---
title: Scholia-Clouds
title_greek: Σχόλια εἰς Νεφέλας
author: Aristophanes Scholia
eul_wid: mlw-ap
eul_aid: mlw
canonical: "https://eulogikon.org/grc/aristophanes-scholia/clouds-ap"
canonical_json: "https://eulogikon.org/data/works/grc/aristophanes-scholia-clouds-ap-mlw-ap.json"
sha256: "300edafa6de0989a9e5ee065b6b1048efc58a788a81c5d6e3010f4cf566a90aa"
period: Hellenistic
dialect: Technical Koine
domain: Grammar
format: Verse
license: CC0-1.0
---

# Scholia-Clouds

*Σχόλια εἰς Νεφέλας*

**Author:** Aristophanes Scholia

**eul_wid:** `mlw-ap` · [HTML page](https://eulogikon.org/grc/aristophanes-scholia/clouds-ap) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aristophanes-scholia-clouds-ap-mlw-ap.json)

## Text

### book t

EDITIONIS ALDINAE PROPRIA

### book 1a

ἡ εἴσθεσις ... (3) σμεʹ ... (4) ἀκατάληκτον· ἐν εἰσθέσει ... κορωνίς. 1b. super v. l: Στρεψιάδης ὁ προλογίζων.

### book 32

ἄπαγε τὸν ἵππον ἐξαλίσας: καὶ τοῦτο ὀνειροπολούμενος ὁ νεανί‐ σκος λέγει.

### book 33

ἀλλ’ ὦ μέλ’ ἐξήλικας: κατὰ ἀποκοπὴν τοῦ ε ἀττικῶς. οὕτως ἐν τοῖς παλαιοῖς τῶν ἀντιγράφων εὕρηται γραφόμενον.

### book 34

ὅτε καὶ δίκας ὤφληκα: ἤγουν “καὶ δίκας προσώφληκα” ἢ “ὡς καὶ δίκας προσώφληκα”.

### book 36

post sch.vet. 36: συμβαίνει δὲ τοῖς ἀγρυπνοῦσι τοῦτο πάσχειν τῇδε κἀκεῖσε ῥίπτειν ἑαυτοὺς καὶ μεταβάλλειν.

### book 37

post sch.vet. 37c: Ἀριστοτέλης δὲ περὶ Κλεισθένους φησί· “κατέ‐ στησε καὶ δημάρχους τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκλάροις· καὶ γὰρ τοὺς δήμους αὐτῶν ναυκλαριῶν ἐποίησεν.” οἱ πρότερον ναύκλαροι, εἴτε ὑπὸ Σόλωνος κατασταθέντες εἴτε καὶ πρῶτον (lac.) οὗτοι δὲ τὴν πομπὴν τῶν Παναθηναίων ἐκόσμουν Κλεισθένους καταστήσαντος ἀντὶ ναυκλάρων. ἔστι δὲ δήμαρχος ὁ τὴν ἐπώνυμον ἀρχὴν ἄρχων· καὶ Ἀσκληπιάδης ὁ Ἀλε‐ ξανδρεὺς τοὺς κατὰ δῆμον ἄρχοντάς φησι. Δημήτριος δὲ ὁ Φαληρεὺς οὕτω φησί· “καὶ δημάρχους οἱ περὶ Σόλωνα καθίσταντο ἐν πολλῇ σπουδῇ, ἵνα οἱ κατὰ δῆμον ἄρχοντες διδῶσι καὶ λαμβάνωσι τὰ δίκαια παρ’ ἀλλήλων.” ἔδει οὖν τὸν δήμαρχον ἀγαγεῖν εἰς τοὺς οἴκους τοὺς ἐνεχυριαζομένους.

### book 41

εἴθ’ ὤφελ’ ἡ: τὸ “ὤφελε” τινὲς ἐπιρρηματικῶς δέχονται, ὡς τὸ “ὤφελε μηδ’ ἐγένοντο θοαὶ νέες” καὶ τὸ Εὐριπίδου ἐν Μηδείᾳ κατ’ ἀρχὰς τοῦ δράματος, ἵν’ ᾖ παράλληλον τὸ σχῆμα τοῦ πρεσβύτου συνεχέστερον ἀπευχο‐ μένου τῇ προμνηστρίᾳ. ὁ δὲ ποιητὴς ῥῆμα αὐτὸ οἶδεν· “οὐκ ὄφελον Τρώεσσι κοτεσσάμενος” καὶ μὴ ὄφελες λίσσεσθαι ἀμύμονος Αἰακίδαο.

### book 44a

in sch.vet. 44aα 11, loco vocis νοτιζόμενα: ὥσπερ νοτίδος αὐτοῖς ἐγγινομένης καὶ σηπούσης.

### book 44b

post sch.vet. 44bα 5 (ult. ἀγροίκων βίος): ὁ γὰρ αὐτῶν οἶκος πυρῶν καὶ δερμάτων μεστὸς ὢν οὐδεμίαν ἔχει τῶν τοιούτων πραγμάτων εὐθεσίαν, ἀλλ’ ἄλλο ἀλλαχῇ κεῖται, ὡς ἔτυχε

### book 44c

post sch.vet. 44c: ὅθεν καὶ νεωκόρος.

### book 48

post sch.vet. 48a, 9 (ult. ὑπέρογκον): καὶ σοβαρὰν τῷ εἴδει.

### book 50a

post sch.vet. 50b: καὶ ταριχεύεται ἢ σανίς.

### book 50b

post sch.vet. 50e: τοιοῦτος δὲ ὁ γεωργικὸς βίος.

### book 51

post sch.vet. 51c: κυρίως δὲ καταγλώττισμα, ὅταν ... πράττουσιν.

### book 52a

post sch.vet. 52a: τουτέστιν ἀσωτίας.

### book 52b

Κωλιάδος: οἱ μὲν Κωλιάδα τὴν θεὸν καλοῦσιν, νεανίου ἀττικοῦ ἀποδράντος ἀπὸ λῃστῶν συμμαχίᾳ τῆς θεοῦ καὶ οὕτως αὐτὴν ὀνομάσαντος, καθάπερ αὐτὸς δεθεὶς τῶν κώλων ἀπελύθη ὑπὸ γυναικός, οἱ δέ, θυγατρὸς τοῦ ἀρχιλῃστοῦ δι’ ἐρῶτα· οἱ δέ, τόπον ἐοικότα κώλοις ἀνδρός, ἔνθα ἡ θεὸς τιμᾶ‐ ται· ἔνιοι δέ, Ἴωνος θύοντος κόρακα ἁρπάσαι κωλὴν καὶ ἐν ἐκείνῳ τῷ τόπῳ ἀποθέσθαι, ὅθεν οὕτως ὠνομάσθη.

### book 52c

Γενετυλλίδος: Γενετυλλὶς ἡ τῆς γενέσεως ἔφορος Ἀφροδίτη.

### book 53a

οὐ μὴν ἐρῶ γ’, ὡς ἀργός, ἀλλ’ ἐσπάθα: πρὸς τὸ “ἀργὸς” “ἐ‐ σπάθα”· καὶ τοῦτο εἰρωνευόμενος. περὶ γυναικὸς δὲ λέγει ἀντὶ τοῦ κατηνά‐ λισκε, κατήσθιε, καὶ διὰ ... ἀργὸς ἦν.

### book 53b

post Ald 53a: Ἀττικοὶ δὲ ἐπὶ τῶν θηλυκῶν ἀρσενικῶν ὀνομάτων κέχρηνται λέξεσιν, ὡς ἐνταῦθα καὶ παρ’ Ὁμήρῳ “κλυτὸς Ἱπποδάμεια” καὶ Εὐριπίδῃ ἐν Ἑκάβῃ “τὸ δ’ αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοι γενναῖος”.

### book 53c

post sch.vet. 53b: τοῦτο δὲ ἐπήνεγκε διττὸν ὄν, τό τε ἀναλοῦν καὶ τὸ ὑφαίνειν.

### book 55

λίαν σπαθᾷς: ἐργάζῃ· εἰρωνικῶς καὶ τοῦτο. δεικνὺς γὰρ αὐτῇ τὸ ἱμάτιον παραρραγὲν ἔλεγε τοῦτο αὐτῇ.

### book 59

post sch.vet. 59: τὰ γὰρ παχέα ἐλλύχνια πολὺ ἔλαιον δαπανῶσι.

### book 64

Ξάνθιππον: ὁ Ξάνθιππος Περικλέους ἦν πατήρ, ὃς ἦν τοῦ τῶν Ἀλ‐ κμαιωνιδῶν γένους. ἐσεμνύνετο δὲ τὸ γύναιον θείῳ Μεγακλεῖ τρίτον νικήσαντι Ὀλύμπια καὶ δι’ ἱπποτροφίαν κατελθόντι ἐκ τῆς φυγῆς· ἐδίωξε γὰρ αὐτὸν ὁ Πεισίστρατος, ὃν καὶ μετεπέμψατο παραχωρήσαντα αὐτῷ τὸ τῆς νίκης κή‐ ρυγμα.

### book 70

ξύστιδ’ ἔχων: ξύστιδα προπαροξύνουσιν· ἤγουν πορφυρίδα· καὶ γὰρ μέχρι νῦν οἱ εἰσελαύνοντες ἀθληταὶ τοιούτῳ κοσμηθέντες σχήματι καὶ ἅρματος ἐπιβάντες διὰ μέσης πομπεύουσι τῆς πόλεως, ᾧ καὶ οἱ βασιλεῖς χρῶνται.

### book 71

ἐκ τοῦ Φελλέως: τόπος οὕτω καλούμενος ἐν Ἀττικῇ· οὐ μὴν ἀλλὰ καὶ περὶ τὸν Διόνυσόν ἐστί τις ἑορτὴ τοῖς Ἀθηναίοις Φέλλος καλουμένη, ἥτις τῶν Διονυσίων ἄρχεται. Λουκιανὸς δὲ ἐν τῷ Περὶ τῆς συρίης θεοῦ “φαλλούς”, φησίν, “Ἕλληνες τῷ Διονύσῳ ἐγείρουσιν· ἐπὶ τῶν καὶ τοιόνδε τι φέρουσιν, ἄνδρας μικροὺς ἐκ ξύλου πεποιημένους μεγάλα αἰδοῖα ἔχοντας. καλέεται δὲ τάδε νευρόσπαστα”. καὶ παρακατιὼν δέ· “ἐν τοῖς προπυλαίοις τοῦ συρίης θεοῦ ναοῦ φαλλοὶ ἑστᾶσιν, οὓς Διόνυσος ἐστήσατο”.

### book 72a

post sch.vet. 72a, 16 (ult. διφθέρα): Ἀττικοὶ δὲ λέγουσιν, ἣν νῦν ἰσάλην καλοῦμεν· ἔστι δὲ ἐκ δέρματος.

### book 72b

in sch.vet. 74a inter νοσούντων et οὕτω (l. 2): διὸ ... ἐπήγαγεν (cf. Tr2 74b, 3sq.).

### book 80

Φειδιππίδιον: τὸ ὑποκορίζεσθαι φιλούντων ἔθος. κολακεύει δὲ νῦν τὸν υἱὸν καὶ προσποιεῖται φιλεῖν, ἵνα ἑτοιμότερον αὐτὸν πρὸς τὴν ἀξίωσιν ἑαυτοῦ πείθεσθαι παρασκευάσῃ.

### book 81

κῦσόν με καὶ τὴν χεῖρα δός: πρὸς τὸ ὁμηρικὸν “χεῖράς ... πιστώ‐ σαντο”. φίλησον καὶ πρόσπτυξαι καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν.

### book 82

ἰδοὺ τί ἐστιν: τὸ αἰτηθὲν παρὰ τοῦ πρεσβύτου ποιῶν ὁ νεανίσκος τὴν δεξιὰν ὤρεξεν αὐτῷ· καὶ δῆλον, ὅτι παρεπιγραφὴ τὸ εἶδος.

### book 96

post sch.vet. 96d: οὐδὲν δὲ χεῖρον ὑπομνησθῆναι τῶν Εὐπόλιδος· “δεξάμενος δὲ Σωκράτης τὴν ἐπίδειξιν Στησιχόρου οἰνοχόην ἔκλεψεν”· οἷον δ’ ἦν ὁρᾶν τὸν φιλόσοφον τὸ ἐν φανερῷ μάλιστα σκεῦος κατακείμενον κλέπ‐ τοντα καὶ ὑφαιρούμενον.

### book 102

post sch.vet. 102b: ἄθλιοι.

### book 105

μηδὲν εἴπῃς νήπιον: μηδὲν εὔηθες μηδὲ μειρακιῶδες μηδ’ ἀνόητον εἴπῃς· ἀπὸ τοῦ μηδὲ τὰ νήπια παιδία εἰδέναι τι.

### book 107a

post sch.vet. 107e: καταλύσας, κατασπάσας, ἀποστὰς τούτου.

### book 107b

post praeced.: ὡς διαστεῖλαι καὶ σχίσαι τὸ ὕδωρ τῇ κώπῃ ἐρεσ‐ σούσῃ· καὶ Πίνδαρος “κώπαν ἤδη μοι σχάσαι”· καὶ Εὐριπίδης· “σχάσον δὲ δεινὸν ὄμμα”.

### book 107c

post praeced.: στήσας, καταπαύσας· σχάσαι γὰρ τὸ κωπηλατοῦντα στῆσαι τὴν κώπην.

### book 109

τοὺς φασιανοὺς: οἱ μὲν ἵππους, οἱ δὲ ὄρνεα, ἔνιοι δ’ ἵππους χάραγμα ἔχοντας φασιανοῦ, ὡς ἀλεκτρυόνος. καὶ εἴπερ ἐστὶ τοῦτο μὴ κατεψευσμένον, οἰκεῖον ἂν εἴη τῇ τοῦ νεανίσκου σπουδῇ. οἱ δὲ περὶ Ἀρχίλοχον ὀρνίθων γένος· οἱ δέ, ὅτι Φᾶσις ποταμός ἐστι Σκυθίας, ὅπου καλοὶ ἵπποι γίνονται.

### book 120a

post sch.vet. 119: ὠχρὸς καὶ διεφθαρμένος· ἐκόμων γὰρ οἱ ἱππεῖς, οἱ δὲ φιλόσοφοι κάτω κείρονται.

### book 120b

post praeced.: “διακεκναισμένος” δὲ ἠμαυρωμένος, αἰσχρὸς καὶ διεφθαρμένος γενόμενος· οἱ γὰρ ἱππεῖς ἐν γυμνασίοις καὶ παλαίστραις δι‐ έτριβον.

### book 122

post sch.vet. 122b: καὶ διὰ τοῦ μ καὶ π γράφεται.

### book 126

post sch.vet. 126a (ult. γνώμης): τῆς προκειμένης, οἷον· οὐ παρα‐ δώσω ... λύπαις.

### book 127

post sch.vet. 127: ἀντὶ τοῦ “διδασκάλῳ παραδώσω”, ἐπεὶ μέσον ὂν τὸ διδάξομαι πρὸς ἄμφω τὰς ἐνεργείας χωρεῖ.

### book 129

πῶς οὖν γέρων ὢν: ταῦτα καθ’ ἑαυτὸν λογίζεται ἐν τῷ ἀπιέναι.

### book 132

ἀλλ’ οὐχὶ κόπτω τὴν θύραν: ἀλλ’ οὐκ ἔχομαι τῶν ἐγνωσμένων.

### book 133

post sch.vet. 133: Ζηνόδοτος δὲ ὁ τὰς Ταρραίου καὶ Διδύμου παροι‐ μίας ἐπιτεμὼν “Βοιωτοῖς” φησὶν “Ἄρνην ... (25) ἐκπεσεῖσθαι λευκῶν ... καλουμένους”.

### book 136

post sch.vet. 136b: οὐ τὸ κροῦσαι καὶ τὸ προσελθεῖν αἰτιώμενος· οὐδὲ γὰρ πρὸς φιλοσόφου τὸ τοῖς δεομένοις μὴ παρέχειν τοῦ συνιέναι ἐξουσίαν, τὸν δὲ τρόπον μεμφόμενος, ὅτι βιαιοτέρως ἔπαισε τὴν θύραν, ὡς διαταραχ‐ θῆναι τοὺς ἐμφιλοσοφοῦντας.

### book 138

τηλοῦ γὰρ οἰκῶ τῶν ἄγρων: ἀντὶ τοῦ “ἐν τοῖς ἀγροῖς”.

### book 144a

post sch.vet. 144a: ἀνηρώτησεν (cf. Tr1/2 144).

### book 144b

post sch.vet. 144c: τὸ μὲν καὶ ἐπ’ ἐμοὶ μέχρι καὶ νῦν κεχρηκέναι τὸν Πύθιον οὕτω παρήσω λέγειν, ἀλλὰ τῶν ἀρχαίων παραδείγματος ἕνεκα χεῖρον οὐδὲν μνημονεῦσαι. τοῦτο μὲν γὰρ ἐπί τῳ φέρεται οὗτος ὁ χρησμὸς ἐξενεχθεὶς ὑπὸ τῆς Πυθίας· ἐμοὶ μελήσει ταῦτα καὶ λευκαῖς κόραις· ἐν Λέσβῳ δὲ τοῦ Ναπαίου Ἀπόλλωνος ὁ δοθεὶς Πέλοπι αἰτοῦντος αὐτὸν ἀνάθημα τοῦ θεοῦ τὴν ἄρνα τὴν χρυσῆν, ἕτερα παρέχοντι κειμήλια. ἔστι δὲ οὕτως· ὃ βούλομαι δός, μὴ δίδου δ’ ὃ μὴ θέλω.

### book 144b

φέρει δὲ τὸν χρησμὸν τοῦτον Ἀντικλείδης ἐν τοῖς Νόστοις· καὶ ἑτέρους πλεί‐ στους ἄν τις ἔχοι λέγειν τοιούτῳ ἐξενεχθέντας μέτρῳ.

### book 150

τὼ πόδε: δυϊκὸν “τὼ πόδε” ἐπὶ τῆς ψύλλης, κακῶς· λέγεται γὰρ ἓξ ἔχειν πόδας.

### book 151

περσικαί: εἶδος ὑποδήματος αἱ περσικαί, ὡς καὶ Ἡρόδοτος· ἐπεὶ δὲ καὶ δένδρου ὄνομά ἐστι “περσικαί”· διὸ καὶ “περιέφυσαν” εἶπεν, ὡς ἐπὶ δένδρου.

### book 158

in sch.vet. 158 post φωνήν (l. 5): τῆς αὐτῆς γὰρ καὶ ὁ τέττιξ ἐστὶ φύσεως καὶ τὰ τοιαῦτα ζῷα· καλεῖται μὲν παρά τισι βομβύκια, καλεῖται δὲ καὶ ἐντόμια, ὅτι κατὰ τὴν ῥάχιν ἐκτέτμηνται, ὡς ἔστιν κτλ.

### book 165

σάλπιγξ ὁ πρωκτός: τοιαύτη γάρ, κατὰ μὲν τὸ ἀνώτατον καὶ πρὸς τὸ ἄκρον κοίλη, ἡ σάλπιγξ, τὰ κάτω δὲ στένη· διὸ ... ᾄδει.

### book 179a

post sch.vet. 179b, 16 (ult. ἄλφιτα): δέον γὰρ αὐτὸν εἰπεῖν· κατέ‐ γραψεν, ᾧ τέως προσέχοντες οὐκ ἐπεινήσαμεν, καὶ σχήματα ... ἐπεποιήκει ... καθάπερ κεχηνὼς ... ἐπελάθετο, ἐπήνεγκεν ... ἔλαβε τὸ ἱμάτιον. διαβάλλει δὲ αὐτὸν ... ἕνεκα διατρίβοντα· ἐκεῖ γὰρ ἐφοίτα, ὡς γυμνοὺς τοὺς παῖδας ὁρῴη.

### book 179b

post praeced.: ἐπειδὴ οἱ τὰ γεωμετρικὰ θεωρήματα διδάσκοντες διαβήταις γράφουσι ταῦτα, φησίν, ὅτι ὀβελίσκον κάμψας καὶ διαβήτου σχῆμα διαλαβὼν πάντας πρὸς αὐτὸν ἐπαγόμενος ὑφεῖλε τὸ ἱμάτιον.

### book 180

τὶ δῆτ’ ἐκεῖνον τὸν Θαλῆν: οὗτος ○○○ (8) ὡς Ἑρμῆς, Ἑρμῆν, Θαλῆν, καὶ Ἑρμέας, ὡς Θαλέας. διχῶς ... (9) βαρύτονον ... (10) Θάλητος, ὡς Χρέμητος, Θάλητι, Θάλητα, ὡς τὸ “Θάλητα χρημάτων ἐλεύθερον”. εἰ δὲ καὶ περισπομένως Θαλῆς, ὡς Ἑρμῆς, καὶ Θαλοῦ, ὡς Ἑρμοῦ.

### book 187

ἀτὰρ τί ποτε: διὰ τί ἄρα. εἰσελθὼν δὲ ἐπὶ συννοίᾳ κατέλαβε τοὺς περὶ Σωκράτην καθημένους, ἅτε φροντίζοντας περὶ τῆς ἐμπίδος, καὶ συγκεκυ‐ φότας εἰς γῆν.

### book 205

τὸ γὰρ σόφισμα δημοτικὸν: οἴεται τῶν πρὸς γεωργίαν εἶναι τοῦτο ἀβάκιον ἢ τοιοῦτόν τι δημωφελὲς μάθημα, τῷ δήμῳ συμφέρον.

### book 212

post sch.vet. 212a: κλίνεται δὲ ἡ Μάκρις αὕτη διὰ καθαροῦ τοῦ ο. διὸ καὶ ὁ νησιώτης αὐτῆς Μακριεύς. ἦν δὲ καὶ αἰγιαλὸς οὕτω λεγόμενος, κλινόμενος δὲ διὰ τοῦ δ. ἐλέγετο δὲ Μάκρις καὶ τῶν Κυκλάδων μία, ἡ Ἴκαρος· ἀφ’ ἧς νομίζουσί τινες εἰρῆσθαι καὶ τὸ ἰκάριον πέλαγος.

### book 213

post sch.vet. 213f, 16 (ult. κατασταθῆναι): Περικλῆς γὰρ αὐτὴν ὑπὸ τοὺς Ἀθηναίους ἐποίησεν ἐν πολέμῳ νικήσας τοὺς Ἄβαντας· διὸ παρετάθη τοῖς φόροις καὶ ἐπεφορτίσθη, ὡς τῶν Ἀθηναίων ἐπιτεινάντων τοὺς φόρους αὐτῇ.

### book 227

ἀλλ’ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ: ἀλλ’ οὐκ ἀπὸ τῆς γῆς ἦν δυνατὸν ἄνθρωπον ὄντα διαγνῶναι τὰ θεῖα.

### book 230

post sch.vet. 231a, ἀπολογεῖται κτλ. (haec ad v. 230 Ald teste lm. λεπτὴν ... ἀέρα): λέγων τὴν αἰτίαν, δι’ ἣν κρεμάμενος, ἀλλ’ οὐκ ἀπὸ τῆς γῆς φησι περιθεῖν τὰ μετέωρα πράγματα. “ὅμοιον” δὲ εἶπε τὸν ἀέρα ἀντὶ τοῦ “ὁμοιολεπτομερῆ”. ψυχρὰν δὲ καὶ ματαίαν αὐτῇ πεποίηκε παρέχοντα λύσιν.

### book 240

post sch.vet. 240b, 7 (ult. καὶ χρεώστας): Φωκυλίδης ἐν μὲν τοῖς αὐτοῦ ποιήμασι κατὰ τὴν ... (8) λέγων οὕτως· “χρήστης κακοῦ ... (10) φεῦγε, μή ς’ ἀνιήσειε ... ἀπαιτέων”· ἐν ἐκείνῳ μέντοι ἀντὶ τοῦ δανειστής λαμβάνεται· μηδέποτε χρήστης πικρὸς γένῃ ἀνδρὶ πένητι.

### book 241

post sch.vet. 241 (ult. ἀφαιροῦμαι): τὴν ἐνυπάρχουσαν οὐσίαν, οἷον ἱμάτια καὶ σκεύη καὶ ἄλλα.

### book 243a

νόσος μ’ ἔτριψεν: ἔστι γὰρ ὡς ἀληθῶς νόσος καὶ τὸ ἵππους τρέφειν· δαπανηρὸν γὰρ καὶ οὐκ ἔχον τοὺς καρποὺς ἀξίους τοῦ ἀναλώματος. “ἐπέτριψε” δ’, οἷον ἐξέτριψε καὶ κατεδαπάνησε.

### book 243b

δεινὴ φαγεῖν: καταναλῶσαι δεινή, δαπανηρά· ἅμα δ’, ὅτι τὰ δύσ‐ πεπτα τῶν σιτίων νόσων πρόξενα γίνεται.

### book 246

ὀμοῦμαί σοι: ἀντὶ τοῦ “ὃν σύνθωμαι μισθόν σοι τελεῖν, ὄμνυμι τοὺς θεοὺς τοῦτόν σοι δοῦναι”. τοῦτο δὲ εἶπεν, ἵνα διαβάλλῃ αὐτόν.

### book 249

post sch.vet. 249a: λεπτοῖς δὲ νομίσμασι ... εἶπεν. ἔνιοι δὲ κατὰ πολυμάθειαν δωρίζουσιν.

### book 261

post sch.vet. 261a: παιπάλη δὲ κυρίως τὸ λεπτομερὲς τοῦ ἀλεύρου.

### book 263a

εὐφημεῖν χρὴ: ἡ συστηματικὴ ... (2) ἐστιν ἐκ στίχων ... παρά‐ γραφος.

### book 263b

super v. 263: σύστημα ... στίχων ιβʹ.

### book 265

post sch.vet. 265c: ἢ ὅτε σκηπτοὺς ἐπιπέμπει.

### book 270

χιονοβλήτοισι κάθησθε: ἀντιπαρατάττεται Ὁμήρῳ λέγοντι Οὔλυμπόνδ’, ὅθι φασὶ θεῶν ἕδος ἔμμεναι. χιονόβλητα γὰρ τὰ ὑψηλὰ τῶν ὀρῶν πληροῦσθαί τε καὶ διατηρεῖν τὴν χιόνα πέφυκεν· εἰώθασι δὲ καὶ τὰ νέφη τούτοις ἐπικαθῆσθαι.

### book 271

εἶτ’ Ὠκεανοῦ πατρὸς: καὶ τοῦτο φυσικόν φησιν, ἀπὸ τοῦ Ὠκεανοῦ πάντα τὸν ἀέρα—τὴν νοτίαν, τὴν ἰκμάδα καὶ τὸν ὑετόν—τούτοις ἐπιχορηγεῖν.

### book 273

post sch.vet. 273c: ὁ Μίμας· καὶ Ὅμηρος· “παρ’ ἠνεμόεντα Μίμαντα”.

### book 274

χαρεῖσαι: ἡδυνθεῖσαι· γράφεται δὲ “φανεῖσαι”.

### book 275a

ἀέναοι Νεφέλαι: ἡ ἐπεισόδιος ... (3) ἐν ἐπῳδῷ, ὡς τὸ “ἐν δὲ Βατουσιάδης”· ἔχει ... (7) οὕτως ἐν ... (14) δηλοῦσα ἔχειν ἀνταπόδοσιν.

### book 275b

post sch.vet. 275b (ult. νάουσαι): ὡς ἀέναος ποταμὸς ὁ ἀδιαλείπ‐ τως ῥέων.

### book 275c

post sch.vet. 275c: “ἀρθῶμεν” δὲ “ἀναπηδήσωμεν”.

### book 277

φύσιν εὐάγητον: πανταχοῦ φερομένην ἢ λαμπράν.

### book 280

post sch.vet. 280bβ (ult. καταφανῆ): τὸ δὲ ἵνα ἀντὶ τοῦ ὅπου· ἢ “ἵνα ἀφορώμεθα” ἐστὶν ἀντὶ τοῦ ὅθεν, κέχρηται δὲ ἐπιρρήματι τῷ ἐν τόπῳ ἀντὶ τοῦ ἐκ τόπου.

### book 286

σελαγεῖται: ἀντὶ τοῦ καταλάμπεται. ἔοικε δὲ ... ὀνομάζειν αὐτόν. τοιαύτη δόξα ἐστὶ παρὰ τοῖς φιλοσόφοις ὄμμα αἰθέρος καλεῖν τὸν ἥλιον.

### book 289alpha

post sch.vet. 289a: “ἀθανάτας ἰδέας” κεῖται, καὶ ἔστιν ἑνικὸν ἐν γενικῇ πτώσει. μέλλει δὲ τὰς Νεφέλας γυναικομόρθους εἰσάγειν ἐσθῆτι ποικίλῃ χρωμένας, ἵνα τὰ τῶν οὐρανίων φυλάττωσι σχήματα· τὸ δ’ “ἐπιδώ‐ μεθα” ἀντὶ τοῦ “ἐπιφανῶμεν, σκέψωμεν”.

### book 289beta

post sch.vet. 289b (ult. χοροῦ): ἐπίδωμεν καὶ σκεψώμεθα.

### book 291

ὦ μέγα σεμναὶ: τὸ μερικὸν ... (2) ζʹ, ὡς ἐρρέθη. λέγεται ... παράγραφος.

### book 296

οἱ τρυγοδαίμονες: οἱ ποιηταί, ἐπειδὴ τὴν τρύγα χριόμενοι, ἵνα μὴ γνώριμοι γένωνται, οὕτως τὰ αὐτῶν ᾖδον ποιήματα κατὰ τὰς ὁδοὺς ἁμάξης ἐπικαθήμενοι· διὸ καὶ παροιμία “ὡς ἐξ ἁμάξης λαλεῖ”, ἤγουν ἀναισχύντως ὑβρίζει· τοῦτο δὲ ἐποίουν οἱ κωμικοὶ ποιηταί.

### book 298a

παρθένοι ὀμβροφόροι: ἡ ἀντῳδὴ ... (2) τῇ ᾠδῇ δεκαέξ, ὧν ὁ τελευταῖος ... (3) ἡ μὲν ... ἀποδιδόμενα.

### book 298b

super v. 298: ἀντῳδὴ ... κώλων ιϞʹ.

### book 298c

post Ald 298a: τινὲς δὲ εἰς τὸ “παρθένοι” στίζουσι τὸ παλίμβολον τῶν Νεφελῶν παρίσταντες· ἄμεινον δὲ εἰς τὸ “ὀμβροφόροι” στίζειν.

### book 299

post sch.vet. 299b, 17—19 (des. Ἀθῆναι, sic): “εὔανδρον” δὲ τὴν ὑπ’ ἀρίστων ἀνδρῶν παροικουμένην· “πολυήρατον” δὲ πᾶσιν ἐράσμιον.

### book 302a

post sch.vet. 302a (ult. 2, μυστήρια): ὅτι δὲ λίαν ἐσπούδαζον περὶ τὰ μυστήρια, δῆλον ἐκ τοῦ ψηφίσματος Μεγαρέων.

### book 302b

post praeced.: εἰκότως πρὸ πάντων σεμνολογοῦσι τὰ Ἐλευσίνια· κοινωνίαν γὰρ ἔχουσι πρὸς τὰς θεάς, ὅσον ἐκ τῆς τοῦ ἔτους φορᾶς καὶ τῆς τῶν καρπῶν αὐξήσεως. αὗται δὲ τὸν Ἴακχον ἐχόρευσαν ταῖς θεαῖς νεφέλαις μυστικαῖς, ὡς Ἡρόδοτος. φησὶ γὰρ ἐν τῇ παρὰ Σαλαμῖνα ναυμαχίᾳ πολὺ λειπομένου τοῦ ἑλληνικοῦ πλήθους τῶν νεῶν τῶν περσικῶν συμμαχῆσαι Ἀθηναίοις τὰς θεὰς μέγιστον τῆς (7) ... (8) γὰρ τῶν ... (10) αἰρόμενον ἀπὸ Ἐλευσῖνος ἐπὶ τὴν συμβολὴν παντὶ τῷ στρατῷ δῆλον γενέσθαι. (10) ... (11) ἀνιέντα καὶ νέφος γινόμενον ... (12) βοᾶν. μυστικὸς δὲ ὁ λόγος ὁ περὶ τὰ ἀπόρρητα μυστήρια. λίαν ... ἐσπουδάζετο.

### book 312

εὐκελάδων τε χορῶν: προσηύλουν γὰρ τοῖς τραγικοῖς καὶ τοῖς κωμικοῖς, ἐπηύλουν δὲ προηγουμένως τοῖς κυκλικοῖς χοροῖς. “εὐκελάδων” δὲ τῶν εὐμούσων καὶ ἡδέων χορῶν.

### book 314

πρὸς τοῦ Διὸς: εἴσθεσις ... νενευκυῖα.

### book 315

τοῦτο τὸ σεμνόν: λεληθότως, φασίν, ἑαυτὸν ἐπαινεῖ σεμνὸν εἶναι λέγων τὸ μέλος. ἔστι γὰρ τοῦτο ἀληθές· ὁ δὲ τὸν ἔπαινον ἐπὶ τὰς Νεφέλας τρέπων οὐκ οἴεται φορτικὸς εἶναι.

### book 318

κροῦσιν: ἀπάτην, δοκιμασίαν, παραλογισμόν. κατάληψιν: εὕρεσιν. τὰ αὐτὰ δὲ καὶ διεξοδικώτερον ἑρμηνευτέον ἂν εἴη πάλιν ἐπαναλαβόντας. “διά‐ λεξιν τοίνυν λόγων ἐμπειρίαν, ὡς ἔφαμεν, ὥστε τὰ νοηθέντα δύνασθαι ἑρμη‐ νεύειν. διαφέρει δὲ διάλεκτος καὶ διάλεξις· διάλεκτος μὲν γάρ ἐστι φωνῆς χαρακτὴρ ἐθνικός, διάλεξις δὲ τῆς συνήθους φωνῆς ἐπὶ τὸ σεμνότερον ἐκτροπὴ καὶ ἐπὶ τὸ ἀγροικότερον. “τερατείαν” δὲ τερατολογεῖν καὶ ἀπίθανα διη‐ γεῖσθαι καὶ λέγειν πράγματα ἐπέκεινα τῶν ἀνθρωπίνων. “περίλεξιν” δὲ πε‐ ριττῶς καὶ περιέργως περιτείνεσθαι διὰ λόγων καὶ δύνασθαι ἑρμηνεύειν τὸ νοηθέν, ὅπερ ἐστὶν λοιπὸν ἔργον τῆς ἐξηγήσεως τοῦ λόγου. δείκνυσι δέ, ἐξ ὅσων συνέστηκε ῥητορική· δεῖ γὰρ νοεῖν, εἶθ’ ἑρμηνεύειν, ὅπερ ἐστὶ λοιπὸν ἔργον τῆς ἐξηγήσεως τοῦ λόγου. 〈“κροῦσιν”〉 ἢ τὸν παραλογισμὸν καὶ τὴν ἀπάτην, τὸ συναρπάσαι τὸν ἀκούοντα· ἢ δοκιμασίαν, ἐπεὶ τὰ σαθρὰ κροτούμενα δο‐ κιμάζεται. “κατάληψιν” τὴν γνῶσιν καὶ αἴσθησιν καὶ τὴν τέχνην. οὕτω γὰρ ὁριζόμεθα τὴν τέχνην, οἷον σύστημα ἐκ καταλήψεων ἐγγεγυμνασμένων,

### book 318

καὶ τὰ ἑξῆς. κατάληψιν δὲ εἰώθασιν οἱ μουσικοὶ λέγειν, ἐπειδὰν πλήξαντες τοῖς δακτύλοις ἢ τῷ πλήκτρῳ τὰς χόρδας καταλάβωσι καὶ ἀποτείνωσι τὸν φθόγγον.

### book 323

post sch.vet. 323a: Πάρνης δὲ ὄρος ... λέγεται, ὡς τὸ “ἐξ κόρακας ... θηλυκῶς, ὡς ἐνταῦθα.

### book 327

post sch.vet. 327a: δέον δὲ εἰπεῖν “ἐν λήμαις”, ὁ δὲ “κολοκύνταις” εἶπε δεικνύων τὴν ὑπερβολὴν τῆς λημότητος. λείπει δὲ ἡ ἐν, ἵν’ ᾖ “ἐν κολοκύν‐ ταις”, ὡς τὸ “νοσεῖν ἐν φρενίτιδι”. ἀποδοκιμαστέοι δὲ οἱ νοοῦντες ἔξωθεν “ὁμοίας”· οὐκ ὀρθῶς γὰρ ἐοίκασι λέγειν. ὁ δὲ Λουκιανὸς ἐν τῷ Πρὸς ἀπαί‐ δευτον καὶ πολλὰ βιβλία ὠνούμενον οὐκ ὤκνησεν εἰπεῖν “χύτραις λημῶν‐ τες”.

### book 332

post sch.vet. 332a, 17 (ult. Θουρίας): ὕστερον δὲ Ἀπίαι. λέγεται ... ὡς Στράβων. Παυσανίας δὲ Ἄνθειαν αὐτὴν καλεῖ.

### book 335

post sch.vet. 337c: ταῦτα δὲ πάντα ἔκ τινων ... (4) ἄλλο ἄλλου ... (6) καὶ “στρεπταιγλᾶν”, εἴπερ οὕτω γράφεται, οὐ πρός τι συνταττό‐ μενον, ἀλλ’ ... (7) ἔθηκεν. οἱ δὲ πρὸς τὸ “δάϊον ὁρμάν”, τουτέστι ταχυτά‐ την, (8) ἑνὸς τὸ πᾶν εἶναι φάσκοντες. (9) τὸ αὐτὸ δὲ καὶ περὶ τοῦ “δροσερᾶν νεφελᾶν”. (11) εἰ δὲ “στρεπταίγλαν”, πρὸς τὸ “ὑγρᾶν νεφελᾶν”.

### book 358

super v. 358: σύστημα ... στίχων Ϟʹ.

### book 396

καταφρύγει: καταίθει· “περιφλύει” δὲ “περικαίει ἐπιπολῆς”· τὸ δὲ “ζῶντας” τινὲς ἀντὶ τοῦ “πλουσίους” ἤκουσαν.

### book 398

post sch.vet. 398c (ult. 3, ἐλέγοντο): Ἀπολλώνιος· Ἄρκαδες, οἳ καὶ πρόσθε σεληναίης ὑδέονται. τοῦτο δὲ τοὖπος οἱ περὶ τὸν Λούκιλλον τὸν Ταρραῖον καὶ Σοφόκλειον καὶ Θέωνα ἑρμηνεύοντες τάδε φασίν: “οἱ Ἀρκάδες ... (10) ἐν τῇ Περιόδῳ ... (12) πρὸς Γίγαντας ... (14) ἐν ταῖς Θέσεσι ... (14) ἐν πρώτῳ Κτίσεως καὶ ἔθνος φησὶν ... (19) Ἀρκάδων πρὸ τοῦ ἐπιτεῖλαι ... (19) διὸ καὶ προσωνο‐ μάσθησαν προσέληνοι. Δοῦρις ... (22) διὸ καὶ ποταμὸν ... (23) τὰς περιόδους τῆς σελήνης ... (24) ὑπὸ Τυφῶνος. ὑπὸ ... εἴρηκεν.

### book 401

καὶ Σούνιον ἄκρον Ἀθηναίων: “χάρις ἐστὶν ἐκ στίχου τοῦ ἀλ‐ λοτρίου”, ὡς ἔφη Διονύσιος ὁ Ἁλικαρνασσεὺς ἐν τῷ Περὶ ἑρμηνείας· “οὐκέτι γὰρ ὁ Ζεὺς κωμῳδεῖσθαι δοκεῖ, ἀλλ’ Ὅμηρος καὶ ὁ στίχος ὁμηρικός”.

### book 404

post sch.vet. 404a: μεῖζον καὶ σφοδρότερον πνεύσῃ. ἐντεῦθεν δὲ δῆλον, ὡς πυκνότατόν ἐστι τὸ τῶν νεφῶν σῶμα· εἰ γὰρ ἦν ἀραιόν, διεφορεῖτ’ ἂν ὁ ἄνεμος κατ’ ὀλίγον.

### book 405

post sch.vet. 405a: κύστις δὲ κοιλίας διενήνοχε· τὸ μὲν γὰρ τῆς ὑγρᾶς περιττώσεως δεκτικὸν μόριον ὀνομάζεται κύστις, τὸ δὲ τῆς ξηρᾶς κοιλία, ὡς Ἀριστοτέλης Περὶ ζῴων ἱστορίας αʹ.

### book 409

post sch.vet. 409a: οὐκ ἔσχαζον. εἰώθασι ... δίοδον χαριζόμενοι τῷ πνεύματι. ἔστι δὲ ἀπὸ τοῦ σχάω ○○○ χνοάζω.

### book 412

super v. 412: σύστημα ... στίχων ηʹ.

### book 419

post Tr2 419b: τὸ δὲ “δυσκολοκοίτου” “δυσκολῶς κεῖσθαι ἐώσης”.

### book 422

post sch.vet. 422b: οἱονεὶ ἄκμων.

### book 436a

in sch.vet. 436a (post πρόσφυξι): καὶ θεράπουσι.

### book 436b

post praeced.: “πιέζει” δὲ “στενοχωρεῖ, ἀναγκάζει”.

### book 439

νῦν οὖν χρήσθων: ἡ ἔκθεσις ... (2) βραχυκατάληκτον· τὰ δὲ ἑξῆς δίμετρα ἀκατάληκτα πλὴν τοῦ δωδεκάτου καὶ ἑπτακαιδεκάτου, ἀναπαιστικῶν βάσεων παρατελεύτων καλουμένων, καὶ τοῦ τελευταίου ἑφθημιμεροῦς ὄντος καὶ παροιμιακοῦ, ὡς εἴρηται, καλουμένου. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νε‐ νευκυῖαι.

### book 446

post sch.vet. 446a: τὸ δὲ “ψευδῶν συγκολλητής” ἀντὶ τοῦ “ψευδοπλάστης”.

### book 448a alpha

Ἀπολλόδωρος δέ φησι ... (9) τὸ δόξαν ἀναγραφόντες, οὓς ... (10) κύρβις δὲ ... (10) εἰς ὕψος ἀναστάσεως. ὕστερον δὲ τὰ ξύλα ... (13) τὰς ἱερὰς γραφὰς στήλη· (14) ἤ, ὡς Ἐρατοσθένης φησίν, ἄξων Ἀθήνῃσιν οὕτω καλούμενος, ἐν ᾧ οἱ νόμοι περιέχονται.

### book 448a beta

Πλούταρχος δὲ ἐν τῷ Σόλωνος βίῳ περὶ αὐτοῦ λέγων “ἴσχυν δέ”, φησί, “τοῖς νόμοις ... (23) ἔδωκεν ἐνιαυτοὺς ... (26) λείψανά τινα διεσῴ‐ ζετο ... τοὺς ἄλλους ὠνομάσθαι”.

### book 448b

post sch.vet. 448d: λάλος.

### book 448c

post sch.vet. 448f: τινὲς δὲ “κίναδος” ζῷον μικρὸν τὸ αἰδοῖον εἰσωθοῦν καὶ ἐξωθοῦν.

### book 448d

post sch.vet. 448h (ult. 21, εὔστομος ὡς τρύπανον): “τρύμη” οὖν τρύπανον, ὡς πάντων περιγενόμενος· ἢ †τριὸς† καὶ ταλαίπωρος· ἢ τρυμαλία.

### book 449

post sch.vet. 449d: ἢ “γλοιὸς” λέγεται ὁ ῥύπος τοῦ ἐλαίου. λέγει οὖν τὸν ῥυπαρὸν τοὺς τρόπους.

### book 450

post sch.vet. 450a: “κέντρων” δέ ἐστι τὸ ἐπισασσόμενον τοῖς ὄνοις ἐκ πολλῶν καὶ διαφόρων συρραφὲν σακκίων καὶ ἐπίσαγμα τῶν ὄνων.

### book 457

λῆμα μὲν πάρεστι: ἐπέκθεσις τῆς διπλῆς ἀμοιβαία ... (3) κατα‐ ληκτικόν. τὸ γʹ ... (3) πενθημιμερές. τὸ δʹ ἀναπαιστικὸν πενθημιμερές. τὸ πέμπτον ... (5) καλεῖται φερεκράτειον ἀτελές· τὸ ἕκτον ἰαμβικὴ βάσις. τὸ ἕβδομον ... (9) πενθημιμερές, ὃ προῦχον καλεῖται. τὸ δέκατον ... (11) τῷ τετάρτῳ. τὸ ἑπτακαιδέκατον ... (13) τὸ εἰκοστὸν ὅμοιον τῷ πεντεκαιδεκάτῳ.

### book 476

ἀλλ’ ἐγχείρει: ἐν ἐκθέσει δίστιχον ἀναπαιστικὸν τετράμετρον κατα‐ ληκτικόν· εἰώθασι γὰρ μετὰ τὰς τοιαύτας περιόδους ἐπάγειν δίστιχον. ἐπὶ τῷ τέλει τῆς μὲν ἐπεκθέσεως δύο συνήθως διπλαῖ ἔξω νενευκυῖαι ... δέχεσθαι μέτρα. τὰ δ’ ἐφεξῆς λβʹ ἰαμβικά εἰσιν ἀκατάληκτα τρίμετρα, ὧν τελευταῖον “χώρει ... κορωνίς.

### book 508

post sch.vet. 508a: ἐν δὲ τοῖς νεωτέροις οὕτως: ὁ Τροφώνιος ... (1) ἐν Λεβαδείᾳ ... (4) πόπανα ... (5) δυσχερὲς πάσχωσιν ... (6) ὅθεν καὶ παροιμία ἐπὶ τῶν ἀγελάστων καὶ συνωφρυωμένων “ἐς Τροφωνίου μεμάν‐ τευται”.

### book 509

περὶ τὴν θύραν: βαρέως διακείμενος ... αὐτῆς.

### book 510a

ἀλλ’ ἴθι χαίρων: τοῦτο ... (3) τῆς παραβάσεως κατὰ τὸ ἔθος ὀνομάζεται κομμάτιον· κώλων ὀκτώ, ὧν τὸ μὲν πρῶτον ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον ἢ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον ἐπιμεμιγμένον δισπον‐ δείῳ· τὸ δεύτερον ἀναπαιστικὸν μονόμετρον· τὸ τρίτον καὶ τὸ ἑξῆς καὶ τὸ ἕβδομον καὶ τὸ μετ’ αὐτὸ χοριαμβικὰ δίμετρα καταληκτικὰ εἰς ἀμφίβραχυν περαιούμενα ἢ βακχεῖον διὰ τὸ ἀδιάφορον, ἀριστοφάνεια καὶ αὐτὰ καλούμενα· τὸ πέμπτον χοριαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ ἕκτον ἀπὸ ἰαμβικῆς βάσεως εἰς χοριαμβικὴν ὑπερκατάληκτον.

### book 510b

super v. 510: κομμάτιον κώλων ηʹ.

### book 518a

ὦ θεώμενοι: ἡ παράβασις δοκεῖ μὲν ἐκ τοῦ χοροῦ λέγεσθαι, εἰσάγει δὲ τὸ ἑαυτοῦ πρόσωπον ὁ ποιητής.

### book 518b

post sch.vet. 510a, 17 (ult. ἀντεπίρρημα; ad v. 518 Ald teste lm. ὦ θεώμενοι): συνεμπίπτουσι γὰρ ἀλλήλοις κατὰ τὸ μέτρον καὶ τὰ κῶλα· ἡ γὰρ στροφὴ ἔχει ὁμοίαν ἑαυτῇ τὴν ἀντίστροφον, καὶ τὸ ἐπίρρημα ὡσαύτως τὸ ἀντεπίρρημα. τινὲς δὲ προστιθέασι καὶ ᾠδὴν καὶ ἀντῳδήν· ἔχουσι γὰρ καὶ ταῦτα σχέσιν πρὸς ἄλληλα. ἡ μὲν οὖν παράβασις κτλ.

### book 518c

post sch.vet. 510a, 20 (ult. παραβάσεις; ad v. 518 Ald teste lm. ὦ θεώμενοι): ἑπτὰ δὴ ὄντων τῶν τῆς παραβάσεως μερῶν ἐφ’ ἕκαστον ... (23) ἡ παράγραφος, οὐχ ἧττον δὲ ... (25) ἀποδίδωται· ἐὰν δὲ ᾖ ... (27) ἀνταποδιδόμενα ... (28) ἀποδιδομένοις ... (30) ἔξω νενευκυῖαι δηλοῦσαι ἡ‐ μῖν, ὅτι ἀνταποδίδοται. τὸ δὲ μέτρον ἀσύστατον, εὐπολίδειον καλούμενον, στί‐ χων τροχαϊκῶν τετραμέτρων καταληκτικῶν μεʹ, ὧν τελευταῖος ἐς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε. τὸ δὲ τροχαϊκὸν μέτρον κατὰ πᾶσαν μὲν χώραν δέχεται τροχαῖον καὶ σπονδεῖον πλὴν τῆς παρατελεύτου, μὴ ὄντος τοῦ μέτρου χωλοῦ, καὶ κατὰ μὲν τὰς περιττὰς τρίβραχυν καὶ δάκτυλον, εἰ τύχοι· τῶν δ’ ἀρτίων τὰς μὲν ἑτέρας ἀνάπαιστον καὶ οὓς ἔφην ἐγχωρεῖν πάσῃ χώρᾳ, ἰδίως δὲ τὴν τετάρτην ἐν τούτοις ἴαμβον. ἐπὶ τῷ τέλει παράγραφος.

### book 518d

super v. 518: παράβασις κώλων μεʹ.

### book 518e

post 518c: ἐχρῆν δὲ τὴν λέξιν ὑπὸ τοῦ χ σημειοῦσθαι· ἐχρήσατο γὰρ μετοχῇ ἀντὶ ὀνόματος.

### book 530

κοὐκ ἐξῆν πῶ μοι: οὔπω ... τὸ λέγειν δημοσίᾳ διὰ τὸ νέον τῆς ἡλικίας. οὐ γὰρ πρῶτον ... ἀπὸ δὲ τῶν ... εἰσιέναι. νόμος δὲ ἦν ... τινα εἰπεῖν μήπω τεσσαράκοντα ἔτη γεγονότα· ὡς δέ τινες, τριάκοντα.

### book 542

post sch.vet. 542bα: καὶ εὐτελῶς πεπλασμένας.

### book 562

in sch.vet. 562α, 5 (inter διὸ et τὸ χ): ἐπισημειοῦσθαι τὴν λέξιν ἔδει.

### book 563a

ὑψιμέδοντα μὲν: τοῦτο ᾠδὴ καὶ στροφὴ ὀνομάζεται ... (5) ἐπι‐ μεμιγμένον βακχείῳ, ὃ ... ἑφθημιμερές· τὸ τέταρτον καὶ τὸ πέμπτον τῷ πρώτῳ ὅμοια· τὸ ἕκτον τρίμετρον ἐκ διιάμβου, χοριάμβου καὶ βακχείου· τὸ ἕβδομον (7) δακτυλικὸν τετράμετρον· τὸ ὄγδοον (12) δακτυλικὸν πεντάμετρον· τὸ ἔνατον δίμετρον ἐξ ἐπιτρίτου τρίτου καὶ χοριάμβου· τὸ δέκατον ὅμοιον ἐκ δισπονδείου καὶ χοριάμβου ἢ δακτυλικὸν ἑφθημιμερὲς τῆς σι ἀντὶ μακρᾶς λογιζομένης· τὸ ἑνδέκατον (14) ... (14) τὸ καλούμενον γλυκώνειον, ἐκ διτρο‐ χαίου καὶ διιάμβου, ὡς ἔχει τὰ Γλύκωνος “κάπρος ... μαινόλης Κύπριδος ... ὤλεσε”· τὸ δυοκαιδέκατον ἀντισπαστικὸν δίμετρον καταληκτικόν, τὸ καλούμενον φερεκράτειον, ἑφθημιμερὲς ἐξ ἐπιτρίτου τετάρτου καὶ βακχείου, ὡς ἔχει τὰ Φερεκράτους “ἄνδρες πρόσχετε ... ἀναπαίστοις”. (18) καλεῖται ... μέτρα. (19) ἐπὶ τῷ ... ἀνταπόδοσιν.

### book 563b

super v. 563: ᾠδὴ καὶ στροφὴ κώλων ιβʹ.

### book 575a

ὦ σοφώτατοι θεαταὶ: τοῦτο ... (4) καταληκτικῶν, ὧν ... (4bis) συνοίσεται ... ἀνταπόδοσιν.

### book 575b

super v. 575: ἐπίρρημα στίχων κʹ.

### book 587

δυσβουλίαν: τὴν οὐκ ὀρθῶς βουλήν.

### book 595a

ἀμφί μοι ἄναξ: ἡ ἀντῳδὴ ... (2) τὰ μέτρα.

### book 595b

super v. 595: ἀντῳδὴ ... ιβʹ.

### book 607a

ἡνίχ’ ἡμεῖς: τὸ ἀντεπίρρημα ... (2) καταληκτικῶν εἴκοσι. ἐνταῦθα μέντοι ὁ ἐπὶ τῆς τετάρτης χώρας ἴαμβος ἐξέλιπεν. (5) ἐπὶ τῷ ... νενευκυῖα.

### book 607b

super v. 607: ἀντεπίρρημα στίχων κʹ.

### book 609

post sch.vet. 609a: Πλάτων μέντοι ἐν ἀρχῇ τῶν ἐπιστολῶν τὸ “εὖ πράττειν” προύθηκεν, οἱ δὲ Πυθαγόρειοι τὸ “ὑγιαίνειν”. καὶ τό γε τριπλοῦν τρίγωνον ... πρὸς αὐτῶν ὀνομάζεται.

### book 627

μὰ τὴν ἀναπνοήν: ὑποχωρήσαντος ... νενευκυῖα.

### book 633

ἔξει: ἀντὶ τοῦ “ἔξελθε”. ἔστιν εἴω τὸ πορεύομαι, οὗ παράγωγον εἶμι, ὁ παρατατικὸς εἶν, εἶς, εἶ· καὶ ὥσπερ ἐν τοῖς εἰς ω τὸ τρίτον πρόσωπον τοῦ ὁριστικοῦ παρατατικοῦ δεύτερόν ἐστι προστακτικόν, οὕτω καὶ ἐν τοῖς εἰς μι σχηματίζουσιν οἱ Αἰολεῖς καὶ οἱ Ἀθηναῖοι, οἷον “ἵστη μετὰ κῦμα” ἀντὶ τοῦ “ἵσταθι”· Ἀριστοφάνης· [para]καὶ τοὺς κοφίνους ἅπαντας ἐμπίμπλη πετρῶν ἀντὶ τοῦ “ἐμπίμπληθι”. οὕτως οὖν καὶ ἐκ τοῦ “εἶ” τρίτου προσώπου τοῦ ὁριστικοῦ παρατατικοῦ ἐν συνθέσει “ἔξει” προστακτικόν. ἢ ἀπὸ τοῦ εἴω, οὗ ὁ δεύτερος ἀόριστος ἴον, ἴες, ἴε, καὶ μετὰ τῆς ἐξ “ἔξιε” καὶ κατὰ μετάθεσιν καὶ συναίρεσιν “ἔξει”. ὡσαύτως καὶ μετὰ τῶν λοιπῶν προθέσεων “μέτει” καὶ “δίει”, πλὴν τοῦ “πάρει” καὶ “σύνει”· ἐνταῦθα γὰρ αἱ προθέσεις τῷ “εἶ” ἀντὶ τοῦ “ὑπάρχεις” συνδυάζονται.

### book 643

post sch.vet. 643aα: παρατηρητέον δέ, ὅτι ... γράφειν “ἡμιεκ‐ τέου”· οὐ ... χρῆσιν διὰ διφθόγγου “ἡμιεκταίου”.

### book 644a

post sch.vet. 644: γίνεται δὲ οὕτω· δίδημι ... (1) διδήσω, ὁ δεύ‐ τερος ἀόριστος ἔδην, μέσος ... (3) δοῦ καὶ περίδου. καὶ Ὅμηρος “δίδει ... λύγοισιν”.

### book 644b

post praeced.: ὡς ἄγροικος δὲ πάλιν ... τὸ τῶν ποιημάτων ἔλεγε μέτρον ... ἐδέξατο.

### book 645

post sch.vet. 645b, 8 (ult. τέσσαρα (sic)): ὡς πλεονάκις ἴσως τοῦ δέοντος εἴρηται.

### book 698

ante sch.vet. 698: εἰ μὴ ἐπὶ τοῦ ἀσκάντου σκέψῃ.

### book 700

post sch.vet. 700b: ἔκθεσις ... (2), ὧν τὸ πρῶτον δίμετρον ἐκ διιάμβου καὶ χοριάμβου· τὸ δεύτερον δίμετρον ἐκ χοριάμβου καὶ βακχείου· τὸ τρίτον ἰαμβικὸν πενθημιμερές· τὸ τέταρτον ἐκ διιάμβου καὶ χοριάμβου τρί‐ μετρον βραχυκατάληκτον· τὸ πέμπτον ἐκ διιάμβου καὶ διτροχαίου ταυτοπαθές· τὸ ἕκτον τρίμετρον ἐκ διιάμβων καὶ κατὰ τὸ μέσον χοριάμβου· τὸ ἕβδομον ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ ὄγδοον δίμετρον ἀντισπαστικὸν βραχυ‐ κατάληκτον ἢ ἐκ δύοιν βακχείοιν ἀκατάληκτον· τὰ ἑξῆς δύο ἰαμβικὰ τρίμετρα. τὰ δὲ μετὰ ταῦτα ἀναπαιστικὰ δίμετρα καταληκτικὰ εἰς δισύλλαβον πλὴν τοῦ πεντεκαιδεκάτου μονομέτρου ὄντος, ὁμοίως καὶ τοῦ ἑπτακαιδεκάτου καὶ

### book 700

εἰκοστοῦ πρώτου—ἀναπαιστικαὶ γὰρ βάσεις—καὶ τοῦ τελευταίου ἀναπαι‐ στικοῦ μὲν ὄντος ἑφθημιμεροῦς, παροιμιακοῦ δέ, ὡς πολλάκις εἴρηται, καλου‐ μένου. ἔστι δὲ καὶ ταῦτα πολυσχημάτιστα. ἐπὶ τῷ τέλει δύο διπλαῖ, ὡς ἐν τοῖς προφθᾶσιν. ἰστέον δέ, ὅτι (14) ... ὡς κἀνταῦθα.

### book 763

μηλολόνθην: οὕτω γράφουσιν οἱ ἀκριβέστεροι· τινὲς δὲ κτλ.

### book 776

in fine sch.vet. 777d (post πεπόνθασι): ὡς ὁ ῥήτωρ ἐν τῷ κατὰ Ἀριστογείτονος.

### book 804a

ἆρά γ’ αἰσθάνει: κορωνὶς ... (2) δέκα. τούτων τὸ μὲν πρῶτον δίμετρον ἀντισπαστικὸν ἐκ διτροχαίου καὶ παλιμβακχείου· τὸ δεύτερον ἐξ ἀντισπάστου καὶ ἀμφιβράχεος· τὸ τρίτον ἐξ ἐπιτρίτου τρίτου δίμετρον βρα‐ χυκατάληκτον· τὸ τέταρτον δίμετρον ἐκ διτροχαίου καὶ ἀμφιβράχεος· τὸ πέμπτον (5) ... ἀκατάληκτον ἀδιαφόρου τῆς τελευταίας οὔσης· τὸ ἕκτον ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ ἕβδομον ἐκ χοριάμβου καὶ διιάμβου δίμε‐ τρον· τὸ ὄγδοον χοριαμβικὸν τρίμετρον (6) ... τῷ ἕκτῳ ἐχούσης ἀνάπαιστον τῆς ἀρχούσης· τὸ δέκατον χοριαμβικὸν δίμετρον καταληκτικόν, εἴτ’ οὖν ἐκ χοριάμβου καὶ βακχείου.

### book 804b

super v. 804: στροφὴ κώλων δέκα.

### book 811

post sch.vet. 811: “ἀραιῇσι μέλαν ὕδωρ”.

### book 812

ἀσύμβουλοι δέ, φησίν, ὅτι καὶ ταχέως μεταβαλλόμενοι ἐπιθυμίας ἥττους ἁλίσκονται.

### book 814

οὔτοι μὰ τὴν Ὁμίχλην: κορωνὶς ... ἐξέλθωσι.

### book 817

post sch.vet. 819a: ἐνδεῖ δὲ τὸ χ.

### book 838

καταλούει μου: ἐντρυφᾷς· καταναλίσκεις τὴν περιουσίαν.

### book 846

ante sch.vet. 846b: τοῖς σοροποιοῖς.

### book 888/9

χοροῦ.

### book 889

χώρει δευρί: εἴσθεσις ... νενευκυῖα.

### book 910

post sch.vet. 910bβ: βωμολοχία δὲ κυρίως ἡ περὶ τὸ ἐν παιδιᾷ ἡδύ, ὡς Ἀριστοτέλης ἐν δευτέρῳ Ἠθικῶν, ὑπερβολή.

### book 928

post sch.vet. 928bα: πρὸς ὃ καὶ τὸ χ.

### book 934

παύσασθε μάχης: ἔκθεσις ... (3) ἐν εἰσθέσει ... (5) τὸ δὲ τελευ‐ ταῖον ἑφθημιμερές ... κατὰ τὸ τέλος.

### book 949a

νῦν δείξετον: εἴσθεσις ... (3) χοριαμβικῶν διαφόρως κεκολλη‐ μένων δέκα, ὧν τὸ πρῶτον δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου τρίτου καὶ χορι‐ άμβου· τὸ δεύτερον ἐκ χοριάμβου καὶ ἀμφιβράχεος· τὸ τρίτον ἐκ διιάμβου καὶ χοριάμβου· τὸ τέταρτον ἐκ χοριάμβου καὶ βακχείου· τὸ πέμπτον ἀντιστρόφως τῷ πρώτῳ ἐκ χοριάμβου καὶ ἐπιτρίτου τρίτου· τὸ ἕκτον ἐξ ἀντισπάστου καὶ κρητικοῦ, εἴτ’ οὖν ἀμφιμάκρου· τὸ ἕβδομον (8) ... τὸ ὄγδοον ἐξ ἀντισπάστου καὶ ἰάμβου, διὰ τὸ (10) ... τὰς δύο δηλαδὴ συλλαβάς, ἡμιόλιον καλούμενον· τὸ ἔνατον ἐκ χοριάμβου καὶ διιάμβου· τὸ δέκατον ἐκ χοριάμβου καὶ ἀμφι‐ βράχεος.

### book 949b

super v. 949: στροφὴ κώλων ιβʹ.

### book 956

ἀνεῖται: κεῖται, δέδοται· νῦν πρόκειται ἡμῖν ὑπὲρ ἁπάσης τῆς σοφίας κινδυνεῦσαι· ἤγουν παράστασις καταλέλειπται.

### book 961

λέξω τοίνυν: εἴσθεσις ... (3) πτελέᾳ ψιθυρίζῃ. τοῦτο δὲ τὸ μέτρον ἀριστοφάνειον καλεῖται, ἐπεὶ εὐδοκίμησε λέγων “ὡς ὅτ’ ἐγὼ τὰ δίκαια ἤσκουν καὶ σωφροσύνη νενόμιστο”. τοῦτ’ οὖν ἄγαν Ἀριστοφάνης ἀπεδέχετο ὡς εὖ πεποιημένον. ἐπὶ ταῖς (8) ... τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.

### book 983

post sch.vet. 983bα: καὶ ἀμέτρως.

### book 984

post sch.vet. 984d: καὶ Θουκυδίδης· “καὶ οἱ πρεσβύτεροι αὐτοῖς τῶν εὐδαιμόνων οὐ πολὺς ... λινοὺς ... τεττίγων ἐν ἕρσει κρωβύλων ... τριχῶν”.

### book 989

post exordium leviter mut. Th1/2Tr1/2 989c (1—2; ult. ἀπέδωκεν) ceterae parti postpositum: ἐν δὲ τοῖς παλαιοῖς τῶν ἀντιγράφων “ἀμέλει τῆς Τριτογενείης” εὕρηται.

### book 1009

ἢν ταῦτα ποιῇς: ἔκθεσις ... (2) ὃ παρατέλευτον ὀνομάζεται. τὸ τελευταῖον ἑφθημιμερές ... (4) ὡς εἴρηται. ἐπὶ τῷ ... νενευκυῖαι.

### book 1024a

ὦ καλλιπύργου: ἑτέρα ... (2) χοριαμβικῶν ἐπιμεμιγμένων, ὡς τὰ τῆς στροφῆς καθ’ ἕκαστον ἐχόντων, δέκα, πλὴν τοῦ πέμπτου ἐξ ἐπιτρίτου καὶ διιάβου συγκειμένου, καὶ τοῦ ἑβδόμου ἐκ χοριάμβου, ἰάμβου καὶ ἀντι‐ σπάστου. ἐν ἐκθέσει (6) ... τὸ τέλος.

### book 1024b

super v. 1024: ἀντιστροφὴ κώλων ιβʹ.

### book 1036

καὶ μὴν πάλ’ ἔγωγ’ ἐπνιγόμην: εἴσθεσις ... (3) εἶναι. τὸ δὲ μέτρον ἱππωνάκτειον. (5) ἐπὶ τῷ ... νενευκυῖα.

### book 1068

post sch.vet. 1068a (21) ἡ Θέτις ... ἐνέβαλλε τοὺς ... (22) ἑτέρους: ... (24) κωλύσαι ... (27) ἐν τῷ Περὶ Θεσσαλίας ... (28) ἔνδοξον γενέσθαι, μεταπέμψαι τὴν ... ἡ φήμη.

### book 1085

ἢν δ’ εὐρύπρωκτος: ἔκθεσις ... (3) ὀκτωκαίδεκα δίμετρα ἀκατά‐ ληκτα. τὸ μέντοι ἕβδομον καὶ ἑνδέκατον τρίμετρα καὶ τὸ δέκατον πενθημιμερές, τὸ πεντεκαιδέκατον καὶ ἑπτακαιδέκατον μονόμετρα, τὸ δὲ τελευταῖον ἑφθημι‐ μερές. ἐπὶ τῷ τέλει (9) ... τὸ τέλος.

### book 1105a

τί δῆτα; πότερον: σύστημα ... (2) κῶλα ἰαμβικὰ ... (3) ἑφθη‐ μιμερῆ. (4) ἔχει δὲ τὸ δεύτερον κῶλον τὸν δεύτερον πόδα (4) ... παράγραφος.

### book 1105b

super v. 1105: σύστημα κατὰ περικοπὴν στίχων ηʹ.

### book 1115a

τοὺς κριτὰς ἃ κερδανοῦσιν: κἀνταῦθα ... κακῶς. (6)

### book 1115b

super v. 1115: ἐπίρρημα.

### book 1119

secundum Hermannum in p. v. 1385—1415 continenti hoc scholii fragmen‐ tum legebatur: τεκούσας καὶ φυλάξαι ἐπὶ τῆς βλαστήσεως τῆς ἀμπέλου· λίαν γάρ ἐστιν εὐχερὲς ῥεῖν ἀλλὰ ταῖς ἀληθείαις, προσέθηκε τοῦτο; quae re vera iam teste accentu vocis εὐχερές (sic Hermann) duorum sunt, sc. ad v. 1119 (scholii vet. 1119, ubi Ald des. ἐστιν εὐχερές) et ad v. 1116 (scholii Tr2 1116b, 1sq., ubi Ald post φέρειν (unde illud ῥεῖν) om. αὐτούς et pro verbis ex Ar. allatis τὸ “ὠφελεῖν ... δικαίων” nude τοῦτο). Haec fragmenta scholiorum iam plene typis redditorum, quae Hermann ex exem‐ plari olim F. A. Wolfii eruit, neque in sex vel septem aliis ab Hermanno et Dd—Db enumeratis neque in Bibliothecae Bumae leovardensis, quo utor (cum nuncupatione

### book 1119

„B. Vulcanius Sinapio suo φίλιον“), extat. Typothetas in causa esse suspicatus est Hermann fuse de hac re agens.

### book 1130

post sch.vet. 1130α: Αἰσχύλος δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι· καὶ Θεόκριτος ἐν Ἀδωνιαζούσαις οὐδεὶς κακοεργὸς δαλεῖται τὸν ἰόντα παρέρπων αἰγυπτιστί· καὶ αἰγυπτιάζειν τὸ ὕπουλα πράττειν.

### book 1131a

= sch. metr. vet. 1131a.

### book 1131b

post praeced: ἐξέρχεται ... Ἀθηναῖοι· τὰς μὲν ἀπὸ νουμηνίας ὁμοίως ἡμῖν, λέγοντες πρώτη ἱσταμένου, δευτέρα ἱσταμένου, μέχρι τῶν δέκα· μεθ’ ἣν πρώτην ἐπὶ δέκα, εἶτα δευτέραν ἐπὶ δέκα, καὶ ἑξῆς ἄχρι εἰκοσ‐ τῆς—ἡ αὐτὴ δὲ καὶ εἰκάς—· μεθ’ ἣν ἑνδεκάτην φθίνοντος ἢ δεκάτην ἢ ἐνάτην ἢ ὀγδόην, ὡς ἔτυχεν ἔχων ὁ μήν, καὶ ἑξῆς ἀναλύοντες ἄχρι δευτέρας. οὕτω γὰρ Ἀθηναῖοι ἠρίθμουν, οὐ προστιθέντες, ἀλλ’ ἀφαιροῦντες καὶ ἀναλύοντες μέχρι τριακάδος Σόλωνος ἡγησαμένου πρὸς τὰ τῆς σελήνης φῶτα οὕτω μειού‐ μενα. μετὰ δὲ δευτέραν ἀκτέον ἕνην, τουτέστι τὴν τελευταίαν τοῦ μηνὸς ἡμέραν.

### book 1131c

post sch.vet. 1131d leviter varians: ἐπεὶ ἐν αὐτῇ συντελεῖται ὁ μὴν καὶ ἀρχὴν ἔχει τοῦ ἑτέρου μηνὸς τῆς σελήνης, ὥστε ἡ μὲν εἰκοστὴ ἕκτη παρ’ αὐτοῖς πέμπτη ἀκούει, ἡ δὲ εἰκοστὴ ἑβδόμη τετρὰς λέγεται.

### book 1136

post sch.vet. 1136b: μέμνηται δὲ τῆς λέξεως καὶ Ἰσοκράτης ἐν ... διώκων.

### book 1154

post sch.vet. 1154a, 15 (ult. εἰκοσίκωλος (sic)): τὸ μὲν πρῶτον ἐξ ἰαμβικῆς βάσεως τῶν ἄρα δύο βραχειῶν ἀντὶ μιᾶς μακρᾶς λογιζομένων καὶ τροχαϊκοῦ πενθημιμεροῦς· τὸ δεύτερον ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκοῦ ἑφθημιμεροῦς· τὰ δὲ ἑξῆς δύο ἰαμβικὰ τρίμετρα ἀκατάληκτα, μεθ’ ἃ δακτυ‐ λικὰ πενθημιμερῆ τρία· τὸ ὄγδοον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ χορείου δί‐ μετρον· τὸ ἔνατον ἐξ ἐπιτρίτων τρίτων δίμετρον ὑπερκατάληκτον· τὸ δέκατον ἐκ διτροχαίου καὶ ἀντισπάστου, εἴτε ἐπιτρίτου τετάρτου, καὶ διιάμβου· τὰ ἑξῆς δύο χοριαμβικὰ δίμετρα βραχυκατάληκτα· τὸ τρισκαιδέκατον ἐκ χοριάμ‐ βου καὶ σπονδείου· τὸ ιδʹ σπονδειακὴ ταυτοποδία· τὸ ιεʹ ἐκ παίωνος τετάρτου καὶ ἰάμβου· τὸ ιϞʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον· τὸ ιζʹ δακτυλικὸν δίμετρον ἀκατάληκτον· τὸ ιηʹ ὅμοιον τῷ ιεʹ· τὰ ἑξῆς δῆλα. ζητητέον δὲ περὶ πάντων ἀκριβέστερον.

### book 1189

εἰς δύ’ ἡμέρας: ἐγχειρεῖ λέγειν, ὅτι ... (2) ἀλλ’ ὅτι δύο ... (6) ἡ νουμηνία. τὰς οὖν κλήσεις ... (8) τῇ λʹ φασὶ γενέσθαι ... (10) τὴν τρια‐ κοστὴν ὅλην εἰς τὸ σκέψασθαι περὶ αὐτοῦ καὶ μὴ ἀποτομίᾳ ζημιωθῇ, ὥστε καλεῖσθαι καὶ τὰ πρυτανεῖα θεῖναι ἐν τῷ δήμῳ. οὐ χεῖρον δὲ καὶ τὰ παρὰ Πλουτάρχῳ περὶ Σόλωνος καταθέσθαι· “συνιδὼν γάρ” φησί “τοῦ μηνὸς ... (16) ἔνην ... (23) τὰς ἀπ’ ... (24) ἠρίθμησεν”.

### book 1192a

ἵν’ ὦ μέλε: ἵνα, φησί, παρόντες οἱ ἐναγόμενοι, εἰ συνίδοιεν ἑαυτοῖς ἀδικοῦσι καὶ ὀφείλουσι, τοῦ δικάζεσθαι ἀπαλλάττοιντο διαλυσάμενοι πρὸς τοὺς δανειστὰς διὰ τῆς τῶν τόκων ἀποδόσεως· εἰ δὲ μὴ οἰκείᾳ ἀποδοῖεν γνώμῃ, ὑπὸ τοῦ δικαστηρίου λυποῖντο. εἰς σκέψιν ... ἡ τριακοστή.

### book 1192b

ἵνα πρὸ ... δικάζοιντο. εἰς σκέψιν οὖν αὐτοῖς ἡ τριακοστὴ συνεχω‐ ρεῖτο, ἵνα παρόντες ... συνίδοιεν ... δικάζοιντο.

### book 1206

post sch.vet. 1206bβ: ἔκθεσις δὲ τῆς διπλῆς ... (2) μονοστροφικὸν τοῦ ὑποκριτοῦ ὀκτάκωλος, ὧν τὸ πρῶτον ... (2) ἐλάσσονος δίμετρον κατα‐ ληκτικόν· εἰ δὲ βούλει ... (4) ἐπίτριτον· τὸ τρίτον ... (5) τῷ δευτέρῳ· τινὲς δὲ ταῦτα τὰ τρία ἀπὸ ἰαμβικῆς βάσεως καὶ τροχαϊκῆς κατακλεῖδος. τὸ πέμπτον ... (6) ἐπιτρίτου καὶ ... (7) τροχαϊκὸν τρίμετρον καταληκτικὸν ἰάμβου κατὰ τὴν τετάρτην χώραν, ὡς ἐπὶ τῆς παραβάσεως, τιθεμένου· ἢ τὸ μὲν πέμπτον ἰωνικὸν δίμετρον ἀκατάληκτον, τὸ δ’ ἕκτον ἐξ ἰαμβικοῦ πενθημι‐ μεροῦς καὶ δοχμίου συζυγίας. συνῆψε τῇ λέξει καὶ ἑτέραν διαίρεσιν, τὴν εἰς ἰαμβικὸν τρίμετρον ὑπερκαταληκτικὸν καὶ δόχμιον. τὸ ἕβδομον (7) ... (7) διτροχαίου· ἢ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ ὄγδοον ἰωνικὸν ἡμιόλιον ... (9) ἰθυφαλλικόν. (10) ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ, ἡ δὲ κατὰ τὸ τέλος. (10) ἔστι δὲ ... εἰρημένον τρόπον.

### book 1214

εἶτ’ ἄνδρα: κορωνὶς ... κορωνίς.

### book 1273

ὥσπερ ἀπ’ ὄνου: ἐπὶ τῶν ἀλόγως πραττόντων ἡ παροιμία καὶ μὴ ... χρῆσθαι, μήτιγε δὴ ἵπποις. ὁ μέντοι ... περισπᾷ “ἀπὸ νοῦ” λέγων, οὕτως: “καὶ μὴ ... πεσεῖν”.

### book 1299a

ἄξεις ἐπιαλῶ: ἡ γραφὴ δισσή, καὶ “ἐπὶ ἅλω” καὶ “ἐπιαλῶ”. καὶ ... (17) περισπωμένως τὸ “ἄξεις” ἀπειλητικῶς χρὴ λέγειν, οἷον “ἄξεις, ὁρμήσεις τοὐντεῦθεν, ἐπεὶ ἀλῶ σε”, ὅ ἐστιν “ἐξελάσω σε”, εἰ διφθογγογρα‐ φεῖται, “καὶ διώξω (1) ... παρήορον”· πρὸς δὲ (2) ... (2/3) γραφὴν ὡς ἠθικῶς ... (3) ἐπὶ τὸ ἀλήθειν, ἀντὶ τοῦ “ἄπαγε σὺ σεαυτὸν ἵππον, κἀκεῖθεν τραφήσῃ”.

### book 1299b

post sch.vet. 1299d: “σειραφόρος” δὲ ὁ ἔξω τοῦ ζυγοῦ.

### book 1303a

οἷον τὸ πραγμάτων ἐρᾶν: κορωνὶς καὶ εἴσθεσις μέλους ἐξιόντων ὑποκριτῶν μονοστροφικοῦ ἐκ κώλων ιηʹ, ὧν τὸ πρῶτον ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον τοῦ “φλαύρων” ποδὸς ἀνθ’ ὅλης ἰαμβικῆς κειμένου διπο‐ δίας· τὸ δεύτερον ἐκ διιάμβου καὶ ἰωνικοῦ ἀπ’ ἐλάσσονος δίμετρον ἀκατάληκ‐ τον ἢ ἰαμβικὸν ἑφθημιμερές· τὸ τρίτον ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ τέταρτον ὅμοιον ἢ ἐκ παιώνων δευτέρων· τὸ εʹ χοριαμβικὸν ἐξ ἐπιτρίτων ἢ ἰαμβικὸν τρίμετρον καταληκτικόν· τὸ Ϟʹ (6) ... τὸ ζʹ ὅμοιον, τρίμετρον μέντοι· τὸ ηʹ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον· τὸ θʹ ἀντισπαστικὸν ἐξ ἐπι‐ τρίτου τρίτου καὶ πρώτου ὅμοιον· τὸ δέκατον ἰαμβικὸν δίμετρον βραχυκατά‐ ληκτον· τὸ ιαʹ καὶ ιβʹ ὅμοια τῷ τρίτῳ· τὸ ιγʹ (9) ... δίμετρον· τὰ ἑξῆς τρία ἀντισπαστικὰ ἑφθημιμερῆ φερεκράτεια διτροχαϊκῆς κατὰ τὴν πρώτην τοῦ πεντεκαιδεκάτου χώραν κειμένης ταυτοποδίας· τὸ παρατέλευτον ὅμοιον τῷ τρίτῳ· μεθ’ ὃ ἰαμβικὸν (12) ... κορωνίς.

### book 1303b

super v. 1303: στροφὴ κώλων ιηʹ.

### book 1321a

ἰοὺ ἰού: κορωνὶς ... (3) μονόμετρον. ὁ δὲ ... κορωνίς.

### book 1321b

super v. 1321: σύστημα κατὰ περικοπήν.

### book 1321c

post sch.vet. 1321b: καθίστησι.

### book 1338

post sch.vet. 1338a: δι’ ἑτέρου· τὸ γὰρ “ἐδίδαξα” δι’ ἑαυτοῦ.

### book 1345a alpha

σὸν ἔργον: εἴσθεσις ... (2) νεωτέρων”, ἧς οὐδὲν διενήνοχε· προῳδικὴ ... (3) τῆς διπλῆς. ἢ διπλῆ καὶ εἴσθεσις εἰς ἐπῳδικὴν τριάδα ἢ τετράδα κώλων ἕξ, ὧν τὰ μὲν περιττὰ ὅμοια τοῖς ἀνωτέρω, τὰ δὲ ἄρτια ἰωνικά, ἡμιόλια διὰ τὸ ἔχειν πρὸς τῷ ὅλῳ καὶ τὸ ἥμισυ τοῦ ἰωνικοῦ καλούμενα, ἀδια‐ φοροῦντα τὴν πρώτην συλλαβήν. τὸ μέντοι τελευταῖον, ὃ καὶ ἐπῳδός, ὡς ἐπὶ τῷ τέλει τῆς ᾠδῆς τιθέμενον, λέγεται, ἀντ’ ἰωνικοῦ ἐπίτριτον ἔχει. (8) ἐν ἐκθέσει ... (11) τῆς ᾠδῆς. (13) ἐπὶ τῷ τέλει ... νενευκυῖα.

### book 1345a beta

διὸ καὶ ἐκλέγονται ὡς (11) ... (13) ῥυθμόν.

### book 1345b

super v. 1345: στροφὴ ... γʹ.

### book 1356

post sch.vet. 1356aα: τὸ δὲ “ἐπέχθη” καὶ διὰ τοῦ ε ψιλοῦ ἀπὸ τοῦ πέκω καὶ διφθογγογραφεῖται.

### book 1370

post Th1/2Tr1/2 1370: “τραγῳδίας ποιοῦντα”.

### book 1391

super v. 1391: ἀντιστροφὴ ... ηʹ.

### book 1399

ὡς ἡδὺ καινοῖς: εἴσθεσις ... (4) ὁ μέντοι ἑπτακαιδέκατος τρί‐ μετρος ἴαμβός ἐστιν. ἐπὶ τῷ ... νενευκυῖα.

### book 1417

post 1417 Th1/2Tr1: πάλιν ληροῦντες. καὶ Σοφοκλῆς Πηλεῖ Πηλέα τὸν αἰάκειον οἰκουρὸς μόνη γερονταγωγῶ κἀναπαιδεύω 〈πάλιν〉· πάλιν γὰρ αὖθις παῖς ὁ γηράσκω ἀνήρ· καὶ Θεόπομπος δὶς παῖδες οἱ γέροντες ὀρθῷ τῷ λόγῳ· καὶ Πλάτων ἄρ’, ὡς ἔοικε, δὶς γένοιτ’ ἂν παῖς γέρων· καὶ Ἀντιφῶν “γηροτροφία γὰρ προσέοικε παιδοτροφίᾳ”.

### book 1432

post sch.vet. 1432a, 18—20 (ult. τοῦ νέου ἐστίν): ἵν’ ᾖ τοῦ πρεσ‐ βύτου τὸ “πρὸς ταῦτα”, τουτέστιν, ἅ σοι νῦν περὶ τῶν ἀλεκτρυόνων εἶπον, τὸ “καὶ πῶς;” τοῦ Φειδιππίδου λέγοντος. ἐν δέ τισιν ὁ νέος τὸν “οὐ ταυτόν” καὶ ἑξῆς στίχον εὕρηται λέγων, τὰ δ’ ἑξῆς μέχρι τοῦ “ἦν δὲ μὴ γένηται” Στρεψιάδης, οἷον “καὶ πῶς” κτλ.

### book 1437

post sch.vet. 1437: “ἐπιεικῆ” δὲ “ὅμοια, πρέποντα”.

### book 1444a

τοῦθ’ ἕτερον αὖ: ἔκθεσις ... (2) ἑφθημιμερές· τὰ ἑξῆς τρία ὅμοια τῷ πρώτῳ· τὸ ἕκτον τρίμετρον ἀκατάληκτον· τὸ ἕβδομον δίμετρον ἀκατάληκτον· τὸ τελευταῖον τῷ πρώτῳ ὅμοιον.

### book 1444b

post praeced.: sch. metr. vet. 1444a (ἄλλως).

### book 1452

sch. metr. vet. 1452.

### book 1474

post sch.vet. 1474a, 13 (ult. χυτρεοῦν (sic Ald)): τουτέστι μάταιον, εὐτελές, χύτρας ἄξιον.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aristophanes-scholia-clouds-ap-mlw-ap.json (sha256:300edafa6de0989a9e5ee065b6b1048efc58a788a81c5d6e3010f4cf566a90aa). Cite as `eul_wid: mlw-ap`.
