκοποιεῖν: κοσμεῖν ποικιλίᾳ τινὶ ῥημάτων τὸν λόγον. πλαγίως δὲ τῇ λέξει ὡς μάγειρος ἐχρήσατο. καρυκκεύματα γὰρ ἡδύσματά εἰσι, τὰ ἀρτύματα, καὶ καρύκκη κοιλία, ἣν νῦν μονθυλευτὴν καλοῦσιν. VEΓ2ΘM

### book 343c

καρυκκοποιεῖν] κοσμεῖν καὶ ποικίλλειν τὸν λόγον. Lh

### book 343d

καρυκεύματα καὶ ἡδύσματά εἰσι τὰ ἀρτύματα δι’ ὧν κοσμοῦσι τὰς χύτρας οἱ μάγειροι, καὶ καρύκκη κοιλία, ἣν νῦν μονθυλευτὴν καλοῦσιν. Lh

### book 344a

ἰδοὺ λέγειν: χλευάζει αὐτὸν ὅτι δύναμαι λέγειν λέγοντα. τῇ δὲ τοῦ σχήματος ἐμφάσει τὸν διασυρμὸν ἔδειξεν. φησὶ γάρ, ἀφόρητόν ἐστιν εἰ καὶ σὺ ῥήτωρ εἶ. VEΓ2ΘMLh

### book 344b

ἰδοὺ λέγειν] χλευάζει αὐτὸν εἰπόντα ὡς δύναται λέγειν. Lh

### book 345a

(I) ὠμοσπάρακτον: ἀστείως καὶ οὗτος ὡς πρὸς μάγειρον. ὁ δὲ νοῦς αὐτῷ τοῦτο βούλεται· εἰ πρᾶγμα, φησί, σκολιὸν προσπέσοι, οὐκ ἄν ποτε κατορθώσαις οὐδὲ διανύσαις. ὠμοσπάρακτον δέ, δυνάμενον σπαράξαι τὸν λέγοντα. VEΓΘM (II) ἄλλως: ἀδιάθετον καταλαβὼν καὶ ὠμόν. ὡς πρὸς μάγειρον δὲ τὸ ὠμοσπάρακτον ⟦ἢ τὸ νεοσπάρακτον⟧. χρηστῶς δὲ ἀντὶ τοῦ καλῶς, ὠφελίμως, συμφερόντως. ἐπέμεινε δὲ τῇ τροπῇ καὶ τῷ ἀστεϊσμῷ, ὡς πρὸς μάγειρον. χρησ‐ τὸν γὰρ ἔδεσμα λέγομεν τὸ εὖ ἠρτυμένον. VEΓ3ΘM

### book 345b

ὡς πρὸς μάγειρον εἴρηκε τὸ ὠμοσπάρακτον, ἐπεὶ τὰ ζῷα ὠμὰ ὄντα ἔτι διασπαράσσουσι καὶ κατατέμνουσι. καὶ τὸ χρηστὸν ἐπὶ τούτου. χρηστὸν γὰρ ἔδεσμα καλοῦμεν τὸ εὖ ἠρτυμένον. καὶ Ὅμηρος “οὐ χρηστὸν μελίτωμα, τὸ καὶ μάκαρες ποθέουσιν”. Lh

### book 345c

ὠμοσπάρακτον] δυνάμενον σπαράξαι τὸν λέγοντα. ἀστείως δὲ καὶ τοῦτο ὡς πρὸς μάγειρον. Lh

### book 346a

ἀλλ’ οἶδ’ ὅπερ πέπονθας: ἀλλὰ γιγνώσκω ὃ πέπονθας, ἢ οἶδα τὸ ἐπᾶράν σε. ἀλλά μοι δοκῶ συνειδέναι τὴν αἰτίαν δι’ ἣν εἰς τοσοῦτον θράσος προελήλυθας. VEΓ2M

### book 346b

ἀλλ’ οἶσθ’] ἀλλά μοι δοκῶ συνιέναι τὴν αἰτίαν δι’ ἣν εἰς τοσοῦτον θράσος προελήλυθας. Lh

### book 347

εὖ κατὰ ξένου: οἱ γὰρ κατὰ ξένου λέγοντες εὐκόλως λέγουσιν, ὡς κατὰ ξένων καὶ οὐ πολιτῶν δημηγοροῦντες. μετοίκους δὲ ἐκάλουν τοὺς ἀφ’ ἑτέρας πόλεως μεταβαίνοντας εἰς ἑτέραν καὶ οἰκοῦντας. VEΓΘMLh

### book 348a

τὴν νύκτα θρυλῶν: οἱ γὰρ μὴ ἔμπειροι τοῦ συνηγορεῖν, ἐὰν διδαχ‐ θῶσιν ἀπὸ πράγματος, μὴ ἔχοντες ἀπὸ φύσεως τὸ λέγειν, ἀσκοῦνται καὶ ἰδίως διάγουσι καὶ ἐγρηγοροῦσι διὰ τῆς νυκτὸς ὕδωρ πίνοντες. VEΓΘMLh

### book 348b

λαλῶν] σκεπτόμενος. EΓ3

### book 349a

(I) ὕδωρ τε πίνων: τουτέστι ταλαιπωρῶν καὶ μετὰ πολλοῦ καμάτου καὶ πόνου συντάσσων τὸν λόγον. δεικνύναι δὲ διὰ τούτων πάντων βούλεται τὴν ἀσθένειαν αὐτοῦ τῶν λόγων καὶ τὴν ἀπορίαν. VEΓΘMLh (II) ἄλλως: ἀγρυπνῶν καὶ φροντίζων καὶ τῶν νυκτῶν μελετῶν καὶ σκεπτόμενος τὴν δίκην, τουτέστι ταλαιπωρῶν καὶ μετὰ πολλοῦ καμάτου συντάσσων τὴν δίκην. VEΓΘ

### book 349b

ἀγρυπνῶν καὶ φροντίζων καὶ σκεπτόμενος τὴν δίκην· οἱ γὰρ φροντί‐ ζοντες καὶ ἐν ὁδοῖς καθ’ ἑαυτοὺς μελετῶντες ψιθυρίζουσιν. Lh

### book 349c

κἀπιδεικνύς: τουτέστι καταδήλους τοὺς λανθάνοντας ξένους ποιῶν. VEΓ3M

### book 349d

τοὺς φίλους τ’ ἀνιῶν: λυπῶν φίλους. πρὸς γὰρ φίλους καὶ γνωρί‐ μους τοὺς δημότας συνέβαινε τὰς τοιαύτας γίνεσθαι δίκας. καὶ τούτῳ δὲ χρῆται δείγματι τῆς ἀσθενείας τῶν λόγων αὐτοῦ, ὅτι τοὺς μὲν φίλους ἱκανός ἐστι βλάπτειν καὶ κακοῦν, πρὸς δὲ τοὺς ἀλλοτρίους καὶ ξένους ἐξασθενεῖ. VEΓΘM

### book 349e

ἀνιῶν] λυπῶν. M

### book 350a

ὦ μῶρε τῆς ἀνοίας: τῆς μωρίας, τῆς ἠλιθιότητος. καὶ ἐξηπάτησαι, φησί, διότι κατὰ μετοίκου ποτὲ ξενίας ἐπηνέγκου γραφήν, καὶ ἐλπίζεις διὰ τοῦτο δύνασθαι καὶ δημηγορεῖν. VEΓΘ

### book 350b

τὸ δὲ “ὦ μῶρε” προπερισπαστέον. χρῆσις γὰρ αὕτη Ἀττικῶν. τὸ δὲ “τῆς ἀνοίας” ἀντὶ τῆς ἐμβροντησίας καὶ ἠλιθιότητος. M

### book 350c

ᾤου] ἐλογίζου. Lh

### book 350d

τῆς ἀνοίας] τῆς μωρίας. Lh

### book 352a

κατεγλωττισμένην: πεπληρωμένην τῶν σῶν λόγων, ἀπατωμένην, ταραττομένην, καταλελαλημένην τῷ σοὶ μόνῳ προσέχειν τὸν νοῦν. σύνηθες δὲ τοῦτο λέγουσι, μὴ ἔχειν λόγον, καὶ παρὰ ἀρχαίοις καὶ νεωτέροις. VEΓΘM

### book 352b

κατεγλωττισμένην] πλήρη γενομένην τῶν σῶν λόγων. Lh

### book 353

ἀντέθηκας] ἔστησας ἐξ ἐναντίας καὶ ἀντετάξω. EΓ2MLh

### book 354

θύννεια θερμὰ] θύννων ἰχθύων τεμάχη. Lh

### book 355a

(I) κασαλβάσω: κασαλβάδες ἑταῖραί εἰσιν, αἱ ἀεὶ ἐπὶ τῶν οἰκημά‐ των ἑστῶσαι γυναῖκες, ἐπὶ μισθῷ παρέχουσαι τοῖς βουλομένοις ἑαυτάς. κασαλ‐ βάδες δὲ εἴρηνται ἀφ’ οὗ ποιοῦσι. καλοῦσι μὲν γὰρ οὐκ ἔχουσαι τοὺς ἐραστάς, σοβοῦσι δὲ τοὺς ὄντας, ἵνα ἄλλους λάβωσιν. ἐπεὶ οὖν ἰταμῶς καὶ ἀναιδῶς ὁ Κλέων ἀλλοτρίᾳ ἐπεπήδησε νίκῃ καὶ τῆς ἐπὶ τοῖς κατορθώμασι δόξης αὐτοὺς ἀφείλετο, καὶ αἱ ἑταῖραι δὲ ἀναίσχυντοι καὶ ἀναιδεῖς, ἐπεὶ ἐπιπηδῶσι τοῖς ἐρασταῖς, εἰκότως ὁ ποιητὴς τῇ λέξει ταύτῃ κέχρηται. VEΓ3ΘM (II) ἄλλως: λοιδορήσω. ἔστι δὲ 〈κασαλβὰσ〉 ὄνομα ἑταίρας. νῦν δὲ εἴρηκεν ἀντὶ τοῦ δι’ ἀγορᾶς λοιδορηθείην. πρὸς δὲ τὸ ῥηθὲν ὑπὸ τοῦ ἑτέρου “κασαλβάσω τοὺς στρατηγοὺς” ἀντέθηκε “καὶ Νικίαν ταράξω”. Νικίας δὲ στρατηγὸς Ἀθηναίων. VEΓΘ

### book 355b

κασαλβάδες καλοῦνται αἱ ἐπὶ μισθῷ παρέχουσαι τοῖς βουλομένοις ἑαυτὰς ἑταῖραι γυναῖκες, ἐκ τῆς ἐνεργείας αὐτῶν σχοῦσαι τοὔνομα. καλοῦσι μὲν γὰρ οὓς βούλονται ἐραστάς, οὓς δὲ ἔχουσιν ἀποσοβοῦσιν. ἐπεὶ οὖν καὶ Κλέων ἀναιδῶς ἐπεπήδησε τοῖς ἑτέροις κατορθώμασιν ὡς αἱ τοιαῦται γυναῖκες ἐπιπηδῶσι τοῖς ἐρασταῖς, εἰκότως ὁ ποιητὴς τῇ λέξει ταύτῃ κέχρηται. Lh

### book 355c

κασαλβάσω] λοιδορήσω. Lh

### book 356a

ἐγὼ δέ γ’ ἤνυστρον βοός: τὰ μηρυκίζοντα τῶν ζῴων τρεῖς κοιλίας ἔχει, κεκρύφαλον, ἤνυστρον, ἐχῖνον. μηρυκίζει δὲ ὅταν μὴ τροφῆς παρακειμένης κινῆται τὸ στόμα ⟦ὥσπερ αἲξ καὶ πρόβατον καὶ κάμηλοσ⟧. εἰκότως δὲ ὡς μάγειρος τούτοις ἠμείψατο τὸν Κλέωνα. VEΓ2ΘM

### book 356b

τὰ μηρυκίζοντα τῶν ζῴων, οἷον βοῦς καὶ κάμηλος καὶ πρόβατον καὶ αἲξ καὶ τὰ τοιαῦτα, τρεῖς ἔχει κοιλίας· κεκρύφαλον, ἤνυστρον καὶ ἐχῖνον. μηρυκίζει δὲ ὅταν μὴ τροφῆς παρακειμένης ἀναπεμπάζῃ τὴν ἐν τῇ κοιλίᾳ τροφὴν καὶ κινεῖ τὸ στόμα ταύτην κατεργαζόμενα. Lh

### book 356c

ἤνυστρον] ἡ πρώτη κοιλία τῶν μηρυκιζόντων. Lh

### book 357a

καταβροχθίσας: ἐκροφήσας, καταπιών. ἐπὶ δὲ τῶν ἀθρόως ἐκροφούντων καὶ ἀπλήστως λέγεται. VEΓ3MLh

### book 357b

ἀναπόνιπτος: μὴ νιψάμενος μηδὲ πλύνας τὰς χεῖρας, ἀλλ’ ἀκάθαρ‐ τος, ἵνα τὸ ῥυπαρὸν αὐτοῦ μᾶλλον ἐνδείξῃ τῶν τρόπων. παρατηρητέον δὲ ὅτι τοῖς ἴσοις ἀμείβεσθαι φιλονεικεῖ τὸν Κλέωνα, τῷ μὲν θύννῳ “ἤνυστρον καὶ κοιλίαν” ἀντιτιθείς, τῷ δὲ θερμῷ τὸ “ἀναπόνιπτος”, τῷ δὲ οἴνῳ “τὸν ζωμόν”. VEΓΘM

### book 358a

λαρυγγιῶ τοὺς ῥήτορας: καταβοήσομαι, φησί, τῶν ἄλλων ῥητόρων ἢ τὴν φάρυγγα ἐκτεμῶ, τουτέστι κατασιγάσω τοὺς ῥήτορας. τμηθείσης γὰρ τῆς φάρυγγος οὐχ οἷόν τε τὴν φωνὴν προΐεσθαι. παρατηρητέον 〈δὲ〉 ὅτι ὥσπερ ὁ Κλέων ἐπήνεγκε “κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς”, οὕτω καὶ οὗτος ἐχρήσατο τῷ “λαρυγγιῶ τοὺς ῥήτορας”. VEΓΘM

### book 358b

καὶ Νικίαν ταράξω: φοβήσω. δυσώνυμος δὲ ὁ Νικίας. ἐμφαίνει δὲ ὅτι καὶ αὐτὸς τῶν εὐδοκιμούντων ἦν στρατηγός. .... καὶ ὁ υἱὸς Στράτιππος .... ἐμνημόνευσε τοῦ Νικίου Δημοσθένης. ἦν δὲ Νικηράτου παῖς. VEΓ3ΘM

### book 358c

λαρυγγιῶ τοὺς ῥήτορας] καταβοήσομαι τοὺς ἄλλους ῥήτορας. EΓ2

### book 358d

λαρυγγιῶ τοὺς ῥήτορας] καταβοήσομαι ἢ ἐκτεμῶ τὰς αὐτῶν φάρυγγας. Lh

### book 358e

ταράξω] φοβήσω. Lh

### book 359

οὐ προσίεταί με] οὐ πείθει με. EΓ3Lh

### book 361a

(I) ἀλλ’ οὐ λάβρακας: λάβραξ εἶδος ἰχθύος 〈λάβρου〉, ἀφ’ οὗ ποιεῖται τὴν προσηγορίαν. κέχηνέ τε γὰρ αὐτοῦ τὸ στόμα καὶ ἀθρόως καὶ λάβρως τὸ δέλεαρ καταπίνει. ὅθεν καὶ εὐχερῶς ἁλίσκεται. ἐπεὶ οὖν ὁ Κλέων ἔφησε θύννους θερμοὺς καταπιεῖν, ὁ δὲ ἀλλαντοπώλης ἀπὸ τῆς αὑτοῦ τέχνης ὁρμώμενος, τὸ ἤνυστρον καὶ τὴν κοιλίαν καὶ τὸν ζωμὸν ἀντέθηκεν, ὁ χορὸς μέμφεται ὡς οὐ δεόντως ἀμειψαμένου τοῦ ἀλλαντοπώλου τὸν Κλέωνα, λέγων ὡς ἐχρῆν αὐτὸν ἀντιτεθεικέναι τῷ θύννῳ λάβρακα. ἰδιωτέρα γὰρ αὕτη πρὸς τὸν θύννον τοῦ ἠνύστρου καὶ ὧν αὐτὸς εἶπεν ἀπάντησις ἂν ἦν. VEΓ3ΘM (II) ἄλλως: βέλτιόν φησιν εἶναι λάβρακας καταφαγόντα τοὺς Μιλησίους κλονεῖν, ἀλλὰ μὴ Νικίαν ταράσσειν, ὅπερ ἠπείλησεν ὁ ἀλλαντοπώλης. ἐν Μιλήτῳ δὲ τῆς Ἀσίας μέγιστοι 〈οἱ〉 λάβρακες καὶ πλεῖστοι διὰ τὴν ἐπεισρέουσαν λίμνην εἰς θάλασσαν. χαίροντες γὰρ οἱ ἰχθύες τῷ γλυκεῖ ὕδατι εἰς τὴν λίμνην ἐκ τῆς θαλάσσης ἀνατρέχουσι, καὶ οὕτω πληθύνουσι παρὰ τοῖς Μιλησίοις. Μιλησίους δὲ εἶπεν, ὡς τοῦ Κλέωνος τοὺς Μιλησίους ταράσσοντος καὶ ἐπηρεά‐

### book 361a

ζοντος. VEΓΘM

### book 361b

βέλτιόν φησι λάβρακας καταφαγόντα Μιλησίους κλονεῖν, ἀλλὰ μὴ Νικίαν σπαράσσειν, ὅπερ ἠπείλησεν ὁ ἀλλαντοπώλης. ἐν Μιλήτῳ δὲ τῆς Ἀσίας μέγιστοι λάβρακες καὶ πλεῖστοι διὰ τὴν ἐπιρρέουσαν εἰς θάλασσαν λίμνην, ἐν ᾗ ἐκ τῆς θαλάσσης ἀνατρέχουσι, χαίροντες τῷ γλυκεῖ ὕδατι. Μιλη‐ σίους δὲ εἶπεν ὡς τοῦ Κλέωνος τούτους ταράσσοντος καὶ ἐπηρεάζοντος. τοῦτο δὲ εἴρηκε διὰ τὸ καὶ τὸν Κλέωνα εἰπεῖν θύννους θερμοὺς καταπιεῖν. Lh

### book 361c

κλονήσεις] ταράξεις. Lh

### book 362a

σχελίδας: βοὸς πλευρά· ἢ ἁπλῶς τὰ πλευρικὰ τῶν κρεῶν, ὡς Αἰσχύλος. VEΓ2MLh

### book 362b

ὠνήσομαι μέταλλα: ὠνήσομαι μέταλλα ἀργυρίου καὶ χρυσίου, ὥστε προσόδους ἔχειν τὴν πόλιν. ἦν δὲ μέταλλα Ἀθήνησιν ἐν Λαυρίῳ. VEΓΘM

### book 362c

ὠνήσομαι] ἀγοράσω. Γ3

### book 362d

μέταλλα] ἀργυρίου καὶ χρυσοῦ. Lh

### book 362e

τὰ μέταλλα Ἀθήνησιν ἐν Λαυρίῳ ἦν. Lh

### book 363a

βίᾳ κυκήσω: συνταράξω ἐπεισπεσών· τὸ βίαιον δὲ αὐτοῦ διὰ τῆς λέξεως ἐδήλωσεν. VEΓΘ

### book 363b

κυκήσω] συνταράξω. Lh

### book 364a

φύσκης: φύσκη ἔντερόν ἐστι παχύ, εἰς ὃ ἐμβάλλεται ἄλευρα καὶ κρέα ⟦καὶ μάσσουσιν⟧, ἐξ οὗ γίνεται ὁ ἀλλᾶς. ὡς ἀλλαντοπώλης δὲ τῆς φύσκης ἐμνημόνευσεν. VEΓΘM

### book 364b

φύσκη ἔντερόν ἐστι παχύ, εἰς ὃ φυροῦντες ἄλευρα καὶ κρέα ἐμβάλλουσιν, ἐξ οὗ γίνεται ὁ ἀλλᾶς. ὡς μάγειρος δὲ τῆς φύσκης ἐμνημόνευσεν. Lh

### book 364c

φύσκη] ἔντερον παχὺ ἡ φύσκη. Lh

### book 365a

ἐξελῶ σε] ἐξοίσω σε. EΓ3

### book 365b

κύβδα: κύφοντα. διὰ τοῦ σχήματος τὴν αἰσχύνην δείκνυσιν αὐτοῦ. EΓ3MLh

### book 366

(I) νὴ τὸν Ποσειδῶ: καὶ ἐμὲ τὸν θεράποντα ἕλκε, ἐὰν τὸν ἀλλαντοπώλην ἕλκῃς. VEΓ3MLh (II) ἄλλως: ὁ χορός ἐστιν ὁ λέγων. χρησίμως δὲ κέχρηται τῇ συνδρομῇ· μὴ τοῦτον μόνον, ἀλλὰ καὶ ἡμᾶς τὸν αὐτὸν ἐξάγοις τρόπον. VEΓ3M

### book 367a

οἶόν σε δήσω τῷ ξύλῳ: μόνον, ἵνα ᾖ λέγων, τῶν μὲν ἄλλων σου συνωμοτῶν καίπερ ἀδικούμενος ὑπ’ αὐτῶν φείσομαι, σὲ δὲ μόνον δήσω τῷ ξύλῳ. εἶδος δὲ δεσμοῦ τὸ ξύλον, ἣν ποδοκάκκην λέγουσι καὶ ποδοστράβην. VEΓ2ΘM

### book 367b

οἶόν] μόνον τῶν ἄλλων συνωμοτῶν. Lh

### book 367c

ξύλῳ] ὃ ποδοστράβην λέγουσι καὶ ποδοκάκκην. Lh

### book 368

διώξομαί σε δειλίας] κατηγορήσω σου δειλίας, ἀγῶνα ἐνστήσομαι κατά σου. VEΓ3MLh

### book 369a

(I) θρανεύσεται: ἐκταθήσεται. θράνος γὰρ τὸ ὑποπόδιον, ὅπου τὰ δέρματα ἐκτείνεται. πάλιν δὲ ὡς βυρσοπώλης τοῦτο λέγει. VEΓ2ΘM (II) ἄλλως: ξαίνειν ἔλεγον τὸ τύπτειν, καὶ ξαίνεσθαι τὸ πάσχειν. φησὶν οὖν, ἡ βύρσα σου τυπτομένη διαφθαρήσεται. ἰδίως δὲ ὡς βυρσεὺς τῇ ἀπειλῇ ταύτῃ κέχρηται. καὶ γὰρ τὰς βύρσας ξύλοις τύπτειν εἰώθασιν, ἵνα ἁπαλαὶ ὦσιν. ἔνιοι δὲ ἵνα διαλάβοιεν εὐχερῶς τοῦ φαρμάκου. VEΓ3Θ

### book 369b

θρανεύσεται] ἐκταθήσεται. M

### book 369c

θρανεύσεται] ἐν ὑποποδίῳ ἐκτείνεται. Lh

### book 370a

δερῶ σε θύλακον κλοπῆς: ἐκδερῶ σε. τὸ γὰρ ἐκδέρειν μᾶλλον τῶν μαγείρων τέχνη. ἐκδερῶ σε, φησίν, ὥστε ἀπὸ τοῦ σώματός σου θύλακον ποιῆσαι εἰς ὑποδοχὴν κλέμματος. VEΓΘM

### book 370b

δερῶ σε] ἐκδερῶ σε ὥστε τὸ δέρμα σου ποιῆσαι θύλακον εἰς ὑποδοχὴν κλεμμάτων. Lh

### book 371a

(I) διαπατταλευθήσῃ χαμαί: ἐκταθήσῃ χαμαί. τὰς γὰρ βύρσας ἐκτείνοντες ἐπὶ τῆς γῆς, ἵνα μὴ συνάγοιντο καὶ συστέλλοιντο ἐκ τῆς τοῦ ἡλίου καύσεως, κατὰ τὰ ἄκρα παττάλοις κατακρούοντες ἐκτείνουσιν. VEΓ3ΘM (II) ἄλλως: χαμαὶ ἐπὶ τῶν παττάλων ἐξέδερον τὰ δέρματα. VEΓ3

### book 371b

διαπατταλευθήσῃ χαμαί] ἐκταθήσῃ χαμαὶ κεκαρφωμένος ὡς αἱ βύρσαι. Lh

### book 372a

περικόμματ’ ἔκ σου σκεύασω: περικόμματα τὰ ἐκ τῶν μαγείρων περιαιρέματα τῶν κρεῶν. ὃ δὲ βούλεται λέγειν, τοιοῦτόν ἐστι· ⟦τουτέστι⟧ κατὰ μέρος σου κόψω τὸ σῶμα. ὡς μάγειρος δὲ λέγει. VEΓΘM

### book 372b

περικόμματ’] τὰ παρὰ τῶν μαγείρων περιαιρούμενα τῶν κρεῶν λέγεται περικόμματα. Lh

### book 373a

τὰς βλεφαρίδας σου παρατιλῶ: παρεπιγραφὴ τὸ σχῆμα. ἐπὶ γὰρ τὰς ὄψεις τοῦ ἀλλαντοπώλου ἐπιβαλὼν τὰς χεῖρας, τῶν βλεφάρων ἐκτίλλει. τῶν γὰρ βυρσέων ἐστὶν ἔργον τῶν δερμάτων ἀπομαδίζειν τὰς τρίχας. ἢ ὅτι πρὸς τὸ ῥάπτειν τριχῶν δέονται. VEΓ2ΘM

### book 373b

παρατιλῶ] τῶν γὰρ βυρσέων ἐστὶν ἔργον τῶν δερμάτων ἀποτίλλειν τὰς τρίχας. Lh

### book 374a

τὸν πρηγορεῶνα: τὸν λεγόμενον γαργαρεῶνα. παρατηρητέον δὲ ἐν πᾶσι τοῖς ἀντιθετικοῖς, ὅτι ἀπὸ τῆς αὑτοῦ τέχνης ἑκάτερος αὐτῶν τοῖς ὀνόμασι χρῆται καὶ ταῖς λέξεσιν. ὥσπερ γὰρ τῶν βυρσέων τὸ καθαίρειν καὶ μαδίζειν τῶν δερμάτων τὰς τρίχας, οὕτω καὶ τῶν μαγείρων τὸ τέμνειν καὶ σφάζειν εἰς τὸν λαιμὸν τὰ θρέμματα. κυρίως δὲ ἡ τῶν ὀρνέων φάρυγξ, ἐν ᾗ ἀγείρεται ἡ τροφή. VEΓ2ΘM

### book 374b

πρηγορεῶνα] κυρίως ὁ τῶν ὀρνέων φάρυγξ. Lh

### book 376a

(I) μαγειρικῶς: εἰώθασι γὰρ οἱ μάγειροι πασσάλοις τὰ τῶν χοίρων ἀνοίγοντες στόματα κατανοεῖν εἰ χαλαζῶσι· χάλαζα δὲ πάθος τῶν χοίρων. VEΓΓ2ΘM (II) ἄλλως: οἱ μάγειροι μετὰ τὸ ἀποσφάξαι τὰ θρέμματα εἰώθασι κρεμᾶν αὐτὰ ἐκ πασσάλων καὶ οὕτως ἐκδέρειν. συνάγειν δὲ εἴωθε τὰ θρέμματα τὸ στόμα. κατὰ ταῦτα οὖν φησὶν ὅτι χρὴ πάσσαλον ἐμβαλεῖν εἰς τὸ στόμα καὶ διανοῖξαι πρὸς τὸ ἐξεῖραι τὴν γλῶσσαν. VEΓΓ2ΘM

### book 376b

εἰώθασιν οἱ μάγειροι παττάλοις τὰ τῶν χοίρων ἀνοίγειν στόματα καὶ κατανοεῖν εἰ χαλαζῶσι· χάλαζα δὲ πάθος τῶν χοίρων. ἀλλὰ καὶ ἀποσφάξαντες ζῷον παττάλοις εἰώθασιν ἀναρτᾶν καὶ ἐκδέρειν. παίζων οὖν “τοιαῦτα,” φησί, “ποιήσωμεν τῷ Κλέωνι”. Lh

### book 378a

“ἐξείραντες” δὲ αὐτὴν ἀντὶ τοῦ ἑλκύσαντες, ἀνασπάσαντες. VEΓΓ2Γ3Θ

### book 378b

ἐξείραντες] ἐκβαλόντες. Lh

### book 379a

σκεψόμεσθα: ἐπιγνωσόμεθα, πολυπραγμονήσομεν. ἀνδρικῶς δὲ ἀντὶ τοῦ ἀνεπικωλύτως, ἅτε τῆς γλώσσης προεξῃρημένης καὶ μὴ ἐμποδιζούσης τὴν θέαν. VEΓΘ

### book 379b

σκεψόμεσθα] ἐπιγνωσόμεθα. Lh

### book 379c

ἀνδρικῶς] ἰσχυρῶς. Lh

### book 380a

τοῦτό ἐστι τὸ παρατέλευτον μονόμετρον. EΓ2M

### book 380b

τοῦτο τὸ κῶλον παρατέλευτον ὀνομάζεται. Lh

### book 381a

εἰ χαλαζᾷ: ἤτοι εἰ χαλαρός ἐστι, ἢ εἰ χάλαζαν ἔχει. νόσημα δὲ τοῦτο τῶν θρεμμάτων, ὅπερ ζώντων μὲν λανθάνει, ἀποθανόντων δὲ καὶ τεμ‐ νομένων φανερὸν γίνεται. ταῖς σαρξὶ δὲ αὐτῶν ἀναμέμικται καὶ ἐμπέφυκεν ἡ χάλαζα. VEΓΘM

### book 381b

νόσημά ἐστι τοῖς θρέμμασιν ὀνομαζόμενον χάλαζα, ὅπερ ζώντων μὲν λανθάνει, ἀποθανόντων δὲ καὶ τεμνομένων φανερὸν γίνεται ταῖς σαρξὶν αὐτῶν διασπαρέν. Lh

### book 381c

>Lh

### book 382a

(ad vv. 382—8) ἦν ἄρα πυρός: διπλῆ καὶ ἐν εἰσθέσει περίοδος τοῦ χοροῦ παιωνικὴ ἑπτάκωλος, ἔχουσα τρίρρυθμα πρῶτον, δεύτερον, τρίτον, τὰ δὲ λοιπὰ δίρρυθμα. VEΓΘ

### book 382b

(ad vv. 382—408) ἦν ἄρα πυρός γ’ ἕτερα: κορωνὶς καὶ εἴσθεσις χοροῦ προῳδικὴ ἐκ κώλων παιωνικῶν ἐπιμεμιγμένων κρητικοῖς ζʹ· ὧν τὸ πρῶτον τρίμετρον ἀκατάληκτον καθαρόν, τὸ δεύτερον δίμετρον ἀκατάληκτον ἐκ κρητικῶν ἤτοι ἀμφιμάκρων, τὸ τρίτον ὅμοιον τῷ πρώτῳ ἐκ κρητικῶν, τὸ τέταρτον ὅμοιον, τὸ πέμπτον ὅμοιον τῷ δευτέρῳ, τὸ ἕκτον ὅμοιον, τὸ ἕβδομον δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές. ἐν ἐκθέσει δὲ στίχοι δύο τροχαϊκοὶ τετράμετροι καταληκτικοί. ἐπὶ 〈τῷ〉 τέλει κορωνίς. ἑξῆς σύστημα στίχων ϛʹ. τὰ ἑξῆς γʹ κῶλα τοῦ χοροῦ τροχαϊκά, ὧν τὰ μὲν βʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ τρίτον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται Εὐριπίδειον, ὡς

### book 382b

εἴρηται, ἢ ληκύθιον. οἱ ἑξῆς τούτων δύο στίχοι τροχαϊκοὶ τετράμετροι κατα‐ ληκτικοί. τὰ ἑξῆς τοῦ χοροῦ κῶλα στίχοι εʹ, ὧν τὰ πρῶτα δύο δακτυλικὰ τετράμετρα· κατὰ γὰρ μονοποδίαν μετρεῖται, ὡς εἴρηται· ὁ τρίτος τροχαϊκὸς τετράμετρος καταληκτικός· τὸ τέταρτον ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ πέμπτον τροχαϊκὸν ὅμοιον. ἑξῆς δὲ τούτων ἐν ἐκθέσει στίχοι βʹ ἰαμβικοὶ τετράμετροι καταληκτικοὶ ὅμοιοι τοῖς ἑξῆς. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς. Lh

### book 382c

θερμότερα: ἀπὸ ἐνδόξου σύγκρισιν ὑπειλήφαμεν σφόδρα. τί γὰρ γένοιτο πυρὸς ἐκπυρώτερον καὶ σφοδρότερον, ὅπου γε καὶ τὴν Κλέωνος ἀναί‐ δειάν τις ἂν ὑπερηκόντισεν, ἵν’ ὁ νικῶν μὴ διὰ τὴν τοῦ ἡττηθέντος ἐπιείκειαν, ἀλλὰ δι’ ὑπερβάλλουσαν ἑαυτοῦ πονηρίαν τὴν νίκην ἀποφέρεσθαι δοκῇ. ὅσον δὲ τὴν νίκην θαυμάζει τοῦ νενικηκότος, τοσοῦτον τοῦ ἡττηθέντος θαυμάζει τὴν ἀναίδειαν. οὐ γὰρ τὸν ἀλλαντοπώλην τοσοῦτον ὅσον τὸν Κλέωνα πονηρὸν ὄντα βούλεται δεῖξαι. VEΓΘM

### book 382d

ἀπὸ ἐνδόξου καὶ ἰσχυροτέρου τὴν σύγκρισιν ποιεῖται. τί γὰρ γένοιτο πυρὸς σφοδρότερον καὶ διακαέστερον; ἀλλ’ ὁ Κλέων, φησί, καὶ τούτου θερμότερος εἰς τὸ κακουργῆσαι. ἢν οὖν τοῦτον νικήσῃς θαυμαστὸς φανεῖ. ἐπίβηθι τοίνυν καὶ στρόβει αὐτόν. ὅσον δὲ τὴν νίκην θαυμάζει τοῦ νενικηκότος, τοσοῦτον καὶ τοῦ ἡττηθέντος τὴν ἀναίδειαν. οὐ γὰρ τὸν ἀλλαντοπώλην τοσοῦτον, ὅσον τὸν Κλέωνα πονηρὸν ὄντα βούλεται δεῖξαι. Lh

### book 382e

ἦν] ἀντὶ τοῦ ἐγίνετο. Γ2

### book 385a

οὐκ ἄρ’ ἦν φλαῦρον: οἷον οὐ φαῦλον, οὐκ ἄχρηστον, οὐδὲ πονηρόν ἐστι τὸ πρᾶγμα, οὐδὲ ἀνόητον. εὐφραίνεται γὰρ ἐπεὶ παρευδοκιμούμενον ὁρᾷ τὸν Κλέωνα ὁ χορός. VEΓΘM

### book 385b

οὐ φαῦλον] οὐκ ἄχρηστον, οὐ πονηρόν. M

### book 385c

οὐ φαῦλον] οὐκ ἄχρηστον οὐδὲ πονηρὸν οὐδὲ ἀνόητον. Lh

### book 386a

ἀλλ’ ἔπιθι: ἐπίμενε καὶ ἐπίκεισο καὶ μὴ ἀνῇς. ταῦτα δὲ τῷ ἀλλαν‐ τοπώλῃ φησὶν ὁ χορός, ἡδόμενος ὅτι πρόσκειται τῷ Κλέωνι ἡττημένῳ. VEΓΘM

### book 386b

καὶ στρόβει: στροβεὺς ἐργαλεῖον κναφικόν. φησὶν οὖν, περίαγε αὐτὸν καὶ στρέφε. ⟦τοῦτο γὰρ καὶ τοῦ ἐργαλείου τὸ ἔργον.⟧ VEΓΘM

### book 386c

ἔπιθι] ἐπίμεινον, ἐπίκεισο. Lh

### book 386d

στρόβει] τάραττε, στρέφε. Lh

### book 387a

μηδὲν ὀλίγον ποίει: γράφεται μηδὲν ἔλαττον ποίει. φησὶν οὖν πάντα μεγάλα κατ’ αὐτοῦ ποίει καὶ μηδὲν εὐτελές. VEΓΘ

### book 387b

ὀλίγον] εὐτελές· ἀλλὰ πάντα μεγάλα. Lh

### book 388a

νῦν γὰρ ἔχεται μέσος: νῦν γὰρ τὸ κατ’ αὐτοῦ μῖσος αὔξεται. καταπεπάλαισταί φησιν· ἡ μεταφορὰ ἀπὸ τῶν παλαιστῶν τῶν μεσολαβούντων καὶ ἐκ τούτου κρειττόνων γενομένων. VEΓ2ΘM

### book 388b

ἔχεται] κεκράτηται, ἐκ μεταφορᾶς τῶν παλαιόντων. Lh

### book 389

ὡς ἂν νυνὶ μαλάξῃς: ἐὰν ἐν τῇ ἀρχῇ καταγωνίσῃ καὶ ἀσθενῆ ποιήσῃς. VEΓΘLh

### book 390

. Lh

### book 391

σύστημα κατὰ περικοπήν. Lh

### book 392a

ἀλλότριον ἀμῶν θέρος: τουτέστι τοὺς ἀλλοτρίους καμάτους καὶ πόνους οὗτος γεωργῶν καὶ καρπούμενος. αἰνίττεται δὲ πρὸς τὴν Πύλον, ὅτι μετὰ τοὺς κινδύνους καὶ τὰς πολλὰς ταλαιπωρίας, ἃς ὑπέμεινε Δημοσθένης πολιορκῶν τοὺς ἐν Σφακτηρίᾳ, μηδὲν ὁ Κλέων πονήσας, ἀλλ’ ὕστερον ἐφ’ ἕτοιμα ἐλθών, τὴν νίκην τὴν ἐκείνου παρελόμενος αὐτὸς ἐπεγράφη τῷ κατορθώ‐ ματι. ὡς εἴ τις ἀγνώμων ἀνὴρ ἐπ’ αὐτῷ ἀμητῷ ἐκ τῆς ἅλω ἐκβαλὼν τὸν σπεί‐ ραντα γεωργὸν καὶ προπεπονηκότα τοὺς καρποὺς ἀξιοῖ πορίζεσθαι. VEΓ2ΘM

### book 392b

τὰ περὶ τὴν Πύλον αἰνίττεται διὰ τοῦ εἰπεῖν “τἀλλότριον ἀμῶν θέρος”, ὅτι μετὰ κινδύνους καὶ τὰς πολλὰς ταλαιπωρίας, ἃς ὑπέμεινε Δημοσ‐ θένης πολιορκῶν τοὺς ἐν Σφακτηρίᾳ, μηδὲν ὁ Κλέων πονήσας, τὴν νίκην ἐκείνου ἑαυτοῦ ἐπεγράψατο. ὡς εἴ τις ἀγνώμων ἀνὴρ ἐπ’ αὐτῷ τῷ ἀμήτῳ καὶ ταῖς ἅλωσιν ἐκβαλὼν τὸν σπείραντα γεωργὸν καὶ προπεπονηκότα τοὺς καρποὺς ἀξιοῖ προσπορίζειν ἑαυτῷ. Lh

### book 392c

τἀλλότριον ἀμῶν θέρος] τοὺς ἀλλοτρίους καμάτους καὶ πόνους καρπούμενος. Lh

### book 392d

κατ’ ἀνὴρ] ἡ κατὰ παρέλκει. EΓ3

### book 392e

κατ’] περισσόν. Γ2

### book 393a

νῦν δὲ τοὺς στάχυς: ἑξῆς ἀπὸ τοῦ ἀμητοῦ ὠνόμασε τοὺς στάχυς, ἀντὶ τῶν αἰχμαλώτων, οὓς ζῶντας ἄξειν ⟦Λακεδαιμονίων⟧ κατεπαγγειλάμενος ὁ Κλέων τοῖς Ἀθηναίοις ἐμπροθέσμως ἤγαγεν. φησὶν οὖν, τοὺς ἄνδρας ἐκείνους, οὓς δήσας ἤγαγεν, ἀφεῖναι νῦν καὶ ἀπολῦσαι διανοεῖται. VEΓΘ

### book 393b

νῦν δὲ τοὺς στάχυς: φησὶ δὲ τοὺς ἄνδρας ἐκείνους, οὓς δήσας ἀπήγαγε τοῖς Ἀθηναίοις, ἀφεῖναι νῦν καὶ ἀπολυθῆναι διανοεῖται. M

### book 393c

στάχυς] ἐπὶ τῶν αἰχμαλώτων στάχυς εἶπεν. EΓ3

### book 393d

στάχυς] ἤγουν τοὺς αἰχμαλώτους. ἐπέμεινε δὲ τῇ τροπῇ. Lh

### book 394a

ἀφαύει] ξηραίνει, τιμωρεῖ. Lh

### book 394b

ἀποδόσθαι] πωλῆσαι, τουτέστι λύτρα παρ’ αὐτῶν λαβεῖν. VEΓ3

### book 394c

ἀποδόσθαι] λύτρα λαβεῖν ἐξ αὐτῶν καὶ ἀπολῦσαι. Lh

### book 396a

μακκοᾷ: ἀνοηταίνει, ἐνεόν ἐστιν. ἔφαμεν δὲ ὅτι ἡ Μακκὼ ἐνεὰ ἦν. VEΓ3

### book 396b

μακκοᾷ] ἀνοηταίνει· Μακκὼ γὰρ ἐνεὰ ἦν, ὡς εἴρηται. Lh

### book 396c

—Lh

### book 397a

ὡς] ὄντως. Lh

### book 397b

ἀναιδεύεται] ἀναισχυντεῖ. Lh

### book 399

—Lh

### book 400a

(I) Κρατίνου κῴδιον: κῴδιόν ἐστι τὸ ἅμα τοῖς ἐρίοις δέρμα σκευαζόμενον. ὡς ἐνουρητὴν δὲ καὶ μέθυσον διαβάλλει τὸν Κρατῖνον. ὁ δὲ Κρατῖνος καὶ αὐτὸς ἀρχαίας κωμῳδίας ποιητής, πρεσβύτερος Ἀριστοφάνους, τῶν εὐδοκίμων ἄγαν. γενοίμην οὖν, φησίν, εἰς τὴν οἰκίαν Κρατίνου κῴδιον, ὥστε μου κατουρεῖν ἐκεῖνον, εἰ μή σε μισῶ. ὅπερ μοι δοκεῖ παροξυνθεὶς ἐκεῖνος, καίτοι τοῦ ἀγωνίζεσθαι ἀποστὰς καὶ συγγράφειν, πάλιν γράφει δρᾶμα, τὴν Πυτίνην, εἰς αὑτόν τε καὶ τὴν μέθην, οἰκονομίᾳ τε κεχρημένον τοιαύτῃ. τὴν Κωμῳδίαν ὁ Κρατῖνος ἐπλάσατο αὑτοῦ εἶναι γυναῖκα καὶ ἀφίστασθαι τοῦ συνοικεσίου τοῦ σὺν αὐτῷ θέλειν, καὶ κακώσεως αὐτῷ δίκην λαγχάνειν, φίλους δὲ παρατυχόντας τοῦ Κρατίνου δεῖσθαι μηδὲν προπετὲς ποιῆσαι καὶ τῆς ἔχθρας ἀνερωτᾶν τὴν αἰτίαν, τὴν δὲ μέμφεσθαι αὐτῷ ὅτι μὴ κωμῳδοίη μηκέτι, σχολάζοι δὲ τῇ μέθῃ. οὐδὲν δὲ χεῖρον πολυμαθίας ἕνεκεν αὐτὰ τὰ ἐπιτήδεια τῶν ἰάμβων ἐκλέξαντα θεῖναι ταῦτα· “ἀλλ’ ἐπανατρέψαι βούλομαι εἰς τὸν λόγον, πρότερον ἐκεῖνος πρὸς ἑτέραν γυναῖκ’ ἔχων τὸν νοῦν, κακὰς εἴποι πρὸς

### book 400a

ἑτέραν, ἀλλ’ ἅμα μὲν τὸ γῆρας, ἅμα δέ μοι δοκεῖ οὐδέποτ’ αὐτοῦ πρότερον”, καὶ τὰ ἑξῆς. VEΓ3ΘM (II) ἄλλως: Κρατῖνος κωμῳδίας ποιητὴς πολὺν οἶνον πίνων ὡς καὶ ἐνουρεῖν. γενοίμην οὖν, φησίν, ἓν τοῦ Κρατίνου κῴδιον, ἵνα κατασήπωμαι ἐνουροῦντος αὐτοῦ. VEΓΘ

### book 400b

Κρατῖνος ἀρχαίας κωμῳδίας ποιητής, πρεσβύτερος Ἀριστοφάνους, τῶν δοκίμων ἄγαν. διαβάλλει δὲ αὐτὸν ὡς μέθυσον καὶ ἐνουροῦντα, ὥστε καὶ κῴδιον ἔχειν ὑπὸ τὰ σκέλη, ἤγουν θύλακον σὺν τοῖς ἐρίοις αὐτοῦ. γενοίμην οὖν, φησίν, ἓν τοῦ Κρατίνου κῴδιον, ἵνα κατασήπωμαι ἐνουροῦντος αὐτοῦ, εἰ μή σε μισῶ. Lh

### book 400c

κῴδιον] δέρμα εἰς ὃ μεθύων ἐνουρεῖν λέγεται. Lh

### book 401a

Μορσίμου: Μόρσιμος Φιλοκλέους τοῦ ποιητοῦ υἱός, τραγῳδίας ποιητὴς ψυχρός. ἔστι δὲ καὶ ἰατρός. ὡς δὲ μοχθηρῶν ὄντων αὐτοῦ τῶν ποιη‐ μάτων ἐν ἀρᾶς ἔθηκε μέρει. VEΓΘMLh

### book 401b

Μορσίμου] ποιητὴς ψυχρός. Lh

### book 402

ὦ περὶ πάντ’ ἐπὶ πᾶσι: ὦ ἐπὶ πᾶσι προδοσίᾳ ἐξεταζόμενε καὶ κακίᾳ· μεταφορικῶς δὲ εἴληφε τὸ νόημα ἀπὸ τῶν μελισσῶν· ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· ὥσπερ αἱ μέλισσαι, φησί, πᾶν ἄνθος δρέπονται, οὕτω καὶ σὲ τῶν τῆς πόλεως πραγμάτων οὐδὲν λανθάνει, ὥστε μὴ οὐκ ἀποδόσθαι αὐτὸ καὶ προδοῦναι. VEΓ3ΘM

### book 403a

ἵζων] ἐφίζων, ἐφιπτάμενος ἐπὶ πάσῃ δωροδοκίᾳ. VEΓ3

### book 403b

δωροδόκοισιν ἐπ’ ἄνθεσιν ἵζων] ἤγουν ἐπὶ πάσῃ δωροδοκίᾳ καὶ κακίᾳ ἐπικαθήμενος, μεταφορικῶς ἀπὸ τῶν μελισσῶν. Lh

### book 404a

εἴθε φαύλως: εἴθε ἐκ τοῦ ῥᾴστου καὶ οὕτως εὐχεροῦς· ἐπεὶ μηδὲ ἐλπίσας εἰς τοῦτο δόξης προελθεῖν ὁ Κλέων ἔδοξεν εὐδοκιμεῖν ἐκ τῶν περὶ Πύλον κατορθωμάτων. VEΓΘM

### book 404b

ὥσπερ εὗρες: ὥσπερ ἐπέτυχες. ἐναργεῖ δὲ τῇ λέξει τῇ “εὗρες” κέχρηται. τὸ μὲν γὰρ καμάτῳ καὶ πόνῳ περιγενέσθαι τινὸς τῆς τοῦ κάμνοντος γνώμης καὶ προαιρέσεως ἔλεγχον ἔχει, τὸ δὲ εὑρεῖν ἁπλῶς τῆς παρασχούσης τύχης, οὐ τῆς αὐτοῦ τοῦ εὑρόντος γνώμης τὸ ἔργον. ὡς οὐκ ἐκ προνοίας τοῦ Κλέωνος κατορθώσαντος ἃ διεπράξατο, ἀλλ’ ἁπλῶς εὑρόντος εὕρημα. VEΓ3ΘM

### book 404c

τὴν ἔνθεσιν: τὴν τροφὴν ⟦ἔνθεσις γὰρ ἡ τροφὴ⟧ τὴν ἐν τῷ πρυτα‐ νείῳ δοθεῖσαν αὐτῷ. VEΓΘM

### book 404d

τὸ καμάτῳ καὶ πόνῳ τυχεῖν τινος ἀγαθοῦ, τῆς τοῦ τυχόντος ἐστὶν ἀρετῆς, τὸ δὲ κατὰ τύχην εὑρεῖν καὶ μὴ καμεῖν, τύχης. Lh

### book 404e

φαύλως] εὐχερῶς. Lh

### book 404f

εὗρες] ἐπέτυχες, καὶ οὐ διὰ τὴν ἀρετὴν ἐδόθη. Lh

### book 404g

τὴν ἔνθεσιν] τὴν τροφήν. Lh

### book 405a

ᾄσαιμι γὰρ τότε: τότε γάρ, φησίν, ἐπᾴσαιμί σοι τὸ Σιμωνίδου μέλος “πῖνε πῖν’ ἐπὶ συμφοραῖς”. ἐκ τῶν Σιμωνίδου δὲ τοῦτο Τεθρίππων. τὸ δὲ “συμφοραῖς” ἐπ’ ἐσθλοῖς· τῶν μέσων γὰρ ἡ συμφορά. VEΓΘM

### book 405b

ᾄσαιμι] τὸ Σιμωνίδου μέλος. Lh

### book 406

totus versus] ἐκ τῶν Σιμωνίδου τοῦτο Τεθρίππων. Lh

### book 407a

τὸν Ἰουλίου γέροντα: ὡς παιδεραστὴς οὗτος ὁ πρεσβύτης διεβάλλετο. οὐκ ἀργῶς δὲ τὴν ἡλικίαν ἐνταῦθα προστέθεικεν. διαβολὴν γὰρ ἐπὶ τοῖς νεωτέροις ἔχοντος τοῦ πράγματος, μείζονα τὴν αἰσχύνην ἐποίησεν ἐπ’ αὐτῷ, ᾧπερ γέροντι ὄντι ἀσελγαίνειν καὶ τὰ τοιαῦτα ὑβρίζειν πρόσεστι. παιδοπίπην δὲ τὸν παράγοντα καὶ παρακρουόμενον καὶ ἀναπείθοντα τὰ μειράκια. τοῦτον δὲ ὁ Κρατῖνος πυροπίπην λέγει, τουτέστι τὸν φύλακα τοῦ σίτου, ὡς εἰς τὸ πρυτανεῖον παρέχοντα ἄρτους. VEΓ3ΘM

### book 407b

παιδοπίπην τοῦτον ἔλεγον ὡς προάγοντα καὶ ἀνακρουόμενον καὶ ἀναπείθοντα τὰ μειράκια. Κρατῖνος δὲ πυροπίπην λέγει, τουτέστι φύλακα τοῦ σίτου, ὡς εἰς τὸ πρυτανεῖον παρέχοντα ἄρτους. Lh

### book 407c

τὸν Ἰουλίου] ὡς παιδεραστὴς οὗτος ὁ πρεσβύτης διεβάλλετο. Lh

### book 408a

Βακχέβακχον ᾆσαι: εὐφημῆσαι τὸν Διόνυσον καὶ ἀνυμνῆσαι. Βάκχον δὲ οὐ τὸν Διόνυσον ἐκάλουν μόνον, ἀλλὰ καὶ πάντας τοὺς τελοῦντας τὰ ὄργια βάκχους ἐκάλουν, οὐ μὴν ἀλλὰ καὶ τοὺς κλάδους οὓς οἱ μύσται φέρουσι. μέμνηται δὲ Ξενοφάνης ἐν Σίλλοις οὕτως· “ἑστᾶσιν δ’ ἐλάτης 〈βάκχοι〉 πυκινὸν περὶ δῶμα.” ἔστι δὲ καὶ στεφάνης εἶδος, ὡς Νίκανδρος ἐν τῷ περὶ γλωσσῶν ἱστορεῖ· φησὶ γὰρ οὕτως· “βάκχοισιν κεφαλὰς περιάνθεσιν ἐστέψαντο.” VEΓΘM

### book 408b

Βάκχον οὐ τὸν Διόνυσον ἐκάλουν, ἀλλὰ καὶ πάντας τοὺς τελοῦντας τὰ ὄργια, καὶ τοὺς κλάδους οὓς οἱ μύσται φέρουσιν. Lh

### book 408c

ἰηπαιωνίσαι] εἰς Ἀπόλλωνα ὕμνον ἀνυμνῆσαι. Lh

### book 408d

Βακχέβακχον] τὸν Διόνυσον. Lh

### book 409a

(ad vv. 409—40) διπλῆ καὶ στίχοι ἰαμβικοὶ ὅμοιοι λβʹ, ὧν τελευ‐ ταῖος “ἀνὴρ ἂν ἡδέως λάβοι”. VEΓ3

### book 409b

ὑπερβαλεῖσθ’] νικήσετε, ἐκ μεταφορᾶς τῶν τρεχόντων. Lh

### book 410a

ἀγοραίου Διός: Ἀγοραῖος Ζεὺς ἵδρυται ἐν τῇ ἀγορᾷ καὶ ἐν τῇ ἐκκλησίᾳ. EΓΘM

### book 410b

ἀγοραίου] ἵδρυτο ἐν ἀγορᾷ καὶ ἐν ἐκκλησίᾳ ἄγαλμα Διός. Lh

### book 411a

ἔγωγε νὴ τοὺς κονδύλους: ὁ ἀλλαντοπώλης ἐστὶν ὁ λέγων. ἀποτείνεται δὲ πρὸς τὸν Κλέωνα καί φησιν ὅτι οὐχ ὥσπερ ἐκεῖνος τὴν δόξαν ῥᾳδίως εὗρε, τὸν αὐτὸν καὶ αὐτὸς εὐδοκίμησε τρόπον, ἀλλὰ πολλὰ πονήσας καὶ πολλοὺς κινδύνους ὑποστάς, κατορθώσας τε πολέμους πλείονας, αἰνιττόμενος τὰ περὶ Ἀκαρνᾶνας καὶ Αἰτωλίαν ⟦καθ’ ὧν εὐδοκίμησε στρατηγῆσαι φθάσασ⟧. VEΓ3ΘM (II) ἄλλως: ἀποτείνεται πρὸς τὸν Κλέωνα ὁ ἀλλαντοπώλης, ὅτι ἐκεῖνος μὲν εὐκόλως ἐστρατήγησεν, αὐτὸς δὲ πολλὰ κακοπαθήσας καὶ τυπτηθεὶς ἐν τῷ μαγειρείῳ. VEΓ3ΘM

### book 411b

ἐγκαυχᾶται νικήσειν τὸν Κλέωνα. οὐχ ὥσπερ γὰρ ἐκεῖνος, φησί, ῥᾳδίως εὗρε τὴν δόξαν, τὸν αὐτὸν καὶ αὐτὸς τρόπον εὐδοκίμησα· ἀλλ’ ἐκ παίδων πολλὰ πονήσας καὶ πολλοὺς κινδύνους ὑποστὰς καὶ ἔμπειρος γενόμενος οἶμαι νικήσειν σε. τοῦτο δὲ λέγει διὰ τὰς πληγὰς ἃς ἐν τῷ μαγειρείῳ καθ’ ἑκάστην ἐλάμβανε, τυπτόμενος ὑπὸ τῶν προεχόντων ἐν αὐτῷ πρεσβυτέρων. Lh

### book 411c

κονδύλους] τὰς ἐκ πυγμῆς πληγάς. Lh

### book 411d

πολλοῖς] πταίσμασι. Lh

### book 413

ὑπερβαλεῖσθαι] νικῆσαι. Lh

### book 414a

(I) ἀπὸ μαγδαλιᾶς: ἀπὸ εὐτελοῦς τροφῆς ὁρμώμενος· μαγδαλιὰ γὰρ τὰ τῶν ἀλφίτων ἀποβλήματα. VEΓΘM (II) ἄλλως: ἡ τῶν κυνῶν τροφή, ἥτις ἦν σταῖς καὶ λίπος· οὕτως οὖν καὶ ὁ ποιητὴς εἶπεν 〈“ὡς δ’ ὅταν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα σαίνως’.〉 αἰεὶ γάρ τε φέρει μειλίγματα θυμῷ”. μετὰ γὰρ τὸ δεῖπνον 〈εἰσ〉 τὸ σταῖς ἀπεψῶντο τὸ λίπος καὶ τοῖς κυσὶν ἐπέρριπτον. VEΓΘM (III) ἄλλως: τὸ σταῖς, ᾧ ἀπομάττονται οἱ μάγειροι, ὅπερ ἐκάλουν χειρό‐ μακτρον. ὃ μετὰ τὴν ἐργασίαν ἀπέρριπτον τοῖς κυσίν. VEΓΘM

### book 414b

μαγδαλιὰ δέ ἐστι σταῖς, ἐν ᾧ ἀποψῶνται τὸ λίπος οἱ μάγειροι τὸ προσφυόμενον ἐν ταῖς χερσὶν αὐτῶν· ὃ καὶ μετὰ τὰ δεῖπνα τοῖς κυσὶ ῥίπτουσιν. Lh

### book 414c

μαγδαλιᾶς] εὐτελοῦς τροφῆς. Lh

### book 416a

(I) κυνοκεφάλῳ: ἑαυτὸν ὁ Κλέων λέγει κυνοκέφαλον, δεινὸν καὶ ἀναίσχυντον, ὁποῖος ἦν ὁ παρ’ Ἡσιόδῳ Γηρυονεύς, “Χρυσάωρ δ’ ἔτεκε τρικέ‐ φαλον Γηρυονῆα”. VEΓΘM (II) ἄλλως: τῷ κυνὸς κεφαλὴν ἔχοντι, τουτέστιν ἐμοὶ τῷ Κλέωνι. ἀφ’ ἧς δὲ προείρηκε τροφῆς, κυνοκέφαλον αὐτὸν εἶπεν, οἷον ἰταμὸν καὶ ἀναιδῆ καὶ ἁρπακτικόν, ἐπεὶ καὶ τὸ ζῷον τοιοῦτον. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· πῶς οἷόν τε, φησίν, εἰ κυνὸς τροφὴν ἐσθίων, τῷ ὁμογενεῖ καὶ ὁμοτρόπῳ μάχεσθαι διανοῇ; λέγει δὲ κυνικῷ, οἷον πονηρῷ καὶ βιαίῳ. VEΓΘM

### book 416b

κυνοκεφάλῳ] πονηρῷ δαίμονι καὶ βιαίῳ. M

### book 416c

πῶς, φησίν, εἰ κυνὸς τροφὴν ἐσθίεις, τῷ ὁμογενεῖ καὶ ὁμοιοτρόπῳ μάχεσθαι διανοῇ; λέγει δὲ ἑαυτὸν κυνοκέφαλον διὰ τὸ ἀναιδὴς εἶναι ὡς οἱ κύνες. Lh

### book 416d

βορὰν] ἥτις ἦν σταῖς καὶ λίπος. Lh

### book 416e

σιτούμενος] ἐσθίων. Lh

### book 416f

κυνοκεφάλῳ] ἑαυτὸν ὁ Κλέων κυνοκέφαλον λέγει παίζων διὰ τὸ εἰρηκέναι κυνὸς τροφήν. Lh

### book 417

κόβαλα] πανουργεύματα, σοφίσματα, κλέμματα. EΓ3Lh

### book 419a

ὥρα νέα, χελιδών: παροιμιῶδες. ὁλόκληρος δέ ἐστι παροιμία. τὸ δὲ λεγόμενον, ἔστιν ἔαρος ἀρχή· δοκεῖ γάρ πως ἅμα τῷ ἔαρι φαίνεσθαι ἡ χελιδών. VEΓΘM

### book 419b

σκέψασθε] θεάσασθε, καταμάθετε, κατανοήσατε. VEΓ3

### book 419c

σκέψασθε] ἴδετε, καταμάθετε. Lh

### book 419d

χελιδών] δοκεῖ γάρ πως ἅμα τῷ ἔαρι φαίνεσθαι ἡ χελιδών. Lh

### book 420a

οἱ δ’ ἔβλεπον: ἑώρων. ὑπὸ τῆς περιεργίας ἐξαγόμενα τὰ παιδία τῇ θέᾳ τὸν νοῦν προσεῖχον, πότε χελιδὼν παραπτήσεται, κἀκείνων περὶ τοῦτο ἐπτοημένων, ῥᾷστα αὐτὸς εἶχε τὸ κλέπτειν. VEΓΘM

### book 420b

ἔβλεπον] τῇ θεωρίᾳ τὸν νοῦν προσεῖχον, πότε χελιδὼν παραπτήσεται. Lh

### book 421a

ὦ δεξιώτατον κρέας: ὦ κάλλιστον καὶ σοφώτατον κρέας· ἀντὶ τοῦ ὦ σοφώτατε ἄνθρωπε, διὰ τὸ κἀκεῖνον κεκλοφέναι, καὶ ὥσπερ τῇ δεξιᾷ χειρὶ ὑφῃρῆσθαι. VEΓΘM

### book 421b

ὦ δεξιώτατον κρέας] ὦ σοφώτατε ἄνθρωπε· παίζων δὲ κρέας εἶπε πρὸς τὸν ἐκείνου λόγον. Lh

### book 421c

προὐνοήσω] τρόπον ἐξεῦρες κλοπῆς. Lh

### book 422a

(I) ἀκαλήφας: βοτάνης εἶδος, αἳ παρὰ τοῖς πολλοῖς κνίδαι καλοῦν‐ ται. ἐμνημόνευσε δὲ τῶν ἀκαληφῶν διὰ τὴν δριμύτητα τοῦ ἀλλαντοπώλου καὶ τὴν ἀγχίνοιαν, ὅτι κλοπῆς ἐξεῦρε τρόπον. δριμεῖα γὰρ ἡ βοτάνη, καὶ τοὺς θιγόντας κνᾶσθαι ποιεῖ. εἶπε δὲ πρὸ χελιδόνων, ἐπεὶ μετὰ τὴν χελιδόνα ἄβρωστοι αἱ κνίδαι. VEΓΘM (II) ἄλλως: ἀκαλήφη εἶδος μυίας, ὡς Ἀριστοτέλης. ἐν τῷ χειμῶνι δὲ ἐδώδιμοί εἰσιν, ἐν δὲ τῷ θέρει ἀπόλλυνται. VEΓΘ (III) ἄλλως: λάχανόν ἐστιν ἄγριον. καλεῖται δὲ καὶ θαλασσία ἀκαλήφη, ἣ προσελθοῦσα τῷ χρωτὶ κνησμὸν ποιεῖ. ἐοίκασι δὲ τῇ ὥρᾳ τῇ πρὸ τοῦ ἔαρος χρῆσθαι .... VEΓΘ

### book 422b

πρὸ χελιδόνων] πρὸ ὥρας τοῦ ἔαρος· χειμῶνα δὲ δηλοῖ. EΓ3

### book 422c

ἡ ἀκαλήφη λάχανόν ἐστιν ἄγριον, λέγουσι δὲ εἶναι τὴν κνίδην, ἣ τοὺς θιγόντας κνᾶσθαι ποιεῖ, ἣν καὶ ἔτι νέαν οὖσαν ἐσθίουσιν ἄνθρωποι. εἶπε δὲ πρὸ χελιδόνων, ὅτι μετὰ τὴν τῶν χελιδόνων ἐπιφάνειαν ἄβρωτοι αἱ κνίδαι. Lh

### book 422d

ἀκαλήφας] τὰς λεγομένας κνίδας· τοῦτο δὲ διὰ τὴν δριμύτητα τοῦ ἀλλαντοπώλου. Lh

### book 422e

πρὸ χελιδόνων] ἤτοι κατὰ τὸν χειμῶνα. Lh

### book 424a

εἰς τὰ κόχωνα: κοχώνη τόπος ὑπὸ τὸ αἰδοῖον, 〈τὸ μεταξὺ〉 τῶν μηρῶν καὶ τῆς κοτύλης καὶ τῶν ἰσχίων· μέμνηται δὲ τῆς κοχώνης καὶ ἐν Σκηνὰς Καταλαμβανούσαις “ἀλλὰ συσπάσαι δεῖ τὰς κοχώνας.” οὐδετέρως δὲ ἔφη τὰ κόχωνα. VEΓΘMLh

### book 424b

totus versus] ὅτι καὶ οἱ στρατηγοὶ ἐπίορκοι λεληθότως φησί. EΓ3

### book 424c

ἀπώμνυν] ὅρκοις ἐπὶ τῷ μὴ κεκλοφέναι. EΓ3

### book 424d

κόχωνα] κοχώνη τόπος ὑπὸ τὸ αἰδοῖον καὶ τὸν μηρόν. Lh

### book 426a

ἐπιτροπεύσει: προηγήσεται, προστατήσει. οὐκ ἀργῶς δὲ ἐπὶ ἔνδοξον πρόσωπον τὴν τοιαύτην ἀνήγαγε κρίσιν. οὐ γὰρ ἰδίως φησί τινα εἰρηκέ‐ ναι, ἀλλὰ ῥήτορα, καὶ προϊδεῖν καὶ συνιέναι πλέον τῶν ἄλλων δυνάμενον. VEΓΘM

### book 426b

ἐπιτροπεύσει] προστήσεται. VEΓ3

### book 426c

οὐκ ἀργῶς τοῦτο εἴρηκεν, ἀλλ’ ἐπὶ ἔνδοξον πρόσωπον ἀνήγαγε τὴν κρίσιν. οὐ γὰρ ἰδιώτης, φησίν, εἴρηκεν ὡς προστήσομαι τοῦ δήμου, ἀλλὰ ῥήτωρ ὁ συνιέναι πλέον τῶν ἄλλων δυνάμενος. Lh

### book 426d

ἐπιτροπεύσει] διοικήσει, προστήσεται τοῦ δήμου. Lh

### book 427a

δῆλον ἀφ’ οὗ ξυνέγνω: ἀπ’ αὐτῶν τῶν πραττομένων πρόδηλον ἦν τὸ ἀποβησόμενον. VEΓΘM

### book 427b

εὖ γε ξυνέβαλεν] ὀρθῶς ἐνόησε καὶ οὐκ ἐσφάλη. Lh

### book 427c

ἀφ’ οὗ] αὐτό. Lh

### book 427d

ξυνέγνω] τὸ πρᾶγμα. Lh

### book 428a

ὁτιὴ ’πιώρκεις ἡρπακώς: πάλιν κἀνταῦθα τῶν πολιτευομένων καθάπτεται ὡς ἐξ ἐπιορκίας καὶ κλοπῆς συνεστηκότων καὶ τοιούτων ἐθῶν. διὰ τοῦτο καὶ τὸν ἀλλαντοπώλην διαπρέπειν ἐν τῇ πολιτείᾳ ὁ ῥήτωρ ἔφη. VEΓ3ΘMLh

### book 428b

καὶ τὸ κρέας ὁ πρωκτὸς εἶχεν: ἤτοι τὴν μοχθηρίαν αὐτοῦ καὶ τὴν ῥυπαρίαν καὶ τούτῳ δείκνυσι τῷ τρόπῳ, ὅτι κατέκρυπτε ⟦κλέπτων⟧ ἐν τῷ πρωκτῷ κρέα, καὶ ταῦτα πάλιν αὐτὸς ἤσθιεν· ἢ διαβάλλειν εἰς ἀσέλγειαν αὐτὸν θέλει, ὡς δὴ παρὰ τὴν ἡλικίαν 〈τὰ〉 τῶν γυναικῶν παθόντα. VEΓ3ΘM

### book 428c

κρέας] λαθεῖν γὰρ σπεύδων ὑπὸ τὸν πρωκτὸν τοῦτο ὑπέβαλεν. Lh

### book 428d

διὰ τοῦ τὸ κρέας εἰς τὸν πρωκτὸν ἐμβαλεῖν τὴν μοχθηρίαν καὶ ῥυπαρίαν αὐτοῦ δείκνυσιν, ὅτι ὅπερ ὑπὸ τὸν πρωκτὸν ἐτίθει κρέας πάλιν αὐτὸς ἤσθιεν· ἢ διαβάλλει εἰς ἀσέλγειαν ὡς τὰ τῶν γυναικῶν παθόντα παρ’ ἡλι‐ κίαν. Lh

### book 429

τοῦ θράσους] ταύτης τῆς παρρησίας καὶ τοῦ φρονήματος. EΓ3Lh

### book 430a

καθιείς: παρεσκευασμένος. καθιεῖν δὲ κυρίως τὸ χαλᾶν τὰ τῶν νεῶν ἱστία. ταῦτα δὲ προσφόρως εἴρηκεν ὁ Κλέων. ἦν γὰρ σφοδρὸς ἐν τοῖς λόγοις. καθιεὶς οὖν ἀντὶ τοῦ καθειμένος. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἀνέμων. VEΓ3Θ

### book 430b

καθιείς] πνέων ὡς ἐπὶ ἀνέμου. EΓ3Lh

### book 430c

ἔξειμι] ἐξέρχομαι, μεταφορικῶς ἀπὸ τῶν ἀνέμων. Lh

### book 431a

ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῆ: πᾶν ἐπὶ σοὶ μηχανησάμενος καὶ πάντα κινήσας ἐπιβουλῆς τρόπον. δι’ ὧν δὲ ἀπειλεῖ ἀδύνατα καὶ 〈ἀνθρωπίνης δυνάμεωσ〉 μείζονα, δι’ αὐτῶν δηλοῖ τὴν σπουδὴν τῆς ἐπιβουλῆς τῆς κατ’ αὐτοῦ. καθότι δὲ φορολογίας ἐκ τῆς γῆς καὶ τῆς θαλάσσης ἔλαβε ταῦτά φησιν. εἰκῆ δὲ ἀντὶ τοῦ ἁπλῶς καὶ ὡς ἔτυχε, μάτην· τουτέστιν ἐπ’ οὐδενὶ ἀναγκαίῳ καὶ σπουδαίῳ πράγματι, φανερὰν καὶ ἐν τούτῳ ποιῶν τὴν ἑαυτοῦ ἐξουσίαν, ἣν κατὰ τῆς πόλεως εὐτυχεῖ, εἰ ἐπ’ αὐτῷ καθέστηκε τὸν δῆμον κινεῖν καὶ παροξύνειν καθ’ ὧν βούλεται, καὶ ταῦτα ἐπ’ οὐδεμιᾷ προφάσει εὐλόγῳ. VEΓ3ΘM

### book 431b

τήν τε γῆν καὶ τὴν θάλατταν] καὶ τοὺς κατὰ γῆν γὰρ καὶ κατὰ θάλατταν ἐτάραττεν ὁ Κλέων. Lh

### book 431c

εἰκῆ] μάτην, ὡς ἔτυχε. Lh

### book 432a

ἐγὼ δὲ συστείλας: καὶ τοῦτο παρεπιγραφή· ὃ γὰρ εἶπε, καὶ ποιεῖ· τουτέστι τὸ σκεῦος ὃ κατέθετο ⟦τῶν ἀλλάντων⟧ φθάσας ἐπιών, τοῦτο πάλιν ἀναιρούμενος τῆς θυμέλης ἐξάγει. VEΓΘM

### book 432b

τοῦτο παρεπιγραφή· ὃ γὰρ κατέθετο τῶν ἀλλάντων φθάσας ἐπιών, τοῦτο καὶ αὖθις ἀνελόμενος τῆς θυμέλης ἐξάγει. Lh

### book 433a

κατὰ κῦμ’ ἐμαυτὸν: ἀπὸ τῶν ἀφιέντων ἑαυτοὺς κατὰ κῦμα φέρεσθαι. VEΓ3M

### book 433b

κλάειν σε μακρὰ κελεύων: τὸ μὲν εἶδος ἀρχαῖον καὶ Ἀττικὸν τῆς συνθέσεως, ὡς μακρὰ χαίρειν σοι λέγω καὶ οἰμώζειν μακρά. τὸ δὲ λεγόμενον πρόδηλον. φησὶ γάρ, ἧττόν σου φροντίσας τῶν ἀπειλῶν ἀπελεύσομαι, ἢ κατα‐ λείψω σε ἐνταῦθα κλαίειν, ἵνα δόξῃ μὴ φιλονεικεῖν καὶ διαλοιδορεῖσθαι πρὸς αὐτόν. εἰώθασι γὰρ οἱ βελτίονες καὶ τῶν λοιδοριῶν ὑπερφρονεῖν τῶν ἡττόνων. VEΓΘ

### book 433c

κλάειν σε μακρὰ κελεύω] ἀντὶ τοῦ καταφρονῶ σου. EΓ3MLh

### book 433d

κατὰ κῦμ’ ἐμαυτὸν] ἀπὸ τῶν ἀφιέντων ἑαυτοὺς κατὰ κῦμα φέρεσθαι· Ἀττικὴ ἡ σύνθεσις τοῦ λόγου. Lh

### book 434a

(I) κἄγωγ’ ἄν τι παραχαλᾷ: ἑξῆς καὶ οὗτος τῆς ἀντλίας ἐμνη‐ μόνευσεν, ἵνα καὶ αὐτὸς ἴδιον ἀπὸ τῆς θαλάσσης δοκῇ ἀστεΐζεσθαι, ὥσπερ καὶ ὁ ἀλλαντοπώλης. ἀντλία δὲ λέγεται τόπος τις τοῦ πλοίου εἰς ὃν τὸ ὕδωρ σωρεύεται ⟦εἰς τὴν ναῦν⟧. λέγει δὲ ὅτι φυλάξω, ἐάν τις τῆς ἀντλίας εἰσδέχηται. ἰστέον δὲ ὅτι ἱστάμενον καὶ χρονίζον τὸ ὕδωρ κάκιστον ὄδωδεν. τί ποτε οὖν βούλεται τῷ ποιητῇ ζητητέον τὸ ἀπειλεῖν τούτῳ παραφυλάξειν τὴν ἀντλίαν, πλὴν εἰ μὴ τοὺς προειπόντας ὡς καὶ αὐτοὺς ψυχρολογήσαντας σκώπτειν θέλει διὰ τὸ ἀδύνατα εἰρηκέναι. οὔτε γὰρ τῷ Κλέωνι δυνατὸν ἦν ἀνθρώπῳ γε ὄντι κινῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, οὔτε τῷ ἀλλαντοπώλῃ ῥῖψαι καὶ δισκεῦσαι κατὰ κυμάτων ἑαυτόν. καὶ τοῦτο ἀνόητον καὶ περιττόν, ὁ ἐπὶ τῇ ἀντλίᾳ τῆς φρουρᾶς πόνος. VEΓ3Θ (II) ἄλλως: περὶ τοῦ ῥηθέντος παρὰ τοῦ Κλέωνος λόγου, ὅτι συνταράξω τὴν θάλασσαν, καὶ οὗτος ἀπήντησεν εἰπών. VEΓ3

### book 434b

σκώπτειν βουλόμενος αὐτοὺς εἰρηκότας ἀδύνατα ποιῆσαι τοῦτο λέγει. οὔτε γὰρ τῷ Κλέωνι δυνατὸν ἀνθρώπῳ γε ὄντι κινῆσαι τὴν γῆν καὶ τὴν θάλατταν, οὔτε τῷ ἀλλαντοπώλῃ ἀσφαλὲς ῥῖψαι κατὰ κυμάτων ἑαυτόν. διὰ τοῦτο καὶ αὐτὸς ἀνόητόν τι εἴρηκε καὶ περιττόν, τὸ τὴν ἀντλίαν φυλάξαι· τὸ γὰρ συναχθὲν ἐκεῖ ὕδωρ χρονίζον κάκιστον ὄδωδε, καὶ οὐκ ἄν τις ἑκὼν τούτῳ πλησιάσειεν. ἀντλία δέ ἐστι τόπος τοῦ πλοίου εἰς ὃν τὸ ὕδωρ εἰσρέει. Lh

### book 434c

ἀντλία] τόπος τοῦ πλοίου ἔνθα συνάγεται τὸ ἔξωθεν εἰσερχόμενον ὕδωρ. Lh

### book 435

οὐ καταπροΐξῃ: οὐ προῖκά μου καταφρονήσεις, τουτέστι δωρεάν. VEΓ3MLh

### book 436a

τοῦ ποδὸς παρίει: μεταφορικῶς ἀπὸ τῶν πλεόντων ἐχρήσατο. ἐπειδὰν γὰρ †πλείων† ἄνεμος ἐμπέσῃ τοῖς πλέουσι, συστέλλουσι καὶ παραιροῦσι τῶν ἱστίων τὰ πολλά, ἢ τὸ μὲν ἓν μέρος τοῦ ἱστίου ἐντείνεται, τὸ δὲ ἕτερον ἀναστέλλεται οὗ ἂν μὴ χρεία ᾖ ἢ ὁ καιρὸς ἀπαιτῇ. πόδας δὲ καλοῦσιν οἱ ναῦται τοὺς παρ’ ἑκάτερα τὰ μέρη κάλους ἐκδεδεμένους τῆς ὀθόνης. φησὶν οὖν, ἀσφαλέστερον λοιπὸν διαλέγου καὶ πρᾶττε, τουτέστι μὴ πολλῇ χρῶ ἀθυ‐ ρογλωττίᾳ, ἀλλὰ πεφεισμένως διαλέγου τῷ Κλέωνι. παροξύνεται γὰρ σφόδρα. VEΓΘMLh

### book 436b

ἄθρει] βλέπε, σκόπει. Lh

### book 436c

παρίει] ἀμέλει, ἤγουν ὑποχάλα. Lh

### book 437a

κακίας καὶ συκοφαντίας: ἐπειδὴ ψευδῆ κατηγορεῖν ὁ Κλέων ἐτόλμησεν αὐτοῦ, φήσας αὐτὸν σφετερίσασθαι τάλαντα τῆς πόλεως πολλά, καὶ οὐκ ἄν ποτε συγχωρήσειν προῖκα τῷ αὐτῷ, διὰ τοῦτο πνεῖν φησὶν αὐτὸν .... καὶ συκοφαντίας, ὃ χρὴ στοχάσασθαι τὸν ἀλλαντοπώλην. ἑξῆς δὲ ἀπὸ τῶν ἀνέμων τῷ πνεῖν .... καὶ συκοφαντίας κέχρηται. VEΓ3Θ (II) ἄλλως: ὄνομα ἀνέμου ὁ καικίας· τὸν δὲ αὐτὸν καὶ νότον καλοῦσί τινες. οὗτος δὲ ὅτ’ ἐμπνεῖ τὰ νέφη εἰς ἑαυτὸν ἕλκει. ἀκολούθως δὲ εἶπε διὰ τὸ προειρη‐ κέναι “τοῦ ποδός”, ἅμα δὲ πρὸς τὴν συκοφαντίαν καὶ κακίαν αὐτοῦ τὰ ὀνόματα πλάττει. VEΓ3Θ

### book 437b

φησὶν οὖν ταῦτα καθ’ ἑαυτὸν ὁ ἀλλαντοπώλης. πρὸς τὸ καικίας ἔπαιξεν ὄνομα ὂν ἀνέμου. οὗτος ὅτε πνεῖ τὰ νέφη εἰς ἑαυτὸν ἕλκει, ὅθεν καὶ “ἕλκων εἰς ἑαυτὸν ὥστε καικίας νέφος”. ἐπεὶ ψευδῆ κατηγορεῖν ὁ Κλέων ἐτόλ‐ μησεν, αὐτὸν φήσας σφετερίσασθαι τῆς πόλεως τάλαντα πολλά, καὶ οὐκ ἄν ποτε συγχωρήσειν προῖκα ⟦πνέων ὡς ἐπὶ ἄνεμον⟧ αὐτό· διὰ τοῦτο πνεῖν αὐτόν φησι καὶ συκοφαντίας· ὃ χρὴ στοχάσασθαι. τὸν ἀλλαντοπώλην λέγει· ἑξῆς καὶ τῇ ἀπὸ τῶν ἀνέμων συκοφαντίᾳ κέχρηται. M

### book 437c

πνεῖ] ἐπειδὴ ψευδῆ ψευδῶς κατηγορεῖν ὁ Κλέων ἐτόλμησεν αὐτοῦ εἰπὼν τάλαντα πολλὰ κλέψαι. Lh

### book 438a

Ποτιδαίας: ἔπαιξε τῷ ὀνόματι, ἵνα ἀκολούθως ἀπὸ τῆς θαλάσσης καὶ τῶν ἀνέμων ἀποκρίνεσθαι καὶ αὐτὸς δοκῇ. ἡ δὲ Ποτιδαία πόλις ἐστὶ πρὸς τῷ Ἰσθμῷ τῆς Παλλήνης κατῳκισμένη, Κορινθίων μὲν ἄποικος, Ἀθηναίων δὲ σύμμαχος, καὶ φόρους ἐτέλει. ἣν ἀποστᾶσαν πολιορκήσαντες οἱ Ἀθηναῖοι πολιορκίᾳ μακρᾷ, ὡς καὶ σφῶν αὐτῶν γεύεσθαι καταναγκάσαι, παρέλαβον καὶ ἐξηνδραπόδισαν τὴν πόλιν. ἀπὸ ταύτης φησὶ τῆς πόλεως κεκλοφέναι δέκα τάλαντα τὸν Κλέωνα, καὶ τούτῳ φιλονεικῶν αὐτὸν ἀμείβεσθαι τοῖς ἴσοις, ἐπεὶ πρότερος ἐκεῖνος ἔφησεν αὐτὸν σφετερίσασθαι τῆς πόλεως τάλαντα πολλά. VEΓΘM

### book 438b

δέκα τάλαντα: χρησίμως μετὰ τὸν τόπον καὶ τὸν ἀριθμὸν εἶπεν, ἵνα ὁ λόγος αὐτῷ πίστεως ἔχεσθαι δοκῇ, καὶ μὴ ⟦μάτην⟧ ἄλλως ⟦περὶ⟧ τῆς τοῦ Κλέωνος διαβολῆς λελέχθαι χάριν. πίστεως γὰρ παράδειγμα 〈τὸ〉 κατηγο‐ ροῦντα μὴ ψιλοῖς χρῆσθαι ῥήμασιν, ἀλλὰ καὶ ἀριθμὸν προσβάλλεσθαι καὶ τόπον. VEΓ3Θ

### book 438c

Ποτιδαίας] πόλις Θρᾴκης. EΓ3

### book 438d

ἱστορία περὶ Ποτιδαίας: ἡ Ποτιδαία πόλις ἦν πρὸς τῷ ἰσθμῷ τῆς Παλλήνης κατῳκισμένη, Κορινθίων μὲν ἄποικος, Ἀθηναίων δὲ σύμμαχος, οἷς καὶ φόρους ἐτέλει. ἀποστᾶσαν δὲ πολιορκήσαντες οἱ Ἀθηναῖοι πολιορκίαν μακράν, ὡς καὶ σφῶν αὐτῶν γεύσασθαι, παρέλαβον καὶ ἐξηνδραπόδισαν. φησὶν οὖν ἀπὸ ταύτης τῆς πόλεως κεκλοφέναι δέκα τάλαντα, φιλονεικῶν τοῖς ἴσοις ἀμείβεσθαι. ἔφη γὰρ σφετερίσασθαι αὐτὸν πολλὰ τάλαντα. Lh

### book 438e

Ποτιδαίας] πόλις Θρᾴκης, ἡ Κασσανδρεία. παίζει ἵνα καὶ αὐτὸς ἐκ τῆς θαλάττης καὶ τῶν ἀνέμων ἀποκρίνασθαι δοκῇ. Lh

### book 439

βούλει τῶν ταλάντων: δεῖ νοῆσαι τὸν Κλέωνα ἐπὶ τῇ ἐλπίδι καὶ τῇ ἐπαγγελίᾳ τοῦ ταλάντου πεισθέντα ἐνδοῦναι. πρὸς ὃ φησὶν ὁ ἕτερος, “τὸ πνεῦμ’ ἔλαττον γίγνεται”. VEΓ3ΘLh

### book 440a

τερθρίους: οἱ ἔσχατοι κάλοι, οὓς ἐκφόρους καλοῦσιν οἱ ναῦται, οὓς ὅταν ἐνδιδῷ τὸ πνεῦμα πρώτους ἐκ πρῴρας χαλῶσι. καὶ οὗτος οὖν ἀκολού‐ θως τοῦτο εἶπε, διὰ τὸ πρόαγον “τοῦ ποδὸς παρίει”. φησὶν οὖν, ὁ Κλέων πάντων ἂν ὑπερίδοι ἕνεκεν λήμματος. VEΓ3Θ

### book 440b

τοὺς τερθρίους] τοῦ ἱστοῦ τὸν τόνον. VEΓ3

### book 440c

τοὺς τερθρίους] τοῦ ἱστοῦ τὸν τόνον, ἤγουν τοὺς ἐσχάτους κάλως οὓς ἐκφόρους καλοῦσιν. Lh

### book 441a

τὸ πνεῦμ’ ἔλαττον γίγνεται: ἐπέμεινε τῇ τροπῇ τῶν ὀνομάτων. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι ἐπιεικέστερος ἔσται καὶ πρᾳότερος· λοιπὸν γὰρ ἐπειδὴ φθάσας εἶπεν ἤτοι κακίας καὶ συκοφαντίας αὐτὸν πνεῖν, διὰ τοῦτο πάλιν οἰκείως ἔλαττον ἔφη αὐτοῦ γίγνεσθαι τὸ πνεῦμα. VEΓΘM

### book 441b

τὸ πνεῦμ’ ἔλαττον γίγνεται] ἤγουν ἐπιεικέστερός ἐστι καὶ πρᾳότερος· ἐπέμεινε δὲ τῇ τροπῇ. Lh

### book 441c

(ad vv. 441—60) τὸ πνεῦμ’ ἔλαττον: ἔκθεσις τῆς διπλῆς ἐκ κώλων ἰαμβικῶν ιϛʹ. ὧν τὸ πρῶτον δίμετρον ἀκατάληκτον, ὁ δεύτερος τρίμετρος στίχος ἀκατάληκτος, τὰ ἑξῆς ιβʹ δίμετρα ἀκατάληκτα Ἀνακρεόντεια, τὸ πεντεκαιδέκατον μονόμετρον ἀκατάληκτον, ὃ καὶ παρατέλευτον ὀνομάζεται, τὸ δὲ ἑξκαιδέκατον τὸ “χὤπως κολᾷ τὸν ἄνδρα”, δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται Ἀνακρεόντειον, ὡς εἴρηται. ἑξῆς δὲ τούτων στίχοι ἰαμβικοὶ τετράμετροι καταληκτικοὶ δʹ, ἐν ἐπῳδοῦ τάξει κείμενοι. ἐπὶ τῷ τέλει τῆς μὲν ἐκθέσεως δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ, ἡ δὲ κατὰ τὸ τέλος, τοῦ δὲ συστήματος κορωνίς. Lh

### book 442a

φεύξει γραφὰς: διώκειν καὶ φεύγειν ἔλεγον ἐπὶ τῶν κατηγόρων καὶ τῶν ἀπολογουμένων. ἐδίωκον μὲν γὰρ οἱ κατήγοροι, ἔφευγον δὲ οἱ κατηγο‐ ρούμενοι. φησὶν οὖν ὅτι κατηγορηθήσῃ δίκας τέτταρας ἑκατονταλάντους. VEΓΘM

### book 442b

διώκων ἐστὶν ὁ κατηγορῶν, φεύγων δὲ ὁ κατηγορούμενος, ἐκ μεταφο‐ ρᾶς τοῦ διώκοντος καὶ φεύγοντος ἐπὶ κλοπῇ ἤ τινι τοιούτῳ. Lh

### book 442c

φεύξει γραφὰς] κατηγορηθήσῃ κατηγορίας. Lh

### book 443

ἀστρατείας] ὡς δειλός. EΓ3Lh

### book 445a

(I) ἐκ τῶν ἀλιτηρίων: τῶν μετεχόντων τοῦ Κυλωνείου ἄγους, ὅπερ εἰς τὴν Ἀθηνᾶν δοκεῖ γενέσθαι ἀσέβημα, ἐπειδήπερ οἱ συγκατακλεισ‐ θέντες τῷ Κύλωνι ἐν τῇ ἀκροπόλει εἰς τὴν κρίσιν κατέβησαν ἐν Ἀρείῳ πάγῳ, ἐκ τοῦ ἕδους τῆς θεοῦ ἐξάψαντες τὴν ἱκετηρίαν. ἧς διαρρυείσης λίθοις αὐτοὺς ἔβαλλον οἱ Ἀθηναῖοι. ἀλιτηρίων δὲ ἀντὶ τοῦ ἐναγῶν. VEΓ3Θ (II) ἄλλως: ἐκ τῶν ἀλιτηρίων: τῶν ἁμαρτόντων εἰς τὴν Ἀθηνᾶν. Κύλων γὰρ Ἀθηναῖος ἀνήρ, Μεγαρίδα γυναῖκα γήμας, Θεαγένους θυγατέρα, θέλων τυραννεῖν ἔλαβε χρησμὸν τῇ μεγάλῃ ἑορτῇ τοῦ Διὸς ἐπιθέσθαι τῇ πόλει. ἐν Ὀλυμπίοις δὲ ἐπιθέμενος, νομίζων ταύτην εἶναι 〈τὴν〉 μεγάλην ἑορτήν,

### book 445a

δύναμιν προσλαβὼν παρὰ Θεαγένους, μὴ γνοὺς ὅτι τὰ Διάσια ἦν ἡ μεγάλη ἑορτή, ἐπελθὼν τῇ ἀκροπόλει ἐλῄστευε καὶ ἁλίσκεται. ἐλήφθη δὲ καὶ συλῶν τὸ ἱερὸν τῆς Ἀθηνᾶς. καὶ αὐτὸς μὲν ὁ Κύλων φεύγει, τοὺς δὲ ἄλλους φονεύουσι, τινὰς δὲ καὶ ἱκέτας ἐκ τῶν βωμῶν ἀποσπάσαντες ἀπέκτειναν. τοὺς δὲ ἁμαρτόντας εἰς τοὺς ἱκέτας ἀλιτηρίους ἔφασκον· οὓς καὶ ἐξέβαλον τῆς πόλεως, ὅτι ἐκ τῶν ἀρχαίων νόμων παρέβησαν τοὺς ἱκέτας φονεύσαντες. VEΓ3ΘMLh (III) ἄλλως: Κύλων τὴν ἀκρόπολιν κατέλαβεν ἐπὶ τυραννίδι, καὶ ἐλήφθη ποτὲ συλῶν τὸ ἱερὸν τῆς Ἀθηνᾶς, καὶ ὑπὸ Ἀθηναίων ἐκλείσθη. καὶ οὕτως ἐκεῖνος εὑρὼν καιρὸν φυγῇ ἐχρήσατο, καὶ οἱ φίλοι ἔφυγον εἰς τοὺς βωμοὺς τῶν θεῶν. οὓς οὗτοι ἀποσπάσαντες ἀπέκτειναν, ὅθεν ἀλιτήριοι ἐκλήθησαν.

### book 445a

VEΓ3

### book 445b

ἀλιτηρίων: ἀντὶ τοῦ ἐναγῶν. M

### book 445c

ἀλιτηρίων τῶν ἐναγῶν, τῶν ἀσεβησάντων εἰς τὴν Ἀθηνᾶν. Lh

### book 448

τῶν δορυφόρων: οἱ περιέποντες καὶ φρουροῦντες τοὺς τυράννους· θέλων γὰρ τυραννεῖν δορυφόρους εἶχεν αὐτούς. VEM

### book 449a

(I) τῶν Βυρσίνης τῆς Ἱππίου: ἔπαιξε καὶ παρὰ τὸ βυρσοδέψην εἶναι τὸν Κλέωνα, καὶ παρὰ τὸ τοῦ τυράννου ὄνομα τοῦ Ἱππίου, ᾧπερ ⟦τῷ ὀνόματι τοῦ Ἱππίου⟧ περιεργότερον ἐχρήσατο. δῆλον μὲν γὰρ καὶ ἐκ τῶν προειρημένων, οὐχ ἥκιστα δὲ καὶ ἀπὸ τούτων, ὅτι μὴ αὐτὸς ὁ Ἱππίας κατέστησε τὴν τυραννίδα, ἀλλὰ παρὰ τοῦ πατρὸς ἅμα τοῖς ἀδελφοῖς παρέλαβε ⟦τοῦ Πεισι‐ στράτου⟧. οὗ οὐ πάντως ἂν ἐμνημόνευσεν, εἰ μὴ χρησιμώτερον τὸ ὄνομα τοῦ Ἱππίου πρὸς τὸ συνάψαι τῇ Βυρσίνῃ κατεφαίνετο. οὐκ ἄδηλόν ἐστι τοῦ Κλέωνος διαβάλλοντος αὐτὸν ὡς τῶν ἀλιτηρίων γεγονέναι, 〈τὸν ἀλλαντοπώλην ἀντι‐ διαβάλλειν τὸν Κλέωνα, ὡσ〉 τῶν ἐπιβουλευσάντων τῇ πόλει καὶ τοῖς τυράννοις συναραμένων. VEΓΘM (II) ἄλλως: Πεισιστράτου γυνὴ γέγονεν ἡ Μυρρίνη, Ἱππίου καὶ Ἱππάρχου μήτηρ. Βυρσίνην οὖν εἶπεν ἀντὶ τοῦ Μυρρίνην, ὡς βυρσοπώλην πάλιν κωμῳδῶν τὸν Κλέωνα. ταύτην ὁ Πεισίστρατος, ὁπότε κατήγαγεν εἰς Ἀθήνας ἐφ’ ἅρματος, ἔφασκεν Ἀθηνᾶν εἶναι βουλόμενος τυραννεῖν. VEΓΘMLh

### book 449b

Βυρσίνης] Μυρσίνης ὤφειλεν εἰπεῖν. Lh

### book 449c

τῆς] μητρός. Lh

### book 450

κόβαλος εἶ: προειρήκαμεν ὅτι τοὺς μετὰ ξύλου λῃστὰς οὕτως ἐκάλουν οἱ παλαιοί. VEΓ3Lh

### book 451a

ἰοὺ ἰού: τοῦτο παρεπιγραφή· τυπτόμενον γὰρ ὑποκρίνεται. σχετλιασ‐ τικὸν δὲ τὸ ῥῆμα. VEΓ3M

### book 451b

ἰοὺ ἰού] τυπτόμενος βοᾷ. Lh

### book 452

οἱ ξυνωμόται: οἱ ἀντάρται, οἱ προδόται, οἱ τὰ αὐτὰ κατ’ ἐμοῦ συνθέμενοι φρονεῖν. VEΓ3Lh

### book 453a

παῖ’ αὐτόν: ἰστέον ὅτι ὁ χορὸς ταῦτα τῷ ἀλλαντοπώλῃ παρακε‐ λεύεται. ἀστείως δὲ διὰ τὴν ἐκείνου τέχνην εἴς τε τὰ ἔντερα καὶ τὸν κόλον αὐτὸν τύπτειν κελεύει. μάλιστα γὰρ ἡ τῶν ἀλλαντοπωλῶν ἐκ τούτων συνέστηκε τέχνη. VEΓΘM

### book 453b

ἀνδρικώτατα] ἰσχυρότατα. VEΓ3

### book 454

γάστριζε] εἰς τὴν γαστέρα τύπτε· διὰ τούτων τὴν τέχνην αὐτοῦ δείκνυσι. Lh

### book 455

καὶ τοῖς κόλοις] παρατέλευτον καὶ τοῦτο. Lh

### book 456a

κολᾷ τὸν ἄνδρα: κολούσεις καὶ παύσεις καὶ ταπεινώσεις· ἀπὸ δὲ τοῦ κόλου καὶ τῶν ἐντέρων τὴν λέξιν ἐποίησεν. ἴσως δὲ καὶ αὐτὸν τύπτουσιν. VEΓΘM

### book 456b

κολᾷ] κολάσεις. EΓ3

### book 456c

ὅπως] σκόπει. Lh

### book 456d

κολᾷ] κολάσεις· ἀπὸ δὲ τῶν κόλων τὴν λέξιν ἐποίησεν. Lh

### book 456e

〈 〉. Lh

### book 457

γεννικώτατον κρέας] ἰσχυρότατον· παίζων κρέας αὐτὸν λέγει ἐκ μεταφορᾶς τῶν ἰσχυρῶν κρεῶν ἃ οὐ κατεργάζεται τῷ πυρί. Lh

### book 459

totus versus] ἐπιτηδείως αὐτὸν καὶ ὑπούλως διὰ τῶν λόγων ἐνίκησας τῶν σῶν. Lh

### book 460

. Lh

### book 462a

ἀλλ’ ἠπιστάμην: ὑψηλὸς ὢν καὶ μεγαλόφωνος ὁ Κλέων πολυτρόποις λόγοις κέχρηται. VEΓΘMLh

### book 462b

τεκταινόμενα] σκευαζόμενα καὶ ἐπ’ ἐμοὶ μηχανώμενα. EΓ3Lh

### book 463a

γομφούμενα: σφηνούμενα. γόμφοι γὰρ οἱ σφῆνες οἱ συνείροντες τὰς σάνιδας καὶ συναρμονιῶντες καὶ συνέχοντες. VEΓΘMLh

### book 463b

γομφούμενα] ἁρμοζόμενα. EΓΓ3Θ

### book 464a

(I) ἐξ ἁμαξουργοῦ λέγεις: τοῦ Κλέωνος τεκτονικῶς φθεγξα‐ μένου, παροξύνεται ὁ ἀλλαντοπώλης μιμήσασθαι αὐτόν. M (II) 〈ἄλλως〉: ἁμαξουργοὺς Ἀττικοὶ τοὺς ἀγριοπηγούς. εἶδος δὲ ἀγριο‐ πηγοὶ τεκτόνων, οἳ τὰς ἁμάξας τεκταίνουσι καὶ πάντων τῶν ἀγρίων ξύλων εἰσὶν ἐργάται. ἐπειδὴ δὲ ὁ Κλέων τεκτονικοῖς ὀνόμασι πᾶσιν ἐχρήσατο, “τεκταινόμενα” εἰπὼν καὶ “γομφούμενα”, ὁ δὲ ἀλλαντοπώλης οὐδὲν ἀπὸ τεκτονικῆς ἀπαντᾷ, ὁ χορὸς ὥσπερ δέδιε μὴ ἧττον ἀπενέγκηται τοῦ Κλέωνος καὶ ἀσχάλλει καὶ δυσφορεῖ, ὅτι οὐδὲν ἀντέθηκε τοιοῦτον ῥῆμα. VEΓ3M

### book 464b

ἐπεὶ ὁ Κλέων τεκτονικοῖς ὀνόμασιν ἐχρήσατο εἰπὼν “γομφούμενα” καὶ “κολλώμενα”, ὁ ἀλλαντοπώλης δὲ οὐδὲν ἀπὸ τεκτονικῆς εἶπεν, ὁ χορὸς ὥσπερ δέδιε μὴ ἧττον ἀπενέγκηται τοῦ Κλέωνος καὶ ἀσχάλλει καὶ δυσφορεῖ, ὅτι μηδὲν ἀντέθηκε τοιοῦτο ῥῆμα. Lh

### book 464c

ἁμαξουργοῦ] τέκτονος ἁμάξας ἐργαζομένου. Lh

### book 465

οὔκουν μ’ ἐν Ἄργει: παρὰ τὸν πόλεμον τὸν Πελοποννησιακὸν τοῦτο εἴρηκε. καίτοι πρότερον ἐχθροὶ ὄντες τοῖς Ἀργείοις οἱ Ἀθηναῖοι, διὰ τὴν πρὸς Λακεδαιμονίους ἀπέχθειαν ἔδοξαν αὐτοῖς γενέσθαι φίλοι. φησὶν οὖν ὅτι ὁ Κλέων ἐπὶ βλάβῃ τῆς πόλεως τὴν Ἀργείων φιλίαν προξενῶν οὐ λανθάνει με, σπείσασθαι πρὸς τοὺς Ἀργείους πείθων τὴν πόλιν, παρρησίαν εἰς τὸ συγγενέσθαι τοῖς Λακεδαιμονίοις ἑαυτῷ περιποιούμενος. VEΓΘMLh

### book 466

ποιεῖ] κοινή. Lh

### book 468a

καὶ ταῦτ’ ἐφ’ οἷσίν ἐστι συμφυσώμενα: ἐπὶ τίνι συμπνέουσι καὶ ὁμοφρονοῦσιν ὅ τε Κλέων καὶ οἱ Λακεδαιμόνιοι, φησὶν αὐτὸς οὐκ ἀγνοεῖν. ἐπεὶ δὲ ὁ Κλέων τεκτονικοῖς τισιν ὀνόμασιν ἐχρήσατο, πάλιν οὗτος χρῆται χαλκευτικοῖς. φυσώμενα δὲ εἶπε διὰ τὰς φύσας τὰς χαλκευτικάς. τὸ δὲ “χαλ‐ κεύεται” ὡς πρὸς τὰς φύσας ἐπήνεγκεν. ἔστι δὲ ὅμοιον τῷ τεκταίνεται. πάντα δέ, φησί, πράττεται τῷ Κλέωνι, ὅπως οἱ ἄνδρες τῶν δεσμῶν ἐκφύγοιεν. VEΓΘMLh

### book 468b

συμφυσώμενα] συμπνεόμενα, κατασκευαζόμενα. EΓΓ3ΘLh

### book 469a

τοῖς δεδεμένοις: τουτέστι τοῖς τριακοσίοις τῶν Λακεδαιμονίων, οὓς ἀπὸ Πύλου καὶ Σφακτηρίας ἤγαγεν, οὓς εἶπεν ἀποδεδόσθαι βούλεσθαι τὸν Κλέωνα. VEΓΘM

### book 469b

ἐγᾦδ’] ἐγὼ οἶδα. Lh

### book 469c

τοῖς δεδεμένοις] τοῖς τριακοσίοις Λακεδαιμονίοις οὓς ἐκ Πύλου ἤγαγεν. Lh

### book 469d

χαλκεύεται] κατασκευάζει, ἤγουν ἀποδόσθαι βούλεται αὐτούς. Lh

### book 470a

εὖ γ’ εὖ γε χάλκευε: ὑπερεπαινεῖ πάλιν ἐνταῦθα ὁ χορὸς τὸν ἀλλαντοπώλην, ὅτι ἀντὶ τῶν τεκτονικῶν ῥημάτων αὐτὸς χαλκευτικὰ φθέγ‐ γεται. VEΓΘM

### book 470b

ὁ χορὸς ἐπαινεῖ τὸν ἀλλαντοπώλην, ὅτι ὥσπερ ἐκεῖνος τεκτονικά, οὕτω καὶ αὐτὸς χαλκευτικὰ ἐφθέγξατο. Lh

### book 471a

(I) καὶ ξυγκροτοῦσι: συνέχουσι καὶ συμπράττουσι καὶ οὐδένα καιρὸν παραλείπουσι τοῦ πείθειν τὸν Κλέωνα τοῖς δεδεμένοις δοῦναι σωτη‐ ρίας ἀφορμήν. VEΓΘM (II) ἄλλως: ἐπέμεινε τῇ μεταφορᾷ τῇ ἀπὸ τῶν χαλκέων· ἀντὶ τοῦ συμπράτ‐ τουσιν. VEΓΘM

### book 471b

ξυγκροτοῦσιν] συνέχουσι καὶ συμπράττουσι. καὶ τοῦτο δὲ χαλκευ‐ τικόν. Lh

### book 471c

αὔτ’] αὐτά. Lh

### book 471d

ἐκεῖθεν] ἐκ τῆς τῶν Λακεδαιμονίων χώρας. Lh

### book 474

οὐκ Ἀθηναίοις φράσω: ἡ σύνταξις Ἀττική. λέγει δὲ ὅτι εὐθὺς καὶ παραχρῆμα. VEΓΘLh

### book 476

τὰς ξυνωμοσίας: τὰς ἐπὶ καθαιρέσει τοῦ δήμου ἐνόρκους συνό‐ δους. VEΓΘMLh

### book 477a

τὰς ξυνόδους τὰς νυκτερινάς: ὅτι νυκτὸς οὔσης κατὰ τῆς πόλεως ἐβουλεύεσθε. τὸ δὲ “ἐπὶ τῇ πόλει” ἀντὶ τοῦ κατὰ τῆς πόλεως. VEΓΘ

### book 477b

ἐπὶ τῇ πόλει] κατὰ τῆς πόλεως. EΓ3

### book 477c

ἐπὶ τῇ πόλει] τὰς ἐν τῇ πόλει γινομένας, ἤγουν τὰς κατὰ τῆς πόλεως. Lh

### book 478a

καὶ πάνθ’ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε: φθάσας ὁ ἀλλαντοπώλης διέβαλεν αὐτὸν ἐπὶ βλάβῃ τῆς πόλεως Ἀργείοις καὶ Λακεδαι‐ μονίοις ξυνιέναι. διὰ τοῦτο καὶ ὁ Κλέων ὡς τῷ τῶν Περσῶν βασιλεῖ προδι‐ δόντας αὐτοὺς τὰ τῆς πόλεως αἰτιᾶται πράγματα. VEΓΘMLh

### book 478b

ξυνόμνυτε: συμπράττετε καὶ κοινολογεῖσθε. καλῶς δὲ τῆς δια‐ βολῆς † οὐκ ἀπατᾶται † ⟦τῆς δι’ αὐτῶν⟧, ξυνωμότας αὐτοὺς τῷ Περσῶν βασιλεῖ γεγονέναι λέγων, ἵνα ὥσπερ ἔθος δείξῃ τοῦτο καὶ βεβαιώσῃ ὅτι καὶ μετὰ τούτου ξυνωμοσίαν πεποίηνται. VEΓΘ

### book 478c

ξυνόμνυτε] συμπράττετε καὶ κοινολογεῖσθε. Lh

### book 478d

ἵνα δείξῃ ἀληθὲς εἶναι τὸ ὅτι καὶ κατ’ αὐτοῦ ξυνωμοσίαν πεποίηνται, ξυνωμότας αὐτοὺς τῷ Περσῶν βασιλεῖ γεγονέναι λέγει. Lh

### book 479a

συντυρούμενα: συμπηγνύμενα, ⟦καὶ⟧ ὅτι παρὰ Βοιωτοῖς πολὺς τυρός. VEΓΘM

### book 479b

Βοιωτῶν] κοινή. Lh

### book 479c

συντυρούμενα] συμπηγνύμενα. Lh

### book 480a

πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος: ἔπαιξε πρὸς τὸ “συν‐ τυρούμενα”, πρὸς τὴν μεταφοράν. τὸ δὲ ὅλον πρὸς τοὺς ῥήτορας ὡς τὸ πλῆθος καταπλησσομένους ταῖς αὐτῶν ἀκυρολογίαις. VEΓΘM

### book 480b

totus versus] ἔπαιξε πρὸς τὸ “συντυρούμενα”. Lh

### book 480c

Βοιωτοῖς] κοινή. Lh

### book 481a

παραστορῶ: ἐκτενῶ. ἅμα δὲ καὶ ἀπὸ τῶν βυρσῶν. ἀκολούθως δὲ τοῦ Ἡρακλέους ἐμνήσθη, ἐπειδὴ Θηβαίων ἴδιος ὁ θεὸς οὗτος εἶναι λέγεται, τῆς δὲ Βοιωτίας αἱ Θῆβαι πόλις. VEΓΘM

### book 481b

παραστορῶ] ἐκτενῶ ὡς βύρσαν. Lh

### book 481c

ἀκολούθως τοῦ Ἡρακλέους ἐμνήσθη, ἐπειδὴ Θηβαίων ἴδιος ὁ θεὸς οὗτος εἶναι λέγεται, τῆς δὲ Βοιωτίας αἱ Θῆβαι πόλις. Lh

### book 482

ἄγε δὴ σὺ: τὸ μὲν Κλέωνος τῆς θυμέλης ὑπεξῆλθε πρόσωπον, τὴν βουλὴν δῆθεν κινῆσαι κατ’ αὐτῶν. οἱ δὲ περὶ τὸν Νικίαν τῷ ἀλλαντοπώλῃ παρακελεύονται γενναίως ἀντιστῆναι πρὸς αὐτόν. νῦν γάρ, φησίν, ἀντιστὰς πρὸς τὸν Κλέωνα, ἔργῳ δείξεις ἐάν σοι γενναῖον ἢ πανοῦργον ἐν τῷ πρώτῳ πέπρακται βίῳ. VEΓΘMLh

### book 484a

εἰς τὰς κοχώνας: εἰς τοὺς γλουτούς. VEΓΓ3Θ

### book 484b

εἰς τὰς κοχώνας] ὑπὸ τὸν πρωκτόν. Lh

### book 484c

ὡς αὐτὸς λέγεις] πρὸς τὰ παρ’ αὐτοῦ εἰρημένα. VEΓ3

### book 485a

θεύσει γὰρ ᾄξας: δραμῇ ὁρμήσας, ἐπεισελθών. καὶ Ὅμηρος “ἔμελλον θεύσεσθαι”. VEΓΘM

### book 485b

ᾄξας] παρελθὼν εἰς τὸ βουλευτήριον. VEΓ3

### book 485c

θεύσει] ὁρμήσει. Lh

### book 485d

ᾄξας] ἀΐξας, εἰσελθών. Lh

### book 487a

κραγὸν: Ἀρίσταρχος ὀξυτόνως, ἀντὶ τοῦ κραυγαστικῶς. καὶ Ἡρωδιανὸς ἐν Ἀττικῇ προσῳδίᾳ. VEΓΘLh

### book 487b

κραγὸν] κραυγαστικῶς. Lh

### book 490a

ἔχε νῦν ἄλειψον: στέαρ διδοῦσιν αὐτῷ ἀλείφεσθαι, ἵνα εὐχερῶς ὀλισθαίνειν δύνηται καὶ δύσληπτος ᾖ τῷ ἀνταγωνιστῇ. οὐκ ἀργῶς δὲ τὸ λίπος προσλαμβάνουσι, διὰ τὸ ἀλλαντοποιὸν αὐτὸν εἶναι. εἰώθασι γὰρ αὐτοὶ τὰ λίπη κατατέμνοντες βάλλειν εἰς τὸ φύραμα καὶ οὕτω πληροῦν τοὺς βοτούλους. VEΓΘM

### book 490b

τουτῳΐ] τῷ λίπει. VEΓ3

### book 490c

ὁ χορὸς στέαρ δίδωσιν αὐτῷ ἀλείψασθαι, ἵνα εὐχερῶς ὀλισθαίνῃ καὶ δύσληπτος ᾖ τῷ ἀνταγωνιστῇ. οὐκ ἀργῶς δὲ παρείληπται τὸ λίπος· εἰώθασι γὰρ οἱ μάγειροι τὰς κεφαλὰς ἑαυτῶν ἀλείφειν τῷ λίπει. Lh

### book 490d

νυν] δή· κοινή. Lh

### book 490e

τουτῳΐ] στέαρ διδόασιν αὐτῷ ἀλείψασθαι. Lh

### book 491a

τὰς διαβολάς: δέον εἰπεῖν τὰς λαβὰς ὡς ἐπὶ πάλης, “τὰς δια‐ βολάς” εἶπεν, ἃς ἔμελλε διαβάλλειν ὁ Κλέων. VEΓΘM

### book 491b

τὰς διαβολάς] τὰς λαβὰς ὤφειλεν εἰπεῖν. Lh

### book 492

(I) παιδοτριβικῶς: ἐπειδὴ ἀνέτριψεν αὐτὸν τῷ λίπει, παιδοτρί‐ βην καλεῖ. VEΓΘMLh (II) ἄλλως: ἀντὶ τοῦ ἀλειπτικῶς· παιδοτρῖβαι γὰρ καλοῦνται οἱ ἀλεῖπται καὶ κηρωματισταί. VEΓΘM

### book 493a

ἐπέγκαψον ταδί: ἐπίφαγε ταδί. καὶ τοῦτο παρεπιγραφή· σκόροδον γὰρ αὐτῷ προσφέρει, ὅ φησι δεῖν αὐτὸν ἐπιφαγεῖν. VEΓΘM

### book 493b

νυν] δή. Lh

### book 493c

ἐπέγκαψον] ἐπίφαγε. Lh

### book 493d

ταδί] τὰ σκόροδα. Lh

### book 494a

[ ].οτεβ.υλοντα̣ [ [ ] εκτρυονασπ [ [ ] σθαι σκοροδατ [ [ ] υκτηρσιν [ [ ].εισπ̣ιν̣ [ [ ] υν̣κεα̣ [ [ ] παρ̣ω [

### book 494b

(I) ἐσκοροδισμένος μάχῃ: μετήνεγκεν ἀπὸ τῶν ἀλεκτρυόνων. ὅταν γὰρ εἰς μάχην συμβάλλωσιν αὐτούς, σκόροδα διδόασιν αὐτοῖς, ἵνα δριμύ‐ τεροι ὦσιν ἐν τῇ μάχῃ. VEΓΘM (II) ἄλλως: κατάφαγε σκόροδα, ἵνα ὀξύτερος γενόμενος ⟦καὶ σκορόδοις τραφεὶσ⟧ γένῃ ὡς οἱ ἀλεκτρύονες. VEΓΘ

### book 494c

ἄμεινον] κάλλιον. Lh

### book 494d

ἐσκοροδισμένος] σκόροδα φαγὼν διὰ τὴν δριμύτητα. Lh

### book 495

νυν] δή. Lh

### book 496a

τοὺς λόφους κατεσθίειν: τοῦτο καὶ τὸ ἑξῆς μετήνεγκεν ἀπὸ τῶν ἀλεκτρυόνων. VEΓΘM

### book 496b

τοὺς λόφους κατεσθίειν] καὶ τοῦτο ὡς ἐπὶ ἀλεκτρυόνων. Lh

### book 497a

ἥξεις πάλιν: λεληθότως σκώπτει τὸν Κλέωνα δι’ ὧν ἐκείνῳ παρακελεύεσθαι δοκεῖ. μάλιστα γὰρ παρὰ τοῖς Ἀθηναίοις εὐδοκίμησεν ἐκεῖνος τοὺς ἄλλους διαβάλλων τῶν δημαγωγῶν, ὡς καὶ ἐν ἀρχῇ τοῦ ποιήματος λέγων περὶ αὐτοῦ ἔφησε “κάκιστα δῆθ’ οὗτός γε πρῶτος Παφλαγόνων αὐταῖσι διαβολαῖς”. VEΓΘ

### book 497b

λεληθότως διαβάλλει τὸν Κλέωνα· μάλιστα γὰρ παρὰ τοῖς Ἀθηναίοις εὐδοκίμησεν ἐκεῖνος, τοὺς ἄλλους διαβάλλων δημαγωγούς. Lh

### book 497c

κάλλαια] τοὺς πώγωνας τῶν ἀλεκτρυόνων. VEΓ3Lh

### book 497d

χὤπως] σκόπει. Lh

### book 498a

(ad vv. 498—506) ἀλλ’ ἴθι χαίρων: κορωνίς. ἐξελθόντων γὰρ τῶν ὑποκριτῶν, εἶτα καταλειφθεὶς ὁ χορὸς λέγει περιόδους ἀναπαιστικὰς βʹ, τὴν μὲν προπεμπτικὴν τοῦ ἑτέρου τῶν ὑποκριτῶν, οὖσαν δεκάμετρον πεντά‐ κωλον. ὑφ’ ὃ διπλῆ ⟦κατὰ τὴν δευτερεύουσαν⟧ ⟦κομμάτιον. ἄρχεται γὰρ τῆς καλουμένης τελείας παραβάσεωσ⟧ .... ἑπτάμετρον δέ ἐστι τὸ κομμάτιον τετράκωλον. VEΓΘ

### book 498b

(ad vv. 498—506) ἀλλ’ ἴθι χαίρων: τοῦτο διὰ τὸ μετὰ τὴν διπλῆν τίθεσθαι ἔοικεν εἶναι ἔκθεσις διπλῆς. διὸ καὶ τὸ παρατέλευτον ἔχει κῶλον, ὅπερ ἔθος ἐν τῇ ἐκθέσει τίθεσθαι. διὰ δὲ τὸ προτίθεσθαι τῆς παρα‐ βάσεως κομμάτιον χοροῦ ὀνομάζεται, ὡς εἴρηται. ἔθος γάρ ἐστι προτίθεσθαι τῆς παραβάσεως κομμάτιον. ἔστι γοῦν ἐκ κώλων ἀναπαιστικῶν θʹ, ὧν τὰ μὲν ζʹ δίμετρα ἀκατάληκτα, τὸ ὄγδοον μονόμετρον ἤτοι ἀναπαιστικὴ βάσις, ὃ καὶ παρατέλευτον ὀνομάζεται· τὸ δὲ ἔνατον, τὸ “πειραθέντων καθ’ ἑαυτούς”, δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται παροιμιακόν. ἐπὶ τῷ τέλει παράγραφος. Lh

### book 498c

ἀλλ’ ἴθι χαίρων] κομμάτιον χοροῦ. Γ3

### book 498d

ἀλλ’ ἴθι χαίρων] χορός· κομμάτιον κώλων θʹ. Lh

### book 498e

ἀλλ’ ἴθι χαίρων] παρὰ τὰ Σοφοκλέους ἐξ Οἰκλέους. VEΓ3Lh

### book 500a

ἀγοραῖος: ὡς Ζεὺς ξένιος ἢ μειλίχιος ἢ φίλιος, οὕτω καὶ ἀγο‐ ραῖος· οἰκείως δὲ νῦν διὰ τὸν ἀλλαντοπώλην ἀγοραῖον εἶπεν. VEΓΘMLh

### book 500b

ἀγοραῖος] ὁ ἐν ἀγορᾷ ἱστάμενος. Lh

### book 502a

κατάπαστος] κατάμεστος, πλήρης, πεποικιλμένος. VEΓ3

### book 502b

κατάπαστος] περιεστεμμένος. Lh

### book 503

ὑμεῖς δ’ ἡμῖν: ἐντεῦθεν παράβασις γίνεται, καὶ ἔστι τοῦτο τὸ καλούμενον κομμάτιον. μεθ’ ὃ οἱ ἀνάπαιστοι, ἔπειτα τὸ μακρόν, μετὰ ταῦτα δὲ ἡ στροφή, ἔπειτα τὸ ἐπίρρημα, ἑξῆς δὲ ἡ ἀντίστροφος, καὶ ἐπὶ πᾶσι τὸ ἀντεπίρρημα. VEΓΘM

### book 505a

ὦ παντοίας ἤδη μούσης: μεμουσωμένοι ἀκροαταὶ καὶ διὰ πάσης παιδεύσεως καὶ μέτρου ἀκροασάμενοι. ὁ μέντοι ποιητὴς τοῦτο πρῶτον τὸ δρᾶμα δι’ αὑτοῦ καθῆκε, τὰ δ’ ἄλλα δι’ ἑτέρων προσώπων. VEΓΘM

### book 505b

παντοίας] ποικίλης καὶ παντοδαπῆς. VEΓ3Lh

### book 505c

ὦ παντοίας ἤδη μούσης] παρατέλευτον τοῦτο. Lh

### book 505d

μούσης] παιδεύσεως. Lh

### book 507a

(ad vv. 507—46) εἰ μέν τις ἀνήρ: ⟦ἀναπαιστικὴ⟧ διπλῆ καὶ ἔκθεσις εἰς αὐτὴν τὴν παράβασιν. στίχοι ἀναπαιστικοὶ καταληκτικοὶ τετρά‐ μετροι μαʹ. VEΓ3M

### book 507b

(ad vv. 507—50) εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων: ἡ παροῦσα παράβασις, ἣ καὶ μακρὸν καὶ πνῖγος 〈καὶ〉 ἀνάπαιστος ὡς εἴρηται λέγεται, ἐκ στίχων ἐστὶν ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν μʹ, ὧν τελευταῖος “αἴρεσθ’ αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατ’ ἐφ’ ἕνδεκα κώπαις”. καλεῖται δὲ τοῦτο τὸ μέτρον ἐξόχως Ἀριστοφάνειον, ὡς εἴρηται ἐν τῷ Πλούτῳ δράματι. ἐν ἐκθέσει δὲ κῶλα ἀναπαιστικὰ δʹ, ὧν τὰ μὲν δύο δίμετρα ἀκατάληκτα, τὸ τρίτον μονόμετρον, ὃ καὶ παρατέλευτον ὀνομάζεται, ὃ σύνηθες τίθεσθαι ἐν ταῖς ἐκθέσεσι, τὸ δὲ τέταρτον τὸ “φαιδρὸς λάμποντι μετώπῳ” δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται παροιμιακόν. ἐπὶ τῷ τέλει παρά‐ γραφος. Lh

### book 507c

εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων: εἰ μέν τις ἀνὴρ τῶν πρεσβυτέρων. M

### book 507d

παράβασις. ὁ λόγος ἐκ τοῦ χοροῦ παρὰ τοῦ ποιητοῦ Ἀριστοφάνους τὸν λόγον ποιουμένου. VEΓΘM

### book 507e

ἀρχαίων] πρεσβυτέρων. Γ3

### book 507f

ὅτι ὁ ποιητὴς τοῦτο πρῶτον τὸ δρᾶμα δι’ ἑαυτοῦ καθῆκε, τὰ δ’ ἄλλα δι’ ἑτέρων προσώπων. ὑποκριταὶ γὰρ αὐτοῦ Καλλίστρατος καὶ Φιλωνίδης ἦν, δι’ ὧν ἐδίδασκε τὰ δράματα αὐτοῦ, διὰ μὲν Φιλωνίδου τὰ δημοτικά, διὰ δὲ Καλλιστράτου τὰ ἰδιωτικά. Lh

### book 507g

ἡμᾶς] ἤγουν ὁ κωμικὸς ποιητής. Lh

### book 508a

ἔπη λέξοντας: ὅτι καὶ τὰ ἄλλα μέτρα ἔπη ἔλεγον. VEΓ3MLh

### book 508b

παραβῆναι: τῇ παραβάσει χρήσασθαι. λέγεται δὲ παράβασις ἤτοι ἐπειδὴ ἀπήρτηται τῆς ἄλλης ὑποθέσεως, ἢ ἐπειδὴ παραβαίνει ὁ χορὸς τὸν τόπον. ἑστᾶσι μὲν γὰρ κατὰ στοῖχον οἱ χορευταὶ πρὸς τὴν ὀρχήστραν ἀποβλέποντες. ὅταν δὲ παραβῶσιν, ἐφεξῆς ἑστῶτες καὶ πρὸς τοὺς θεατὰς βλέποντες τὸν λόγον ποιοῦνται. VEΓΘM

### book 508c

παραβῆναι] παραβάσει χρήσασθαι. Lh

### book 509a

οὐκ ἂν φαύλως: οὐκ ἂν εὐχερῶς, οὐδὲ ἄνευ καμάτου καὶ πόνου. VEΓ3M

### book 509b

ἄξιός ἐσθ’ ὁ ποιητής: λέγει ὅτι σπουδῆς ἄξιός ἐστιν ὁ ποιητὴς καὶ τῆς παρὰ τῶν θεωμένων εὐνοίας, ὅτι τὴν πρὸς Κλέωνα ἔχθραν ἐπανείλετο. VEΓ3M

### book 509c

οὐκ ἂν φαύλως ἔτυχε τούτου: ὡς ἔτυχεν. M

### book 509d

φαύλως] εὐχερῶς καὶ ἄνευ πόνου. Lh

### book 509e

ἄξιός] σπουδῆς ἐστιν ἄξιος ὁ ποιητὴς παρὰ τῶν θεωμένων. Lh

### book 510

τοὺς αὐτοὺς ἡμῖν μισεῖ] τοὺς αὐτοὺς ἐχθροὺς ἡγεῖται οὓς ἡμεῖς οἱ Ἀθηναῖοι. VEΓ3MLh

### book 511a

καὶ γενναίως πρὸς τὸν Τυφῶ χωρεῖ: ὁ Τυφὼς Γῆς μέν ἐστιν υἱός, ἴσχυσε δὲ τοσοῦτον, ὡς μὴ ἀνθρώποις μόνον δοκεῖν φοβερὸς εἶναι, ἀλλὰ καὶ τοῖς θεοῖς. καὶ εἰς ἀλόγων ζῴων ἰδέας μετέβαλλον τὰς μορφὰς διὰ τὸν ἐκείνου φόβον. VEΓΘMLh

### book 511b

τὴν ἐριώλην: τυφὼς ἀνέμου συστροφὴ ἢ πυρός· τὸν Κλέωνα δὲ λέγει. ἐριώλη δὲ ἀναθυμιάσεως συστροφή, πρὶν ἐμπυρωθῆναι τὸν ἀέρα. καὶ ἡ μεγάλη δὲ πνοὴ οὕτως. ἔμπαλιν δὲ εἰπὼν ηὔξησεν 〈ἂν〉 μᾶλλον καὶ δεξιώτερον εἶπεν. ἡ γὰρ ἐριώλη πνοὴ σφοδρά, ἀλλ’ ὅ γε τυφὼς μεῖζόν τι πνεῦμα καὶ κακοποιόν. ἔδει οὖν πρῶτον εἰπεῖν ἐριώλην, εἶτα τυφώ, καὶ εἶχεν ἂν μείζω τὴν ἔμφασιν. VEΓΘMLh

### book 511c

Τυφὼ] ἤγουν τὸν Κλέωνα, διὰ τὸ φοβερὸν αὐτοῦ. Lh

### book 511d

ἐριώλην] τὴν τῆς ἀναθυμιάσεως συστροφήν. Lh

### book 515

διατρίβειν] τὸ ὑπερτίθεσθαι καὶ μέλλειν †αὐτούς†. VEΓ3MLh

### book 517a

πολλῶν γὰρ δὴ πειρασάντων: ἀπὸ τοῦ πειρᾶν ἐσχημάτισε· πειρᾶν δὲ τὸ προσβαλεῖν γυναικὶ περὶ ἀφροδίτης. τροπῇ οὖν κέχρηται ὡς ἐπὶ γυναικός. σημαίνει οὖν σπανίως ἐπιτυχεῖν τινας καὶ ὀλίγους κατορθῶσαι παντάπασιν. VEΓΘMLh

### book 517b

πειρασάντων] μετελθόντων, ἐπιτηδευσάντων. VEΓ3

### book 517c

ὀλίγοις χαρίσασθαι] ὀλίγους κατορθῶσαι. EΓ3

### book 517d

πειρασάντων] μετελθόντων· ἐσχημάτισε δὲ τοῦτο ἀπὸ τοῦ πειρᾶν ὥσπερ γυναῖκά τινα. Lh

### book 517e

χαρίσασθαι] ἤγουν κατορθῶσαι αὐτούς. Lh

### book 518a

ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας: ἀντὶ τοῦ ἐκ πολλοῦ καταγιγνώσκων τὸν ὑμέτερον τρόπον. ἀπὸ τῶν οἰωνῶν δὲ μετήνεγκε τῶν μὴ μονίμων ὄντων, ἀλλὰ φερομένων τῇ πτήσει· τουτέστιν εὐμεταβλήτους, ὀλιγώρους, μὴ διαμένοντας ἐν τοῖς αὐτοῖς ἀεί, ἁψικόρους. VEΓΘM

### book 518b

totus versus] ἀντὶ τοῦ ἐκ πολλῶν ἐτῶν καταγιγνώσκων τὸν ὑμέτερον τρόπον εὐμετάβλητον ὄντα. Lh

### book 519a

καὶ τοὺς προτέρους τῶν ποιητῶν: οἷον τοῖς νέοις χαίροντας ἀεὶ τῶν ποιητῶν ⟦τουτέστι τοῖς ἀρχαίοισ⟧ καὶ εἰς τὴν θυμέλην παριοῦσι πρῶτον. VEΓ3

### book 519b

οἷον τοῖς νέοις χαίροντας ἀεὶ τῶν ποιητῶν, τοὺς προτέρους δὲ ἐῶντας, τουτέστι τοὺς ἀρχαίους καὶ τοὺς πρώτους. M

### book 519c

ἅμα τῷ γήρᾳ προδιδόντας] ἐπὶ γήραος οὐδῷ καταλείποντας. EΓ3

### book 519d

προδιδόντας] τοὺς ἀρχαίους καὶ εἰς τὴν θυμέλην πρῶτον παριόντας καταλείποντας, τοῖς δὲ νέοις χαίροντας. Lh

### book 520

Μάγνης] οὗτος ἀρχαίας κωμῳδίας ποιητής. VEΓ3Lh

### book 521a

τῶν ἀντιπάλων: κατὰ τῶν ἀνταγωνιστῶν. φησὶ δὲ ὅτι εὐδοκιμῶν ὁ Μάγνης πολλὰς νίκας ἀπηνέγκατο κατὰ τῶν δι’ ἐναντίας. VEΓ3MLh

### book 521b

ἀντιπάλων] ἀντιτέχνων. EΓ3

### book 522a

ψάλλων: ⟦τοὺς Βαρβιτίδας τάσσουσιν οἱ λόγοι·⟧ 〈τοὺς Βαρβιτιστὰς ἂν λέγοι·〉 δρᾶμα δέ ἐστι τοῦ Μάγνητος. ἡ δὲ βάρβιτος εἶδος ὀργάνου μουσικοῦ. “πτερυγίζων” δὲ ὅτι καὶ Ὄρνιθας ἐποίησε δρᾶμα· ἔγραψε δὲ καὶ Λύδους καὶ Ψῆνας καὶ Βατράχους. ἔστι δὲ χρώματος εἶδος τὸ βατράχειον· ἀπὸ τούτου καὶ βατραχὶς ἱμάτιον. ἐχρίοντο δὲ τῷ βατραχείῳ τὰ πρόσωπα, πρὶν ἐπινοη‐ θῆναι τὰ προσωπεῖα. τὸ “ψηνίζων” δὲ εἶπεν ὡς πρὸς τοὺς Ψῆνας ἀναφέρων. VEΓΘMLh

### book 522b

πάσας δ’ ὑμῖν φωνὰς ἱείς: ἀντὶ τοῦ ἀφιείς, παρεχόμενος. EΓ3MLh

### book 523

totus versus] καὶ Λυδοὺς δρᾶμα καὶ Ψῆνας καὶ Βατράχους. Lh

### book 524a

οὐκ ἐξήρκεσεν] ἀντὶ τοῦ οὐδὲν ὠφέλησεν. VEΓ3Lh

### book 524b

ἐπὶ γήρως] ἡνίκα ἐγήρασεν. EΓ3

### book 524c

οὐ γὰρ ἐφ’ ἥβης] οὐ νεάζων οὐδὲ ἀκμάζων. EΓ3Lh

### book 526a

(I) ὃς πολλῷ ῥεύσας τότ’ ἐπαίνῳ: οἱ γὰρ λάβρως ῥέοντες ποταμοὶ καὶ αὐτῆς τῆς γῆς παρασύρουσι μέρος, δι’ ἧς ἂν ῥέωσιν. VEΓΘLh (II) ἄλλως: τουτέστιν εὐδοκιμήσας πολλάκις. καὶ Δημοσθένης ἐν Φιλιπ‐ πικοῖς “τότε τοίνυν Πυθῶνος πολλοῦ ῥέοντος καθ’ ὑμῶν”. δοκεῖ δέ μοι Ἀριστοφάνης ἀφ’ ὧν εἶπε Κρατῖνος περὶ αὑτοῦ μεγαληγορῶν, ἀπὸ τούτων καὶ αὐτὸς τὴν τροπὴν εἰληφέναι· ὁ γὰρ Κρατῖνος οὕτω πως ἑαυτὸν ἐπῄνεσεν ἐν τῇ Πυτίνῃ· “ἄναξ Ἄπολλον, τῶν ἐπῶν τῶν ῥευμάτων· καναχοῦσι πηγαί· δωδεκάκρουνον στόμα·

### book 526a

Ἰλισσὸς ἐν τῇ φάρυγγι. τί ἂν εἴποιμι; εἰ μὴ γὰρ ἐπιβύσει τις αὐτοῦ τὸ στόμα, ἅπαντα ταῦτα κατακλύσει ποιήμασιν”. ἤτοι οὖν τούτων χάριν καὶ Ἀριστοφάνης περὶ τοῦ Κρατίνου ταῦτα λέγει, ἢ τὸ “ῥεύσας” εἶπε σκώπτων πρὸς τὸ ἐνουρεῖν τὸν Κρατῖνον. VEΓ3ΘLh

### book 526b

ὃς πολλῷ ῥεύσας: οἱ γὰρ ποταμοὶ οἱ λάβρως ῥέοντες καὶ αὐτῆς τῆς γῆς παρασύρουσι μέρος, δι’ ἧς ῥέουσι. “ῥεύσας” δὲ ἀντὶ τοῦ εὐδοκιμήσας ⟦ἢ ῥητορεύσασ⟧ εἶπε πρὸς τὸ ἐνουρεῖν τὸν Κρατῖνον. M

### book 526c

ῥεύσας] ἤγουν εὐδοκιμήσας. Lh

### book 527a

[ ] α̣φ̣ [ [ ] [ ] α̣χ̣ουν [ ] ν̣ω̣ι [ ] ι.θε [ ] υσεκ [ ] ναον [ ] υσεο

### book 527b

(I) διὰ τῶν ἀφελῶν πεδίων ἔρρει: ἁπλῶν, ἀντὶ τοῦ δι’ ἁπλῆς φράσεως. ⟦ἔνιοι δὲ διὰ τῶν ἀφύων γράφουσι.⟧ πρὸς πάντα δὲ καὶ αὐτὸς ἐσπού‐ δασεν ἀντιθεῖναι τὰ ὑπὸ τοῦ Κρατίνου εἰρημένα· ἐπεὶ κἀκεῖνος ποταμῷ παρέβαλεν ἑαυτὸν ἀθρόως ῥέοντι, ἠχεῖν τε φήσας τὰς πηγάς, ὅπερ λάβρως ῥέοντος ὕδατός ἐστιν ἔργον ⟦ἦχον ἀποτελεῖν καὶ ψόφον καὶ τὰ λοιπά,⟧ ὡς εἴπομεν. διὰ τοῦτο καὶ Ἀριστοφάνης ὡς ἐπὶ ποταμοῦ ἐχρήσατο τῇ τροπῇ.

### book 527b

VEΓΘM (II) ἄλλως: τὸ ἐπὶ τῆς φράσεως ἄκομψον καὶ ἁπλοῦν τοῦ Κρατίνου ἀλ‐ ληγορεῖσθαί φασι τὸ ἀφελές. κεῖται δὲ νῦν ἀντὶ τοῦ ὑγιὲς καὶ ὁλόκληρον, ἢ τὸ μέγα καὶ ἀνεπικώλυτον. στάσεις δὲ τὰ ἀναχώσματα τῶν ποταμῶν. VEΓ3ΘM

### book 527c

καὶ τῆς στάσεως παρασύρων: ὡς διὰ τὸ γῆρας καὶ τὴν πολυ‐ ποσίαν σκάζοντος καὶ τρέμοντος τοῦ Κρατίνου τὴν βάσιν. VEΓ3ΘM

### book 527d

ἀφελῶν] ἁπλῶν. EΓ3

### book 527e

τῆς στάσεως] ἀντὶ τοῦ τοὺς στασιάζοντας. EΓ3Lh

### book 527f

παρασύρων] †παραπείρων† καὶ ἀφανίζων. EΓ3Lh

### book 527g

ἀφελῶν] τῶν ἁπλῶν, ἤγουν τῆς ἁπλῆς φράσεως. Lh

### book 528a

προθελύμνους: προρρίζους· εἰώθασι γὰρ οἱ ποταμοὶ τὰ ἐπὶ ταῖς ὄχθαις ὄντα δένδρα, ἐπειδὰν καταναλώσωσι παρασύροντες καὶ παρα‐ τέμνοντες τὴν γῆν, τὰς ῥίζας τέμνειν· ὡς τοῦ Κρατίνου παμψηφεὶ νικῶντος τοὺς ἀνταγωνιστάς. VEΓ3ΘM

### book 528b

τοὺς ἐχθροὺς] τοὺς περὶ Καλλίαν. VEG3MLh

### book 528c

ἐφόρει] ἤγουν κατέβαλλε τοὺς ἀνταγωνιζομένους πρὸς αὐτὸν ὑψηλοὺς ὄντας. Lh

### book 528d

προθελύμνους] προρρίζους. Lh

### book 529a

ᾆσαι δ’ οὐκ ἦν ἐν συμποσίῳ πλὴν Δωροῖ συκοπέδιλε: πάλιν ὡς μέθυσον αὐτὸν διαβάλλει ⟦τὸν Κρατῖνον⟧. οὐκ ἦν γὰρ ἑτέραν, φησίν, ἐν τοῖς συμποσίοις ᾠδὴν ποιήσασθαί τινα, προκαταλαμβάνοντος αὐτὰ τοῦ Κρατίνου. VEΓ3ΘM

### book 529b

Δωροῖ συκοπέδιλε: Κρατίνου μέλους ἀρχή. σκώπτων δὲ τινὰ ἐκεῖνος δωροδόκον καὶ συκοφάντην τοῦτο εἶπεν. VEΘM

### book 529c

συκοπέδιλε] ὡς συκοφάντην τοῦτο εἶπεν. EΓ3Lh

### book 529d

πλὴν] ἕτερον δηλονότι τινὰ προλαμβάνοντος αὐτοῦ τοῦ Κρατίνου. καθάπτεται δὲ ὡς μέθυσος. Lh

### book 530a

τέκτονες εὐπαλάμων: τέκτονες πάντες οἱ τεχνῖται. καὶ τοῦτο δὲ ἐκ τῶν Εὐνειδῶν Κρατίνου. εὐπαλάμων δὲ εὖ διακεχειρισμένων ἢ συντεταγ‐ μένων. VEΓ3ΘM

### book 530b

ἤνθησεν] εἰς εὐδοξίαν. EΓ3

### book 530c

τέκτονες εὐπαλάμων] τοῦτο ἐξ Εὐμενίδων Κρατίνου. Lh

### book 530d

εὐπαλάμων] εὖ διακεχειρισμένων, συντεταγμένων. Lh

### book 531a

παραληροῦντα: διαποροῦντα καὶ ἀσχημονοῦντα. ταῦτα ἀκούσας ὁ Κρατῖνος ἔγραψε τὴν Πυτίνην, δεικνὺς ὅτι οὐκ ἐλήρησεν· ἐν ᾗ κακῶς λέγει τὸν Ἀριστοφάνην ὡς τὰ Εὐπολίδος λέγοντα. VEΓΘM

### book 531b

παραληροῦντα] ἀποροῦντα καὶ ἀσχημονοῦντα. Lh

### book 532a

ἐκπιπτουσῶν τῶν ἠλέκτρων: ἰδίως τὰ ταῖς κλίναις ἐπιβαλ‐ λόμενα 〈ἐλεφάντινα〉 οὕτως ἐκάλουν ἤλεκτρα. μεταφορᾷ οὖν κέχρηται ἀπὸ τῶν κλινῶν. αἱ γὰρ ἀρχαῖαι κλῖναι τοὺς πόδας εἶχον ὠφθαλμισμένους ἄνθραξι καὶ ἠλέκτροις. διόπερ βαρυτόνως ἀναγνωστέον, ἀπὸ τοῦ αἱ ἤλεκτροι τῶν ἠλέκτρων. VEΓ3ΘM

### book 532b

καὶ τοῦ τόνου οὐκέτ’ ἐνόντος: ἀκολούθως μετὰ τὴν κλίνην ἐμνημόνευσε τοῦ τόνου. τόνος γὰρ τὰ τῶν κραββάτων σχοινία. τροπικῶς δὲ δηλοῖ τὴν τῆς φωνῆς τάσιν. VEΓ3M

### book 532c

ἤλεκτροι τὰ ξυλάρια ἐν οἷς τοὺς τῶν κλινῶν ἀσφαλίζουσι πόδας, ὅταν ἐξ ἀκινήσεως ἀσθενήσωσι τῷ χρόνῳ. Lh

### book 533a

τῶν θ’ ἁρμονιῶν: ἁρμονίας λέγομεν τὰ συμπησσόμενα τῶν κραββάτων μέρη. ἐπέμεινε δὲ τῇ τροπῇ· καὶ γὰρ ἁρμονίαν λέγομεν τὴν τῶν ποιημάτων σύνθεσιν. VEΓ3M

### book 533b

διαχασκουσῶν] κεχηνυιῶν, διεσκορπισμένων, καὶ μὴ ἐχουσῶν εὐέπειαν. VEΓ3Lh

### book 533c

ἁρμονιῶν] ὡς ἐπὶ μουσικῆς. Lh

### book 533d

περιέρρει] κατημέληται. Lh

### book 534a

ὥσπερ Κοννᾶς: ὁ Κοννᾶς αὐλητὴς ἦν καὶ μέθυσος, ὃς εἰς συμπόσια παρῄει συνεχῶς ἐστεμμένος. οὗτος Ὀλυμπιονίκης γενόμενος καὶ πολλάκις στεφανωθεὶς πενιχρὸς ἦν μηδὲν ἔχων ἀλλ’ ἢ τὸν κότινον. ἐφ’ οὗ Κρατῖνος εἶπεν “ἔσθιε καὶ σῇ γαστρὶ δίδου χάριν, ὄφρα σε λιμὸς ἐχθαίρῃ, Κοννᾶς δὲ πολυστέφανός σε φιλήσῃ”. λέγει δὲ αὐτὸν τοσαῦτα νικήσαντα μηδέποτε τετιμῆσθαι. ἡ δὲ παροιμία “στέ‐ φανον μὲν ἔχων, δίψῃ δ’ ἀπολωλώς.” καὶ πάλιν “Δελφὸς ἀνήρ, στέφανον μὲν ἔχων, δίψει δ’ ἀπολωλώς.” πρὸς τὸν Κρατῖνον δὲ καὶ τοῦτο, ὅτι μέθυσός ἐστιν. VEΓ3ΘMLh

### book 534b

Κοννᾶς] οὗτος αὐλητὴς ἦν μέθυσος παρερχόμενος εἰς συμπόσια συνεχῶς ἐστεμμένος. Lh

### book 535a

πίνειν ἐν τῷ πρυτανείῳ: ἔχεται καὶ τοῦτο τῆς ἐννοίας τῆς προκειμένης· σιτεῖσθαι γὰρ ἔλεγον ἐν τῷ πρυτανείῳ, οὐχὶ πίνειν. VEΓΘ

### book 535b

πίνειν] σιτεῖσθαι ὤφειλεν εἰπεῖν· ὁ δὲ “πίνειν” εἶπε διὰ τὸ εἶναι μέθυσον τὸν Κοννᾶν. Lh

### book 536a

καὶ μὴ ληρεῖν] καὶ ταῦτα πρὸς τὴν μέθην. EΓ3

### book 536b

παρὰ τῷ Διονύσῳ] ἀντὶ τοῦ ἐν τῷ θεάτρῳ. EΓ3Lh

### book 536c

θεᾶσθαι] ὁρᾶσθαι. Lh

### book 537a

(I) οἵας δὲ Κράτης ὀργάς: οὗτος κωμῳδίας ποιητής, ὃς πρῶτον ὑπεκρίνατο 〈τὰ〉 Κρατίνου, καὶ αὐτὸς ποιητὴς ὕστερον ἐγένετο, καὶ ἐξωνεῖτο τοὺς θεατὰς καὶ τὴν τούτων εὔνοιαν. VEΓΘM (II) ἄλλως: τραγικὸς ποιητής, ὀλιγόστιχα ποιήματα γράψας. VEΓΘM

### book 537b

στυφελισμούς] λοιδορίας, μέμψεις. VEΓ3MLh

### book 537c

ὁ Κράτης κωμῳδίας ἦν ποιητής, ὕστερον δὲ ἐγένετο. ἐξωνεῖτο δὲ τοὺς θεατὰς καὶ τὴν τούτων εὔνοιαν. πρότερον γὰρ ὑποκριτὴς ἦν Κρατίνου. οἱ δὲ τραγικὸν αὐτὸν ποιητὴν λέγουσιν, ὀλιγόστιχα ποιήματα γράψαντα. Lh

### book 537d

Κράτης] οὗτος κωμῳδίας ποιητής. Lh

### book 538a

ἀπὸ σμικρᾶς δαπάνης: σμικρὰ ἐποίει καὶ ἔτερπε τοὺς ἀκροατάς, γράφων ἡδέα. VEΓΘMLh

### book 538b

ἀριστίζων] τρέφων, ἄριστον κατασκευάζων. Lh

### book 539a

(I) ἀπὸ κραμβοτάτου: ἡδυτάτου, ξηροτάτου. ἔπαιξε δὲ ἀπὸ τῆς τοῦ λαχάνου ἐπινοίας. αὐτοσχέδιος γὰρ ἦν περὶ τὰ δράματα. VEΓΘM (II) ἄλλως: ἀπὸ τοῦ χρηστοτάτου. ἔπαιξε δὲ τῷ κραμβοτάτῳ ἀπὸ τοῦ λαχάνου κράμβης οὕτω καλουμένης· παρὰ δὲ τοῖς Ἀττικοῖς κοράμβλη διὰ τὸ τὰς κόρας βλάπτειν. φασὶ γὰρ αὐτὴν ἐκ τῶν ὀφθαλμῶν τοῦ Λυκούργου 〈γεγονέναι〉· πιστοῦνται δὲ τὸν μῦθον τοῦτον γεωργῶν παῖδες. εἰ γάρ τις, φασί, τὴν ῥίζαν αὐτῆς ἐξάψαι ἐν ἀμπέλῳ, οὐκ ἂν αὕτη καρπὸν ἐνέγκοι. χαριέντως δὲ ὁ ποιητὴς ἀντὶ τοῦ χρηστοτάτου κραμβότατον ἔφησεν, ἵνα τὸ “ἀπὸ μικρᾶς δαπάνης” καὶ τὸ “ἀριστίζων” ἀκόλουθον τῷ ἑξῆς λέγειν δοκῇ. VEΓ3Θ

### book 539b

μάττων] σκεπτόμενος. EΓ3

### book 539c

χαριέντως ὁ ποιητὴς ἀντὶ χρηστοτάτου στόματος “κραμβοτάτου” ἔφησεν, ἵνα τὸ “ἀπὸ μικρᾶς δαπάνης” καὶ τὸ “ἀριστίζων” ἀκόλουθον τῷ ἑξῆς λέγειν δοκῇ. κράμβη δ’ ἐστὶ λάχανον οὕτω καλούμενον, ἣν Ἀττικοὶ κοράμ‐ βλην λέγουσι διὰ τὸ τὰς κόρας βλάπτειν. φασὶ γὰρ αὐτὴν ἐκ τῶν τοῦ Λυκούργου γεγονέναι ὀφθαλμῶν. πιστοῦνται δὲ τὸν μῦθον τοῦτον γεωργῶν παῖδες. εἰ γάρ τις, φασί, τῇ ῥίζῃ αὐτοῦ ἐξάψειε τὴν ἄμπελον, οὐκ ἂν αὕτη καρπὸν ἐνέγκοι. Lh

### book 539d

κραμβοτάτου] ἡδυτάτου ἢ ξηροτάτου. Lh

### book 539e

μάττων] ἤγουν σκεπτόμενος, κατασκευάζων, ἐφευρίσκων. Lh

### book 540a

τοτὲ μὲν πίπτων, τοτὲ δ’ οὐχί: οἷον ἀνὰ μέρος εὐδοκιμῶν, ἔσθ’ ὅτε δὲ καὶ ἡττώμενος. τοῦτο δὲ εἶπεν ὡς οὐκ ἀεὶ εὐδοκιμοῦντος. VEΓΘM

### book 540b

ἀντήρκει] ἀντεῖχεν. EΓ3

### book 540c

τοτὲ μὲν πίπτων, τοτὲ δ’ οὐχί] οἷον ποτὲ μὲν εὐδοκιμῶν καὶ νικῶν, ποτὲ 〈δὲ〉 ἡττώμενος. Lh

### book 541

ὀρρωδῶν] δεδιώς, εὐλαβούμενος. EΓ3

### book 542a

(I) ἐρέτην χρῆναι: κωπηλάτην χρὴ πρῶτον γενέσθαι καὶ μὴ ἐπιχειρεῖν, φησί, κυβερνᾶν, εἰ μὴ ἐν πείρᾳ γένηται τοιαύτῃ. VEΓΘMLh (II) ἄλλως: μὴ πρὶν .... ἐθέλειν κυβερνᾶν. οὐ γὰρ οἷόν τε κυβερνᾶν, μὴ πρότερον ἐν πολλῇ πείρᾳ γενόμενον ἀποδημίας καὶ τῶν ναυτικῶν· καὶ τοὺς ἀνέμους προϊδεῖν τίνες μέλλουσι πνεῖν, καὶ προγνῶναι, εἶθ’ οὕτω κυβερνᾶν. VEΓ3ΘLh

### book 542b

ἐντεῦθεν εἴρηται τῷ Θεολόγῳ τὸ “ἐπαινῶ τὸν νηίτην νόμον, ὃς τὴν κώπην πρότερον ἐγχειρήσας τῷ νῦν κυβερνήτῃ καὶ πιστεύσας τὰ ἔμπροσθεν αὖθις ἐπὶ τῶν οἰάκων καθίζει μετὰ τὴν πολλὴν τυφεῖσαν θάλασσαν καὶ τὴν τῶν ἀνέμων διάσκεψιν.” ὅρα δὲ ὅπως αὐτὸ εὐφυῶς μετερρύθμισεν. Lh

### book 542c

ἐρέτην] κωπηλάτην. Lh

### book 542d

πρὶν πηδαλίοις ἐπιχειρεῖν] πρὶν ἐπὶ τῶν οἰάκων καθίσαι. Lh

### book 543a

ἐντεῦθεν] εἶτα, μετὰ ταῦτα. EΓ3

### book 543b

πρῳρατεῦσαι] ἐν πρώρᾳ καθίσαι. Lh

### book 543c

διαθρῆσαι] σκοπῆσαι ὁποῖος ἐπιτήδειος εἰς τὸ πλεῦσαι καὶ τὸν ἐναντίον. Lh

### book 544

κυβερνᾶν αὐτὸν ἑαυτῷ] ἤγουν γενέσθαι κυβερνήτην ἑαυτοῦ· ὁ γὰρ μὴ ἑαυτοῦ γενόμενος κυβερνήτης πῶς ἂν ἑτέρου γενέσθαι δυνηθείη; Lh

### book 545a

ὅτι σωφρονικῶς: μετὰ λογισμοῦ καὶ σκέψεως καὶ οὐκ ἀνοήτως οὐδὲ ἐκ τοῦ προχείρου. VEΓ3MLh

### book 545b

ἐφλυάρει] ἄσεμνά τινα ἔλεγεν. Lh

### book 546a

[ ]ρουεπαινονπ̣ο̣λ̣υ̣ν̣ [ ]νερεττοντωνυπερες [ ]ορι̣τ̣οντουτωνπολυ..

### book 546b

αἴρεσθ’ αὐτῷ πολὺ τὸ ῥόθιον: ῥόθιον τὸ κῦμα ἀπὸ τοῦ θοῶς ἤγουν τάχεως ῥεῖν. ἀπὸ τῶν ἐρεσσόντων μετήνεγκεν· ὅταν γὰρ συνεχῶς ὑπὸ πολλῶν ἐρετῶν ἐπὶ πλέον προέρχηται ἡ ναῦς εἰς τὸ πρόσθεν .... ἀξιοῖ οὖν τὸν νῦν ἔπαινον .... καὶ μέχρι πολλοῦ αὐτὸν παραπέμψαι. VEΓΘM

### book 546c

(I) ἐφ’ ἕνδεκα κώπαις: κέλευσμα ναυτικόν· λέγεται ἐφ’ ἕνδεκα κωπηλασίαις †ἐκτεινομένη†. ἐπέμεινε δὲ τῇ τροπῇ. VEΓ3ΘM (II) ἄλλως: †ἐπαράτην† παραδέχεσθαι ἐφ’ ἕνδεκα κώπαις ἑξῆς ἀπὸ τῶν ναυτικῶν· τουτέστιν ἀπὸ τοῦ κυβερνᾶν καὶ τοῦ ῥόθου τὸ “ἐφ’ ἕνδεκα κώπαις” ἐπήγαγεν. ἢ ἐπειδὴ οἱ Ἀθηναῖοι τῶν ναυτικῶν ἐπιστήμονες ἦσαν. VEΓ3Θ

### book 546d

ἢ ὅτι οἱ Ἀθηναῖοι τῶν ναυτικῶν ἐπιστήμονες ἦσαν. M

### book 546e

ἀπὸ τῶν ἐρεσσόντων καὶ κωπηλατούντων μετήνεγκε τὸ “ῥόθιον”. ἔστι δὲ τὸ κῦμα τὸ τάχεως ῥέον, ὅταν συνεχῶς ὑπὸ πολλῶν ἐρετμῶν ἐπὶ πλέον προέρχεται ἡ ναῦς εἰς τὸ ἔμπροσθεν. Lh

### book 546f

ἀπὸ τοῦ κυβερνᾶν καὶ τοῦ ῥοθίου τὸ “ἐφ’ ἕνδεκα κώπαις” συνήγαγεν, ἐπιμένων τῇ τροπῇ· ἢ ἐπειδὴ Ἀθηναῖοι τῶν ναυτικῶν ἐπιστήμονες ἦσαν. Lh

### book 546g

αἴρεσθ’ αὐτῷ πολὺ τὸ ῥόθιον] ἤγουν ἔπαινον αὐτῷ μέχρι πολλοῦ παραπέμψατε· ἐπέμεινε δὲ τῇ τροπῇ. Lh

### book 547a

ισδεδιδαχθαι το δραμα

### book 547b

(ad vv. 547—50) διπλῆ καὶ εἴσθεσις εἰς τὸ καλούμενον μακρόν. ἔστι δὲ ἴσον τῷ κομματίῳ. E

### book 547c

ληναΐτην: ἑορτὴ παρὰ τοῖς Ἀθηναίοις τὰ Λήναια, ἐν ᾗ μέχρι νῦν ἀγωνίζονται ποιηταὶ συγγράφοντές τινα ᾄσματα τοῦ γελασθῆναι χάριν. ὅπερ ὁ Δημοσθένης εἶπεν ἐξ ἁμάξης· ἐπὶ ἁμαξῶν γὰρ οἱ ᾄδοντες καθήμενοι λέγουσί τε καὶ ᾄδουσι τὰ ποιήματα. VEΓΘMLh

### book 547d

ληναΐτην] ἑορτὴ παρὰ τοῖς Ἀθηναίοις τὰ Λήναια. Lh

### book 548

ἀπίῃ] ἀπέλθῃ. Lh

### book 549a

κατὰ νοῦν] κατὰ γνώμην. EΓ3

### book 549b

κατὰ νοῦν] κατὰ γνώμην, ἤγουν ὅπερ ἐβούλετο. Lh

### book 550a

στοφανησαπεσκω

### book 550b

φαιδρὸς λάμποντι μετώπῳ: ἱλαρὸς ⟦φαιδρὸσ⟧ τὸ μέτωπον. ἢ διὰ τὸ φαλακρὸν εἶναι τὸν Ἀριστοφάνην. EΓΘM

### book 550c

λάμποντι μετώπῳ] ἱλαρῷ καὶ χαριέντι προσώπῳ, ἢ διὰ τὸ εἶναι φαλακρὸν τὸν ποιητήν. Lh

### book 551a

ειδωναεπικαλειται ωνσυνε

### book 551b

(ad vv. 551—64) διπλῆ· εἶτα ἐπάγεται ἐπιρρηματικὴ συζυγία, ἧς αἱ μὲν μελικαὶ περίοδοί εἰσι ιδʹ κώλων· τὸ πρῶτον χοριαμβικὸν ἰαμβικὴν ἔχον ἐπιμεμιγμένην ἀκατάληκτον· καὶ τὸ δεύτερον ὅμοιον ἀκατάληκτον· καὶ τὸ τρίτον καὶ τὸ τέταρτον ὅμοιον· καὶ τὸ πέμπτον χοριαμβικὸν καταληκτικόν· καὶ τὸ ἕκτον 〈ἀκατάληκτον〉· καὶ τὸ ἕβδομον ὅμοιον· καὶ τὸ ὀγδόον καταληκ‐ τικόν· τὸ δὲ ἔνατον καὶ τὸ δέκατον ἀντισπαστικὰ τρίμετρα καταληκτικά, τὰ δὲ λοιπὰ τέτταρα ἀντισπαστικὰ δίμετρα, τρία μὲν γλυκωνεῖα, τὸ τελευταῖον δὲ φερεκράτειον. VEΓ3Θ

### book 551c

ἵππι’ ἄναξ Ποσεῖδον: οὐκ ἀργῶς τῷ Ποσειδῶνι νῦν τὸ ἐπίθετον ἔθηκε τοῦτο, ἐπεὶ καὶ αὐτὸς ὁ χορὸς συνέστηκεν ἐξ ἱππέων. ἀποσεμνύνειν οὖν βουλόμενος τὸ ἐπιτήδευμα τὸ αὑτοῦ, οὕτω τὸν Ποσειδῶνα προσεῖπε, τουτέστιν ἱππικέ. VEΓ3ΘM

### book 551d

οὐκ ἀργῶς τῷ Ποσειδῶνι νῦν τὸ ἐπίθετον ἔθηκε τοῦτο, ἀλλ’ ἀποσεμ‐ νύνειν βουλόμενος τὸ αὑτοῦ ἐπιτήδευμα, ἐπεὶ καὶ αὐτὸς ὁ χορὸς ἐξ ἱππέων συνέστηκεν. Lh

### book 551e

ἵππι’] ἱππικέ· ἐν ἵππῳ γὰρ αὐτὸν ἱστοροῦσιν ἐπιβαίνοντα. Lh

### book 552a

[ ]σαι [ ] [ ]θ̣η [ ]ον [ ]δων [ ]τας [ ]υ̣ρας εχοντων

### book 552b

χαλκοκρότων: χαλκοπόδων, τουτέστι τὰς ὁπλὰς ἰσχυρὰς ἐχόντων. συμβαίνει γὰρ ἠχεῖν τὴν γῆν καὶ κτυπεῖν ἐπικρουομένην τοῖς ποσὶ τῶν ἵππων. VEΓΘM

### book 552c

χαλκοκρότων] διὰ τὸ ἐν τοῖς ποσὶ φέρειν τοὺς ἵππους σίδηρον, καὶ κτύπον ποιεῖν τύπτοντας τὴν γῆν. Lh

### book 553a

ἁνδάνει] μέλει. EΓ3

### book 553b

ἁνδάνει] μέλει, ἀρέσκει. Lh

### book 554a

κυανέμβολοι: ἤτοι αἱ τοὺς ἐμβόλους ἔχουσαι κυανῷ βεβαμμένους, ὡς μιλτοπάρῃοι, αἱ μεμιλτωμέναι· ἢ αἱ τέμνουσαι τὴν θάλασσαν· κυανὸν γὰρ τὸ ταύτης ὕδωρ. VEΓΘM

### book 554b

θοαί] ταχεῖαι. Γ3Lh

### book 554c

κυανέμβολοι] μέλαιναι. Lh

### book 555a

μισθοφόροι τριήρεις: αἱ ἐπὶ μισθῷ τοὺς στρατευομένους ἄγουσαι. VEΓΘMLh

### book 555b

τριήρεις] ἤγουν πλοῖα. Lh

### book 556

λαμπρυνομένων ἐν ἅρμασιν: ἀντὶ τοῦ καυχωμένων καὶ νικώντων ἐν τοῖς ἅρμασιν. VEΓ3M

### book 558

βαρυδαιμονούντων: ὅτι ἄθλιοι ἦσαν οἱ ἱπποτροφοῦντες κατα‐ ναλίσκοντες αὐτῶν τὴν οὐσίαν. VEΓΘMLh

### book 559

δεῦρ’ ἔλθ’] ἐνταῦθα σύναπτε τὸ “πρὸς τὸ παρεστώς”. Lh

### book 560a

δελφίνων μεδέων: περιφραστικῶς, τῆς θαλάσσης βασιλεῦ. “Σουνιάρατε” δὲ ᾧ ἐν τῷ Σουνίῳ ἀρῶνται καὶ εὔχονται. Σούνιον δὲ ἀκρωτήριον τῆς Ἀττικῆς. ΓΘ

### book 560b

δελφίνων μεδέων Σουνιάρατε] περιφραστικῶς, ὦ τῆς θαλάσσης βασιλεῦ. τὸ Σούνιον Ἀθηναίων ἀκρωτήριον. M

### book 560c

Σουνιάρατον τὸν Ποσειδῶνα λέγει διὰ τὸ ἐν Σουνίῳ ἀκρωτηρίῳ τῆς Ἀττικῆς ναὸν εἶναι αὐτοῦ καὶ τοὺς ἐν θαλάσσῃ εἰσερχομένους εὔχεσθαι ἐν αὐτῷ. Lh

### book 560d

δελφίνων μεδέων] ἤγουν τὴν θάλασσαν βασιλεύων. Lh

### book 560e

Σουνιάρατον] Σούνιον ἀκρωτήριον τῆς Ἀττικῆς. Lh

### book 561a

Γεραίστιε: Γεραιστὸς ἀκρωτήριον Εὐβοίας, τῇ μὲν Κρωμνίτην ἔχων, τῇ δὲ τὸ Λέχαιον· ἱερὰ δέ εἰσι τοῦ Ποσειδῶνος. ἔνθα ὁ Εὔριπος. VEΓΘ

### book 561b

ὦ Γεραίστιε: Γεραιστὸς ἀκρωτήριον τῆς Εὐβοίας. MLh

### book 562a

Φορμίωνί τε φίλτατε: προσφιλέστατε τῷ Φορμίωνι. τὸν μῦθον δὲ αἰνίττεται, ὅτι καὶ ὁ Ποσειδῶν τῶν Ἀθηνῶν ἀντεποιήσατο καὶ τῇ Ἀθηνᾷ ἤρισεν. στρατηγὸς δὲ Ἀθηναίων ναυτικώτατος ὁ Φορμίων, καὶ πολλάκις εὐτυχήσας ἐν ναυμαχίαις· καὶ ἐν τῇ πρὸς Λακεδαιμονίους μάχῃ κατορθώσας νζʹ ναῦς διέφθειρεν. VEΓΘM

### book 562b

φίλτατ’] προσφιλέστατε τῷ Φορμίωνι. Lh

### book 563

τῶν ἄλλων τε θεῶν: ἐκ τῶν ἄλλων θεῶν μόνος σὺ δεῦρο ἐλθὲ Ἀθηναίοις πρὸς τὸ παρεστός, τουτέστι πρὸς τὰ παρόντα καὶ ἐνεστῶτα πράγμα‐ τα, ἐπεὶ νεωστὶ Ἀθηναῖοι καὶ ὁ Φορμίων περὶ ναυμαχίαν ἠνδραγάθησαν. VEΓ3M

### book 564

πρὸς τὸ παρεστός] ἤγουν ἕνεκεν τῆς ἐνισταμένης ὑποθέσεως. Lh

### book 565a

εὐλογῆσαι βουλόμεσθα: τὸ ἐπίρρημα στίχων ἐστὶ ιϛʹ τετραμέτρων τροχαϊκῶν καταληκτικῶν, ὃ φιλεῖ Ἀριστοφάνης. VEΓ3Θ

### book 565b

εὐλογῆσαι δὲ ἀντὶ τοῦ ἐπαινέσαι, ὑμνῆσαι, ἐγκωμιάσαι. VEΓ3Θ

### book 565c

εὐλογῆσαι] ἐγκωμιάσαι. M

### book 565d

εὐλογῆσαι] ἐπαινέσαι. Lh

### book 566a

(I) ἄξιοι καὶ τοῦ πέπλου: ἰδίᾳ παρὰ τοῖς Ἀθηναίοις πέπλος τὸ ἄρμενον τῆς Παναθηναϊκῆς νεώς, ἣν οἱ Ἀθηναῖοι κατασκευάζουσι τῇ θεῷ διὰ τετραετηρίδος. ἧς καὶ τὴν πομπὴν ἀπὸ τοῦ Κεραμεικοῦ ποιοῦσι μέχρι τοῦ Ἐλευσινίου. πέπλον δὲ καλοῦσι τὸ ἄρμενον διὰ τὸ ἐρεοῦν αὐτὸ εἶναι. VEΓ3ΘM (II) ἄλλως: καὶ τοῦ πέπλου: οὗ ἐνεγέγραπτο Ἐγκέλαδος, ὃν ἀνεῖλεν ἡ Ἀθηνᾶ· ἦν δὲ εἷς τῶν Γιγάντων. ἐπεσκευάζετο οὖν ὁ πέπλος καθ’ ἕκαστον ἐνιαυτόν, καὶ ἐπομπεύετο ἐν τοῖς Παναθηναίοις. VEΓ3ΘM (III) ἄλλως: νικήσαντες πέπλον ἐποίησαν τῇ Ἀθηνᾷ καὶ ἐνέθεντο τὰς ἀριστείας ἐν αὐτῷ. VEΓ3ΘM

### book 566b

τῆσδε τῆς γῆς] ταύτης τῆς χώρας. EΓ3

### book 566c

ἰδίως παρὰ τοῖς Ἀθηναίοις πέπλος τὸ ἄρμενον τῆς Παναθηναϊκῆς νεώς, ἣν οἱ Ἀθηναῖοι κατασκευάζουσι τῇ θεῷ διὰ τετραετηρίδος· ἧς καὶ τὴν πομπὴν ἀπὸ τοῦ Κεραμεικοῦ ποιοῦσι μέχρι τῆς Ἐλευσῖνος. ἢ πέπλον λέγει ὃν κατασκευάζουσι τῇ Ἀθήνῃ κατ’ ἐνιαυτόν, τὰς ἀριστείας αὐτῆς ἐν αὐτῷ ὑφαίνοντες. καὶ Εὐριπίδης ἐν Ἑκάβῃ· “ἢ Παλλάδος ἐν πόλει τὰς καλλιδίφρου Ἀθα‐ ναίας ἐν κροκέῳ πέπλῳ ζεύξομαι ἅρματι πώλους.” Lh

### book 566d

πέπλου] ἤγουν τοῦ ἀρμένου. Lh

### book 567a

ναυφράκτῳ στρατῷ: τῷ συμπεφραγμένῳ καὶ συντεταγμένῳ ναυτικῷ. VE

### book 567b

ναυφράκτῳ στρατῷ] συμπεφυρμένῳ· περὶ ναυμαχίαν ἠνδραγάθησαν. M

### book 567c

στρατῷ] ναυτικῷ. Lh

### book 570a

ἠρίθμησεν: ἀπεδειλίασεν, μεθ’ ἡσυχίας ἦγεν. VLh

### book 570b

εὐθὺς ἦν ἀμυνίας: ἕτοιμος πρὸς τὸ ἀμῦναι· ὡς ἐπὶ τῶν ἐν πάλῃ ἀγωνιζομένων. VEMLh

### book 571a

(I) εἰ δέ που πέσοιεν εἰς τὸν ὦμον: ἡττηθεῖεν, ἧττον ἔχοντες ἀπέλθοιεν. VEΓΘM (II) ἄλλως: εἶδος παλαίσματος, ὅ τινες ψευδόπτωμα καλοῦσιν. ἐπέμεινε δὲ τῇ τροπῇ. καὶ γὰρ τῶν παλαιόντων οἱ εἰς τὸν ὦμον πεσόντες ἐξαναστάντες εἰώθασιν ἀποψᾶν τὴν κόνιν, ἵνα μὴ ἴχνος ἔχοιεν μηδὲ ἔλεγχον τοῦ πτώματος. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι οἱ πρόγονοι, εἰ καὶ ἡττηθεῖεν ἐν μάχῃ, πάλιν αὐτοὶ τὴν ἧτταν ἀνεκαλοῦντο τάχεως καὶ τοῖς νενικηκόσιν, ἡττηθεῖσιν ἐκ δευτέρου, πλέον τῆς προτέρας νίκης οὐδὲν ἦν. VEΓΘM

### book 571b

ὦμον] τὰ μέλη. M

### book 571c

ἐκ μεταφορᾶς τῶν παλαιόντων εἴρηκε τὸ ἐς τὸν ὦμον πεσεῖν. οἱ γὰρ παλαίοντες ἐπειδὰν ἡττηθέντες κατὰ νώτου πέσοιεν, ἐξαναστάντες εἰώθασιν ἀποψᾶν τὴν κόνιν, ἵνα μὴ ἴχνος ἔχοιεν μηδὲ ἔλεγχον τοῦ πτώματος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι οἱ πρόγονοι αὐτῶν καὶ ἡττηθέντες ἐν μάχῃ πάλιν τὴν ἧτταν ἀνεκαλοῦντο τάχεως, καὶ νικήσαντες αὐτοὶ ὕστερον ἠρνοῦντο μὴ ἡττηθῆναι. ἐπέμεινε δὲ τῇ τροπῇ διόλου τῶν παλαιόντων. Lh

### book 571d

πέσοιεν] ἡττηθεῖεν. Lh

### book 572

ἀπεψήσαντ’ ἄν: ἀπεμάξαντο ὡς οἱ παλαίοντες, ἵνα μηδὲν ἔχοιεν ἴχνος τοῦ πτώματος. VEΓΘLh

### book 573a

διεπάλαιον] ἀνεπάλαιον, ἀνεμάχοντο. ELh

### book 573b

καὶ στρατηγὸς οὐδ’ ἂν εἷς] καὶ τῶν στρατηγῶν οὐδὲ εἷς τῶν τότε. EΓ3Lh

### book 574a

ουτοσεπιτησδη[ τησεωσην· ονφασιν[ πεπραχεναιτωικλε[ στρατηγησαντικα̣τ̣[ τοτησδημοσιασσιτη[

### book 574b

(I) τῶν πρὸ τοῦ σίτησιν: σίτησιν λέγει τὴν ἐν πρυτανείῳ τράπεζαν. τουτέστι δημοσίᾳ τρέφεσθαι οὐδεὶς ἂν τῶν παλαιῶν ἠξίωσεν· ὡς τῶν κατ’ αὐτὸν στρατηγῶν τοῦτο ποιούντων, καὶ ὡς ἐπὶ μισθῷ ὑφισταμένων κατορθῶσαί τι τῇ πόλει. VEΓ3ΘM (II) ἄλλως: στρατηγῶν Ἀθηναίων τῶν πρότερον οὐδεὶς ⟦πρὸ τοῦ πολέμου⟧ σίτησιν ᾔτησεν, ἂν μὴ ὁ δῆμος χαρίζηται· νῦν δὲ ἐὰν μὴ τιμῶνται καὶ προεδρίᾳ καὶ σιτίοις, ἀγανακτοῦσιν. ἔσκωψε δέ· οὐ γὰρ εἶπε σίτησιν. ἐὰν μὴ γένωνται πρόεδροι καὶ τιμῆς ἀξιωθῶσιν, οὐ μαχέσεσθαί φασιν. VEΓ3Θ

### book 574c

ἐρόμενος Κλεαίνετον: οὗτος ὁ Κλεαίνετος φαίνεται κατεδηδοκὼς τὴν οὐσίαν καὶ ἡδυπαθήσας. οἱ δέ, ὅτι οὗτος ἔγραψε ψήφισμα μὴ δεῖν δοθῆναι τοῖς στρατηγοῖς σίτησιν. σπανίως δὲ μέμνηται τοῦ Κλεαινέτου καὶ σχεδὸν ἐνταῦθα μόνον. στοχάζονται οὖν τινες ὅτι οὗτος ἂν εἴη ὁ τὴν σίτησιν περιποιήσας τῷ Κλέωνι. VEΓ3ΘMLh

### book 574d

σίτησιν] τὴν ἐν πρυτανείῳ τράπεζαν λέγει. Lh

### book 574e

ἐρόμενος] ἐρωτήσας. Lh

### book 575a

νῦν δ’ ἐὰν μὴ προεδρίαν φέρωσι: τιμῆς καὶ οὗτος τρόπος. ἐξῆν δὲ τοῖς τῆς τιμῆς ταύτης τυχοῦσι καὶ ἐν βουλευτηρίῳ καὶ ἐν ἐκκλησίᾳ καὶ ἐν θεάτροις καὶ ἐν ἄλλῳ παντὶ συλλόγῳ τοὺς προλαμβάνοντας, οἵτινες ἦσαν, ἐξεγείραντας αὐτοὺς εἰς τὸν ἐκείνων τόπον καθίσαι. πεποίηται δὲ τὸ ὄνομα ἀπὸ τοῦ τὴν πρώτην ἕδραν αὐτοὺς ἔχειν. ⟦ἄλλως.⟧ ἐὰν μὴ πρότερον, φησί, τοιούτου τύχωσί τινος, ἀπειλοῦσι μὴ μαχέσεσθαι, διὰ τούτων καθαπτόμενος ὁμοῦ τῶν τε Ἀθηναίων καὶ τῶν στρατηγῶν· τῶν μὲν Ἀθηναίων ὡς ἀναξίοις διδόντων τὰς τιμὰς καὶ τὰς δωρεάς, εἰ πρίν τι δρᾶσαι τὴν πόλιν ἀγαθόν, ταῦτα διδόασιν αὐτοῖς· τῶν δὲ στρατηγῶν, ὡς τιμωμένων πρὶν τῶν κατορθωμάτων,

### book 575a

καὶ τῶν ἤδη τιμῆς τινος τετυχηκότων τὴν δόξαν ἀφαιρουμένων, εἰ φαίνοιντο τὴν δωρεὰν λαβόντες οὐκ ἐπ’ ἀνδραγαθήμασιν. VEΓΘM

### book 575b

καὶ τὰ σιτία: ἐπὶ στρατείαν ἐξιόντες χρόνου τινὸς ἐπήγοντο σιτία. οὗτοι δέ, φησίν, οἱ νῦν, ἐὰν μὴ προεδρίας τινὸς καὶ τιμῆς ἀξιωθῶσιν, οὐκ ἐξίασιν ἐπὶ τὸν πόλεμον· σιτία γοῦν εἶπε τὴν ἐν πρυτανείῳ σίτησιν. VEΓ3ΘM

### book 575c

φέρωσι] λάβωσι. Γ3

### book 575d

τῶν προτέρων στρατηγῶν οὐδεὶς πρὸ τοῦ πολεμῶσαι σίτησιν ᾔτησεν, ἂν μὴ ὁ δῆμος χαρίζηται. νῦν δὲ ἂν μὴ τιμῶνται προεδρίᾳ καὶ σιτήσει, οὐ μάχονται. σκώπτει δὲ αὐτοὺς ὡς ἐπὶ μισθῷ ὑφισταμένους τὸν ὑπὲρ τῆς πόλεως ἀγῶνα καὶ δῶρα λαμβάνοντας καὶ ἐπὶ τοῖς ἀνδραγαθήμασι, μᾶλλον δὲ καὶ πρὸ τούτων κομιζομένους. σκώπτει δὲ καὶ Ἀθηναίους, ὡς ἀναξίοις διδόντας τὰς τιμὰς καὶ τὰς δωρεὰς καὶ πρὶν κατορθῶσαι χρηστόν τι ὑπὲρ τῆς πόλεως. Lh

### book 575e

προεδρίαν φέρωσι] προκαθεδρίαν, τιμὴν λάβωσι. Lh

### book 575f

τὰ σιτία] τὴν ἐκ τοῦ πρυτανείου σίτησιν. Lh

### book 577

προῖκα] κατὰ χάριν καὶ ἐπὶ μισθῷ. Lh

### book 580a

απεξεσμενοισκαι̣α̣[ μ̣ε̣ν̣[....]γ̣αρ[

### book 580b

τρυ]φῶσιν ἢ πλουτοῦσιν· τὸ γὰρ κομᾶ[ν ἔλε‐ γον] ἐπὶ τῷ τρυφᾶν καὶ γαυρύνεσθαι κ[αὶ μέγα φρο]νεῖν· ἄλλως τε καὶ ταῖς θριξὶν κομ[ᾶν εἰς τι]μὴν συγκεχώρηται αὐτοῖς.

### book 580c

κομῶσι: τρυφῶσι, πλουτοῦσι. τὸ γὰρ κομᾶν ἐπὶ τοῦ τρυφᾶν ἔλεγον καὶ γαυροῦσθαι καὶ μέγα φρονεῖν· ἄλλως τε καὶ ταῖς θριξὶ κομᾶν εἰς τιμὴν συγκεχώρηται αὐτοῖς. VEΓ3ΘM

### book 580d

(I) ἀπεστλεγγισμένοις: ἔλαιον ἀλειφομένοις καὶ στάζουσι. στλεγγὶς δὲ ἡ ξύστρα τοῦ ἐλαίου. VEΓΘM (II) ἄλλως: κεκαρμένοις. Κινέας γὰρ καὶ Φρῖνος εἰσηγήσαντο μεταστῆναι τοὺς νέους, νόμον γράψαντες μηκέτι ἁβροδιαίτους εἶναι, ὃν τρόπον τὸ πάλαι, μηδὲ κομᾶν. ἢ ἀπεξυσμένοις καὶ ἐπανήκουσιν ἀπὸ ἀλείμματος. Ἀπίων δὲ ἀκούει στλεγγίδας τὰς σταγόνας τοῦ ἐλαίου. ἢ ἀπεστλεγγισμένοις ἀντὶ τοῦ ἐγκεκαθαρμένοις, ματτομένοις. στλεγγὶς γὰρ ἡ ξύστρα. VEΓΘM

### book 580e

ἀπεστλεγγισμένοις] ἔλαιον ἀλειφομένοις καὶ στάζουσι. MLh

### book 580f

Κινέας εἰσηγήσατο κεκαρμένους εἶναι τοὺς νέους, νόμον γράψας μηκέτι ἁβροδιαίτους εἶναι, ὃν τρόπον τὸ παλαιόν, μηδὲ κομᾶν. Ἀπίων δὲ ἀκούει στλεγγίδας τὰς σταγόνας τοῦ ἐλαίου. στλεγγὶς γὰρ ἡ ξύστρα τοῦ ἐλαίου. Lh

### book 580g

κομῶσι] τρυφῶσι, πλουτοῦσι. Lh

### book 581a

ὦ πολιοῦχε Παλλάς: ἡ τὴν πόλιν κατειληφυῖα καὶ περιέχουσα ⟦ἐπεὶ καὶ ἦρχε τῆς πόλεωσ⟧. ἔφορος γὰρ τῆς πόλεως ἡ θεός. καὶ τὴν ἐπὶ τοῖς πολέμοις ἀρετὴν .... διὰ τούτων ἐδήλωσεν αὐτῆς. ὁ δὲ νοῦς, ὦ τῆς ἁπασῶν ὑπερφερούσης χώρας μεδέουσα ἐν δυνάμει καὶ ποιηταῖς. ὁμοῦ δὲ καὶ τὴν ἐπὶ σοφίᾳ δόξαν τῆς πόλεως καὶ τὴν ἐπὶ τοῖς πολέμοις ἀρετὴν διὰ τούτων ἐδήλωσεν. VEΓΘ

### book 581b

ὦ πολιοῦχε Παλλάς: ὦ τῆς ἁπασῶν ὑπερφερούσης χώρας μεδέουσα ἐν δυνάμει καὶ ποιηταῖς. M

### book 581c

πολιοῦχε] ἡ τὴν πόλιν περιέχουσα. ἔφορος γὰρ τῆς πόλεως ἡ θεός. Lh

### book 581d

(ad vv. 581—94) ὦ πολιοῦχε Παλλάς: ἡ ἀντῳδὴ αὕτη καὶ ἀντιστροφὴ ἐκ κώλων ἐστὶν ὁμοίων τῆς ᾠδῆς καὶ στροφῆς ιδʹ. καὶ τὰ μὲν ηʹ χοριαμβικά ἐστιν, τὰ δὲ ϛʹ ἀντισπαστικά, ὧν τελευταῖον ”–κην εἴπερ ποτὲ καὶ νῦν”. ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος. Lh

### book 582

ἱερωτάτης] διὰ τὸ πάντας θεοὺς τιμᾶσθαι ἐν αὐτῇ καὶ ἱερὰ τούτων ἔχειν. Lh

### book 583

πολέμῳ τε καὶ ποιηταῖς] τὴν ἐπὶ τῇ σοφίᾳ δόξαν τῆς πόλεως καὶ τὴν ἐπὶ τοῖς πολέμοις ἀρετὴν διὰ τούτων ἐδήλωσεν. Lh

### book 584

ὑπερφερούσης] ὑπερβαλλούσης. EΓ3

### book 585a

μεδέουσα] βασιλεύουσα. EΓ3

### book 585b

μεδέουσα] βασιλεύουσα τῶν Ἀθηνῶν. Lh

### book 586a

δεῦρ’ ἀφίκου: ἐλθὲ καὶ παραγενοῦ· ἐπικαλεῖται δὲ τὴν θεὸν μετὰ τῆς Νίκης εὐμενῆ παραστῆναι τοῖς ποιήμασιν αὐτοῦ. VEΓ3

### book 586b

ἀφίκου] ἐλθέ. Lh

### book 588

ξυνεργόν] συμπράκτορα καὶ σύμμαχον καὶ συνεργόν. EΓ3Lh

### book 589a

(I) ἣ χορικῶν ἐστιν ἑταίρα: ἥτις τοῖς χοροῖς ἐστι προσφιλὴς καὶ συνήθης. οἱ γὰρ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ ⟦καὶ τραγικοὶ⟧ χοροὺς ἵστασαν, οἳ τὰ χορικὰ ὑπεκρίνοντο καὶ ᾖδον μέλη. συνειστήκει δὲ ὁ χορὸς ἐξ ἀνδρῶν ἤδη καὶ γυναικῶν, ὁμοῦ δὲ καὶ ἐκ παίδων. ἔστι δ’ ὅτε καὶ ἡμιχόρια ἵσταντο, ἤτοι ἐξ ἀνδρῶν καὶ γυναικῶν. ἐν δὲ τοῖς τοιούτοις χοροῖς, εἰ μὲν ἐξ ἀνδρῶν εἴη καὶ γυναικῶν ὁ χορός, ἐπλεονέκτει τὸ τῶν ἀνδρῶν μέρος καὶ ἦσαν ιγʹ, αἱ δὲ γυναῖκες ιαʹ· εἰ δὲ παίδων εἴη καὶ γυναικῶν, αἱ μὲν γυναῖκες ιγʹ ἦσαν, οἱ δὲ παῖδες ιαʹ. εἰ δὲ πρεσβυτῶν καὶ νέων, τοὺς πρεσβύτας πλεονεκτεῖν φασὶ δεῖν. VEΓΘM (II) ἄλλως: χορικῶν: τῶν κωμικῶν καὶ τραγικῶν. οἷον ἢ ἐνίκων ἢ ἡττῶντο ἀγωνιζόμενοι. VEΓ3M

### book 589b

οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ καὶ οἱ τραγικοὶ χοροὺς ἵστασαν, οἳ τὰ χορικὰ ὑπεκρίνοντο καὶ ᾖδον μέλη. συνειστήκει δὲ ὁ χορὸς ἐξ ἀνδρῶν καὶ γυναικῶν ὁμοῦ καὶ παίδων. ἔστι δ’ ὅτε καὶ ἡμιχόρια ἵστασαν, ἤτοι ἐξ ἀνδρῶν καὶ γυναικῶν. ἦν δὲ ὁ μὲν κωμικὸς χορὸς ἐξ ἀνδρῶν καὶ γυναικῶν κδʹ, ὡς καὶ οὗτος ἀπηρίθμησεν ἐν Ὀρνίθων δράματι, ἄρρενας μὲν ὄρνις ἀπαριθμήσας ιβʹ, θηλείας δὲ ιβʹ, ὁ δὲ τραγικὸς ιεʹ, ὡς Αἰσχύλος ἀπαριθμεῖ ἐν Ἀγαμέμνονος δράματι. φασὶ δὲ ὅτι ἐπλεονέκτει πάντοτε τὸ τῶν ἀνδρῶν μέρος, καὶ ἦσαν ιγʹ, αἱ δὲ γυναῖκες ιαʹ· εἰ δὲ παίδων εἴη καὶ γυναικῶν, αἱ γυναῖκες ἦσαν πλείους ἤγουν ιγʹ· εἰ δὲ πρεσβυτῶν καὶ νέων, ἐπλεονέκτει τὸ τῶν πρεσβυτῶν μέρος. Lh

### book 589c

ἑταίρα] ἥτις τοῖς χοροῖς ἐστι προσφιλὴς καὶ συνηθής. Lh

### book 590a

τοῖς τ’ ἐχθροῖς: τοῖς ἀντιπάλοις, τοῖς ἀνταγωνισταῖς. “στασιά‐ ζει” δὲ ἀντὶ τοῦ πρὸς φιλονεικίαν διαφέρεται. VEΓ3M

### book 590b

τοῖς τ’ ἐχθροῖσι] τοῖς ἀντιπάλοις. Lh

### book 590c

στασιάζει] πρὸς φιλονικίαν διαφέρεται. Lh

### book 593

πορίσαι] ἐξευρεῖν, παρασχεῖν. EΓ3Lh

### book 594

εἴπερ ποτὲ καὶ νῦν] εἴπερ ποτὲ ἄλλοτε καὶ νῦν. VEΓ3

### book 595a

ἃ ξύνισμεν: ὅτι καὶ αὐτοὶ παρακολουθήσαντες γιγνώσκομεν. ἐπεὶ δὲ ἀλλότρια τῆς ἵππων φύσεως μέλλει περὶ αὐτῶν λέγειν, ἵνα θεραπεύσῃ τῆς ἐπαγγελίας τὸ ἀπίθανον, ἅπερ αὐτοῖς συνέγνω ταῦτά φησι περὶ αὐτῶν ἐρεῖν. VEΓΘM

### book 595b

τοῖσιν ἵπποισιν: ἵνα μὴ εἴπῃ τοῖς ἱππεῦσι καὶ δόξῃ χαρίζεσθαι τῷ χορῷ, ἀλλ’ ἵνα διὰ τῶν ἵππων ἐπαινέσῃ αὐτούς. VEΓ3MLh

### book 595c

τοῖσιν] ὡς ἰδίοις. E

### book 595d

ἐπεὶ ἀλλότρια τῆς τῶν ἱππέων φύσεως μέλλει περὶ αὐτῶν λέγειν, ἵνα θεραπεύσῃ τῆς ἐπαγγελίας τὸ ἀπίθανον, ἅπερ αὐτοῖς συνέγνω ταῦτά φησι περὶ αὐτῶν ἐρεῖν. Lh

### book 595e

ξύνισμεν] γινώσκομεν. Lh

### book 596

εὐλογεῖσθαι] ἐπαινεῖσθαι. Lh

### book 597

ἐσβολάς: τὰς ἐπὶ τὴν τῶν πολεμίων χώραν ἐφόδους ἐκάλουν ἐσβολάς. VEΓΘMLh

### book 599

ἱππαγωγούς] τὰς ἵππους καὶ ἄνδρας ἀγούσας ναῦς. EΓ3Lh

### book 600a

(I) κώθωνας: εἴδη ποτηρίων ἃ ἐλάμβανον οἱ στρατιῶται. τοὺς ἱππεῖς δὲ ἐπαινεῖν βουλόμενος ταῦτά φησιν. ἄλογον γὰρ ἀλόγοις ζῴοις λογισμὸν περιτιθέναι. τοὺς δὲ Ἀθηναίους ἐπαινεῖ, ἐπεὶ ἠπειρῶται ὄντες ἀντεποιήσαντο τῆς θαλάττης, καὶ οὐκ ἀπέτυχον τῆς προσδοκίας. διὰ δὲ τοῦ σκορόδου καὶ κρομμύου τὴν εὐτέλειαν δείκνυσι τῶν τε ναυτικῶν καὶ στρατιωτικῶν σιτίων, ὅτι εὐτελῆ ⟦ὡσ⟧ οἱ στρατιῶται ἔφερον. VEΓΘMLh (II) ἄλλως: κώθων εἶδος ἐκπώματος ὀστρακίνου, ἢ εἶδος ποτηρίου Λακωνι‐ κοῦ καὶ στρατιωτικοῦ· ἐπειδὴ μεριστὸν ὕδωρ ἐλάμβανον οἱ ναῦται, κώθωνας εἶχον. VEΓ3M

### book 600b

κώθωνας] εἶδος ἐκπώματος ὀστρακίνου, ἃ ἐλάμβανον οἱ στρατιῶται ἐξερχόμενοι πρὸς μάχην. Lh

### book 602a

ἱππαπαί, τίς ἐμβαλεῖ;: ἰδίως τὸ κροῦσαι ναυσὶν ἐμβαλεῖν λέγουσιν· φησὶν οὖν, τίς ὁ τολμήσας τοῖς ἱππόταις ἐξ ἐναντίας ἀντιστῆναι; κυρίως οὖν τὸ ἐμβαλεῖν τὸ ταῖς κώπαις κροῦσαι· νῦν δὲ ἀντὶ τοῦ τοῖς ἵπποις συμβαλεῖν. τὸ δὲ “ἱππαπαί” ἔπαιξε παρὰ τὸ ῥυππαπαί, εἰρηκὼς ὡς ἐπὶ ἵππων. ἔστι δὲ τὸ ῥυππαπαὶ ἐπιφώνημα ναυτικόν· ἢ ψόφου ἐστὶ μίμημα ἀπὸ τῶν κωπῶν ἀποτελουμένου. VEΓΘM

### book 602b

ἔπαιξε τὸ “ἱππαπαί” ἀντὶ τοῦ ῥυππαπαὶ εἰρηκὼς ὡς ἐπὶ ἵππων. ἔστι δὲ τὸ ῥυππαπαὶ ἐπιφώνημα ναυτικόν, ἢ ψόφου ἐστὶ μίμημα ἀπὸ τῶν κωπῶν ἀποτελουμένου. Lh

### book 602c

ἐμβαλόντες] ἰδίως τὸ κροῦσαι ναυσὶν ἐμβαλεῖν λέγουσι, νῦν δὲ ἀντὶ τοῦ τοῖς ἵπποις. Lh

### book 603a

οὐκ ἐλᾷς: οὐκ ἐρέττεις, οὐ κωπηλατεῖς. VEΓ3

### book 603b

ὦ σαμφόρα: ἰδίως σαμφόραι καλοῦνται ἵπποι ἐγκεχαραγμένοι τὸ ϛ σημεῖον· οἱ δὲ Δωριεῖς τὸ ϛ σὰν λέγουσιν. VEΓΘMLh

### book 604a

ἐξεπήδων: κυρίως τὸ “ἐξεπήδων” ἐπὶ τῶν ἵππων. φησὶ δὲ ἐξώρμων. ἐναργεῖ δὲ λέξει κέχρηται δεικνὺς αὐτῶν τὴν προθυμίαν. VEΓΘ

### book 604b

ἐξεπήδων] ἐναργεῖ λέξει κέχρηται δεικνὺς αὐτῶν τὴν προθυμίαν. Lh

### book 606a

(I) ἀντὶ πόας Μηδικῆς: τοῦ παρ’ ἡμῖν χόρτου· ἡ τῶν Μήδων χώρα ἔφυδρος οὖσα χόρτον πολὺν ἐκφέρει. λέγεται δὲ καὶ πόα τις Μηδικὴ ἀρίστη καὶ καλλίστη καὶ ἐπιτηδειοτάτη ἵπποις· ἡ αὐτὴ δὲ καὶ τρίφυλλος λέγεται. ἢ ὅτι Μῆδοι ἐχθροὶ Ἀθηναίων. VEΓΘM (II) ἄλλως: ἀντὶ λόχου Μηδικοῦ. ἐδόκει γὰρ ἡ Μηδικὴ χώρα, πεδιάς τε οὖσα καὶ κάθυγρος, εὔφορος εἶναι εἰς τὰς τῶν κτηνῶν τροφάς. ἐπεὶ τοῖς Ἀθη‐ ναίοις ἔθος ἦν Μήδων κρατεῖν. VEΓ3Θ

### book 606b

ἐδόκει ἡ Μηδία χώρα κάθυγρος οὖσα εὔφορος εἶναι εἰς κτηνῶν τροφάς. ἐπεὶ τοῖς Ἀθηναίοις ἔθος ἦν Μήδων κρατεῖν, ἢ ὅτι ἐχθροὶ ἦσαν Μῆδοι Ἀθηναίων. Lh

### book 606c

παγούρους] τοὺς παρ’ ἡμῖν καράβους. EΓ3

### book 606d

παγούρους] τοὺς παρ’ ἡμῖν γάλους. Lh

### book 606e

πόας Μηδικῆς] τοῦ παρ’ ἡμῖν χόρτου. Lh

### book 607a

εἴ τις ἐξέρπει: ἐπέμεινε τῇ τροπῇ πλέον τι περὶ τῶν Ἀθηναίων φιλοτιμούμενος· οὐ γὰρ τοὺς προϊόντας, φησί, μόνους διέφθειρον συλλαμ‐ βάνοντες, ἀλλὰ καὶ τοὺς ἐν αὐτοῖς ὄντας τοῖς βυθοῖς. ταῦτα δὲ πάντα εἶπε πρὸς τὴν ἐμπειρίαν αὐτῶν ἀποτεινόμενος τὴν περὶ τὰ ναυτικά. VEΓΘM

### book 607b

εἴ τις ἐξέρποι θύραζε] εἴ τις προκύψειε μόνον. EΓ3Lh

### book 607c

κἀκ βυθοῦ θηρώμενοι] ἤγουν καὶ τοὺς ἐν αὐτοῖς ὄντας τοῖς βάθεσιν. Lh

### book 608a

Θέωρος: ὁ ποιητὴς Θέωρος ἔφη εἰπεῖν τινα Κάρκινον Κορίνθιον ταῦτα. ⟦ἀποδέχεται δὲ αὐτοὺς πίνοντας ἕνεκα τοῦ νικῆσαι μόνον.⟧ ὁ Θέωρος ἔγραψε Κάρκινον λέγοντα πρὸς τὸν Ποσειδῶνα καὶ ἀποδυσπετοῦντα. προσ‐ κρούει εἴς τινα Κάρκινον. διὰ τοῦτο γὰρ καὶ τοὺς ἱππέας καὶ οὐχ ἵππους. ὡς μοιχὸς δὲ κωμῳδεῖται ὁ Θέωρος καὶ ἰχθυοφάγος καὶ πονηρός. περὶ Κόρινθον οὖν διέτριβεν, ἴσως διὰ τὰς ἐκεῖ πόρνας· ἦν δὲ καὶ κόλαξ. ταῦτα οὖν λέγει ἴσως κολακεύων τοὺς ἱππέας. VEΓΘM

### book 608b

ὁ Θέωρος ἔγραψε Κάρκινόν τινα ἀποδυσπετοῦντα καὶ λέγοντα τοιαῦτα πρὸς τὸν Ποσειδῶνα. ὡς μοιχὸς δὲ κωμῳδεῖται καὶ ἰχθυοφάγος καὶ πονηρός. ἐν Κορίνθῳ δὲ διέτριβεν, ἴσως διὰ τὰς ἐκεῖ πόρνας. ἦν δὲ καὶ κόλαξ. ταῦτα οὖν λέγει ἴσως κολακεύων τοὺς ἱππέας. Lh

### book 608c

Θέωρος] οὗτος ποιητὴς διατρίβων εἰς Κόρινθον. Lh

### book 609

(I) δεινά γ’ ὦ Ποσεῖδον: δοκοῦσι γὰρ οἱ Κορίνθιοι μάλιστα σέβεσθαι τὸν Ποσειδῶνα διὰ τὸν Ἰσθμόν· ὅθεν καὶ γυμνικὸν ἀγῶνα, τὰ Ἴσθμια, ἐπιτελοῦσι τῷ τε Παλαίμονι καὶ τῷ Ποσειδῶνι. VEΓΘLh (II) ἄλλως: ὅτι οἱ Ἀθηναῖοι ἐστράτευσαν ἐπὶ Κόρινθον καὶ περὶ Κεγχρέας ἐνίκησαν Νικίου στρατηγοῦντος τοῦ Νικηράτου σὺν ἱππεῦσι σʹ καὶ ὁπλίταις καὶ ναυσί. VEΓΘLh

### book 610a

μήτ’ ἐν γῇ μήτ’ ἐν θαλάττῃ: ὡς τῶν Ἀθηναίων οὐ κατὰ θάλατταν μόνον, ἀλλὰ καὶ κατὰ γῆν ἐν τοῖς πολέμοις κρατούντων. VEΓ3MLh

### book 610b

. Lh

### book 611

(I) (ad vv. 611—5) ὦ φίλτατ’ ἀνδρῶν: ἔτι τοῦ χοροῦ ἴαμβοι τρίμετροι ἀκατάληκτοι 〈δʹ, ὁ δὲ〉 πέμπτος τοῦ ὑποκριτοῦ παρερχομένου. VEΓ3 (II) ἄλλως: ὦ φίλτατε: ὁ χορὸς πρὸς τὸν ἀλλαντοπώλην ἥκοντα ἀπὸ τῆς βουλῆς ⟦καὶ⟧ καταγωνισάμενον Κλέωνα. VEΓ3Lh

### book 612a

φροντίδα: ἀγωνίαν καὶ μέριμναν καὶ φόβον. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰς δέος κατέστησας ἡμᾶς, μὴ παρευδοκιμηθῇς πρὸς τοῦ Κλέωνος. VEΓΘ

### book 612b

φροντίδα] ἀγωνίαν καὶ φόβον μὴ νικηθῇς πρὸς τοῦ Κλέωνος. Lh

### book 613

σῶς] μὴ παθών τι ὑπ’ ἐκείνου. Lh

### book 614

ἄγγειλον] εἰπέ. Lh

### book 615a

νικόβουλος ἐγενόμην: ἐγώ, φησί, τὴν νίκην ἀπηνεγκάμην. ἀστείως δὲ κέχρηται τῷ συνθέτῳ καὶ τὰ ὀνόματα συνέπλεξεν ἄμφω. ἐν τῇ βουλῇ γὰρ τὴν φιλονεικίαν ἐποιήσαντο προκαλεσαμένου τοῦ Κλέωνος, καὶ οἱ βουλευταὶ τὴν νίκην προσέκριναν αὐτῷ. VEΓΘ

### book 615b

νικόβουλος ἐγενόμην] ἐγὼ τὴν νίκην ἀπηνεγκάμην· ἀστείως δὲ κέχρηται τῷ συνθέτῳ ὀνόματι. Lh

### book 616a

(ad vv. 616—23) ὦ καλὰ λέγων: διπλῆ καὶ περίοδος τοῦ χοροῦ ὀκτάκωλος, ἧς τὸ πρῶτον τροχαϊκὸν τρίμετρον ἀκατάληκτον, τὸ δεύτερον ἐν εἰσθέσει παιωνικὸν τετράρρυθμον, τὰ δὲ λοιπὰ ἐν ἐπεισθέσει, τὸ τρίτον παιω‐ νικὸν δίρρυθμον, τὸ τέταρτον τροχαϊκὸν ἑφθημιμερές, τὸ πέμπτον παιωνικὸν δίρρυθμον, τὸ ἕκτον τροχαϊκὸν τρίμετρον ἀκατάληκτον, τὸ ἕβδομον ὅμοιον καὶ τὸ ὄγδοον τροχαϊκὸν ἑφθημιμερές. VEΓ3Q

### book 616b

(ad vv. 616—23) νῦν ἄρ’ ἄξιόν γε πᾶσιν: εἴσθεσις χοροῦ προῳ‐ δική, στροφῆς λόγον ἔχουσα. ἔχει γὰρ καὶ ἀντίστροφον τὸ “Πάντα δὴ πέπρα‐ γας” καὶ ἔστιν ἐκ στίχων καὶ κώλων ηʹ, ὧν τὸ πρῶτον τροχαϊκὸς τετράμετρος βραχυκατάληκτος, τοῦ ἕκτου ποδὸς τριβράχεος. ὁ δεύτερος παιωνικὸς καθαρὸς τετράμετρος καταληκτικός. τὸ τρίτον ὅμοιον, δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, διὰ τὸ καὶ τῆς ἀντιστροφῆς τοιοῦτον εἶναι, πλὴν ἐνταῦθα ἰωνικὸν ἔχει ἀντὶ τοῦ παιῶνος. τὸ τέταρτον τροχαϊκὸν ἑφθημιμερές, ὃ καλεῖται Εὐριπί‐ δειον ἢ ληκύθιον. τὸ πέμπτον παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ κρητικῶν, ὃ καλεῖται δίρρυθμον. ὁ ἕκτος καὶ ἕβδομος τροχαϊκοὶ τρίμετροι ἀκατάληκτοι.

### book 616b

τὸ ὄγδοον ὅμοιον τῷ τετάρτῳ. εἰσὶ δὲ καὶ ταῦτα τὰ πολυσχημάτιστα. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλῆ ἔσω νενευκυῖα. Lh

### book 616c

ἐπολολύξαι] εὔξασθαι καὶ εὐφημῆσαι. EΓ3Lh

### book 618

εἴθ’ ἐπέλθοις: εἴθε ἐθελήσαις μοι διελθεῖν καὶ διηγήσασθαι πάντα τὰ πραχθέντα σοι καὶ γεγενημένα. VEΓ3Lh

### book 621a

κἂν μακρὰν ὁδὸν διελθεῖν: καὶ ἀποδημίαν 〈ἂν〉 στείλασθαί μοι δοκῶ, ὥστε μαθεῖν τὰ πεπραγμένα. θέλω, φησί, καὶ μακρὰν ὁδὸν διελθεῖν, ἵνα μάθω πῶς ἐνίκησας τὸν Κλέωνα. VEΓΘM

### book 621b

μακρὰν ὁδὸν διελθεῖν ὥστ’ ἀκοῦσαι] ἀποδημίαν στείλασθαι ὥστε μαθεῖν τὰ πεπραγμένα. Lh

### book 623a

λέγ’, ὡς ἅπαντες ἡδόμεθά σοι: ὡς ἐπὶ τῇ σῇ εὐφραινόμεθα νίκῃ καὶ χαίρομεν. λείπει δὲ ἡ ἐπί, ἵν’ ᾖ ἐπὶ σοί· ἢ ἡ σύν, ἵν’ ᾖ συνηδόμεθά σοι. VEΓΘM

### book 623b

ἡδόμεθά σοι] ἐπὶ τῇ σῇ εὐφραινόμεθα νίκῃ. Lh

### book 624a

(ad vv. 624—82) διπλῆ 〈καὶ〉 στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι νθʹ. VEΓ3

### book 624b

(ad vv. 624—82) καὶ μὴν ἀκοῦσαί γ’ ἄξιον: ἡ περιοδικὴ αὕτη καὶ μονοστροφικὴ εἴσθεσις τοῦ ὑποκριτοῦ διηγηματική ἐστιν, ἐκ στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων νθʹ, ὧν τελευταῖος “ὀβολοῦ κορίαννοις ἀναλαβὼν ἐλήλυθα”. ἐπὶ τῷ τέλει παράγραφος. Lh

### book 625

αὐτοῦ κάτοπιν ἐνθένδ’ ἱέμην] ὄπισθεν ἢ μετ’ αὐτοῦ ἐπηκολούθουν. VEΓ3Lh

### book 626a

(I) ἐλασίβροντα 〈ἀναρρηγνύς:〉 τουτέστι πλάττων καὶ κατα‐ σκευάζων καὶ συντιθείς. ἔχεται δὲ καὶ τοῦτο τὸ ῥῆμα ἐμφάσεως μείζονος. VEΓΘ (II) ἄλλως: ὥσπερ ὑπὸ βροντῆς ἐλαυνόμενα· τουτέστι μεγαληγορῶν καὶ ὑπερόγκοις χρώμενος ῥήμασι, γέμουσι ψόφου. ἤτοι δὲ τὴν φωνὴν σκώπτει τοῦ Κλέωνος ⟦ὅτι τραχέως ἐφθέγγετο ἢ⟧ ὡς τραχεῖαν, ἢ πρὸς τὴν ἀπειλήν, ἣν ἠπείλησεν ὁ Κλέων εἰπὼν συνταράξειν τήν τε γῆν καὶ τὴν θάλατταν ἐπ’ αὐτῷ. τό τε γὰρ τὴν γῆν κινεῖν καὶ σαλεύειν, καὶ τοὺς τῆς θαλάττης βυθούς, ἔργον τοῦ Διός, ὡς καὶ τὸ βροντᾶν. προπαροξυτόνως δὲ ἀναγνωστέον ἐλασίβροντα.

### book 626a

VEΓΘM

### book 626b

ὁ δ’ ἄρ’ ἔνδον] ὁ δὲ Κλέων καταλαβὼν τὸ βουλευτήριον. τὸ δὲ “ἐλασίβροντα” παρὰ τὰ ἐξ ἀρχῆς Πινδάρου. E

### book 626c

ἢ τὴν φωνὴν σκώπτει τοῦ Κλέωνος ὅτι ταχέως ἐφθέγγετο ἢ τραχέως, ἢ πρὸς τὴν ἀπειλὴν ἣν ἠπείλησεν εἰπὼν συνταράξειν τήν τε γῆν καὶ τὴν θάλασσαν ἐπ’ αὐτῷ. τό τε γὰρ τὴν γῆν κινεῖν καὶ τοὺς τῆς θαλάσσης σαλεύειν βυθοὺς ἔργον τοῦ Διός, ὡς καὶ τὸ βροντᾶν. τὴν μεγαληγορίαν δὲ αὐτοῦ δείκνυσι διὰ τῶν τοιούτων λέξεων. Lh

### book 626d

ὁ δ’ ἄρ’ ἔνδον] ὁ Κλέων καταλαβὼν τὸ βουλευτήριον. Lh

### book 626e

ἀναρρηγνὺς ἔπη] ἀνασπῶν καὶ μετὰ σφοδρότητος λέγων. Lh

### book 627a

τερατευόμενος: ψευδόμενος καὶ μηδὲν ἀληθὲς μηδὲ ὑγιὲς λέγων. VEΓ3MLh

### book 627b

ἤρειδε κατὰ τῶν ἱππέων: ἠφίει καὶ ἔπεμπε κατὰ τῶν ἱππέων. ἔφαμεν δὲ ὅτι συνέστηκεν ὁ χορὸς ἐκ τῶν ἱππέων. εἰς τρία γὰρ μέρη τὸ παλαιὸν τῶν Ἀθηναίων διῄρητο ὁ δῆμος, εἴς τε τοὺς πεντακοσιομεδίμνους καλουμένους, οὓς διὰ τὸ γεωργεῖν τοσαῦτα μέτρα οὕτως ὠνόμαζον, καὶ τοὺς ἱππέας καὶ τοὺς θῆτας. οἱ μὲν οὖν πεντακοσιομέδιμνοι ἦσαν εὔποροι, οἱ δὲ ἱππεῖς ἧττον μὲν τῶν πεντακοσιομεδίμνων, μέχρι δὲ τῶν τριακοσίων ἐγεώργουν μέτρων. ἱππεῖς δὲ αὐτοὺς ὠνόμαζον διὰ τὸ δύνασθαι, εἴ ποτε αὐτοῖς χρεία γένοιτο ἵππων, ἕκαστον αὐτῶν τρέφειν. ἦσαν δὲ τὸ μὲν πρότερον ἑξακόσιοι τὸν ἀριθμόν. οὗτοι δὲ μετὰ ταῦτα τῆς πόλεως πληθυνθείσης ἐγένοντο διακόσιοι πρὸς τοῖς χιλίοις.

### book 627b

ὅθεν καὶ τὰς θυσίας, ἃς αὐτοὶ πέμποιεν ἐν ταῖς πομπαῖς, ἐκάλουν ἱππάδας. ἐξῆν δὲ αὐτοῖς καὶ κομᾶν. ἡ δὲ τρίτη τάξις ἦσαν οἱ θῆτες παρ’ αὐτοῖς, οἷς οὐδὲ ἄρχειν ἐφεῖτο † ἢ δικάζειν καὶ ἐκκλησιάζειν μόνον, ἵν’ ἔκ τε τοῦ δικαστικοῦ καὶ ἐκκλησιαστικοῦ τρέφοιντο. VEΓΘMLh

### book 627c

ἤρειδε] ἠφίει. Lh

### book 628a

κρημνοὺς ἐρείδων: ἐπιπέμπων καὶ ἀκοντίζων, τουτέστιν ἐγκλή‐ ματα ὑπέρογκα καὶ διαβολὰς χαλεπωτάτας ῥίπτων καὶ λογοποιῶν κατὰ τῶν ἱππέων. ἀπὸ δὲ τοῦ “ἐλασίβροντα” καὶ τοῦτο εἴληφε τὸ ῥῆμα ἐχόμενον τοῦ ὄγκου τοῦ προειρημένου. κρημνοὶ δέ εἰσι τὰ μέρη τὰ ἀπὸ τῶν ὀρῶν ἀποσπώμενα. VEΓ3Θ

### book 628b

κρημνοὶ λέγονται τὰ μέρη τὰ ἀπὸ τῶν ὀρῶν ἀποσπώμενα· ἐγκλήματα ὑπέρογκα καὶ διαβολὰς χαλεπωτάτας ῥίπτων. M

### book 628c

κρημνοὺς ἐρείδων] ὑπέρογκα ἐγκλήματα καὶ διαβολὰς λέγων χαλεπω‐ τάτας. Lh

### book 629a

πιθανώτατα: ἐγγὺς πίστεως καὶ ἀληθείας ἐχόμενα πλάττει, ἐπιφέρων αὐτοῖς ἐγκλήματα. VEΓ3Lh

### book 629b

ἀκροωμένη] ἀκούουσα. Lh

### book 630a

ψευδατραφάξυος 〈πλέα〉: πλήρης ψευσμάτων. ἀτράφαξυς δὲ εἶδος λαχάνου, ὃ ταχέως εἰς μέγεθος αὔξεται. ἐπεὶ οὖν ὁ Κλέων ψευδῆ κατὰ τῶν ἱππέων κατηγόρησε, καὶ ἡ βουλὴ πείθεσθαι ἐδόκει, ψευδατραφάξυος εἶπε πλέαν τὴν βουλὴν γεγονέναι, διαβάλλων μὲν ὡς ψεύστην τὸν Κλέωνα, τῆς δὲ βουλῆς καθαπτόμενος, ὡς τοῖς ψευδομένοις καὶ διαβάλλουσι πειθομένης εὐχερῶς καὶ ῥᾳδίως, ὥσπερ καὶ τὸ λάχανον αὔξεται. VEΓ3ΘM

### book 630b

διὰ τοῦ ἀτραφύξιος λαχάνου διαβάλλει τὸν Κλέωνα ὡς ψεύστην. καθάπτεται δὲ καὶ τῆς βουλῆς ὡς τοῖς ψευδομένοις καὶ διαβάλλουσιν εὐχερῶς πειθομένης, ὡς καὶ τὸ λάχανον ῥᾳδίως αὔξεται. Lh

### book 630c

ψευδατραφύξιος πλέα] πλήρης ψευσμάτων· ἀτράφυξις δὲ εἶδος λαχάνου. Lh

### book 631a

κἄβλεψε νᾶπυ: καὶ ἀνέβλεψε δριμὺ καὶ ὀργίλον. ἀπὸ τῆς ψευδατρα‐ φάξυος ἑξῆς εἶπε τὸ “νᾶπυ”· λαχάνου γὰρ καὶ τοῦτο εἶδος. ἔστι δὲ δριμὺ τὴν φύσιν· ἀφ’ οὗ σπέρματος τὸ νῦν λεγόμενον σίνηπι γίγνεται ⟦νᾶπυ γὰρ τὸ σίνηπι λέγεται⟧. VEΓΘM

### book 631b

τὰ μέτωπ’ ἀνέσπασε: συνέστειλε τὰς ὀφρῦς· καὶ τοῦτο δεῖγμα ὀργῆς. VEΓ3MLh

### book 631c

νᾶπυ] δριμὺ καὶ ὀργίλον. Lh

### book 633a

φενακισμοῖσιν] ἀπατήμασι. φενάκη γάρ ἐστι προσθετὴ κόμη. VEΓ3

### book 633b

φενακισμοῖσιν] ἀπατήμασι. Lh

### book 634a

(I) ἄγε δὴ Σκίταλοι: ὠνοματοποίησε δαίμονάς τινας ἀναπλάσας ἀναιδεῖς. οὐκ ὄντας γὰρ θεοὺς ἐπὶ χλεύῃ ἀσυνέτως προφέρεται, τὰ ὀνόματα λέγων ὡς θεῶν. VEΓΘM (II) ἄλλως: οἷον προτρεπόμενος καὶ ἐπιθαρσύνων αὑτὸν εἰς ἀναίδειαν καὶ εὐτολμίαν ἀνέπλασε θεοὺς ἐπὶ χλεύῃ, οἷς ηὔξατο ἀρξάμενος τοῦ λέγειν. Σκίτα‐ λοι μὲν οὖν οἱ εὐτελεῖς καὶ πονηροί· ἦν γὰρ Σκίτων κναφεύς τις εὐτελής, ἐπὶ πονηρίᾳ κωμῳδούμενος. Βερέσχεθοι δὲ οἱ ἀνόητοι· πέπλασται δὲ ἡ λέξις. Κοάλεμοι δὲ οἱ 〈ἀνόητα κοοῦντεσ〉 καὶ νοοῦντες. Μόθων δὲ ὁ εὐτελής. μόθωνας γὰρ ἐκάλουν οἱ Λάκωνες τοὺς παρεπομένους τοῖς ἐλευθέροις· ἔστι δὲ καὶ γένος ὀρχήσεως. VEΓ3ΘMLh (III) ἄλλως: πρὸς τὴν ἐπωνυμίαν οὐκ ὄντας θεοὺς ἐπὶ χλεύῃ προφέρεται· ὥσπερ δὲ παραστάτας ἀνθρώπων πονηρῶν καὶ παρέδρους τούτους ἐπεκαλεῖτο θεούς· οὐδεὶς δὲ αὐτῶν ἡρμήνευσε τὰ ὀνόματα. VEΓΘ

### book 634b

ἦν δ’ ἐγώ: ἔφην ἐγώ. Ἀττικὴ δὲ ἡ λέξις καὶ ἡ σύνταξις. μάλιστα δὲ αὐτῇ συνεχῶς κέχρηται καὶ κατακόρως ὁ Πλάτων. VEΓ3ΘLh

### book 634c

totus versus] ὀνοματοποιεῖ δαίμονάς τινας. Lh

### book 635

Βερέσχεθοί τε καὶ Κόβαλοι] ἀνόητοι καὶ εὐτελεῖς. Lh

### book 636a

ἀγορά τ’ ἐν ᾗ παῖς ὤν: τά τε ἄλλα, φησί, παρεκελευόμην καὶ τῆς ἀνατροφῆς ἀνεμιμνῃσκόμην, ὅτε ἐν τῇ ἀγορᾷ τραφείην, καὶ τὰ ἐκ παιδὸς ἀνεκαλούμην ἐπιτηδεύματα συλλαβέσθαι μοι εἰς τὸν ἀγῶνα τὸν πρὸς Κλέωνα. VEΓ3Θ

### book 636b

ἀγορά] ἤγουν τὰ ἐν ἀγορᾷ ἐκ παιδὸς ἀνεκαλούμην ἐπιτηδεύματα συλλαβέσθαι μοι εἰς τὸν ἀγῶνα τὸν πρὸς Κλέωνα. Lh

### book 638

φροντίζοντί μοι: εὐχομένῳ καὶ μεριμνῶντι. VEΓ3

### book 639a

ἀπέπαρδεν: οὕτως Ἀττικοὶ τὸ πορδὴν ἀφεῖναι. παρείληφε δὲ τοῦτο γέλωτος χάριν. καταπύγων δὲ εὐρύπρωκτος. VEΓΘ

### book 639b

ἀπέπαρδεν] οὕτως τὸ πορδὴν ἀφεῖναι λέγουσιν Ἀττικοί. Lh

### book 639c

καταπύγων] εὐρύπρωκτος. Lh

### book 640a

προσέκυσα: προσεκύνησα, ὥσπερ σημείου τινὸς δοθέντος. ἰστέον μέντοι ὅτι γέλωτος χάριν προσήνεγκε ταῦτα. VΓΘMLh

### book 640b

θενὼν] τύπτων. Lh

### book 641a

τὴν κιγκλίδ’: τὴν θύραν, τὸ κάγκελον τοῦ δικαστηρίου. ἰδίως δὲ τὰς διπλᾶς θύρας οὕτω κλητέον, ἅς τινες δικλίδας φασίν. ἢ κιγκλὶς ἰδίως ἡ τρύπη, δι’ ἧς ἡ κλεὶς πέμπεται. VEΓΘM

### book 641b

ἐξάραξα: ἀνέῳξα. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· θαρρήσας, φησί, τῷ δοθέντι σημείῳ, διάρας τὸ στόμα καὶ τὴν ἀγωνίαν ἀποβαλών, ⟦ὥσπερ τὸ στόμ’ ἀνοίξασ⟧ ἀνέκραγον. VEΓΘM

### book 641c

τὴν κιγκλίδ’] τὸ κάγκελον τοῦ δικαστηρίου. Lh

### book 641d

ἐξάραξα] ἀνέῳξα. Lh

### book 641e

ἀναχανὼν] διάρας τὸ στόμα· παίζων πρὸς τὸ “ἐπέπαρδε” λέγει τὸ “ἀναχανών”. Lh

### book 641f

αἱ τοῦ δικαστηρίου θύραι ἐπικειμένας εἶχον ἔξωθεν ἑτέρας, οὐ διὰ συμφυῶν σανίδων ἀλλ’ ἐκ κιγκλίδων συγκειμένας, ἵνα διαφανεῖς οὖσαι καὶ διῃρημέναι εἰς πλείους ὀπὰς ἀκωλύτως ὁρᾶν παρέχοιεν τοῖς ἐκτὸς ἐπὶ τὰ ἔνδον. Lh

### book 642a

ἀνέκραγον] ἐβόησα. Lh

### book 643

εὐαγγελίσασθαι] εὐαγγέλια λέγειν, Ἀττικῶς. EΓ3

### book 644a

ὁ πόλεμος] ὁ Πελοποννησιακὸς δηλονότι. VEΓ3Lh

### book 644b

κατερράγη] συνέπεσεν. EΓ3Lh

### book 645a

ἀφύας: εἶδος λεπτῶν ἰχθύων ἄγαν. σφόδρα δὲ καὶ μέχρι νῦν παρὰ τοῖς Ἀθηναίοις σπουδάζεται. VEΓ3M

### book 645b

ἀξιωτέρας: τουτέστιν εὐωνοτέρας τῆς ἀξίας τιμῆς· ἄξιον γὰρ παρ’ Ἀττικοῖς τὸ εὔωνον. VEΓΘM

### book 645c

ἀφύας] εἶδος ἰχθύων λεπτῶν ἄγαν. Lh

### book 645d

ἀξιωτέρας] εὐωνοτέρας τοῦ ἀξίου τιμήματος. σφόδρα καὶ νῦν αἱ ἀφύαι παρ’ Ἀθηναίοις σπουδάζονται. Lh

### book 646a

διεγαλήνισεν: προσηνῆ καὶ πρᾷα καὶ ἥμερα ἐγένοντο, τουτέστιν ἐκ τῆς ὀργῆς μετέβαλε καὶ μετηλλάγη. ἀπὸ δὲ τῶν ἀφύων κυρίως τῷ “διεγα‐ λήνισεν” ἐχρήσατο, ὅτι ἐμπείρως οἱ Ἀθηναῖοι εἶχον τῆς ναυτικῆς. σκώπτει δὲ αὐτοὺς ὡς μικροῖς δελεαζομένους λήμμασιν. VEΓΘM

### book 646b

τῷ δὲ “διεγαλήνισεν” ἐχρήσατο κυρίως ἐπὶ τῶν ἀφύων. σκώπτει δὲ τοὺς Ἀθηναίους ὡς μικροῖς δελεαζομένους λήμμασιν. M

### book 646c

διεγαλήνισεν] προσηνῆ καὶ ἥμερα ἐγένετο, ἤγουν τῆς ὀργῆς μετέ‐ βαλεν. Lh

### book 646d

ἀπὸ τῶν ἀφύων τῷ “διεγαλήνισεν” ἐχρήσατο, ὅτι ἐμπείρως εἶχον οἱ Ἀθηναῖοι τῆς ναυτικῆς. σκώπτει δὲ αὐτοὺς ὡς μικροῖς δελεαζομένους λήμμασι, καὶ διὰ μικρὰν ἀγγελίαν εὐθὺς μεταβαλλομένους τῆς ὀργῆς καὶ στεφανοῦντας τὸν ἀπαγγείλαντα. Lh

### book 647a

ἐστεφάνουν μ’ εὐαγγέλια: τοὺς εὐαγγελιζομένους τι ἀγαθὸν στεφάνοις ἐτίμων. VEΓΘMLh

### book 647b

εὐαγγέλια] ἤγουν ἕνεκα τῆς ἀγγελίας. Lh

### book 648a

ἀπόρρητον: τὸ ἐν μυστηρίῳ λεγόμενον, οἷον τὸ κεκρυμμένον καὶ ἄγνωστον αὐτοῖς ὑποθέμενος, ἵν’ ἔχοιεν καὶ ποῦ ἀγοράσαιεν. VEΓΓ3Θ

### book 648b

ἀπόρρητον] μυστήριον ἄγνωστον αὐτοῖς ὑποθέμενος ἵνα ἔχοιεν καὶ ποῦ ἀγοράσαιεν. Lh

### book 649a

ἵνα] ὅπου. Lh

### book 649b

τοὐβολοῦ] τοῦ ὀβολοῦ. Lh

### book 650a

τῶν δημιουργῶν: τῶν σκευοποιῶν, τῶν κεράμεων. δημιουργοὺς δὲ ἐκάλουν καὶ τὰς νῦν λεγομένας ὑπονυμφίδας ⟦, τουτέστι τὴν παρεστῶσαν τῇ νύμφῃ γυναῖκα⟧. ὅθεν ἐστὶ καὶ Μενάνδρῳ Δημιουργός. VEΓΘMLh

### book 650b

τρύβλια] ὀξύβαφα. EΓ3Lh

### book 651a

ἀνεκρότησαν: ἥσθησαν καὶ ἐκρότησαν· δείγματα δὲ χαρᾶς. “ἐκεχήνεσαν” δὲ ἀντὶ τοῦ ἔβλεπον ἢ ἐμοὶ προσεῖχον. VEΓΘ

### book 651b

ἀνεκρότησαν] ἥδοντο καὶ ἐκρότουν τὰς χεῖρας. Lh

### book 651c

ἐκεχήνεσαν] ἀντὶ τοῦ ἔβλεπον εἰς ἐμὲ ἀτενῶς καὶ προσεῖχον τὸν νοῦν. Lh

### book 652

ὑπονοήσας] ὑποπτεύσας ἢ κατανοήσας τότε καὶ προϊδών. VEΓ3Lh

### book 655a

ἐπὶ συμφοραῖς ἀγαθαῖσι: ἐπὶ ἀγαθοῖς πράγμασι· μέσον δὲ ὄνομα ἡ συμφορά. δηλοῖ γὰρ καὶ τὸ καλὸν καὶ τὸ κακόν, ἐκ τῆς προσθήκης τοῦ ἐπιφερομένου. ὥσπερ οὖν καὶ νῦν προσθεὶς “ἐπ’ ἀγαθαῖσιν” οὐκ ἀφῆκεν ἐπὶ τοῦ πονηροῦ νοεῖσθαι. VEΓΘ

### book 655b

ἐπὶ συμφοραῖς ἀγαθαῖσιν] ἐπ’ ἀγαθοῖς πράγμασι. Lh

### book 655c

μέσον ἐστὶ τὸ ὄνομα τῆς συμφορᾶς, ποτὲ μὲν ἐπ’ ἀγαθοῦ ποτὲ δὲ ἐπὶ κακοῦ λαμβανομένης, ὥσπερ καὶ νῦν προσθεὶς τὸ “ἐπ’ ἀγαθαῖς” οὐκ ἀφῆκεν ἐπὶ πονηροῦ νοεῖσθαι. Lh

### book 656a

εὐαγγέλια] χάριν τῶν εὐαγγελιῶν. Γ2

### book 656b

τῇ θεῷ] Ἀττικόν. Γ2

### book 658a

(I) τοῖς βολίτοις ἡττημένος: ταῖς τῶν βοῶν ἐπαγγελίαις ὅτε ἔγνων ἡττηθείς. βολίτοις δὲ τοῖς σπελέθοις. βόλιτοι γὰρ οἱ σπέλεθοι τῶν βοῶν. VEΓΘM (II) ἄλλως: τοῖς βοϊδίοις. ἡ γὰρ τοῦ βοὸς κοιλία βολίτους ἔχει. λέγει δὲ φαύλοις εἴδεσιν ἐν αὐτοῖς ἡττώμενος. VEΓ3ΘM

### book 658b

ἔγνων] ᾐσθόμην. Γ2

### book 658c

βολίτοις ἡττημένος] φαύλοις ἡττημένος, ἤγουν ταῖς τῶν βοῶν ἐπαγγελίαις. “βολίτοις” δὲ εἶπεν, ἤγουν τοῖς τῶν βοῶν σπελέθοις. Lh

### book 659a

διηκοσίοισι] διακοσίοις. Lh

### book 659b

ὑπερηκόντισα] ὑπερέβαλον. EΓ3

### book 659c

ὑπερηκόντισα] ἐνίκησα, ἐκ μεταφορᾶς τῶν τοῖς ἀκοντίοις νικώντων. Lh

### book 660a

(I) τῇ δ’ Ἀγροτέρᾳ: τῇ Ἀρτεμίδι. ἰδίως γὰρ οἱ Ἀθηναῖοι σέβουσι καὶ τιμῶσι τὴν Ἀγροτέραν Ἄρτεμιν. VEΓΘMLh (II) ἄλλως: ἐξ ἱστορίας. Καλλίμαχος ὁ πολέμαρχος λέγεται εὔξασθαι τῇ Ἀρτεμίδι τοσαύτας βοῦς θῦσαι, ὅσους ἂν φονεύσῃ βαρβάρους ἐν Μαραθῶνι. ἐπειδὴ δὲ πολλοὶ ἐφονεύθησαν, μὴ δυνάμενος τοσαύτας βοῦς θῦσαι, ἔθυσε χιμαίρας. VEΓ3ΘMLh

### book 660b

παρῄνεσα] συνεβούλευσα, εἰσηγησάμην Ἀθηναίοις. τὸ δὲ “χιλιῶν” περισπῶσι. VEΓ3

### book 661

χιμάρων] αἰγῶν. Lh

### book 662a

αἱ τριχίδες: εἶδος ἰχθύων, ἃς θρίσσας καλοῦμεν. VEΓ3

### book 662b

γενοίαθ’] γένοιτο. Γ2

### book 662c

τριχίδες] θρίσσαι. Lh

### book 663

ἐκαραδόκησεν: ἀντὶ τοῦ ἀπέβλεψεν, ἢ ἐμοὶ προσέθεντο τὴν κεφαλὴν μετεωρίσαντες. παρ’ Ὁμήρῳ “καί τ’ Ὠρίωνα δοκεύει”. VEΓΘMLh

### book 664

ἐφληνάφα] ἐφλυάρει, ἐξηυτέλιζε. EΓ3Lh

### book 665a

κᾆθ’ εἷλκον αὐτὸν: εἶτα εἷλκον αὐτὸν καὶ ἐξώθουν τῆς βουλῆς. VEΓ3M

### book 665b

οἱ πρυτάνεις: οἱ προεστῶτες τῆς σιτήσεως καὶ τοῦ δήμου ἄρχοντες. 〈τοξόται δὲ〉 οἱ ὑπηρέται. VEΓΘMLh

### book 665c

εἷλκον] ἐξώθουν τῆς βουλῆς. Lh

### book 666a

ἐθορύβουν] θόρυβον ἐποιοῦντο. Γ2

### book 666b

περὶ] ἕνεκεν. Γ2

### book 667a

ὁ δ’] ὁ Κλέων. Γ2

### book 667b

ἠντιβόλει: ἱκέτευεν, ἐδεῖτο, ἐλιπάρει. EΓ3MLh

### book 668a

ἵν’ ἅτθ’ ὁ κῆρυξ: ταῦτα εἰς τὴν ἀπάτην τοῦ Κλέωνος τὴν εἰς τὸν δῆμον. ἐξ ἱστορίας δὲ τοῦτο· Λακεδαιμονίους γὰρ περὶ εἰρήνης πρεσβευομένους οὐκ ἐδέξαντο Κλέωνος κωλύσαντος. VEΓΘMLh

### book 668b

ἅτθ’] ἅττα. Lh

### book 669

σπονδῶν] φιλιῶν. Γ2

### book 670

ἐξ ἑνὸς στόματος: ὁμοθυμαδὸν καὶ μιᾷ φωνῇ. VEΓ3Lh

### book 671

ὦ μέλε: πρόσφθεγμα Ἀττικόν, ἀντὶ τοῦ ὦ κάκιστε ἢ κακοδαιμονέσ‐ τατε ἢ οἰκτρότατε· παρέλκει δὲ τὸ “ὦ μέλε”. VEΓΘMLh

### book 672a

ᾔσθοντο] ἐπύθοντο, ἔμαθον, ἔγνωσαν. VEΓ3Lh

### book 672b

ἀξίας] εὐώνους. EΓ2Lh

### book 673a

ὁ πόλεμος ἑρπέτω: γράφεται ἐρρέτω, τουτέστι χαιρέτω, ὅ ἐστιν, οὐδεμίαν φροντίδα τοῦ πολέμου ποιούμεθα. VEΓΘMLh

### book 673b

οὐ δεόμεθα] οὐ χρῄζομεν οὐδὲ ἐφιέμεθα. EΓ3Lh

### book 675a

ὑπερεπήδων: καὶ εὐθὺς ὑπερήλλοντο καὶ ὑπερεπήδων, τουτέστι δρομαῖοι ἠπείγοντο. διὰ δὲ τῆς σπουδῆς τὴν λιχνείαν ἐνδείκνυσιν αὐτῶν. VEΓΘM

### book 675b

τοὺς δρυφάκτους: τὰ νῦν ταβλώματα καλούμενα, τὰ τῶν οἰκοδομη‐ μάτων ἐξέχοντα ξύλα. ἢ τὰ κάγκελα, δρυόφρακτός τις ὤν, τουτέστιν ὁ ἐκ δρυῶν φραγμός. οἱ γὰρ ἀρχαῖοι πᾶν δένδρον δρῦν ἐκάλουν, ὥσπερ καὶ ἀκρόδρυα τὰ ἄκρα τῶν δένδρων. VEΓΘM

### book 675c

δρυφάκτους] τὰ νῦν περιφράγματα. VEΓ3

### book 675d

ὑπερεπήδων] ὑπερήδοντο καὶ δρομαῖοι ἠπείγοντο. διὰ δὲ τῆς σπουδῆς τὴν λιχνείαν ἐνδείκνυσιν αὐτῶν. Lh

### book 676a

κορίανν’: εἶδος βοτάνης, τὸ νῦν κολίανδρον λεγόμενον κοινῶς. VEΓ2M

### book 676b

ὑποδραμών] προλαβών, προφθάσας. EΓ3

### book 676c

κορίανν’] τὸ κοινῶς κολίανδρον. Lh

### book 677a

γήτεια: εἶδος λαχάνου ἀγρίου, παρεοικὸς τοῖς λευκοῖς πράσοις. καὶ τοῦτο ἥδυσμα ὡς τὸ ἀμπελόπρασον. VEΓ2MLh

### book 677b

τῇ ἀγορᾷ] συνίζησις. Lh

### book 678

ἐδίδουν ἡδύσματα: ἀρτύματα, φησίν, αὐτοῖς ἐχαριζόμην. οἰκείως δὲ ὡς μάγειρος ἐδίδου τὰ ἀρτύματα. VEΓΘM

### book 680a

ὑπερεπυππάζοντό με: γράφεται καὶ “ὑπερεπλήσσοντό με”, οἷον κατεπλήσσοντό με καὶ τὴν φιλοτιμίαν ἐθαύμαζον τὴν ἐμήν. διασύρει δὲ αὐτοὺς ὡς μικροθαυμάστους καὶ τάχεως ἀπατωμένους ὀλίγῳ λήμματι. VEΓΘM

### book 680b

ὑπερεπύππαζον: πύππαξ ἐπεφώνουν, ὃ ἡμεῖς ποππύζειν λέγομεν. VV2EΓΘMLh

### book 680c

totus versus] διασύρει αὐτοὺς ὡς μικροθαυμάστους καὶ τάχεως ἀπατωμένους ὀλίγοις λήμμασιν. Lh

### book 680d

ὑπερεπῄνουν] ὑπερεθαύμαζον καὶ κατεπλήττοντο τὴν ἐμὴν φιλοτι‐ μίαν. Lh

### book 682a

ἀναλαβών: συναρπάσας, κουφίσας, μετεωρίσας, τουτέστιν εἰς ἐμαυτὸν τῇ εὐνοίᾳ πείσας ῥέπειν. ἱκανῶς δὲ ἐκωμῴδησε τοὺς Ἀθηναίους. VEΓΘMLh

### book 682b

κοριάννοις] ἤγουν κολιάνδρῳ. Lh

### book 683a

δύο διπλαῖ, ὅτι ἕπεται ἡ ἀντίστροφος τῆς προαποδεδομένης. VEΓ3

### book 683b

(ad vv. 683—90) πάντα δὴ πέπραγας: ἡ τῆς προτέρας στροφῆς ἀντίστροφος αὕτη, τοῦ χοροῦ εἴσθεσις ἐκ κώλων καὶ στίχων ἐστὶν ὁμοίων ἐκείνῃ ηʹ, ὧν τελευταῖος ”–νους ἐπίστασαι πάλαι”. ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, ἀμφότεραι ἔξω νενευκυῖαι. Lh

### book 683c

χρὴ] δρᾶν δηλονότι. Γ2

### book 683d

διὰ τούτων καθάπτεται καὶ τοῦ Κλέωνος ὡς πονηροῦ καὶ πανούργου καὶ πάλιν τοῦ ἀλλαντοπώλου, ὡς πανουργοτέρου καὶ πονηροτέρου. Lh

### book 684a

ὁ πανοῦργος] ὁ Κλέων. EΓ3Lh

### book 684b

ἕτερον] τὸν ἀλλαντοπώλην. EΓ3Lh

### book 684c

ἕτερον] δηλονότι πανοῦργον. Γ2

### book 685

κεκασμένον] ἤγουν κεκοσμημένον. VEΓ3Lh

### book 686

ποικίλοις] πολλοῖς καὶ διαφόροις. VEΓ2Lh

### book 687

αἱμύλοις] τοῖς προσήνεσι καὶ ἐπαγωγοῖς· ἢ τοῖς ἀπατητικοῖς. VEΓ2Γ3Lh

### book 691a

(ad vv. 691—755) διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους τριμέτρους ἀκαταλήκτους ξεʹ. VEΓ3

### book 691b

(ad vv. 691—755) καὶ μὴν ὁ Παφλαγών: κορωνὶς ἑτέρα εἰσιόν‐ των τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ξεʹ, ὧν τελευταῖος “κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας”. ἐπὶ τῷ τέλει κορωνίς. Lh

### book 692a

(I) κολόκυμα: τὸ κολοβὸν κῦμα, ὅπερ τυφλὸν διὰ τὸ μὴ καχλάζειν λέγουσιν. ἢ τὸ κυλῖον καὶ ἐπιφέρον. ὑψηλὸν κῦμα καὶ μέγα ἀπὸ τοῦ κορυφοῦσθαι κυλιόμενον. τοῦτο δὲ ὡς πρὸς ἄνεμον. VEΓ2ΘM (II) ἄλλως: ὅπερ τινὲς κωφὸν καλοῦσι, τὸ μὴ ἐπηχοῦν μηδὲ καχλάζον. πρὸς τὴν προειρημένην δὲ ἀπειλὴν ὑπὸ τοῦ Κλέωνος ὅτι τὴν γῆν ταράξει καὶ τὴν θάλατταν ἀποτείνεται διασύρων αὐτόν, ὅτι μηδὲν ἔπραξεν ὧν προηπείλησεν, ἀλλ’ ἧττον ἔχων ἀπῆλθε τοῦ Ἀγορακρίτου. VEΓ2ΘM

### book 692b

πρὸς τὴν εἰρημένην ἀπειλὴν ὑπὸ Κλέωνος, ὅτι τὴν γῆν ταράξει καὶ τὴν θάλασσαν ἀποτείνεται διασύρων αὐτὸν ὅτι μηδὲν ἔπραξεν ὧν προη‐ πείλησεν, ἀλλὰ διελύθη ὥσπερ κωφὸν κῦμα, ἤγουν ἡττήθη τοῦ Ἀγορακρίτου. Lh

### book 692c

κολόκυμα] τὸ κολοβὸν κῦμα ὅπερ τυφλὸν καλοῦσι διὰ τὸ μὴ καχλάζειν. Lh

### book 692d

κυκῶν] ταράσσων ἐκ παραλλήλου. Lh

### book 693a

ὡς δὴ καταπιόμενός με: ὡς ἐπικαλύψων με τῷ κύματι, αἰσχρῶς μέλλων με καταπιεῖν. VEΓ3MLh

### book 693b

μορμὼ τοῦ θράσους: τὸ μορμολυκεῖον, ἣν λέγουσι Λαμίαν. μορμολυκεῖα δὲ ἔλεγον τὰ φόβητρα. λείπει δὲ τὸ “ὡς”, ὡς μορμώ. ἢ ἐπιρ‐ ρηματικῶς συνεξενήνεκται, ὡς εἰ ἔλεγε, φεῦ τοῦ θράσους. VEΓΘM

### book 693c

καταπιόμενος] μέλλων καταπίεσθαι. Γ2

### book 693d

μορμὼ τοῦ θράσους] ἤγουν φεῦ τοῦ θράσους. ἀπὸ τῆς μορμοῦς ἣν λέγουσι Λαμίαν. καὶ μορμολυκεῖα φασὶ τὰ φοβερά. Lh

### book 694a

(I) εἰ μή ς’ ἀπολέσαιμι: οἷον διαμαρτήσαιμι τῆς ἐλπίδος, εἴ σε μὴ ἀπολέσαιμι, εἴ τι τῶν ἐμῶν ὑποκρίναιο ψευσμάτων. ἐπειδὴ ψευδόμενος καὶ ἀνθυπισχνούμενος ἔδοξεν αὐτὸν ὁ ἀλλαντοπώλης παρευδοκιμεῖν. VEΓΘM (II) ἄλλως: εἴ τι τῶν ἐνόντων μοι ψευδῶν σῴζεται, ⟦εἰ μὴ ἀπολώλεκα τὸ ψεύδεσθαι⟧ διαμάρτοιμι καὶ διαπέσοιμι πανταχοῦ, εἰ μή σε ἐξ ἀνθρώπων ποιήσαιμι. VEΓΘ

### book 694b

ἀπολέσαιμ’] οἷον ποιήσαιμι διαμαρτεῖν τῆς ἐλπίδος· ἤγουν εἰ μὴ ἀπολώλεκα τὸ ψεῦδος. Lh

### book 695a

διαπέσοιμι] οἷον μηκέτι εἴην συκοφάντης. EΓ3MLh

### book 695b

διαπέσοιμι] σοὶ δηλονότι. Γ2

### book 695c

ἐνείη] ἔνεστι. Lh

### book 696a

ἥσθην ἀπειλαῖς: εὐφράνθην σου ταῖς ἀπειλαῖς, τουτέστι κατα‐ φρονῶ σου τῶν ἀπειλῶν καὶ παρ’ οὐδὲν αὐτὰς τίθεμαι. VEΓΘLh

### book 696b

ψολοκομπίαις: αἰθαλοκομπίαις, μεγαλοδοξίαις, ψευδολογίαις, με‐ γαληγορίαις, καπνοῖς. ἀπὸ δὲ τῶν προειρημένων ὀνομάτων ἔπαιξεν, ἀπὸ τοῦ βροντᾶν καὶ ταράττειν τὴν γῆν καὶ τὴν θάλατταν, καὶ κρημνοὺς ἐρείδειν, ἃ μόνου τοῦ Διός εἰσιν ἔργα. ἐκ τῶν τοιούτων οὖν ἡ προσηγορία διὰ τὸ κεραυ‐ νοῖς χρῆσθαι δοκεῖν. τῶν γὰρ κεραυνῶν οἱ μὲν καταιβάται, οἱ δὲ ψολόεντες, οἱ δὲ ἀργῆτες καλοῦνται, ὡς Ὅμηρος ὠνόμασεν. VEΓΘM

### book 696c

ψολοκομπίαις] αἰθαλοκομπίαις, μεγαλοδοξίαις, ψευδολογίαις. Lh

### book 696d

ἀπὸ τῶν προειρημένων ὀνομάτων τοῦ βροντᾶν καὶ ταράττειν τὴν γῆν καὶ τὴν θάλατταν καὶ κρημνοὺς ἐρείδειν, ἃ μόνου τοῦ Διός εἰσιν ἔργα, ἔπαιξε “ψολοκομπίαις” εἰπών, ἤγουν αὐθαδοκομπίαις καὶ ψευδολογίαις. τῶν γὰρ κεραυνῶν οἱ μὲν καταιβάται, οἱ δὲ ψολόεντες, οἱ δὲ ἀργῆτες καλοῦνται, ὡς Ὅμηρος ὠνόμασεν. Lh

### book 697a

ἀπεπυδάρισα: πυδαρίζειν ἐπὶ τοῦ ἅλλεσθαι. ἤτοι ποδαρίζειν καὶ πυδαρίζειν, ὡς ὄνομα καὶ ὄνυμα Αἰολικῶσ⟦, ἢ πυγαρίζειν, παρὰ τὴν πυγήν, καὶ τροπῇ πυδαρίζειν, ὡς γνόφος καὶ δνόφοσ⟧. δηλοῖ δὲ καὶ τὸ λακτίζειν, ὡς τὸ “ἀπεπυδάρισα μόθωνα, περιεκόκκυσα” παρὰ τοὺς πόδας. VEM

### book 697b

(I) μόθωνα: τὸν εἰρωνικὸν καὶ δόλιον, καὶ πανουργίᾳ προσφερό‐ μενόν τινι. VEΓΘM (II) ἄλλως: μόθων φορτικὸν ὀρχήσεως εἶδος. ἔλεγον δὲ τοὺς φορτικοὺς μόθωνας. VEΓΘM

### book 697c

περιεκόκκυσα: περιεκορδάκισα· ἔστι δὲ εἶδος ὀρχήσεως. τινὲς δὲ τὸ μὲν “ἀπεπυδάρισα” ἀπέπαρδον. ἄλλοι δὲ ἀπεσκίρτησα καὶ ὠρχησάμην. τὸ δὲ “περιεκόκκυσα”, περιερόγχασα καὶ ὑπερεῖδον καὶ κατεφρόνησα. VEΓ2Γ3M

### book 697d

ἀπεπυδάρισα] ἀπέπαρδον· δεῖ δὲ καὶ τῇ ἀληθείᾳ αὐτόν. E

### book 697e

μόθωνα] φλυαρόν, ὑβριστήν. Γ2

### book 697f

περιεκόκκυσα] ὑπερεῖδον, κατεφρόνησα, εἰς οὐδὲν ἡγησάμην. Γ2

### book 697g

ἀπεπυδάρισα] ἀπελάκτισα ἢ ἀπέπαρδον. ἵπποι γὰρ καὶ ὄνοι ἀποπη‐ δῶντες καὶ λακτίζοντες ἀποπέρδουσιν. Lh

### book 697h

μόθωνα] εἰρωνικόν. Lh

### book 697i

μόθων ἐστὶ φορτικὸν ὀρχήσεως εἶδος. ἔλεγον δὲ καὶ τοὺς φορτικοὺς καὶ πανουργίᾳ προσφερομένους μόθωνας. Lh

### book 698a

οὔτοι μὰ τὴν Δήμητρα: πάτριος τῶν Ἀθηναίων ἡ Δημήτηρ, διὰ τὸ ξενισθῆναι παρὰ Κελεῷ, καὶ στῆναι τῆς πλάνης εὑροῦσαν τὴν κόρην ἐκ τῶν ὑποθηκῶν τῶν ἐκείνου, καὶ τῆς φιλοφροσύνης καὶ τῆς ξενίας ἀμοιβὴν ἀποδοῦναι τὰς ἡμέρους αὐτῷ τροφάς. VEΓΘMLh

### book 698b

ἐὰν μή ς’ ἐκφάγω: ἐὰν μή σε καταναλώσω καὶ ἐκβάλω ἐκ ταύτης τῆς γῆς καὶ διώξω. τὸ δὲ “ἐκφάγω” εἶπε διὰ τὸν τῆς Δήμητρος ὅρκον. VEΓΘM

### book 698c

ἐκφάγω] καταναλώσω καὶ ἐκβάλω καὶ ἐκδιώξω. Lh

### book 700a

ἐκπίω: ἑξῆς πρὸς τὸ ὑπ’ ἐκείνου ῥηθὲν ἀποκρίνεται, τῷ ἐκφαγεῖν ἀντιτιθεὶς τὸ ἐκπιεῖν. ὡς γὰρ ἡ Δημήτηρ τὰς τροφάς, οὕτω Διόνυσος τὸν οἶνον Ἰκαρίῳ φιλοξενίας ἔδωκε δῶρον, ὅτι φιλοφρόνως αὐτὸν ὑπεδέξατο, τὴν ὕβριν φεύγοντα τοῦ Πένθεως. VEΓΘMLh

### book 700b

ἐκπίω] πρὸς τὸ ὑπ’ ἐκείνου ῥηθὲν ἀποκρίνεται τὸ ἐκπίω. Lh

### book 701

κἀπεκροφήσας: πλέον τι προσέθηκεν ὑπερβολῇ τῆς ἀπειλῆς, τῷ ἐκπίω ἐπενεγκὼν τὸ ἐκροφήσας. VEΓ3MLh

### book 703

οἷον ὄψομαί ς’ ἐγώ: ἀντὶ τοῦ οἵως. Ὅμηρος “οἷον ἀναΐξας ἄφαρ οἴχεται”, ἀντὶ τοῦ οἵως. ὁ δὲ νοῦς, οἷον ὄψομαί σε ἀπὸ τῆς τιμῆς ἄτιμον γενό‐ μενον. ἀπειλεῖ δὲ αὐτῷ ὡς ἀφαιρησόμενος αὐτὸν τὴν προεδρίαν. τοῦτο δὲ ὡς ἀεὶ τοῦ Κλέωνος θρυλοῦντος τὰ περὶ Πύλον καὶ Σφακτηρίαν καὶ τοὺς αἰχμα‐ λώτους. VEΓΘ

### book 704a

θεώμενον] βλεπόμενον. Γ2

### book 704b

ἔσχατον] ἤγουν ἀπὸ τῆς τιμῆς ἄτιμον γενόμενον. Lh

### book 705

ἐν τῷ ξύλῳ] ἤγουν ἐν τῇ ποδοκάκκῃ. EΓ3Lh

### book 706a

ὀξύθυμος] θυμικὸς καὶ πρὸς ὀργὴν εὔκολος. EΓ3Lh

### book 706b

δῶ] παράσχω. Γ2

### book 707a

ἐπὶ βαλλαντίῳ: ἀντὶ τοῦ εἰπεῖν ἐπ’ ἰχθύσι φάγοις ἄν, οἷον μετὰ ἰχθύων. ἢ ἀντὶ τοῦ εἰπεῖν “ἐπὶ τραπεζίῳ” πικρῶς εἶπεν “ἐπὶ βαλλαντίῳ”, ἵνα διαβάλῃ ὡς κλέπτην καὶ τῶν δημοσίων ἅρπαγα. VEΓΘM

### book 707b

ἐπὶ βαλλαντίῳ] “ἐπὶ τραπεζίῳ” ὤφειλεν εἰπεῖν. Lh

### book 707c

ἀντὶ τοῦ εἰπεῖν “ἐπὶ τραπεζίῳ” πικρῶς “ἐπὶ βαλλαντίῳ” εἶπεν, ἵνα δηλώσῃ αὐτὸν ὡς κλέπτην καὶ ἅρπαγα τῶν δημοσίων. Lh

### book 708a

(I) ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα: ἐκξύσω, διασπα‐ ράξω τοῖς ὄνυξιν. ἀπὸ τοῦ χρησμοῦ δὲ ἔπαιξεν. “βυρσαίετον” γὰρ ἐκεῖ προσεῖπε τὸν Κλέωνα, ὁ δὲ ἀετὸς τοῖς ὄνυξι μάλιστα ἄλκιμος. VEΓΘMLh (II) ἄλλως: πάλιν ὡς πρὸς μάγειρον ἀπέσκωψεν. διασπαράξας γάρ, φησίν, ἐξελῶ σου τὰ ἔντερα. VEΓΘM

### book 709a

ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία: ἀφαιρήσομαί σου, φησί, τὴν σίτησιν, ἀποφράξω, ἀποκλείσω· ἀπὸ μεταφορᾶς τῶν ὀνυχιζομένων. VEΓΘM

### book 709b

ὡς μάγειρος πάλιν καὶ αὐτὸς ἀποκρίνεται, λέγων ἀφαιρήσομαί σου τὴν σίτησιν. Lh

### book 710a

ἕλξω σε πρὸς τὸν δῆμον: ἡττήθη γὰρ ἐν τῇ βουλῇ. παρεπιγραφὴ δέ· ποιεῖ γὰρ ὅπερ εἴρηκεν. VEΓΘM

### book 710b

ἕλξω] ἑλκύσω, ἀπάξω. EΓ3Lh

### book 710c

πρὸς τὸν δῆμον] ἡττήθη γὰρ ἐν τῇ βουλῇ. δεῖ νοεῖν ὅτι ἅμα τῷ λόγῳ εἷλκε τοῦτον. Lh

### book 711

καὶ διαβαλῶ γε πλείονα: ἔφαμεν πολλάκις ὅτι τῷ διαβάλλειν μάλιστα ἴσχυεν ὁ Κλέων. εἰπὼν δὲ ὅτι σου “πλείονα διαβαλῶ”, τὸ κἀκεῖνον, εἰ καὶ ἧττον, ὅμως γοῦν διαβάλλειν ἐνεδείξατο. VEΓΘMLh

### book 713

καταγελῶ γ’ ὅσον θέλω: πᾶσαν ἔχω τοῦ πείθειν αὐτὸν ἐξουσίαν, καὶ ὥσπερ ἐντρυφῶ τῷ δήμῳ. VEΓ3Lh

### book 714a

ὡς σφόδρα] ὡς ὑπεράγαν καὶ πάνυ. EΓ3

### book 714b

σεαυτοῦ νενόμικας] οἰκείως ἔχειν πρὸς σὲ ὑπολαμβάνεις. EΓ3Lh

### book 714c

ὡς σφόδρα] λίαν, πάνυ. Lh

### book 715

οἷς ψωμίζεται: οἷς ἀπατᾶται, οἷς χαίρει. τὸ δὲ ψωμίζεσθαι ἐπὶ τῶν μικρῶν παιδίων λέγεται, ἃ ὑπόκειται τῇ τῶν διδόντων ἐξουσίᾳ. VEΓ3MLh

### book 716a

ὥσπερ αἱ τίτθαι: τίτθας καλοῦμεν τὰς τοῖς τιτθίοις καὶ τῷ γάλακτι τρεφούσας τὰ παιδία. ἐγγύθεν οὖν ἀπὸ τοῦ ψωμίζειν ἀπεκρίνατο λέγων, ὅτι κατὰ τὰς τίτθας καὶ σὺ τὸν δῆμον κακῶς τρέφεις. VEΓ3ΘMLh

### book 716b

ὥσπερ αἱ τίτθαι] τὴν τῶν τροφῶν ῥᾳδιουργίαν ἐξηγεῖται. EΓ3Lh

### book 717a

μασώμενος γάρ: ἐσθίων ἢ διαμασώμενος. ἐπέμεινε δὲ τῇ ὁμοιώσει. τὴν ῥᾳδιουργίαν ἐπεξηγούμενος τῶν τροφῶν ἀπὸ τοῦ συμβεβηκότος. αὗται γὰρ διὰ τὸ μὴ δύνασθαι πάσας τὰς τροφὰς δι’ ὁλοκλήρου τὰ παιδία ἐσθίειν, αὗται λαμβάνουσαι καὶ διαμασώμεναι, οὕτω μετὰ τὸ κατεργάσασθαι τὰ ἐδέσματα ἐξαιροῦσαι τοῦ ἰδίου στόματος, ἐντιθέασι τοῖς τῶν παιδίων. εἶτα συμβαίνει τὰς ἀγνώμονας ὀλίγα μὲν διδόναι τοῖς παιδίοις, αὐτὰς δὲ κατεσ‐ θίειν τὰ πλείονα. κατὰ τὰς τίτθας οὖν, φησίν, ὁ Κλέων ὀλίγα τῷ δήμῳ χαριζό‐ μενος, αὐτὸς πλείω κερδαίνει καὶ λαμβάνει. VEΓ3ΘM

### book 717b

τῷ μὲν] ἤγουν τῷ δήμῳ. Γ2

### book 717c

τὴν ῥᾳδιουργίαν ἐπεξηγούμενος τῶν τροφῶν, “ὥσπερ αἱ τίτθαι σιτίζεις” φησί. αὗται γὰρ διὰ τὸ μὴ δύνασθαι πᾶσαν τὴν τροφὴν δι’ ὁλοκλήρου ἐσθίειν τὴν ὑπὸ τῶν γονέων τοῖς βρέφεσι διδομένην, λαμβάνουσαι καὶ διαμασώ‐ μεναι, οὕτως μετὰ τὸ κατεργάσασθαι τὰ ἐδέσματα βραχύ τι μέρος ἐξαιροῦσαι τοῦ ἰδίου στόματος ἐντιθέασι τοῖς στόμασι τῶν βρεφῶν. εἶτα συμβαίνει τὰς ἀγνώμονας ὀλίγα μὲν διδόναι τοῖς παιδίοις, αὐτὰς δὲ κατεσθίειν τὰ πλείονα. κατὰ τὰς τίτθας οὖν καὶ ὁ Κλέων ὀλίγα τῷ δήμῳ χαριζόμενος αὐτὸς τὰ πλείω λαμβάνει. Lh

### book 717d

ἐντίθης] δίδως. Lh

### book 718a

κατέσπακας: ἰδίως ἐπὶ τῶν θηλαζόντων βρεφῶν κατασπᾶν λέ‐ γουσι τὸ ἐπισπᾶν καὶ ἐφέλκειν τὸ γάλα. τῷ ὀνόματι οὖν ἀπὸ τῶν προειρημένων ἐχρήσατο. λέγει οὖν ὅτι τὸ πλεῖον κερδαίνεις αὐτὸς καὶ κατεσθίεις. VEΓΘM

### book 718b

κατέσπακας] κατέφαγες. Lh

### book 719

δεξιότητος] ἐπιτηδειότητος. Lh

### book 720

εὐρὺν καὶ στενόν] πλούσιον καὶ πένητα. EΓ3Lh

### book 721a

σοφίζεται: τεχνάζεται, ποιεῖ, τουτέστι ποτὲ μὲν πλατύνεται, ποτὲ δὲ συστέλλεται. ἰστέον δὲ ὅτι γελοίου χάριν παρέλαβε τοῦτο. VEΓ3M

### book 721b

σοφίζεται] τεχνάζεται, ποιεῖ. Lh

### book 722a

καθυβρίσαι] τινὲς εἰς τὸ καθυβρίσαι τιθέασι δύο διπλᾶς. EΓ3

### book 722b

οὐκ ὦγαθ’ ἐν βουλῇ με δόξεις καθυβρίσαι: ἤγουν ἐν τῷ βουλευτηρίῳ. ἔδοξε γὰρ αὐτὸν παρευδοκιμεῖν ἐν τῇ βουλῇ. οὐ καταφρονήσεις οὖν μου, φησίν, ἐπὶ τῶν δημοτῶν ὥσπερ ἐν τῷ βουλευτηρίῳ. VEΓΘM

### book 722c

totus versus] ἤγουν οὐ καταφρονήσεις με ἐπὶ τῶν δημοτῶν ὡς ἐπὶ βουλευτηρίου. Lh

### book 723a

ἴωμεν] δεῦρο ἵνα ἀπέλθωμεν. Γ2

### book 723b

ἴωμεν] ἔλθωμεν· ἔδοξε γὰρ παρευδοκιμεῖν αὐτὸν ἐν τῇ βουλῇ. Lh

### book 724a

μηδὲν ἡμᾶς ἰσχέτω: μηδὲν ἡμᾶς ἐπισχέτω, μηδὲν ἐμπόδιον ἔστω. VE

### book 724b

ἰσχέτω] ἐμποδιζέτω. Γ2

### book 725a

ὦ Δῆμε, δεῦρ’ ἔξελθε: ὁ Κλέων ἐστὶν ὁ λέγων. διὰ δὲ τῆς οἰκειότητος τῶν ὀνομάτων τὸν Δῆμον κολακεύει καὶ προσεταιρίζεται, τὸ “πάτερ” προσφωνῶν αὐτόν, ἵνα κἀκεῖνος ὡς περὶ παιδὸς φρονῇ. εἶτα ὁ ἀλλαν‐ τοπώλης “ἔξελθε δῆτ’ ὦ Δημίδιον φίλτατον”, καὶ αὐτὸς ἀντικολακεύων φησίν. VEΓΘ

### book 725b

ὦ πάτερ] κολακεύων τὸ “πάτερ” ὁ Κλέων εἶπεν. EΓ3

### book 725c

διὰ τῆς οἰκειότητος τῶν ὀνομάτων τὸν Δῆμον κολακεύει. τὸ δὲ “πάτερ” εἶπε, ἵνα κἀκεῖνος ὡς περὶ παιδὸς φρονῇ καὶ χαρίσηται αὐτῷ. Lh

### book 726

Δημίδιον] καὶ αὐτὸς ἀντικολακεύων φησὶν ὑποκοριστικῶς. Lh

### book 728

ἄπιτ’] ἀπέλθετε. Γ2

### book 729a

(I) τὴν εἰρεσιώνην μου: κλάδος ἐλαίας ἐρίοις περιπεπλεγμένος ⟦ἀναδεδεμένοσ⟧. ἐξήρτηντο δὲ αὐτοῦ ὡραῖα πάντα ἀκρόδρυα. πρὸ δὲ τῶν θυρῶν ἱστᾶσιν αὐτὴν εἰσέτι καὶ νῦν. ποιοῦσι δὲ τοῦτο κατὰ παλαιόν τι χρηστή‐ ριον. οἱ μὲν γάρ φασιν ὅτι λιμοῦ, οἱ δὲ ὅτι καὶ λοιμοῦ τὴν πᾶσαν κατασχόντος οἰκουμένην, χρωμένων τίνα ἂν τρόπον παύσαιτο τὸ δεινόν, τὴν λύσιν ταύτην ὁ Πύθιος ἐμαντεύσατο, εἰ προηρόσιον ὑπὲρ ἁπάντων Ἀθηναῖοι θύσειαν. θυσάντων οὖν τῶν Ἀθηναίων τὸ δεινὸν ἐπαύσατο. καὶ οὕτως ὥσπερ χαριστήριον οἱ πανταχόθεν τοῖς Ἀθηναίοις ἐξέπεμπον τῶν καρπῶν ἁπάντων τὰς ἀπαρχάς. ὅτε δὴ καὶ Ἄβαρίν φασι τὸν Ὑπερβόρειον ἐλθόντα θεωρὸν εἰς τὴν Ἑλλάδα,

### book 729a

Ἀπόλλωνι θητεῦσαι καὶ οὕτω συγγράψαι τοὺς χρησμοὺς τοὺς νῦν ποσαγο‐ ρευομένους Ἀβάριδος. ὅθεν εἰσέτι καὶ νῦν, ἐπειδὰν ἀνιστῶσι τὸν κλάδον, λέγουσι ταῦτα· εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀναψήσασθαι, καὶ κύλικ’ εὔζωρον, ὡς ἂν μεθύουσα καθεύδῃ. VEΓΘM (II) ἄλλως: Πυανεψίοις καὶ Θαργηλίοις Ἡλίῳ καὶ Ὥραις ἑορτάζουσιν Ἀθηναῖοι. φέρουσι δὲ οἱ παῖδες τούς τε θάλλους ἐρίοις περιειλημένους, ὅθεν εἰρεσιῶναι λέγονται, καὶ τούτους πρὸ τῶν θυρῶν κρεμῶσιν. ἐξήρτηντο δὲ τῶν θάλλων αἱ ὧραι. VEΓΘ

### book 729b

τὴν εἰρεσιώνην] τὰ στέμματά μου. EΓ3M

### book 729c

κατεσπαράξατε] ὤθουν γὰρ ἀλλήλους. EΓ3MLh

### book 729d

ἱστορία περὶ τῆς εἰρεσιώνης: Πυανεψιῶνι καὶ Θαργηλιῶνι μηνί, ἤτοι δεκεμβρίῳ καὶ ἰουλίῳ κατὰ Ῥωμαίους, Ἡλίῳ καὶ Ὥραις ἑορτά‐ ζουσιν Ἀθηναῖοι. φέρουσι δὲ οἱ παῖδες τότε θάλος ἐλαίας ἐρίοις περιπεπλεγμένον, ὅπερ εἰρεσιώνην ἐκάλουν. οἱ δέ φασιν ὅτι στεφάνοις περιεστέφοντο τοιούτοις, ἐξήρτηντο δὲ αὐτοῖς πάντα ὡραῖα ἀκρόδρυα, ὧν καὶ μετὰ τὴν θυσίαν πρὸ τῶν θυρῶν κρεμῶσι. ποιοῦσι δὲ τοῦτο κατὰ παλαιόν τινα χρησμόν. οἱ μὲν γάρ φασιν ὅτι λιμοῦ, οἱ δὲ ὅτι καὶ λοιμοῦ πᾶσαν κατασχόντος τὴν οἰκουμένην, χρωμένων τίνι ἂν τρόπῳ παύσαιτο τὸ δεινόν, τὴν λύσιν ταύτην ὁ Πύθιος ἐμαντεύσατο, εἰ προηρόσιον ὑπὲρ ἁπάντων Ἀθηναῖοι θύσειαν. θυσάντων οὖν

### book 729d

τὸ δεινὸν ἐπαύσατο. καὶ οὕτως ὥσπερ χαριστήριόν τι πανταχόθεν τοῖς Ἀθη‐ ναίοις ἐξέπεμπον πάντες ἄνθρωποι τῶν καρπῶν ἁπάντων τὰς ἀπαρχάς. ὅτε δὴ καὶ Ἄβαρίν φασι τὸν Ὑπερβόρειον ἐλθόντα ἐπὶ ἱστορίᾳ τῆς Ἑλλάδος Ἀπόλλωνι θητεῦσαι καὶ οὕτω συγγράψαι τοὺς χρησμοὺς τοὺς νῦν καλουμένους Ἀβάριδας. ὅθεν εἰσέτι καὶ νῦν ἐπειδὰν ἀντιστῶσι τὸν κλάδον λέγουσι ταῦτα·

### book 729d

εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀναψήσασθαι καὶ κύλικ’ εὔζωρον, ὡς ἂν μεθύουσα καθεύδῃ. Lh

### book 729e

τὴν εἰρεσιώνην] τὸν στέφανον. Lh

### book 730

ὦ Παφλαγών] ὦ Κλέων. Lh

### book 731a

τουτουῒ] τοῦ ἀλλαντοπώλου. Γ2Lh

### book 731b

τῶν] ὑπό. Γ2

### book 731c

τουτουῒ] κοινή. Lh

### book 731d

τῶν νεανίσκων] τῶν ἱππέων. Lh

### book 731e

τιή] διατί. Lh

### book 733a

σὺ δ’ εἶ τίς: τῷ ἀλλαντοπώλῃ λέγει. VEΓ3

### book 733b

ἐτεόν] ἀληθές. EΓ3Lh

### book 733c

τουτουὶ] τοῦ Κλέωνος. Γ2

### book 734

ἐρῶν] ἐφιέμενος. Γ2

### book 735

totus versus] ἤγουν ἐρῶσί σε. Γ2

### book 736a

ἀλλ’ οὐχ οἷοί τ’ ἐσμέν: ἀλλ’ οὐ δυνάμεθα προσιέναι οὐδ’ εὖ ποιεῖν, κωλυόμενοι, φησίν, ὑπὸ τοῦ Κλέωνος. VEΓ3MLh

### book 736b

οἷοί τ’] δυνατοί. Γ2

### book 737

ἐρωμένοις] ἀγαπωμένοις. Γ2

### book 739a

λυχνοπώλῃσιν: δι’ Ὑπέρβολον. καὶ αὐτὸς γὰρ δημαγωγὸς ἦν λυχνοποιὸς ὤν. “νευρορράφοις” δέ φησι διὰ τὸν προβατοπώλην Λυσικλέα. VEΓΘM

### book 739b

λυχνοπώλαισιν] διὰ τὸν Ὑπέρβολον λέγει, ὃς ἦν λυχνοποιός. Lh

### book 739c

νευρορράφοις] διὰ τὸν προβατοπώλην Λυσικλέα. Lh

### book 740a

σκυτοτόμοις καὶ βυρσοπώλαισι: Κλέωνι καὶ Λυσικλεῖ. ὀνειδίζει δὲ πάλιν Κλέωνι, ἀφ’ οἵας τέχνης ἄγει καὶ φέρει τὴν πόλιν. VEΓΘM

### book 740b

δίδως: παρέχεις, ἢ πιστεύεις σεαυτόν. VEΓ3

### book 740c

σκυτοτόμοις καὶ βυρσοπώλαις] διὰ τὸν Κλέωνα καὶ τὸν Λυσικλέα. Lh

### book 741a

τί δρῶν] ἤγουν εὐεργετεῖς. Γ2

### book 741b

νυν] δή. Lh

### book 742a

(I) ὑποδραμὼν τῶν ἐκ Πύλου: ἀντὶ τοῦ προδραμών, καταδραμὼν τοὺς ἐν Πύλῳ στρατηγούς. ὅτι συνεχῶς μέμνηται τοῦ ἐν Πύλῳ κατορθώματος. VEΓ3ΘM (II) ἄλλως: ὑφαρπάσας, διὰ τὴν νίκην τὴν ἐν Πύλῳ. ἐν σχήματι δὲ εἶπεν ἀντὶ τοῦ 〈τοὺσ〉 στρατηγούς. VEΓΘ

### book 742b

ὑποδραμὼν] ὑφαρπάσας, νικήσας διὰ τὴν νίκην τὴν ἐν Πύλῳ. ἐκ μεταφορᾶς δὲ τοῦτο εἴρηκε τῶν δρομέων. Lh

### book 743a

ἐκεῖσε] εἰς τὴν Πύλον. Γ2

### book 743b

ἤγαγον] ἔφερον ἐν Ἀθήναις αἰχμαλώτους. Lh

### book 744a

ἀπ’ ἐργαστηρίου: ἵνα μηδὲ ἐν τούτοις ἀπολείπεσθαι δοκῇ τοῦ Κλέωνος ὁ ἀλλαντοπώλης, ἔδοξέ πως ὅμοιον ἐξευρηκέναι πρᾶγμα τοῖς ἐκείνῳ πεπραγμένοις. οὐ γὰρ ὁ Κλέων, φησί, μόνος ἀλλοτρίαν νίκην ὑφήρπασεν, ἀλλὰ καὶ αὐτὸς ἐκ τῆς πόλεως μέσης ἔκ τινος ἐργαστηρίου, φησί, χύτραν ὑφειλόμην, ἄλλου κατασκευάσαντος ἑαυτῷ τροφήν· ὡς κἀκεῖνος τὸ ἀλλότριον κατόρθωμα ἴδιον ἐποιήσατο. VEΓΘM

### book 745a

ἕψοντος] σφάζοντος. Γ2

### book 745b

ἕψοντος] ὄνομα ἀντιτίθησι καὶ οὗτος ἐκ τῆς οἰκείας τέχνης. Lh

### book 746

αὐτίκα] εὐθέως καὶ παραχρῆμα. ἡ σύνταξις Ἀττική. Γ3Lh

### book 747

νῶϊν] συνίζησις. Lh

### book 748

διάκρινον: σύγκρινον ἢ ἀντεξέτασον τίς ἐστί σοι μᾶλλον εὔνους. VEΓΘLh

### book 749

πλὴν μὴ ’ν τῇ πνυκί: ὡς ἂν ἐν τῇ συνόδῳ ἀνόητα δρῶντος τοῦ δήμου. ἡ δὲ πνὺξ τόπος ἐστὶν ἐν ᾧ τὸ παλαιὸν ἐκκλησίαζον. VEΓΘMLh

### book 751a

ἀλλ’ εἰς τὸ πρόσθεν χρὴ παρεῖναι: εἰς τὴν αὔριον χρὴ παρεῖναι ἅπαντας καὶ συνελθεῖν. VEΓΘ

### book 751b

εἰς τὸ πρόσθεν] εἰς τὴν ὑστεραίαν. Γ2

### book 752a

ὁ γὰρ γέρων οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος: ὁ δῆμος. δι’ ἥντινα δὲ αἰτίαν γέροντα καλεῖ τὸν δῆμον, φθάσαντες προειρήκαμεν· διὰ τὸ ἀρχαιοτάτην εἶναι πασῶν τὴν τῶν Ἀθηναίων πόλιν καὶ πρεσβυτάτην, διὰ τὸ καὶ πρώτην ἐκφῦναι. M

### book 752b

γέρων] ὅτι ἀρχαῖος ὁ τῶν Ἀθηναίων δῆμος. EΓ2Lh

### book 753

δεξιώτατος] ἀγαθὸς καὶ φιλανθρωπότατος καὶ προσηνέστατος. EΓ3MLh

### book 754a

τῆς πέτρας] ἤγουν τῆς πνυκός. Γ2

### book 754b

τῆς πέτρας] τῆς πυκνός· ὀρεινὴ γὰρ ἦν ὡς ἔοικεν. Lh

### book 755a

(I) ὥσπερ ἐμποδίζων ἰσχάδας: σῦκα. ὥσπερ, φησίν, οἱ τὰς ἰσχάδας ἐσθίοντες ἀνεμποδίστως καὶ λάβρως αὐτὰς ἐσθίουσι, τὸν αὐτὸν τρόπον καὶ ὁ δῆμος, ἐπειδὰν ἐν τῇ πνυκὶ καθεσθῇ, κατακρίνει καὶ δημεύει. καὶ ὥσπερ οἱ τὰς ἰσχάδας ἐσθίοντες οὐκ ἂν μεταδοῖεν εὐχερῶς τινι, οὕτως οὐδὲ ὁ δῆμος ἐκεῖσε δικάζων οὐκ ἂν φιλανθρωπεύσαιτο ῥᾳδίως. VEΓΘM (II) ἄλλως: ἐπειδὴ εἴωθε τὰ παιδία παίζοντα ἀναβάλλειν τὰς ἰσχάδας, καὶ τῷ στόματι αὐτῶν δέχεσθαι. Ἀρίσταρχος δὲ τὸ “ἐμποδίζων” ἀντὶ τοῦ μασώμενος ἢ ἐμφορούμενος. ἔνιοι δὲ ἀπὸ τοῦ τὸν σῦκα λαμβάνοντα χάσκειν. οἱ δέ, παιδιάν τινα. VEΓΘM (III) ἄλλως: Σύμμαχος οὕτως· ἀπὸ τῶν μελισσῶν ἡ μεταφορά. εἰώθασι γὰρ οἱ μελισσουργοὶ ἰσχάδας συγκεκομμένας ῥίπτειν ταῖς μελίσσαις, ἐπὰν διὰ κρύος ἢ χειμῶνα ἐξιέναι κατοκνῶσιν ἐκ τῶν σίμβλων, ἵνα ἔνδοθεν ἐσθίωσι ⟦· κεχήνασι δὲ οἱ μασώμενοι⟧. Ἀρίσταρχος δὲ ὅτι μασώμενοι τὰς ἰσχάδας ταῖς μελίτταις ῥίπτουσιν ἃ τοῖς ποσὶ τρίβουσιν. VEΓ3ΘM

### book 755a

(IV) ἄλλως: ἐπειδὴ οἱ παῖδες περιτιθέντες ταῖς συκαῖς βρόχον εἰώθασιν ἐσθίειν ἐπιθυμοῦντες τῶν σύκων, εἶτα ὑπὸ τοῦ πάνυ γλίχεσθαι κεχήνασιν. VEΓ3M

### book 755b

ἐμποδίζων ἰσχάδας] ἐμποδίζω δοτικῇ· ἴσχω δέ, ὅπερ ἐστὶν αὐτοσή‐ μαινον, αἰτιατικῇ. Γ2

### book 755c

ὥσπερ οἱ τὰς ἰσχάδας, φησίν, ἐσθίοντες οὐκ ἂν μεταδοῖεν εὐχερῶς ἑτέρῳ, οὕτως οὐδὲ ὁ δῆμος ἐκεῖ δικάζων οὐκ ἂν φιλανθρωπεύσαιτο ῥᾳδίως. ἢ ὅτι εἴωθε τὰ παιδία παίζοντα ἄνω ῥίπτειν τὰς ἰσχάδας ἢ τὰς τῶν βοτρύων ῥάγας καὶ τῷ στόματι αὐτὰς κατιούσας δέχεσθαι χαίνοντα. ἢ ὅτι τὰ ἐπὶ ταῖς συκαῖς σῦκα διὰ καλάμων ἀποσπῶντα κεχηνότα ταῦτα ὑποδέχεται τῷ στόματι. Lh

### book 755d

ἰσχάδας] σῦκα. Lh

### book 756a

(ad vv. 756—823) νῦν δή σε: διπλῆ καὶ στίχοι εʹ, ὧν ὁ μὲν πρῶτος καὶ τέταρτος καὶ πέμπτος ἴαμβοι τετράμετροι καταληκτικοί, ὁ δὲ δεύτερος καὶ ὁ τρίτος ἐξ ἰάμβων διμέτρων 〈καὶ ἰθυφαλλικῶν〉. εἶτα ἐν ἐκθέσει ἐστὶ τὸ ἔθιμον, ⟦διπλῆ⟧ 〈δίστιχοσ〉 ἀνάπαιστος τετράμετρος καταληκτικός· ὑφ’ ὃ διπλῆ καὶ ἑξῆς στίχοι ὁμοίως ξʹ. VEΓΘ

### book 756b

νῦν δεῖ σε πάντα κάλων: κορωνὶς καὶ εἴσθεσις χοροῦ, ἐπῳδικὴ μὲν διὰ τὸ μετὰ τὴν κορωνίδα κεῖσθαι, μεσῳδικὴ δὲ διὰ τὸ ἑξῆς εἰσάγεσθαι ἑτέραν διπλῆν, ἐκ στίχων εʹ. ὧν οἱ μὲν γʹ ἀσυνάρτητοι ἐξ ἰαμβικοῦ διμέτρου ἀκαταλήκτου τοῦ καλουμένου Ἀνακρεοντείου καὶ τροχαϊκοῦ ἰθυφαλλικοῦ τοῦ καλουμένου Ἀρχιλοχείου. καλεῖται δὲ τὰ τοιαῦτα ἀσυνάρτητα Εὐριπίδεια. εἰσὶ γὰρ ὅμοια τῷ Εὐριπιδείῳ τῷ “ἑῷος ἡνίχ’ ἱππότης ἐξέλαμψεν ἀστήρ.” οἱ δὲ ἑξῆς βʹ ἰαμβικοὶ τετράμετροι καταληκτικοί. ἐν ἐκθέσει δὲ στίχοι βʹ ἀναπαιστικοὶ τετράμετροι καταληκτικοί. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλῆ. Lh

### book 756c

κάλων: παροιμία, πάντα δὴ κάλων κινεῖν. εἴληπται δὲ ἀπὸ τῶν πλεόντων καὶ χειμαζομένων. φησὶν οὖν, πάντα κίνει πράγματα καὶ πάντα μηχανῶ κατὰ τοῦ Κλέωνος, ἵν’ αὐτοῦ περιγένῃ. κάλων δὲ τὸ σχοινίον. τροπικῶς δὲ ὡς ἐπὶ τοῦ ἱστοῦ λέγει· ἁπλοῦν σε δεῖ τὰ ἄρμενα, οἷον πάντα κινεῖν ὑπὲρ τοῦ περιγενέσθαι αὐτοῦ. VEΓ3

### book 756d

πάντα δεῖ κάλων ἐξιέναι: κάλων, σχοινίον τροπικῶς· ἐπὶ τοῦ ἱστοῦ λέγεται, “ἁπλοῦν σε δεῖ τὰ ἄρμενα.” ἔστι δὲ παροιμιακόν. φησὶν οὖν, πάντα κίνει πράγματα καὶ πάντα μηχανῶ περὶ τοῦ Κλέωνος, ἵνα αὐτοῦ περιγένῃ. εἴρηται, πάντα δεῖ κάλων κινεῖν. τοῦτο παροιμία· εἴληπται δὲ ἀπὸ τῶν πλεόντων καὶ χειμαζομένων. M

### book 756e

ἐξιέναι] μετέρχεσθαι, κινεῖν. Γ2

### book 756f

τὸ πάντα κάλων κινεῖν παροιμία ἐστίν. εἴληπται δὲ ἀπὸ τῶν πλεόντων καὶ χειμαζομένων καὶ πάντα κάλων κινούντων καὶ ῥιπτόντων σὺν ταῖς ἀγκύραις ἐν θαλάσσῃ, ὥστε τοῦ κλύδωνος ῥύσασθαι τὸ πλοῖον. φησὶν οὖν κἀνταῦθα ὅτι πάντα τρόπον κίνει ὥστε περιγενέσθαι τοῦ Κλέωνος. Lh

### book 756g

κάλων] σχοινίον. Lh

### book 756h

ἐξιέναι] ἐκβαλεῖν ὥστε περιγενέσθαι αὐτοῦ. Lh

### book 757a

θούριον] ὁρμητικόν. Γ2

### book 757b

φορεῖν] ἔχειν. Γ2

### book 757c

ἀφύκτους] καὶ οὓς οὐκ ἔστι τινὰ δυνατὸν ἐκφυγεῖν. Γ2

### book 758a

ποικίλος] ἐπὶ πολλὰ τὴν γνώμην ἄγων. EΓ3Lh

### book 758b

ποικίλος] πολυμήχανος. Γ2

### book 758c

ὅτοισι] ἤγουν οἷστισι. Lh

### book 758d

ὑπερβαλεῖ] νικήσεις. Lh

### book 758e

ποικίλος] ἐπὶ πολλὰ τὴν γνώμην ἄγων καὶ περιεργαζόμενος καὶ πονηρευόμενος. Lh

### book 759a

κἀκ τῶν ἀμηχάνων: ἐκ τῶν ἀπόρων εὐπόρους ἀφορμὰς καὶ εὐαφόρμους καὶ συνέτους, λόγων εὐπορίας. VEΓ3Lh

### book 759b

ἀμηχάνων] μὴ ἐχόντων τινὰ μηχανήν, ἀπόρων, ἀδυνάτων. Γ2

### book 759c

πορίζων] ἐξευρίσκων. EΓ3

### book 760a

πρὸς ταῦθ’ ὅπως ἔξει: διὰ ταῦτα φρόντιζε ὅπως ἐπεξελεύσῃ καὶ λαμπρὸς δόξῃς εἶναι. ἀλλὰ φυλάσσου καὶ ἐπιτήρει. VEΓ3Lh

### book 760b

πολὺς καὶ λαμπρὸς] πλήρης λόγων καὶ φρονήματος. EΓ3Lh

### book 760c

ὅπως ἔξει] ὅρα, μελέτα ἐξελεύσεσθαι. Γ2

### book 761a

προσκεῖσθαι] ἐπιθέσθαι. Γ2

### book 761b

φυλάττου] ἐπιτήρει. Lh

### book 762a

(I) τοὺς δελφῖνας μετεωρίζου: δελφὶς ὄργανον ναυτικόν. “μετεωρίζου” δέ, τουτέστιν εἰς ὕψος αἶρε. ἐπεὶ καὶ τῶν θαλασσίων δελφίνων τὰ πηδήματα μετέωρα. μέμνηται δὲ καὶ Θουκυδίδης. VEΓΘM (II) ἄλλως: δελφὶς ἐξάρτημα τῶν νεῶν. ἀγκυρώματα. VΓ3 (III) ἄλλως: σιδηροῦν κατασκεύασμα ἢ μολίβδινον εἰς δελφῖνα ἐσχηματισ‐ μένον. τοῦτο δὲ ἐκ τῆς κεραίας τοῦ ἱστοῦ αἱ ναυμαχοῦσαι ἠφίεσαν εἰς τὰς τῶν πολεμίων, καὶ κατεδύοντο. δηλοῦται δὲ ὑπὸ Φερεκράτους ἐν τοῖς Ἀγρίοις, ὅταν λέγῃ ὁ δὲ δὴ δελφίς ἐστι μολιβδοῦς, δελφινοφόρος τε κεροῦχος,

### book 762a

〈ὃσ〉 διακόψει τοὔδαφος αὐτῶν ἐμπίπτων καὶ καταδύων. καὶ Θουκυδίδης δελφινοφόρον εἴρηκε τὴν ναῦν ἐξηρτῆσθαι. VEΓ3ΘM

### book 762b

τὴν ἄκατον παραβάλλου: ἑτοίμην ποίει· ὡς εἴ τις κίνδυνος ἐκ τοῦ ἀνέμου εἰς αὐτὴν ἐμβησομένοις. VEΓΘ

### book 762c

παραβάλλου] ἤγουν ᾠκονομημένην ἔχε. Γ2

### book 762d

δελφίς ἐστιν ὄργανόν τι ναυτικὸν σιδηροῦν ἢ μολύβδινον εἰς δελφῖνα ἐσχηματισμένον. τοῦτο δὲ ἐκ τῆς κεραίας τοῦ ἱστοῦ αἱ ναυμαχοῦσαι νῆες ἠφίεσαν εἰς τὰς τῶν πολεμίων, καὶ κατεδύοντο. “μετεωρίζου” δέ φησιν ἀντὶ τοῦ εἰς ὕψος αἶρε, ἐπεὶ καὶ τῶν θαλασσίων δελφίνων μετέωρα τὰ πηδήματα. καὶ Θουκυδίδης δὲ δελφινοφόρον εἴρηκε τὴν ναῦν τὴν ἐξηρτημένον ἔχουσαν δελφῖνα τοιοῦτον. Lh

### book 762e

δελφῖνας] ναυτικὸν ὄργανον. Lh

### book 762f

μετεωρίζου] εἰς ὕψος αἶρε. Lh

### book 762g

παραβάλλου] ἑτοιμὴν ποιοῦ. Lh

### book 763

τῇ μὲν δεσποίν’ Ἀθήνῃ: ἐντεῦθεν δοκεῖ μοι καὶ Δημοσθένης ὠφεληθεὶς τὸ προοίμιον εἰληφέναι ἐν τῷ περὶ τοῦ στεφάνου λόγῳ. φησὶ γὰρ οὕτως· “πρῶτον μὲν ὦ Ἀθηναῖοι τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχων διατελῶ τῇ τε πόλει”. VEΓΘLh

### book 765a

βέλτιστος ἀνὴρ: εὔνους καὶ ἄριστος. VEΓΘLh

### book 765b

μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλάβακχαν: Λυσικλῆς ὡς προβατοκάπηλος διεβάλλετο. Κύννα δὲ καὶ Σαλάβακχα τῶν θαυμαζομένων ἑταιρίδων. VEΓΘM

### book 765c

Λυσικλέα] οὗτος ὡς προβατοκάπηλος διεβάλλετο. Lh

### book 765d

Κύνναν καὶ Σαλάβακχαν] αὗται τῶν θαυμαζομένων ἑταιρίδων. Lh

### book 766a

(I) μηδὲν δράσας: μηδὲν σπουδαῖον διαπραξάμενος. VEΓ3 (II) ἄλλως: μηδὲν διαπραξάμενος ἔργον σπουδαῖον καὶ μέγα. φησὶ γὰρ ὅτι ἐπὶ μεγάλοις κατορθώμασι τὴν τιμὴν ταύτην Ἀθηναῖοι παρεῖχον τοῖς ἀγαθόν τι εὐεργετήσασιν αὐτούς. νῦν οὖν σκώπτει τὸν Κλέωνα, δι’ ὧν αὐτὸν ὁμολογοῦντα ποιεῖ, ὅτι μηδὲν διαπραξάμενος τοιοῦτον ἔργον, τῆς ἐν πρυτανείῳ σιτήσεως μετέσχεν. VEΓΘ

### book 766b

μηδὲν δράσας: μηδὲν σπουδαῖον διαπραξάμενος τῆς ἐν πρυτανείῳ σιτήσεως ἔτυχε· σκώπτει δὲ τὸν Κλέωνα δι’ ὧν αὐτὸν ὁμολογοῦντα ποιεῖ. M

### book 766c

μηδὲν δράσας] μηδὲν σπουδαῖον διαπραξάμενος. σκώπτει δὲ τὸν Κλέωνα ὡς μηδὲν διαπραξάμενον καὶ τυχόντα τῆς σιτήσεως. Lh

### book 766d

φησὶν ὅτι ἐπὶ μεγάλοις κατορθώμασιν τὴν ἐν πρυτανείῳ σίτησιν παρεῖχον Ἀθηναῖοι τοῖς προτέροις τῶν στρατηγῶν. νῦν δὲ μηδὲν διαπραξάμενος Κλέων τοιοῦτον ταύτης τῆς τιμῆς ἔτυχεν. Lh

### book 767a

περί σου μάχομαι: τουτέστιν ἀνθιστάμενος τοῖς ἀδικεῖν σε προαιρουμένοις. VEΓ3M

### book 767b

ἀντιβεβληκώς: ἀντὶ τοῦ πρὸς βίαν ἀγωνιζόμενος. εἴρηται δὲ ἀπὸ τῶν τοὺς ἵππους ἐλαυνόντων, ἢ τῶν τούτους ἁβήναις ἑλκόντων. VEΓΘM

### book 767c

περί σου μάχομαι] ἀνθιστάμενος καὶ ἐναντιούμενος τοῖς ἀδικεῖν βουλομένοις. Lh

### book 767d

ἀντιβεβληκώς] πρὸς βίαν ἀγωνιζόμενος. Lh

### book 768a

(I) λέπαδνα: οἱ στηθιαῖοι λῶροι· τοῦτο δὲ ὡς βυρσοπώλης εἶπεν. VEΓΘM (II) ἄλλως: λεπτότατα καὶ εἰς πολλὰ μέρη διῃρημένα. ἀπὸ δὲ τοῦ τεμνομένου χείλους τῇ μεταφορᾷ τῶν ὀνομάτων ἐχρήσατο, παίζων ὁμοῦ καὶ εἰς τὴν τέχνην Κλέωνος διὰ τὰς κατατεμνομένας βύρσας. λείπει δὲ ἡ “εἰς”, εἰς λέπαδνα. VEΓΘM

### book 768b

κατατμηθείην τε λέπαδνα] ὡς βυρσοπώλης εἶπεν εἰς μέρη διατμη‐ θείην καὶ λωροτομηθείην. Lh

### book 769

εἰ μή σε φιλῶ: ἔπαιξε κἀνταῦθα τοιούτοις ὀνόμασι διὰ τὸ μάγειρον αὐτὸν εἶναι. πειρᾶται δὲ εἷς ἕκαστος αὐτῶν μᾶλλον φανῆναι τὸν Δῆμον φιλῶν, ἵν’ εὔνουν ἑαυτῷ κατασκευάσῃ. VEΓΘMLh

### book 770a

ἑψοίμην ἐν περικομματίοις: τοῖς περιαιρέμασι τῶν κρεῶν. ἑψηθείην οὖν σὺν αὐτοῖς περικόμμασιν. VEΓΘ

### book 770b

κεἰ μὴ τούτοισι: εἰ μὴ τούτοις ἀρκῇ τοῖς ῥήμασι, καὶ εἰ μὴ πιστεύσεις, φησί, τούτῳ μου τῷ ὅρκῳ, ὀμοῦμαί σοι καὶ ἕτερον ὅρκον μείζονα. VEΓΘM

### book 770c

πέποιθας] θαρρεῖς. Γ2

### book 770d

περικομματίοις] περιαιρέμασι τῶν κρεῶν, ἃ οἱ μάγειροι ἀφαιροῦνται. Lh

### book 770e

κεἰ μὴ τούτοισι] εἰ μὴ πιστεύεις τούτῳ τῷ ὅρκῳ, καὶ ἕτερα ὀμοῦμαί σοι μείζονα. Lh

### book 771a

κατακνησθείην: καταξεσθείην εἰς ἰσχνὰ μέρη καὶ ἀναλωθείην· καὶ τοῦτο δὲ ἀπὸ τῆς τέχνης παρείληφε τῆς αὐτοῦ. καὶ Ὅμηρος· “κνήστι χαλκείῃ”. μυττωτὸν δὲ τὸ τῶν σκορόδων τρίμμα μετὰ τυροῦ καὶ ἐλαίου καὶ μέλιτος καὶ πράσου. τῷ “μυττωτῷ” δὲ εἶπε παίζων ἴσως πρὸς τὸ Ὁμηρικόν. VEΓ3ΘM

### book 771b

ταυτησὶ] τὴν τράπεζαν δεικνὺς τὴν μαγειρικήν. EΓ3

### book 771c

ταυτησὶ] τῆς μαγειρικῆς τραπέζης. Lh

### book 771d

κατακνησθείην] καταξεσθείην εἰς ἰσχνὰ μέρη. Lh

### book 771e

μυττωτῷ] τῷ τῶν σκορόδων τρίμματι καὶ τυροῦ καὶ ἐλαίου καὶ μέλιτος καὶ πράσου. Lh

### book 772a

κρεάγρᾳ: εἶδος ἐργαλείου μαγειρικοῦ χειρὶ παρεοικός, μόνον ἐγκεκαμμένον τοὺς δακτύλους, ἀνιμῶσα τὰ ζεστὰ διὰ τὸ τὰς χεῖρας καίεσθαι. κρεάγρα δὲ εἴρηται ἀπὸ τοῦ τὰ κρέα τὰ ἐπὶ τοῖς λέβησιν ἀγρεύειν καὶ ἀνασπᾶν. VEΓΘM

### book 772b

ὀρχιπέδων: τοῦτο οὐχ ἁπλῶς, ἀλλ’ ἀφ’ ἱστορίας, ὡς καὶ αὐτὴν τὴν κόλασιν τοῖς πονηροῖς προσαγόντων τῶν Ἀθηναίων. VEΓΘMLh

### book 772c

(I) εἰς Κεραμεικόν: τόπος Ἀθηνῶν οἱ Κεραμεικοί· θεῶν τὰ ἀγάλματα ἐκεῖσε ἱδρυμένα. VEΓ3 (II) ἄλλως: δῆμος τῆς Ἀττικῆς. δύο δὲ Κεραμεικοὶ Ἀθήνησιν .... ἐν δὲ τῷ ἑτέρῳ ἦσάν τε καὶ προεστήκασιν αἱ πόρναι. VEΓΘM

### book 772d

κρεάγρᾳ] εἶδος ἐργαλείου μαγειρικοῦ τὰ κρέατα ἐκ τῶν λεβήτων ἐξαίρουσα. Lh

### book 772e

Κεραμεικόν] δύο τόποι ἐν Ἀθήναις ἐν οἷς ἵσταντο ἀγάλματα θεῶν καὶ ἀγῶνες ἐτελοῦντο οὕτω καλούμενοι. Lh

### book 774

ἀπέδειξα: φανερὰ ἐποίησα. EΓ3MLh

### book 775a

τοὺς μὲν στρεβλῶν, τοὺς δ’ ἄγχων: δηλοῖ διὰ τούτων τῶν ὀνομάτων τὸ βίαιον τῆς ἀπαιτήσεως, εἴ πως δύναιτο πεῖσαι τοὺς Ἀθηναίους μὴ εἶναι περὶ τὰς ἀπαιτήσεις τῶν πολιτικῶν χρημάτων βαρεῖς. VEΓΘ

### book 775b

μεταιτῶν: τοὺς μὴ ὀφείλοντας δηλονότι. λῆρον δὲ ἐποίησε διὰ τῆς ἀνταποδόσεως τὸ νόημα, εἰπὼν ὅτι τοὺς μὲν μετὰ βίας εἰσέπραττον τῶν χρεωστουμένων, τοὺς δὲ μὴ ὀφείλοντας μετῄτουν. VEΓΘMLh

### book 775c

ἄγχων] πνίγων. Γ2

### book 775d

τοὺς μὲν στρεβλῶν, τοὺς δ’ ἄγχων] διὰ τούτων τῶν ὀνομάτων δηλοῖ τὸ βίαιον τῆς ἀπαιτήσεως. Lh

### book 776a

οὐ φροντίζων: τὸ λεγόμενον τοιοῦτόν ἐστιν. ἐν δευτέρῳ τὴν πρὸς τοὺς ἰδιώτας ἀπέχθειαν ἐποιούμην, ἕνεκα τοῦ ἀποθεραπεῦσαι τὴν πόλιν. VEΓ3ΘM

### book 776b

οὐ φροντίζων] ἤγουν ἐν δευτέρῳ λόγῳ τιθέμενος τὴν τῶν ἰδιωτῶν ἀπέχθειαν ἕνεκα τοῦ ἀποθεραπεῦσαι τὴν πόλιν. Lh

### book 777

σεμνόν] μέγα. Γ3

### book 778a

ἄρτους ἀλλοτρίους: τοὺς βιαίως ἀφαιρουμένους. σκώπτει δὲ τὸν Κλέωνα ἀπὸ τῶν ἀλλοτρίων φιλοτιμούμενον. ἀπὸ δὲ τῆς αὐτοῦ τέχνης ὁρμώμενος πάλιν τοῦ ἀλλαντοπώλου μέμνηται. VEΓ3ΘM

### book 778b

σκώπτει τὸν Κλέωνα πάλιν ἐπὶ τῷ τἀλλότρια ἁρπάζειν φιλοτιμού‐ μενον, καὶ αὐτὸς πρὸς τὴν οἰκείαν τέχνην ἁρπάζειν ἄρτους ὑπισχνεῖται καὶ προσάγειν αὐτῷ. Lh

### book 778c

παραθήσω] εἰς ἑστίασιν. Lh

### book 780a

ὅτι τῆς ἀνθρακιᾶς ἀπολαύει: ὅτι τῶν σῶν ἀγαθῶν ἀπολαύει. χρησιμεύει γὰρ ἡ ἀνθρακιὰ τῷ χειμῶνι, καὶ τοὺς ἔχοντας οἱ ἄλλοι περικάθηνται βουλόμενοι εἰσδῦναι. VEΓ3ΘM

### book 780b

τῆς ἀνθρακιᾶς] τῆς ἐν πρυτανείῳ σιτήσεως. EΓ3Lh

### book 780c

αὔθ’] αὐτό. Lh

### book 780d

τῆς ἀνθρακιᾶς] τῶν σῶν ἀγαθῶν. Lh

### book 781a

διεξιφίσω: ἐπολέμησας πρὸς τοὺς Μήδους, τοῖς ξίφεσι κατ’ αὐτῶν ἐχρήσω. VEΓΘMLh

### book 781b

ἐν Μαραθῶνι: τόπος τῆς Ἀττικῆς, εἰς ὃν ἐνώρμησαν Δᾶτις καὶ Ἀρτάβαζος, Μηδικοὶ σατράπαι, πεμφθέντες ὑπὸ Δαρείου βασιλέως καταδου‐ λώσασθαι τὴν Ἑλλάδα. ἔνθα συμβαλόντες αὐτοῖς οἱ Ἀθηναῖοι Μιλτιάδου στρατηγοῦντος, μόνων Πλαταιέων συμμαχησάντων αὐτοῖς χιλίοις ἀνδράσι καὶ οὕτω πληρωθέντος τοῦ ἀριθμοῦ τῆς Ἑλληνικῆς δυνάμεως, τῆς περσικῆς καὶ † τοῖς Ἕλλησι τῆς ἐλευθερίας αἴτιοι κατέστησαν, μόνοι ἐξ ἁπάντων τῶν Ἑλλήνων τὸν πρῶτον τῶν Περσῶν διαφθείραντες. VEΓΘM

### book 781c

ἱστορία περὶ τῆς ἐν Μαραθῶνι μάχης Περσῶν: Δᾶτις καὶ Ἀρτάβαζος, Μήδων σατράπαι, πεμφθέντες ὑπὸ Δαρείου βασιλέως καταδου‐ λώσασθαι τὴν Ἑλλάδα ἐνώρμισαν εἰς Μαραθῶνα, τόπον περὶ τὴν Ἀττικήν, ἔνθα συμβαλόντες αὐτοῖς Ἀθηναῖοι Μιλτιάδου στρατηγοῦντος, μόνων Πλα‐ ταιέων συμμαχούντων αὐτοῖς χιλίοις ἀνδράσιν ὡς ἐξισωθῆναι τῇ Περσῶν δυνάμει τὴν τῶν Ἀθηναίων δύναμιν, τοῖς Ἕλλησι πᾶσιν ἐλευθερίας μόνοι κατέστησαν αἴτιοι, τὸν πρῶτον τῶν Περσῶν διαφθείραντες. Lh

### book 781d

Μαραθῶνι] τόπος τῆς Ἀττικῆς. Lh

### book 782a

ἐγγλωττοτυπεῖν: τὴν γλῶσσαν ψοφεῖν τὰ κατορθώματα, ἢ σεμ‐ νολογεῖν τὰ ἐκείνων κατορθώματα καὶ ἀεὶ ἐπὶ γλώττης ἔχειν. VEΓΘM

### book 782b

ἐγγλωττοτυπεῖν] διὰ γλώττης ψοφεῖν, σεμνολογεῖν τὰ κατορθώματα. M

### book 782c

ἐγγλωττοτυπεῖν] τὴν γλῶτταν κινεῖν καὶ ᾄδειν τἀκεῖ κατορθώματα. Lh

### book 783

ἐπὶ ταῖς πέτραις: ἐπὶ τῶν βάθρων τῆς πνυκός. EΓ3MLh

### book 784a

ῥαψάμενός σοι τουτὶ φέρω: παρεπιγραφή· δείκνυσι γὰρ αὐτῷ προσκεφάλαιον, ὅ φησι ⟦τῷ Δήμῳ⟧ παρασκευάσαι, ἵνα μὴ ἐπὶ ψιλοῖς τοῖς βάθροις ἐπικαθέζηται, ἀπ’ ἀρχῆς τὴν περὶ τὸν Δῆμον εὔνοιαν δεικνύς. VEΓΘM

### book 784b

ἀλλ’ ἐπαναίρου: ἐπανίστασο καὶ ἐπεγείρου, ἵνα ὑποθῶ τῷ καθίσ‐ ματι τὸ προσκεφάλαιον. VEΓ3Θ

### book 784c

ἐπαναίρου] ἐπανίστασο. Γ2Lh

### book 784d

τουτὶ φέρω] τὴν αὑτοῦ εὔνοιαν δεῖξαι βουλόμενος προσκεφάλαιον δείκνυσιν αὐτῷ. Lh

### book 785a

ἵνα μὴ τρίβῃς: ἵνα μὴ ἐκτρίψῃς μηδὲ διαφθείρῃς τὴν ἐν Σαλαμῖνι καμοῦσαν πυγὴν ἐν ναυμαχίᾳ. ἀπὸ δὲ Μαραθῶνος Σαλαμῖνος μέμνηται, ὅπου ναυμαχία Περσῶν ἐγένετο, ἐν Μαραθῶνι δὲ πεζομαχία. κεῖται δὲ ἡ Σαλαμὶς ὀλίγον πρὸ τῆς Ἐλευσῖνος πόλεως, ἱερᾶς Δήμητρος καὶ Κόρης, πλήρης οὖσα κατορθωμάτων Ἑλληνικῶν. καὶ γὰρ ἐνταῦθα πολλὰς τῶν Περσῶν Ἀθηναῖοι κατεναυμάχησαν τριήρεις ὀλίγῳ ἀριθμῷ, Θεμιστοκλέους στρατη‐ γοῦντος. ἔνθα καὶ πέτρα Εἰρεσία, οὕτω καλουμένη ὥσπερ διὰ τοῦ ὀνόματος τρόπαιον οὖσα τῆς Ἀττικῆς. ἔστι δὲ καὶ Ἀγέλαστος πέτρα καλουμένη παρὰ τοῖς Ἀθηναίοις, ὅπου καθίσαι φασὶ Θησέα μέλλοντα καταβαίνειν εἰς Ἅιδου·

### book 785a

ὅθεν καὶ τοὔνομα τῇ πέτρᾳ. ἢ ὅτι ἐκεῖ ἐκάθισεν ἡ Δημήτηρ κλαίουσα, ὅτε ἐζήτει τὴν Κόρην. VEΓ3ΘM

### book 785b

τὴν ἐν Σαλαμῖνι] λείπει τὴν πυγήν. EΓ2

### book 785c

ἱστορία περὶ τῆς ἐν Σαλαμῖνι τούτων μάχης: ἀντὶ Μαρα‐ θῶνος Σαλαμῖνος μέμνηται, ὅπου ναυμαχία Περσῶν ἐγένετο, ἐν Μαραθῶνι δὲ πεζομαχία. κεῖται δὲ ἡ Σαλαμὶς πρὸ τῆς Ἐλευσῖνος, ἱερᾶς πόλεως Δήμητρος καὶ Περσεφόνης, πλήρης οὖσα κατορθωμάτων Ἑλληνικῶν. καὶ γὰρ ἐν ταύτῃ πολλὰς τῶν Περσῶν Ἀθηναῖοι κατεναυμάχησαν τριήρεις, Ξέρξου τοῦ Περσῶν βασιλέως στρατεύσαντος κατὰ τῶν Ἑλλήνων μετὰ πεζῆς μὲν στρατιᾶς ἀπείρου, νεῶν δὲ χιλίων διακοσίων καὶ ἐπέκεινα· ἃς πάσας μιᾷ νυκτὶ κατέδυσαν οἱ Ἀθηναῖοι ἐν Σαλαμῖνι Θεμιστοκλέους στρατηγοῦντος, ναῦς ἔχοντες οὐ πλείους τῶν τριακοσίων. ἐν Σαλαμῖνι δὲ καὶ πέτρα ἐστὶν Εἰρεσιώνη, οὕτω καλουμένη ὥσπερ διὰ τοῦ ὀνόματος τρόπαιον οὖσα τῆς κατὰ Περσῶν νίκης. ἔστι δὲ καὶ Ἀγέλαστος πέτρα καλουμένη παρ’ Ἀθηναίοις, ὅπου καθίσαι φασὶ τὸν Θησέα μέλλοντα καταβαίνειν εἰς Ἅιδου μετὰ Πειρίθου, ὅθεν καὶ τοὔνομα τῇ πέτρᾳ. ἢ ὅτι ἐν ταύτῃ καθίσαι τὴν Δήμητραν λόγος κλαίουσαν ὅτε τὴν Κόρην ἐζήτει. Lh

### book 785d

καθίζου] δεῖ νοεῖν ὅτι ὑποτίθησιν αὐτῷ τὸ προσκεφάλαιον. Lh

### book 785e

τρίβῃς] ἐκτρίψῃς. Lh

### book 785f

τὴν ἐν Σαλαμῖνι] ναυμαχίαν καὶ τὴν ἐπ’ αὐτῇ καμοῦσαν πυγήν. Lh

### book 786a

μῶν ἔγγονος: μὴ τὸ γένος, φησί, κατάγεις ἀπὸ Ἁρμοδίου καὶ Ἀριστογείτονος; ὁ δὲ Δῆμός ἐστιν ὁ θαυμάζων τὸν ἀλλαντοπώλην ἐπὶ τῇ φιλοτιμίᾳ τῶν καθισμάτων. εἰς Ἁρμόδιον δὲ καὶ Ἀριστογείτονα τὸ γένος ἀνήνεγκεν αὐτοῦ, ἐπεὶ καὶ οὗτοι εὐνοίας πολλάκις ἀπηνέγκαντο δόξαν, ἐπιθέ‐ μενοι τοῖς τυράννοις καὶ τὸν Ἱππίαν διαχειρισάμενοι, ὡς φθάσαντες προεί‐ πομεν. VEΓΘM

### book 786b

ἔγγονος] ἀπόγονος. Γ3Lh

### book 786c

τῶν Ἁρμοδίου] υἱῶν. Γ2

### book 786d

εἰς Ἁρμόδιον καὶ Ἀριστογείτονα τὸ γένος ἀνῆγεν αὐτοῦ ὁ ἀλλαντοπώ‐ λης, ἐπεὶ καὶ οὗτοι πολλάκις εὐνοίας ἀπηνέγκαντο δόξαν, ἐπιθέμενοι τοῖς τυράννοις καὶ τὸν Ἱππίαν διαχειρισάμενοι, ὡς φθάσαντες εἴπομεν. τοῦτο δὲ πρῶτον δείκνυσιν αὐτοῦ τὴν εἰς τὴν πόλιν εὔνοιαν. Lh

### book 786e

Ἁρμοδίου] οὗτος εὔνους ἦν τῇ πόλει. Lh

### book 787a

τοῦτό γέ τοι: πρῶτον ἐπιδείκνυσι τὴν εἰς τὴν πόλιν εὔνοιαν. VEΓΘ

### book 787b

γε] γάρ. Lh

### book 788a

ἀπὸ μικρῶν] ἀπὸ βραχέων καὶ τῶν τυχόντων παντάπασιν. VEΓ3Lh

### book 788b

θωπευματίων] κολακειῶν, θωπεύειν γὰρ τὸ κολακεύειν. Lh

### book 789a

συνεῖλες: ἤγρευσας, ὑποχείριον ἐποίησας δελεάσμασιν, ἀπάταις. ἰδίως δὲ δέλεαρ καλοῦμεν τὴν τοῖς ἰχθύσιν ὑποβαλλομένην τροφὴν εἰς ἀπάτην τοῦ ἀγρευθῆναι. ἀπὸ μεταφορᾶς οὖν ἐκείνων φησίν. VEΓ3ΘM

### book 789b

εἷλες] ἤγρευσας. Γ2

### book 789c

δελεάσμασι] τὴν τοῖς ἰχθύσιν ὑποβαλλομένην τροφὴν εἰς τὸ ἀγρευ‐ θῆναι δέλεαρ καλοῦσι κυρίως. Lh

### book 791a

περιδόσθαι: συνθήκην θεῖναι. Ὅμηρος “δεῦρό νυν τρίποδος περι‐ δώμεθα”. VEΓ3

### book 791b

περὶ τῆς κεφαλῆς περιδόσθαι] ἐπὶ τῆς κεφαλῆς συνθήκην θεῖναι. EΓ3Lh

### book 791c

περιδόσθαι] συμφωνίαν ποιήσασθαι ἢ συνθήκην θέσθαι. Γ2

### book 792a

ἐν ταῖς πιθάκναις: πιθοκοίταις, ἑτοίμοις τόποις. ὅτι διὰ τὸν πόλεμον οἱ Ἀθηναῖοι ἐκ τῶν ἀγρῶν εἰσερχόμενοι ἐν ταῖς πιθάκναις ἢ ἐν τοῖς σπηλαίοις ᾤκουν τῇ σπάνει τῶν οἰκημάτων. VEΓΘMLh

### book 792b

ταῖς πιθάκναις] τοῖς πιθοκοίταις. Lh

### book 793a

(I) γυπαρίοις: εἶδος ὀρνέου γῦπες. ἔπαιξε δὲ τὸ ὄνομα διὰ τὸ ἐπιφερόμενον. δοκεῖ γάρ πως παρόμοια τὰ ὀνόματα ταῦτα εἶναι, “γυπαρίοις” καὶ “πυργιδίοις”. ἢ διὰ τὸ τοὺς ὄρνις τούτους μάλιστα τοῖς πύργοις ἐπικαθῆσθαι καὶ τοῖς τείχεσιν, εἰς οὓς οἱ Ἀθηναῖοι ἐκάθευδον διὰ τὸν πόλεμον φρουροῦντες τὴν πόλιν. VEΓ3ΘM (II) ἄλλως: ἀντὶ τοῦ ἐν φωλεοῖς καὶ καλιαῖς καὶ στενοῖς χωρίοις. Κράτης δέ φησιν ὅτι πᾶσαν στενὴν κατάδυσιν οὕτως ὠνόμαζον. VEΓ3Θ

### book 793b

οὐκ ἐλεαίρεις: οὐ κατοικτείρεις. δείκνυσι δὲ διὰ τούτων ὅτι ὁ κωλύων παύσασθαι τὸν πόλεμόν ἐστιν ὁ Κλέων. ὅπερ οὖν καὶ Θουκυδίδης ἱστορεῖ διὰ τούτων· “ἐπειδὴ καὶ ἡ ἐν Ἀμφιπόλει ἧσσα τοῖς Ἀθηναίοις ἐγένετο, καὶ ἐτεθνήκει Κλέων τε καὶ Βρασίδας, οἵπερ ἀμφότεροι μάλιστα ἠναντιοῦντο τῇ εἰρήνῃ, ὁ μὲν διὰ τὸ εὐτυχεῖν τε καὶ τιμᾶσθαι ἐκ τοῦ πολεμεῖν, ὁ δὲ γενομένης εὐτυχίας καταφανέστερός τε νομίζων εἶναι κακουργῶν καὶ ἀπιστότερος δια‐ βάλλων.” VEΓ3Θ

### book 793c

ἔτος ὄγδοον] τοσαῦτα ἔτη εἶχον πολεμοῦντες. EΓ3

### book 793d

ἐλεαίρεις] ἐλεεῖς. Γ2

### book 793e

γυπαρίοις] εἶδος ὀρνέου οἱ γῦπες· ἤγουν καλιαῖς ὀρνέων. Lh

### book 793f

οὐκ ἐλεαίρεις] ἤγουν οὐ κατοικτείρεις. Lh

### book 794a

βλίττεις: βλίττειν ἐστὶ τὸ ἐκπιέζειν τὰ κηρία τῶν μελισσῶν. VEΓ3M

### book 794b

Ἀρχεπτολέμου δὲ φέροντος: παρ’ ἱστορίαν τοῦ Ἀρχεπτολέμου ἐμνημόνευσεν. ὄγδοον γὰρ ἔτος ἔχοντος τοῦ πολέμου τούτου, ἔτι ζῶντος τοῦ Κλέωνος, ἐνιαύσιον ἐποιήσαντο πρὸς ἀλλήλους ἐκεχειρίαν οἱ Ἀθηναῖοι καὶ οἱ Πελοποννήσιοι, πρεσβείαν πέμψαντες πρὸς ἀλλήλους, οὐ μὴν Ἀρχεπτολέμου πρεσβεύοντός τινος, ἀλλὰ τῶν Λακεδαιμονίων ἦν πρεσβευτὴς Ταῦρος, Ἐχετι‐ μίδης, Ἀθήναιος, Περικλείδας, Αἰνείας, Σισυφαμίδας Ἀριστοδήμου, Σικυωνίων δὲ Δημότιμος Ναυκράτους, Μενεκράτης Ἀμφιδώρου, Ἐπιδαυρίων δὲ Ἀμφίας, Ἀθηναίων δὲ οἱ στρατηγοὶ Νικίας ὁ Νικηράτου, Αὐτοκλῆς Τολμαίου. ἐγένετο δὲ ὁ πόλεμος ἐπὶ ὀκτωκαίδεκα ἔτη. καὶ οὕτως ἡ πρεσβεία τοῦ Κλέωνος ζῶντος,

### book 794b

ἡ δὲ εἰρήνη μετ’ ἐνιαυτὸν ἐγένετο. εἰκὸς οὖν Ἀρχεπτολέμου μνημονεῦσαι χρησάμενον τῷ ὀνόματι ἵνα μᾶλλον ἔξαρχον ἐπιδείξῃ τοῦ πολέμου τὸν Κλέωνα, ὅτι Ἀρχεπτολέμου εἰρήνην διδόντος οὐ κατεδέξατο Κλέων. VEΓ2Γ3ΘMLh βλίττεις] ἀμέλγεις. EΓ2

### book 794c

βλίττεις: βλίττειν ἐστὶ τὸ ἐκπιέζειν τὰ κηρία τῶν μελισσῶν. Γ2Γ3

### book 794d

βλίττεις] βλίττειν γὰρ τὸ ἀμέλγειν καὶ τὸν δῆμον. Γ2

### book 794e

βλίττεις] ἐκπιέζεις. M

### book 794f

βλίττεις] ἀμέλγεις· κυρίως δὲ τὸ ἐκπιέζειν τὰ κηρία τῶν μελισσῶν βλίττειν λέγεται. Lh

### book 795

ἐξεσκέδασας: διετάραξας· δείκνυσιν οὖν ὅτι οὗτος ἦν αἴτιος τούτου. EΓ3M

### book 796a

(I) ῥαθαπυγίζων: τῇ πυγῇ ῥόθον ποιῶν, τουτέστι τὴν πυγὴν τῇ χειρὶ παίων ἢ τῷ ποδὶ τύπτων. VEΓΘ (II) ἄλλως: λάθρα τύπτων κατὰ τῆς πυγῆς πλατείᾳ τῇ χειρὶ καὶ πλατεῖ τῷ ποδί. τῇ πυγῇ ῥόθον ποιῶν. γελοίου δὲ χάριν τούτῳ ἐχρήσατο. VEΓΘM

### book 796b

προκαλοῦνται: παρέχουσιν, εὐτρεπίζουσιν. εὐκαίρως δὲ τῷ “προκαλοῦνται” ἐχρήσατο, ἵνα μᾶλλον τοὺς Λακεδαιμονίους ἐπιδικαζο‐ μένους τῆς εἰρήνης δείξῃ καὶ ἐπιθυμοῦντας. VEΓΘ

### book 796c

αἳ] αἱ πρεσβεῖαι. Γ2

### book 796d

ῥαθαπυγίζων] τῇ χειρὶ ἢ τῷ ποδὶ ἐν τῇ πυγῇ ῥόθον ποιῶν. Lh

### book 796e

προκαλοῦνται] ἵνα δείξῃ τῆς εἰρήνης ἐπιθυμοῦντας τὸ “προκαλοῦν‐ ται” εἴρηκεν. Lh

### book 797a

ἐν τοῖς λογίοισιν] ἢ ἐν τοῖς χρησμοῖς, ἐν τοῖς θείοις λόγοις. Γ2

### book 797b

Ἑλλήνων ἄρξῃ πάντων] πιθανῶς εἰσάγει τὰς ὑποσχέσεις τοῦ Κλέωνος περὶ τῶν ἐνεστηκότων καὶ μελλόντων. Lh

### book 798a

ὡς τοῦτον δεῖ ποτ’ ἐν Ἀρκαδίᾳ: νικήσαντα τοὺς Πελοποννησίους δικάσαι μέχρις Ἀρκαδίας, λαμβάνοντα μισθὸν πεντώβολον, ἀλλ’ οὐ τριώβολον. VEΓ3M

### book 798b

πεντώβολον] ὡς ἐν τῇ ἡλιαίᾳ λαβεῖν τῆς Ἀττικῆς πεντώβολον ἐν τῇ Ἀρκαδίᾳ νικήσαντα τοὺς Πελοποννησίους. Γ2

### book 798c

τοῦτον] δῆμον. Γ2

### book 798d

δεῖ] ἀπόκειται. Γ2

### book 798e

Ἀρκαδίᾳ] πόλις. Γ2

### book 798f

ποτ’] νικήσαντα τοὺς Πελοποννησίους. Lh

### book 798g

πεντώβολον ἡλιάσασθαι] δικάσαι λαμβάνοντα πεντώβολον ἢ τριώ‐ βολον. Lh

### book 799

ἢν ἀναμείνῃ] ἐὰν ὑπομείνῃ καὶ πολεμῶν μὴ ὀκνήσῃ. EΓ2Lh

### book 800a

εὖ καὶ μιαρῶς: ἀλλήλοις ἐναντία. εἰ γὰρ εὖ, πῶς μιαρῶς; εἰ δὲ μιαρῶς, πῶς εὖ; πλὴν εἰ μὴ τοῦτο λέγει, ὅτι ἀνενδεῶς τὸ τριώβολον αὐτῶν φροντίσω καὶ ποιήσω λαμβάνειν, οὐ περιεργασόμενος οὔτε εἰ ἀπὸ δικαίου οὔτε εἰ ἀπὸ ἀδίκου πορισθήσεται τὰ πράγματα. πιθανῶς δὲ τὰς ὑποσχέσεις τοῦ Κλέωνος περὶ τῶν ἐνεστηκότων καὶ μελλόντων. VEΓΘ

### book 800b

ἐξευρίσκων] μηχανώμενος. Γ2

### book 800c

ἕξει] ὁ ἄρχων. V

### book 800d

εὖ καὶ μιαρῶς] ἐναντία ταῦτα· πλὴν εἰ μὴ τοῦτο λέγει, ὅτι οὐ περιερ‐ γάσομαι οὔτε εἰ ἐκ δικαίου οὔτε εἰ ἐξ ἀδίκου πορίσεσθε τὰ πράγματα. Lh

### book 802

καὶ δωροδοκῇς] καὶ δῶρα δέχῃ· καὶ δωροδόκος, ὁ δῶρα δεχόμενος. Γ2

### book 803a

ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης: ὑπὸ τῶν περιεστώτων κακῶν καὶ τῶν τοῦ πολέμου δυσχερῶν συνεχόμενος μὴ ἐλέγχῃ τὰ σὰ κακουργήματα. ὁμίχλη δὲ ἐπὶ τοῦ τεθολωμένου ἀέρος καὶ μὴ διαυγοῦς μηδὲ λαμπροῦ τάσσεται. ὁ δὲ ὅλος νοῦς, ὅτι οὐ τῷ δήμῳ φίλα φρονῶν πείθεις αὐτὸν Ἀρκάσι πολεμεῖν, ἀλλ’ ἵνα περὶ τὸν πόλεμον ἀσχολούμενος μὴ περι‐ εργάζηται τὰ σὰ πανουργήματα. VEΓΘM

### book 803b

ὁμίχλη κυρίως ἐπὶ τοῦ τεθολωμένου καὶ μὴ διαφανοῦς ἀέρος τάσσεται, νῦν δὲ ἐπὶ τῶν δυσχερῶν τοῦ πολέμου. λέγει δ’ ὅτι οὐ τῷ δήμῳ φίλα φρονῶν πείθεις αὐτὸν Ἀρκάσι πολεμεῖν, ἀλλ’ ἵνα περὶ τὸν πόλεμον ἀσχολούμενος μὴ περιεργάζηται τὰ σὰ πανουργήματα. Lh

### book 803c

τῆς ὁμίχλης] τῶν ἐκ τοῦ πολέμου δυσχερῶν. Lh

### book 804a

πρὸς σὲ κεχήνῃ] εἰς σὲ ἀποβλέπῃ καὶ πειθαρχῇ. E

### book 804b

κεχήνῃ] χάσκῃ καὶ ἀποβλέπῃ. Γ2

### book 805a

οὗτος] ὁ Δῆμος. Γ2

### book 805b

εἰρηναῖος] μετὰ εἰρήνης. Γ2

### book 806a

χίδρα: τινὲς ἄγρια λάχανα, οἱ δὲ τὰ ὄσπρια. κυρίως δὲ τὰ ἀπὸ χλωρᾶς κριθῆς. χίδρα δὲ εἴρηται παρὰ τὸ χεῖσθαι, ἢ τὰ τῇ χειρὶ δρεπόμενα. VEΓΘM

### book 806b

καὶ στεμφύλων εἰς λόγον ἔλθῃ: καὶ προσομιλήσῃ τοῖς στεμφύ‐ λοις, ἢ πλησιάσῃ. στέμφυλα δὲ ἐκάλουν οἱ παλαιοὶ τὰ τῶν ἐλαῶν ἀποπιέσματα· περιπτίσματα δὲ τὰ τῶν ἀμπέλων. VEΓΓ3ΘMLh

### book 806c

ἀναθαρρήσῃ] θαρσαλεώτερος γένηται. EΓ2Lh

### book 806d

εἰς λόγον ἔλθῃ] φροντίδα κοινωνήσῃ. Γ2

### book 806e

totus versus] ἀντὶ τοῦ ἀπερίεργόν τινα βίον ζήσῃ. Γ2

### book 806f

χίδρα] ἄγρια λάχανα, οἱ δὲ ὄσπρια ἢ χλωρὰς κριθάς. Lh

### book 806g

στεμφύλων εἰς λόγον ἔλθῃ] προσομιλήσῃ τοῖς στεμφύλοις ἢ πλη‐ σιάσῃ. Lh

### book 807a

παρεκόπτου: παρῄρου, ἐλυμαίνου. ἀπὸ μεταφορᾶς τῶν παρακοπ‐ τομένων τὰ πτερὰ ὀρνέων. ἰδίως δὲ τὸν μισθὸν τῶν στρατευομένων οἱ παλαιοὶ μισθοφορὰν ἐκάλουν. φησὶν οὖν ὅτι τοῦ πολέμου ἀπαλλαγέντες ἐπιγνώσονται τὴν βλάβην, ἣν διὰ τῆς μισθοφορᾶς αὐτοὺς ἔβλαπτες, πλείονα αὐτοὺς ἀγαθὰ παραιρούμενος, ὧν ἀπολαύειν ἐδύναντο εἰρήνην ἄγοντες. VEΓΘMLh

### book 807b

παρεκόπτου] παρῄρου, ἐλυμαίνου. Lh

### book 808a

δριμὺς] ἤγουν ὀργῆς γέμων, τραχύς. EΓ2Lh

### book 808b

κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων] καταδικάσαι προῃρημένος. EΓ2Lh

### book 808c

ἰχνεύων] ἐρευνῶν. Γ2

### book 809a

ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ: παρακρούῃ καὶ παραλογίζῃ καὶ παραπλανᾷς καὶ ὀνειροπολεῖς ὀνείρους ὁρῶν. VEΓΘMLh

### book 809b

ἃ] ὧν, πραγμάτων ἐκείνων. Γ2

### book 809c

ὀνειροπολεῖς] φαντάζῃ. Γ2

### book 809d

περὶ σαυτοῦ] περὶ τοῦ Δήμου. EΓ3

### book 810

διαβάλλειν] ἤγουν διαβολῇ χρῆσθαι. Γ2

### book 811

πεποιηκότα] καὶ ταῦτα δηλονότι. Γ2

### book 813a

ὦ πόλις Ἄργους] ἀπὸ τοῦ Τηλέφου Εὐριπίδου. τὸ δὲ “κλύεθ’ οἷα λέγει” ἀπὸ τῆς Μηδείας. EΓ2

### book 813b

σὺ] σὺ δεικτικῶς. EΓ3

### book 814a

(I) ἐπιχειλῆ: τουτέστι χείλη μὴ ἔχουσαν. αἰνίττεται δὲ διὰ τούτου τὴν ἱστορίαν Θεμιστοκλέους, ὅτι τὴν πόλιν ἐτείχισε, καὶ ταῦτα παρὰ γνώμην τῶν Πελοποννησίων ἀπατήσας αὐτούς. φασὶ γὰρ τῶν Λακεδαιμονίων μαθόντων ἐκτειχίζεσθαι τὰς Ἀθήνας καὶ μὴ ἐπιτρεπόντων, καταστρατηγῆσαι τὸν Θεμιστοκλέα ἐπὶ τῷ δεῖξαι τοῖς Λακεδαιμονίοις ὅτι ἐπὶ τῷ κοινῷ τῆς Ἑλλάδος συμφέροντι τειχίζοιεν τὴν πόλιν. χειροτονηθεὶς δὲ πρεσβευτὴς τοῖς μὲν Ἀθη‐ ναίοις ἔδωκεν ἐντολὰς τειχίζειν πάσῃ σπουδῇ τὴν πόλιν, μὴ φειδομένους μήτε ἰδίου μήτε δημοσίου τινὸς οἰκοδομήματος, τοῖς δὲ συμπρεσβευταῖς προσέταξε βράδιον ἐλθεῖν εἰς τὴν Λακεδαίμονα. αὐτὸς δὲ ἀφικόμενος ἐκεῖσε καὶ τῶν Λακεδαιμονίων ἀξιούντων αὐτὸν εἰς τὸ κοινὸν παρεῖναι, καὶ λέγειν ὧν χρῄζων ἀφῖκται, τὸ μὲν πρῶτον εἰς τὴν παρουσίαν ὑπερετίθετο τῶν πρεσβέων· μὴ γὰρ ἀσφαλὲς ὑπάρχειν αὐτῷ κοινὰς ἐντολὰς λαβόντι μόνῳ ἀποπληρῶσαι τὴν πρεσβείαν. καὶ ᾔσχαλλεν ὅτι μήπω παρεγένοντο. ὡς δὲ χρόνος ἱκανὸς

### book 814a

διεγένετο καὶ οἱ συμπρέσβεις παρῇσαν, ἤδη δὲ τοῦ τείχους ἱκανῶς προκεχωρη‐ κότος τοῖς Λακεδαιμονίοις ἤγγελτο ὅτι τετειχισμέναι λοιπὸν εἶεν Ἀθῆναι, παρελθὼν ἔπειθεν αὐτοὺς μὴ ταχέως πιστεύειν τοῖς λεγομένοις, μηδὲ τοῖς βουλομένοις εἰς ἔχθραν καταστῆσαι τὴν πόλιν, ἀλλ’ ἐπιλεξαμένους αὐτῶν ἄνδρας τοὺς εὐνοίᾳ καὶ πίστει διαφέροντας ἐπόπτας ἐκπέμψαι. μέχρι δὲ τῆς ἐκείνων παρουσίας ὁμηρὸν ἑαυτὸν κατεπηγγέλλετο, κἀν τούτῳ τριβήν τινα χρόνου ἐμποιῶν. πεισθέντων οὖν Λακεδαιμονίων καὶ τοὺς μάλιστα διαφέροντας εὐνοίᾳ καὶ πίστει τῶν πολιτῶν πεμψάντων, λάθρα τοῖς Ἀθηναίοις πέμψας προσέταξε μὴ πρότερον τοὺς Λακεδαιμονίων ἄνδρας ὀπίσω πάλιν ἐλθεῖν ἐᾶσαι, πρὶν αὐτόν τε καὶ τοὺς συμπρέσβεις ἀπολύσωσι Πελοποννήσιοι. ἔστιν οὖν τὸ νόημα ὑπερβατόν. ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· ὅστις ἐποίησε μεστὴν

### book 814a

ἡμῶν καὶ ὁλόκληρον εὑρὼν τὴν πόλιν ἀτείχιστον οὖσαν. VEΓ3ΘMLh (II) ἄλλως: ἐπιχειλῆ: ἐνδεᾶ. ἐπιχειλὲς γὰρ μέτρον λέγεται τὸ μὴ πλῆρες, ἀλλ’ ἀπομεσούμενον. αἰνίττεται δὲ ὅτι αὐτὸς τὴν πόλιν ἐτείχισεν. VEΓΘ

### book 814b

ἐπιχειλῆ] ἐνδεᾶ. Lh

### book 815a

καὶ πρὸς τούτοις ἀριστώσῃ: καὶ πρὸς τούτοις ἄριστα τῆς πόλεως ἐχούσης. ἔπαιξε δὲ τὸ “ἀριστώσῃ” πρὸς τὰ ἐπιφερόμενα. VEΓΘM

### book 815b

τὸν Πειραιᾶ: καὶ τὸν Πειραιᾶ γὰρ ἐτείχισεν, ὃς ἀπεῖχε τῆς πόλεως σταδίους λεʹ, παρὰ θάλατταν ὤν. ἔπαιξε δὲ τὸ “ἀριστώσῃ” πρὸς τὰ ἐπιφερόμενα· πρὸς ὃ ἐπιφέρει καὶ τὸ “ἰχθῦς παρέθηκεν”. VEΓ3M

### book 815c

(I) προσέμαξεν: προσέθηκε, προσεκόλλησεν. μάττειν γὰρ λέγεται τὸ ἀναμιγνύναι καὶ φυρᾶν καὶ εἰς ἓν συνάγειν τὰ ἄλευρα. ἑξῆς οὖν τὸ μάττειν προσήνεγκε, διὰ τὸ προειρηκέναι “ἀριστώσῃ”. αἰνίττεται δὲ διὰ τούτων τὰ μακρὰ τείχη παρὰ τοῖς Ἀθηναίοις καλούμενα. μακρὰ δὲ ἐλέγοντο διὰ τὸ ἀπὸ τῆς πόλεως διήκειν μέχρι τοῦ Πειραιέως. VEΓΘM (II) ἄλλως: ἐμπόριον ὁ Πειραιεὺς τῶν Ἀθηναίων, ἐπὶ τῇ θαλάττῃ κείμενος, ἀπὸ πέντε τῆς πόλεως σημείων. VEΓ3Θ

### book 815d

καὶ οὕτως ἐτείχισε καὶ τὸν Πειραιᾶ, ἀπέχοντα τῆς πόλεως σταδίους λεʹ, παρὰ θάλατταν ὄντα. πρὸς δὲ τὸ “ἀριστώσῃ” παίζων ἐπήγαγε τὸ “ἰχθῦς παρέθηκεν”. Lh

### book 815e

ἀριστώσῃ] ἄριστα ἐχούσῃ τῇ πόλει· καὶ τὸν Πειραιᾶ γὰρ ἐτείχισεν. Lh

### book 815f

προσέμαξεν] προσπαρέθηκε, προσεκόλλησε. Lh

### book 816a

ἰχθὺς καινοὺς παρέθηκεν: οἷον ἐκ τοῦ Πειραιέως ἐποίησεν αὐτὸν ἰχθύας ἔχειν. τὸν γὰρ Πειραιᾶ Θεμιστοκλῆς προσέβαλε τῇ πόλει. τὸ δὲ “παρέθηκε”, προσέθηκε, προσεκόλλησε τὰ μακρὰ τείχη. VEΓΘ

### book 816b

ἰχθῦς παρέθηκεν] οἷον ἐκ τοῦ Πειραιῶς ἐποίησεν αὐτοὺς ἰχθύας ἔχειν. προσεκόλλησε τὰ μακρὰ τείχη λεγόμενα μέχρι τοῦ Πειραιῶς. Lh

### book 817

μικροπολίτας: διὰ τὴν ἐκ τοῦ πολέμου στενοχωρίαν τῶν ἀναλω‐ μάτων καὶ τὴν τῶν ἀνδρῶν σπάνιν συνέστειλαν τὰ τείχη. VEΓΓ2ΘMLh

### book 818

διατειχίζων: συνάγων καὶ συστέλλων τὰ τείχη. διὰ γὰρ τὸν πόλε‐ μον καὶ τὰ ἐπὶ τοῖς φρουρίοις ἀναλώματα καὶ τὴν τῶν ἀνδρῶν σπάνιν συνέστειλαν τὰ τείχη. VEΓΘMLh

### book 819a

κἀκεῖνος μὲν φεύγει τὴν γῆν: ἐξωστράκισε γὰρ τὸν Θεμιστο‐ κλέα ὁ δῆμος· ἢ διὰ τὸν χρησμόν φησι τοῦτο. VEΓΘM

### book 819b

σὺ δ’ Ἀχιλλείων ἀπομάττῃ: σὺ δὲ τῆς ἐν πρυτανείῳ σιτήσεως μετέχεις. ἐκαλοῦντο γὰρ Ἀχίλλειαι κριθαί τινες καθαραὶ ⟦ὡς εὐγενεῖς αὗται⟧. VEΓΘM

### book 819c

κἀκεῖνος μὲν φεύγει τὴν γῆν] ὁ δῆμος ἐξωστρακίσθη ἀπὸ τῆς γῆς. Γ2

### book 819d

ἀπομάττῃ] ἀπολαύῃς. Γ2

### book 819e

κἀκεῖνος μὲν φεύγει] ἐξωστράκισε γὰρ αὐτὸν ὁ δῆμος, τὸν Θεμιστο‐ κλέα. Lh

### book 819f

Ἀχιλλείων] κριθῶν καθαρῶν οὕτως ὠνομασμένων ὡς εὐγενῶν. Lh

### book 821a

μὴ σκέρβολλε: μὴ λοιδόρει. δηλοῖ δὲ καὶ τὸ κερτομεῖν. κεῖται δὲ νῦν ἡ λέξις ἀντὶ τοῦ μὴ ποίκιλλε. καὶ Καλλίμαχος “σκέρβολα μυθήσαντο”. VEΓΘLh

### book 821b

ὁτιή] διότι. Γ2

### book 821c

πονηρά] πικρά. EΓ3

### book 822a

ἐγκρυφιάζων: ἐμφωλεύων καὶ ἀποκρύπτων. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἐλάνθανές με ῥᾳδιουργῶν περὶ τὴν πόλιν. ἀπὸ δὲ τοῦ ἐγκρυφίου ἄρτου μετήνεγκεν. οἷον λανθάνων καὶ ἐγκρύπτων σεαυτόν. VEΓΘ

### book 822b

πολλοῦ] πρὸ πολλοῦ. Γ2

### book 822c

ἐλελήθεις] λείπει καὶ νῦν. Γ2

### book 822d

ἐγκρυφιάζων] ἀπὸ τοῦ ἐγκρυφίου ἄρτου μετήνεγκε τὸ “ἐγκρυφιά‐ ζων”, ἤγουν ἐμφωλεύων καὶ ἀποκρύπτων σεαυτόν. Lh

### book 824a

(ad vv. 824—35) διπλῆ δὲ καὶ εἴσθεσις εἰς περίοδον ἀναπαιστικὴν τετρακαιεικοσίμετρον δωδεκάκωλον. VEΓΘ

### book 824b

ὁπόταν χασμᾷ: ὁπότε μετεωροφρονεῖς· οἷον, περὶ ἄλλα τὴν διά‐ νοιαν ἔχεις. VEΓΘLh

### book 824c

χασμᾷ] χάσκῃς. Γ2

### book 825a

τῶν εὐθυνῶν: τῶν δικῶν, λογισμῶν. οἱ γὰρ χειρίσαντές τι τῶν κοινῶν καὶ διοικήσαντες τῶν ἀνηλωμένων χρημάτων εὐθύνας καὶ λογισμοὺς ἐδίδοσαν. VEΓΘ

### book 825b

ἐκκαυλίζων: ἀπὸ τῶν τὰ λάχανα ἀποκλώντων τῇ μεταφορᾷ ἐχρήσατο· οἷον ἀνασπῶν καὶ ἀναιρῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· μισθὸν λαμ‐ βάνων παρὰ τῶν διοικούντων τὰ κοινὰ ἐκκόπτει αὐτῶν τὰς δίκας, ἵνα μὴ ὁ δῆμος εὐθύνας λαμβάνειν παρ’ αὐτῶν δύνηται. VEΓΘM

### book 825c

εὐθυνῶν] δικῶν, κρίσεων. Γ2

### book 825d

ἐκκαυλίζων] συντρίβων. Γ2

### book 825e

εὐθυνῶν] τῶν δικαίων παραλογισμῶν. Lh

### book 825f

ἐκκαυλίζων] ἀνασπῶν καὶ ἀναιρῶν. Lh

### book 826a

καταβροχθίζει: καταπίνει. VEΓΓ2Θ

### book 826b

〈ἀμφοῖν χειροῖν〉: ἀμφοτέραις ταῖς χερσί, τουτέστιν ἀπλήστως καὶ λαβρῶς καὶ ἀφειδῶς. VEΓΘ

### book 826c

καταβροχθίζει] λάβρως καταπίνει. Lh

### book 826d

ἀμφοῖν χειροῖν] ἀμφοτέραις χερσί. Lh

### book 827a

(I) μυστιλᾶται: κατατρώγει. ἰδίως δὲ παρὰ τοῖς Ἀττικοῖς μυστίλην ἐκάλουν τὸν ἄρτον τὸν τοῖς κυσὶ παραβαλλόμενον. VEΓΘM (II) ἄλλως: μυστίλη ὁ κοῖλος ἄρτος, ᾧ δύναταί τις καὶ ζωμὸν ἀρύσασθαι. VEΓ3ΘM

### book 827b

μυστιλᾶται] κατατρώγει· μύστιλον γὰρ τὸν κοῖλον ἄρτον ἔλεγον Ἀττικοί. Lh

### book 828

οὐ χαιρήσεις] οὐ χαίρων ἀπαλλάξεις. EΓ2

### book 829a

(I) αἱρήσω: διελέγξω· ἔλαβε δὲ τοῦτο ἀπὸ τοῦ “χαιρήσεις”. VEΓΘM [para](II) ἄλλως: κλοπῆς σου κατηγορήσας καταδίκης αἴτιός σοι γενήσομαι, νικήσας σε. VEΓ3

### book 829b

αἱρήσω] διελέγξω, φθερῶ, ἀπὸ τοῦ χαιρήσω. Lh

### book 830a

(I) τί θαλαττοκοπεῖς: ἐθαλαττοκράτουν γὰρ οἱ Ἀθηναῖοι· ὡς τοῦ Κλέωνος συνεχῶς προφερομένου τὴν κατὰ θάλατταν δυναστείαν. πλα‐ τυγίζειν δὲ κυρίως τὸ ἐπιτιθέναι πλαταγώνιον τῇ ἀριστερᾷ χειρὶ καὶ παίειν τῇ δεξιᾷ καὶ ἦχον ἀποτελεῖν. VEΓ3ΘM (II) ἄλλως: τί ταράττῃ καὶ θορυβῇ; ἔλαβε δὲ τὴν χρῆσιν τοῦ ὀνόματος ἀπὸ τῆς θαλάττης. ἐπειδὰν γὰρ ὑπὸ σφοδροτέρων ἀνέμων ταραχθῇ τὰ κύματα, ἀλλήλοις συγκρούουσιν. VEΓΘM

### book 830b

〈θαλαττοκοπεῖς καὶ〉 πλατυγίζεις: ἄμφω μεγαλορρημοσύνης δείγματα. τί, φησί, μεγαλορρημονεῖς καὶ πλατύνῃ καὶ ἀλαζονεύῃ; ἀπὸ δὲ τοῦ πλατυτέρου μέρους τῆς κώπης, ὃ τῇ θαλάττῃ μᾶλλον προσερείδεται καὶ τύπτον τὸ ὕδωρ τῇ εἰρεσίᾳ ἀπεργάζεται κτύπον, ἡ μεταφορά. ἀκολούθως δὲ τῷ “θαλαττοκοπεῖς” ἐπήγαγε τὸ “πλατυγίζεις”. VEΓΘM

### book 830c

totus versus] ταράττῃ καὶ θορύβει καὶ ἀλαζονεύῃ· τὴν χρῆσιν δὲ ἔσχε τῶν ῥημάτων ἀπὸ τῆς θαλάττης καὶ τῆς πλάτης, ἤτοι τῆς κώπης. Lh

### book 831

ὢν] καὶ ταῦτα. Γ2

### book 834a

δωροδοκήσαντ’ ἐκ Μιτυλήνης: ὄντως ἐδωροδόκησεν ὁ Κλέων ἐκ Μιτυλήνης. οὐ μόνον δὲ τὸ δῶρα διδόναι καὶ ἀναπείθειν, ἀλλὰ καὶ τὸ λαμβάνειν δωροδοκῆσαι λέγεται. πόλις δὲ Λέσβου τῆς νήσου Μιτυλήνη, φίλη μὲν Ἀθη‐ ναίοις καὶ σύμμαχος, ὕστερον δὲ νεωτερίσασαν καὶ ἀποστᾶσαν κατέστρεψαν μὲν πάλιν οἱ Ἀθηναῖοι Χάρητος στρατηγοῦντος, συμβουλεύσαντος δὲ Κλέωνος ἐψηφίσαντο παῖδας μὲν καὶ γυναῖκας ἡβηδὸν ἀποκτεῖναι Μιτυληναίων, ἐξανδρα‐ ποδίσασθαι δὲ πᾶσαν τὴν πόλιν. καὶ ναῦν ἐξέπεμψαν εὐθὺς ἀγγέλλουσαν τὰ βεβουλευμένα τῷ Χάρητι. τῇ δευτεραίᾳ δὲ μετανοοῦντας αἰσθόμενος ἐπὶ τοῖς γνωσθεῖσι Διόδοτος, εἷς καὶ αὐτὸς ὢν τῶν πολιτευομένων τότε, γενομένης δὶς τῆς ἐκκλησίας, καὶ οὐδὲν 〈οὐκ〉 ἀντιλέγοντος τοῦ Κλέωνος, καὶ παρα‐ κελευομένου ἅπαξ τοῖς δόξασιν ἐμμένειν, παρελθὼν μεταγνῶναι τοὺς Ἀθη‐ ναίους ἔπεισεν. ἦσαν γὰρ καὶ ἄλλοι τινὲς τὰ τῶν Μιτυληναίων φρονοῦντες, οὐ μὴν ἀλλὰ καὶ αὐτῶν ἄνδρες Μιτυληναίων κατά τινα πρεσβείαν ἀφιγμένοι πείθουσι διὰ τάχους ἑτέραν πέμψαι τριήρη, ἀπαγορεύουσαν τῷ Χάρητι μηδὲν

### book 834a

διαπράξασθαι τῶν πρότερον ἐπεσταλμένων. τοὺς δὲ ναύτας τῆς δευτέρας τριήρους τῇ τε ἄλλῃ παρακλήσει καὶ δώρων ὑποσχέσει προὐτρέψαντο πάσῃ σπουδῇ περὶ τὸν πλοῦν χρήσασθαι προθύμως, ὡς ἂν τὴν προτέραν τριήρη φθάσαιεν. οἱ δέ, ἅτε καὶ ἐπὶ χρηστὸν πλέοντες πρᾶγμα καὶ ταῖς παρα‐ κλήσεσιν εἴξαντες, τοσαύτῃ περὶ τὴν εἰρεσίαν ἐχρήσαντο σπουδῇ, ὥστε οὐκ ἔφθη καταπλεύσασα ἡ προτέρα ναῦς, καὶ ὁ Χάρης λαβὼν τὰ γράμματα, .... παρὰ τοσοῦτον κινδύνου ἡ Μιτυλήνη ἦλθεν. ἀπὸ ταύτης οὖν φησιν αὐτὸν ἐπιδείξειν τὸ ἀργύριον εἰληφότα, λεληθότως δὲ πάλιν αὐτὸν εἰς ὠμότητα διαβάλλει τῶν τρόπων. οὐ γὰρ φαίνεται λαβὼν πλεῖν ἢ μνᾶς μʹ παρὰ τῶν Μιτυληναίων ὁ Κλέων μισθόν. πιθανῶς δὲ ἐπλάσατο αὐτὸν εἰληφέναι, ἐπειδὴ

### book 834a

ἐκεῖνός φησιν αὐτὸν δέκα μυριάδας πόλεως κεκλοφέναι. φιλονεικεῖ δὲ ἐν πᾶσιν αὐτὸν ἀμείβεσθαι τοῖς ἴσοις. VEΓ3ΘM

### book 834b

ἱστορία ὅπως παρεστήσατο Χάρης Λέσβον: πόλις Λέσβου τῆς νήσου Μιτυλήνη, φίλη μὲν Ἀθηναίων καὶ σύμμαχος, ὕστερον δὲ νεωτερί‐ σασαν καὶ ἀποστᾶσαν κατέστρεψαν Ἀθηναῖοι Χάρητος στρατηγοῦντος. συμβουλευσαμένου δὲ Κλέωνος ἐψηφίσαντο παῖδας μὲν καὶ γυναῖκας ἀποκτεῖναι Μιτυληναίων, ἐξανδραποδίσαι δὲ πᾶσαν τὴν πόλιν. καὶ ναῦν εὐθὺς ἐξέπεμψαν ἀγγέλλουσαν τὰ βεβουλευμένα τῷ Χάρητι. Διόδοτος δὲ εἷς ὢν τῶν πολιτευο‐ μένων αἰσθόμενος μεταγνόντας ἐπὶ τοῖς προτέροις, δευτέρας ἐκκλησίας γενο‐ μένης, παρελθὼν πείθει αὐτοὺς μεταβουλεύσασθαι ἐπὶ τοῖς δεδογμένοις. οὐ μὴν ἀλλὰ καὶ τῶν Μιτυληναίων ἄνδρες κατά τινα πρεσβείαν ἀφιγμένοι πεί‐ θουσι δώροις τὸν Κλέωνα συμβουλεύσασθαι Ἀθηναίοις ἀνατρέψαι ἃ πρότερον αὐτοῖς κατὰ τῶν Μιτυληναίων συνεβουλεύσατο. καὶ πείσας αὐτοὺς ἑτέραν αὖθις ναῦν ἐκπέμπει πάσῃ σπουδῇ, ἀπαγορεύουσαν μηδὲν διαπράξασθαι τὸν Χάρητα τῶν πρότερον ἐπεσταλμένων· οἱ δὲ ἐν αὐτῇ τοσούτῳ τάχει ἐχρήσαντο ὥστε καταλαβεῖν τὴν προτέραν ναῦν μήπω φθάσασαν κατᾶραι εἰς τὸν λιμένα.

### book 834b

Χάρης δὲ λαβὼν τὰ δεύτερα γράμματα ἀπέστη τοῦ κακόν τι ποιῆσαι Μιτυληναί‐ ους. παρὰ τοσοῦτον κινδύνου ἦλθεν ἡ Μιτυλήνη. ἀπὸ ταύτης οὖν φησὶν αὐτὸν ἀποδείξειν ἀργύριον εἰληφότα. τοῦτο δὲ εἶπεν, ἐπειδὴ πρότερον ἐκεῖνος αὐτόν φησι δώδεκα μυριάδας ἐκ τῆς πόλεως κεκλοφέναι, φιλονεικῶν τοῖς ἴσοις ἀμείβεσθαι. Lh

### book 834c

δωροδοκήσαντ’] δῶρα λαβόντα. Lh

### book 834d

Μιτυλήνης] πόλις Λέσβου τῆς νήσου. Lh

### book 836

(ad vv. 836—910) ὦ πᾶσιν ἀνθρώποις: διπλῆ καὶ ἔκθεσις οὐ κατ’ ἴσον τοῖς ἀναπαίστοις εἰς ἰάμβους τετραμέτρους καταληκτικοὺς οεʹ. VEΓΘ

### book 837a

εἰ γὰρ ὧδ’ ἐποίσεις: εἰ γὰρ εἰς τέλος ἐναντιούμενος αὐτῷ παρα‐ μείνῃς πρὸς τὴν γραφὴν τῆς κατηγορίας· εἰ γὰρ οὕτω τῇ κατηγορίᾳ χρήσῃ. VEΓ3M

### book 837b

ὧδ’ ἐποίσεις] ἤγουν οὕτω τῇ κατηγορίᾳ χρήσῃ. Γ2Lh

### book 838

καθέξεις] μέλλεις κατακρατήσειν. Γ2

### book 839a

τῶν συμμάχων τ’ ἄρξεις: ἔπαιξε παρὰ τὸ θαλασσοκρατεῖν τοὺς Ἀθηναίους καὶ τοὺς νησιώτας ἔχειν ὑποτελεῖς φόρων. VEΓ2MLh

### book 839b

τῶν συμμάχων] ἐκφέρων τοὺς ὑπηκόους. EΓ3

### book 839c

ἔχων τρίαιναν] ἐπειδὴ ἐθαλασσοκράτουν. E

### book 840a

ἐργάσῃ: συνάξεις. τὸ δὲ “σείων” οἷον διασείων καὶ ἀπαιτῶν. VEΓ3MLh

### book 840b

ἐργάσῃ] ἤγουν τῇ τριαίνῃ. Γ2

### book 841a

λαβήν: ἀφορμήν, λῆμμα, ὡς παλαιστῇ. VEΓ3MLh

### book 841b

μὴ] ὅρα ἵνα ... καὶ ἐᾶν. Γ2

### book 841c

λαβὴν] ὡς ἐπὶ παλαιστοῦ. Γ2

### book 842a

κατεργάσῃ γάρ: νικήσεις, περιέσῃ αὐτοῦ σῶμα ἔχων ἰσχυρὸν καὶ στερρότατον, τουτέστιν ἑταιρίαν ἔχων τοιαύτην. VEΓ2MLh

### book 842b

κατεργάσῃ] καὶ ἀπολέσεις. Γ2

### book 842c

πλευρὰς .... τοιαύτας] ἤγουν συμμάχους τοιούτους, τουτέστιν ἡμᾶς. Γ2

### book 842d

. Lh

### book 843a

οὐκ ὦγαθοί: οὐ ταῦτα τοῦτον ἕξει τὸν τρόπον, ὡς ὑμεῖς φατὲ καὶ προσδοκᾶτε. VEΓ2Lh

### book 843b

μὰ τὸν Ποσειδῶ: ὅτι περὶ τριαίνης † εἰπὼν † καὶ “σείων καὶ ταράττων” τὸν Ποσειδῶνα ὄμνυσιν. VEΓ3M

### book 843c

τὸν Ποσειδῶνα δὲ ὄμνυσι πρὸς τὰ ὑπὸ τοῦ χοροῦ ῥηθέντα. Γ2

### book 843d

ταύτῃ] κατά τινα τρόπον, οὕτως. Γ2

### book 843e

(ad vv. 843—910) οὐκ ὦγαθοὶ ταῦτ’ ἐστίν: εἴσθεσις ἑτέρας διπλῆς ἀμοιβαίας ἐκ στίχων ἰαμβικῶν τετραμέτρων καταληκτικῶν ξηʹ, ὧν τελευταῖος “ἀπομυξάμενος ὦ Δῆμ’ ἐμοῦ πρὸς τὴν κεφαλὴν ἀποψῶ”. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος· ἐπὶ δὲ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα. Lh

### book 843f

μὰ τὸν Ποσειδῶ] οὕτως πρὸς τὰ εἰρημένα, τὸ “τρίαιναν σείων καὶ ταράττων”, καὶ αὐτὸς τὸν Ποσειδῶνα ὄμνυσιν. Lh

### book 845a

ἐπιστομίζειν: κατασιγάζειν, † ἐπὶ στόμα ἔχειν τῶν κατ’ ἐμοῦ, λέγων καὶ διαβάλλων, † μηδὲ φωνὴν ἐᾶν προϊέναι. VEΓ3M

### book 845b

ἐπιστομίζειν] κατασιγάζειν. Lh

### book 846a

τῶν ἀσπίδων τῶν ἐκ Πύλου: πάλιν ὁ Κλέων τὰ περὶ Πύλον θρυλεῖ καὶ Σφακτηρίαν καὶ τὰ τῶν αἰχμαλώτων. ἔθος δὲ ἦν τὰ ἀπὸ τῶν πολε‐ μίων ὅπλα ἐν τοῖς ἱεροῖς ἀνατιθέναι. ἕως οὖν, φησίν, ἀνάκειται τὰ ἀπὸ Πύλου καὶ Σφακτηρίας ὅπλα, ἅπερ ἀνέθηκα τοῖς θεοῖς νικήσας, οὐδεὶς τῶν ἐχθρῶν τολμήσει κατ’ ἐμοῦ λέγειν. VEΓΘMLh

### book 846b

ἕως ἂν ᾖ τι τῶν ἀσπίδων: τὴν Πύλον λέγει. πιθανῶς δὲ τὸν Κλέωνα ἑνὶ μόνῳ κατορθώματι ποιεῖ ἐπερειδόμενον. M

### book 846c

τῶν ἐκ Πύλου] ὄντων. Γ2

### book 846d

τῶν ἀσπίδων] ἅσπερ ἀνέθηκα τοῖς θεοῖς νικήσας καὶ παραστησάμενος Πύλον. Lh

### book 847

λαβὴν γὰρ ἐνδέδωκας: κατὰ σεαυτοῦ. οἷον ἀφορμὴν κατὰ σοῦ κατηγορίας. ἀπὸ δὲ τῶν ἀσπίδων τὴν λαβὴν εἶπεν. VEΓ3MLh

### book 848a

ἐκ προνοίας] ἐξεπίτηδες. EΓ3Lh

### book 848b

προνοίας] προμηθίας. Γ2

### book 849a

αὐτοῖσι τοῖς πόρπαξι: σὺν αὐταῖς ταῖς ὀχάναις. πόρπαξ, ἐν ᾧ τὴν ἀσπίδα κατέχουσι, ὃ καλεῖται ὀχάνη. ἀνετίθεσαν δὲ τὰ ἐκ τῶν πολεμίων ὅπλα ἄνευ τῶν ὀχάνων, ἵνα μὴ ἑτοίμως ἔχωσιν αὐτοῖς χρῆσθαι. VEΓΘM

### book 849b

ταύτας] ἤγουν τὰς ἀσπίδας. Γ2

### book 849c

τοῖς πόρπαξι] ἤγουν τὰ ὀχάνικα. Γ2

### book 849d

μέσον τῶν ἀσπίδων ἦν πόρπαξ, ὅνπερ ὀχάνην ἐκάλουν, δι’ ἧς ἔφερον τὴν ἀσπίδα. περιφερὴς δὲ οὖσα ἡ ἀσπὶς ἐκινεῖτο κυκλικῶς διὰ τοῦ πόρπακος. ἀνετίθεσαν δὲ ταύτας τὰς ἀσπίδας ἄνευ τοῦ πόρπακος, ἵνα μὴ ἑτοίμως αὐταῖς ἔχωσι χρῆσθαι. Lh

### book 849e

τοῖς πόρπαξι] ταῖς ὀχάναις ἐν αἷς τὴν ἀσπίδα κατέχουσι· μέσον γὰρ τῶν ἀσπίδων ἦν πόρπαξ. Lh

### book 850a

μηχάνημα] στρατήγημα, πανούργημα. EΓ3

### book 850b

μηχάνημα] πανουργία. Lh

### book 851a

τοῦτο] τὸ κολάσαι. EΓ3Lh

### book 851b

ἐκγένηται] δυνατὸν γένηται. Γ2

### book 851c

ἐκγένηται] ἐκτελεσθῇ. Lh

### book 852a

στῖφος: σύστημα, πλῆθος. τοῦτο δὲ ἔτρεφεν ὁ Κλέων, ἵνα ἔχῃ, φησί, συνερχόμενον αὑτῷ πρὸς τὴν πολιτείαν. VEΓΘ

### book 852b

στῖφος] σύστημα, πλῆθος. Γ2Lh

### book 853a

νεανιῶν] ἤγουν νέων ἀνδρῶν. ἀπὸ τοῦ εἴκοσι δὲ καὶ ἐπάνω ἐστὶ νεανίας. Γ2

### book 853b

τούτους περιοικοῦσι] ἤγουν κύκλῳ κατοικοῦσι τούτων. Γ2

### book 854a

εἰς ἕν ἐστι συγκεκυφός: συνελθόν· ἀντὶ τοῦ ὁμονοοῦσιν ἑαυτοῖς καὶ συμπνέουσιν. VEΓ3M

### book 854b

συγκεκυφός] συντεῖνον, συντρέχον. Γ2

### book 854c

συγκεκυφός] ὁμονοοῦν, ἀντὶ τοῦ συνελθόντες αὐτῷ συμπνέουσιν. Lh

### book 855a

ὥστε εἰ σὺ βριμήσαιο: εἰ βουληθείης αὐτὸν ἐξοστρακίσαι, τουτέστιν ἐξορίσαι. παροξῦναι δὲ δεῖ τὸ ὀστρακίνδα καὶ πάντα τὰ τοιαῦτα ἐπὶ παιδιᾶς τασσόμενα. ΓΘ

### book 855b

ὀστρακίνδα: ἔστι μὲν ὄνομα παιδιᾶς. θέλει δὲ εἰπεῖν, εἰ θελήσειας αὐτὸν ἐξοστρακισθῆναι. ὁ δὲ τρόπος τοιοῦτος τοῦ ἐξοστρακισμοῦ. προεχει‐ ροτόνει ὁ δῆμος ὄστρακον εἰσφέρειν, καὶ ὅταν δόξῃ, ἐφράττετο σάνισιν ἡ ἀγορὰ καὶ κατελείποντο εἴσοδοι δέκα, δι’ ὧν οἱ εἰσιόντες κατὰ φυλὰς ἐτίθεσαν ὄστρακον, ἐντιθέντες τὴν ἐπιγραφήν. ἐπεστάτουν δὲ οἵ τε ἐννέα ἄρχοντες καὶ ἡ βουλή. ἀριθμηθέντων δέ, ᾧ πλεῖστα γένοιτο καὶ μὴ ἐλάττω ἑξακισχιλίων, τοῦτον ἔδει ἐν δέκα ἡμέραις μεταστῆναι τῆς πόλεως. εἰ δὲ μὴ γένοιτο ἑξακισχί‐ λια, οὐ μεθίστατο. οὐ μόνον δὲ Ἀθηναῖοι ὠστρακοφόρουν, ἀλλὰ καὶ Ἀργεῖοι καὶ Μιλήσιοι καὶ Μεγαρεῖς. σχεδὸν δὲ οἱ χαριέστατοι πάντες ὠστρακίσθη‐ σαν, Ἀριστείδης, Κίμων, Θεμιστοκλῆς, Θουκυδίδης, Ἀλκιβιάδης. μέχρι δὲ Ὑπερβόλου ὁ ὀστρακισμὸς προελθὼν ἐπ’ αὐτοῦ κατελύθη, μὴ ὑπακούσαντος τῷ νόμῳ διὰ τὴν ἀσθένειαν τὴν γεγενημένην τοῖς Ἀθηναίων πράγμασιν ὕστερον. VEΓΘMLh

### book 855c

βριμήσαιο] τουτέστιν ἀπειλήσειας, ὀργισθείης. EΓ2

### book 855d

totus versus] ἤγουν εἰ βουληθείης αὐτὸν ἐξορίσαι. Lh

### book 855e

ὀστρακίνδα] ὄνομα παιδιᾶς. Lh

### book 857a

τὰς εἰσβολὰς τῶν ἀλφίτων: τὰ σιτοφυλάκια, τὰς ἀποθήκας παραλάβοιεν φθάσαντες. ἢ εἰσβολὰς ὡσεὶ ἔλεγε τὰς τῆς χώρας. εἰσβολὰς δὲ ἔλεγον τοὺς τόπους δι’ ὧν εἰσέβαλλον οἱ πολέμιοι. VEΓΘM

### book 857b

τὰς εἰσβολὰς τῶν ἀλφίτων] ἤγουν τὰ σιτοφυλάκια. Lh

### book 858a

ἔχουσι γὰρ πόρπακας: ὡς δέον τὰς ἀνατιθεμένας ἀσπίδας μὴ ἔχειν πόρπακας, ὑπὲρ τοῦ μὴ ἐξεῖναι τοῖς ἐπιχειροῦσι κατὰ τοῦ δήμου ἐξ ἑτοίμου χρήσασθαι ταῖς ἀσπίσιν. VEΓΘMLh

### book 858b

ἔχουσι] αἱ ἀσπίδες. Γ2

### book 859a

κρουσιδημῶν: ἀντὶ τοῦ κατακρούων τῇ βοῇ. ἐλυμαίνου τὸν Δῆμον, ἀπατῶν καὶ παρακρουόμενος τῇ βοῇ. ἔστι γὰρ παρὰ τὸ κρουσιμετρεῖν, ὃ λέγεται ἐπὶ τῶν τοῖς μέτροις παραλογιζομένων. VEΓΘM

### book 859b

παρεκόπτου] παρεκρούου, ἠπάτας. Γ2

### book 859c

κρουσιδημῶν] παρακρούων καὶ ἀπατῶν τὸν δῆμον. Lh

### book 860a

μὴ τοῦ λέγοντος ἴσθι] μὴ τοῖς διαβάλλουσι πείθου. EΓ3

### book 860b

ἴσθι] ὕπαρχε. Γ2

### book 861

ὢν] καὶ ταῦτα. Γ2

### book 863a

ἐν τῇ πόλει ξυνιστάμενον] κατὰ τῆς πόλεως τινῶν λογιζομένων καὶ ὁμοῦ συνισταμένων. EΓ2

### book 863b

ξυνιστάμενον] γινόμενον. Γ2

### book 863c

εὐθέως] παρευθύς. Γ2

### book 863d

κέκραγα] βοῶ. Γ2

### book 863e

ξυνιστάμενον] ὃ κατὰ τῆς πόλεως τινὲς κακὸν κατεσκεύαζον. Lh

### book 864

ἐγχέλεις] ἡ ἔγχελυς τῆς ἐγχέλυος. Γ2

### book 865a

καταστῇ: κατάστασιν λάβῃ, ἐν εὐδίᾳ ᾖ. ἐπειδὴ αἱ ἐγχέλεις, μὴ δυνάμεναι νήχεσθαι, ἐν τῇ ἰλύϊ εἰσίν. οἱ οὖν θηρῶντες τὸ ὕδωρ ταράττοντες ἀγρεύουσι τὰς ἐγχέλεις. VEΓΘMLh

### book 865b

καταστῇ] κατάστασιν λάβῃ. Γ2

### book 867

αἱροῦσι] λαμβάνουσι. Γ2

### book 869a

κάττυμα] τομάτιον. Γ2

### book 869b

παρὰ σεαυτοῦ] ἀπό, ἤγουν ἀπὸ τοῦ οἰκείου θελήματος. Γ2

### book 871

ἔγνωκας] πρὸς τὸν Δῆμον λέγει τοῦτο. Γ2

### book 872

ζεῦγος πριάμενος: πλείονα εὔνοιαν ἔδειξεν, ὅτι καὶ πριάμενος ἔδωκεν, ὁ δὲ ἔχων προῖκα οὐ δέδωκεν· οὐδ’ εἴ τι χρήσιμον ἔχει, τῇ πόλει χαρίζεται. VEΓΘMLh

### book 873

ὅσων] διά. Γ2

### book 874

τοῖσι δακτύλοισι: πρὸς τὸ μὴ πταίειν διὰ τὰς ἐμβάδας· ἅμα δὲ καὶ τοῖς δακτύλοις τῶν χειρῶν, διὰ τὸ μὴ κλέπτειν. VEΓΘLh

### book 876

ὅσων] τῶν πραγμάτων, ἢ ἕνεκα ἐκείνων. Γ2

### book 877a

(I) τὸν Γρύττον ἐξαλείψας: οἱ μὲν ἀντὶ τοῦ τὸ τυχὸν ⟦τῆς πορνείας ἐξαλείψας,⟧ παρὰ τὸν ἐν τοῖς ὄνυξι ῥύπον, ὃν λέγουσι γρῦ. οἱ δὲ Γρύττον τινὰ ἐπὶ κιναιδίᾳ διαβάλλουσι. τῶν ἐπὶ μαλακίᾳ γὰρ διαβαλλομένων ὁ Γρύττος. οἱ δὲ Γρύππον διὰ τοῦ πῖ· ὃς ἦν καταπύγων. VEΓΘM (II) ἄλλως: ὑγρόν τινα καὶ κατωφερῆ, ὃς διὰ τὴν πολλὴν ὑγρότητα ἐν τοῖς ἑταιρείοις διέτριβεν. ὁ δὲ Κλέων δημαγωγῶν θάνατον αὐτῷ ἐπέθηκε τὴν ζημίαν. VEΓΘ

### book 877b

βινουμένους] πορνευομένους. Γ2Lh

### book 877c

τῶν ἐπὶ κιναιδίᾳ διαβαλλομένων ὁ Γρύττος, ὃς διὰ τὸ ὕγρος τις εἶναι καὶ καταφερὴς πρὸς λαγνείαν ἐν τοῖς ἑταιρείοις διέτριβεν. ὁ δὲ Κλέων δημαγωγῶν θάνατον αὐτῷ ἐπέθηκε τὴν ζημίαν. Lh

### book 877d

Γρύττον] τὸν ῥύπον τῆς πορνείας, ἢ Γρύττον τινὰ πόρνον διαβάλλει. Lh

### book 878a

πρωκτοτηρεῖν: πρωκτὸν ἐπιτηρεῖν τῶν πορνευομένων. VEΓ3MLh

### book 878b

πρωκτοτηρεῖν] σκοπεῖν καὶ τηρεῖν. Γ2

### book 879

τοὺς κινουμένους] τοὺς πορνευομένους. Lh

### book 880

ἵνα μὴ ῥήτορες γένοιντο: ἀπείρητο γὰρ τοῖς τοιούτοις ἀγορεύειν. διαβάλλει δὲ τοὺς ῥήτορας ὡς τοιούτους. VEΓΘMLh

### book 881a

τονδὶ] ἤγουν τὸν Δῆμον. Γ2

### book 881b

τηλικουτονὶ] ἤγουν γέροντα. Γ2

### book 882a

(I) ἀμφιμασχάλου: χειριδωτοῦ ἱματίου, οἳ δὲ δουλικοῦ. VEΓΘLh (II) ἄλλως: μικροῦ χιτωνίσκου. ἦν δὲ καὶ ἑτερομάσχαλος ὁ τῶν ἐργατῶν, οὗ τὴν μίαν μασχάλην ἔρραπτον. ΓΘ (III) ἄλλως: ἑκατέρωθεν ἔχοντος χειρῖδας οὐ μακράς, ἀλλ’ ἕως τῶν μασχαλῶν. VEΓΘM

### book 882b

ἀμφιμάσχαλον ἔλεγον χιτῶνα τὸν ἑκατέρωθεν ἔχοντα χειρῖδας, οὐ μακρὰς ἀλλ’ ἕως τῶν μασχαλῶν· ἦν δὲ καὶ ἑτερομάσχαλος ὁ τῶν ἐργατῶν, οὗ τὴν μίαν μασχάλην ἔρραπτον. Lh

### book 883a

χειμῶνος ὄντος] καὶ ταῦτα. Γ2

### book 883b

δίδωμι] παρεπιγραφή· δίδωσι γὰρ τὸν χιτῶνα. EΓ3Lh

### book 883c

σοι] πρὸς τὸν Δῆμον. Γ2

### book 885

ὁ Πειραιεύς] ἐπεὶ καὶ τοῦτον ἐτείχισεν. EΓ3Lh

### book 886a

οὐ μεῖζον εἶναι φαίνεται: ὅτι σοφίας δόξαν ἀπηνέγκατο ὁ Θεμιστοκλῆς, σαφηνίσας Ἀθηναίοις τὸν δοθέντα χρησμόν, “τεῖχος Τριτογενεῖ ξυλινὸν διδοῖ εὐρυόπα Ζεύς.” ἄλλων γὰρ ἄλλα λεγόντων, Θεμιστοκλῆς ἔφη τὰς τριήρεις λέγειν ξυλινὸν τεῖχος. VEΓΘMLh

### book 886b

φαίνετ’ ἐξεύρημα: τὸ ἐξεύρημα τοῦ χιτῶνος. τινὲς “τοῦδ’ εἵμω‐ νος”. ὅτι σοφίας δόξαν ἀπηνέγκατο ὁ Θεμιστοκλῆς, περὶ οὗ ἄνω ἐγράφη. M

### book 887a

(I) πιθηκισμοῖς: ἀπάταις καὶ κολακεύμασιν. VEΓΘM (II) ἄλλως: μιμήμασιν. ὡς καὶ αὐτοῦ ταῦτα πεποιηκότος. VEΓΘM

### book 887b

οἵοις πιθηκισμοῖς] καὶ ὑφ’ οἵων πιθηκισμοῖς. Γ2

### book 888

ὅταν χεσείῃ: οἱ γὰρ ἀνιστάμενοι ἐκ τῶν συμποσίων πρὸς τὸ ἀποπατῆσαι πολλάκις τοῖς ἀλλοτρίοις ὑποδήμασι χρῶνται ἤτοι σπεύδοντες ἢ καὶ ἀγνοοῦντες ὑπὸ τῆς μέθης. VEΓΘMLh

### book 890a

ὑπερβαλῇ] νικήσεις. Γ2

### book 890b

θωπείαις] κολακείαις. EΓ3

### book 890c

αὐτὸν] τὸν Δῆμον. Γ3Lh

### book 891a

προσαμφιῶ τοδί: πρὸς οἷς ἔχει ἐνδύσω. παρεπιγραφὴ δέ· δίδωσι γὰρ ὁ Κλέων αὐτῷ χιτῶνα. VEΓΘMLh

### book 891b

ἰαιβοῖ] δυσῶδες αὐτὸ εὑρών, ἀηδιζόμενος ὁ Δῆμός φησιν. EΓ3

### book 892a

βύρσης κάκιστον ὄζων: ἀηδισθεὶς ὁ Δῆμος καὶ μυσαττόμενος τὴν ὀσμὴν τοῦ βυρσοδέψου ταῦτά φησιν. VEΓΘMLh

### book 892b

totus versus] ἤγουν διὰ τὸ δυσῶδες τοῦ ἱματίου. Γ2

### book 893a

ἐπίτηδες] ἐπ’ αὐτὸ τοῦτο. Γ2

### book 893b

ἤμπισχεν] ἐνέδυεν. Γ2

### book 893c

ἀποπνίξῃ] τῇ ὀσμῇ. Lh

### book 894a

τὸν καυλὸν οἶσθ’ ἐκεῖνον: τὴν ῥίζαν τοῦ σιλφίου. σίλφιον δὲ φυτάριόν ἐστι κάκοσμον. Ἀρισταῖος δὲ ὁ Ἀπόλλωνος καὶ Κυρήνης πρῶτος τὴν ἐργασίαν τοῦ σιλφίου ἐξεῦρεν ὥσπερ καὶ τοῦ μέλιτος. VEΓΘM

### book 894b

τὸν καυλὸν] τὴν ῥίζαν. Γ2

### book 894c

Ἀρισταῖος ὁ Ἀπόλλωνος καὶ Κυρήνης πρῶτος τὴν ἐργασίαν τοῦ σιλφίου ἐξεῦρεν ὥσπερ καὶ τοῦ μέλιτος. Lh

### book 894d

τὸν καυλὸν οἶσθ’ ἐκεῖνον] τὴν ῥίζαν τοῦ σιλφίου, ὃ φυτόν τι ἐστὶ κάκοσμον. Lh

### book 895a

τὸν ἄξιον γενόμενον: ὅτι καὶ νῦν εὔωνον καὶ ὀλίγης τιμῆς πιπρασ‐ κόμενον. VEΓΘMLh

### book 895b

οἶδα μέντοι: ὅτι καὶ τῷ ὀπῷ καὶ τῇ ῥίζῃ καὶ τῷ καυλῷ τοῦ σιλφίου ἐχρῶντο. VEΓΘMLh

### book 895c

ἄξιον] εὔωνον. Γ2

### book 896

ἔσπευδ’] διὰ σπουδῆς μετεχειρίσατο. Γ2

### book 897

Ἡλιαίᾳ] μέγιστον δικαστήριον ἦν ἐν Ἀττικῇ οὕτω καλούμενον διὰ τὸ ὕπαιθρον εἶναι, ὡς εἴρηται. Lh

### book 898a

οἱ δικασταί: οἱ ἡλιασταί. τὸ μέγα δὲ δικαστήριον ἐν τῇ Ἀττικῇ Ἡλιαία, καὶ οἱ δικασταὶ ἡλιασταί. VEΓΘM

### book 898b

δικασταί] οἱ ἐν Ἡλιαίᾳ. Lh

### book 899a

(I) κόπριος: κηπουρός, παρὰ τὴν κόπρον. VEΓΘLh (II) ἄλλως: δῆμος τῆς Ἀττικῆς· ἢ τὸν κοπρολόγον λέγει. VEΓΘMLh

### book 899b

κόπριος] κηπωρός. ἀπὸ τοῦ κόπρος. M

### book 900

πυρροί] ἤγουν ἀπὸ ἐντροπῆς. Γ2

### book 901a

Πυρράνδρου: ἀπὸ τοῦ “πυρροὶ” ἔπαιξε τὸ ὄνομα. ἦν δὲ οὗτος ὁ Πύρρανδρος πονηρὸς καὶ συκοφάντης. VEΓΘMLh

### book 901b

βωμολοχεύμασι: κακουργήμασι, κολακεύμασιν, ἢ ἀπάταις. βωμο‐ λόχοι δέ εἰσιν οἱ περὶ τοὺς βωμοὺς λοχῶντες ἐπὶ τῷ ἁρπάζειν. VEΓΘMLh

### book 903

ἡ θεός] ἤγουν ἡ Ἀθηνᾶ. EΓ2

### book 904

νικήσεις] ἀλλαντοπῶλα. Γ2

### book 905

μισθοῦ τρύβλιον: ὀξύβαφον. ἀντὶ τοῦ εἰπεῖν ὀσπρίου, ἢ ἄλλου τινὸς προσφαγίου, “μισθοῦ” εἶπε διὰ τὸν δικαστικὸν μισθόν. VEΓΘMLh

### book 906

κυλίχνιον: ἔκπωμα, ὃ νῦν λέγουσι πυξίδιον. ἔχουσι δὲ οἱ ἰατροὶ τὰ πυξίδια, ἐν οἷς προσβάλλουσι τὰ πάσματα. VEΓΘMLh

### book 909a

(I) κέρκον λαγώ: τὴν οὐράν. ἁπαλὸν δὲ καὶ τρυφερὸν τὸ τοῦ λαγὼ ἔριον, ὥστε ἀντὶ σπόγγου χρήσασθαι. VEΓΘM (II) 〈ἄλλως〉: διὰ τὸ ἁπαλὸν εἶναι, ὥστε τὰς λήμας περιψῆν. VEΓΘM

### book 909b

περιψῆν: ἀντὶ τοῦ καταμάσσειν, ἀποσπογγίζειν. φιλονεικεῖ δὲ ἕκαστος ὑπερβαλεῖν ταῖς δωρεαῖς. VEΓΘMLh

### book 909c

κέρκον λαγὼ] οὐρὰν λαγωοῦ διὰ τὸ μαλακὸν εἶναι ὥστε τὰς λήμας περιψᾶν. Lh

### book 910

> Lh

### book 911a

(ad vv. 911—40) ἐμοὶ μὲν οὖν: διπλῆ καὶ εἴσθεσις εἰς ἀμοιβαῖον μέλος τῶν ὑποκριτῶν κώλων λʹ, πάντων ἰάμβων, ὧν τὰ πρῶτα δύο μονόμετρα, τὰ ἑξῆς δίμετρα ἀκατάληκτα, τὸ δὲ τελευταῖον ⟦τὸ ἔνατον⟧ τρίμετρον κατα‐ ληκτικόν. VEΓ3

### book 911b

totus versus] ἢ ὁ Κλέων ἢ ὁ ἀλλαντοπώλης. Γ2

### book 911c

μὲν οὖν] μᾶλλον. Γ2

### book 911d

ἐμοῦ1] ἐπὶ τὴν κεφαλὴν ἀποψῶ. Lh

### book 912a

(I) τριηραρχεῖν: ἀπειλεῖ λειτουργίαν αὐτῷ. λειτουργία γὰρ παρὰ Ἀθηναίοις δαπανηρὰ τὸ τριηραρχεῖν. ἔδει γὰρ τὴν τριήρη πάντα ἔχειν πρὸς πόλεμον εὐτρεπῆ, ἅπερ παρεσκεύαζεν ὁ τὴν λειτουργίαν ταύτην προβλη‐ θείς. VEΓΘM (II) ἄλλως: ἐπειδὴ οἱ στρατηγοί, εἴ τινα εἶχον ἐχθρόν, εἰς τριηραρχίαν ἐνέβαλλον, ὅπως ἂν αὐτῷ ὁ βίος ἀναλίσκοιτο. εἰ δέ τις ὑπερβαλλόντως ἀπεχ‐ θάνοιτο, παλαιὰς ναῦς αὐτῷ ἐδίδοσαν, ὅπως ἂν οἴκοθεν καινὰς ἀντ’ αὐτῶν κατασκευάσῃ, καὶ πάντῃ ἄποροι ἐγίγνοντο. VEΓΘ

### book 912b

τριηραρχεῖν] ἤγουν ἄρχειν τριήρους. Γ2

### book 912c

δαπανηρὸν ἦν παρ’ Ἀθηναίοις τὸ τριηραρχεῖν. ἔδει γὰρ τὴν τριήρη πάντα ἔχειν τὰ πρὸς πόλεμον εὐπρεπῆ, ἅπερ παρεσκεύαζεν ὁ εἰς τὴν λειτουργίαν ταύτην προβληθείς. εἴ τινα οὖν ἐχθρὸν εἶχον οἱ στρατηγοί, εἰς τριηραρχίαν ἐνέβαλον, ὅπως ἂν ὁ βίος αὐτοῦ ἀναλίσκοιτο. εἰ δέ τις ὑπερβαλλόντως ἀπεχθά‐ νοιτο, παλαιὰς ναῦς αὐτῷ ἐδίδοσαν, ὅπως ἂν οἴκοθεν καινὰς ἀντ’ αὐτῶν κατασ‐ κευάσῃ καὶ πάντῃ ἄπορος γίγνοιτο. Lh

### book 912d

totus versus] ἀπειλεῖ αὐτῷ λειτουργίαν. Lh

### book 913

ἀναλίσκοντα] καταδαπανῶντα. Γ2

### book 915

οὐκ ἐφέξεις] οὐ παύσῃ. VEΓ2

### book 916a

οὐδὲν] οὐδαμῶς. Γ2

### book 916b

ναυπηγούμενος] καταβάλλων τὰ τῶν ναυπηγῶν. Γ2

### book 917a

διαμηχανήσομαι] διαπράξομαι. VEΓ3

### book 917b

διαμηχανήσομαι] ἐπιτηδεύσομαι. Γ2

### book 919a

(I) ἀνὴρ παφλάζει: ἐπειδὴ ἑώρα τὸν Κλέωνα κεκραγότα καὶ παφλάζοντα τῷ λόγῳ, τῇ μεταφορᾷ ἐχρήσατο ἀπὸ τοῦ χαλκείου ἐν τῷ πυρὶ κειμένου. ἐπειδὰν γὰρ ἴδωμεν τοῦτο ὑπερζέον, τῶν ὑποκειμένων ξύλων ὑφαι‐ ροῦμεν καὶ τοῦ ὕδατος, ἵνα μὴ ὑπερχυθέντος τοῦ ὕδατος τὸ πῦρ σβεσθῇ. χαριέντως δὲ ὡς μαγείρῳ. VEΓΘLh (II) ἄλλως: ἐντεῦθεν ⟦μετὰ τὸ ἔνατον κῶλον⟧ διακέκριται τοῖς προσώποις. εἰσὶ δὲ ἴσα ὅλα καὶ ὅμοιον ποιεῖ τὸ ὅλον περιοδικόν. τὸ δὲ τελευταῖον ἑτέραν ἔχει διαίρεσιν, τὴν εἰς τρίμετρον καταληκτικόν. VEΓΘM

### book 919b

ἀνὴρ παφλάζει: παφλάζειν τοῦ καχλάζειν διαφέρει. παφλάζειν μὲν ἐπὶ ἤχου λεβήτων θερμὸν ἀναζέοντος· ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ παμφα‐ λάζειν καὶ πολλῷ πυρὶ ἅλλεσθαι. καχλάζειν δὲ ἐπὶ κτύπου ῥοῆς ὕδατος, ἀπὸ τοῦ ἐπὶ καχλήκων ξηρῶν ἠχεῖν. M

### book 919c

παφλάζει] βράζει καὶ τετάρακται. πεποίηται δὲ παρὰ τὸ πάφλα. τὸ δὲ ἑξῆς, ἀνὴρ παφλάζει ὑπερζέων. VΓ3Lh

### book 920a

ὑφελκτέον] ἄξιον, ὕπαρχον ὑφελκύσαι. Γ2

### book 920b

ὑφελκτέον] ἀφαιρετέον. Lh

### book 921a

τῶν δᾴδων: ἔδει εἰπεῖν τῶν κρεῶν. ἔστι γὰρ ἀπὸ μεταφορᾶς τῶν ἑψόντων, οἵτινες, ὅταν παφλάζῃ, τῶν ὑποκειμένων ξύλων ἀφαιροῦνται καὶ τῶν κρεῶν. VEΓΘM

### book 921b

ἀπαρυστέον: ἀφαιρετέον. “τῶν ἀπειλῶν” δὲ εἶπεν ἀντὶ τοῦ εἰπεῖν “τοῦ ζέματος”. ἐπειδὴ τῶν ὑπερζεόντων ἀπαρύονται, ἵνα μή τι ὑπερ‐ χέηται. μαγειρικῶς δὲ ταῦτα. VEΓΘM

### book 921c

ἀπαρυστέον] ἄξιον, ὕπαρχον ἀπαρύσαι καὶ ἀντλῆσαι. Γ2

### book 921d

τοῦτο ποιεῖν εἰώθασιν. ὑπερζέοντος καὶ παφλάζοντος τοῦ λέβητος ἢ τῆς χύτρας τῶν κρεῶν ἔδει. Lh

### book 921e

ἀπαρυστέον] ἐκβλητέον. Lh

### book 922a

ταυτῃί: ἴσως κρεάγραν ἔδειξεν ὡς μάγειρος. VEΓΓ2Θ

### book 922b

ταυτῃί] ὑπὸ ταύτης. Γ2

### book 922c

ταυτῃί] τῇ κρεάγρᾳ. Lh

### book 924

ἰπούμενος ταῖς εἰσφοραῖς: θλιβόμενος ταῖς συντελείαις, ταῖς ἀπαιτήσεσι, πολλὰ εἰσφέρειν ἀναγκαζόμενος. VEΓΘMLh

### book 926a

σπεύσω σε: σπεύσω εἰς σὲ καὶ σπουδάσω. ἐπειδὴ οἱ στρατηγοί, ἐχθρούς τινας ἔχοντες πένητας, ἐνέγραφον τῷ πρώτῳ τάγματι, ὅπως μὴ ἀρκοῦντες πρὸς τὰς μεγάλας ζημίας, ἄποροι γένωνται. VEΓΘMLh

### book 926b

σπεύσω σε] σπευδάσω εἰς σέ. Lh

### book 926c

ἐγγραφῇς] καταταγῇς. Lh

### book 928

εὔχομαι] ἀντὶ τοῦ καταρῶμαι. VEΓ3Lh

### book 929a

τευθίδες: εἶδος ἰχθύων. V2EΓ3MLh

### book 929b

τευθίδων] πεπληρωμένον. Γ2

### book 929c

τάγηνον] τηγάνιον. Lh

### book 930a

σίζον: ποιὸν ἦχον ἀποτελοῦν. EΓ3M

### book 930b

ἐφεστάναι] καὶ ἐπάνω τοῦ πυρὸς ἑστάναι. Γ2

### book 930c

ἐφεστάναι σίζον] ἵστασθαι καὶ ἦχον ἀποτελεῖν. Γ2

### book 930d

ἐφεστάναι] ἐν τῷ πυρί. Lh

### book 930e

σίζον] ἠχοῦν. Lh

### book 931a

γνώμην] βουλήν. Γ2

### book 931b

ἐρεῖν] λέξειν. Γ2

### book 931c

περὶ] ἕνεκα. Γ2

### book 932

Μιλησίων: ὡς ἐκεῖθεν δωροδοκοῦντος. μέτοικοι δὲ Ἀθηναίων οἱ Μιλήσιοι. VEΓΘMLh

### book 933

ἢν κατεργάσῃ: ἐὰν διαπράξῃ ἅπερ αὐτοῖς ἐπηγγείλω. VEΓΘMLh

### book 934

τῶν τευθίδων] τῶν ἰχθύων. Lh

### book 935

ἐμπλήμενος] ἐμπλησθείς. Lh

### book 936

φθαίης ἔτ’ εἰς ἐκκλησίαν ἐλθών] προλάβοις ἔτι εἰς ἐκκλησίαν ἐλθών. VΓ3

### book 937a

μεθήκοι] μετέλθοι, καλῶν σε δηλονότι. EΓ3

### book 937b

μεθήκοι] μετακαλέσαιτό σε. Lh

### book 939

totus versus] καὶ τοῦτο παρατέλευτον. Lh

### book 941a

(ad vv. 941—2) εὖ γε νὴ τὸν Δία: διπλῆ καὶ τοῦ χοροῦ 〈περίο‐ δοσ〉 δίκωλος ἐν ἐπεισθέσει, ὧν τὸ πρῶτον ἐκ τροχαϊκῆς βάσεως καὶ ἀναπαισ‐ τικῆς, καὶ ἑφθημιμερὲς ἢ Ἰωνικόν, ἀπὸ μὲν τριμέτρου καταληκτικόν. ἀτακ‐ τότερον δὲ ἔχει τὴν τροχαϊκὴν βάσιν ἑπτάσημον. τὸ δὲ δεύτερον πενθημιμερὲς κοινὸν δακτυλικὸν καὶ ἀναπαιστικόν. ἐπίτηδες δὲ διαλελυμένως μιμούμενος τὸν πεζὸν λόγον. ἔστι δὲ πολλὰ καὶ παρ’ Εὐπόλιδι σεσημειωμένα. VEΓΘM

### book 941b

〈 〉. Lh

### book 943a

(ad vv. 943—72) διπλῆ καὶ ἐν ἐκθέσει ἴαμβοι τρίμετροι ἀκατάληκτοι λʹ. VEΓ3

### book 943b

κἀμοὶ δοκεῖ, καὶ τἆλλα: κορωνὶς ἑτέρα εἰσιόντων τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι λʹ, ὧν τελευταῖος “ἰδοὺ ἰδοὺ νὴ τὸν Δί’ οὐδὲν κωλύει”. Lh

### book 944

ἀγαθὸς πολίτης: ὁ ἀλλαντοπώλης δηλονότι. δοκεῖ μοι, φησί, καλὸς εἶναι πολίτης, οἷος οὐδεὶς ἄλλος γένοιτ’ ἂν ἐν παντὶ χρόνῳ. VEΓΘMLh

### book 945

τοῖσι πολλοῖς τοὐβολοῦ: τοῖς εὐώνοις, τοῖς Ἀθηναίοις. οὕτως γὰρ λέγεται ἐπὶ τῶν πολλῶν τοῦ ὀβολοῦ πωλουμένων. VEΓΘMLh

### book 946a

ἐσκορόδισας: ἀήδισας ἢ ἐπίκρανας ἢ ἐδρίμυξας ἢ κλαῦσαι πε‐ ποίηκας. ἀπὸ τῶν σκόροδα τριβόντων. VEΓΘM

### book 946b

ὦ Παφλαγών] πρὸς τὸν Κλέωνα. Γ2

### book 946c

ἐσκορόδισας] δριμύτητος ἐνέπλησας. Lh

### book 947

τὸν δακτύλιον] τὴν σφραγῖδα, τῆς ἀρχῆς τὸ σημεῖον. EΓ2Lh

### book 948

ὡς οὐκέτι ἐμοὶ ταμιεύσεις: ὡς οὐκέτι ἐπιμελήσῃ τῶν ἐμῶν χρημάτων, οὐδὲ ταμίας μοι ἔσῃ, τουτέστι διοικήσεις τὰ πρυτανεῖα. VEΓΘMLh

### book 950

ἐμοῦ πανουργότερος: ἑαυτὸν διαβάλλει ὁ Κλέων, ἐκείνῳ ψόγον ἐπιφέρειν βουλόμενος. VEΓΘMLh

### book 951

ὁ δακτύλιος] ὃν ἐφόρει τῆς ἀρχῆς ὄντα σημεῖον. EΓ3Lh

### book 953a

ἀλλ’ ἦ] ὄντως. Γ2

### book 953b

ἦ οὐ] συνίζησις. Lh

### book 954a

(I) δημοῦ βοείου: παρὰ τὸν δῆμον ἐποίησε δημὸν ὀξυτόνως. ὀλίγον οὖν δεῖ τῷ τόνῳ παρεγκλίνειν. ⟦οὐ τὸ ὄνομα⟧. λέγει δὲ καὶ ταῦτα ἐπειδὴ ὡς ἀναίσθητον διαβάλλει τὸν Δῆμον. ἐπειδὴ τῷ θρίω περιβάλλοντες τὸ λίπος ὤπτων. θρῖον δὲ τὸ τῆς συκῆς φύλλον. VV2EΓΘM (II) ἄλλως: λίπους βοείου. ταῦτα δὲ εἰς ἀναισθησίαν τοῦ δήμου. καὶ ἐν Σφηξὶ “ἵστη βόειον δημόν”. θρῖον δὲ σκεύασμά τι μετὰ ἐγκεφάλου γιγνόμενον. VV2EΓΘ

### book 954b

(I) θρῖον: χόνδρος ἢ ὄρυζα ἕψεται, ἢ σεμίδαλις ἀρκούντως. εἶτα ἐπιχεῖται τὸ ὕδωρ, καὶ φυρᾶται τὸ ἡψημένον μετὰ ἁπαλοῦ τυροῦ καὶ ᾤων ὀλίγων. εἶτα περιλαμβάνεται φύλλοις συκίνοις ὅλον καὶ περιειλεῖται καννάβῳ ἢ παπύρῳ ἢ λίνῳ, καὶ καθίεται εἰς ζωμὸν κρεῶν ἡψημένων, ἄχρι τοῦ λαβεῖν ἱκανὴν ἕψησιν. εἶτα ἐξαίρεται καὶ τῶν φύλλων περιαιρεθέντων εἰς λοπάδα νέαν ζέοντος μέλιτος ἐμβάλλεται καὶ παρατίθεται. VEΓΘM (II) 〈ἄλλως〉 .... στρεφόμενον δέ, ὅταν ἱκανῶς ἔχῃ καὶ ξανθὸν γένηται, ἐξαιρεθὲν παρατίθεται μέλιτος περιχυθέντος, ἢ ἀπὸ τοῦ ἑφθοῦ, ἢ ἀπὸ τοῦ ἄλλου. θρῖον δὲ καλεῖται ἀπὸ τῶν φύλλων τῆς συκῆς, ἅτινα οὕτω καλεῖται.

### book 954b

VEΓΘ

### book 954c

καὶ Θρύον μὲν πόλις, ὡς τὸ “Θρύον, Ἀλφειοῖο πόρον, εὔκτιτον Αἰπύ”. ⟦ψιλόν⟧. M

### book 954d

παρὰ τὸν Δῆμον ἐποίησεν ὄνομα δημὸν ὀξυτόνως, ὃ σημαίνει τὸ λίπος. θρῖον δέ ἐστι τὸ τῆς συκῆς φύλλον ᾧ περιβάλλοντες τὸ λίπος ἕψουσι. κατασκευάζεται δὲ οὕτω. χόνδρος ἢ ὄρυζα ἕψεται ἢ σεμίδαλις ἀρκούντως, εἶτα ἀποχεῖται τὸ ὕδωρ καὶ φυρᾶται τὸ ἡψημένον μετὰ ἁπαλοῦ τυροῦ καὶ ᾤων ὀλίγων. εἶτα περιειλεῖται καννάβῳ ἢ λίνῳ ἢ παπύρῳ, καὶ καθίεται εἰς ζωμὸν κρεῶν ἡψημένων ἄχρι τοῦ λαβεῖν ἱκανὴν ἕψησιν. εἶτα ληφθὲν ἐκεῖθεν ἐμβάλλεται εἰς λοπάδα νέαν ζέοντος μέλιτος καὶ ἑψεῖται στρεφόμενον. ὅτε δὲ ἱκανῶς ἑψηθῇ καὶ ξανθὸν γένηται, ἐξαιρεθὲν παρατίθεται εἰς βρῶσιν μέλιτος ἐπιχυθέντος ἀπὸ τοῦ ἑφθοῦ ἢ ἑτέρου. Lh

### book 954e

δημοῦ] λίπους. Lh

### book 954f

θρῖον] φύλλον συκῆς, ἐπειδὴ τῷ θρίῳ περιβάλλοντες τὸ λίπος ὤπτων. Lh

### book 956

λάρος κεχηνώς: τὸν Κλέωνα λέγει διὰ τὸ ἁρπακτικόν. ἀπὸ τούτου δὲ ὡς κλέπτην τὸν Κλέωνα διαβάλλει. καὶ ὁ λάρος γὰρ ζῶόν ἐστιν ἀδηφάγον. τὴν δὲ “πέτραν” διὰ τὸ βῆμα τὸ ἐν τῇ πνυκί. VEΓΘMLh

### book 957

ἀπόφερ’] μακρὰν φέρε. Γ2

### book 958a

τὸν Κλεωνύμου: ὡς δαπανηρὸν καὶ ἐν τρυφῇ ζῶντα κωμῳδεῖ καὶ διαβάλλει τὸν Κλεώνυμον, ⟦καὶ ἅρπαγα. εἰπὼν γὰρ “λάρος” ἐπήνεγκε “τὸν Κλεωνύμου.”⟧ VEΓ2Γ3M

### book 958b

τὸν ἐμὸν] δακτύλιον. Γ2

### book 959a

παρ’ ἐμοῦ δὲ τουτονὶ λαβών: δακτύλιον ἄλλον δίδωσι. καὶ ἔστι παρεπιγραφή. VEΓΘLh

### book 959b

totus versus] Κλέων πρὸς τὸν ἀλλαντοπώλην. Γ2

### book 959c

ταμίευέ μοι] διοίκει τὰ δημόσια. EΓ3

### book 962

νυν] δή. Lh

### book 963a

(I) μολγὸν γενέσθαι: Φαεινὸς “μολγὸν” ἀντὶ τοῦ τυφλόν. Ἡρόδοτος δὲ ἱστορεῖ τούτους ἐπάνω τῆς Σκυθίας εἶναι. VEΓ3ΘM (II) ἄλλως: πένητα, παρὰ τὸ ἀμέλγεσθαι καὶ ζημιοῦσθαι. VEΓ3ΘM (III) ἄλλως: Σύμμαχος· ἔοικε χρησμός τις εἶναι. ἐν γὰρ τοῖς Γεωργοῖς οὕτως ἔχει: “ὅτῳ δοκεῖ σοι δεῖν μάλιστα τῇ πόλει. ἐμοὶ μὲν ἐπὶ τὸν μολγὸν εἶναι οὐκ ἀκήκοας.” Ἐρατοσθένης· μολγὸν καὶ ἀμολγὸν τὸν αὐτόν· ἀμολγοὺς δὲ παρὰ τούτοις φησὶ λέγεσθαι τοὺς ἀμέλγοντας τὰ κοινά. Ἡσίοδος δὲ “μᾶζά τ’ ἀμολγαίη.” οἱ δὲ ἀντὶ τοῦ ἀκμαῖον. παρὰ δὲ τοῖς κωμικοῖς μόλγης ὁ μοχθηρός, ὥσπερ γόης· οὕτω Σωκράτης. VEΓ3Θ (IV) ἄλλως: “μολγὸν” τινὲς μὲν γλαυκόν, οἱ δὲ τὸν βραδύν. οἷον ἀμολγὸν καὶ κλέπτην τῶν δημοσίων. μολγοὺς γὰρ ἔλεγον τοὺς ἐξαμέλγοντας καὶ κλέπτοντας τὰ κοινά. VEΓ2

### book 963b

μολγὸν] τυφλόν, πένητα. M

### book 963c

δεῖ] ἀπόκειται. Γ2

### book 963d

Ἡρόδοτος τοὺς Μολγοὺς ἐπάνω τῆς Σκυθίας ἱστορεῖ εἶναι. οἱ δέ φασι τοὺς πένητας, παρὰ τὸ ἀμέλγεσθαι. Σύμμαχος δέ φησιν ὅτι ἔοικε χρησμός τις εἶναι. ἐν γὰρ τοῖς Γεωργοῖς οὕτως ἔχει· “ὅτῳ δοκεῖ σοι δεῖν μάλιστα τῇ πόλει. ἐμοὶ μὲν ἐπὶ τὸν μολγὸν οὐκ ἀκήκοας;” παρὰ δὲ τοῖς κωμικοῖς μόλγης ὁ μοχθηρός, ὥσπερ τὸ γόης. οὕτω Κράτης. Lh

### book 963e

μολγὸν] τυφλόν, οἱ δὲ τὸν γλαυκὸν λέγουσιν ἢ τὸν βραδύν, ἢ ἀμολγὸν καὶ κλέπτην, μολγοὺς γὰρ ἔλεγον τοὺς ἀμέλγοντας. Lh

### book 964a

μέχρι τοῦ μυρρίνου: μέχρι τῆς κεφαλῆς· ἐπειδὴ οἱ ἄρχοντες μυρρίνῃ ἐστεφανοῦντο. ἢ ἀπὸ τοῦ ἐσκολύφθαι τὸ αἰδοῖον εἰς τέλος καὶ ὁλόκληρον. μύρτον δὲ ⟦πεποικιλμένον⟧ ἐκάλουν οἱ παλαιοὶ τὸ γυναικεῖον αἰδοῖον. VEΓΘMLh

### book 964b

ψωλὸν] παρατεταμένον ἔχοντα τὸ μόριον. Lh

### book 965

οἵ γ’ ἐμοί] χρησμοί. Γ2

### book 967a

ἁλουργίδα: πορφυρᾶν χλανίδα. ἐπειδὴ τὸ ῥόδον πορφυροῦν, τῷ στεφάνῳ τῶν ῥόδων τὴν “ἁλουργίδα” ἐπήνεγκεν. VEΓΘMLh

### book 967b

ἁλουργίδα] πορφυροῦν ἱμάτιον. Γ2

### book 967c

ἁλουργίδα] πεποικιλμένην περικεφαλαίαν. EΓ3

### book 968

κατάπαστον] κατάχρυσον. Γ2

### book 969a

(I) χρυσοῦ διώξεις: τῷ “διώξεις”, ἔχοντι λόγον πρὸς τὰ προκείμενα, ἐπήνεγκε παρὰ τὴν φωνὴν τὸ ⟦“διώξεισ⟧ Σμικύθην καὶ κύριον”, ὥσπερ ἐν ταῖς εἰσαγωγαῖς τῶν ἐγκλημάτων κηρύττειν εἰώθασιν, ἐπειδὰν γυναικὶ ἐπιφέρηται ἔγκλημα. οὕτω γὰρ προκαλεῖσθαι εἰώθασιν ἐν τῷ δικαστηρίῳ, “ἡ δεῖνα καὶ ὁ κύριος”, τουτέστιν ὁ ἀνήρ. ἅμα οὖν ὡς γυναικώδη τὸν Σμικύθην κωμῳδεῖ καὶ ἔχοντα κύριον ὥσπερ αἱ θήλειαι. ὁ δὲ Σμικύθης Θρᾳκῶν βασιλέυς. “Κύριον” δὲ ἀντὶ τοῦ Κύρου τοῦ Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως, ὃς κατ’ ἐκείνους τοὺς χρόνους τῆς Λυδίας πεμφθεὶς σατραπεύειν, Λακεδαιμονίοις προσθέμενος εἰς πόλεμον τὸν πρὸς Ἀθηναίους ἐχορήγησε χρήματα. VEΓΘM (II) ἄλλως: τὸν Σμικύθην κωμῳδεῖ ὡς κίναιδον. “κύριον” δὲ λέγει τὸν ἄνδρα. οὕτω γὰρ ἐπεγράφοντο ἐν τοῖς δικαστηρίοις, “Ἀσπασία καὶ κύριος”, τουτέστι Περικλῆς. VEΓ3M

### book 969b

κύριον] τὸν ἄνδρα, τὸν Περικλῆν. M

### book 969c

ἐν τῷ δικαστηρίῳ κηρύττειν εἰώθασιν, ἐπειδὰν γυναικὶ ἐπιφέρηται ἔγκλημα, “ἡ δεῖνα καὶ ὁ κύριος”, τουτέστιν ὁ ἀνήρ. ἅμα οὖν ὡς γυναικώδη τὸν Σμικύθην κωμῳδεῖ, καὶ ἔχοντα κύριον ὡς αἱ θηλεῖαι· ὁ δὲ Σμικύθης Θρᾴκης βασιλεύς. ἢ ὡς ἔχοντα κύριον Κῦρον τὸν Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως, ὃς κατ’ ἐκείνους τοὺς χρόνους τῆς Λυδίας πεμφθεὶς σατραπεύειν, Λακε‐ δαιμονίοις προσθέμενος εἰς πόλεμον τὰ πρὸς Ἀθηναίους ἐχορήγησε χρή‐ ματα. Lh

### book 969d

Σμικύθην] τοῦτον κωμῳδεῖ ὡς κίναιδον. Lh

### book 970a

ἔνεγκ’] ὦ Κλέων. Γ2

### book 970b

οὑτοσί] ἀλλαντοπώλης. Γ2

### book 971

αὐτῶν] χρησμῶν. Γ2

### book 972

. Lh

### book 973a

(ad vv. 973—96) ἥδιστον φάος: κορωνίς, ἐξιᾶσι γὰρ οἱ ὑποκριταί, καὶ ἐν εἰσθέσει τοῦ χοροῦ ἑξὰς μονοστροφικὴ τετρακώλους ἔχουσα τὰς περιό‐ δους ἐκ τριῶν γλυκωνείων καὶ τοῦ φερεκρατείου. συνῆπται δὲ τῇ λέξει καὶ μόνον διακέκριται τὸ φερεκράτειον. παράγραφοι δὲ ἁπλαῖ μὲν πέντε, ἡ δὲ ἕκτη 〈διπλῆ〉 καὶ μετὰ κορωνίδος. VEΓΘ

### book 973b

(ad vv. 973—96) ἥδιστον φάος ἡμέρας: κορωνὶς καὶ εἴσθεσις χοροῦ μονοστροφικὴ ἐκ κώλων ἀντισπαστικῶν ἐπιμεμιγμένων ἐπιτρίτοις, διτροχαίοις, διϊάμβοις, χοριάμβοις καὶ βακχείοις κδʹ, τετρακώλους τὰς περιό‐ δους ἔχουσα. εἰσὶ δὲ τὰ μὲν τρία ἑκάστης περιόδου κῶλα δίμετρα ἀκατάληκτα, ἃ καλεῖται γλυκωνεῖα, ὡς εἴρηται, διὰ τὸ ἀντὶ τοῦ ἀντισπάστου ὡς ἐπὶ τὸ πλεῖστον ἐπίτριτον ἔχειν τέταρτον ἐν τῇ πρώτῃ χώρᾳ, τὴν δὲ ἑξῆς ὡς ἐπὶ τὸ πλεῖστον ἐκ διϊάμβου ἢ διτροχαίου. τὸ δὲ τέταρτον κῶλον δίμετρον καταληκ‐ τικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται φερεκράτειον διὰ τὸ ἀντὶ τοῦ ἀντισπάστου ἔχειν ὡς ἐπὶ τὸ πλεῖστον ἐν τῇ πρώτῃ χώρᾳ ἐπίτριτον καὶ αὐτὸ τέταρτον ἢ διτρόχαιον, ἐν δὲ τῇ δευτέρᾳ βακχεῖον. τίθεται δὲ ἐν τῷ τέλει ἑκάστης περιόδου, ὡς καὶ ὁ ἐξηγητής φησιν, ἡ παράγραφος, ἐν δὲ τῇ ἕκτῃ περιόδῳ παράγραφος καὶ κορωνίς. Lh

### book 973c

ἥδιστον φάος ἡμέρας] ἀπ’ Εὐριπίδου. EΓ2

### book 974a

ἔσται] γενήσεται. Γ2

### book 974b

τοῖς παροῦσι] ἐγχωρίοις τοῖς οὖσι κατὰ τὸν νῦν καιρόν. Γ2

### book 975

τοῖσιν ἀφικνουμένοις: τοῖς μέλλουσιν ἔσεσθαι ἢ τοῖς μετὰ ταῦτα ἐσομένοις· ἢ καὶ τοῖς ἐπιδημοῦσι τῶν ξένων, ἵν’ ἐπιδεικνύῃ τὸν Κλέωνα κἀν τούτῳ πονηρόν, ὅτι μηδὲ τούτων φείδεται, ἀλλ’ ἐπίσης ἅπαντας συκοφαντεῖ. VEΓ2ΘM

### book 978

ἀργαλεωτάτων] δυσκόλων, ψυχρῶν. Γ2

### book 979a

(I) ἐν τῷ δείγματι τῶν δικῶν: Σύμμαχος· σκέψασθε τί δή ποτέ ἐστι τὸ δεῖγμα τῶν δικῶν. παρεῖται γάρ, φησίν, εἰ μὴ τὸ δεῖγμα τόπος ἐστὶν ἐν Πειραιεῖ, ἔνθα πολλοὶ συνήγοντο ξένοι καὶ πολῖται καὶ ἐλογοποίουν. τὸ δὲ “τῶν δικῶν” προσέθηκεν, ἵνα διαβάλλῃ τὸ φιλόδικον τῶν Ἀθηναίων. VEΓ3ΘM (II) ἄλλως: ἐν τῷ Πειραιεῖ, ⟦ὅπου δικάζουσιν⟧ ἐπεὶ ἐκεῖ οἱ ἔμποροι τὰ δείγματα τῶν πωλουμένων ἐτίθεσαν. ἅμα δὲ ἔσκωψε τὸ φιλόδικον τῶν Ἀθηναί‐ ων. VΓ3Θ

### book 979b

ἐν τῷ δείγματι τῶν δικῶν] ἐν τῷ Πειραιεῖ, ἤγουν ἐν ᾧ δείκνυνται αἱ δίκαι. Γ2

### book 979c

δείγματι] τόπος ἐν Πειραιεῖ, ἔνθα πολλοὶ συνήγοντο ξένοι. Lh

### book 981a

ὡς] ὅτι. Γ2

### book 981b

εἰ μή γέ μοι] ἐγένετο. Γ2

### book 983

ἤστην] ὑπῆρχον. Γ2

### book 984a

δοῖδυξ οὐδὲ τορύνη] παρ’ ὑπόνοιαν ἐπήνεγκε. τορύνη δὲ τὸ τῆς χύτρας κινητήριον. V

### book 984b

δοῖδυξ: παροιμία, δοῖδυξ αὔξει, ἐπὶ τῶν λίαν μικρῶν. ταῦτα δὲ ὡς πρὸς τὸν Κλέωνα πάντα 〈συνταράττοντα〉. VEΓΘ

### book 984c

δοῖδυξ οὐδὲ τορύνη: παρ’ ὑπόνοιαν ἐπήνεγκε ταῦτα ὡς πρὸς Κλέωνα πάντα συνταράττοντα. ἔστι δὲ καὶ παροιμιῶδες, δοῖδυξ αὔξει, ἐπὶ τῶν ἄγαν μικρῶν. τορύνη δὲ τὸ τῆς χύτρας κινητήριον. M

### book 984d

δοῖδυξ] τριβεύς. EΓ2

### book 984e

τορύνη] κουτάλη. V2

### book 984f

τορύνη] τὸ τῆς χύτρας κινητήριον. Lh

### book 986

ὑομουσίας: χοιρωδίας, ἀπαιδευσίας. V2Γ2

### book 988a

οἳ ξυνεφοίτων] ἤγουν οἱ συμμαθόντες. VΓ2Γ3

### book 988b

ξυνεφοίτων] συνεμάνθανον αὐτῷ. Lh

### book 989a

(I) τὴν Δωριστί: τῷ ὀνόματι παίζει διὰ τὸ δωροδοκεῖσθαι. διαβάλλει οὖν αὐτὸν ὡς κλέπτην καὶ δωροδοκούμενον. Δώριος δὲ οὕτω καλεῖται μία τῶν ἁρμονιῶν, ὡς καὶ Λύδιος καὶ Φρύγιος καὶ Βοιώτιος. VEΓΘM (II) ἄλλως: οὐδεμίαν ἁρμονίαν θέλει μαθεῖν ἄλλην, μόνην δὲ τὴν τοῦ δωροδοκεῖν ἐπώνυμον. VEΓΘM

### book 989b

ἁρμόττεσθαι] παιδεύεσθαι. Γ2

### book 989c

τὴν Δωριστὶ] ἤγουν τὴν τοῦ δωροδοκεῖν ἐπώνυμον. διαβάλλει δὲ αὐτὸν ὡς κλέπτην καὶ δωρόδοκον. Lh

### book 991a

ἄλλην] ἁρμονίαν. Γ2

### book 991b

ἁρμόττεσθαι] ἁρμονίαν· ἡ μὲν γὰρ τῶν ἁρμονιῶν Δώριος, ἡ δὲ Λύδιος, ἡ δὲ Φρύγιος, ἡ δὲ Βοιωτός. Lh

### book 993

ὀργισθέντ’] εἰς ὀργὴν ἐμπεσόντα. Γ2

### book 994

ὡς ἁρμονίαν: ἁρμονίαν οἱ μουσικοὶ καλοῦσι τὸ εὖ καὶ ἐπισταμένως εἶναι τὰς νευρὰς ἐν τοῖς κρούμασι τῶν ᾀσμάτων. ἐν ἤθει οὖν ταῦτά φησιν, ὅτι Κλέων ἑτέραν μουσικὴν οὐ μετεχειρίζετο οὐδὲ μανθάνειν ἐβούλετο, ταύτης δὲ μόνης μετεποιεῖτο καὶ ἔμπειρος ἦν. VEΓΘMLh

### book 997a

(ad vv. 997—1014) διπλῆ 〈μετὰ κορωνίδοσ〉, ὅτι εἰσιᾶσιν οἱ ὑποκριταί, καὶ εἰσὶν ἴαμβοι τρίμετροι ἀκατάληκτοι ιηʹ. VEΓM

### book 997b

(ad vv. 997—1110) ἰδοὺ θέασαι: κορωνὶς εἰσιόντων αὖθις τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ καὶ δακτυλικοὶ ϟϛʹ. ὧν προτίθενται στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ιζʹ· τὸ γὰρ ιεʹ δίμετρόν ἐστιν ἀκατάληκ‐ τον. ἐπὶ τῷ τέλει παράγραφος. περὶ δὲ τῶν ἑξῆς ἐν ἑκάστῃ περιόδῳ εἴρηται τίνος μέτρου εἰσίν. Ἡφαιστίων δέ φησιν ὅτι εἰώθασιν οἱ δραματοποιοὶ μεταξὺ ἰαμβείων τινῶν γράφειν ἑτέρῳ μέτρῳ ὁποσασοῦν στροφάς, εἶτα πάλιν περάναν‐ τες δι’ ἰαμβείων τὸ προκείμενον κατὰ διέχειαν ἀνταποδιδόναι τὰς στροφάς. ἐφ’ ἑκάστης οὖν στροφῆς τίθεται παράγραφος. Lh

### book 997c

ἰδοὺ θέασαι: ἔξεισιν ἐπὶ τῶν μεταφρένων ἀγγεῖον φέρων πεπλη‐ ρωμένον χρησμῶν, καὶ λέγει ὅτι τοσοῦτον ἄχθος βαστάζων ὅμως ἅπαντας ἐξάγειν οὐκ ἐδυνήθην τοὺς χρησμούς. καὶ ὁ ἕτερος ὁμοίως τὸ αὐτὸ ποιεῖ. τοῦτο γὰρ ἐπηγγελμένοι εἰσῆλθον, ἐξοίσειν τοὺς χρησμοὺς οὓς ἔχουσι περὶ τοῦ δήμου. VEΓ

### book 997d

ἅπαντας] τοὺς χρησμούς. Γ2

### book 977e

εἰσιᾶσιν οἱ ὑποκριταὶ ἐπὶ τῶν μεταφρένων ἀγγεῖα φέροντες πεπλη‐ ρωμένα χρησμῶν. τοῦτο γὰρ ἐπηγγείλαντο, ἐξοίσειν τοὺς χρησμοὺς οὓς ἔχουσι περὶ τοῦ δήμου. Lh

### book 997f

οὐχ ἅπαντας ἐκφέρω] ὡς καὶ ἄλλων ἔνδον ὄντων χρησμῶν τὸ “οὐχ ἅπαντας ἐκφέρω” φησίν. Lh

### book 998a

χεσείω: ὑπὸ τοῦ βάρους τῶν βιβλίων τῶν τοὺς χρησμοὺς ἐχόντων “χεσείω” φησίν. ὡς δὲ ἔνδον καὶ ἄλλων ὄντων χρησμῶν τὸ “οὐχ ἅπαντας ἐκφέρω” φησίν. VEΓΘ

### book 998b

χεσείω] μέλλω χεσεῖν. Γ2

### book 1000

ἔτι] ἀκμήν. Γ2

### book 1001a

καὶ ξυνοικία δύο: δυϊκῶς ἐπήγαγε τὸ “ξυνοικία”. λέγονται δὲ ξυνοικίαι καὶ μικραὶ οἰκίαι καὶ ἀποστάσεις, ἢ οὓς νῦν φανόπτας φαμέν. VEΓΘM

### book 1001b

φλυαρία δὲ τοῦτο· ξυνοικία γὰρ καὶ τὰ κατώγεα λέγονται. M

### book 1001c

ὑπερῷον] τὸ εἰς ὕψος διῆκον οἴκημα. Lh

### book 1001d

ξυνοικία] ξυνοικίαι λέγονται αἱ μικραὶ οἰκίαι καὶ ἀποστάσεις, ἢ οὓς νῦν φανόπτας φαμέν. Lh

### book 1004a

Γλάνιδος: ἔπαιξε πρὸς τὴν κατάληξιν τὸν Βάκιν καὶ τὸν Γλάνιν εἰπών. ἔστι δὲ εἶδος ἰχθύος ὁ γλάνις. VEΓΘMLh

### book 1004b

γεραιτέρου] συνετωτέρου. EΓ3

### book 1008a

περὶ σκόμβρων νέων: εἶδος ἰχθύων οἱ σκόμβροι παρόμοιοι τοῖς μικροῖς θύννοις. “νέων” δέ, νεωστὶ τεταριχευμένων. ἔπαιξε δὲ ὡς μάγειρος. VEΓΘM

### book 1008b

σκόμβρων] ἰχθύες οἱ σκόμβροι παρόμοιοι τοῖς μικροῖς θύννοις. Lh

### book 1010a

τὸ πέος οὑτοσὶ δάκοι] ἔπαιξεν. EΓ2

### book 1010b

δάκοι] εἴθε. Γ2

### book 1010c

τὸ πέος] τὸ αἰδοῖον αὐτοῦ ἢ κόπρον· ἔπαιξεν ἐνταῦθα. Lh

### book 1011a

ὅπως] καὶ πῶς. Γ2

### book 1011b

νυν] δή. Lh

### book 1013a

ὁ δοθεὶς χρησμὸς τοῖς Ἀθηναίοις οὗτος· “εὔδαιμον πτολίεθρον Ἀθηναίης ἀγελείης, πολλὰ ἰδὸν καὶ πολλὰ παθὸν καὶ πολλὰ μογῆσαν, αἰετὸς ἐν νεφέλῃσι γενήσεαι ἤματα πάντα.” VEΓΓ3ΘLh

### book 1013b

ὡς ἐν νεφέλῃσιν αἰετὸς γενήσομαι: ἐγένετο χρησμὸς τοῖς Ἀθηναίοις, ἐπὶ τοῦ δήμου αὐτῶν λεγόμενος, “αἰετὸς ἐν νεφέλῃσι γενήσεαι”, οἷον ⟦βασιλεὺς μέγασ⟧ ὑπερέξεις ἁπάντων ὥσπερ αἰετὸς τῶν ὀρνέων· οὗ νῦν μέμνηται. τούτου δὲ τοῦ χρησμοῦ καὶ ἐν Ὀρνῖσι καὶ ἐν Δαιταλεῦσι μέμνηται. VEΓΘMLh

### book 1013c

ὡς] ὅτι. Γ2

### book 1013d

totus versus] χρησμός· “αἰετὸς ἐν νεφέλῃσι γενήσεται ἤματα πάντα”. M

### book 1014

(ad vv. 1014—20) ἄκουε δὴ νῦν: ὁ πρῶτος στίχος ἐνταῦθα ἰαμβικὸς τρίμετρος ἀκατάληκτος, οἱ δὲ ἑξῆς ἓξ δακτυλικοὶ ἑξάμετροι κατα‐ ληκτικοὶ εἰς δισύλλαβον, οἳ καὶ καλοῦνται ἔπη κυρίως, ὡς Ἡφαιστίων φησί. κατὰ μονοποδίαν γὰρ μετρεῖται, ὡς εἴρηται, δακτυλικά. ἐπὶ τῷ τέλει παράγρα‐ φος. Lh

### book 1015a

(ad vv. 1015—20) ἐν ἐκθέσει στίχοι 〈ἐπικοὶ〉 ἕξ. VΓ3

### book 1015b

φράζευ] διανοοῦ. Γ2

### book 1015c

Ἐρεχθεΐδη] ὦ υἱὲ τοῦ Ἐρεχθέως. Γ2

### book 1015d

ὁδόν] ὑπόθεσιν. Γ2

### book 1016a

διὰ τριπόδων ἐριτίμων: ἀπὸ τῶν τριπόδων. ἐφ’ ὧν ἐκαθέζετο ἡ πρόμαντις. “ἐριτίμων” δέ, πάνυ τιμίων. τὸ γὰρ “ἐρι–” ἐπίρρημά ἐστιν ἐπιτάσεως, ὡς τὸ “ἐρίηρες” καὶ “ἐριβώλακα” καὶ “ἐρικυδέα”, τὴν μεγάλως ἔνδοξον. VEΓΓ2ΘM

### book 1016b

“τριπόδων” δὲ διὰ τὸ γιγνώσκειν τὰ ἐνεστῶτα, τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα. M

### book 1016c

ἴαχεν] ἐβόησεν. Γ2

### book 1016d

ἐξ ἀδύτοιο] ἤγουν ἐκ τοῦ ναοῦ δι’ οὗ οὐκ εἰσέρχεταί τις. Γ2

### book 1016e

ἐριτίμων] τῶν ἄγαν ἐντίμων. Γ2

### book 1016f

τριπόδων] ἐφ’ ὧν ἐκαθέζετο ἡ πρόμαντις. Lh

### book 1016g

ἐριτίμων] πάνυ τιμίων. Lh

### book 1017a

σῴζεσθαι] σῴζειν καὶ περὶ πολλοῦ ποιεῖσθαι. VEΓ3Lh

### book 1017b

καρχαρόδοντα] ἀραιοὺς ἔχοντα τοὺς ὀδόντας. Γ2Lh

### book 1018a

πρὸ σέθεν λάσκων] πρὸ σοῦ ἢ ὑπὲρ σοῦ ὑλακτῶν. VEΓ3

### book 1018b

χάσκων: δάκνων. γράφεται δὲ καὶ λάσκων, ἀντὶ τοῦ φωνῶν καὶ ὑλακτῶν ὑπὲρ σοῦ. Γ2

### book 1018c

λάσκων] φωνῶν, ὑλακτῶν. Γ2Lh

### book 1019a

κἂν μὴ δρᾷ ταῦτα: κἂν μὴ ποιήσῃ ταῦτα ὁ κύων, ἀπολεῖται. EΓΘMLh

### book 1019b

ἀπολεῖται] ὁ κύων δηλονότι. Γ2

### book 1020a

(I) κατακράζουσι: καταθορυβοῦσιν. ἰδίως δὲ νῦν ἐπὶ ὀρνέων. τὸ δὲ κράζειν ἀντὶ τοῦ κρώζειν. VEΓΘM (II) ἄλλως: οἱ ἄλλοι ῥήτορες κράζουσι, θορυβοῦσιν. VEΓΘ

### book 1020b

μίσει] ὑπὸ τοῦ μίσους. Γ2

### book 1020c

σφε] αὐτόν. Γ2

### book 1020d

κατακρώζουσι] καταβοῶσιν. Γ2

### book 1020e

ἰδίως νῦν ἐπὶ τῶν ὀρνέων τὸ κρώζειν ἀντὶ τοῦ κράζειν. οἱ ἄλλοι δὲ ῥήτορες θορυβοῦσι, φασίν. Lh

### book 1020f

κατακρώζουσι] καταθορυβοῦσιν. Lh

### book 1021a

(ad vv. 1021—9) καὶ ἐν εἰσθέσει στίχοι ἰαμβικοὶ θʹ. VEΓ3

### book 1021b

(ad vv. 1021—9) ταυτὶ μὰ τὴν Δήμητρα: οἱ ἑξῆς τῶν εἰρη‐ μένων οὗτοι στίχοι ἰαμβικοί εἰσι τρίμετροι ἀκατάληκτοι θʹ. ἐπὶ τῷ τέλει παράγραφος. Lh

### book 1021c

ταυτὶ] ἤγουν τὰ λόγια ἅπερ εἶπες. Γ2

### book 1021d

ἐγὼ οὐκ] συνίζησις. Lh

### book 1023a

πρὸ σοῦ ἀπύω] ὑλακτῶ ὑπὲρ σοῦ. EΓ3Lh

### book 1023b

ἀπύω] ὑλακτῶ, βοῶ. Γ2

### book 1024a

εἶπε] ὁ Φοῖβος προσέταξεν. Γ2

### book 1024b

σῴζεσθαι] ἤγουν σῴζειν καὶ περὶ πολλοῦ ποιεῖσθαι. Γ2

### book 1026

ὥσπερ θύρας σου: οἱ γὰρ ἀποκλειόμενοι κύνες τὰς θύρας περιεσθίουσι βουλόμενοι ἑαυτοῖς ποιῆσαι ἔξοδον. VEΓΘMLh

### book 1028

λήψομαι] λάβω. Lh

### book 1029

ὁ χρησμὸς ὁ περὶ τοῦ κυνὸς] ὁ ἐν τῷ χρησμῷ κύων. V2EΓ2Lh

### book 1030a

(ad vv. 1030—4) καὶ ἐν ἐκθέσει στίχοι 〈ἐπικοὶ〉 ιʹ. Γ3

### book 1030b

(ad vv. 1030—4) φράζ’ Ἐρεχθεΐδη: οἱ ἑξῆς οὗτοι στίχοι δακτυλικοί εἰσιν ὅμοιοι τοῖς εἰρημένοις εʹ· ἐπὶ τῷ τέλει παράγραφος. Lh

### book 1030c

ἀνδραποδιστήν: σωματέμπορον, τοὺς ἐλευθέρους καταδου‐ λούμενον. VEΓ2MLh

### book 1031a

ὃς κέρκῳ σαίνων: τῇ οὐρᾷ σαίνων, οἷον ὑποτρέχων καὶ κολα‐ κεύων. ἔπαιξε δὲ παρὰ τὴν παροιμίαν “σαίνεις δάκνουσα 〈καὶ〉 κύων λαίθαργος εἶ”. ἐπὶ τῶν ὑποκρινομένων δῆθεν εὐνοεῖν, ἐπιβουλευόντων δὲ λάθρᾳ. VEΓΓ2 ΘMLh

### book 1032a

ἄλλοσε χάσκῃς] ἤγουν ὅταν περὶ ἄλλα τὴν διάνοιαν ἔχῃς. EΓ2Lh

### book 1032b

ἐξέδεται] ἐκτρώγει. Lh

### book 1032c

τοὔψον] τὸ βρῶμα. Lh

### book 1032d

που] ἴσως. Lh

### book 1033a

ἐς τοὐπτάνιον: ἀντὶ τοῦ ἐπὶ τὸ πρυτανεῖον εἰπεῖν, εἶπεν “εἰς τοὐπτάνιον”, τουτέστι τὸ μαγειρεῖον. VEΓΘMLh

### book 1033b

ὀπτάνιον: οὕτως καὶ ἐν ἄλλαις βʹ. V2

### book 1033c

κυνηδὸν] καὶ δίκην κυνός. Γ2

### book 1034a

(I) νύκτωρ τὰς λοπάδας: ὅτι τοὺς φόρους τῶν νήσων καὶ τῶν πόλεων ἀφήρπαζεν. ὡς οἱ κύνες εἰς τὰ μαγειρεῖα εἰσιόντες περιλείχουσι τὰς λοπάδας καὶ τὰς χύτρας, οὕτω καὶ ὁ Κλέων, ἐάν τι τοῖς νησιώταις περι‐ λειφθῇ, καὶ τοῦτο λαμβάνει. VEΓΘM (II) ἄλλως: ἔπαιξε πρὸς τὸ γιγνόμενον ὑπὸ τῶν κυνῶν. οὗτοι γὰρ ἁρπά‐ σαντές τι εἰώθασιν εἰς τοὺς ἡσυχίαν ἔχοντας τόπους ἀναχωρήσαντες ἐμφορεῖσ‐ θαι. VEΓΘ

### book 1034b

“νύκτωρ” δὲ εἶπε διὰ τὸ τοὺς ἁρπάσαντάς τι κύνας εἰς τὴν ἡσυχίαν †αὐτῶν† ἐμφορεῖσθαι. M

### book 1034c

καὶ τὰς νήσους διαλείχων: ὅτι ἀντὶ τοῦ εἰπεῖν τὰς χύτρας παρ’ ὑπόνοιαν εἶπε “τὰς νήσους”: τουτέστι τοὺς τῆς πόλεως φόρους διαρ‐ πάζων καὶ τοὺς νησιώτας διασείων. VEΓΘM

### book 1034d

ἔπαιξε πρὸς τὸ γινόμενον ὑπὸ τῶν κυνῶν. οὗτοι γὰρ ἁρπάσαντές τι ἐν ἡσυχίᾳ τότε ἀναχωρήσαντες ἐμφοροῦνται. Lh

### book 1034e

ὥσπερ οἱ κύνες τὰ μαγειρεῖα εἰσιόντες περιλείχουσι τὰς λοπάδας, οὕτως ὁ Κλέων τοὺς φόρους τῶν πόλεων καὶ τῶν νήσων ἀφήρπαζεν. ἀντὶ τοῦ εἰπεῖν δὲ τὰς χύτρας παρ’ ὑπόνοιαν εἶπε “τὰς νήσους”, ὅτι καὶ τὰς πόλεις καὶ τὰς νήσους διέσεισε καὶ τοὺς φόρους ἐλάμβανεν. Lh

### book 1035a

(ad vv. 1035—6) ἴαμβοι βʹ. EΓ3

### book 1035b

(ad vv. 1035—40) νὴ τὸν Ποσειδῶ: οἱ ἑξῆς οὗτοι στίχοι, ὁ μὲν πρῶτος καὶ δεύτερος εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι, οἱ δὲ λοιποὶ δʹ δακτυλικοὶ ὅμοιοι τοῖς εἰρημένοις. ἐπὶ τῷ τέλει παράγραφος. Lh

### book 1035c

totus versus] πρὸς τὸν ἀλλαντοπώλην. EΓ3

### book 1037a

(ad vv. 1037—40) ἐν ἐκθέσει ἐπικοὶ δʹ. EΓΓ3Θ

### book 1037b

ἱεραῖς] μεγάλαις. Γ2

### book 1038a

κώνωψι: τοῖς ῥήτορσιν, ἤγουν τοῖς Μήδοις λέγει. VEΓΘLh

### book 1038b

κώνωψι] ῥήτορσιν. Γ2

### book 1038c

μαχεῖται] μέλλει μαχήσεσθαι. Γ2

### book 1039a

ὥς τε περὶ σκύμνοις: ὡς λέων ὑπερμαχῶν τῶν σκύμνων. EΓΓ3ΘLh

### book 1039b

ὥς τε] καθά. Γ2

### book 1039c

περὶ σκύμνοισι] ἤγουν περὶ τοῖς γεννήμασιν αὐτοῦ. Γ2

### book 1039d

βεβηκώς] ἀντὶ (sc. ἀντιβεβηκώς). Γ2

### book 1039e

φυλάξαι] ἀσφαλίσαι. EΓ3Lh

### book 1040a

τεῖχος ποιήσας: τὰς ναῦς φησί. οὗτος δὲ ὁ χρησμὸς ἐπιόντος τοῦ βαρβάρου ἐδόθη. ἀγνοούντων δὲ αὐτῶν καὶ βουλομένων ξυλίνῳ τειχίσαι τὴν πόλιν τείχει, Θεμιστοκλῆς ὁ στρατηγὸς νοήσας τὸν χρησμὸν εἶπε τεῖχος τὰς ναῦς λέγειν. μετέστησαν δὲ τότε εἰς Σαλαμῖνα. ἔστι δὲ ὁ χρησμός “τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρυόπα Ζεύς.” VEΓΘ

### book 1040b

περὶ τούτου τοῦ χρησμοῦ εἴρηται ἄνω που, ὅτε περὶ Θεμιστοκλέους ἐμνήσθη. Lh

### book 1040c

τεῖχος] τὰς ναῦς λέγει. Lh

### book 1040d

πύργους] οἷον ὅπλα. Lh

### book 1041

(ad vv. 1041—50) καὶ ἐν εἰσθέσει ἴαμβοι ιʹ. EΓΓ3Θ

### book 1044

Ἀντιλέων: οὗτος πονηρὸς κωμῳδεῖται καὶ πολυπράγμων. προει‐ ρήκει δὲ ὁ Κλέων ἀντὶ τοῦ λέοντος αὐτῷ εἶναι φύλαξ. VEΓΘMLh

### book 1046a

σιδηροῦν τεῖχός ἐστι καὶ ξύλινον: ἀντὶ τοῦ ἐκ ξύλων σιδηρῶν· οὕτω τὸ ἑξῆς. VV2EGQLh

### book 1046b

τεῖχος ποιήσας ξύλινον (1040): ἀντὶ τοῦ ἐκ ξύλων σιδηρῶν. παίζει δὲ πρὸς τὸν χρησμόν. ἐκεῖνος δὲ ὁ χρησμὸς τὰς ναῦς ἔλεγεν ἐπι‐ όντος τοῦ βαρβάρου. ἀγνοούντων δὲ αὐτῶν καὶ μὴ βουλομένων ξυλίνῳ τείχει περιτειχίσαι τὴν ἀκρόπολιν, Θεμιστοκλῆς ὁ στρατηγὸς νοήσας τὸν χρησμὸν εἶπε τεῖχος τὰς ναῦς λέγειν τὸν θεόν. M

### book 1046c

ξύλων] ξύλινον. M

### book 1047

σῴζειν] φυλάττειν. EΓ3Lh

### book 1049a

πεντεσυρίγγῳ: πέντε ὀπὰς ἔχοντι, δι’ ὧν οἵ τε πόδες καὶ αἱ χεῖρες καὶ ὁ τράχηλος ἐνεβάλλετο. λέγει δὲ τὴν ποδοκάκην. VEΓΘLh

### book 1049b

πεντεσυρίγγῳ ξύλῳ: τὴν ποδοκάκην φησί, πεντεσύριγγον ξύλον πέντε ὀπὰς ἔχον, ἐν αἷς οἵ τε πόδες καὶ αἱ χεῖρες καὶ ὁ τράχηλος ἐνε‐ βάλλοντο. M

### book 1049c

πεντεσυρίγγῳ ξύλῳ] τῇ ποδοκάκῃ φησίν. Γ3

### book 1050a

τὰ λόγι’: ἀντὶ τοῦ ἤδη δεσμεύσω αὐτόν. ΓΓ3ΘLh

### book 1050b

τελεῖσθαι] ἀντὶ τοῦ πληροῦσθαι· ἔστι δὲ καὶ τελεῖον ἀρεστόν. φαίνεται τὰ μυστήρια ἀντὶ τοῦ διδάσκεται. Γ2

### book 1051a

(ad vv. 1051—60) μὴ πείθου· φθονεραὶ γάρ: οἱ ἑξῆς οὗτοι στίχοι δακτυλικοί εἰσιν ὅμοιοι τοῖς εἰρημένοις ιʹ. ἐπὶ τῷ τέλει παράγραφος. Lh

### book 1051b

κορῶναι: τοὺς ἐχθροὺς κορώνας φησίν. ΓΓ3ΘLh

### book 1051c

ἐπικρώζουσι] βοῶσι. Γ2

### book 1052a

ἀλλ’ ἱέρακα φίλει: ἑαυτὸν λέγει· ἀντὶ τοῦ ἐμέ. ΓΘLh

### book 1052b

ἱέρακα] ἤγουν ἐμέ. Γ2

### book 1053a

συνδήσας Λακεδαιμονίων: πάλιν τὴν ἀναφορὰν ποιεῖται ἐπὶ τὴν Πύλον καὶ τὴν Σφακτηρίαν καὶ τοὺς αἰχμαλώτους τοὺς τʹ, οὓς ἔλαβε Δημοσθένης ἐπὶ Σικελίαν ἀπιών, ἤγαγε δὲ Κλέων. VEΓΘMLh

### book 1053b

κορακίνους: ἔπαιξεν ἀντὶ τοῦ κούρους. ΓΘM

### book 1054a

παρεκινδύνευσε: πέρυσι γὰρ ὑπέσχετο τοῖς Ἀθηναίοις ὁ Κλέων κατορθῶσαι τὸν ἐν τῇ Πύλῳ πόλεμον ἕως ἡμερῶν κʹ. καὶ θαυμάσαντες πάντες ἔλεγον αὐτὸν μεθύειν. καὶ Θουκυδίδης δέ φησιν ὅτι τῇ ἀπονοίᾳ τῆς ὑποσχέσεως ἐθαύμαζον οἱ Ἀθηναῖοι καὶ ἐγέλων. VEΓΘMLh

### book 1054b

Παφλαγὼν] ὁ Κλέων. Lh

### book 1055a

Κεκροπίδη: ἀπὸ τοῦ Κέκροπος τοῦ διφυοῦς τὸ γένος κατάγων. VEΓ2MLh

### book 1055b

τὸ δὲ “κακόβουλε” ἀπὸ ἱστορίας τοῦ Ποσειδῶνος καὶ τῆς Ἀθηνᾶς. ἐν ᾗ ὁ μὲν Ποσειδῶν πηγὰς ἀνέδωκεν, ἡ δὲ Ἀθηνᾶ τὴν ἐλαίαν. οὗ χάριν ᾑρετί‐ σαντο ταύτην βασιλεύειν τῆς χώρας. διὸ καὶ τὴν περὶ τῇ τοῦ Ποσειδῶνος ὀργῇ γενομένην κακοβουλίαν αὐτοῖς ἡ Ἀθηνᾶ μετατρέπει εἰς εὐβουλίαν. M

### book 1056a

(I) καί κε γυνὴ φέροι: ἡ ἱστορία τοῦτον τὸν τρόπον ἔχει· ὅτι διεφέροντο περὶ τῶν ἀριστείων ὅ τε Αἴας καὶ ὁ Ὀδυσσεύς, ὥς φησιν ὁ τὴν μικρὰν Ἰλιάδα πεποιηκώς· τὸν Νέστορα δὲ συμβουλεῦσαι τοῖς Ἕλλησι πέμψαι τινὰς ἐξ αὐτῶν ὑπὸ τὰ τείχη τῶν Τρώων, ὠτακουστήσοντας περὶ τῆς ἀνδρείας τῶν προειρημένων ἡρώων. τοὺς δὲ πεμφθέντας ἀκοῦσαι παρθένων διαφερομένων πρὸς ἀλλήλας. ὧν τὴν μὲν λέγειν ὡς ὁ Αἴας πολὺ κρείττων ἐστὶ τοῦ Ὀδυσσέως, διερχομένην οὕτως, “Αἴας μὲν γὰρ ἄειρε καὶ ἔκφερε δηϊοτῆτος ἤρω Πηλείδην, οὐδ’ ἤθελε δῖος Ὀδυσσεύς.” τὴν δ’ ἑτέραν ἀντειπεῖν Ἀθηνᾶς προνοίᾳ, “πῶς ἐπεφωνήσω; πῶς οὐ κατὰ κόσμον ἔειπες; ⟦ψεῦδοσ⟧ 〈καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη, ἀλλ’ οὐκ ἂν μαχέσαιτο〉”. τοῦτο δὲ ἵνα δείξῃ ὡς Δημοσθένους, οὐ τοῦ Κλέωνος, τὸ κατόρθωμα. VEMLh

### book 1056a

(II) ἄλλως: τοῦτο ἐκ τοῦ Κύκλου ἀφείλκυσται. λέγεται δὲ ἀπὸ τῶν Τρῳάδων κρινουσῶν τὸν Αἴαντα καὶ τὸν Ὀδυσσέα. λέγεται δὲ ὅτι οὐ τὸ τοῦ Αἴαντος ἔργον, ἀλλὰ τὸ τοῦ Ὀδυσσέως. ταῦτα δὲ λέγει διὰ τὰ ἐν Πύλῳ, ἃ Δημοσθένης μὲν προήνυσεν, οὗτος δὲ ἰδιοποιήσατο. VEΓΘLh

### book 1056b

φέροι] ὑπομένοι. Γ2

### book 1056c

ἐπεί κεν] ἀντὶ τοῦ πῶς ἄν. Γ2

### book 1057

χέσαιτο .... μαχέσαιτο] ἔπαιξε πρὸς τὸ τέλος τοῦ στίχου. EΓ3Lh

### book 1058

πρὸ Πύλου Πύλον: πρὸς τὴν κατάληξιν ἔπαιξεν, ὅτι ἀεὶ προσ‐ κορής ἐστι περὶ Πύλου λέγων. VEΓΘMLh

### book 1059

ἔστι Πύλος: τοῦτο χρησμός ἐστιν, “ἔστι Πύλος πρὸ Πύλοιο, Πύλος γε μὲν ἔστι καὶ ἄλλη.”. VEΓΘLh

### book 1060a

τὰς πυέλους: ἀντὶ τοῦ τὴν ἐν Πύλῳ πρᾶξιν Δημοσθένους. ἔπαιξε δὲ τῷ ὀνόματι, διὰ τὸ συνεχῶς τῆς Πύλου μεμνῆσθαι τὸν Κλέωνα. VEΓΘLh

### book 1060b

πυέλους: λέγει τὰς λεκάνας. ἔπαιξε δὲ τῷ ὀνόματι, διὰ τὸ συνεχῶς τῆς Πύλου μεμνῆσθαι τὸν Κλέωνα. M

### book 1060c

τὰς πυέλους: τὰς ἐμβάσεις. EΓΘ

### book 1060d

πυέλους] λεκάνας. M

### book 1066

ἀποδοθήσεται: ὡς τοῦ Κλέωνος ἀποστεροῦντος. EΓΓ2ΘLh

### book 1067a

(ad vv. 1067—9) Αἰγείδη φράσσαι: ἐν ἐκθέσει ἐπικοὶ τρεῖς. VΓΘ

### book 1067b

(ad vv. 1067—9) Αἰγείδη φρᾶσαι: οἱ ἑξῆς οὗτοι στίχοι δακ‐ τυλικοί εἰσιν ὅμοιοι τοῖς εἰρημένοις γʹ. ἐπὶ τῷ τέλει παράγραφος. Lh

### book 1067c

ἀπὸ δὲ τῶν βʹ ζῴων διαβάλλει τὸν Κλέωνα ὡς ἀναιδῆ καὶ πανοῦργον. VΓΘMLh

### book 1067d

μή σε δολώσῃ: μὴ δόλῳ σε ὑπέλθῃ. EΓΓ2ΘM

### book 1067e

φράσαι] διάγνωθι. Γ2

### book 1067f

κυναλώπεκα] πανοῦργον. Γ2

### book 1068a

λαίθαργον: λαίθαργοι κύνες λέγονται αἱ λάθρᾳ προσιοῦσαι καὶ δάκνουσαι. παρὰ δὲ τὴν παροιμίαν ἔπαιξεν, “σαίνεις δάκνουσα καὶ κύων λαίθαργος εἶ.” VΓΘ

### book 1068b

λαίθαργον: τὸν λάθρᾳ προσιόντα καὶ δάκνοντα. περὶ δὲ τῆς παροιμίας ἔπαιξε “σαίνεις δάκνουσα 〈καὶ〉 κύων λαίθαργος εἶ.” M

### book 1068c

πολύιδριν: ὅτι πολύπειροι αἱ ἀλώπεκες. καὶ παροιμία “πόλλ’ οἶδ’ ἀλώπηξ, ἀλλ’ ἐχῖνος ἓν μέγα.” VΓΘM

### book 1068d

κερδώ] ἀλώπεκα. Γ2

### book 1068e

πολύιδριν λέγει τὸν Κλέωνα ἀλώπεκα, ὅτι πολύπειροι αἱ ἀλώπεκες. καὶ παροιμία “πόλλ’ οἶδ’ ἀλώπηξ, ἀλλ’ ἐχῖνος ἓν μέγα”. ἔπαιξε δὲ παρὰ τὴν ἑτέραν παροιμίαν “σαίνεις δάκνουσα καὶ κύων λαίθαργος εἶ.” Lh

### book 1068f

λαίθαργον] λαίθαργοι κύνες αἱ λάθρᾳ προσιοῦσαι καὶ δάκνουσαι. Lh

### book 1068g

πολύιδριν] ὅτι πολύπειροι αἱ ἀλώπεκες. Lh

### book 1069

Φιλόστρατος ἡ κυναλώπηξ: οὕτως ἐκαλεῖτο Φιλόστρατος. λέγει δὲ αὐτὸν καὶ πορνοβοσκὸν καὶ καλλωπίστην. VΓΘLh

### book 1070a

(ad vv. 1070—9) ἐν εἰσθέσει δὲ ἴαμβοι δέκα, σὺν οἷς προαναφωνεῖ ἅμα τὸ “εἶεν”. VΓΘ

### book 1070b

(ad vv. 1070—9) οὐ τοῦτό φησιν: οἱ ἑξῆς οὗτοι στίχοι ἰαμβικοί εἰσι τρίμετροι ἀκατάληκτοι ηʹ. ἑξῆς δὲ κῶλον ἰαμβικὸν μονόμετρον βραχυκα‐ τάληκτον. λείπεται γὰρ ὅλου ποδὸς πρὸς τὴν συζυγίαν. καὶ ἑξῆς αὖ στίχος ἰαμβικὸς τρίμετρος ἀκατάληκτος. ἐπὶ τῷ τέλει παράγραφος. Lh

### book 1070c

ἀλλὰ ναῦς ἑκάστοτε: τὰς ἐκπεμπομένας ἀπὸ τῶν νήσων ἀνα‐ πράττεσθαι τοὺς φόρους. οἱ δὲ ἐκπεμπόμενοι πολλὰ ἐκέρδαινον. VΓΘMLh

### book 1071

ταχείας ἀργυρολόγους: πολεμίας, τὰς συλλεγούσας ἀργύριον καὶ λήμματα αὐτῷ περιποιούσας. ἐλέγοντο δὲ πάραλοι καὶ σαλαμίνιαι. VΓΘMLh

### book 1072

ἀπαυδᾷ] λέγει καὶ προστάττει. Γ2

### book 1073

τριήρης] ἡ ναῦς. Lh

### book 1075

πρὸς] σύν. Γ2

### book 1076a

ἀλωπεκίοις τοὺς στρατιώτας: ὡμοίωσε, φησίν, αὐτοὺς ἀλώπηξιν. τοῦτο δέ φησι, παρ’ ὅσον παραπλέοντες οἱ ναῦται ἐξορμῶσιν, ἔπειτα ἐπειδὰν παρίωσιν ἀμπέλους, πορθοῦσι τοὺς βότρυας διαρπάζοντες. VΓΘ

### book 1076b

ᾔκασεν] ἐξωμοίωσεν. Γ2

### book 1076c

τοῦτό φησι παρόσον παραπλέοντες οἱ ναῦται ἐξορμῶσιν, ἔπειτα παρερχόμενοι εἰς ἀμπέλους πορθοῦσι τοὺς βότρυας διαρπάζοντες, ἢ καὶ τοὺς ἄλλους ἀγροὺς ἐκπορθοῦσι τῶν νεῶν ἐκπηδήσαντες. Lh

### book 1076d

totus versus] ἀλώπηξιν ὡμοίωσε, φησίν, αὐτούς. Lh

### book 1077a

ὁτιὴ βότρυς τρώγουσιν: ἐκπηδῶντες τῶν νηῶν τοὺς ἀγροὺς πορθοῦσι. V

### book 1077b

χωρίοις] ἀγροῖς. Γ2

### book 1078a

τούτοις ὁ μισθός: αἰνίττεται διὰ τούτων περὶ τῶν θεωρικῶν χρημάτων, ὅτι χρὴ μᾶλλον τοῖς στρατευομένοις αὐτὰ δίδοσθαι. VEΓΘ

### book 1078b

εἶεν] ὑπάρχοιεν. Γ2

### book 1078c

ἀλωπεκίοισι] ἤγουν τοῖς στρατιώταις τοῖς ἐν ταῖς ὑπαρχείων ναυσί. Γ2

### book 1078d

εἶεν] ἰαμβικὸν μονόμετρον βραχυκατάληκτον. Lh

### book 1079a

ἡμερῶν τριῶν: εἰώθασιν εἰς τὸν πόλεμον οἱ στρατιῶται ἐξερ‐ χόμενοι λαμβάνειν τροφὴν ἡμερῶν τριῶν. VEΓΘMLh

### book 1079b

ποριῶ] ἐξευρήσω. Γ2

### book 1080a

ἐξαλέασθαι] διαφυγεῖν. E

### book 1080b

ἐξαλέασθαι] ἐκφυγεῖν. Γ2

### book 1080c

ἐξαλέασθαι] φυγεῖν. Lh

### book 1081a

Κυλλήνην: Κυλλήνη ὄρος ἐστὶ τῆς Ἀρκαδίας. δι’ ὅ τι δὲ ἐχρήσατο τῷ ὀνόματι, δῆλον ἀπὸ τῶν ἑξῆς· ἵνα παρονομάσῃ τὴν κυλλὴν χεῖρα, εἰς δωροδοκίαν καὶ διασεισμὸν διαβάλλων τὸν Κλέωνα. οἱ γὰρ διασείοντές τινας καὶ δωροδοκοῦντες κοιλαίνουσι τὴν χεῖρα, καὶ ὑποβάλλοντες ὑπὸ τὸ ἱμάτιον αἰτοῦσιν VEΓΘM

### book 1081b

Λητοΐδης] ὁ Ἀπόλλων. Γ2

### book 1081c

τίνος χάριν τῷ ὀνόματι τῆς Κυλλήνης ἐχρήσατο δῆλον ἀπὸ τῶν ἑξῆς. παρωνόμασε γὰρ τοῦ κοιλαίνειν τὸν Κλέωνα τὴν χεῖρα καὶ δωροδοκεῖσθαι. οἱ γὰρ διασείοντές τινας καὶ δωροδοκοῦντες κοιλαίνουσι τὴν χεῖρα, καὶ ὑπο‐ βάλλοντες ὑπὸ τὸ ἱμάτιον αἰτοῦσιν. Lh

### book 1081d

Κυλλήνην] πόλις Ἀρκαδίας. Lh

### book 1081e

Κυλλήνην, μή σε δολώσῃ] διαβάλλει αὐτὸν εἰς δωροδοκίαν. Lh

### book 1082a

τὴν τούτου χεῖρ’ ἐποίησε: ἐκ μεταφορᾶς τῶν παιδίων τῶν αἰτούντων καὶ κοιλαινόντων τὰς χεῖρας ᾐνίξατο. VΓΘLh

### book 1082b

ἐποίησε] εἶπεν. E

### book 1083

ἔμβαλε κυλλῇ: οἱ μάγειροι ἐπειδὰν πλάττωσί τι, λέγουσιν “ἔμβαλε τῇ λαιᾷ”. VEΓΘLh

### book 1085a

τὴν Διοπείθους: σεσίνωτο τὰς χεῖρας ὁ Διοπείθης καὶ ἦν κυλλός .... κατὰ καιρὸν οὖν διαβάλλει αὐτὸν ὡς κλέπτην. ἦν δὲ καὶ Νικίου ἑταῖρος. VEΓΘM

### book 1085b

ᾐνίξατο] αἰνιγματωδῶς εἶπε. Γ2

### book 1085c

καλὸς γὰρ ἦν ὁ Διοπείθης τὰς χεῖρας. κατὰ καιρὸν οὖν διαβάλλει αὐτὸν ὡς κλέπτην. ἦν δὲ καὶ Νικίου ἑταῖρος. Lh

### book 1086a

πτερυγωτός: πρὸς τὸν αἰετὸν ἐχρήσατο τῷ “πτερυγωτός”. χρησμὸς γὰρ ἐξέπεσε τοῖς Ἀθηναίοις, ὡς ἄρα δέοι αὐτοὺς τοσοῦτον διενεγκεῖν τῶν ἄλλων ἀνθρώπων, ὅσον αἰετὸς τῶν πτηνῶν. VEΓΘM

### book 1086b

προείρηται περὶ τοῦ χρησμοῦ τούτου. φησὶ δὲ ὡς ἄρα δέοι τοσοῦτο διενεγκεῖν τοὺς Ἀθηναίους τῶν ἄλλων ἀνθρώπων, ὅσον ἀετὸς τῶν πτηνῶν. Lh

### book 1086c

πτερυγωτός] πτηνός. πρὸς τὸ “ἀετὸς” δὲ ἐχρήσατο καὶ τῷ “πτερυγωτός”. Lh

### book 1088a

καὶ γὰρ ἐμοί] ἔστι καὶ ἐμοὶ χρησμὸς δηλονότι. Γ2

### book 1088b

θαλάττης] ἄρξεις δηλονότι. Γ2

### book 1089a

ἐν Ἐκβατάνοις: ἐν τῇ βαρβάρων χώρᾳ. Σοῦσα γὰρ καὶ Ἐκβάτανα τῆς Περσίδος χώρας 〈πόλεισ〉. ἄρξεις οὖν, φησίν, οὐχ Ἑλλήνων μόνον ἀλλὰ καὶ βαρβάρων. VΓΘ

### book 1089b

χὤτι γ’ ἐν Ἐκβατάνοις: ἐν τῇ Περσίδι. Σοῦσα γὰρ καὶ Ἐκβάτανα πόλεις αὐτόθι, ὧν ἐν μὲν τῇ ἑτέρᾳ ἐχείμαζεν ὁ βασιλεύς, ἐν δὲ τῇ ἑτέρᾳ ἐθέριζεν. VM

### book 1089c

δικάσεις] κρινεῖς. Γ2

### book 1089d

λείχων ἐπίπαστα] ἀντὶ τοῦ κρίνων· ἐχρήσατο δὲ τῇ λέξει ὡς μάγειρος. Γ2

### book 1089e

χὤτι γ’ ἐν Ἐκβατάνοις] οὐ μόνον Ἑλλήνων ἀλλὰ καὶ ἐν βαρβάρων χώραις, φησίν, ἄρξεις. Lh

### book 1091a

καταχεῖν: ὅτι τὸ “καταχεῖν” οὐ πάντως ἐπὶ ὑγροῦ, ἀλλὰ καὶ τὴν ἀμβροσίαν ἐπιφέρει, ὅ ἐστι ξηρόν. ἀρύταινα δὲ χαλκοῦν σκεῦος, ᾧ τὸ ἔλαιον ἐγχέουσιν εἰς τοὺς λύχνους. VΓΘM

### book 1091b

καταχεῖν] ἀμβροσίαν ἐπιφέρειν. οὐ γὰρ μόνον ἐπὶ ὑγροῦ τὸ καταχεῖν. ἀρύταινα δὲ χαλκοῦν σκεῦος. Lh

### book 1093

ἐκ πόλεως ἐλθεῖν: ἐκ τῆς ἀκροπόλεως. γλαῦξ δὲ ἱερὸν ὄρνεον Ἀθηνᾶς. ἐνετετύπωτο δὲ τῷ Ἀττικῷ νομίσματι. VΓΘM

### book 1094a

ἀρυβάλλῳ: πλεκτόν τι βαλλάντιόν ἐστιν ὁ ἀρύβαλλος, ὅπερ ἑλκόμενον κλείεται καὶ ἀνοίγεται, παρὰ τὸ ἀρύειν καὶ βάλλειν. VEΓΘMLh

### book 1094b

〈κατασπένδειν: χεῖν〉. χεῖσθαι δὲ λέγεται οὐ μόνον τὰ ὑγρά, ἀλλὰ καὶ τὰ στερεά, ὡς καὶ νῦν ἐπὶ ἀμβροσίας ἔταξεν. VEΓΘM

### book 1094c

ἀρυβάλλῳ] ἀγγείῳ. Γ2

### book 1094d

κατασπένδειν] καταχέειν· καὶ τοῦτο οὐ μόνον ἐπὶ ὑγροῦ, ἀλλὰ καὶ ἐπὶ τροφῆς νῦν εἴρηται. Lh

### book 1095

σκοροδάλμην] διὰ τὸ δριμύ. Lh

### book 1096

ἰοὺ ἰού] ἰαμβικὸν μονόμετρον ἀκατάληκτον. Lh

### book 1097

(ad vv. 1097—1110) ἰοὺ ἰού: ἔκθεσις κορωνίδος ἐκ στίχων ἰαμβικῶν ὧν προτίθεται τὸ παρὸν κῶλον ἰαμβικὸν μονόμετρον ἀκατάληκτον· οἱ δέ εἰσι τρίμετροι ἀκατάληκτοι ιδʹ, ὧν τελευταῖος “τρέχοιμ’ ἂν ἤδη πρότερος:: οὐ δῆτ’, ἀλλ’ ἐγώ”. ἐπὶ τῷ τέλει κορωνίς, ἐξιόντων τῶν ὑποκριτῶν. Lh

### book 1098

ἐπιτρέπω] δίδωμι. Lh

### book 1099

γερονταγωγεῖν: ἔπαιξε παρὰ τὸ δημαγωγεῖν. τοῦτο δὲ λέγει ὁ Δῆμος, ὡς τοῦ Κλέωνος κατεγνωσμένου. ὅλον δὲ τὸ ἰαμβικὸν παρῴδησεν ἀπὸ Πηλέως Σοφοκλέους. VEΓΘMLh

### book 1101a

ποριῶ] μέλλω παρέξειν. Γ2

### book 1101b

βίον] ζωήν. Lh

### book 1103

Θουφάνους: ὡς κόλακα κωμῳδεῖ τοῦτον καὶ ἀπατεῶνα, καὶ τῷ Κλέωνι συνόντα διὰ κολάκειαν. ἦν δὲ ὑπογραμματεύς. VΓΘMLh

### book 1104

’σκευασμένα] ηὐτρεπισμένα. Lh

### book 1105a

ἐγὼ δὲ] ποριῶ. Γ2

### book 1105b

διαμεμαγμένας] πεφυραμένας. ELh

### book 1105c

διαμεμαγμένας] διαπεφυραμένας, ἢ εἶδος πλακοῦντος. Γ2

### book 1106

καὶ τοὖψον: καὶ τὸ ὄψον. ⟦ἐκάλουν δὲ οὕτως τὸ ἰχθύδιον⟧. τὸ δὲ ἑξῆς, μόνον τῷ ἐσθίειν σχόλαζε· τοιαύτην γὰρ ἐγώ σοι ἀφθονίαν παρέξω. VEΓΘMLh

### book 1107

ἀνύσατε: ἔργῳ πληρώσατε καὶ μὴ λόγοις μόνοις ἐπαγγέλλεσθε. VEΓΘLh

### book 1108a

σφῶϊν] συνίζησις. Lh

### book 1108b

εὖ ποιῇ] ἐν τῷ κομίσαι. Lh

### book 1109

τὰς ἡνίας: τὴν ἐξουσίαν. τροπικῶς ἀπὸ τῶν ἁρμάτων. ταῖς γὰρ ἡνίαις ἡνιοχοῦνται οἱ ἵπποι· καὶ οἱ δῆμοι δὲ διὰ τῶν πολιτευομένων. VEΓΘMLh

### book 1110

τρέχοιμ’ ἄν: ἐγγύθεν ἀπὸ τοῦ τὰς ἡνίας τὸ “τρέχοιμι” ἐπήγαγεν. διαβάλλει δὲ πάλιν τοὺς Ἀθηναίους ὡς ἥττονας κέρδους. VEΓΘM

### book 1111a

(ad vv. 1111—50) ὦ Δῆμε: διπλῆ καὶ ἐν εἰσθέσει μέλος μονοστρο‐ φικὸν ἀμοιβαῖον περιόδων τεσσάρων ἐναλλὰξ τοῦ χοροῦ 〈καὶ τοῦ ὑποκριτοῦ〉. δεκάκωλοι δέ εἰσιν αἱ περίοδοι, Ἰωνικαὶ ἀπὸ μείζονος, ὧν τὰ μέν ἐστιν ἑφθημι‐ μερῆ, δύο δὲ ἡμιόλια, τὸ τέταρτον καὶ τὸ δέκατον. VEΘM

### book 1111b

(ad vv. 1111—50) ὦ Δῆμε καλήν γ’ ἔχεις: κορωνὶς καὶ ἐν εἰσθέσει μέλος τετράστροφον ἀμοιβαῖον περιόδων δʹ ἐναλλὰξ τοῦ χοροῦ καὶ τοῦ ὑποκριτοῦ. δεκάκωλοι δέ εἰσιν αἱ περίοδοι, τὸ δὲ μέτρον Ἰωνικὸν ἀπὸ μείζονος, ὧν τὰ μέν ἐστι δίμετρα καταληκτικὰ ἤτοι ἑφθημιμερῆ οἷς καὶ Ἀνακρέ‐ ων ἐχρήσατο, τὰ δὲ ἡμιόλια ἤτοι δίμετρα βραχυκατάληκτα, τὸ τέταρτον καὶ δέκατον ἑκάστης στροφῆς. ἔστι δὲ ἡμιόλιον ὡς εἴρηται τὸ ἔχον τὸ ὅλον καὶ τὸ ἥμισυ τοῦ ὅλου. ταῦτα δὲ τὰ κῶλα ἔχει μὲν τὸν Ἰωνικὸν πόδα, τὰς δʹ συλλαβάς, ἤτοι τὸν παιῶνα, ἔχει δὲ καὶ τὸ δεύτερον τούτου τὰς δύο. μετὰ δὲ περίοδον ἑκάστην τίθεται παράγραφος, ὡς καὶ ἄνω εἴρηται, ἐν δὲ τῇ τελευταίᾳ περιόδῳ παράγραφος καὶ κορωνίς. Lh

### book 1112

ὅτε] ἐπειδή. Γ2

### book 1113

δεδίασι] φοβοῦνται. Γ2

### book 1115a

εὐπαράγωγος] εὐπειθής. VELh

### book 1115b

εὐπαράγωγος] εὐκόλως πιθόμενος καὶ ἐξαπατώμενος. καὶ παρά‐ γεται ἀντὶ τοῦ ἐξαπατᾶται. Γ2

### book 1115c

εὐπαράγωγος] εὐκόλως ὑπείκων τοῖς κολακεύμασιν. Lh

### book 1118

τόν τε λέγοντ’] τὸν ἐπαινοῦντά σε. Lh

### book 1119

κέχηνας] τεταμένος ὁρᾷς. Lh

### book 1121a

νοῦς οὐκ ἔνι ταῖς κόμαις: οἷον ἐν τῷ ἐγκεφάλῳ ὑμῶν· ὅτι ἐκόμων οἱ ἱππεῖς. ἐγκέφαλος οὐκ ἔστιν ὑμῖν, οὐδὲ ἐστὲ φρενήρεις. VEΓΘMLh

### book 1121b

ταῖς κόμαις] ἤγουν τῷ ἐγκεφάλῳ. Γ2

### book 1121c

σκώπτει τοὺς ἱππέας ὡς κομῶντας καὶ ἀνοήτους. Lh

### book 1122

ὅτε] ἐπειδή. Γ2

### book 1124a

ἠλιθιάζω: ἀναισθητῶ, προσποιοῦμαι ἠλίθιος εἶναι. ἀναίσθητοι γὰρ οἱ λίθοι, ἀφ’ οὗ καὶ τὸ ἠλίθιος. ἢ ἀντὶ τοῦ ἀνοηταίνω. VEΓΘM

### book 1124b

ἠλιθιάζω] τὴν ἄνοιαν ὑποκρίνομαι. Γ2

### book 1124c

ἠλιθιάζω] προσποιοῦμαι ἠλίθιος εἶναι, ἤγουν ἑκὼν ἀνοηταίνω. Lh

### book 1126a

βρύλλων: ἐξαπατώμενος, ὑποπίνων καὶ μεθύων. Σύμμαχος δὲ ὑποπίνων, ἐκ μιμήσεως τῆς τῶν παίδων φωνῆς. VEΓΘM

### book 1126b

βρύλλων] πίνων, κερδαίνων. E

### book 1126c

βρύλλων] ἐξαπατώμενος ὑπό τινων καὶ μεθύων. Lh

### book 1126d

Σύμμαχος τὸ “βρύλλων” ἀντὶ τοῦ ὑποπίνων φησίν, ἐκ μετα‐ φορᾶς τῆς τῶν παίδων φωνῆς. ἦχον γάρ τινα ποιοῦσι τὰ παιδία πίνοντα. Lh

### book 1128a

προστάτην: τὸν προϊστάμενον τοῦ δήμου, τουτέστι δημαγωγόν. ΓΘLh

### book 1128b

προστάτην] δημαγωγόν. E

### book 1129a

ὅταν ᾖ πλέως: Φαεινός, ἀντὶ τοῦ πλήρης. τουτέστιν ὅταν ηὐξῆσθαι δοκῇ καὶ μέγας εἶναι. VEΓΘM

### book 1129b

πλέως] πλήρης χρημάτων. Lh

### book 1130

ἄρας ἐπάταξα: κατέβαλον, ἐκ μεγάλου καὶ λαμπροῦ ταπεινὸν ἐποίησα, τουτέστιν ἐάσας πλουτῆσαι δημεύω. VEΓΘMLh

### book 1132

εἴ σοι πυκνότης: σύνεσις, φρόνησις. εἰ συνεχῶς καὶ περὶ πάντας οὕτω φρονοίης. VEΓΘMLh

### book 1134

τούτῳ] τῷ τρόπῳ. Γ2

### book 1135

ἐπίτηδες] κατ’ ἐπιτηδειότητα. Γ2

### book 1136a

ὥσπερ δημοσίους τρέφεις: λείπει βοῦς ἢ ταύρους, ἢ ἄλλο τι τοιοῦτον θῦμα. ἢ δημοσίους τοὺς λεγομένους φαρμακούς, οἵπερ καθαί‐ ρουσι τὰς πόλεις τῷ ἑαυτῶν φόνῳ. ἢ τοὺς δημοσίᾳ τρεφομένους ⟦καὶ ὑπὸ τῆς πόλεωσ⟧. VEΓΘM

### book 1136b

δημοσίους] λείπει βοῦς ἢ ταύρους ἢ ἄλλο τι τοιοῦτον εἰς θῦμα. Lh

### book 1136c

δημοσίους λέγει τοὺς λεγομένους φαρμακούς, οἵπερ καθαίρουσι τὰς πόλεις τῷ ἑαυτῶν φόνῳ. ἔτρεφον γάρ τινας Ἀθηναῖοι λίαν ἀγεννεῖς καὶ πένητας καὶ ἀχρήστους, καὶ ἐν καιρῷ συμφορᾶς τινος ἐπελθούσης τῇ πόλει, λιμοῦ λέγω ἢ τοιούτου τινός, ἔθυον τούτους ἕνεκα τοῦ καθαρθῆναι τοῦ μιάσματος καὶ τῆς ἑαυτῶν κακίας, καὶ θεραπείαν εὑρεῖν τοῦ ἐπικειμένου κακοῦ. οὓς καὶ ἐπωνόμαζον καθάρματα. μέμνηται τούτων ἐν Βατράχοις “οἷσιν ἡ πόλις πρὸ τοῦ οὐδὲ φαρμακοῖσιν εἰκῆ ῥᾳδίως ἐχρήσατ’ ἄν”. Lh

### book 1137-8

κᾆθ’ ὅταν μή σοι τύχῃ ὄψον ὄν: τροπικῶς· ὅταν μή σοι πόρος χρημάτων ᾖ. VEΓΘMLh

### book 1138

ὄψον] ἤγουν πλοῦτος καὶ πόρος χρημάτων. Γ2

### book 1139a

ὃς ἂν ᾖ παχύς: πλούσιος. ἡ μεταφορὰ ἀπὸ τῶν χοίρων. VΓΘMLh

### book 1139b

τούτων] ἀπό. Γ2

### book 1140

ἐπιδειπνεῖς: δημεύεις αὐτῶν τὰς οὐσίας. παρέλκει δὲ ἡ ἐπί. ἢ παρὰ τὸ εἰκός. κάλλιον δὲ “ἐπὶ τῷ θῦσαι δειπνεῖς”. ΓΘMLh

### book 1142

περιέρχομαι: ἐνεδρεύω, ἀπατῶ. ἢ σοφίζομαι καὶ ὑπέρχομαι. VEΓΘLh

### book 1144

ἐξαπατύλλειν] ἐξαπατᾶν. Lh

### book 1146a

οὐδὲ δοκῶν ὁρᾶν: οὐδὲ προσποιούμενος εἰδέναι ἅπερ ἠδίκουν. ΓΓ2ΘLh

### book 1146b

οὐδὲ δοκῶν ὁρᾶν] προσποιούμενος μὴ εἰδέναι. E

### book 1148

ἐξεμεῖν] ἐκβάλλειν τὰ συναχθέντα χρήματα. Lh

### book 1149

ἅττ’ ἂν κεκλόφωσί μου] ὅσα ἂν κεκλοφότες ὦσιν ἐκ τῶν δημοσίων χρημάτων. Lh

### book 1150a

(I) κημόν: κημὸς ὁ κάδος τῶν δικαστῶν, ἔνθα ἔβαλλον τὰς ψήφους. VΘ (II) ἄλλως: κημὸς ὁ ἐπὶ τοῦ καδίσκου, εἰς ὃν τὰς ψήφους καθίεσαν ἐν τοῖς δικαστηρίοις. Κρατῖνος δὲ αὐτὸν ἐν Νόμοις σχοίνινον ἠθμὸν καλεῖ. τοιοῦτος γὰρ ἐγίγνετο καὶ ἦν παρόμοιος χώνῃ, ὡς καὶ Σοφοκλῆς ἐν Ἰνάχῳ. ὕστερον δὲ ἀμφορεῖς δύο ἵσταντο ἐν τοῖς δικαστηρίοις, ὁ μὲν χαλκοῦς, ὁ δὲ ξύλινος. καὶ ὁ μὲν κύριος ἦν, ὁ δὲ ἄκυρος. ἔχει δὲ ὁ χαλκοῦς, ὥς φησιν Ἀριστο‐ τέλης, διερρινημένον ἐπίθεμα, εἰς τὸ αὐτὴν μόνην τὴν ψῆφον καθίεσθαι. πρὸς τοῦτο οὖν ὁ κημός. ἀντὶ δὲ ψήφων ταῖς χοιρίναις οἱ δικασταὶ ἐχρῶντο.

### book 1150a

αὗται δὲ κόγχαι τινές εἰσιν, ὥς φησιν Ἐπαφρόδιτος ἐν ταῖς λέξεσιν. καὶ ὁ τοῖς ἵπποις δὲ περιτιθέμενος οὕτως ἐκαλεῖτο κημός, ὁ καλούμενος φιμός, ὡς Ξενοφῶν ἐν τοῖς περὶ ἱππικῆς. ⟦πλέγμα τι ἐκ σχοινίων γιγνόμενον ὅμοιον ἠθμῷ, ᾧ τὰς πορφύρας λαμβάνουσιν, εἰς ὃ αἱ πορφύραι καὶ τὰ κογχύλια εἰσέρ‐ πουσιν. ἐν αὐτοῖς δὲ τούτοις ἔστι καὶ τὸ δέλεαρ, ὥς φησιν Ἡρωδιανός, παρα‐ τιθέμενος τὰ Σοφοκλέους ἐκ Ποιμένων “κημοῖσι πλεκτοῖς πορφύρας θηρᾷ γένος”.⟧ Αἰσχύλος ἐν Λυκούργῳ ἀλληγορικῶς τοὺς δεσμοὺς κημοὺς εἴρηκε διὰ τούτων “καὶ τούσδε κημοὺς στόματος”. VΘ (III) ἄλλως: Φαεινός· κημὸς ὁ χάβος, ὁ περιτιθέμενος τοῖς ἵπποις. καὶ

### book 1150a

κημῶσαι τὸ συγκλεῖσαι. καὶ οἱ ἰατροὶ δὲ κημῶσαι λέγουσι τὸ τὸν ὀφθαλμὸν φιμῶσαι καὶ μῦσαι. VEΓ2M

### book 1150b

(I) καταμηλῶν: καταμηλοῦν μὲν ἔλεγον τὸ τὴν μήλην καθίεσθαι ὑπὸ τοῦ ἰατροῦ εἰς τὸν λαιμόν, ὡς ποιοῦσι καὶ οἱ ἐμοῦντες. κημὸς δὲ ἐκαλεῖτο τὸ ἐπιτιθέμενον πλέγμα τῷ καδίῳ, δι’ οὗ οἱ δικασταὶ καθίεσαν τὰς ψήφους. τὸ ὅλον οὖν βούλεται ὅτι καταψηφιζόμενος αὐτῶν καὶ δικάζων ἀναγκάζω ἐμεῖν τὰς κλοπάς. VEΓ2ΘM (II) ἄλλως: “καταμηλῶν” ἀντὶ τοῦ καταδικάζων καὶ ἐξοστρακίζων, ἀπὸ μεταφορᾶς τῶν ἰατρῶν τῶν δοκιμαζόντων διὰ τῆς μήλης. VEΓ2M

### book 1150c

κημὸν] χάβον. EΓ2

### book 1150d

καταμηλῶν] καθιεὶς τοῦ λαιμοῦ. EΓ2

### book 1150e

κημὸς ἐκαλεῖτο ὁ κάδος τῶν δικαστῶν ἔνθα ἔβαλλον τὰς ψήφους. δύο δὲ ἵσταντο ἐν τοῖς δικαστηρίοις κάδοι, ὁ μὲν χαλκοῦς, ὁ δὲ ξύλινος, καὶ ὁ μὲν κύριος, ὁ δὲ ἄκυρος. ἔχει δὲ ὁ χαλκοῦς, ὥς φησιν Ἀριστοτέλης, διερρινη‐ μένον ἐπίθεμα εἰς τὸ αὐτὴν μόνην τὴν ψῆφον καθίεσθαι. πρὸς τοῦτο οὖν ὁ κημός. ἀντὶ δὲ ψήφων ταῖς χοιρίναις οἱ δικασταὶ ἐχρῶντο. αὗται δὲ κόγχαι τινὲς ἦσαν, ὥς φησιν Ἐπαφρόδιτος ἐν ταῖς λέξεσι. λέγεται δὲ κημὸς καὶ ὁ τοῖς ἵπποις περιτιθέμενος ἤγουν ὁ καλούμενος φιμός. πλέγμα δέ τί ἐστιν ἐκ σχοινίων ὅμοιον ἠθμῷ, ᾧ τὰς πορφύρας λαμβάνουσιν, εἰς ὃ αἱ πορφύραι καὶ τὰ κογχύλια εἰσέρπουσιν. ἐν αὐτοῖς δὲ τούτοις ἐστὶ καὶ τὸ δέλεαρ, ὥς φησιν Ἡρωδιανός, παρατιθέμενος τὰ Σοφοκλέους ἐκ Ποιμένων “κημοῖσι πλεκταῖς πορφύρας φέρει γένος.” καὶ Αἰσχύλος ἐν Λυκούργῳ ἀλληγορικῶς τοὺς δεσμοὺς κημοὺς εἴρηκε διὰ τούτων “καὶ τούσδε κημοὺς στομάτων”. Lh

### book 1150f

κημὸν] φιμόν. Lh

### book 1150g

καταμηλῶν] εἰσάγων ἐν τῷ στόματι αὐτοῦ καθὰ ποιοῦσιν ἰατροὶ τοῖς ἐμοῦσιν. Lh

### book 1151a

(I) ἄπαγ’ εἰς μακαρίαν: γράφεται “ἔρρ’ εἰς μακαρίαν”, ἀντὶ τοῦ εἰς ὄλεθρον κατ’ εὐφημισμόν. ἐπεὶ καὶ οἱ τεθνεῶτες μακαρῖται λέγονται. VΓΘM (II) ἄλλως: Μακαρία Ἡρακλέους θυγατήρ, ἣν οἱ Ἀθηναῖοι ὑπὲρ αὐτῶν θανοῦσαν πολυτελῶς ἔθαψαν. VΓΘM (III) ἄλλως: κατὰ τὴν Εὐρυσθέως ἐπὶ τὰς Ἀθήνας στρατείαν λόγος Ἡρακλέους θυγατέρα, Μακαρίαν τοὔνομα, ἑαυτὴν ὑπὲρ τῆς πόλεως εἰς σφαγὴν μεταδοῦναι. τοὺς οὖν Ἀθηναίους κατὰ τιμὴν τῆς παιδὸς αὐτοῦ ἄνθη καὶ στεφάνους παρακελεύεσθαι τοῖς ἄλλοις, .... ὡς τὴν παροιμίαν ἐλθεῖν καὶ ἐπὶ τῶν προθυμουμένων τι. αὖθις δὲ καταχρηστικῶς ὡς ἐπὶ πάσης ἀφοσιώσεως. V (IV) ἄλλως: παροιμιῶδες. ἀπὸ Μακαρίας τῆς Ἡρακλέους θυγατρὸς ἐπιδιδούσης ἑαυτὴν ὑπὲρ τῶν ἀδελφῶν ἀποθανεῖν. ἔθαψαν δὲ αὐτὴν οἱ Ἀθηναῖοι θαυμάσαντες καὶ μεγάλως μακαρίσαντες. τοῦτο δ’ ἐγένετο κατὰ τὴν Εὐρυσθέως

### book 1151a

ἐπὶ τὰς Ἀθήνας στρατείαν. ΘM

### book 1151b

ἄπαγ’ εἰς μακαρίαν ἐκποδών] ἢ ὁ Κλέων ἢ ὁ δῆμος. Γ2

### book 1151c

μακαρίαν] κατ’ εὐφημισμόν. Γ2

### book 1151d

φθόρε] ὀλέθριε. EΓ2M

### book 1151e

εἰς μακαρίαν] εἰς ὄλεθρον, κατ’ εὐφημισμόν. Lh

### book 1151f

φθόρε] ὄλεθρε, φθοροποιέ. Lh

### book 1152

μέντοι] δέ. Γ2

### book 1156

προσδοκῶν] ἐπιτηρῶν, σκοπῶν. Γ2

### book 1158a

δρᾶσον] δράσεις. EΓ2

### book 1158b

εἰ δὲ μή] οὐκ οἶδα. EΓ2Lh

### book 1158c

δρᾶσον] Ἀττικῶς ἀντὶ τοῦ δράσεις. Lh

### book 1159a

ἀπὸ βαλβίδων: βαλβὶς ἡ ἄφεσις τῶν δρομέων. μετήνεγκεν οὖν ἀπὸ τῶν περὶ δρόμους ἁμιλλωμένων ἐν τοῖς ἄγωσιν. VΓΘMLh

### book 1159b

βαλβὶς δὲ καλεῖται τὸ ἐν τῇ ἀρχῇ τοῦ δρόμου κείμενον ἐγκαρσίως ξύλον, ὃ καὶ ἀφετηρίαν καλοῦσιν, ὅπερ μετὰ τὸ ἑτοιμασθῆναι τοὺς δρομεῖς εἰς τὸ δραμεῖν ἀφαιρούμενοι ἀφίεσαν τρέχειν· ἀφ’ οὗ καὶ ἀφετηρία ἐκλήθη. βαλβὶς δὲ ἀπὸ τοῦ εἰσβάλλεσθαι βάδην. πρῶτον γὰρ εἰσέρχονται βάδην, εἶτα τοῦ δρόμου ἄρχονται. Lh

### book 1161a

ὑποθεῖν οὐκ ἐῶ: ὑποτρέχειν καὶ ὑποσκελίζειν καὶ ἐμποδὼν ἵστασθαι. VΓΘMLh

### book 1161b

ἄπιτον] ἀπέλθετον. Γ2

### book 1161c

θέοιτ’ ἂν] τρέχετε. Γ2

### book 1162

ἀλλ’ ἦ] ὄντως. Γ2

### book 1163a

ἢ ’γὼ θρύψομαι: ἀντὶ τοῦ συντριβήσομαι, ἢ σφόδρα τρυφήσω καὶ σεμνυνοῦμαι. VΓΘMLh

### book 1163b

ἢ] καὶ. Γ2

### book 1166

μαζίσκην] ἄρτον πεφυραμένον. EΓ2Lh

### book 1167a

ἐκ τῶν ὀλῶν: ὀλαὶ αἱ μεθ’ ἁλῶν μεμιγμέναι κριθαί, καὶ τοῖς θύμασιν ἐπιβαλλόμεναι. πάλιν δὲ εὐφυῶς ὑπομιμνήσκει τῶν ἐν Πύλῳ. VΓΘM

### book 1167b

ὀλῶν] κριθῶν. EΓ2

### book 1167c

τῶν ὀλῶν] τῶν αἱμάτων ἤγουν ἐκ τῆς ἐκεῖ νίκης. Lh

### book 1167d

μεμαγμένην] κατεσκευασμένην. Lh

### book 1168a

μεμυστιλημένας: κατειργασμένας ἤδη καὶ ἑτοίμους, τουτέστι μεμασημένας. VΓΘMLh

### book 1168b

μυστίλας] τροφάς. Lh

### book 1169a

(I) τῇ χειρὶ τἠλεφαντίνῃ: δύο εἰσὶν ἐπὶ τῆς ἀκροπόλεως Ἀθηνᾶς ναοί, ὁ τῆς πολιάδος καὶ ἡ χρυσελεφαντίνη, ἣν ἀπὸ τῶν Μηδικῶν σκύλων κατεσκεύασαν Φειδίου πλάσαντος. VM (II) ἄλλως: ὡς ἐπὶ ἀγάλματος εἶπε διὰ τὸ μέγεθος τῆς μάζης. V

### book 1169b

τῆς θεοῦ] ἤγουν τῆς Ἀθηνᾶς. Γ2

### book 1169c

τἠλεφαντίνῃ] τῇ λαμπρᾷ καὶ λευκῇ. Lh

### book 1170a

ὡς μέγαν ἄρ’ εἶχες: λεληθότως σεμνολογεῖ τὸ μέγεθος τοῦ ἀγάλματος διὰ τούτου. VΓΘM

### book 1170b

λεληθότως σεμνολογεῖ τὸ μέγεθος τοῦ ἀγάλματος διὰ τοῦ εἰπεῖν τὸν δάκτυλον αὐτοῦ μέγαν, ὥσπερ καὶ διὰ τοῦ εἰπεῖν ἐν χειρὶ ἐλεφαντίνῃ τὴν λευκότητα καὶ λαμπρότητα καὶ τὸ κάλλος αὐτοῦ. ἕκαστος δὲ φιλονεικεῖ δεῖξαι τὴν τῆς Ἀθηνᾶς εὔνοιαν ἐν τῇ πόλει, ὡς εἰ τοῦτο δείξειε καὶ τὴν ἑαυτοῦ οἴεται δήλην ποιῆσαι πρὸς τὴν πόλιν εὔνοιαν. Lh

### book 1171a

εὔχρων] ἔχον καλὴν χροιάν, εὐειδές. Γ2

### book 1171b

ἔτνος γε πίσινον] φάβα. Lh

### book 1172a

ἐτόρυνε: ὅτι τὰ ὄσπρια ἐν τῇ ἑψήσει διαθρύπτονται. VΓΘMLh

### book 1172b

ἡ Παλλὰς ἡ Πυλαιμάχος: πάλιν διὰ τὸ ἐν Πύλῳ κατόρθωμα. VΓ2M(bis) Lh

### book 1172c

ἐτόρυνε] ἐτάραξε. Γ2

### book 1172d

ἡ Πυλαίμαχος] ἡ ποιησαμένη μάχην ἐν τῇ Πύλῳ. Γ2

### book 1172e

ἡ Πυλαίμαχος] ἡ ἐν Πύλῳ μαχομένη. M

### book 1172f

αὔθ’] αὐτό. Lh

### book 1173a

ἡ θεός ς’ ἐπισκοπεῖ: προΐσταται καὶ φυλάσσει. V

### book 1173b

ἐπισκοπεῖ] φυλάττει. EΓ2

### book 1173c

ἐπισκοπεῖ] ἐπιτηρεῖ, εἰσφυλάττει, προΐσταταί σου. Lh

### book 1174a

καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ: ἀντὶ τοῦ ὑπερμαχεῖ καὶ ὑπερασπίζει σου. ἀντὶ δὲ τοῦ εἰπεῖν “περικεφαλαίαν”, “χύτραν” εἶπε. VΓΘM

### book 1174b

ὑπερέχει σου χύτραν] ἐπὶ τῆς κεφαλῆς σου τίθησι. “περικεφαλαίαν” ὤφειλεν εἰπεῖν, ὁ δὲ “χύτραν” εἶπεν ὡς μάγειρος. Lh

### book 1175a

οἰκεῖσθ’] σῴζεσθαι. Lh

### book 1175b

τήνδε τὴν πόλιν] τῶν Ἀθηναίων. Lh

### book 1176a

ἡμῶν] καὶ ἐπάνω· ἕνεκεν. Γ2

### book 1176b

τὴν χύτραν] ἤγουν τὴν χεῖρα. EΓ2

### book 1176c

εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε] ἤγουν εἰ μὴ προφανῶς ὑπ’ ἐκείνης ἐφυλαττόμεθα. Lh

### book 1176d

τὴν χύτραν] τὴν χεῖρα δέον εἰπεῖν. Lh

### book 1177a

ἡ Φοβεσιστράτη: ἡ φοβοῦσα τὸν στρατόν· ἑξῆς δὲ τίθησι τὰ ἐπίθετα τῆς θεοῦ. VEΓΘMLh

### book 1177b

τέμαχος] τόμον ἰχθύος. EΓ2Lh

### book 1177c

ἡ Φοβεσιστράτη] ἤγουν ἡ Ἀθηνᾶ ἡ εἰς φόβον ἐμβάλλουσα τὸν στρατόν. Γ2

### book 1178a

ἡ Ὀβριμοπάτρα] ἕτερον ὄνομα τῆς Ἀθηνᾶς. ἤγουν ἡ ἔχουσα ὄβριμον καὶ ἰσχυρὸν πατέρα. Γ2

### book 1178b

Ὀβριμοπάτρα] ἡ ἰσχυρὸν ἔχουσα πατέρα, τὸν Δία. Lh

### book 1179a

χόλικος: χόλικες τὰ παχέα ἔντερα. “χόλικος” δὲ καὶ “ἠνύστρου” ἐκ παραλλήλου τὸ αὐτό. ταῦτα δὲ ἐγκατώδη κρέα. “τόμον” δὲ οἷον τέμαχος. “ἤνυστρον” δὲ ἡ κάτω κοιλία. VEΓΘM

### book 1179b

χόλικος] παχέος ἐντέρου. MLh

### book 1179c

ἠνύστρου] στέρνου. EΓ2

### book 1179d

τόμον] κόμμα. EΓ2

### book 1179e

ἠνύστρου] τῆς κάτω κοιλίας. Lh

### book 1179f

τόμον] τέμαχος. Lh

### book 1180

μεμνημένη] ἐνθυμουμένη. Γ2

### book 1181a

ἡ Γοργολόφα: ἡ ἐκ τῆς κεφαλῆς τῆς Γοργοῦς τὴν περικεφαλαίαν ἔχουσα. ἐλατὴρ δὲ πέμματος εἶδος. τινὲς μὲν ἄζυμα, τινὲς δὲ πεπτά, ὧν εἷς καὶ Εὐριπίδης. ἔπαιξε δὲ τοῖς ὀνόμασι διὰ τὴν περὶ τὰ ναυτικὰ τῶν Ἀθηναίων ἐμπειρίαν. VEΓΘM

### book 1181b

τουτουῒ] ἀπό, ἤγουν μέρος. Γ2

### book 1181c

ἡ Γοργολόφα] ἡ ἐκ τῆς κεφαλῆς τῆς Γοργοῦς τὴν περικεφαλαίαν ἔχουσα. Lh

### book 1182a

ἐλαύνωμεν] κωπηλατῶμεν. Γ2

### book 1182b

ἐλατῆρος] πέμματος εἶδος. τινὲς δὲ ἄζυμα, Εὐριπίδης δὲ πεπτά. Lh

### book 1182c

παίζει τὸ “ἐλατῆρος” εἰπὼν διὰ τὴν περὶ τὰ ναυτικὰ τῶν Ἀθηναίων ἐμπειρίαν. ἐλατῆρες γὰρ καὶ οἱ τὰς κώπας ἐλαύνοντες, καὶ ἐλατὴρ εἶδος πέμ‐ ματος. Lh

### book 1185a

(I) ἐντερόνειαν: τὰ ἐγκοίλια, τὰ ἀπὸ τῆς τρόπιδος ἀνερχόμενα ξύλα, ἐντερόνεια καλεῖται. VEΓΘM (II) ἄλλως: οἱ μὲν τὸ τῶν νεῶν ἔδαφος. οἱ δὲ τὰ ἐγκοίλια. βέλτιον δὲ τὴν τῶν ἐγκοιλίων ὕλην λέγειν. ταῦτα δὲ Ἡρωδιανὸς ἐν τῇ καθόλου προπαροξύνει. “καὶ ἡ ἐντερόνεια δὲ τούτῳ τῷ λόγῳ ὤφειλε συστέλλειν τὸ α καὶ προπαροξύνειν. οὕτω γὰρ τὴν ἐντεριώνην Ἀριστοφάνης ἐν τοῖς Ἱππεῦσιν εἶπεν, ὅπερ ἐστὶ τὸ μεσαίτατον τῆς νεώς, ὅ ἐστι συνεκτικώτατον, ἥτις ἐστὶ τρόπις, ὑπὸ δὲ τῶν ἄλλων μήτρα καλεῖται. φησὶ δὲ ὁ κωμικὸς εἰς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός εἰ μὴ ἄρα ποιητική ἐστιν ἡ ἔκτασις.” VΓΘM

### book 1185b

τὰ ἐγκοίλια τῆς νεὼς ξύλα τὰ εἰς τὴν τρόπιν προσηλωμένα “ἐντε‐ ρόνεια” καλεῖται. νῦν δὲ ὅλην τὴν τρόπιν ἐντερόνειαν καλεῖ, ἥτις ὑπὸ τῶν ἑτέρων μήτρα καλεῖται. ἔστι δὲ τὸ μεσαίτατον τῆς νεώς. Lh

### book 1187a

τρία καὶ δύο: τρία μέρη ὕδατος ἐπιδεχόμενον, οἴνου δὲ δύο. ἀρίστη δὲ κρᾶσις οἴνου δύο μέρη καὶ ὕδατος τρία. VEΓΘMLh

### book 1187b

ἔχε] λάμβανε. Γ2

### book 1187c

κεκραμένον] οἶνον. EΓ2

### book 1188a

ὡς] λίαν. Γ2

### book 1188b

ἡδύς] ὁ οἶνος. Γ2Lh

### book 1188c

κεκραμένον τρία καὶ δύο (1187): τὰ τοῦ ὕδατος μέρη. VΓ2M

### book 1188d

τὰ τρία] μέρη. Lh

### book 1189a

ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν: εὐκαίρως τῷ ἐπι‐ θέτῳ ἐχρήσατο, ἵνα παίξῃ παρὰ τὰ τρία καὶ δύο. βούλεται δὲ δηλοῦν ὅτι καὶ ἡ Ἀθηνᾶ τοιοῦτον αὐτὸν ἐποίησεν, ὡς δύνασθαι τρία μέρη φέρειν ὕδατος. ἢ ὡς ἀπὸ τῶν τριῶν κραμάτων. ἢ ὡς ἀπὸ Τρίτωνος, ποταμοῦ Λιβύης, παρ’ ᾧ ἐτέχθη ἡ Ἀθηνᾶ. VEΓΘMLh

### book 1189b

ἡ Τριτογενὴς] ἤγουν ἡ Ἀθηνᾶ, ἡ γεννηθεῖσα ἐκ τῆς Τριτῶ, ἤγουν ἐκ τοῦ κεφαλαίου. Γ2

### book 1189c

ἐνετριτώνισεν] τρία μέτρα φέρειν ὕδατος ἐποίησε. Lh

### book 1190a

νυν] δή. Lh

### book 1190b

τόμον] τέμαχος. Lh

### book 1192

λαγῷα] λείπει τὰ κρέα. VEΓ2Lh

### book 1194a

θυμέ] ψυχή. Γ2

### book 1194b

βωμολόχον] πανοῦργον, λῃστρικόν. VEΓ2Lh

### book 1194c

ἔξευρέ τι] μηχανήν τινα εὗρε. Γ2

### book 1195

ὁρᾷς τάδε: τὰ λαγῷα δείκνυσιν αὐτῷ καὶ χλευάζει ὡς οὐκ ἔχοντα. VEΓΘMLh

### book 1196

τίνες: οἱ μὲν τὸ αὐτὸ πρόσωπον, ἵν’ ᾖ “τινές”· οἱ δὲ τοῦ Κλέωνος, ἵν’ ᾖ ἐρωτηματικῶς. VEΓΘ

### book 1198

ἐάσεις] λείπει “ἐπιφοιτῆσαι”. VEΓ2Lh

### book 1199a

(I) τὰ λαγῷ’ ἅ σοι φέρω: ὁ Ἀγοράκριτος μεθόδῳ χρῆται πρὸς Κλέωνα, καὶ ἁρπάζων τὰ τοῦ Κλέωνος λαγῷα δίδωσι τῷ Δήμῳ. VEΓΓ2ΘM (II) ἄλλως: ἀπατήσας Ἀγοράκριτος τὸν Κλέωνα τὰ τούτου λαγῷα προσήνεγκε τῷ Δήμῳ. M

### book 1199b

totus versus] ἀπατήσας τὰ Κλέωνος ἤγαγε τῷ Δήμῳ. VE

### book 1199c

ὁ Ἀγοράκριτος μεθόδῳ ἐχρήσατο πρὸς τὸν Κλέωνα, ἵνα αὐτοῦ ἀτενίσαντος ἑτέρωθι εὐχερῶς αὐτὸς ὑφαρπάσῃ τὰ λαγῷα κρέα, ἃ καὶ λαβὼν δίδωσι τῷ Δήμῳ. διὸ “ἀδίκως” φησὶν “ἥρπασας τἀμά.” Lh

### book 1199d

totus versus] ἀπατήσας τὸν Κλέωνα κρέα ἤνεγκε τῷ Δήμῳ ὁ Ἀγοράκριτος ὑφελὼν αὐτά. Lh

### book 1201

καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου: ἥρπασας δηλονότι, ἀπὸ Δημοσ‐ θένους τοῦ στρατηγοῦ. VEΓΘMLh

### book 1202

εἴπ’] εἰπέ. Lh

### book 1203a

τὸ μὲν νόημα τῆς θεοῦ: τοῦτο πρὸς τὴν ἀλαζονείαν τῶν δημα‐ γωγῶν. εἰώθασι γὰρ λέγειν ὅτι ἡ μὲν θεὸς ὑπέβαλέ μοι, ἔπραξα δὲ ἐγώ. οὕτω γὰρ οἱ δημαγωγοὶ ἀστεϊζόμενοι ἔλεγον τὰς ἑαυτῶν ἐπινοίας τῆς θεοῦ. VEΓΘM

### book 1203b

οὕτως οἱ δημαγωγοὶ ἔλεγον ὑπ’ ἀλαζονείας ἀστεϊζόμενοι δῆθεν, “ἡ μὲν θεὸς ὑπέβαλέ μοι, ἐγὼ δὲ ἥρπασα”, τὰς ἑαυτῶν πονηρὰς ἐπινοίας τῇ θεῷ προσάπτοντες. Lh

### book 1205a

οὐ γὰρ ἀλλὰ] ἀντὶ τοῦ καὶ γάρ. VEΓ3

### book 1205b

τοῦ παραθέντος] τὴν τροφήν. Lh

### book 1206

ὑπεραναιδεσθήσομαι: ἀντὶ τοῦ τῇ ἀναιδείᾳ νικηθήσομαι, οἷον ἀναιδέστερός μου φανήσεται. VEΓΘMLh

### book 1207

νῶϊν] συνίζησις. Lh

### book 1210

δόξαιμι] νομισθείην. VEΓ2

### book 1211a

τὴν ἐμὴν κίστην: τὴν κιβωτόν· ταύτῃ δὲ διενήνοχεν, ὅτι ἡ μὲν εἰς ὑποδοχήν ἐστιν ἐδεσμάτων, ἡ δὲ ἱματίων καὶ χρυσοῦ, ἡ κιβωτός. VEΓΘM

### book 1211b

διενήνοχε κίστη καὶ κιβωτός. καὶ ὅτι ἡ μὲν εἰς ὑποδοχήν ἐστιν ἐδεσμάτων, ἡ δὲ ἱματίων καὶ χρυσοῦ, ἡ κιβωτός. καὶ ἡ μὲν εἴη ἂν ἀπὸ τοῦ κεῖσθαι ἐν αὐτῇ σιτία, ἡ δὲ ἀπὸ τοῦ κεῖσθαι ἐν αὐτῇ βίον, ἤγουν χρήματα, ἐξ ὧν τὰ πρὸς ζωὴν ποριζόμεθα. Lh

### book 1211c

τὴν κίστην] τὴν κιβωτόν. Lh

### book 1212a

βασάνισον] ἀντὶ τοῦ γίγνωσκε. VEΓ3

### book 1212b

βασάνισον] διάκρινον. Lh

### book 1213

κἀμέλει] μὴ φρόντιζε. Lh

### book 1215

totus versus] διχῶς· “ἅπαντα γάρ σοι πατρίδιον παρεφόρουν”. VEΓ2

### book 1216

τὰ τοῦ δήμου φρονεῖ: ἀντὶ τοῦ οὐ δωροδοκεῖται. τὴν τοῦ ἀλλαντοπώλου δέ φησιν, ὅτι πάντα τῷ Δήμῳ παρέθηκεν. VEΓΘMLh

### book 1219

totus versus] ἀντὶ τοῦ πάνυ πολὺ τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο. VEΓ3

### book 1220a

τυννουτονί: συλλαβὼν τοὺς δακτύλους φησί. Φαεινὸς δὲ ἀντὶ τοῦ μικρόν. V(bis) EΓΓ3ΘMLh

### book 1220b

τυννουτονί] κόμμα. Γ2

### book 1225a

ἐγὼ δέ τυ: τὸ “τύ” Δωρικῶς ἀντὶ τοῦ σέ. ἔπαιξε δὲ παρὰ τὸ δωροδοκεῖν, Δωριστὶ εἰρηκώς. τὸ δὲ “ἐστεφάνιξα” ἀντὶ τοῦ ἔστεψα, στεφά‐ νοις ἐτίμησα. δημοσίᾳ γὰρ ἐτιμήθη ὁ Κλέων στεφάνῳ. μιμεῖται δὲ τοὺς εἵλωτας, ὅταν στεφανῶσι τὸν Ποσειδῶνα. VEΓΘMLh

### book 1225b

ἐστεφάνιξα] στεφάνοις ἐτίμησα. Lh

### book 1228

περιθῶ] περιβάλλω. Γ2

### book 1233

εἴ τι ξυνοίσεις: εἰ συμφωνήσεις καὶ μεθέξεις. EΓΓ2ΘLh

### book 1236a

(I) εὕστραις: ἀντὶ τοῦ φλογίστραις, ὅπου τὰ ἱερεῖα θύεται. λέγει δὲ ὡς μάγειρος. VEΓΘM (II) ἄλλως: ἐν τοῖς μαγειρείοις. εὕστρα γὰρ τὸ μαδιστήριον, ἀπὸ τοῦ εὕειν καὶ φλογίζειν τοὺς χοίρους. τὸ δὲ “ἡρμοττόμην” ὡς πρὸς μουσικὴν ἀντὶ τοῦ ἐπαιδευόμην. ὁ δὲ στίχος ἐκ Τηλέφου Εὐριπίδου. VEΓΘM (III) ἄλλως: εὕστρα ἡ ὡρίμη κριθή. εἴρηται δὲ καὶ ἀμφίκαυστις παρὰ κωμικοῖς καὶ τραγικοῖς ἀπὸ τοῦ περικεκαῦσθαι. οἱ δὲ τὴν πρώτην ἔκφυσιν τῶν πυρῶν, ἣν λήϊον προσαγορεύουσιν ὡραῖον, διὰ τὸ τοὺς πρωΐμους καέντων τῶν ἀχύρων ἐπιτηδείους εἶναι εἰς τροφήν. VEΓ3

### book 1236b

κονδύλοις] ὑπὸ κονδύλων. Γ2

### book 1236c

εὕστρα ἡ φλογίστρα ὅπου τὰ ἱερεῖα θύεται. λέγει δὲ ὡς μάγειρος. ἢ εὕστραν λέγει τὸ μαδιστήριον, ἀπὸ τοῦ εὕειν καὶ φλογίζειν τοὺς χοίρους. τὸ δὲ “ἡρμοττόμην” ὡς πρὸς μουσικήν, ἀντὶ τοῦ ἐπαιδευόμην. Lh

### book 1236d

εὕστραις] φλογίστραι ὅπου τὰ ἱερεῖα θύεται. Lh

### book 1236e

ἡρμοττόμην] ἐπαιδευόμην. Lh

### book 1238a

εἶεν] ἰαμβικὸν μονόμετρον βραχυκατάληκτον. Lh

### book 1238b

ἐν] ἐν τῷ οἴκῳ. Γ2

### book 1239

ἐπιορκεῖν] λείπει τὸ ἐμάνθανον. VEΓ2Lh

### book 1240a

totus versus] ὁ στίχος ἐκ Τηλέφου Εὐριπίδου. VEΓ2Θ

### book 1240b

ἐργάσῃ] μέλλεις ἐργάσασθαι. Γ2

### book 1241a

ἐξανδρούμενος: τὴν ἡλικίαν ἔχων εἰς ἄνδρα. VEΓΘM

### book 1241b

ἐξανδρούμενος] ἀνὴρ ὤν, εἰς ἄνδρας τελῶν. Γ2

### book 1241c

ἐξανδρούμενος] εἰς ἀνδρῶν ἡλικίαν ἐλθών. Lh

### book 1242a

ἠλλαντοπώλουν] ἀλλᾶντας ἐπώλουν. Γ2

### book 1242b

βινεσκόμην] ἐσυνουσιαζόμην. Γ2

### book 1244

ὀχούμεθα] φερόμεθα. Γ2

### book 1247a

οὗ τὸ τάριχος ὤνιον: εὔωνον. ὅπου τὸ ταριχοπωλεῖον, ἀντὶ τοῦ ὅπου τὰ εὐτελῆ πωλεῖται. VEΓΘM

### book 1247b

οὗ] ὅπου. Γ2

### book 1247c

τάριχος] παστόν. Γ2

### book 1247d

ὤνιον] εὔωνον. ΓLh

### book 1247e

οὗ τὸ τάριχος ὤνιον] ἤγουν ὅπου καὶ τὰ εὐτελῆ πωλεῖται. Lh

### book 1248a

totus versus] τοῦ Σοφοκλέους. Γ2

### book 1248b

πέπρακται] ἐπράχθη. Γ2

### book 1249a

κυλίνδετ’ εἴσω: ἑαυτὸν λέγει ὁ Κλέων. ταῦτα δὲ ἐκ Βελλερο‐ φόντου Εὐριπίδου. τὸ δὲ “κυλίνδετ’” ἀντὶ τοῦ κομίζετε. VEΓΘMLh

### book 1249b

κυλίνδετ’] ἄγετε, κομίζετε. Γ2

### book 1249c

τόνδε τὸν δυσδαίμονα] ἤγουν ἐμέ. Γ2

### book 1251a

σὲ δ’ ἄλλος τις: λείπει “ἀνήρ”. παρῴδησε δὲ ἐξ Ἀλκήστιδος Εὐριπίδου· ἔχει δὲ οὕτως· “σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται, σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως”. VEΓ2M

### book 1251b

λείπω] ἀφίημι. Γ2

### book 1253a

Ἑλλάνιε Ζεῦ: Ἑλλάνιος Ζεὺς ἀπὸ τοῦ αὐχμοῦ ποτε γενομένου, ὅτε ὁ Αἰακὸς συναγαγὼν τοὺς Πανέλληνας ἐξιλεώσατο τὸν Δία. τοῦτο δὲ λέγει ὁ ἀλλαντοπώλης, εἰληφὼς τὸν στέφανον. Ἑλλάνιος δὲ Ζεὺς τιμᾶται ἐν Αἰγίνῃ. VEΓΘM

### book 1253b

Ἑλλάνιος Ζεὺς τιμᾶται ἐν Αἰγίνῃ. αὐχμοῦ γάρ ποτε ἐν Ἑλλάδι γενομένου Αἰακὸς συναγαγὼν τοὺς Πανέλληνας ἐξιλεώσατο τὸν Δία καὶ ὑετὸν ἀπέστειλε. τιμᾶται οὖν ἔκτοτε Ζεὺς Ἑλλάνιος. Lh

### book 1254

ὦ χαῖρε καλλίνικε] τοῦτο λέγει ὁ χορὸς πρὸς τὸν ἀλλαντοπώλην. ELh

### book 1256a

Φανός: Σύμμαχος· φαίνεταί τις γραμματεὺς οὗτος· τῶν πάνυ σπανίων ὄνομα κύριον. κωμῳδεῖ δὲ αὐτὸν ὡς φιλόδικον. Φαεινὸς δέ· φανὸς ὁ καταγγέλλων καὶ φανεροποιῶν τὰ πράγματα καὶ μηνύων, ⟦ἢ⟧ ἀπὸ τοῦ φαίνειν, ὅ ἐστι συκοφαντεῖν. Φανὸς γὰρ κακοπράγμων ἐγένετο φιλόδικος γραμματεύς. ἐπὶ δήμου δὲ ὑπογραφεὺς ἐλέγετο, ὁ δὲ τοῦ βουλευτηρίου ἀντιγραφεύς. δημοσίου δὲ γενομένου 〈ἐγκλήματοσ〉 ἔγραφον ἀμφότεροι τὰ λεγόμενα. VEΓΘM

### book 1256b

Φανὸς] οὗτος κακοπράγμων καὶ φιλόδικος γραμματεύς. Lh

### book 1256c

ὁ μὲν τοῦ δήμου γραμματεὺς ὑπογραφεὺς ἐλέγετο, ὁ δὲ τοῦ βου‐ λευτηρίου ἀντιγραφεύς. τὰ γὰρ ἐν τούτοις λεγόμενα ἔγραφον ἀμφότεροι. Φαεινὸς οὖν τὸν Φανὸν ἀπὸ τοῦ φαίνειν καὶ φανερὰ ποιεῖν τὰ πράγματα λέγει. ἢ ἀπὸ τοῦ φαίνειν, ὅ ἐστι συκοφαντεῖν. κακοπράγμων γὰρ ἦν καὶ φιλόδικος. Lh

### book 1258a

ἐν τἀγορᾷ] ἐτυμολογεῖ τὸ ὄνομα. EΓ2

### book 1258b

ἐν τἀγορᾷ] δημηγορίᾳ. Γ2

### book 1258c

ἐβοσκόμην] διῆγον, ἐτρεφόμην. Lh

### book 1259

ἐπιτρέπω] ἐκδίδωμι. Γ2Lh

### book 1260a

παραδίδωμι] ἤγουν σοί, τῷ Ἀγορακρίτῳ. Γ2

### book 1260b

τὸν Παφλαγόνα] τὸν Κλέωνα. Lh

### book 1260c

παραδίδωμι] αὐτῷ. Lh

### book 1262

ὁμολογεῖν σε] συγκατατίθεσθαι καὶ σέ. Γ2

### book 1263a

τῇ Κεχηναίων πόλει: Ἀθηναίων, ὡς ληρούντων αὐτῶν. ἔπαιξε παρὰ τὸ “Ἀθηναίων”. ἀπὸ δὲ τοῦ κεχηνέναι ἔλαβε τὸ ὄνομα, ὡς μετέωρα τῶν Ἀθηναίων φρονούντων. VEΓΘM

### book 1263b

Κεχηναίων] ἤγουν τῶν Ἀθηναίων. Γ2

### book 1263c

Κεχηναίων] ἔπαιξεν ἀπὸ τοῦ κεχηνέναι αὐτοὺς τοῖς κόλαξι. προεί‐ ρηκε γὰρ πρότερον “τὸν λέγοντα κέχηνας”. Lh

### book 1264a

(ad vv. 1264—1315) κορωνὶς δέ, ἐξιᾶσι γὰρ οἱ ὑποκριταί, καὶ ἔστι συζυγία ἐπιρρηματική, ἧς αἱ μὲν μελικαὶ περίοδοι δεκάκωλοί εἰσι, καὶ αὐτῶν τὸ μὲν πρῶτον ἰαμβικὸν ἑφθημιμερές, τὸ δὲ δεύτερον δακτυλικὸν τρίπουν εἰς δισυλλαβίαν, .... τὸ δὲ τέταρτον τροχαϊκὸν ἑφθημιμερές. τὸ πέμπτον ἐκ τροχαϊκῆς βάσεως καὶ δακτυλικοῦ πενθημιμεροῦς. τὸ ἕκτον ἰαμβικὸν δίμετρον. τὸ ἕβδομον ὁμοίως τῷ πέμπτῳ. τὸ ὀγδόον προσοδιακὸν δωδεκάσημον διαφόρως προσέλαβεν. τὸ ἔνατον ἀναπαιστικόν. τὸ δέκατον ἰαμβικὸν τρίμετρον καταληκτικόν. VEΓΘ

### book 1264b

τί κάλλιον ἀρχομένοισι: τοῦτο ἀρχὴ προσοδίου Πινδάρου. ἔχει δὲ οὕτως “τί κάλλιον ἀρχομένοισιν ἢ καταπαυομένοισιν, ἢ βαθύζωνόν τε Λατὼ καὶ θοᾶν ἵππων ἐλάτειραν ἀεῖσαι”; VEΓΘMLh

### book 1264c

ἀρχομένοισι] λέγειν δηλονότι. Γ2

### book 1264d

totus versus] ὑπόστασις τὸ σχῆμα. M

### book 1265

καταπαυομένοισιν] τέλος λαμβάνουσιν. Γ2

### book 1266a

θοᾶν] Δωρικόν· καὶ θοῶν. Γ2

### book 1266b

ἐλατῆρας] ἤγουν τοὺς ἐλαύνοντας τοὺς ἵππους. Γ2

### book 1266c

ἀείδειν] εὐφημεῖν, ὑμνεῖν. Γ2

### book 1267

Λυσίστρατον] κωμῳδεῖται ὡς κόλαξ οὗτος. ELh

### book 1268a

μηδὲ Θούμαντιν: οὗτοι πένητες διεβάλλοντο. δεῖ οὖν, φησί, τοὺς μὲν ἱππέας ἐπαινεῖν, ἐκείνους δὲ τοὺς πένητας μὴ διαβάλλειν. VEΓΘMLh

### book 1267-8

Λυσίστρατον] οὗτος ὡς κόλαξ κωμῳδεῖται καὶ ὡς πένης· καὶ ὁ Θούμαντις. δεῖ οὖν, φησί, τοὺς ἱππέας ἐπαινεῖν, ἐκείνους δὲ τοὺς πένητας μὴ διαβάλλειν. Γ2

### book 1268b

μηδὲ] ποιεῖν ἐστι κακὸν δηλονότι. Γ2

### book 1268c

Θούμαντιν] πένης οὗτος καὶ μάντις. E

### book 1268d

Θούμαντιν] ἐς τόν. Γ2

### book 1268e

ἀνέστιον] ἄοικον. EΓ2

### book 1268f

αὖ] πάλιν. Γ2

### book 1268g

λυπεῖν] θλίψιν ποιεῖν. Γ2

### book 1269

ἑκούσῃ] βουλομένῃ. Γ2

### book 1271a

θαλεροῖς δακρύοις: ἀντὶ τοῦ ἀεὶ μετὰ δακρύων ἱκετεύει σε τῆς πενίας ἕνεκεν, ἀπαλλαγῆναι ταύτης ἀξιῶν. ἱκετεύει δὲ ἁπτόμενος τῆς σῆς φαρέτρας διὰ τὸ κακῶς πένεσθαι. VEΓΘMLh

### book 1271b

θαλεροῖς] σὺν πολλοῖς. Γ2

### book 1271c

πεινῇ] πεινᾷ. Lh

### book 1271d

θαλεροῖς] διύγροις. Lh

### book 1272

φαρέτρας] βελοθήκης. Lh

### book 1273a

δίᾳ] ἤγουν τῷ ἐνδίῳ. Γ2

### book 1273b

Πυθῶνι] ἐν Πυθῶνι. Lh

### book 1274a

λοιδορῆσαι: τῆς παραβάσεώς ἐστι μέρος. κωμῳδεῖ δὲ καὶ καθάπ‐ τεται Ἀριφράδους ὡς ἀσελγαίνοντος καὶ ἀσχημονοῦντος αἰσχρῶς, καὶ παρὰ φύσιν προσιόντος ταῖς γυναιξί. τὸ δὲ τοὺς πονηροὺς λοιδορεῖσθαι τιμὴ γίγνεται τοῖς ἀγαθοῖς. VEΓΘM

### book 1274b

οὐδὲν] οὐδαμῶς. Γ2

### book 1274c

ἐπίφθονον] βαρύ. Γ2

### book 1274d

παράβασις· ἐστὶ ὁ χορός. M

### book 1274e

λοιδορῆσαι] σκῶψαι. Lh

### book 1274f

οὐδέν ἐστ’ ἐπίφθονον] ἤγουν οὐ δόξειεν ἀπὸ φθόνου γίνεσθαι. Lh

### book 1275

εὖ λογίζεται] ὀρθῶς σκοπεῖ τὰ πράγματα. Lh

### book 1276

ὃν δεῖ πόλλ’ ἀκοῦσαι: οἷον ὃν δεῖ λοιδορηθῆναι. λέγει δὲ τὸν Ἀριφράδην. VEΓ2

### book 1277a

(I) οὗτος ἦν ἔνδηλος: ὃν θέλω λέγειν ὑμῖν οὐκ ἔστιν ἐπίσημος· τούτου χάριν δι’ ἑτέρου τοὺς τρόπους δηλῶσαι θέλω. τοῦτο δὲ λέγει, ὡς τοῦ Ἀριγνώτου μὲν γιγνωσκομένου, Ἀριφράδους δὲ ἀσήμου ὄντος ⟦ἀπὸ δὲ τούτου γιγνωσκομένου⟧ VEΓΘM (II) ἄλλως: τὸν Ἀριφράδην λέγει. Ἀριφράδους δὲ δύο παῖδες, Ἀρίγνω‐ τος καὶ Ἀριφράδης ὁμώνυμος τῷ πατρί. VEΓΘM

### book 1277b

ἐμνήσθην] ἐμεμνήμην. EΓ2M

### book 1278a

Ἀρίγνωτον γὰρ: ἀντὶ τοῦ ἔστι γὰρ δῆλος, καὶ οὐκ ἔστιν ὅστις οὐκ οἶδεν αὐτόν. οὗτος οὖν ὁ Ἀρίγνωτος διεβάλλετο καὶ ὡς ἀρρητοποιός. Ἀρίγνωτος δὲ οὗτος κιθαρῳδὸς ἦν. διόπερ καὶ τὸν ὄρθιον νόμον ἔφη αὐτὸν εἰδέναι. δοκεῖ δὲ καὶ παροιμιώδης εἶναι ὁ λόγος, ὅστις οἶδε τὸ λευκὸν καὶ τὸ μέλαν· παρὰ τοῦτο οὖν ἐποίησεν. εἰρωνεύεται δὲ πρὸς αὐτόν, ὅτι οὐκ ἂν αὐτοῦ ἐμνήσθην χρηστοῦ ὄντος, εἰ μὴ εἶχε πονηρὸν ἀδελφόν. ὁ γὰρ Ἀρίγνωτος ὕστατος ἦν. VEΓΘM

### book 1278b

Ἀρίγνωτον] ἀπὸ τοῦ ἀρι, ἀντὶ τοῦ ἄγαν, καὶ τοῦ γνωστόν. Γ2

### book 1278c

totus versus] ὡς τοῦ Ἀριγνώτου μὲν γινωσκομένου, Ἀριφράδου δὲ ἀσήμου ὄντος, ἀπὸ δὲ τούτου γινωσκομένου. Lh

### book 1278d

οὗτος ὁ Ἀρίγνωτος διεβάλλετο ὡς ἀρρητοποιός. δοκεῖ ὁ λόγος παροιμιώδης ἐπὶ τῶν ἄγαν φανερῶν, ὅστις οἶδε τὸ λευκὸν καὶ τὸ μέλαν. παρὰ τοῦτο οὖν ἐποίησεν. εἰρωνεύεται δὲ πρὸς αὐτὸν ὅτι οὐκ ἂν αὐτοῦ ἐμνήσθη χρησ‐ τοῦ ὄντος εἰ μὴ εἶχε πονηρὸν ἀδελφόν. Lh

### book 1279a

(I) ὅστις ἢ τὸ λευκόν: Ἀρίσταρχος· παρὰ τὸ λεγόμενον, εἴ τις οἶδε τὸ λευκὸν ἢ τὸ μέλαν. οἱ δὲ λέγουσιν Ἀρίγνωτον κιθαρῳδόν, ὃς ᾖδε τὸν ὄρθιον καλούμενον νόμον καὶ τὸν λευκόν, οἵτινες ἐθαυμάζοντο τῷ τότε χρόνῳ. VEΓΘ (II) ἄλλως: παροιμία ἐστίν, ἐπὶ τῶν πάνυ φανερῶν. ὃ οὖν θέλει εἰπεῖν, τοιοῦτόν ἐστιν· οὐδείς ἐστιν ὅστις 〈οὐκ〉 οἶδε τὸ λευκὸν ἢ τὸ μέλαν, ὁ μὴ ἐπι‐ στάμενος. VEΓΘ

### book 1279b

ὅστις τὸ λευκὸν οἶδεν] παροιμία ἐπὶ τῶν ἄγαν γιγνωσκόντων τὸ πρᾶγμα. Γ2

### book 1279c

ὄρθιον νόμον] ἐπεὶ κιθαρῳδὸς ἦν ὁ κωμῳδούμενος. E

### book 1279d

ὄρθιον νόμον] εἶδος μέλους. μουσικὸς γὰρ ἦν. Γ2

### book 1279e

ὄρθιον νόμον] ὁ Ἀρίγνωτος οὗτος κιθαρῳδὸς ἦν, δι’ ὅπερ καὶ τὸν ὄρθιον νόμον ἔφη αὐτὸν εἰδέναι. Lh

### book 1280a

τοὺς τρόπους] εἰς. Γ2

### book 1280b

τοὺς τρόπους] κατά. Γ3

### book 1280c

αὐτῷ] τῷ Ἀριγνώτῳ. Lh

### book 1280d

οὐ συγγενής] οὐκ ἀδελφός, οὐχ ὅμοιος. Lh

### book 1281a

τοῦτο] τὸ εἶναι πονηρός. EΓ2Lh

### book 1281b

βούλεται] ἐφίεται. Γ2

### book 1281c

πονηρὸς] τὸν Ἀριφράδην κωμῳδεῖ ὡς ἀσελγαίνοντα καὶ ἀσχημονοῦν‐ τα αἰσχρῶς καὶ παρὰ φύσιν προσιόντα ταῖς γυναιξίν. Lh

### book 1283

προσεξηύρηκε] ἤγουν πρὸς τῇ πονηρίᾳ. Γ2

### book 1284

λυμαίνεται] βλάπτει. Γ2

### book 1285a

ἐν κασαυρίοισι: διχῶς, ἐν κασαλβίοισι. ἀντὶ τοῦ ἐν πορνείοις. VEΓΘMLh

### book 1285b

τὴν ἀπόπτυστον δρόσον: τὴν τῶν αἰδοίων φησί, τουτέστι τὸ σπέρμα. VEΓΘMLh

### book 1285c

τὴν ἀπόπτυστον δρόσον] τὸ σπέρμα τῶν αἰδοίων. M

### book 1286a

ἐσχάρας: τὰ χείλη τῶν γυναικείων αἰδοίων. VEΓ2M

### book 1286b

μολύνων γέρων γὰρ ἦν. Lh

### book 1286c

τὰς ἐσχάρας] τὰς θυσίας. Lh

### book 1287a

Πολυμνήστεια: μέλη Πολυμνήστου Κολοφωνίου· κιθαρῳδὸς δὲ ἦν οὗτος· Κρατῖνος “καὶ Πολυμνήστει’ ἀείδει, μουσικήν τε μανθάνει”. κωμῳδεῖται δὲ καὶ οὗτος ἐν τοῖς αὐτοῖς. Πολύμνηστος δὲ καὶ Οἰώνιχος ὅμοιοι ἀρρητοποιοί. VEΓΘM

### book 1287b

Πολυμνήστειά φησι μέλη τὰ τοῦ Πολυμνήστου τοῦ Κολοφωνίου. κιθαρῳδὸς δὲ ἦν οὗτος. κωμῳδεῖται δὲ καὶ οὗτος ἐν τοῖς αὐτοῖς. Πολύμνηστος δὲ καὶ ὁ Οἰώνιχος ὅμοιοι ἀρρητοποιοί. Lh

### book 1288

βδελύττεται] ἀποστρέφεται, μισεῖ. Γ2

### book 1289

ἐκ ταὐτοῦ: ὅτι αἰσχρὸν τὸ τούτων ποτήριον, διὰ τὸ λείχειν αὐτοὺς τὰ γυναικεῖα αἰδοῖα. VEΓΘMLh

### book 1290a

ἦ πολλάκις ἐννυχίαισι] Εὐριπίδειος ἡ παρῳδία, ἐξ Ἱππολύτου. VEMLh

### book 1290b

ἦ πολλάκις ἐννυχίαισι] ἐξ Ἱππολύτου Εὐριπίδου. Γ2

### book 1290c

ἦ] ὄντως, νὴ Δία. Γ2

### book 1290d

ἐννυχίαισι] νυκτερίναις, ἤγουν κατὰ τὸν καιρὸν τῆς νυκτός. Γ2

### book 1291

φροντίσι συγγεγένημαι: ἐκ τοῦ “ὅστις οὖν τοιοῦτον ἄνδρα” φασί τινες Εὐπόλιδος εἶναι τὴν παράβασιν, εἴ γέ φησιν Εὔπολις “ξυνεποίησα τῷ φαλακρῷ”. VEΓ3

### book 1292a

φαύλως] ὡς ἔτυχεν. VEΓ2Lh

### book 1292b

φαύλως] εὐχερῶς. Γ2

### book 1292c

ὁπόθεν ποτε] κατὰ τίνα δήποτε τρόπον. Γ2

### book 1293

ἐσθίει Κλεώνυμος: τοῦτον ὡς δαπανηρὸν καὶ πολλάκις ἐσθίοντα διασύρει, ἅμα δὲ καὶ δειλόν. VEΓ3M

### book 1294a

ἐρεπτόμενον] ἐμφαντικῶς ὡς ἐπὶ κτήνους. VELh

### book 1294b

ἐρεπτόμενον] ὡς ἐπὶ κτήνους· ἐσθίοντα. Γ2

### book 1296a

οὐκ ἂν] οὐδαμῶς· καὶ οὐκ ἔστι δυνατόν. Γ2

### book 1296b

τῆς σιπύης] τῆς ἀρτοθήκης. VEΓ2Lh

### book 1297a

totus versus] ὡς φοβουμένων τῶν ἐξωθούντων αὐτόν. Γ2

### book 1297b

ἀντιβολεῖν] φασί. Γ2

### book 1297c

ὅμως] ἤγουν παρ’ ὃ χρή. Γ2

### book 1298

ἴθ’ ὦ ἄνα: πορεύθητι· ὡς καὶ τὸ γειτνιᾶν αὐτῷ φοβουμένων τῶν ἐξωθούντων αὐτόν. VEΓ3MLh

### book 1299

< Lh

### book 1300

totus versus] σωματοποιεῖ τὰς τριήρεις. EΓ2MLh

### book 1301

λέξαι] φασί. Γ2

### book 1302a

οὐδὲ πυνθάνεσθε: οὐδὲ αἴσθεσθε. τὰς μηδέπω δὲ πλευσάσας παρθένους εἴρηκε, τὰς δὲ πλευσάσας γραίας. VEG3ΘMLh

### book 1302b

ὦ παρθένοι] τὰς οὔπω δὲ πλευσάσας παρθένους εἴρηκε. Γ2

### book 1302c

totus versus] ὁ στίχος παρὰ τὰ ἐξ Ἀλκμαίωνος Εὐριπίδου. VEΘMLh

### book 1302d

πυνθάνεσθε] ἀκούετε. Γ2

### book 1302e

πυνθάνεσθε] ἠκούσατε, ᾐσθάνθητε. Lh

### book 1303a

ἐς Καρχηδόνα: πόλις Θρᾴκης, παρὰ τὸ Βυζάντιον. VEΓ2MLh

### book 1303b

εἰς Καρχηδόνα] ἀπελθεῖν δηλονότι. Γ2

### book 1303c

ἡμῶν] ἀφ’. Γ2

### book 1304a

ὀξίνην Ὑπέρβολον: ὀξίδες ἃ καλοῦμεν ὀξυβάφια, λυχνοποιὸς δὲ ὁ Ὑπέρβολος. τινὲς δὲ τὰ κεράμεα, ἅ ἐστιν ὄξους δεκτικά, κεραμεὺς δὲ ὁ Ὑπέρβολος. μετὰ δὲ τὴν ἀποβολὴν τοῦ Κλέωνος εὐθέως ὑπερεβάλλετο ὑπὸ τοῦ Ὑπερβόλου· μετ’ αὐτὸν γὰρ ἐπολιτεύσατο. VEΓΘM

### book 1304b

ἐν Νεφέλαις μὲν λυχνοποιὸν τὸν Ὑπέρβολον λέγει, ἐνταῦθα δὲ ὡς κεραμέα κωμῳδεῖ ὀξίδας ποιοῦντα. ὀξὶς γὰρ τὸ ὀξύβαφον ἀγγεῖον, ἤγουν τὸ ὄξους δεκτικόν. Lh

### book 1304c

ὀξίνην] τὰς ὀξίδας ποιοῦντα· κεραμεὺς γὰρ ἦν. Lh

### book 1304d

Ὑπέρβολον] μετὰ Κλέωνα Ὑπέρβολος ἐπολιτεύσατο. Lh

### book 1305

δόξαι] ὑπολαβεῖν. Γ2

### book 1306a

ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει: ἥτις ἦν οὔπω δεδομένη τριηράρχῳ, μηδὲ πλεύσασα, ἀλλὰ νεωστὶ κατασκευασθεῖσα, ἣν ἄνω εἶπε παρθένον. VEΓΘM

### book 1306b

εἰπεῖν] φασί. Γ2

### book 1306c

ἆσσον] πλησίον. Γ2

### book 1306d

ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει] οὐκ ἐδόθη τριηράρχῳ ἀνδρί, ἀλλ’ ἦν ἔτι παρθένος. Lh

### book 1307a

ἀποτρόπαι’] λείπει “ὦ Ζεῦ”. VEΓ2Θ

### book 1307b

ἐάν με χρῇ] λείπει τὸ “ἀποδοθῆναι αὐτῷ”. VEΓ2Θ

### book 1307c

ἀποτρόπαι’] λείπει τὸ “Ζεῦ” ἢ “Ἄπολλον”. Lh

### book 1307d

ἐάν με χρῇ] λείπει “δοθῆναι”. Lh

### book 1308

ὑπὸ τερηδόνων: σηπεδόνων ἢ σκωλήκων. VEΓΓ2ΘMLh

### book 1309a

Ναυφάντης γε τῆς Ναύσωνος: πεποίηται ταῦτα τὰ ὀνόματα παρὰ τὴν ναῦν· ἀπὸ κοινοῦ δὲ τὸ “ἄρξει”. VEΓΘMLh

### book 1309b

οὐδέ] ἄρξει. Γ2

### book 1310a

εἴπερ ἐκ πεύκης γε κἀγώ: ὡσανεὶ ἔλεγεν “εἴπερ ἐξ ἀνθρώπων εἰμὶ κἀγώ”. οὐχ ἁπλῶς δέ, ἀλλ’ οἷον “εἰ χολὴν ἔχω”. ἀπὸ τούτου τὸ πευκε‐ δανόν. VEΓΘMLh

### book 1310b

εἴπερ] ἐπεὶ ἢ ἐάν. Γ2

### book 1310c

ἐπηγνύμην] ἐκατεσκευάσθην. Γ2

### book 1311a

ταῦτ’] τὸ ἄρχειν ἐκεῖνον. VEΓ2Lh

### book 1311b

δοκῶ] ἐδόκει μοι, κρίνω. Γ2

### book 1312a

εἰς τὸ Θησεῖον: ἐνταῦθα οἱ καταφεύγοντες τῶν ἱκετῶν ἀσυλίαν εἶχον. μέσον δὲ τῆς πόλεως ἦν τῶν Ἀθηνῶν. VEΓ2ΘM

### book 1312b

ἢ ’πὶ τῶν σεμνῶν θεῶν: εἰς τὸ τῶν Ἐρινύων ἱερόν. καὶ ἐνταῦθα δὲ οἱ ἱκέται ἔφευγον. VEΘM

### book 1312c

ἐπὶ τῶν σεμνῶν θεῶν] εἰς τὸ τῶν Ἐρινύων. Γ2

### book 1312d

οἱ καταφεύγοντες εἰς τὸ Θησέως ἱερὸν τῶν οἰκετῶν ἀσύλως εἶχον. οὐ μόνον δὲ ἐν τούτῳ, ἀλλὰ καὶ εἰς τὸ τῶν Ἐριννύων. κατέφευγον γὰρ καὶ ἐν τούτῳ. Lh

### book 1312e

σεμνῶν θεῶν] τῶν Ἐριννύων. Lh

### book 1313a

ἐγχανεῖται] καταπτύσει, ἐνυβρίσει. VEΘLh

### book 1313b

στρατηγῶν] ἤγουν στολαρχῶν. Lh

### book 1315a

τὰς σκάφας] τὰ ξύλινα ἀγγεῖα. VEΘLh

### book 1315b

ἐπώλει τοὺς λύχνους: ὅτι λυχνοπώλης ἦν. VEΘLh

### book 1315c

καθελκύσας] εἰς τὴν θάλασσαν. Γ2

### book 1316a

(ad vv. 1316—34) εὐφημεῖν χρή: στίχοι ἐν ἐκθέσει ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ ιεʹ. VEΓΘ

### book 1317b

κλείειν] κατά. Γ2

### book 1317

ἥδε γέγηθεν: ὅτι φιλόδικοι οἱ Ἀθηναῖοι. EΓΘLh

### book 1318a

παιωνίζειν: ὕμνον παιᾶνα ἄδειν. EΓΓ2ΘLh

### book 1318b

ἐπὶ] καὶ μετὰ καὶ ἕνεκεν. Γ2

### book 1318c

παιωνίζειν] χρή. Γ2

### book 1318d

τὸ θέατρον] ἤγουν τοὺς ἀκροατάς. Γ2

### book 1320a

ἐφ’ ὅτῳ κνισῶμεν ἀγυιάς: ἔθυον γὰρ πρὸ τῶν εὐαγγελιῶν πρὸ τῶν πυλῶν ἕκαστος. ἀγυιὰς δὲ τοὺς ἀγυιαίους θεούς. ἀντὶ τοῦ θυσίας ἐπιτελοῦμεν τοῖς θεοῖς. VEΓΘM

### book 1320b

ἔθος ἦν θύειν τοῖς ἐν ἀγυιαῖς ἱσταμένοις θεοῖς ἐπὶ ταῖς ἐρχομέναις ἀγγελίαις, ὡς ἂν εἰ ἀγαθαὶ εἶεν, ἐπινεύσαιεν ταύταις, εἰ δὲ τοὐναντίον, ἀπο‐ τρέψαιεν. Lh

### book 1320c

κνισῶμεν ἀγυιάς] θύομεν τοῖς ἐν ἀγυιαῖς θεοῖς. Lh

### book 1321a

ἀφεψήσας: καλῶς ὡς μάγειρος, ὥσπερ ἡ Μήδεια λέγεται τὰς τροφοὺς τοῦ Διονύσου ἀφεψήσασα ἀνανεάσαι ποιῆσαι. VEΓΘM

### book 1321b

ἀφεψήσας] ἀνανεάσαι ποιήσας ὥσπερ ἡ Μήδεια λέγεται τὰς τροφοὺς τοῦ Διονύσου ἀφεψήσασθαι. Lh

### book 1323

ἰοστεφάνοις: ἴῳ στεφανουμέναις. ἴον δὲ καὶ λευκὸν ἄνθος καὶ μέλαν. κωμῳδεῖ δὲ τοὺς λυρικούς. VEΓ2ΘMLh

### book 1325a

Ἀριστείδῃ πρότερον: ἄριστοι ἐγένοντο ἀμφότεροι, Ἀριστείδης τε ὁ δίκαιος ἐπικαλούμενος καὶ Μιλτιάδης ὁ στρατηγός· οὗτος ἐν Μαραθῶνι ἐστρατήγησε. τοιοῦτος οὖν, φησίν, ὁ Δῆμος, καὶ ἐν τοιαύτῃ καταστάσει οἷος ἦν πολιτευομένων ἐκείνων. VEΓΘMLh

### book 1325b

οἷόσπερ] τοιοῦτος ἐγένετο καὶ νῦν. Γ2

### book 1325c

ξυνεσίτει] συνήσθιε. Γ2

### book 1326

ψόφος] κτύπος. Γ2

### book 1327a

ἀλλ’ ὀλολύξατε: εὔξασθε, ἀνευφημήσατε· καὶ Ὅμηρος “αἳ δ’ ὀλολυγῇ πᾶσαι”. VEΓ2M

### book 1327b

ὀλολύξατε] εὔξασθε, εὐφημήσατε. Lh

### book 1328

ἵν’] ὅπου. Γ2

### book 1329a

ἀριζήλωτοι: πλήρεις ἢ γέμουσαι κατορθωμάτων. VEΓ3ΘLh

### book 1329b

totus versus] ἀπὸ Πινδάρου παρῴδηται. EΓ2Lh

### book 1330

μόναρχον] τὸν Δῆμον. Γ2

### book 1331a

τεττιγοφόρος: ἔθος ἦν τοῖς Ἀθηναίοις τὸ παλαιὸν τέττιξι χρυσοῖς ἀναδεῖσθαι τὴν κόμην, ὡς Θουκυδίδης. οὕτω δὲ οἱ εὐγενεῖς ἐφόρουν παῖδες καὶ ἄνδρες ἀναπλέκοντες εἰς τὴν κεφαλήν. δηλοῖ δὲ ὅτι αὐτόχθονες ἦσαν. VEΓΘMLh

### book 1331b

τεττιγοφόρος] φορῶν τοὺς τέττιγας· ἔθος γὰρ εἶχον φορεῖν ⟦τὰ πτερὰ⟧ τοὺς τέττιγας, ὡς ἐκ γῆς φυομένων καὶ ἐκείνων. Γ2

### book 1331c

ὅδ’ ἐκεῖνος] ὁ Δῆμος. Γ2

### book 1331d

ὅδ’ ἐκεῖνος] ποταμὸς ἡδὺς πιεῖν. Γ2

### book 1331e

ὁρᾶν] ὥστε. Γ2

### book 1331f

τεττιγοφόρος] πεπλεγμένος ἐν τέττιγι. Lh

### book 1332a

οὐ χοιρινῶν ὄζων: ὅτι χοιρίναις ἐχρῶντο πρότερον πρὸ τῶν ψήφων· εἰσὶ δέ τινες κόγχαι θαλάσσιαι. “σπονδῶν” δέ, τῶν τῆς εἰρήνης. VEΓΘM

### book 1332b

χοιρινῶν] ψήφων. Γ2

### book 1332c

σπονδῶν] φιλιῶν. Γ2

### book 1332d

κατάλειπτος] κατειλημμένος. Γ2

### book 1332e

ὅτι χοιρίναις ἐχρῶντο πρότερον πρὸ τῶν ψήφων, ὡς προείρηται. εἰσὶ δὲ κόγχαι θαλάσσιαι. Lh

### book 1332f

σπονδῶν] τῶν τῆς εἰρήνης. Lh

### book 1334a

(I) τοὐν Μαραθῶνι τροπαίου: εἰκότως τούτου ἐμνημόνευσεν, ἐπειδὴ Ἀθηναῖοι μόνοι ἐν Μαραθῶνι τοὺς βαρβάρους ἐνίκησαν. ἡ γὰρ ἐν Σαλαμῖνι νίκη καὶ ἡ ἐν Πλαταιαῖς ἐδόκει κοινὸν ἔργον εἶναι πάντων τῶν Ἑλλήνων. VEΓΘMLh (II) ἄλλως: μόνου τούτου μέμνηται, ὅτι τὰ μὲν ἄλλα κατορθώματα κοινῇ πᾶσα ἡ Ἑλλὰς ἐποίησε κατὰ τῶν βαρβάρων, τὸ δ’ ἐν Μαραθῶνι μόνοι οἱ Ἀθηναῖοι. VEΓ3

### book 1334b

καὶ τοὐν Μαραθῶνι τροπαίου: τῆς κατὰ τῶν βαρβάρων νίκης καὶ τοῦ τροπαίου οὗπερ ἔστησαν ἐν Μαραθῶνι καταναυμαχήσαντες αὐτοὺς καὶ νικήσαντες. VEΓΘ

### book 1334c

ἄξια πράττεις] ἀντὶ τοῦ εὐτυχεῖς ἢ ἀξίως πολιτεύῃ τῆς πόλεως. Γ2

### book 1334d

τροπαίου] τῆς κατὰ τῶν βαρβάρων νίκης. Lh

### book 1335

(ad vv. 1335—1408) ὦ φίλτατ’ ἀνδρῶν: ἐν εἰσθέσει ἴαμβοι τρίμετροι ἀκατάληκτοι οδʹ, καὶ μετὰ τὸν τελευταῖον κορωνὶς ἡ τοῦ δράματος. VEΓΘ

### book 1337a

ἀλλ’ ὦ μέλε: τὸ “ὦ μέλε” οὐκ ἐπὶ βλασφημίας ἔταττον. VEΓΘMLh

### book 1337b

ὦ μέλε] μέση λέξις τοῦτο. Γ2

### book 1338

νομίζοις] ἐνόμιζες· τὸ εὐκτικὸν ἀντὶ τοῦ παρεληλυθότος. Γ2

### book 1339

ἦν] ἀντὶ τοῦ ἔα, ὑπῆρχον. E

### book 1340

ἐν τῇ ἐκκλησίᾳ: εἴ τις πρὸς χάριν λέγων κολακεύσειέ σε ἐρᾶν σου προσποιούμενος. τοιούτοις γὰρ οἱ στρατηγοὶ ἐκολάκευον τὸν δῆμον ῥήμασιν. VEΓ2ΘM

### book 1340b

ὁπότ’ εἴποι τις] εἴ τις πρὸς χάριν λέγων κολακεύσειέ σοι. Lh

### book 1342a

προβουλεύω] ἤγουν προμηθεύομαι ὑπὲρ σοῦ. Γ2

### book 1342b

κήδομαί σου καὶ προβουλεύω] προσποιούμενος ἐρᾶν σου· τοιούτοις γὰρ οἱ στρατηγοὶ ἐκολάκευον τὸν δῆμον ῥήμασι. Lh

### book 1343

τούτοις] ἐπανάληψις. Γ2

### book 1344a

(I) ἀνωρτάλιζες: ἐμετεωρίζου καὶ μέγα ἐφρόνεις. ἢ ἀντὶ τοῦ ἀνεκουφίζου, ὠχοῦ, ἐπῄρου, καὶ ταχέως ἐπίστευες πρὶν δοκιμάσαι· ὀρταλίζειν δὲ λέγεται ἐπὶ τῶν ἀρχομένων ἀναπτερύσσεσθαι ὀρνίθων. VEΓ2ΘM (II) ἄλλως: ὄρω ἐστὶ ῥῆμα βαρύτονον. ἔνθεν “ὅτε τ’ ὤρετο μητιέτα Ζεύς”. ἀφ’ οὗ ὄνομα ῥηματικὸν ὄρτος, καὶ ὀρτῶ ῥῆμα. τὸ δὲ ὀρτῶ ῥῆμα ποιεῖ τὸ ὀρτίζω, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ὀρταλίζω. δηλοῖ δὲ τὸ ὀρταλίζειν τὸ ἀναρρίπτειν τὰ νήπια τῶν παιδίων. οἷον ὀρούειν ποιεῖν εἰς ὕψος· κατεχρῶντο δὲ τῇ λέξει καὶ ἐπὶ ἄλλης κινήσεως, ἥντινα ἔδει κινεῖσθαι. VEΓ3M

### book 1344b

κἀκερουτίας: τὴν κεφαλὴν ἀνέτεινες δίκην τῶν κερατοφόρων ζῴων ⟦ὅτι εὐειδῆ· τινὲς δέ, μετεωρίζοντα τὴν κορυφήν⟧. δηλοῖ δὲ τὸ γαυριᾶν. ὡς ἔλαφος, φησίν, ἠγάλλου τοῖς κέρασιν. ἀπὸ δὲ τῶν κερατοφυούντων ἡ λέξις. ἑξῆς οὖν τοῦ πτερόφυτον εἶπε τὸ κερατοφυεῖν. VEΓ2ΘM

### book 1345

ἀντὶ τούτων] ἤγουν ἐπὶ τούτοις τοῖς λόγοις. Γ2

### book 1347

ἐξεπετάννυτο: ἐξηνοίγετο· τουτέστι ῥᾳδίως ἐπείθου τοῖς λέγουσι. VEΓ2(bis)ΘMLh

### book 1348a

σκιάδειον: σκέπασμά τι, ὅπερ αἱ γυναῖκες παρὰ τοῖς Ἀθηναίοις ἔχουσι θεωροῦσαι ὑπὲρ τοῦ μὴ καίεσθαι τὰς ὄψεις ὑπὸ τοῦ ἡλίου· ἐκτείνεται δὲ καὶ συστέλλεται πρὸς τὸν κατεπείγοντα καιρόν. VEΓΘM

### book 1348b

ξυνήγετο] τοιαῦτα γὰρ τὰ σκιάδεια. Γ2

### book 1348c

σκέπασμά τι εἶχον παρὰ τοῖς Ἀθηναίοις αἱ γυναῖκες ἐν τοῖς ἀγροῖς ἐξερχόμεναι τοῦ μηκέτι καίεσθαι ὑπὸ τοῦ ἡλίου τὰς ὄψεις, ὅπερ ἐκάλουν σκιάδειον. ἐξετείνετο δὲ καὶ πάλιν συνεστέλλετο πρὸς τὴν τοῦ καιροῦ χρείαν. Lh

### book 1349

γέρων] ἀντὶ τοῦ λῆρος. Γ2

### book 1351

ποιεῖσθαι] κατασκευάζειν. Γ2

### book 1352

καταμισθοφορῆσαι: εἰς μισθὸν ἀναλῶσαι, μισθὸν διδόναι ἐν τῇ ἐκκλησίᾳ καὶ τοῖς δικαστηρίοις, τὸν δικαστικὸν καὶ τὸν ἐκκλησιαστικόν. VEΓΘMLh

### book 1353a

παραδραμὼν] παρευδοκιμήσας. EΓ2

### book 1353b

παραδραμὼν] παρευδοκιμήσας, νικήσας. Lh

### book 1354a

τί κύπτεις;: ὡς αἰσχυνθέντος αὐτοῦ. δεῖ δὲ νοεῖν ὅτι ὁ Δῆμος ἀκηκοὼς ταῦτα ὑπ’ αἰδοῦς κατέκυπτε καὶ εἰς τὴν γῆν ἀτενῶς ἀπέβλεπεν αἰδούμενος ἐφ’ οἷς ἐδόκει μὴ καλῶς πράττειν. VEΓΘM

### book 1354b

οὐχὶ κατὰ χώραν μενεῖς;: οὐκ ἐπὶ σεαυτοῦ μενεῖς καὶ ἡσυχίαν σχήσεις; VEΓΘMLh

### book 1354c

οὗτος τί κύπτεις;] ὑπ’ αἰδοῦς κατέκυψεν. Γ2

### book 1354d

κατὰ χώραν] ἐπὶ σεαυτοῦ, κατὰ σεαυτόν. Γ2

### book 1354e

δεῖ νοεῖν ὅτι ὁ Δῆμος ἀκηκοὼς ταῦτα καὶ ὥσπερ αἰσχυνθεὶς ἐφ’ οἷς ἐδόκει μὴ καλῶς πράττειν κάτω εἰς γῆν ὑπ’ αἰδοῦς ἔβλεπεν. Lh

### book 1355

totus versus] ἀτενὲς βλέπειν αἰδοῦμαι, φησίν, ἐφ’ οἷς ἔδοξα μὴ καλῶς πράττειν καὶ διὰ τοῦτο ὑπ’ αἰδοῦς κατακύπτω. Lh

### book 1358a

ξυνήγορος] ῥήτωρ. EΓ2Lh

### book 1358b

βωμολόχος] πανοῦργος. Lh

### book 1359

ἄλφιτα] τροφή. EΓ2Lh

### book 1360a

εἰ μὴ καταγνώσεσθε: εἰ μὴ κατακρινεῖτε καὶ καταδικάσετε. VEΓΘ

### book 1360b

καταγνώσεσθε] καταδικάσῃ. Γ2

### book 1360c

καταγνώσεσθε] κατακρίνητε καὶ καταδικάσητε. Lh

### book 1362a

εἰς τὸ βάραθρον: τόπος Ἀθήνησι βαθύς, ὅπου καὶ τοὺς Δαρείου πρέσβεις ἔβαλον. πάντα δὲ τὰ ἐκεῖ βαλλόμενα ἀφανῆ ἐποίει. VEΓΘM

### book 1362b

βάραθρον] τόπος Ἀθήνησι βαθὺς ἀφανῆ ποιῶν τὰ ἐκεῖ ἐμβαλλό‐ μενα, ἐν ᾧ καὶ τοὺς Δαρείου πρέσβεις ἔβαλλον. Lh

### book 1363a

ἐκ τοῦ λάρυγγος: ὅτε γὰρ κατεπόντουν τινάς, βάρος ἀπὸ τοῦ τραχήλου αὐτῶν ἐκρέμων. φαίνεται δὲ ὁ Ὑπέρβολος ἤδη εἰσβὰς εἰς τὴν πολιτείαν. λέγεται δὲ καὶ λάρυγξ καὶ φάρυγξ. VEΓΘM

### book 1363b

Ὑπέρβολον] ἀντὶ τοῦ λίθον. EΓ2

### book 1363c

δύο εἰσὶν ἐν τῷ τραχήλῳ αὐλοί, ὁ μὲν τὴν φωνὴν ἐξάγων, ὁ δὲ τὴν τροφὴν εἰσάγων. ἀλλ’ ὁ μὲν τὴν φωνὴν ἐξάγων αὐλὸς καλεῖται λάρυγξ, ἐξ οὗ καὶ τὸ λαρυγγίζειν, ὁ δὲ τὴν τροφὴν εἰσάγων φάρυγξ. φαίνεται δὲ καὶ ὁ Ὑπέρ‐ βολος ἤδη εἰσβὰς εἰς τὴν πολιτείαν. Lh

### book 1366a

ναῦς δ’ ἐλαύνουσι μακράς: πολεμίας. τὰς τριήρεις δέ φησι. τὰ δὲ στρογγύλα πλοῖα φορτηγά εἰσιν. VEΓΘM

### book 1366b

μακράς] τριήρεις, πολεμίας. M

### book 1366c

μακράς] τὰς πολεμικὰς τριήρεις φησίν. Lh

### book 1367a

καταγομένοις] καταίρουσιν, ἐλλιμενίζουσιν. Γ2

### book 1367b

ἐντελῆ] τέλειον. Lh

### book 1368a

(I) ὑπολίσποις: οἱ γὰρ Ἀθηναῖοι πάντες λεπτοὶ ἐτύγχανον τὰ ὀπίσθια ἀπὸ Θησέως· ὑπόλισπα δὲ τὰ τετριμμένα. κοινῶς γοῦν τοὺς Ἀθη‐ ναίους λισπόπυγάς φησι. καὶ πλάττονται τὸν περὶ Θησέως μῦθον, ὅτι ἑλκό‐ μενος ὑπὸ τοῦ Ἡρακλέους κατέλιπεν ἐπὶ τῇ πέτρᾳ τὴν πυγήν. νῦν δὲ οἰκείως εἶπεν ἐπὶ τῶν ἐρεσσόντων διὰ τὴν καθέδραν λεπτοπύγων ὄντων. VEΓ2ΘM (II) ἄλλως: ἐστενωμένοις. τοιαῦται δὲ αἱ πυγαὶ τῶν ναυτῶν διὰ τὴν συνεχῆ ἕδραν καὶ εἰρεσίαν. VEΘM

### book 1368b

ὑπολίσποις] τετριμμένοις. M

### book 1368c

ὑπολίσποις] τετριμμένοις τὰς πυγὰς καὶ λεπτοπύγοις ἀπὸ τῆς διηνεκοῦς καθέδρας. Lh

### book 1368d

ὑπόλισπα λέγονται τὰ τετριμμένα. Ἀθηναῖοι δὲ πάντες λεπτοὶ ἐτύγχανον τὰ ὀπίσθια ἀπὸ Θησέως. πλάττουσι τὸν περὶ Θησέως μῦθον, ὅτι ἑλκόμενος ὑπὸ Ἡρακλέους κατέλιπεν ὑπὸ τὴν πέτραν τὴν πυγήν. νυνὶ δὲ οἰκείως εἶπεν ἐπὶ τῶν ἐρεσσόντων διὰ τὴν καθέδραν λεπτοπύγων ὄντων ἢ ἐστενωμένων τὰς πυγάς. τοιαῦται γὰρ αἱ πυγαὶ τῶν ναυτῶν διὰ τὴν συνεχῆ ἕδραν καὶ ἠρεσίαν. Lh

### book 1369

ἐν καταλόγῳ: ἐν τῷ καταλόγῳ, ἐν τοῖς πίναξιν, ἐφ’ ὧν ἐνέγραφον τῶν ἐκστρατευομένων τὰ ὀνόματα. ἐκαλοῦντο γὰρ κατάλογοι. VEΓ2Γ3ΘMLh

### book 1370a

κατὰ σπουδὰς] κατὰ ἄλλου σπουδήν. E

### book 1370b

κατὰ σπουδὰς] ἤγουν κατὰ τὸν καιρόν. Γ2

### book 1370c

σπουδὰς] τὰς ἐπίτηδες φιλίας. Γ2

### book 1370d

μετεγγραφήσεται] μετατεθήσεται. Γ2

### book 1371

ἐγγεγράψεται] ἐγγεγραμμένος διαμενεῖν. Γ2

### book 1372a

τὸν πόρπακα τὸν Κλεωνύμου: δειλὸς γὰρ καὶ ῥίψασπις ὁ Κλεώνυμος. VEΓ3ΘLh

### book 1372b

totus versus] ῥίψασπις γὰρ οὗτος. Γ2

### book 1373a

οὐδ’ ἀγοράσει] οὐ νῦν ἐν ἀγορᾷ διατρίψει. ELh

### book 1373b

ἀγοράσει] δημηγορήσει. Γ2

### book 1374a

Κλεισθένης καὶ Στράτων: γύννιδες οὗτοι καὶ πιττούμενοι τὰ γένεια, λεῖοι δὲ καὶ μαλακοί. VEΓ2Γ3Θ

### book 1374b

Κλεισθένης καὶ Στράτων] οὗτοι λεῖοι τὰ γένεια καὶ μαλακοί. Lh

### book 1375a

τἀν τῷ μύρῳ: οὕτως Ἀττικοὶ ἀντὶ τοῦ ἐν μυροπωλείῳ, ἀπὸ τῶν πωλουμένων τοὺς τόπους καλοῦντες. VEΓ3ΘMLh

### book 1375b

μύρῳ] τόπος. Γ2

### book 1377a

ὁ Φαίαξ: δεινὸς ῥήτωρ ὁ Φαίαξ οὗτος, ὡς καὶ ἀποφυγεῖν θανάτου ἐπ’ αὐτοφώρῳ κρινόμενος. κωμῳδεῖται δὲ ὡς παρακρούων τὰ μει‐ ράκια. VEΓΘMLh

### book 1377b

Φαίαξ] δεινὸς ῥήτωρ οὗτος. Lh

### book 1378a

συνερκτικός: συνείρειν τοὺς λόγους καὶ συντιθέναι δυνάμενος εὐκόλως. “περαντικὸς” δέ, πέρας ἐπιτιθεὶς τοῖς λόγοις. VEΓΘM

### book 1378b

συνερκτικὸς] συνεργητικός. M

### book 1378c

περαντικός] ἤγουν πέρας ἐπάγων τοῖς αὑτοῦ λόγοις. Γ2

### book 1378d

συνερκτικὸς] συνείρειν τοὺς λόγους καὶ συντιθέναι δυνάμενος. Lh

### book 1378e

περαντικός] πέρας ἐπιθεῖναι τοῖς λόγοις 〈δυνάμενοσ〉. Lh

### book 1379a

κρουστικός: τὰ ὦτα τῶν ἀκροωμένων κρούων τῇ σφοδρότητι τῶν λόγων. VEΓΘMLh

### book 1379b

γνωμοτυπικὸς] γνωμολογικός. E

### book 1380a

καταληπτικός: προκαταλαμβανόμενος τοὺς ἀκούοντας ὥστε θόρυβον μὴ κινῆσαι. VEΓΘLh

### book 1380b

τοῦ θορυβητικοῦ] λαοῦ. Γ2

### book 1381a

καταδακτυλικός: ἀντὶ τοῦ συνουσιαστικὸς κατὰ τοῦ δακτυλίου, τοῦ πρωκτοῦ. “τοῦ λαλητικοῦ” δέ, τῶν λαλούντων ταῦτα, τῶν περὶ Κλεισθένη καὶ Στράτωνα. ἄδηλος δὲ ὁ στίχος, καὶ πάντες αὐτὸν ἐσημειώσαντο διὰ τὸ ἀκατάλληλον· ἄδηλον γὰρ τίς τίνι λέγει. VEΓΘM

### book 1381b

καταδακτυλικὸς] ἀντὶ τοῦ συνουσιαστικός. Lh

### book 1381c

τοῦ λαλητικοῦ] τῶν λαλούντων ταῦτα, τῶν περὶ Κλεισθένη καὶ Στράτωνα. Lh

### book 1381d

ἄδηλος οὗτος ὁ στίχος καὶ πάντες αὐτὸν ἐσημειώσαντο διὰ τὸ ἀκατάλληλον. ἄδηλον γὰρ τίς τίνι λέγει. Lh

### book 1384a

ὀκλαδίαν: συγκεκλασμένος δίφρος, καὶ ποτὲ μὲν ἐκτεινόμενος, ποτὲ δὲ συστελλόμενος. VEΓΘMLh

### book 1384b

νυν] δή. Lh

### book 1385a

καὶ παῖδ’ ἐνόρχην: ἐπειδὴ παρὰ τοῖς βαρβάροις σπάδωνες, οὗτος ἐνόρχην δίδωσιν. VEΓΘMLh

### book 1385b

οἴσει] κομίσει. Γ2

### book 1386a

δοκῇ σοι] περαίνειν καὶ κύφειν, κακεμφάτως. E

### book 1386b

τοῦτον] τὸν παῖδα· παίζει δέ. Lh

### book 1388

τριακοντούτιδες: πόρνας εἰσφέρει. διὸ καὶ φησίν, ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι. VEΓΘMLh

### book 1389

σπονδάς: σπονδὰς ἐσπείσαντο μετὰ Εὐβοίας ἅλωσιν οἱ Ἕλληνες πρὸς ἑαυτούς, πρὸ τοῦ Πελοποννησιακοῦ πολέμου. VEΓΘMLh

### book 1390a

ὡς καλαί: εἰσῆλθον αἱ σπονδαί, ἑταῖραι ὡραῖαι ὑποκρινόμεναι τὰ πρόσωπα τῶν σπονδῶν· πρὸς ἃς λέγει ὁ Δῆμος. VEΓΘM

### book 1390b

ὡς] λίαν. Γ2

### book 1390c

εἰσῆλθον ἑταῖραι ὡραῖαι τὰς ὄψεις ὑποκρινόμεναι τὰς σπονδάς, πρὸς ἃς ὁ Δῆμος λέγει ταῦτα. Lh

### book 1391a

κατατριακοντουτίσαι] εἰς συνουσίαν· παίζει γάρ. ELh

### book 1391b

κατατριακοντουτίσαι] συνουσιάσαι. Γ2

### book 1392

οὐ γὰρ ὁ Παφλαγών: μετὰ τὴν Κλέωνος καὶ Βρασίδου τελευτὴν σπονδαὶ τοῖς Πελοποννησίοις καὶ Ἀθηναίοις ἐγένοντο τριακοντούτιδες. οὗτοι γὰρ ἠναντιοῦντο τῇ εἰρήνῃ. ἀποθανόντων οὖν αὐτῶν ἐγένοντο αἱ σπονδαί. VEΓΘMLh

### book 1395

ἰέναι] ἀπέρχεσθαι. Γ2

### book 1396

εἴφ’] εἰπέ. Lh

### book 1399a

τὰ κύνεια μιγνύς: συμφύρων τὰ τῆς πόλεως πράγματα. ὅτι καὶ οἱ μάγειροι τὰ κρέα μιγνύουσιν. VEΓΘMLh

### book 1399b

τοῖς ὀνείοις πράγμασιν] τοῖς τοῦ 〈ὄνου〉 κρέασιν. Γ2

### book 1399c

πράγμασιν] ἤγουν κρέασιν ὤφειλεν εἰπεῖν· ἀντὶ δὲ κρεάτων εἶπε “πράγμασιν”. Γ2

### book 1399d

ἔθος ἐστὶ τοῖς μαγείροις καὶ πιπράσκουσι τὰ κρέα μιγνύειν κρέα προβάτων τε καὶ αἰγῶν καὶ προτιθέναι ὡς μόνων προβάτων καὶ ἐξαπατᾶν τοὺς ἀφελεστέρους. Lh

### book 1401

τὸ λοῦτρον: τὸ ἀπόλουμα καὶ ῥυπαρόν, ὅ ἐστι τὸ ἀπόλουτρον. VEΓΘMLh

### book 1402

οὗπερ] τὸ πρᾶγμα ἐκεῖνο. Γ2

### book 1403

διακεκραγέναι] καὶ ἀκατατάκτως. Γ2

### book 1404

τούτων] ἤγουν ὧνπερ ποιῶν ἐργάσῃ. Γ2

### book 1405a

εἰς τὴν ἕδραν] εἰς τὴν προεδρίαν. ELh

### book 1405b

ἵν’] ὅπου. Γ2

### book 1406a

τὴν βατραχίδα: εἶδος ἐσθῆτος ἀνθίνης, ὅμοιον τῷ ὀνόματι ἐχούσης τὸ χρῶμα. VEΓΘLh

### book 1406b

τὴν βατραχίδα: βατραχὶς εἶδος ἐσθῆτος, τῇ εἱλήσει πέλον ἐμφερές, εὐανθὲς τὸ χρῶμα κεκτημένη. M

### book 1407a

κἀκεῖνον ἐκφερέτω τις: αἰρόμενος ἐκφέρεται ὁ Κλέων. VEΓΘLh

### book 1407b

ἐκφερέτω] ἤγουν τὸν Κλέωνα. Γ2

### book 1408a

ἵν’ ἴδωσιν αὐτόν: τὸ ἑξῆς, ἵνα ἴδωσιν αὐτὸν οἱ ξένοι οἷς ἐλωβᾶτο. VEΓΘ

### book 1408b

ἐλωβᾶτο] ἐλυμαίνετο. Γ2Lh

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aristophanes-scholia-knights-am-mlw-am.json (sha256:742f027a9b30bbd2fe5912e4da1d41d5e0e5aabd47d24f49627c7b396e258b35). Cite as `eul_wid: mlw-am`.
