---
title: Scholia-Clouds
title_greek: Σχόλια εἰς Νεφέλας
author: Aristophanes Scholia
eul_wid: mlw-ao
eul_aid: mlw
canonical: "https://eulogikon.org/grc/aristophanes-scholia/clouds-ao"
canonical_json: "https://eulogikon.org/data/works/grc/aristophanes-scholia-clouds-ao-mlw-ao.json"
sha256: "098509373e5de8e01946133842d2f552adeadee77f148cbe33c478a67da242b2"
period: Hellenistic
dialect: Technical Koine
domain: Grammar
format: Verse
license: CC0-1.0
---

# Scholia-Clouds

*Σχόλια εἰς Νεφέλας*

**Author:** Aristophanes Scholia

**eul_wid:** `mlw-ao` · [HTML page](https://eulogikon.org/grc/aristophanes-scholia/clouds-ao) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aristophanes-scholia-clouds-ao-mlw-ao.json)

## Text

### book A 1

ὙΠΟΘΕΣΙΣ ΝΕΦΕΛΩΝ EA ἈΡΙΣΤΟΦΑΝΟΥΣ. E τὸ δρᾶμα τὸ τῶν Νεφελῶν κατὰ Σωκράτους γέγραπται τοῦ φιλοσόφου ἐπί‐ τηδες ὡς κακοδιδασκαλοῦντος τοὺς νέους Ἀθήνησι τῶν κωμικῶν πρὸς τοὺς φιλοσόφους ἐχόντων τινὰ ἀντιλογίαν· οὐχ, ὥς τινες, δι’ Ἀρχέλαον τὸν Μακε‐ δόνων βασιλέα, ὅτι προὔκρινεν αὐτὸν Ἀριστοφάνους. ὁ χροὸς δὲ ὁ κωμικὸς εἰσήγετο ἐν τῇ ὀρχήστρᾳ τῷ νῦν λεγομένῳ λογείῳ. καὶ ὅτε μὲν πρὸς τοὺς ὑποκριτὰς διελέγετο, εἰς τὴν σκηνὴν ἑώρα· ὅτε δὲ ἀπελθόντων τῶν ὑποκριτῶν καὶ τοὺς ἀναπαίστους διεξῄει καὶ τὰ 〈...〉, πρὸς τὸν δῆμον ἀπεστρέφετο. 〈...〉 καὶ τοῦτο ἐκαλεῖτο στροφή· ἦν δὲ τὰ ἰαμβεῖα τετράμετρα. εἶτα τὴν ἀντίστροφον ἀποδόντες πάλιν τετράμετρα ἐπέλεγον ἴσων στίχων· ἦν δὲ περὶ τὸ πλεῖστον ιϛʹ. ἐκαλεῖτο δὲ ταῦτα ἐπιρρήματα. ἡ δὲ ὅλη πάροδος τοῦ χοροῦ ἐκαλεῖτο παράβασις· Ἀριστοφάνης ἐν Ἱππεῦσιν VEΘNA‐ BarbMatrRs ἦν μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδασκάλων, ὃς ἡμᾶς

### book A 1

ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι. VEΘNAMatrRs

### book A 2

ἙΤΕΡΩΣ Ἡ ὙΠΟΘΕΣΙΣ. VE φασὶ τὸν Ἀριστοφάνη γράψαι τὰς Νεφέλας ἀναγκασθέντα ὑπὸ Ἀνύτου καὶ Μελήτου, ἵνα προδιασκέψωνται, ποῖοί τινες εἶεν Ἀθηναῖοι ἀκούοντες κατὰ Σωκράτους. ηὐλαβοῦντο γάρ, ὅτι πολλοὺς εἶχεν ἐραστάς, καὶ μάλιστα τοὺς περὶ Ἀλκιβιάδην, οἳ καὶ ἐπὶ τοῦ δράματος τούτου μηδὲ νικῆσαι ἐποίησαν τὸν ποιητήν. ὁ δὲ πρόλογός ἐστι τῶν Νεφελῶν ἁρμοδιώτατα καὶ δεξιώτατα συγκείμενος. πρεσβύτης γάρ ἐστιν ἄγροικος ἀχθόμενος παιδὶ ἀστικοῦ φρονήματος γέμοντι καὶ τῆς εὐγενείας εἰς πολυτέλειαν ἀπολελαυκότι. ἡ γὰρ τῶν Ἀλκμαιωνιδῶν οἰκία, ὅθεν ἦν τὸ πρὸς μητρὸς γένος ὁ νεανίσκος, ἐξ ἀρχῆς, ὥς φησιν Ἡρόδοτος, τεθριπποτρόφος ἦν καὶ πολλὰς ἀνῃρημένη νίκας, τὰς μὲν Ὀλυμπίασι, τὰς δὲ Πυθοῖ, ἐνίας δὲ Ἰσθμοῖ καὶ Νεμέᾳ καὶ ἐν ἄλλοις VEΘNRs πολλοῖς VΘNRs ἀγῶσιν. εὐδοκιμοῦσαν οὖν ὁρῶν ὁ νεανίσκος ἀπέκλινε πρὸς τὸ ἦθος τῶν πρὸς μητρὸς προγόνων. VEΘNRs

### book A 3

ὙΠΟΘΕΣΙΣ ΝΕΦΕΛΩΝ. E πρεσβύτης τις Στρεψιάδης ὑπὸ δανείων καταπονούμενος διὰ τὴν ἱπποτροφίαν τοῦ παιδὸς δεῖται αὐτοῦ φοιτήσαντα πρὸς τὸν Σωκράτην μαθεῖν τὸν ἥττονα λόγον. μὴ πειθομένου δὲ τοῦ μειρακίου αὐτὸς ἐλθὼν μανθάνει μαθητὴν τοῦ Σωκράτους ἐκκαλέσας. EΘNBarbMatrRs

### book A 4

ἄλλως. EN πατὴρ τὸν υἱὸν σωκρατίζειν προτρέπεται· καὶ τῆς περὶ αὐτὸν ψυχρολογίας διατριβὴ ἱκανὴ λόγων τ’ ἀπόνοια πρὸς τοὐναντίον. χορὸς δὲ Νεφελῶν †ὡς† ἐπωφελῆ λέγων καὶ τὴν ἀσέβειαν Σωκράτους διεξιών. ἄλλαι θ’ †ὑπ’† ἀνδρὸς κατηγορίαι πικραί. καὶ τῶν μαθητῶν εἷς πατραλοίας ἐκτόπως. εἶτ’ ἐμπυρισμὸς τῆς σχολῆς τοῦ Σωκράτους. τὸ δὲ δρᾶμα τοῦτο τῆς ὅλης ποιήσεως κάλλιστον εἶναί φησι καὶ τεχνικώτατον. VEΘNBarbMatrRs

### book A 5

ἄλλως. EN πρεσβύτης τις Στρεψιάδης ὑπὸ δανείων καταπονούμενος διὰ τὴν ἱπποτροφίαν τοῦ παιδὸς δεῖται τούτου φοιτήσαντος ὡς τὸν Σωκράτην μαθεῖν τὸν ἥττονα λόγον, εἴ πως δύναιτο τὰ ἄδικα λέγων ἐν τῷ δικαστηρίῳ τοὺς χρήστας νικᾶν καὶ μηδενὶ τῶν δανειστῶν μηδὲν ἀποδοῦναι. οὐ βουλομέ‐ νου δὲ τοῦ μειρακίου διαγνοὺς αὐτὸς ἐλθὼν μανθάνειν, μαθητὴν τοῦ Σω‐ κράτους ἐκκαλέσας τινὰ διαλέγεται. ἐκκυκληθείσης δὲ τῆς διατριβῆς οἵ τε μαθηταὶ κύκλῳ καθήμενοι πιναροὶ συνορῶνται, καὶ αὐτὸς ὁ Σωκράτης ἐπὶ κρεμάθρας αἰωρούμενος καὶ ἀποσκοπῶν τὰ μετέωρα θεωρεῖται. μετὰ ταῦτα τελεῖ παραλαβὼν τὸν πρεσβύτην, καὶ τοὺς νομιζομένους παρ’ αὐτῷ θεούς,

### book A 5

Ἀέρα, προσέτι δὲ Αἰθέρα καὶ Νεφέλας, κατακαλεῖται. πρὸς δὲ τὴν εὐχὴν εἰσέρχονται Νεφέλαι ἐν σχήματι χοροῦ· καὶ φυσιολογήσαντος οὐκ ἀπιθάνως τοῦ Σωκράτους ἀποστᾶσαι πρὸς τοὺς θεατὰς περὶ πλειόνων διαλέγονται. μετὰ ταῦτα δὲ ὁ μὲν πρεσβύτης διδασκόμενος ἐν τῷ φανερῷ τινα τῶν μαθημάτων γελωτοποιεῖ· καὶ ἐπειδὴ διὰ τὴν ἀμαθίαν ἐκ τοῦ φροντιστηρίου ἐκβάλλεται, ἄγων πρὸς βίαν τὸν υἱὸν συνίστησι τῷ Σωκράτει. τούτου δὲ ἐξαγαγόντος αὐτῷ ἐν τῷ θεάτρῳ τὸν ἄδικον καὶ τὸν δίκαιον λόγον καὶ διαγωνισθεὶς ὁ ἄδικος πρὸς τὸν δίκαιον λόγον καὶ παραλαβὼν αὐτὸν ὁ ἄδικος λόγος ἐκδιδάσκει. κομισάμενος δὲ αὐτὸν ὁ πατὴρ ἐκπεπονημένον ἐπηρεάζει τοῖς χρήσταις, καὶ ὡς κατωρθωκότος εὐωχεῖ παραλαβών. γενομένης δὲ περὶ τὴν εὐωχίαν ἀντι‐

### book A 5

λογίας πληγὰς λαβὼν ὑπὸ τοῦ παιδὸς βοὴν ἵστησι· καὶ προσκαταλαλούμενος ὑπὸ τοῦ παιδός, ὅτι δίκαιον τοὺς πατέρας ὑπὸ τῶν υἱῶν ἀντιτύπτεσθαι, ὑπερ‐ αλγῶν διὰ τὴν πρὸς τὸν υἱὸν †σύγκρισιν† ὁ γέρων κατασκάπτει καὶ ἐμπίπρησι τὸ φροντιστήριον τῶν Σωκρατικῶν. τὸ δὲ δρᾶμα τῶν πάνυ δυνατῶς πεποιημένων. VEΘNMABarbMatrRs

### book A 6

αἱ πρῶται Νεφέλαι ἐδιδάχθησαν ἐν ἄστει ἐπὶ ἄρχοντος Ἰσάρχου, ὅτε Κρατῖνος μὲν ἐνίκα Πυτίνῃ, Ἀμειψίας δὲ Κόννῳ. διόπερ Ἀριστοφάνης ἀπορριφεὶς παραλόγως ᾠήθη δεῖν ἀναδιδάξας VERs τὰς Νεφέλας VRs τὰς δευτέρας καταμέμφεσθαι τὸ θέατρον. ἀτυχῶν δὲ πολὺ μᾶλλον καὶ ἐν τοῖς ἔπειτα οὐκέτι τὴν διασκευὴν εἰσήγαγεν. αἱ δὲ δεύτεραι Νεφέλαι ἐπὶ Ἀμεινίου ἄρχοντος. VERs

### book A 7

τοῦτο ταὐτόν ἐστι τῷ προτέρῳ. διεσκεύασται δὲ ἐπὶ μέρους ὡς ἂν δὴ ἀναδιδάξαι μὲν αὐτὸ τοῦ ποιητοῦ προθυμηθέντος, οὐκέτι δὲ τοῦτο δι’ ἥν ποτε αἰτίαν ποιήσαντος. καθόλου μὲν οὖν σχεδὸν παρ’ ἅπαν μέρος †γεγενημένη† διόρθωσις· τὰ μὲν γὰρ περιῄρηται, τὰ δὲ παραπέπλεκται, καὶ ἐν τῇ τάξει καὶ ἐν τῇ τῶν προσώπων διαλλαγῇ μετεσχημάτισται. ἃ δὲ ὁλοσχερῆ τῆς διασκευῆς †τοιαῦτα† ὄντα τετύχηκεν· αὐτίκα ἡ παράβασις τοῦ χοροῦ ἤμειπται, καὶ ὅπου ὁ δίκαιος λόγος πρὸς τὸν ἄδικον λαλεῖ, καὶ τελευταῖον ὅπου καίεται ἡ διατριβὴ Σωκράτους. VERs

### book A 8

τὴν μὲν κωμῳδίαν καθῆκε κατὰ Σωκράτους ὡς τοιαῦτα νομίζοντος, καὶ Νεφέλας καὶ Ἀέρα, καὶ τί γὰρ ἄλλ’ ἢ ξένους εἰσάγοντος δαίμονας· χορῷ δὲ ἐχρήσατο Νεφελῶν πρὸς τὴν τοῦ ἀνδρὸς κατηγορίαν· διὰ τοῦτο οὕτως ἐπ‐ εγράφη VEΘNMMatrRs τὸ δρᾶμα. VΘNM διτταὶ δὲ φέρονται Νεφέλαι. οἱ δὲ κατηγορήσαντες Σωκράτους Μέλητος καὶ Ἄνυτος. VEΘNMMatrRs

### book 1

(1) Στρεψιάδης· (2) δοῦλος Στρεψιάδου· (3) Φειδιππίδης· (4) μαθητὴς Σω‐ κράτους· (5) Σωκράτης· (6) χορὸς Νεφελῶν· (7) δίκαιος λόγος· (8) ἄδικος λόγος· (9) Πασίας δανειστής· (10) μάρτυς NEΘNMAMatrRsNp Πασίου· (11) ἕτερος δανειστής· VRsNp (12) Ἑρμῆς· (13) μαθητὴς εἷς τῶν φιλοσόφων· (14) Ξανθίας οἰκέτης Ἑρμοῦ· (15) ἕτερος φιλόσοφος. V

### book 1a

παρεπιγραφή. συγκεκαλυμμένος καὶ καθεύδων ὑποτέθειται, ἑξῆς ἀνακα‐ λυψάμενος καὶ ἔξω τὴν κεφαλὴν ποιήσας τοῦ περιβλήματος. RΘN

### book 1b

ἰοὺ ἰού EΘNM: σχετλιαστικὸν ἐπίρρημα. διὰ τὸ ἐγρηγορέναι καὶ ἀγρυπνεῖν δυσφορῶν ἀναβοᾷ. συμβαίνει γὰρ τοῖς ἀγρυπνοῦσι μάλιστα μεγάλας τὰς νύκτας νομίζειν. RVEΘNMBarbMatr 〈ἠγρύπνει δὲ ὁ Στρεψιάδης μὴ δυνάμενος ὑπνώττειν ὑπὸ τῆς τῶν χρεῶν φροντίδος.〉 Ald

### book 2a

ὦ Ζεῦ REΘN βασιλεῦ REΘNM: οὐκ ἀργῶς χρὴ τοῦτο νομίζειν τὸν ποιητὴν εἰρηκέναι· ἔχεται γὰρ ἱστορίας τοιαύτης. τοῖς Ἀθηναίοις πυθόχρηστον ἐγένετο καταλῦσαι μὲν τὰς βασιλείας, προστήσασθαι δὲ RVEΘNMAMatr καὶ σέβειν RV Δία βασιλέα. RVEΘNMAMatr ὥστε τὸ λεχθὲν τῆς ἱστορίας ταύτης ἔχεσθαι χρὴ νομίζειν. RVEΘNMMatr

### book 2b

εἰώθασι παρὰ τὰς συμφορὰς ἀναβοᾶν τὸν Δία, ὡς παρὰ τῷ ποιητῇ Ἀγαμέμνων προθελύμνους ἕλκετο χαίτας ὑψόθ’ ἐόντι Διί. RV

### book 2c

τὸ χρῆμα REΘbisN τῶν νυκτῶν ὅσον EΘpr.N: τὸ μέγεθος, τὸ ἔκταμα. RVEΘbisN ἔθος δὲ τοῖς Ἀττικοῖς ἐπαγωγῇ χρῆσθαι, οἷον “ἵππος σπάνιόν τι χρῆμα”, “γυνὴ κακόν τι χρῆμα”, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, VEΘbisN ὧν ἂν ἐξαίρειν βούλωνται μάλιστα. V

### book 3a

ἀπέρατον REΘN: μέγα, RVEbisΘNBarb οὗ πέρας οὐκ ἔστιν. RVEΘ‐ NMBarbMatr οἱ δὲ “ἀπέραντον” μετὰ τοῦ ν γράφοντες ἁμαρτάνουσιν. ζητεῖται δέ, πῶς μεγάλας τὰς νύκτας λέγει· διονυσιακοῦ γὰρ ὄντος τοῦ δράματος συνεστάλθαι τὰς νύκτας ἀνάγκη διὰ τὸ τοιούτῳ καιρῷ ὑποπίπτειν τὰ Διονύσια. πλὴν εἰ μὴ τούτῳ μεγάλαι καταφαίνονται διὰ τὸ φροντίζειν, ὅπερ πάσχειν συμβαίνει τοὺς ἀγρυπνοῦντας. RVEΘN

### book 3b

τοῦτο καὶ ὀργιζόμενος δύναται λέγειν. VN

### book 4

ὡς τῶν ἄλλων μὲν ἀμεριμνούντων, αὐτοῦ δὲ φροντίζοντος. RVEΘNBarb‐ Matr διὰ τοῦτο καὶ “ῥέγκουσιν” ἐπήγαγεν, ἵνα μᾶλλον αὐτοὺς δείξῃ πάσης ὄντας ἔξω φροντίδος· τῶν γὰρ βαθέως καθευδόντων ἴδιον τὸ ῥέγκειν, RVEΘ‐ NMBarbMatr τῶν δὲ μηδὲν φροντιζόντων τὸ βαθέως καθεύδειν. RV

### book 5a

οἰκέται REΘNMBarbMatr: νῦν οἰκέτας οὐ τοὺς θεράποντας μόνον λέγει, ἀλλὰ πάντας τοὺς κατὰ τὴν οἰκίαν. RVEΘNMBarbMatr καθεύδουσιν οὖν πάντες. RVEΘNBarbMatr

### book 5b alpha

ῥέγκουσιν] οὕτως Ἀττικοὶ διὰ τοῦ κ. N

### book 5b beta

ἀττικὸν τὸ σχῆμα. V

### book 5c

ἀλλ’ οὐκ ἂν πρὸ τοῦ EΘN: ἀλλ’ οὐκ ἂν VEΘN πρότερον RVEΘN ἐν τῇ εἰρήνῃ. R ἐν γὰρ τῇ εἰρήνῃ, φησίν, ἐξέπεμπον αὐτοὺς ἐργασομένους RVbisEΘNA εἰς τοὺς ἀγρούς, RVbis ὡς ὑπὸ τὴν περὶ τὴν γεηπονίαν ἀσχολίαν μὴ ἀνέτως μηδὲ οὕτω βαθέως δύνασθαι καθεύδειν. RVbisEΘN

### book 6

πόλεμος ἦν κατ’ ἐκεῖνο καιροῦ καὶ τοσοῦτον ἐδυστύχησαν Ἀθηναῖοι, ὥστε μηδὲ τὰ σώματα τῶν ἀποθανόντων ταφῆναι, ἕως οὗ οἱ δοῦλοι ἐξελθόντες ἐνίκησαν τοὺς Λακεδαιμονίους περὶ Ἀργενούσας καὶ τὰ σώματα τῶν ἀποθα‐ νόντων ἐκόμισαν. καὶ διὰ τοῦτο ἐλευθερώθησαν καὶ οὐκ ἐξῆν οὐδενὶ τύπτειν δοῦλον. RV

### book 8

ἀλλ’ οὐδ’ ὁ χρηστὸς REΘN οὑτοσὶ REΘ νεανίας R: νῦν οὖν οὐκ ἐπαινῶν αὐτὸν χρηστόν φησιν, ἀλλ’ ἐν εἰρωνείᾳ· RVEΘN ἀντὶ τοῦ “ἄ‐ χρηστος RV ἡμῖν γεγονώς”. V πῶς γὰρ δύναται θαυμάζειν, ὃν ἐπὶ ῥᾳθυμίᾳ μέμφεται; RVEΘN

### book 9a alpha

〈ἐγείρεται τῆς νυκτός: οὕτως οἱ Ἀττικοί.〉 Su. II 192, 6

### book 9a beta

τῆς νυκτός] τὸ σχῆμα ἀττικόν. E

### book 9b

πέρδεται] καὶ τοῦτο ἀττικόν. V

### book 10a

ἐν πέντε σισύραις: στερεὰ EΘNM περιβλήματα παχέα. REΘNM ταῖς νῦν καλουμέναις 〈...〉 †σισύραις†. EΘN ἔστι δὲ φαῦλα καὶ μικρὰ περι‐ βλήματα. EΘ

### book 10b

ἐγκεκορδυλημένος EΘNM: ἐγκεκρυμμένος. EΘNMA

### book 10c

ἐγκεκορδυλημένος R: ἐγκεκαλυμμένος RVE καὶ συνεστραμμένος, ὥστε μηδ’ ἀνθρώπου σχῆμα δηλοῦν, RV ἀλλ’ ἐξοχὴν φαίνεσθαι τῶν στρωμά‐ των. κορδύλη δὲ ἰδίως λέγεται ⸤τὸ⸥ ἐν τῇ κεφαλῇ ὑπερεξέχον οἴδημα ὑπὸ πληγῆς εἰς ὕψος καὶ ὄγκον ἀρθέν, ὃ καλοῦμεν κόνδυλον. Κρέων δὲ ἐν τῷ πρώτῳ τῶν Κυπριακῶν κορδύλην φησὶ καλεῖσθαι τὸ πρὸς κεφαλῇ προσείλημα, ὃ δὴ παρὰ Ἀθηναίοις καλεῖται κρώβυλον, παρὰ δὲ Πέρσαις κιδάριον. ὅτι δὲ νῦν “ἐγκεκορδυλημένος” ἐνειλημένος καὶ ἐγκρύψας ἑαυτόν, δηλοῖ σαφέ‐ στερον ἐκ τῶν ἐπιφερομένων εἰπὼν ἀλλ’ εἰ δοκεῖ, ῥέγκωμεν ἐγκεκαλυμμένοι. V

### book 10d

ἐγκεκορδυλημένος N: ἐντετυλιγμένος. NbisMNp

### book 10e

ἰστέον, ὅτι λήγοντος τοῦ χειμῶνος, ἀρχομένου δὲ τοῦ ἔαρος γίνεται τὰ Διονύσια, ὥστε διὰ τὸ κρύος RVEΘNMBarb καὶ ψῦχος RV αὐτοὺς εἰκὸς καθεύδειν RVEΘNMBarb τοιούτῳ σχήματι τὴν κεφαλὴν περιβεβλημένους· VEΘNMBarb ὥστε καὶ πέντε περιβόλαια περιβεβλῆσθαι τὸν υἱόν. VEΘNBarb

### book 11

ἀλλ’ εἰ δοκεῖ, ῥέγκωμεν R: παρεπιγραφή· ποιήσας γὰρ ἀσχήμονα τὴν ὄψιν καὶ VEΘNM τὸ σχῆμα τοῦ νεανίσκου μιμησάμενος, ὥσπερ ἐκεῖνος ἐκάθευδεν, ἀποστραφεὶς καὶ αὐτὸς πειρᾶται δῆθεν καθεύδειν ἐγκρύψας τὴν κεφαλὴν τοῖς περιειλήμασιν. RVEΘNMA

### book 12a

ἀλλ’ οὐκ ἔπεισί μοι ὕπνος. εὐθὺς δὲ καὶ τὴν αἰτίαν ἐπάγει τοῦ μὴ δύνασθαι καθεύδειν. EΘ

### book 12b

δείλαιος EΘ: ἄθλιος, κακοδαίμων. EΘN

### book 12c

δακνόμενος REΘN ὑπὸ τῆς δαπάνης N: ἐνοχλούμενος RVA ὑπὸ τῶν τῆς ἱπποτροφίας ἀναλωμάτων. RVEΘNBarb δοκεῖ γὰρ δαπανηρὸν εἶναι ἵππους τρέφειν. RVEΘNA ὅπερ καὶ τῇ λακωνικῇ προσέζευκται κατάρᾳ· καὶ γὰρ δὴ καὶ τοῦτο οἱ Λακεδαιμόνιοι ἐν κατάρας ἔθεσαν μέρει. VEΘNA τὸ δὲ “δακνόμενος” ἔλαβεν ἀπὸ τοῦ αὐτὸν προσκεκλίσθαι εἴσω τῶν στρωμάτων VEΘNBarb καὶ τῶν περιβλημάτων. EΘN

### book 12d

τὸ “χρεῶν” νῦν περισπαστέον· δηλοῖ γὰρ “τῶν ὀφλημάτων”. VEΘN εἴρηται δὲ παρὰ τὸ “τῶν †κόρεων†”, τουτέστι τὰ δεσμὰ τοῦ χόρτου, ἵνα ἑξῆς καὶ ἀκολούθως τῇ φάτνῃ λέγειν δοκῇ. VEΘNBarb

### book 14

ὁ δὲ κόμην ἔχων EΘN: ἐκόμων γὰρ οἱ περὶ ἱππικὴν ἔχοντες. REΘ‐ NABarb κἀν τοῖς Ἱππεῦσι μὴ φθονῆτε ἡμῖν κομῶσι EΘNBarb μηδ’ ἀπεστλεγγισμένοις. EΘN

### book 15

ἱππάζεταί τε M: ξυνωρὶς τὸ μὴ πλῆρες ἅρμα, ἀλλ’ ἐκ δυοῖν ἵππων συνεστώς, ὃ νῦν δίφρον καλοῦμεν. τὸ δὲ “ἱππάζεται” οὐχ ἁπλῶς χρὴ “περὶ ἱππικὴν ἔχει” 〈νοεῖν〉, ἀλλὰ REΘNMBarb τὸ ἐπὶ ἑνὸς ἵππου ὀχεῖσθαι· REΘNMABarb καὶ οὕτως ἱππά‐ ζεσθαι EΘNBarb ὃ νῦν κελητιᾶν καλοῦμεν. REΘNMBarb

### book 16a

ὀνειροπολεῖ θ’ ἵππους RV: κἀν τοῖς ὀνείροις ἵππους περινοεῖ· τουτέστιν οὕτω προστέτηκε τῷ πράγματι καὶ οὕτω περὶ ἵππους ἐσπούδακεν, ὥστε καὶ καθεύδων ὀνείρατα περὶ ἵππων ὁρᾶν. RVMatr

### book 16b

ὀνειροπολεῖ θ’ ἵππους EN: τὸ ὀνειροπολεῖν καὶ ὀνειρώττειν RVEΘN ταύτῃ VΘ διενήνοχεν, ὅτι τὸ μὲν ὀνειροπολεῖν ἐπὶ τῶν ἐνύπνιον ὁρώντων, τὸ δὲ ὀνειρώττειν ἐπὶ τῶν νυκτὸς αὐτομάτως ἀφιέντων γόνον, RVEΘN ὅπερ τοῖς ἐρῶσιν ἐκτόπως συμβαίνει δόξασι τοῖς παιδικοῖς συνεῖ‐ ναι. VEΘN

### book 17a

ὁρῶν ἄγουσαν EΘN τὴν σελήνην RN: ἢ ὅτι μετὰ REΘN τὴν R εἰ‐ κάδα ὁ μήν, καὶ προσεγγίζει τῇ τριακάδι, καὶ τῶν δανείων οἱ τόκοι αὐξάνονται, REΘN ἢ ὅτι αἱ μυστικαὶ ἡμέραι δαπανηραὶ ὑπῆρχον. EΘN

### book 17b

οἱ Ἀττικοὶ τὰς εἰκάδας πληθυντικῶς λέγουσιν. EΘ

### book 18a

χωροῦσιν] προκόπτουσιν. ENMMatr

### book 18b

ἅπτε παῖ λύχνον REΘN: ταῦτα πάντα παρεγκυκλήματά ἐστιν, VEΘN καὶ παρεπιγραφαί. V δεῖ γὰρ τὸν οἰκέτην τὰ προσταχθέντα ποιῆσαι, ἅψαι τὸν λύχνον καὶ δοῦναι τὸ σύμβολον, ἔπειτα καθορᾶν ἐν αὐτῷ καὶ οὕτω λέγειν τοὺς δανειστάς. RVEΘN

### book 20

λογίσωμαι] ψηφίσω. REN

### book 21

δώδεκα μνᾶς EΘNM Πασίᾳ EΘN: τοῦτον ὡς ἱπποτρόφον καὶ διαπορθήσαντα τὴν οὐσίαν παρεισήγαγε. χαριέντως δὲ τούτου νῦν μνημονεύει, ἐπεὶ καὶ αὐτὸς δι’ ἱπποτροφίαν δοκεῖ δυστυχεῖν. EΘNM

### book 22a

τοῦ δώδεκα μνᾶς EΘN Πασίᾳ EN: καὶ τοῦτο παρεγκύκλημα· ἐφίστησιν ὡς διαπορῶν τοῦ δανείου τὴν αἰτίαν, εἶτα ἀναμνησθεὶς τὰ ἑξῆς ἐπάγει. VEΘN

### book 22b

τοῦ δώδεκα κτλ.] ἀντὶ τοῦ “ἐκ τοῦ δανείου ἐκείνου τί ἠγόρασα;” R

### book 23

τὸν κοππατίαν R: κοππατίας ἵππους ἐκάλουν οἷς ἐγκεχάρακτο τὸ κ στοιχεῖον, ὡς σαμφόρας τοὺς ἐγκεχαραγμένους τὸ ς. RVEΘNMMatr τὸ γὰρ ς κατὰ τὸ ϻ χαρασσόμενον ϻὰν ἔλεγον. αἱ δὲ χαράξεις αὗται καὶ μέχρι τοῦ νῦν σῴζονται ἐπὶ τοῖς ἵπποις. VEΘNMatr συνεζευγμένου δὲ τοῦ κ καὶ ς τὸ σχῆμα τοῦ ἐνακόσιοι ἀριθμοῦ δύναται νοεῖσθαι, οὗ προηγεῖται τὸ κόππα· καὶ παρὰ VEΘMatr τοῖς VΘMatr γραμματικοῖς οὕτω διδάσκεται, καὶ καλεῖται κόππα ἐνενήκοντα. VEΘMatr τινὲς δὲ κοππατίαν ἐξηγήσαντο τὸν κόπτοντα καὶ κοιλαίνοντα ταῖς ὁπλαῖς τὸ ἔδαφος, οὐδὲν ὄντως ὑποτιθέμενοι· οὐδὲ γὰρ βουκεφάλους ἵππους καλοῦμεν διὰ τὸ μορφὴν τοιαύτην αὐτοὺς ἔχειν, ἀλλὰ διὰ τὸ οὕτως ἐγκεχαράχθαι, ὡς VEΘNMatr οἶμαι V καὶ Ἀλεξάνδρου τοῦ Μακε‐ δόνος ἵππος ἦν, οὗ τελευτήσαντος Ἀλεξάνδρειαν ἔκτισεν, ἐντάφιον αὐτῷ τῆς ἀρετῆς χάριν ὁριζόμενος πόλιν. VEΘNMatr

### book 24

εἴθ’ ἐξεκόπην R: ἔπαιξε τὸ “ἐξεκόπην” παρὰ τὸ “κοππατίαν”. ἀντὶ τοῦ “ὤφελον, πρὶν πρίασθαι τὸν ἵππον, τὸν ὀφθαλμὸν ἐκκεκόφθαι RV‐ Matr παταχθεὶς αὐτὸν VMatr λίθῳ”. RVMatr

### book 25

Φίλων, ἀδικεῖς Θbis: ὁ νεανίσκος τοῦτο καθεύδων ἀποφθέγγεται RVΘbis ὥς τινα τῶν συνηνιοχούντων μεμφόμενος, RVΘ ὅτι δέον αὐτὸν ἐλαύνειν μὴ ὑποσκελίζοντα μηδ’ ὑποθέοντα τὰς τῶν ἵππων ὁδούς, ὡς ἀνεπικωλύτως θέοιεν, ὁ δ’ ὑποθέοι καὶ ἐμποδίζοι προλαμβανόμενος τῶν ἵππων ἐκείνου τὸν δρόμον. VΘ δεῖγμα δὲ τῆς περὶ τὴν ἱππικὴν αὐτοῦ σπουδῆς τὸ φροντίζειν καὶ καθεύδοντα περὶ τούτων. Θ 〈τὸ δὲ “φίλων” οἱ μέν φασιν ἀναρμόστως καθ’ ὕπνον εἰρηκέναι τὸν νεανίσκον ἀντὶ τοῦ “ὦ φίλε”, οἱ δὲ κύριον ἡνιόχου.〉 Ald

### book 28a

〈πολεμιστήρια: κατά τινας ἀγὼν Ἀθήνησιν ἱππικοῦ δρόμου· ἕνα δὲ δρόμον ἐκεῖ τρέχουσιν, ὥστε τὰ ἁμιλλητήρια πληθυντικῶς εἶπεν ὁ νέος σφαλλόμενος ἐκ τοῦ ὀνειροπολεῖν. πολεμιστήρια καλοῦνται καὶ τὰ πολεμικὰ ἅρματα, ἐφ’ ὧν ὁπλίτης ἐπιβέβηκεν ἅμα τῷ παραβάτῃ· ταῦτα δὲ ἐξεῦρεν ὁ Θησεύς. ἁμιλλητήρια δὲ τὰ ἀγωνίσματα.〉 Ald

### book 28b

πόσους κτλ.] πόσους καμπτοὺς πεποίηκας; ἔστι δὲ εὕρημα τοῦτο τοῦ Θησέως. R

### book 28c

πολεμιστήρια] εἰσὶ γὰρ καὶ ἀγωνιστήρια. E

### book 30

〈ἀτὰρ τί〉 Ald: τί δὴ μετὰ ταῦτα R ὄφλημα V κατέλαβέ RNNp με; R 〈Εὐριπίδης τί χρέος ἔβα δῶμα;〉 Ald

### book 31a

διφρίσκου: δίφρος καλεῖται τὸ σκεῦος, ἐφ’ ᾧ οἱ ἡνίοχοι ἐφεστῶτες ἐλαύνουσιν. RVMatr

### book 31b

διφρίσκου EΘN: ὑποκοριστικῶς εἶπε τοὺς διφρίσκους διὰ τὸ μικροὺς εἶναι καὶ κούφους τοῖς ἀγωνιζομένοις κατὰ τὸν ἀγωνιστικόν. VEΘNMαtr

### book 31c

Ἀμυνίᾳ RVEΘ: καὶ οὗτος ΘMatr τῶν περὶ ἵππους πταισάντων. RVEΘMatr μέμνηται δὲ αὐτοῦ καὶ ἐν τοῖς Σφηξίν. νῦν δὲ οὐκ ἐκείνου καθ‐ απτόμενος μνημονεύει αὐτοῦ, ἀλλὰ τὸν ἄρχοντα διασύρειν βουλόμενος τῇ ἐκείνου προσηγορίᾳ ἐχρήσατο. τότε γὰρ ἦρχεν Ἀμεινίας Προνάπους υἱός. VEΘMatr

### book 31c alpha

ἐκεῖνον οὖν ἐπισκῶψαι θελήσας παρέτρεψε τὸ ι εἰς υ καὶ παρεγραμ‐ μάτισε γελοίως, ἐπεὶ νόμος παρὰ τοῖς Ἀθηναίοις μὴ φανερῶς τὸν ἄρχοντα κωμῳδεῖν. διὰ τοῦτο καὶ Ἀμυνίαν εἶπεν, οὐκ Ἀμινίαν. EΘ

### book 31c beta

ἐπεὶ οὖν Ἀθηναίους πρότερον κωμῳδεῖν τὸν ἄρχοντα ὁ νόμος ἐκώ‐ λυεν, ἀφαιρέσει μὲν τοῦ ι, προσθέσει δὲ τοῦ υ παρατρέψας ὀλίγον Ἀμυ‐ νίαν αὐτὸν εἶπεν ἀντὶ τοῦ Ἀμι‐ νίαν. V

### book 31d

Ἀμεινίᾳ] κύριον. V

### book 32a

τὸν ἵππον Barb ἐξαλίσας NBarb: κυλισθῆναι ποιήσας NbisAM‐ BarbMatr περὶ τὴν κόνιν. Matr ἀλίνδειν γὰρ τὸ ἐν κόνει κυλίεσθαι. Barb καὶ οἱ τόποι, ἐν οἷς τοῦτο ποιοῦσιν οἱ ἵπποι, ἀλινδῆθραι. NA καὶ ἐν τοῖς Βατράχοις ὁ αὐτὸς “ἀλινδήθρας”, τουτέστιν ἐκκυλίσματα. N

### book 32b

ἐξαλίσας] κυλίσας. RBarb

### book 33

ἐξήλικας] ἐξέβαλες, RVNA ἐξεκύλισας, M ἐξέωσας. REM

### book 34a alpha

ὅτε καὶ δίκας ὤφληκα EΘN: ἐπιτάσει χρῆται ταύτῃ, ὅτι ἐπὶ τῷ ζημιωθῆναι εἰς τὴν ἱπποτρο‐ φίαν καὶ εἰς δίκας ἐμπεπτώκειν. EΘNM

### book 34a beta

ἐπιτείνεται τὸ κακόν, ὅτι ἐπὶ τῷ ζημιωθῆναί με ἔτι καὶ δίκας ὀφείλω. EΘN

### book 34b

χἅτεροι: ἀντὶ τοῦ “καὶ ἄλλοι”· ἀττικῶς εἶπεν. M

### book 34c

χἅτεροι τόκου EΘN: λείπει ἡ ὑπέρ· καὶ ἕτεροι EΘNM ὑπὲρ τοῦ τόκου VEΘNM ἐνέχυρα λήψεσθαι παρ’ ἐμοῦ VEΘNMA φασιν. VEΘNM

### book 34d

μᾶλλον τὴν ὄχλησιν δείκνυσι τὴν κατ’ αὐτοῦ δι’ οὕς φησι τόκου χάριν ἐνεχυριάσαι αὐτὸν ἀπειλεῖν. EΘN

### book 34e

καὶ γὰρ οὐ τοῦ δανείου χάριν, ἀλλὰ τοῦ τόκου ἐνεχυράσασθαι ἀπει‐ λοῦσιν. EΘN

### book 35a

τοῦτο ἐγερθείς φησιν· οὐ γὰρ ὀνειροπολεῖ ἔτι. E

### book 35b

τοῦτο οὐκέτι ὀνειροπολούμενος, ἀλλ’ ἐγερθεὶς VMatr λέγει τὸν πατέρα ἑωρακὼς ὀδυρόμενον. V

### book 36

τί ... στρέφῃ] τί περιστρέφῃ συνεχῶς κόπτων σαυτόν; R

### book 37a alpha

παίζει, ὡς εἰ ἔλεγε “κό‐ ρις” ἢ “ψύλλα”. REΘMatr

### book 37a beta

δάκνει με EΘ δήμαρχός EΘM τις EΘ: παίζων τὴν ψύλλαν καλεῖ EΘNMMatr ἢ τὴν κόριν. N

### book 37b

οἱ δήμαρχοι οὗτοι τὰς ἀπογραφὰς ἐποιοῦντο τῶν ἐν ἑκάστῳ δήμῳ χωρίων, καὶ τὰ ληξιαρχικὰ γραμματεῖα παρ’ αὐτοῖς ἦν, συνῆγόν τε τοὺς δή‐ μους, ὅτε δέοι, καὶ ψῆφον αὐτοῖς ἐπεδίδοσαν, καὶ ἐνεχυρίαζον. EΘMAMatr

### book 37c

ὄνομα πολιτείας οἱ δήμαρχοι VEΘNMatr παρὰ τοῖς Ἀθηναίοις οἱ πρώην ναύκραροι καλούμενοι V οἱ ἐνεχυριάζοντες VEΘNMatr τοὺς ἀγνώμονας τῶν χρεωστῶν. EΘNMatr

### book 38a

καταδαρθεῖν EΘN: Ἀττικοὶ παροξυτόνως καταδάρθειν. VEΘN

### book 38b

καταδαρθεῖν V: κυρίως τὸ ἐπὶ δέρματος κοιμᾶσθαι. VEΘNMMatr

### book 38c

καταδαρθεῖν] κατακοιμηθῆναι. RV

### book 38d

τοῦτο εἶπεν ὁ νεανίσκος καὶ συγκαλυψάμενος καὶ στραφεὶς πάλιν ἄρ‐ χεται ὑπνοῦν. VEΘN

### book 41a

ἰδίᾳ τὸ “φεῦ”. V

### book 41b alpha

προμνήστρι’] ἡ προξενή‐ τρια, REM ἡ προνοήσασα τῶν γά‐ μων. R

### book 41b beta

προμνήστρια: ἡ προνοήσασα 〈τῶν γάμων〉, ἡ νῦν προξενήτρια. V

### book 42a

ἐπῆρε VEM: κυρίως V ἀνεχαύνωσεν, RVE ἀνεκούφισεν, VEMbis ἐπαγγελλομένη προῖκα

### book 42a alpha

δώσειν μεγάλην· καταχρηστικῶς δὲ ἀντὶ τοῦ “ἀνέπεισεν”. E

### book 42a beta

μεγάλην εἰσοίσειν τὴν γυναῖκα, οἰκουρὸν φάσκουσα εἶναι μὴ οὕτως ἔχουσαν. V

### book 42b

ἐπῆρε] ἠπάτησε. RN

### book 43

ἥδιστος] ἄλυπος. R

### book 44a alpha

εὐρωτιῶν EΘN: ἀντὶ τοῦ “ἱδρῶν”. ἑρμηνεύει δὲ τοῦτο διὰ τοῦ “εἰκῇ κείμενος”· εὐρωτιῶσι γὰρ τὰ εἰκῇ κείμενα νοτιζόμενα, EΘ‐ NA ἐπεὶ τοῖς ἀμελῶς κειμένοις ἱδρὼς προσίζει, τουτέστι νοτίς. EΘN

### book 44a beta

εὐρωτιῶν R: τοῦ “εὐρωτιῶν” ἐξήγησις τὸ “εἰκῇ κείμενος”· τοῖς γὰρ εἰκῇ καὶ ἀμελῶς κειμέ‐ νοις ἱδρὼς προσίζει καὶ νοτίς. RV

### book 44b alpha

τοιοῦτος ὁ τῶν ἀγροίκων βίος, RVEΘNMMatr ὥσπερ αὖ ἐπι‐ μελὴς καὶ καθάριος ὁ τῶν ἀστικῶν. R 〈διόπερ καὶ εἰς πενίαν συνεχῶς ὑπὸ τῶν ποιητῶν τύπτεται καὶ ὀνειδίζε‐ ται, ὥς φησι Μένανδρος †εἰς τὰ καθαρὰ† λιμὸς εἰσοι‐ κίζεται.〉 Su.

### book 44b beta

οὕτω ζῶσιν οἱ ἀγροῖκοι, οἱ δὲ ἀστικοὶ τοῦ ἑαυτῶν βίου ἐπιμελοῦν‐ ται καὶ οὐδὲν περιττὸν ἐῶσι κεῖ‐ σθαι, ὅθεν καὶ καθάριος ὁ βίος τού‐ των ἐστίν. ὅθεν καὶ ὑπό τινων ποι‐ ητῶν ὀνειδίζονται εἰς πενίαν κωμι‐ κῶς, ὡς εὑρίσκεται τοῦ Μενάνδρου ἔχων οὑτωσί· τὰ γὰρ †καθαρὰ λοιμὸς† εἰσοικίζεται. NM

### book 44c

ἀκόρητος RV: ἀκαλλώπιστος· RVNMatr κορεῖν γὰρ τὸ καλλω‐ πίζειν. RV

### book 44d

〈ἀκόρητος: οἱονεὶ πολὺς καὶ μὴ κορούμενος.〉 Su. I 86, 8

### book 45a

βρύων] αὔξων καὶ τεθηλώς. RMatr

### book 45b

στέμφυλα 〈κυρίωσ〉 τὰ ἀποπιέσματα τῶν ἐλαῶν. EΘNAMatr περιπτί‐ σματα δὲ τὰ ἐκ τῶν σταφυλῶν ἀποπιεζόμενα. εὑρίσκεται δὲ καὶ τὸ στέμφυλα ἐπὶ τῶν σταφυλῶν καὶ τὸ περιπτίσματα ἐπὶ τῶν ἐλαῶν. EΘNA

### book 45c alpha

〈ἀπὸ τοῦ συμβεβηκότος παρείληφε πάντα· παρ’ οἷς γὰρ ἂν ᾖ στέμφυλα καὶ πρόβατα, ἐξ ἀνάγκης ἐστὶ πολλοῦ πάντα.〉 Su. I 86, 9

### book 45c beta

στεμφύλοις M: τουτέστι παν‐ τοίοις καρποῖς· NM ἀφ’ ἑνὸς εἴδους πάντα τὸν καρπὸν δηλῶν. M

### book 46a

οὗτος τοῦ γένους ἦν τῶν Ἀλκμαιωνιδῶν, R διεβάλλετο δὲ ὡς δοῦλος. ὁ πρῶτος οὖν Μεγακλῆς Κοισύρας ἦν υἱός, ἥτις ἦν ὑπερβαίνουσα γένει καὶ πλούτῳ EΘN τοὺς κατ’ ἐκεῖνο καιροῦ, αὐχοῦσα καὶ τὸν Δία πρόγονον· N ἦν δὲ ἐξ Ἐρετρίας. διὸ καὶ κοισυρεῖσθαι τὸ μέγα φρονεῖν, EΘN καὶ κοισυρῖται οἱ γαῦροι καὶ ἐπηρμένοι. N

### book 46b

τοῦ Μεγακλέους EΘN: ἐδιπλασίασε τὸ ὄνομα 〈εἰρωνευόμενοσ〉. RVEΘNMatr

### book 47

ἄγροικος ὢν ἐξ ἄστεος EN: 〈οὐκ ἀργῶς τῇ παραθέσει νῦν ἐχρή‐ σατο· οὐ γὰρ ὀνειδίσαι βουλόμενος ἑαυτὸν ἄγροικον καλεῖ—ἀνόητον γὰρ καὶ ἄγροικον παντάπασι διαβάλλειν ἑαυτόν—ἀλλὰ πρῶτον μὲν λεληθότωσ〉 Su.— Ald διὰ τούτου τὴν εὐπορίαν δείκνυσι τὴν ἑαυτοῦ. οὐ γὰρ ἄν, εἰ μὴ πάνυ ἦν πλούσιος, ἐπεδικάσατο ἂν αὐτοῦ ἡ γυνὴ καὶ τῇ δόξῃ αὐχοῦσα τοῦ γένους καὶ τῇ ἐν ἄστει διατριβῇ. EΘN 〈ἀδοξεῖν γὰρ εἰώθαμεν ἐπὶ τοῖς ἀγροίκοις. ἔπειτα δὲ κἀκεῖνο θεραπεύει τῇ ἀντιθέσει, τὸ ὑποτετάχθαι αὐτὸν τῇ γυναικί· δεσπό‐ ζειν γὰρ εἰώθασιν οἱ ἄνδρες τῶν γυναικῶν. ὁ δὲ τῇ ἀντιπαραθέσει καὶ τοῦτο ἐπιστώσατο φήσας ἄγροικον αὐτὸν εἶναι, τὴν δὲ γυναῖκα πολιτικήν. θαυμαστὸν γὰρ οὐδέν, εἰ ἄνθρωπον ἰδιοπράγμονα καὶ μέτριον τοὺς τρόπους διὰ τὴν ἐπὶ τῆς ἀγροικίας δίαιταν γύναιον ὑπέταξε πολιτικὸν καὶ κατεδουλώσατο.〉 Su. Ald

### book 48a

σεμνὴν R: νῦν οὐ τὴν σώφρονα RVMatr—οὐ γὰρ ἐπαινεῖ αὐτήν RV—ἀλλὰ τὴν ἀλαζόνα καὶ ὑπέρογκον RVMatr καὶ ἐφ’ αὑτῇ μέγα φρονοῦ‐ σαν. R

### book 48b

ἢ ἔθνος, ὃ Κοισυρόπολις ὀνομάζεται, πάνυ αἰσχρὸν καὶ μυσαρόν· ἢ MMatr τὰ Κοισύρας φρονοῦσαν. NMMatr ἔστι δὲ ἐρετριακὸν τὸ ὄνομα· οὗτοι δὲ εἰς τρυφὴν διαβάλλονται. RMMatr αὕτη δὲ ἐγαμήθη Πεισιστράτῳ ἐπιχειρή‐ σαντι τυραννεῖν. RMatr

### book 48c

ἐγκεκοισυρωμένην: κεκαλλωπισμένην. R

### book 48d

ἀντὶ τοῦ “περιττῶς κεκοσμημένην”. VMMatr

### book 50a

ὄζων τρυγός REΘ: νέου οἴνου VEΘnMbisMatr ἢ τῆς ὑποστάθμης. REΘNMbisMatr

### book 50b

τρασιᾶς M: τρασιὰ ὁ τόπος, ὅπου ψύγεται τὰ σῦκα. RVEΘNMMatr

### book 50c

τρασιᾶς] σύκων. V

### book 50d

ἐρίων περιουσίας: ἀντὶ τοῦ “πόκων V πλήθους”. VEM

### book 50e

ἐρίων N περιουσίας RN〈M〉: ἀντὶ τοῦ πλούτου. RVNMMatr

### book 50f

ζητῶν τὰ καθόλου ἐπὶ τὰ κατὰ μέρος ἦλθεν. N

### book 50g

προειπὼν καθόλου τὴν εὐδαιμονίαν τὴν ἑαυτοῦ βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις πάλιν καταμερίζει αὐτά. ἀπὸ μὲν γὰρ τῶν προβάτων τὰ ἔρια, ἀπὸ δὲ στεμ‐ φύλων τρὺξ καὶ οἶνος, ἀπὸ δὲ τῆς τρασιᾶς τὰ σῦκα. Matr

### book 51a alpha

τρία εἶπε τὰ αὑτοῦ, τρυγός, τρασιᾶς (ἀντὶ τοῦ “σύκων”), ἐρίων περιουσίας, MMatr καὶ τὰ ἐκείνης. Matr ἐλεγκτικὸν δὲ τὸ τοιοῦτον σχῆ‐ μα. EΘNMatr

### book 51a beta

ἡ δ’ αὖ μύρου, κρόκου R: πρὸς τὰ αὑτοῦ πλεονεκτήματα ἴσα καὶ τὰ τῆς γυναικὸς ἀντέθηκεν. εἰπὼν γὰρ τριῶν αὑτὸν ὀδωδέναι, τρυγός (τουτέστιν οἴνου), τρασιᾶς (τουτέστι σύκων), ἐρίων, τρία καὶ τὰ ἐκείνης ἐπήγαγεν. RV διελεγ‐ κτικὸν δὲ τὸ τοιοῦτον σχῆμα τοῦ λό‐ γου. τῇ γὰρ ἀντιπαραθέσει τοῦ ἥττο‐ νος ἡ εὐτέλεια δείκνυται. V

### book 51b

καταγλωττισμάτων: εἶδος φιλημάτων περιεργότερον τὸ καταγλώτ‐ τισμα· ἢ κολακευμάτων. R

### book 51c

εἶδος αἰσχροῦ φιλήματος τὸ καταγλώττισμα. MA

### book 51d

καταγλωττισμάτων] αἰσχρῶν φιλημάτων ENMMatr περιεργοτέρων. EM

### book 52a

λαφυγμοῦ M: τῆς περὶ τὰ ἐδέσματα RNMMatr πολυτελείας. RVN‐ MMatr

### book 52b

λαφυγμὸς τὸ ἀπλήστως ἐσθίειν. VNMAMatr Εὔπολις ἐν Κόλαξι λαφύσσεται λαφυγμὸν ἀνδρεῖον πάνυ. καὶ Ὅμηρος ἔγκατα πάντα λαφύσσει. Matr

### book 52c

λαφυγμοῦ R: ἀδηφαγίας. RV

### book 52d

λαφυγμοῦ] ἀπληστίας. E

### book 52e

τουτέστιν ἐκδεδιῃτημένη πολυτελὴς τρυφή. V

### book 52f alpha

ναός ἐστιν Ἀφροδίτης Κω‐ λιὰς καλούμενος ἀπό τινος νεανίσκου ἀττικοῦ ἁλόντος ὑπὸ Τυράννου καὶ δεθέντος τὰ κῶλα. εἶτα ἐρασθείσης αὐτοῦ τῆς θυγατρὸς Τυράννου καὶ λυσάσης αὐτὸν ἐπανελθὼν ἄγει εἰς τὰς Ἀθήνας χαριστήριον τῇ Ἀφρο‐ δίτῃ, ἱδρύσατο δὲ ναὸν Κωλιάδα διὰ τὸ τὰ κῶλα λε〈λε〉πίσθαι. Matr

### book 52f beta

Κωλιάδος R: Κωλιὰς ναὸς τῆς Ἀφροδίτης οὕτω καλούμενος, ἀπὸ τοῦ συμβεβηκότος τὴν προσηγορίαν λαβών. νεανίας γάρ τις ἀττικὸς ἁλοὺς ὑπὸ Τυρρηνῶν, δεσμώτης δου‐ λεύων, ἐρασθείσης αὐτοῦ τῆς θυγα‐ τρὸς τοῦ ἔχοντος καὶ ἀπολυσάσης, ἦλθεν εἰς τὴν οἰκείαν. καὶ οὕτως ἐλευθερωθεὶς εὐχαριστήριον τῇ Ἀ‐ φροδίτῃ RV ἐπὶ τῆς ἀκτῆς, ἐφ’ ἧσ‐ περ ἡρπάγη, R ναὸν ἱδρύσατο, RV Κωλιάδα δὲ προσηγόρευσε τὸν τόπον ἀπὸ τῶν κώλων, ἃ ἐν τοῖς δεσμοῖς κατεπονεῖτο. R

### book 52g

Κωλιὰς δὲ ἐκλήθη, ὅτι θύοντος τοῦ ἱερέως ἱερείου κωλῆν ἱέραξ ἥρπαξεν καὶ ἐπ’ ἐκείνῳ τῷ τόπῳ ἐπεκαθέσθη· ὅθεν ὁ τόπος Κωλιὰς ἐκλήθη. V

### book 52h

οἱ μὲν τῶν περὶ τὴν Ἀφροδίτην ἀξιοῦσι θεῶν μίαν εἶναι διὰ τὸ γε‐ νέσεως αὐτὴν εἶναι τοῖς ἀνθρώποις αἰτίαν προϊσταμένην τῶν γάμων καὶ τῶν ἐπὶ τοῖς γάμοις μυστηρίων, ὅθεν καὶ παρὰ Ῥωμαίοις Βένερις γενετρίκις ἐν τοῖς φόροις ἐστίν. ὅθεν καὶ ἐν δευτέραις Θεσμοφοριαζούσαις Ἀριστοφάνης μέμνηται τοῦτο οὕτω που λέγων ἀλλ’ εἴ τις εἰς βακχεῖον αὐτὰς ἐκάλεσεν ἢ εἰς Πανὸς ἢ ἐπὶ †Κωλιάδος Γενετυλλίδος†. V

### book 52i

ἡ Γενετυλλὶς RM δαίμων περὶ τὴν Ἀφροδίτην R τῆς γενέσεως ἔφο‐ ρος. RM

### book 53a alpha

ἀργὸς] ἡ γυνή. EM

### book 53a beta

περὶ γυναικὸς λέγει. Matr

### book 53b

ἀλλ’ ἐσπάθα R: κατανήλισκε καὶ κατήσθιεν. RVMMatr διὰ τοῦτο οὐκ ἀργὸς ἦν. VMatr σπαθᾶν δὲ τὸ ἀφειδῶς ἀναλίσκειν καὶ παρὰ τοῖς ῥήτορσιν εἴρηται πολλάκις· οἰκείως δὲ νῦν τῇ λέξει χρῆται ἐπὶ γυναικός. καὶ γὰρ ἐπὶ τῶν ὑφαινομένων σπαθᾶν λέγομεν τὸ ἄγαν κρούειν τὴν κρόκην, rVMatr ὥστε προσκαθίζειν καὶ πολλὴν μὲν ἀναλίσκειν κρόκην, ἰσχυροτέραν δὲ ἀπερ‐ γάζεσθαι τὴν ὑφήν. δύναται μὲν οὖν τὸ σπαθᾶν ἐπὶ ἀμφοτέρων νοεῖσθαι. ὅτι δὲ νῦν ἐπὶ τῷ πολλὰ δαπανᾶν παρείληπται, δῆλον ἐκ τοῦ ἐπιφερομένου ἐγὼ δ’ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ πρόφασιν ἔφασκον· ὦ γύναι, λίαν σπαθᾷς. V

### book 53c

ἐσπάθα] ἀναιδῶς VE ἀνήλισκεν. VEA

### book 54

αὐτῇ κτλ.] ἔλεγον αὐτῇ δεικνὺς τὸ ἱμάτιον περιρραγέν. M

### book 55

〈σπαθᾷς: ἀντὶ τοῦ “ἐργάζῃ”.〉 Su. IV 414, 26

### book 57a

πότης ἀττικῶς ὁ ταχέως ἀναλίσκων τὸ ἔλαιον λύχνος. M

### book 57b

τὸν πότην λύχνον R: πότης RV λύχνος παρ’ Ἀττικοῖς R ὁ πολὺ ἔλαιον ἀναλίσκων. RV

### book 58

ἵνα κλάῃς R: καλεῖ τὸν παῖδα πλησίον ἐλθεῖν τῆς κλίνης, ἐφ’ ἧς ἀνέκειτο, τύψειν αὐτὸν ἀπειλῶν. RV

### book 59

θρυαλλίδων RV: ἀντὶ τοῦ “ἐλλυχνίων”. RVEN ἢ ἀπὸ τοῦ θρύου τὸ παλαιὸν τὰ ἐλλύχνια. R

### book 60

μετὰ ταῦθ’ ὅπως νῶιν· R: μετὰ τὸ ἐπιτιμῆσαι τῷ οἰκέτῃ ἐπὶ τὸ διήγημα ἀνατρέχει πάλιν τοῦ γάμου. RV οὐ μὴν συναπτέον πάντα τὸν στίχον, 〈...〉 μέχρι τοῦ “υἱός”: εἶτα διαστήσαντα χρὴ μεθ’ ὑποκρίσεως ἐπάγειν “οὑτοσί” ὡς ἀχθομένου αὐτοῦ τῇ γενέσει. V

### book 61a

καὶ τοῦτο εἰρωνευόμενος. RVMMatr οὐ γὰρ ἀγαθὴν αὐτὴν παρίστησιν. RV

### book 61b

εἰρωνικῶς MMatr καὶ τοῦτο. M

### book 62a

ἐλοιδορούμεθα] ἐφιλονεικοῦμεν. RENMMatr

### book 62b alpha

ἀντὶ τοῦ “διεφερόμεθα οὕ‐ τως, ὡς καὶ μέχρι λοιδορίας προχω‐ ρῆσαι”. E

### book 62b beta

ἐλοιδορούμεθα] ἐστασιάζομεν, V 〈ὡς ὑπὸ τῆς φιλονεικίας καὶ εἰς λοι‐ δορίας τραπῆναι.〉 Su. Ald

### book 63a

ἡ μὲν 〈γὰρ〉 ἵππον R: μέγα φρονοῦσα πάντως ἐπὶ τῷ προγόνῳ Μεγακλεῖ τῷ νικήσαντι τρὶς Ὀλύμπια καὶ δι’ ἱπποτροφίαν κατελθόντι †τὸν ἵππον† ἐπεὶ καὶ Καλλίας ὁ δᾳδοῦχος ὁ ἐν τῇ ἱερᾷ στολῇ προελθὼν ἐπὶ τὴν μάχην εἰς Μαραθῶνα καὶ ἀριστεύσας κατὰ τῶν βαρβάρων τρὶς Ὀλύμπια νικήσας ἅρματι τὸν υἱὸν ἐκάλεσεν Ἱππόνικον. RV ⟦λέγεται δὲ τοῦτον †† νικῆ‐ σαι μάλιστα αἰχμαλώτου τινὸς ἐν τῇ μάχῃ τῶν βαρβάρων προσελθόντος αὐτῷ καὶ μηνύσαντος θησαυρὸν ἐπὶ μισθῷ· ὃν καὶ αὐτὸν ὕστερον ἀπέκτεινεν ὁ Καλλίας. V⟧

### book 63b

ἵππον ... τοὔνομα] συνετίθει τὸ ὄνομα ἐξ ἵππου. RE

### book 64

Ξάνθιππον R: Ξάνθιππος μὲν οὖν ἐγένετο Περικλέους πατήρ, οὐδὲν δὲ νῦν πρὸς αὐτὸν ἐπικοινωνεῖ τὸ λεγόμενον· RV πλὴν εἰ μὴ ἄρα διὰ Κοισύραν, ἣν ἔφαμεν δούλην οὖσαν μητέρα γενέσθαι τοῦ Μεγακλέους, τὸ ὄνομα τὸ Ξαν‐ θίππου παρείληφε, V 〈παρῴδηται δὲ †τὸ Περικλέους Μεγακλέους ὡσ〉 Ald ἂν δυνάμενον ἀμφότερα† δηλοῦν· δριμέα γὰρ καὶ ἀστεῖα τὰ τῆς κωμῳδίας σκώμματα. V

### book 66

ἐπὶ πολὺν VE μὲν οὖν V χρόνον διεφερόμεθα VE ἐμαχόμεθα V καὶ ἠμφισβητοῦμεν. VE

### book 67a

κοινῇ ξυνέβημεν R: ὡμονοήσαμεν RVE καὶ ἀμφοτέροις συνέδοξε. τοῦτο δὲ διότι ἀφ’ ἑκατέρων τῶν γενῶν τῷ ὀνόματι ἐπετέθη μέρος. RV

### book 67b

ξυνέβημεν] συνεφωνήσαμεν. N

### book 68

ἐκολάκευεν, RENMMatr οἷα τοῖς μικροῖς παιδίοις συμβαίνει. MMatr

### book 69

πρὸς πόλιν R: πρὸς τὴν ἀκρόπολιν. λείπει δὲ τὸ “εὐτυχήσω”. RM

### book 70a

ξυστίδ’ ἔχων N: ξύστις τὸ κροκωτὸν ἱμάτιον, ὃ οἱ ἡνίοχοι φοροῦσι VENM μέχρι τοῦ νῦν VM πομπεύοντες. VENM

### book 70a alpha

λέγεται δὲ καὶ ἡ πορφυρίς, ἣν φοροῦσιν οἱ τραγικοὶ βασιλεῖς. EN

### book 70a beta

χρῶνται δὲ αὐτῷ καὶ οἱ τραγικοὶ βασιλεῖς. V

### book 70b

ξυστὶς λέγεται τὸ πορφυροῦν ἱμάτιον, ὅπερ οἱ ἡνίοχοι χρῶνται ἐν τῇ ἱππικῇ. R

### book 70c alpha

〈ξύστιδ’: προπαροξυτό‐ νως οἱ Ἀττικοί.〉 Su. III 504, 2

### book 70c beta

ξύστις ξύστιδος προπαροξυτό‐ νως. Np

### book 71a

τόπος RVMA τῆς Ἀττικῆς RVA οὕτω καλούμενος VM τραχὺς RVA καὶ δύσβατος. A ἐκ τούτου δὲ φελλεάτας λέγουσι Δωριεῖς τοὺς κισσηρώδεις λίθους. M αἱ δὲ αἶγες, παρὸ τὰ τραχύτερα VM καὶ ὀρεινότερα V διώκουσιν, VM εἰς τὸν τόπον ἐκεῖνον τὰ πλεῖστα διάγουσιν. V 〈καὶ ἑορτή τις περὶ τὸν Διόνυσον Φελλὸς καλούμενος.〉 Su. IV 711, 20

### book 71b

ἐκ τοῦ φελλέως] ἀπὸ κοινοῦ τὸ “ἐλαύνεις”. E

### book 72a

διφθέραν R: ποιμενικὸν περιβόλαιον ἡ διφθέρα RV ἐκ δέρματος πεποιημένον. V

### book 72b

ἐνημμένος: ἀντὶ τοῦ R “ἐνδεδυμένος”. RN

### book 73

ἐπίθετο] οὗτος δηλονότι. R

### book 74a

ἵππερον M: ἔπαιξε παρὰ τὸ “ἴκτερον”. νόσημα δέ, ὃ περιχεῖται ταῖς ὄψεσι τῶν νοσούντων. οὕτω δὲ καὶ τοῖς χρήμασιν αὐτοῦ ἐπιβεβλῆσθαί φησιν ἵππερον. VMMatr

### book 74b

ἀντὶ τοῦ εἰπεῖν “ἴκτερον” εἶπεν “ἵππερον”. RRs

### book 74c

〈ὡς ἴκτερος. ὁ περὶ τοὺς ἵππους τὸν ἔρωτα ἔχων.〉 Su. II 658, 21

### book 74d

ἵππερον] ἱππικὸν ἔρωτα. RVEMbisMatrRs

### book 74e

νόσον ἱππικήν· RVMatr διὰ τὸ πολλὰ δεδαπανηκέναι VMatr περὶ τὴν ἱπποτροφίαν χρήματα. V

### book 77

ἣν ... τουτονί] ἥντινα ἐὰν ἀναπεῖσαι δυνηθῶ τὸν υἱόν. V

### book 79

προσηνῶς RVE καὶ κολακευτικῶς. R

### book 80

Φειδιππίδιον] τὸ ὑποκορίζεσθαι φιλίας. R

### book 81

ἔθος ἐπὶ πίστει καὶ συνθήκης βεβαιώσει τὰς δεξιὰς διδόναι ἀλλήλοις. VBarb ὑπὲρ οὖν τοῦ πεισθῆναι τὸν νεανίαν ὁ πρεσβύτης ταύτην ἀξιοῖ παρ’ αὐτοῦ πίστιν λαβεῖν. καὶ Εὐριπίδης ἐν Μηδείᾳ Μήδεια δ’ ἡ δύστηνος ἠτιμασμένη βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δὲ δεξιᾶς πίστιν. V

### book 83a

κυρίως νῦν ὁ νεανίσκος ὄμνυσι τὸν Ποσειδῶ θεὸν ἱππικὸν ὄντα ἅτε καὶ αὐτὸς περὶ ἵππους ἐσπουδακώς. “τουτονὶ” δὲ οὐ τῷ κοινῷ τῶν ἀνθρώπων ἔθει χρώμενον αὐτὸν δεῖ νομίζειν λέγειν—εἰώθασι γὰρ οἱ ὀμνύντες λέγειν· μὰ τοῦτον τὸν θεόν, μὰ τοῦτον τὸν Ἀσκληπιόν—, ἀλλ’ ἔνδον ἀφίδρυμα ἔχοντα Ποσειδῶνος. διὰ τοῦτο καὶ ὁ πρεσβύτης τῷ ὅρκῳ ἀκολούθως ἄχθεται. V

### book 83b alpha

〈νὴ τὸν Ποσειδῶ του‐ τονὶ: ἅρμα δείξας ὄμνυσιν ἢ ἄλλο τι ἡνιοχικὸν ἢ πολεμικὸν σκεῦος.〉 Ald

### book 83b beta

ἢ οὖν ἅρμα δείκνυσιν αὐτῷ παρα‐ κείμενον ἢ ἄλλο τι ἀφίδρυμα Πο‐ σειδῶνος, καὶ κατὰ τούτου ὄμνυ‐ σιν. V

### book 88a

ἔκστρεψον RBarb: ἀντὶ τοῦ “μετάβαλε”. RVNA ἀπὸ μεταφορᾶς τῶν ῥυπουμένων ἱματίων καὶ ἐκστρεφομένων. ἐκστρέψαι δὲ ἱμάτιον τὸ ἀλλά‐ ξαι τὸ πρὸς τὸ ἔσω μέρος ἔξω. ἄλλαξον οὖν, φησί, τοὺς τρόπους σου καὶ μετα‐ βαλοῦ. RVBarb

### book 88b

ὡς τάχιστα: μεταφορικῶς. τὸ γὰρ “ὡς τάχιστα” κυρίως ἐπὶ ἁρματη‐ λάτου· ταχινὰ γὰρ τὰ ἅρματα. Barb

### book 89

τὸ τέλειον “ἃ ἄν”. R

### book 91a alpha

ἐπεὶ οὐκ ἐπι[τρέπει] τὸν Ποσειδῶνα [ὀμνύναι, μεταβαλὼν] τὸν Διόν[υσον ὄμνυ]σιν. Matr

### book 91a beta

νὴ τὸν Διόνυσον R: ἐπεὶ ἐκώλυσεν αὐτὸν κατὰ τοῦ Ποσει‐ δῶνος ὀμόσαι, εἰκότως μετέβαλεν εἰς τὸν Διόνυσον τὸν ὅρκον. RV

### book 91b

τὸ “δεῦρο” νῦν οὐ τοπικόν, ἀλλ’ ἀντὶ τοῦ “ἐλθέ”. RV

### book 92a alpha

καὶ τᾠκίδιον: τὸ οἰκί‐ διον. ὑποκοριστικῶς δὲ εἶπε κατα‐ σμικρύνων καὶ τὴν φιλοσοφίαν. E

### book 92a beta

τᾠκίδιον R: τὸ οἰκίδιον ὑπο‐ κοριστικῶς. RVBarbMatr σμικρύ‐ νει δὲ τοῖς ὀνόμασιν αὐτοῖς τὸ εὐ‐ τελὲς τῆς φιλοσοφίας εἰς πάντα δει‐ κνύς. VBarbMatr

### book 92b

ἤγαγε δῆθεν αὐτὸν ἐπὶ τὴν Σωκράτους οἰκίαν. RVE

### book 94a

ψυχῶν σοφῶν E: ἀνδρῶν φιλοσόφων. REBarb τοῦτο δὲ ἐπ’ ἀμφο‐ τέρων δύναται νοεῖσθαι. ἔστι γὰρ ἀμφίβολον καὶ ἄδηλον, πότερον τὰς ψυχὰς αὐτὰς λέγει σοφάς, ἢ τοὺς ἄνδρας σοφούς, ταῖς δὲ ψυχαῖς ἐκείνων †ἔνεστι† τὸ φροντιστήριον. ἐὰν μὲν γὰρ †† “ψυχῶν σοφῶν τοῦτ’ ἐστὶ φροντιστή‐ ριον”, ἐνδέχεται αὐτὰς εἶναι τὰς ψυχὰς σοφάς· ἐὰν δὲ “ψυχῶν, σοφῶν”, ἀνδρῶν λέγει. Barb

### book 94b

σκώπτει διὰ τούτων τὸν περὶ ψυχῆς λόγον Σωκράτους καὶ ἀσαφὲς ἐπί‐ τηδες εἴρηκεν, ἐπεὶ καὶ Σωκράτης ὁριζόμενος περὶ ψυχῆς ἀσαφῶς ἔδοξε λέ‐ γειν καί, ὥς τινες νομίζουσιν, ἀπ’ ἐναντίας αὑτῷ, τὴν ἰδίαν ἀσθένειαν κατη‐ γορίαν Σωκράτους ποιούμενοι. ἃ δὲ περὶ ψυχῆς ὡρίσατο, ταῦτα· “ψυχὴ πᾶσα ἀθάνατος. τὸ γὰρ ἀεικίνητον ἀθάνατον, τὸ δ’ ἄλλο κινοῦν ἢ ὑπ’ ἄλλου κινούμενον παῦλαν ἔχει κινήσεως καὶ ζωῆς”. EBarb

### book 94c

〈φροντιστήριον〉 οἱονεὶ βουλευτήριον. BarbMatr ἢ σύνοδός τις καὶ θᾶκος RVBarbMatr σοφῶν. ⟦θᾶκος δὲ καλεῖται ἀττικῶς ὁ τόπος ἔνθα πολλοὶ συνέρχονται σκεψόμενοι.⟧ φροντισταὶ δὲ ἐκαλοῦντο οἱ περὶ τὸν Σωκράτη διὰ τὸ φροντίζειν περὶ ἀδήλων καὶ διὰ τοῦτο μηδέποτε παύεσθαι φροντίδος. RVBarb

### book 95

ἐπειδὴ περὶ τῶν οὐρανίων διαλέγονται οἱ φιλόσοφοι. RMatr

### book 96a

οὕτως ὁ κρίβανος. κυρίως ὅπου οἱ ἄνθρακες συμπνίγονται· διὸ ἐπιλέγει “ἡμεῖς δ’ ἄνθρακες”. λέγει δὲ τὸν φοῦρνον. R

### book 96b

ἡ τῶν ἀνθράκων MBarbMatr κάμινος· MNABarbMatr διὸ ἐπιλέγει “ἡμεῖς δ’ ἄνθρακες” διὰ τὸ ὑπὸ τοῦ ἡλίου θερμαίνεσθαι. MBarb

### book 96c

κυρίως πνιγεὺς ἔνθα οἱ ἄνθρακες ἔχονται VMBarb καὶ πνίγονται. VBarb

### book 96d

ταῦτα πρότερος Κρατῖνος ἐν Πανόπταις δράματι περὶ Ἵππωνος τοῦ φιλοσόφου κωμῳδῶν αὐτὸν λέγει· ἀφ’ οὗ στοχαζόμενοί τινές φασιν, ὅτι μηδε‐ μιᾶς ἔχθρας χάριν Ἀριστοφάνης ἧκεν ἐπὶ τὴν τῶν Νεφελῶν ποίησιν, ὅς γε μήτε †ἴδιον μήτε ἁρμόττον, ἀλλὰ μηδὲ πρὸς ἓν ἔγκλημα ἦλθε Σωκράτους†. δύο γὰρ κατ’ αὐτοῦ ταῦτα προθεὶς ἐγκλήματα, τὸ περὶ τοῦ οὐρανοῦ ὡς ἔστι πνιγεύς, καὶ ὡς ἱκανός ἐστι τὸν ἥττω λόγον διδάσκειν καὶ τὸν κρείττονα, τὸ μὲν κοινὸν τῶν φιλοσόφων ἁπάντων ἐπήγαγεν ἔγκλημα, φαίνεται δὲ καὶ ἐπὶ τούτῳ ὁ Ἵππων κωμῳδηθῆναι φθάσας· τὸ δὲ τῶν ἐγκλημάτων οὐδὲ τὸ σύνολον ἐπικοινωνεῖ φιλοσοφίᾳ—οὐ γὰρ τοῦτο ἐπαγγέλλονται οἱ φιλόσοφοι,

### book 96d

δεινοὺς ποιήσειν λέγειν—ἴδιον δὲ τὸ τοιοῦτο μᾶλλον 〈τῆσ〉 ῥητορικῆς· 〈ὡσ〉 ἐπ’ ἀμφοτέροις τὸν φιλόσοφον καθαρεύειν. V 〈οἳ δ’, ὅτι ὁλόκληρον εἰς αὐτὸν συνέταξε δρᾶμα, δι’ ἔχθραν νομίζουσιν αὐτὸν πεποιηκέναι οὐκ ὀρθῶς οἴονται. πρῶτον μὲν γὰρ Δίφιλος εἰς Βοίδαν τὸν φιλόσοφον ὁλόκληρον συνέταξε ποίημα, δι’ οὗ †οὐκ† εἰς δουλείαν ἐρυπαίνετο 〈ὁ〉 φιλόσοφος· οὐ διὰ τοῦτο δὲ ἐχθρὸς ἦν. ἔπειτα Εὔπολις, εἰ καὶ δι’ ὀλίγων ἐμνήσθη Σωκράτους, μᾶλλον ἢ Ἀριστο‐ φάνης ἐν ὅλαις ταῖς Νεφέλαις αὐτοῦ καθήψατο.〉 Ald

### book 98

οὗτοι διδάσκουσι R: καὶ τοῦτο ψεῦδος διαβολῆς χάριν· οὐδεὶς γὰρ μισθὸν ἐτέλει Σωκράτει, ἐπεὶ ἐκεῖνος ἔφασκε μηδὲν εἰδέναι. RVBarbMatr διόπερ καὶ ὑπὸ τοῦ Πυθίου σοφὸς ἐκρίθη. τοῦτο γὰρ αὐτὸ πρῶτον ἔκρινε σοφοῦ, τὸ γνωρίσαι μηδὲν εἰδέναι. RVMatr πῶς οὖν ἂν μισθὸν ἐπράττετο παρὰ τῶν συνόντων περὶ αὑτοῦ βεβαιούμενος μηδὲν εἰδέναι; RV

### book 100

ἀποφεύγει εἰπεῖν τὸ ὄνομα διὰ τὸ ἐπαχθές. RE

### book 101

μεριμνοφροντισταὶ] τοὺς φιλοσόφους οὕτως ἐκάλουν. R

### book 102a

τὸ “αἰβοῖ” RV σχετλιαστικόν. RVE

### book 102b

τὸ “πονηροί” ἀντὶ τοῦ “ἐπίπονοι”. RV

### book 102c

τοὺς R ἀλαζόνας: ἰδίως τοὺς ψεύστας ἐκάλουν. εἰκότως δὲ τοὺς φιλοσόφους ἀλαζόνας καλεῖ, RVBarb ἐπεὶ λέγειν ἐπαγγέλλονται περὶ ὧν οὐκ ἴσασιν. RBarb

### book 102d

ἀλαζόνας] οὕτως ἐκάλουν τοὺς φιλοσόφους. E

### book 104

Χαιρεφῶν M: ἑταῖρος Σωκράτους RMMatr ὁ Χαιρεφῶν, RM ὃς ἐκα‐ λεῖτο καὶ νυκτερὶς διὰ τὸ μέλας εἶναι καὶ ἰσχνόφωνος. RMMatr

### book 105a

[ἢ ἢ σι]ώπα R: συγκατατίθεται καὶ ὁ πρεσβύτης ὡς εἰδότος αὐτοὺς τοῦ νεανίσκου καὶ ἀληθῆ περὶ αὐτῶν εἰρηκότος. φησὶν οὖν· τούτους αὐτούς. RV

### book 105b

μηδὲν ... νήπιον] μηδὲν εὔηθες μηδὲ ἀνόητον RV εἴπῃς. V

### book 105c

ἀντὶ τοῦ “μὴ ὡς τὰ νήπια παιδία ἀνόητα εἴπῃς”. V

### book 106a

ἀλλ’ εἴ τι κήδει RM: ἀλλ’ εἰ M φροντίζεις. RVNM

### book 106b

τῶν πατρ〈ῴ〉ων M ἀλφίτων RVM: τῶν χρημάτων. RVMbis

### book 106c

τῶν πατρῴων ἀλφίτων] τῆς πατρῴας οὐσίας. RVMbisAMatr

### book 106d

ὡς ἄγροικος. R

### book 107a

τούτων γενοῦ μοι: λείπει τὸ εἷς ἀριθμητικὸν ὄνομα, “εἷς τούτων γενοῦ μοι”, τούτοις μαθήτευσον. R

### book 107b

σχασάμενος RM: καταλύσας, VBarb καταπαύσας, REMbisBarb ἐάσας. E

### book 107c

παυσάμενος VMatr τῆς ἱππικῆς RV ἢ ἀποχωρήσας καὶ ἀποστὰς τοῦ παρόντος ἐπιτηδεύματος. V

### book 107d alpha

ἐκ μεταφορᾶς τῶν κωπη‐ λατούντων. Barb καὶ γὰρ τὸ ὕδωρ τῇ κώπῃ σχίζεται ἐρεσσούσῃ. καὶ Πίνδαρος κώπαν ἤδη μοι σχάσον. M

### book 107d beta

σχασάμενος V: ἀπὸ μεταφο‐ ρᾶς τῶν ἐρεσσόντων. RV σχάσαι γὰρ δεῖ καὶ ὥσπερ διαστεῖλαι καὶ διασχίσαι τὸ ὕδωρ τὴν κώπην ἐρέσ‐ σουσαν. V 〈καὶ Πίνδαρος κώπαν ἤδη ἔσται μοι σχάσαις.〉 Su.

### book 107e

ἀπὸ μεταφορᾶς τῶν ἀποσχιζομένων καὶ διαχεομένων ὑδάτων. EM

### book 108

οὐκ ἂν μὰ τὸν Διόνυσον: εὐλόγως τὸν Διόνυσον ὀμνύει· τούτῳ γὰρ ἐπετελεῖτο τὰ Διονύσια, οἷς ἠγωνίζοντο οἵ τε τῆς τραγῳδίας καὶ οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταί. R

### book 109a

τοὺς φασιανούς: Φᾶσις ποταμὸς Σκυθίας, ὅπου καλοὶ ἵπποι γί‐ νονται. Λεωγόρα δὲ ὡς ἱπποτρόφου μέμνηται. οἱ δὲ περὶ †Ἀρχίλοχον† ὀρνίθων τι γένος λέγουσι τοὺς φασιανούς. ἢ φασιανοὶ λέγονται οἱ ἔχοντες τῷ μηρῷ φασιανὸν ἐγκεχαραγμένον ἵπποι. R

### book 109b

τοὺς φασιανούς M: οὔκ εἰσιν ἵπποι φασιανοί, ἀλεκτρυόνες μέντοι. ἵπποι δέ τινές εἰσιν ἀλεκτρυόνας 〈ἐγ〉κεχαραγμένοι· τούτους οὖν λέγει. V Λεωγόρας δὲ ὄνομα κύριον ἑνὸς τῶν Ἀθήνησι προπολιτευσαμένων τότε. πατὴρ δὲ οὗτος ἦν Ἀνδοκίδου τοῦ ῥήτορος. ἄδηλον δέ, εἰ καὶ ὄρνεα οὗτος ἔτρεφεν·

### book 109b alpha

μέμνηται δὲ αὐτοῦ ὡς ἱπποτρό‐ φου. M

### book 109b beta

ἔστι δὲ ὄνομα τῶν ἱπποτροφη‐ σάντων Ἀθήνησιν. V

### book 109c

〈ἔνιοι ἀξιοῦσιν ἵππους εἶναι τοὺς φασιανούς. καὶ εἴπερ ἐστὶ τοῦτο μὴ κατεψευσμένον, οἰκεῖον ἂν εἴη τοῦτο τῆς τοῦ νεανίσκου σπουδῆς.〉 Su. IV 702, 22

### book 109d

〈ὁ Λεωγόρας τρυφερός τις, ὁ Ἀνδοκίδου πατήρ. Πλάτων Περιαλγεῖ ὦ θεῖε Μώρυχε· τέως γὰρ εὐδαίμων ἔφυς καὶ Γλαυκέτης, ἡ ψῆττα, καὶ Λεωγόρας, οἳ ζῆτε τερπνῶς οὐδὲν ἐνθυμούμενοι. Εὔπολις ἐν Αὐτολύκῳ βʹ ὡς 〈...〉 καὶ διὰ Μυρρίναν ἑταίραν τὰ χρήματα ἀποβεβληκότα.〉 Su. IV 702, 24 Ald

### book 110a

ἴθ’ E: ἐλθέ· VEN νῦν δὲ πείσθητι. VE

### book 110b

ἴθ’] εἶα. E

### book 110c

ἀντιβολῶ E: παρακαλῶ VE ἀττικῶς. E

### book 112a

ἄμφω τὼ λόγω R: δυϊκῶς ἔκλινεν. φησὶ δὲ ἀμφοτέρους τοὺς λόγους τοὺς περὶ Σωκράτην ἐκπαιδεύειν ἱκανῶς. RVMBarb

### book 112b

αὐτοῖς] Σωκράτει 〈καὶ〉 Χαιρεφῶντι. E

### book 113a

τὸν κρείττον’ ὅστις ἐστί R: τὸν δίκαιον, RVEBarb τὸν νικῶντα. ὡς ἀγνοῶν δὲ τὰ δίκαια εἶπεν· ἐβούλετο γὰρ ἀδικίαν μανθάνειν. RVBarb

### book 113b

τὸν ἥττονα] τὸν ἄδικον. VE

### book 118

οὐδ’ ἂν] ἀντὶ τοῦ “οὐδένα”. E

### book 119

οὐ γὰρ ἂν ὑπομείναιμι ὁραθῆναι ὑπὸ τῶν ἱππέων. V

### book 120a

τοὺς ἱππέας E: εἰ γενοίμην, VE φησίν, E ὠχρὸς ὡς οἱ περὶ τὸν Σωκράτην RVE καὶ ἀνυπόδητος καὶ ῥυπῶν. E οἱ γὰρ ἱππεῖς εὖχροι VEM καὶ ὑποδεδεμένοι καὶ ἐν γυμνασίοις ἐξεταζόμενοι VE καὶ ἐν παλαίστραις. καὶ ἐν τοῖς Ἱππεῦσί φησι· μὴ φθονεῖθ’ ὑμῖν κομῶσιν μηδ’ ἀπεστλεγγισμένοις, τουτέστι λιπῶσιν. τοῦτο οὖν καὶ νῦν ὁ νεανίσκος δεδοικέναι φησί, τὸ ἀπ‐ έχθεσθαι τοῖς περὶ ἱππικὴν ἔχουσιν, εἰ ἀπολιπὼν τὸ σῶμα κοσμεῖν καὶ μετ‐ ιέναι τὰ τῶν ἱππέων ἐπιτηδεύματα τὰ τῶν φιλοσόφων μετέλθοι. V

### book 120b alpha

διακεκναισμένον: ἠ‐ μαυρωμένον, ὠχρόν, διεφθαρμένον. E

### book 120b beta

διακεκναισμένος RV: διε‐ φθαρμένος, RNM ἠμαυρωμένος. RV

### book 120c

ὡς ἱππαζόμενον καὶ τοῦτον μετὰ τῶν ἱππέων φησὶ τάττεσθαι. E

### book 121a

μὰ τὴν Δήμητρα: εἰκότως, ἐπεὶ περὶ τροφῶν ὁ λόγος ἐστίν, αὐτὸς τὴν Δήμητρα ὄμνυσι· τούτων γὰρ ἡ θεὸς εὑρετίς. EBarb

### book 121b

τῶν γ’ ἐμῶν] ἀπὸ τῶν ἐμῶν. E

### book 121c

ἔδει] φάγει, RVENMA θρέψει. V

### book 122a

οὔθ’ ὁ ζύγιος EN: ζύγιοι οἱ ὑποβαλλόμενοι τῷ τοῦ ἅρματος ζυγῷ, τουτέστιν RVENMBarb ὁ μέσος δεξιὸς καὶ ὁ μέσος ἀριστερός. RVENM BarbMatr

### book 122b

οὔθ’ ὁ σαμφόρας N: σαμφόραι οἱ σίγμα ἔχοντες ἐπὶ τὸν μηρόν. RENMBarbMatr

### book 123a alpha

〈ἀλλ’ ἐκβαλῶ σε καὶ διώ‐ ξω σε τῆς οἰκίας τῆς ἐμῆς.〉 Ald

### book 123a beta

ἀλλ’ ἐκβαλῶ σε καὶ ἀποδιώξω ἐκ τῆς ἐμῆς οἰκίας. V

### book 123b alpha

τραχύτερον διαλέγεται τὴν ἐλπίδα τοῦ πείσειν ἀπολωλε‐ κώς. E

### book 123b beta

τραχύτερον αὐτῷ διαλέγεται καὶ ἀπηνέστερον, ὅτι τὴν ἐλπίδα τοῦ πείθειν αὐτὸν ἀπώλεσεν. V

### book 124a

οὐ περιόψεταί] οὐ μέλλει καταφρονῆσαι. E

### book 124b

οὐ περιόψεταί: εἰκὸς γὰρ ἦν καὶ τοῦτον σεμνυνόμενον ἐπὶ ταῖς τρισὶ νίκαις τοῦ πατρὸς ἥδεσθαι τὸν νεανίσκον ὁρῶντα μετερχόμενον τὰ προγονικὰ ἐπιτηδεύματα. E

### book 125a

ἄνιππον] ἵππων ἐστερημένον. RM

### book 125b

εἴσειμι] εἰς τὴν οἰκίαν. E

### book 125c

σοῦ] τῶν σῶν ἀπειλῶν. R

### book 126a

ἀλλ’ οὐδ’ ἐγὼ μέντοι ἀθυμήσω, διότι οὐ πέπεικα τὸν υἱόν, MBarb οὐδὲ τέλεον ἀφέξομαι τῆς γνώμης. M

### book 126b

ἀλλ’ οὐδ’ ἐγὼ μέντοι παραδώσω ἐμαυτὸν ταῖς λύπαις. V

### book 127

διδάξομαι M: νῦν μὲν παθητικῶς ἀποδεκτέον τὸ “διδάξομαι”. βούλεται γὰρ λέγειν “διδαχθήσομαι”. ἔστι δὲ τῶν μέσων· παθητικὸν γὰρ ἔχει τὸν σχηματισμόν, ἐνέργειαν δὲ δηλοῖ. εἴποι γὰρ ἂν “διδάξομαι τὸν υἱὸν φιλοσοφεῖν” κυριώτερον ἢ “διδάξω”. “διδάξω” μὲν γὰρ ὁ διδάσκαλος ἐρεῖ, “διδάξομαι” δὲ ὁ πατὴρ καὶ πᾶς παραδιδοὺς ἕτερον μανθάνειν. VM δυνατὸν οὖν καὶ νῦν μὲν εἶναι τὸ αὐτό, ἵν’ ᾖ νοούμενον “διδάξομαι, ἐπεὶ οὐ τὸν υἱόν, ἐμαυτόν”, τοῦ δὲ μέτρου οὐκ ἐπιτρέποντος εἰπεῖν “ἐμαυτόν” “διδά‐ ξομαι” ἔφη “αὐτὸς βαδίζων εἰς τὸ φροντιστήριον”. V

### book 129a

κἀπιλήσμων] μὴ ἔχων μνήμην. E

### book 129b alpha

οὐκ ἐπὶ τῆς τοῦ σώματος κινήσεως παρείληφε τὸ “βραδύς”, ἀλλ’ ἐπὶ τῆς διανοίας. Barb

### book 129b beta

νῦν οὐκ ἐπὶ τῆς σωματικῆς κινή‐ σεως εἴληφε τὸ “βραδύς”, ἀλλὰ τὸ μὴ ἀγχίνουν καὶ νωθὲς τῆς δι‐ ανοίας δηλοῦν ἐθέλει. V

### book 129c

βραδὺς] ἀργός. E

### book 130a

λόγων ἀκριβῶν σκινδαλμοὺς EN: λόγων ENBarb ἰσχνῶν EN‐ MBarb λεπτολογίας, RVEbisNMABarbMatr λεπτουργίας· M λεπτὰ γὰρ καὶ ἰσχνὰ τὰ τῶν φιλοσόφων ζητήματα. ENMBarb

### book 130b

σκινδαλμοὺς ENMBarb: ἀντὶ τοῦ “λεπτολογίας”. ENBarb ἡ δὲ μεταφορὰ N ἀπὸ τῆς σχίσεως τῶν καλάμων. ENMBarb ἰδίως γὰρ RVENBarb σκινδαλμοὺς καλοῦμεν τὰ τῶν καλάμων ξύσματα. RVENABarb τοῦτο δὲ ἐπὶ μὲν τῆς εὐθείας ὀξυτονεῖται, ἐπὶ δὲ τῶν πλαγίων παροξύνεται. RVN

### book 130c

σκινδάλμους μαθήσομαι R: ἐξήγησις καὶ ἐπεξεργασία τοῦ “ἀκριβῶν” οἱ σκινδάλαμοι. RVBarb

### book 131a

ἰτητέον] πορευτέον. RVE

### book 131b

ἔχων] διαλογιζόμενος. E

### book 131c

στραγγεύομαι] ἀναβάλλομαι, VENMAMatr διατρίβω. RENMA 〈ἅπαξ οὖν, φησί, δόξαν τί παρέλκω καὶ μέλλω καὶ διατρίβω〉 καὶ ἀναδύομαι; R

### book 131d

στραγγεύομαι] κακοπαθῶ. EMMatr

### book 132a

ἀλλ’ οὐχὶ R κρούω. RE

### book 132b

τοῦτο δὲ παρεγκύκλημα· δεῖ γὰρ αὐτὸν ἐλθεῖν καὶ κόψαι τὴν θύραν τοῦ Σωκράτους. παρατηρητέον δέ, ὅτι ἐπὶ μὲν τῶν ἔξωθεν κρουόντων κόπτειν λέγεται, ἐπὶ δὲ τῶν ἔσωθεν ψοφεῖν. V 〈ἱκανῶς δὲ διέστειλε Μένανδρος ἐπὶ μὲν τῶν ἔξω “κόψω τὴν θύραν” εἰπών, ἐπὶ δὲ τῶν ἔσω “ἐψόφηκε τὴν θύραν ἐξιών”.〉 Ald

### book 133

βάλλ’ RENAMatr ἐς κόρακας RENMAMatr: ἄπιθι RENM ἐς κόρακας. EN ἔστι δὲ παροιμία ἐπὶ κατάρας λεγομένη. ENMA ἀντὶ τοῦ “εἰς ἀπώλειαν καὶ φθοράν”. RVENMbis Βοιωτοῖς γὰρ ἀναστάτοις ὑπὸ Θρᾳκῶν γενομένοις καὶ ὑπὲρ ἀποικίας μαντευομένοις εἶπεν ὁ θεὸς ἐκεῖ κατοικῆσαι, ἔνθα ἂν ἴδωσι λευκοὺς κόρακας. οἱ δ’ ἐν Θετταλίᾳ περὶ τὸν παγασιτικὸν κόλπον εἶδον περιιπταμένους τοὺς RVENMAMatr(M9) τοῦ Ἀπόλλωνος RVM ἱεροὺς κόρακας, οὓς παῖδες ἀφῆκαν γυψώσαντες ὑπὸ μέθης, καὶ τελεῖσθαι τὸν χρησμὸν φήσαντες ἐνταῦθα κατῴκησαν. οἱ δὲ ἀπὸ τοῦ ζῴου φασὶ λέγεσθαι τὴν παροιμίαν· ἐν γὰρ τοῖς ἐρημοτέροις τόποις ἐπιτηρεῖ τὰ πτώματα.

### book 133

RVENMAMatr(M9)

### book 134alpha

Κικυννόθεν ENMBarb: ἀπὸ δήμου τῆς Ἀκαμαντίδος φυλῆς Κίκυννα, ἔνθα ἄγεται καὶ Ἀπολλώ‐ νια. ENMBarbMatr

### book 134beta

δῆμος οἱ Κικυννῆς τῆς Ἀκαμαντί‐ δος φυλῆς, RV ἔνθα ἄγεται καὶ Ἀπολλώνια. R

### book 135

ἀμαθής] ἰδιώτης, E ἀπαίδευτος. EM

### book 136a

ἀπεριμερίμνως RBarb: ἀσκόπως, RVA ἀμαθῶς, RVM ἀμελῶς, Barb ἀπείρως, ἀνεπιστημόνως. RMBarb

### book 136b

λελάκτικας RV: σφοδρότητος καὶ βίας σημαντικόν· RVM διόπερ καὶ τὴν μέμψιν ἐπήγαγεν. R

### book 137a

καὶ σκέψιν. REN ἰδίως δὲ νῦν ἐπὶ φιλοσόφων τὴν φροντίδα· ἐπεὶ καὶ μεριμνοφροντιστὰς ἐκάλουν αὐτούς, ὡς προείπομεν. R

### book 137b

ἡμιτελῆ ἐξέβαλες, V ἐξέωσας. VA ἐξαμβλῶσαι δὲ κυρίως ἐπὶ τῶν γυναικῶν λέγεται τῶν ἀποτικτουσῶν θᾶττον ἢ κατὰ τὸν τῶν ὠδίνων καὶ τῆς κυοφορίας νόμον. καὶ τὸ φάρμακον δὲ τὸ αἴτιον τοῦ ἐξαμβλοῦν τὰς γυναῖ‐ κας ἀμβλώθριον καλεῖται. V(Lv)

### book 137c

ἐξήμβλωκας] ἀτελῆ ἐποίησας. R

### book 137d

ἐξευρημένην] ἐπινενοημένην. RVENMA

### book 138a

πρὸς τὸ σχῆμα. ὅτι οὕτω χρῶνται “πόρρω τῆς πόλεως”. ἐπὶ τῶν ἀγρῶν. ὅτι ἀγροῖκός εἰμι. RV

### book 138b

ἀμφίβολον πότερον λέγει πόρρω τῶν ἀγρῶν ἑαυτὸν κατοικεῖν ἢ ἐν τοῖς μακρὰν καὶ πολὺ τῆς πόλεως ἀπέχουσιν. λέλεκται δὲ αὐτὸ παρὰ τὸ εὐ‐ ριπίδειον, ὅπερ οὕτως ἔχει τηλοῦ γὰρ οἰκῶν βίοτον ἐξιδρυσάμην. V

### book 139

τοὐξημβλωμένον] τὸ RVEN ἀπολωλὸς REM καὶ RM διεφθαρμένον. RVNM

### book 140a

ἀλλ’ οὐ δυνατόν. δῆλον δέ, ὅτι ἐπὶ διασυρμῷ καὶ διαβολῇ ταῦτα παρεισάγει λέγοντα τὸν θυρωρόν. ἀλλότριον γὰρ φιλοσόφων τὸ βασκαίνειν καὶ φθονεῖν, οἷς τὸ κοινωνεῖν περὶ πολλοῦ πάντων ἀφθόνως. V

### book 140b

οὐ θέμις] οὐ πρέπον. R

### book 140c

πλὴν τοῖς μαθηταῖσιν] εἰ μὴ μόνον τοῖς μαθηταῖς. RV

### book 141

οὑτοσὶ] ἑαυτὸν δείκνυσιν. R

### book 144a

ἀνήρετ’] ἐπύθετο. RA

### book 144b

〈ἄρτι: ἀντὶ τοῦ “ἐξ ὑπογύου”. ἵνα αὐτοσχεδιάζειν δοκῶσι καὶ πάντα ἐξ ὑπογύου λέγειν.〉 Su. I 368, 20 (usque ad ult. δοκῶσι etiam Ald)

### book 144c

τῶν ἄγαν γνωρίμων Σωκράτους ὁ Χαιρεφῶν. RV οὐδὲν αὐτοῦ δια‐ σέσωσται τῶν συγγραμμάτων. δοκεῖ δὲ γενέσθαι παράθερμος καὶ σφόδρα ἐχ‐ θρεῦσαι τῷ ἀδελφῷ. καί φησι Ξενοφῶν τὸν Σωκράτην συνάγοντα αὐτοὺς λέ‐ γειν, ὡς οὐδὲν ὀφθαλμῶν ὄφελος εἴη, εἰ μὴ συμφρονοῖεν, οὐδὲ χειρῶν οὐδὲ ποδῶν. V δήμου δὲ ἦν ὁ Χαιρεφῶν Σφήττιος. τούτῳ καὶ ἡ Πυθία δοκεῖ τὸν περὶ τοῦ Σωκράτους χρησμὸν εἰπεῖν σοφὸς Σοφοκλῆς, σοφώτερος δ’ Εὐριπίδης, ἀνδρῶν δὲ πάντων Σωκράτης σοφώτερος. RV τούτου Ἀπολλώνιος ὁ Μόλων ἐν τῷ κατὰ φιλοσόφων ἐψεῦσθαί φησι τὴν Πυθί‐ αν· τοὺς γὰρ πυθικοὺς χρησμοὺς ἑξαμέτρους εἶναι καὶ 〈ἀ〉εί. ἔστι δὲ παρὰ κωμικῷ τινι †συγκεχωρίσθαι τῷ χρησμῷ δύναται†. ὅτι δὲ καὶ ἄλλοι διὰ τριμέτρων πλείους εἰσὶ χρησμοί, οὐ μὴν ἀλλὰ καὶ πεζῷ

### book 144c

λόγῳ λεχθέντες τῇ Πυθίᾳ, δῆλον. V

### book 145a

τοιαῦτα γὰρ τὰ τῶν φιλοσόφων ζητήματα, ἀπηλλαγμένα τῶν κοινῶν βιωτικῶν ἐννοιῶν, διὰ τὸ περὶ τῶν οὐρανίων καὶ τῶν ἀδήλων ἀεὶ γίνεσθαι τὴν ζήτησιν αὐτοῖς. R

### book 145b

ψύλλαν ὁπόσους ἅλλοιτο RENBarb τοὺς αὑτῆς πόδας N: ψύλλαν μὲν ἀττικῶς, ὃν ἡμεῖς καλοῦμεν ψύλλον. τὸ δὲ λεγόμενον τοιοῦτον· RVENBarbMatr

### book 145b alpha

πόσους ἡ ψύλλα πό‐ δας ἰδίους πηδήσειεν. διασύρων δὲ τὰ ζητή‐ ματα τῆς φιλοσοφίας φη‐ σίν. EN

### book 145b beta

τὸ πήδημα τῆς ψύλλης διαμετρῆσαι τοῖς αὐτῆς τῆς ψύλλης ποσίν, ὁπό‐ σους τούτους πηδήσειεν. RVENMBarbMatr δῆλον δέ, ὅτι διασῦ‐ ραι βουλόμενος τὰ τῶν φιλοσόφων ζητήματα ὡς ἰσχνὰ καὶ λόγου μηδα‐ μῶς ἐχόμενα ταῦτα καὶ τὰ τοιαῦτα παρεισάγει. διὸ καὶ τὰ ἑξῆς γελοίου χάριν αὐτῷ λέλεκται. R‐ BarbMatr

### book 145b gamma

διαβάλλει τοὺς φιλο‐ σόφους ὡς εὐτελῆ ζη‐ τοῦντας· διὸ καὶ τὰ ἑξῆς γελοίου χάριν λέγεται. VM.

### book 145c

διὰ γελοίων τὴν Σωκράτους παρίστησιν ὠφέλειαν. M

### book 146

Χαιρεφῶντος τὴν ὀφρῦν M: ἰστέον, ὅτι αὐτοπροσώπως εἰσῆγον τοὺς κωμῳδουμένους καὶ ὅτι VMBarbMatr γελοίου χάριν παρείληφε τοῦτο. RVMBarbMatr αὐτίκα γοῦν οὐδὲ ἄλλου τινὸς ἐμνήσθη μέρους τοῦ σώματος RVMMatr ἢ τοῦ ἐν ἑκατέρῳ γελοίου. RMMatr ὁ μὲν γὰρ RVMBarbMatr Χαιρεφῶν RMBarbMatr βαθείας εἶχε τὰς ὀφρῦς, ὁ RVMBarbMatr Σωκρά‐ της RMBarbMatr δὲ φαλακρὸς ἦν. RVMBarbMatr

### book 150

τὼ πόδε Barb: ὅτι δυικῶς “τὼ πόδε” ἐπὶ τῆς ψύλλης RVBarb‐ Matr κακῶς· Matr ἱστορεῖται γὰρ ἓξ πόδας ἔχουσα RVBarb ἡ ψύλλα. R

### book 151a

ψυγείσῃ] ἀποθανούσῃ. RV

### book 151b

ἔστι μὲν δένδρα, ἔστι δὲ καὶ ὑποδημάτων τι εἶδος γυναικείων. διὸ ἐπιφέρει “ὑπολύσας”, διὰ δὲ τὸ δένδρον παίζων τὸ “περιέφυσαν” εἶπεν. R

### book 152alpha

ταύτας M ὑπολύσας Barb: ἀδύνατον· οὔτε γὰρ ὑποδή‐ ματα δύναται φορέσαι ψύλλα οὔτε ὑπολύσασθαι οὔτε διαμετρῆσαι τῷ προσπλασθέντι κηρῷ τοῖς ποσὶ τὸ διάστημα τοῦ πηδήματος. ἄλλως. ἀδύνατον ἀδυνάτῳ ἐπή‐ γαγεν. οὔτε γὰρ τὰ ὑποδήματα ἐκ κηροῦ φῦναι φύσιν ἔχει οὔτε τῶν τῆς ψύλλης ποδῶν ταῦτα δυνατὸν ἦν ἐξε‐ λεῖν καὶ διαμετρῆσαι. MBarb

### book 152beta

ταύτας ὑπολύσας R: ἀδύ‐ νατον ἀδυνάτῳ ἐπήγαγεν. οὔτε γὰρ ὑποδήματα φορέσαι δύναται ψύλλα οὔτε ἐκ κηροῦ φῦναι αὐτῇ φύσιν ἔχει, οὔτε τῶν τῆς ψύλλης ποδῶν τὸν κηρὸν ἐξελεῖν δυνατὸν καὶ διαμετρῆ‐ σαι τούτῳ τὸ διάστημα τοῦ πηδήμα‐ τος. RV

### book 153

“τῆς λεπτότητος” εἶπεν ἐκ μεταφορᾶς τῶν ἀραχνίων νημάτων. N

### book 154

τί δῆτ’ ἄν] εἴποις. E

### book 155

φρόντισμα] σόφισμα. RVENA

### book 156a

Σφήττιος: ἐκ δήμου Σφηττοῦ, ὃς ἦν κάκιστος. πρὸς κατηγορίαν τοῦτο τοῦ Χαιρεφῶντός φησι Σφήττιον αὐτὸν λέξας. καὶ σφήττιον ὄξος ἐκ μεταφορᾶς τῶν δριμέων ἐκείνων ἀνδρῶν. Barb

### book 156b

ἀπὸ δήμου τῆς Ἀκαμαντίδος φυλῆς. MAMatr

### book 157a alpha

πῶς διανοεῖται τὰς ἐμπί‐ δας πνεῖν. R

### book 157a beta

ὁπότερα: ἀντὶ τοῦ Barb “πῶς διανοεῖται καὶ διαλογίζεται περὶ τῶν ἐμπίδων”. VBarb

### book 157b

ὁπότερα] ἀντὶ τοῦ “ὁποτέρως”. RNMBarbMatr

### book 157c

τὰς ἐμπίδας] οὓς ἡμεῖς κώνωπας λέγομεν. RV 〈οἱ δὲ εἶδος κώνωπος παραποτάμιον ζώνην ἔχοντος.〉 Ald

### book 158

κατὰ τὸ στόμ’ ᾄδειν MBarb: ἀντὶ τοῦ RBarb “διὰ τοῦ στόματος RVNMBarb φθέγγεσθαι καὶ βομβεῖν VBarb ἢ διὰ τοῦ ὀρροπυγίου”. RV‐ Barb τὰ δὲ τοιαῦτα τῶν ζῴων τροφὴν μὲν λαμβάνει στόματι, φθέγγεται δὲ αὐτῷ οὐκέτι. VMBarb καὶ ἔστιν ἀπό τε τῶν τεττίγων τοῦτο VM καὶ ἀπὸ τῶν ἐγκελάδων ἰδεῖν, οἳ καὶ οὕτω προσηγορεύθησαν, ἐπεὶ ἐν αὑτοῖς τὸν κέλαδον ἔχουσιν. οὗτοι γὰρ καὶ τὰ τοιαῦτα ζῷα πάντα διὰ τοῦ στήθους τὴν φωνὴν προΐεται. εἰ οὖν τούτους λάβοις καὶ σφάξαις, οὔτε ὁ ἐγκέλαδος οὔτε ὁ μουσικὸς τέττιξ ἔτι προήσεται φωνήν· διὸ καὶ τὰ τοιαῦτα ζῷα πάντα καλεῖται ἔντομα, 〈καθὸ〉 κατὰ τὴν ῥάχιν διατέτρηται, ὡς ἔστιν ἰδεῖν ἐπὶ τῶν σφηκῶν καὶ καν‐ θάρων καὶ ἐγκελάδων, καὶ τῶν τεττίγων μάλιστα, δι’ ὧν καὶ φθέγγεσθαι τμημάτων ἀξιοῦσιν αὐτά. V

### book 163

κοῖλον τὸν πρωκτὸν τῷ στενῷ ἐντέρῳ προσκείμενον. RVMatr

### book 165

σάλπιγξ ὁ πρωκτός RBarb: τοιαύτη γάρ, κατὰ τὸ ἄνω στενὴ καὶ πρὸς τὸ ἄκρον κοίλη, ἡ σάλπιγξ. RVBarbMatr

### book 166a

τοῦ διεντερεύματος EN: τοῦ †ἐρωτήματος† VEN τοῦ διὰ τοῦ ἐντέρου. EN

### book 166b

τοῦ διεντερεύματος RBarb: τοῦ ἐπινοήματος. RVENMBarb

### book 166c

τῆς λύσεως, ENMBarbMatr τοῦ μαθήματος τοῦ περὶ τοῦ ἐντέρου †καὶ† τῆς ἐμπίδος. ENBarbMatr

### book 166d

ἐπειδὴ περὶ τῶν ἐμπίδων ἐντέρων λέγει. EBarb

### book 166e

ἔπαιξε παρὰ τὸν ὑπό〈γυον〉 τοῦ Σωκράτους λόγον τὸν περὶ τοῦ τῆς ἐμπίδος ἐντέρου. RVEBarb

### book 167a

ἦ ταχέως γε ἂν οὗτος. R

### book 167b

σφόδρα γε οὗτος ἢ ἄγαν οὗτος. V

### book 167c

φεύγων: ἀντὶ τοῦ RV κατηγορούμενος RVENMAMatr τις. A

### book 168a

δίοιδε] ἀκριβῶς ἐπί‐ σταται. E

### book 168b

δίοιδε] δι’ ἀκριβείας οἶδε. NM

### book 169a

γνώμης μεγάλης RV ἐστερήθη. RVMatr

### book 169b

γνώμην] σκέμμα. RE

### book 170a

λείπει τὸ Matr ἐμποδισθεὶς ὑπὸ ἀσκαλαβώτου RVMatr ὁ Σωκρά‐ της. RV

### book 170b

ὑπ’ ἀσκαλαβώτου Barb: ὥσπερ σαῦρά ἐστιν ὁ ἀσκαλαβώτης· λέγεται δὲ καὶ γαλεώτης. EBarb

### book 173

γαλεώτης R: ἑκατέρως λέγεται, καὶ ἀσκαλαβώτης καὶ γαλεώτης. RVENA καὶ ὀροφὴ δὲ ἀρσενικῶς καὶ θηλυκῶς, ὁ ὄροφος καὶ ἡ ὀροφή· οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὰ Περσικά ἐν Λυσιστράτῃ· RVEBarb καὶ ἐν Σφηξὶν ὀροφὴν θέασαι. EBarb

### book 175

ἐχθὲς δέ γ’ ἡμῖν Barb οὐκ ἦν δεῖπνον RM: λεληθότως σκώπτει τὸν τῶν φιλοσόφων βίον ὡς ἐπίπονον καὶ ταλαίπωρον. διὰ τοῦτο εἰς αὔξησιν καὶ τῷ καιρῷ συνεχρήσατο, εἴ γε μέχρι τῆς ἑσπέρας ἀναμένοντες φαγεῖν οὐδὲ τότε εἶχόν τι παρεσκευασμένον. RVMBarbMatr

### book 176a

τοῦτο καλεῖται RV ἀπόθεσις τοῦ λόγου. RVMatr

### book 176b

ἐπαλαμήσατο: ἀντὶ τοῦ V ἐμηχανήσατο RVENMMatr καὶ ἐπε‐ νόησεν. RV

### book 177a

ἰσχνήν. τέφραν τὴν ἐκ τῶν κεκαυμένων ξύλων κόνιν. οὐ ματαίως δὲ τὸ “λεπτὴν” προσέθηκε πρὸς ταύτην, ἀλλὰ διὰ τὸ δεῖξαι τὸ παρα‐ πλήσιον τοῖς ἀλφίτοις. MBarb

### book 177b

λεπτὴν τέφραν RBarb: ἰσ‐ χνὴν σποδόν. οὐκ ἀργῶς δὲ τὸ “λε‐ πτὴν” προσέθηκε, πρὸς τὴν ὁμοί‐ ωσιν τῶν ἀλφίτων RVBarb καὶ τὰ παραπλήσια. Barb τέφρα δὲ ἡ τῶν κεκαυμένων ξύλων κόνις. RV

### book 178a alpha

κάμψας ὀβελίσκον Barb: καμπύλον ποιήσας, MbisBarb ὥσπερ ὀγκινοειδῆ· ὀρθοὶ γὰρ οἱ ὀβε‐ λίσκοι. MBarb ἐπειδὴ δὲ ἔδεσμα οὐκ ἦν, ὀρθὸν 〈ὄντα〉, φησί, τὸν ὀβελί‐ σκον ἔκαμψεν, ἵνα δι’ αὐτοῦ δυνηθῇ κλέψαι τὸ ἱμάτιον. Barb

### book 178a beta

καμπύλον ποιήσας καὶ ὥσπερ ἀγκιστροειδῆ· ὀρθοὶ γὰρ οἱ ὀβελί‐ σκοι. καὶ Ὅμηρος αὐτὰρ ἐπεί ῥ’ ὤπτησάν τε καὶ ἀμφ’ ὀβελοῖσιν ἐπῆραν. ἀλλ’ ἐπεὶ ἔδεσμα μὲν οὐδὲν ἦν, ὡς ὀβελίσκου δεῖσθαι, πρὸς δὲ τὸ ἐπι‐ λαβέσθαι καὶ ἁρπάσαι τι καὶ κατα‐ σχεῖν τοῦτο ἦν χρήσιμον, ὀρθὸν ὄντα, φησί, τὸν ὀβελίσκον ἔκαμψεν, ἵνα δι’ αὐτοῦ κλέψαι τὸ ἱμάτιον δυνη‐ θῇ. V

### book 178b

κάμψας ὀβελίσκον: καμπύλον ποιήσας. διὰ δὲ τοῦ κάμψαι ὀβε‐ λίσκον καὶ ἡ κλοπὴ καὶ ἡ ὑφαίρεσις τοῦ ἱματίου ἐγένετο. R

### book 178c

ἐπειδὴ ὁ ὀβελίσκος ὀρθός ἐστιν, ἔκαμψεν αὐτόν, ἵνα δι’ αὐτοῦ κλέψῃ τὸ ἱμάτιον. R

### book 178d

τὸ “εἶτα” περιττόν. REM

### book 178e

ἐργαλεῖον ὁ διαβήτης πολλαῖς εὔχρηστον τέχναις τῷ Λ στοιχείῳ παρ‐ εοικός. RVMBarbMatr τούτου τὸ ἓν ἐντιθέντες μέρος καὶ τὸ ἕτερον περι‐ άγοντες

### book 178e alpha

καὶ χαράσσοντες τὸ ὑποκείμενον τὸ ἴσον τηροῦσι διάστημα τοῦ κύκλου ἀπὸ τοῦ κέντρου. BarbMatr

### book 178e beta

κύκλους γράφουσιν. RV

### book 179a

ἐκ τῆς τραπέζης: τοῦτο παρ’ ὑπόνοιαν εἶπεν. ἀντὶ γὰρ τοῦ εἰπεῖν· κατέγραψέ τι, ᾧ προσέχοντες οὐκ ἐπεινήσαμεν, ἐπήνεγκεν, ὅτι ἀπὸ τῆς παλαί‐ στρας ἔλαβεν ἱμάτιον. R

### book 179b

τοῦτο παρ’ ὑπόνοιαν ἐπήγαγεν. ἔδει γὰρ αὐτὸν εἰπεῖν· μετέβαλεν αὐτὴν εἰς τὰ ἄλφιτα. RV

### book 179c alpha

διαβάλλει αὐτὸν ὡς περὶ τὰς παλαίστρας τῶν παίδων ἕνεκεν διατρίβοντα. R

### book 179c beta

ἐκ τῆς παλαίστρας: διαβάλλει τὸν Σωκράτην ὡς εἰς τὰς παλαίστρας τῶν παίδων ἀναστρεφόμενον· καὶ γὰρ ἐπεθύμει τοῦ βλέπειν αὐτούς. M

### book 179d

ἐκ τῆς παλαίστρας Barb: ἐμφαίνει διὰ τούτου τὸν Σωκράτην ὅτι παίδων ἤρα· ἐν ταῖς παλαίστραις γὰρ τὰ πολλὰ ἐξητάζετο, ἵν’ αὐτοὺς ὁρῴη. VBarb

### book 179e

ὅμοιον τῷ ὑπὸ Εὐπόλιδος ῥηθέντι περὶ Σωκράτους Στησιχόρου πρὸς τὴν λύραν οἰνοχόην ἔκλεψεν. V

### book 180

τὸν Θαλῆν RMBarb: οὗτος ἐγένετο τῶν ἑπτὰ σοφῶν εἷς, Μιλήσιος RVMBarb τὸ γένος, RV ὃς πρῶτος τὰ περὶ τὸν οὐρανὸν ἐξεῦρεν. RVMBarb παρατηρητέον δέ, ὡς ἀπ’ εὐθείας τῆς Θαλῆς, ὡς Ἑρμῆς. RV διχῶς δὲ τοὔ‐ νομα ἐκφωνητέον· βαρυτόνως μὲν Θάλης, RVM ὡς Χρέμης, οὗ ἡ γενικὴ RM Θάλητος, ἔτι δὲ καὶ περισπωμένως Θαλῆς, ὡς Ἑρμῆς. RVM

### book 181

ἀνύσας] σπεύσας. ENA

### book 183

μαθητιῶ] ἐπιθυμῶ μαθεῖν. REN

### book 184a

ὦ Ἡράκλεις RBarb: πεποίηκε γὰρ τὸ προσταχθὲν ὁ μαθητὴς καὶ ἀνέῳξε τὰς θύρας. ὁ δὲ εἰσελθὼν καὶ θεασάμενος αὐτοὺς RVBarb ὠ‐ χροὺς RV καθημένους ὡς ἀνθρώπων μορφὰς μὴ ἔχοντας μηδὲ ὄψεις τεθαύ‐ μακεν. RVBarb

### book 184b

ὁρᾷ †τούτους† στραφέντος τοῦ ἐκκυκλήματος. Barb

### book 185

ἐοικέναι] ὁμοιοῦσθαι. R

### book 186a

τοῖς ἐκ Πύλου ληφθεῖσι REBarb: Πύλος χωρίον τῆς Λακωνι‐ κῆς, ἔνθα Κλέων στρατηγήσας

### book 186a alpha

ἔλαβεν αἰχμαλώτους EMBarb‐ Matr προανύσαντος τὸν πόλεμον Δη‐ μοσθένους καὶ Νικίου. EBarbMatr

### book 186a beta

τοὺς τριακοσίους τούτους αἰχ‐ μαλώτους ἀπὸ Σφακτηρίας ἔλαβεν. RV

### book 186a

εἰκὸς οὖν τούτους καὶ διὰ τὸν τοῦ αἰχμαλωτισμοῦ φόβον καὶ διὰ τὸ πολλαῖς μὲν ἡμέραις πεπολιορκῆσθαι ἐν ἐρήμῳ νήσῳ RVEBarbMatr καὶ ἀφ’ ἧς οὐδὲν τῶν ἐπιτηδείων ἦν λαβεῖν, πολλῷ δὲ καὶ μετὰ τὴν ἅλωσιν συγκεκλεῖ‐ σθαι χρόνῳ δεδεμένους ἐν ξύλῳ RVEMatr ὠχρούς τε καὶ ἰσχνοὺς καὶ δυσει‐ δεῖς γεγονέναι. RVEBarbMatr

### book 186a abis

ἡ Πύλος δὲ τρεῖς εἶ‐ χεν ἐπωνυμίας, Κορυφά‐ σιον, Σφακτηρία καὶ Πύλος. E

### book 186a bbis

ἰστέον δέ, ὅτι τρεῖς ἐπωνυμίας εἶχεν ὁ τό‐ πος, Πύλος, Κορυφά‐ σιον, Σφακτηρία. RV

### book 186a gamma

ἰστέον δέ, ὅτι ἡ Πύλος τρισὶν ὀνόμασιν ἐκαλεῖτο, Κορυφάσιον, Πύλος καὶ Σφακτηρία. Matr

### book 186b

διὰ τὴν ὠχρότητα. RV

### book 187a

εἰσελθὼν γὰρ εὗρε περὶ τὸν Σωκράτην κάτω νεύοντας ἐπὶ συννοίας. R

### book 187b

ἀτὰρ τί ποτ’: συγκεκυφότες γὰρ ἦσαν εἰς γῆν ἅτε περὶ τῆς ἐμπίδος †ποτίζοντες†. Barb

### book 188

βολβοὺς] τὰ λεγόμενα παρ’ ἡμῖν ὕδνα. ENM

### book 190a alpha

〈ὡς ἀγροῖκός φησιν εἰδέναι τῶν περὶ τὸν Σωκράτην ἀκρι‐ βέστερον, ἔνθα οἱ βολβοὶ φύονται.〉 Ald

### book 190a beta

ὡς ἄγροικος ταῦτά φησιν, ὅτι ἀκριβέστερον οἶδα τῶν περὶ τὸν Σωκράτην, ποῦ εἰσιν οἱ βολβοί. V

### book 190b

ἵν’] ὅπου. EN

### book 190c

μεγάλοι] βολβοί. EN

### book 191a

οἵδε] ἄλλοι E οὗτοι. EN

### book 191b

οἱ σφόδρ’ ἐγκεκυφότες EN: τοιαῦτα γὰρ τῶν ἄγαν φροντιζόντων καὶ περὶ τὴν διάνοιαν ἐχόντων τὰ σχήματα. καὶ Ὅμηρος στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας. ENA

### book 192a

ἐρεβοδιφῶσιν: τὰ ὑπὸ τὸ ἔρεβος διφῶσι, MBarb τὰ ὑπὸ τὴν γῆν ζητοῦσι RVMbisBarb καὶ καταμανθάνουσιν. RV

### book 192b

ἐρεβοδιφῶσιν] τὸ σκότος N ἀνερευνῶσιν. EN

### book 193

ὁ πρωκτὸς MBarb: ἴσως ἐγγύθεν τοῦτο εἴληφεν ἀπὸ τῆς ἐμπίδος. ἐπεὶ κἀκείνην διὰ τοῦ πρωκτοῦ ᾄδειν ἔφη, διὰ τοῦτο καὶ τούτους διὰ τοῦ πρωκτοῦ ἀστρονομεῖν RVMBarb διδάσκεσθαι V λέγει. RVMBarb ἀνάγκη γὰρ συγκεκυφότων αὐτῶν VMBarb καὶ εἰς γῆν ὁρώντων VBarb ἄνω τὸν πρωκτὸν βλέπειν. VMBarb

### book 195a

ἀλλ’ εἴσιθ’: κατὰ τὸ σιωπώμενον ἄλλων ἐξεληλυθότων ἐκ τοῦ φροντιστηρίου Barb τοῖς φιλοσόφοις φησίν· ὅτι εἴσιτε 〈ἀντὶ τοῦ〉 εἰσέλθετε, ἵνα μὴ ὁ Σωκράτης εὕρῃ ἡμᾶς ἐνταῦθα ἐνδιατρίβοντας. RBarb

### book 195b

τὸ ἐκεῖνος καὶ τὸ αὐτός ἀντὶ ὀνόματος παραλαμβάνουσιν. καὶ Ὅμη‐ ρος παρεισάγει τὴν Θέτιν λέγουσαν τίπτε με κεῖνος ἄνωγε μέγας θεός. V 〈καὶ παρὰ Πυθαγορείοις τὸ “αὐτὸς ἔφα”,〉 Su. Ald 〈τουτέστιν ὁ Πυθαγόρας· καὶ ἐν τοῖς ἑξῆς “αὐτός”, ἤγουν ὁ Σωκράτης.〉 Ald

### book 196

ἐπιμεινάντων] ἐπιμεινάτωσαν· EAMMatr ἀττικῶς. M

### book 198

οἷόν τ’] ἀντὶ τοῦ “ἐνδεδομένον ἐστί”. E

### book 200a

πρὸς τῶν θεῶν τί EN γὰρ τάδ’ ἐστίν N: ἰδὼν πίνακα καὶ σφαῖ‐ ραν ἐρωτᾷ ὁ πρεσβύτης, τί ἐστι ENMatr ταῦτα. EN

### book 200b

τάδ’ ἐστίν, εἰπέ μοι: εἰσελθὼν ὁρᾷ τὰ τῶν φιλοσόφων σκεύη, ἄβακα ἢ σφαῖραν ἢ ζωγραφίαν, καὶ ἐρωτᾷ. M

### book 201a

ἀστρονομία M: σφαῖραν δείκνυσιν. REMA

### book 201b

ἀστρονομία μὲν Barb: διαγράμματά τινα καὶ πίνακας δείκνυσιν ἀστρονομικῆς VMBarb καὶ γεωμετρικῆς. VBarb

### book 202

γεωμετρία] ἀβάκιον ἢ τοιοῦτό τι. E

### book 203

πότερα τὴν κληρουχικήν MBarb: ὡς ἄγροικος ταῦτά φησιν. VMBarb τὴν ἰδιωτικήν, MBarb τὴν ὑπὸ κλήρου δεδομένην, MbisBarb τὴν τελοῦσαν. MBarb ἐπειδὴ οἱ Ἀθηναῖοι λαμβάνοντες πόλιν πολεμίαν καὶ τοὺς ἐνοικοῦντας ἐκβάλλοντες

### book 203a

κλήρῳ τὴν γῆν αὐτῶν διένεμον. MBarb

### book 203b

πολίτας ἑαυτῶν ἀποστέλλοντες τὴν γῆν αὐτοῖς διένεμον. V

### book 205

δημωφελές. οἷον “τὸ γὰρ σόφισμα ἤτοι μάθημα συμφέρον τῷ δήμῳ.” V

### book 206

αὕτη δέ σοι] χωρογραφίαν δείκνυσιν EBarb αὐτῷ. Barb

### book 207

〈τινὲς ἔνθεν ἕως τοῦ “οἱ ’μοὶ δημόται” τοῦ γέροντός φασιν, ἔνιοι δὲ διαιροῦσιν. καὶ κατ’ ἐρώτησιν δὲ εἶναι τὸ τοῦ φιλοσόφου καὶ ἐν ἀποφάσει δύναται.〉 Ald

### book 209

ὡς τοῦτ’ ἀληθῶς R: ἐν ἐρωτήσει· “ὡς τοῦτό σοι δοκεῖ ἀττικὸν χωρίον, ἐν ᾧ καθήμενοι δικάζουσιν;” RV

### book 212a

παρατέταται: διὰ τὸ σχῆμα, λέγω δὴ τὸ ἐπίμηκες, 〈τῆς θέσεως, διὸ καὶ Μάκρις ἐκλήθη·〉 ἐπιμήκης γὰρ ἦν. M

### book 212b

διὰ γὰρ τὸ σχῆμα, λέγω δὴ τὸ ἐπίμηκες, τῆς θέσεως Μάκρις ἐκα‐ λεῖτο. R

### book 213a

ἐπολιόρκησαν αὐτὴν Ἀθηναῖοι μετὰ Περικλέους, καὶ μάλιστα Χαλκι‐ δέας καὶ Ἐρετριέας. V

### book 213b

πρὸς τὸν χρόνον ἀπήντησε καὶ τὸ μῆκος τοῦ πολέμου τὸ σχῆμα τῆς θέσεως δεικνύντος αὐτῷ τοῦ φιλοσόφου. V

### book 213c

πρὸς τὸ “παρατέταται”, ἐν ᾧ ἡ θέσις δηλοῦται, καὶ αὐτὸς 〈ἐπή‐ νεγκε τὸ “παρετάθη”〉. V

### book 213d

παρετάθη V: ἴσον τῷ ἐξετρυχώθη καὶ ἐξεπονήθη. VM

### book 213e

ὑπὸ γὰρ ἡμῶν ἐτάθη M: εἰς φόρον· ἐξετάθη πλείονα φόρον παρέ‐ χουσα. δηλοῖ δὲ καὶ τὸ ἡπλῶσθαι. RM ἐκληρούχησαν δὲ αὐτὴν Ἀθηναῖοι κρατήσαντες αὐτῆς. R

### book 213f

Περικλέους στρατηγοῦντος V καταστρέψασθαι αὐτὴν πᾶσάν φησι Φιλόχορος· καὶ τὴν μὲν ἄλλην ἐπὶ ὁμολογίας κατασταθῆναι, VBarb Ἑστιαιέων δὲ ἀποικισθέντων αὐτοὺς τὴν χώραν ἔχειν. V

### book 213g

παρετάθη] ἐδυναστεύθη. E

### book 215a alpha

〈ἐγγὺς ἡμῶν: διὰ τοῦτό φησι, διὰ τὸ ἐν χωρογραφίᾳ σύνεγγυς παρεῖναι· ἐπεὶ οὐκ εἰσὶν οὗτοι ἀστυγείτονες.〉 Ald

### book 215a beta

διὰ τὸ ἐν ταῖς χωρογραφίαις σύνεγγυς πάντα εἶναι· ἐπεὶ οὐκ ἄν τις εἴποι αὐτὰς ἀστυγείτονας. R

### book 215b

τοῦτο λέγει, ὅτι RV προσέκειντο Ἀθηναίοις. RVM

### book 215c

βουλεύσασθε, φησί, τὴν Λακεδαίμονα πόρρω ἡμῶν ἀγαγ[εῖν]· πολέ‐ μιοι γὰρ ἡμῶν εἰσιν. τοῦτο δὲ λέγει τὴν γεωμ[ετρίαν] διασύρων. Matr

### book 215d

〈γράφεται〉 μέγα R 〈ἀντὶ τοῦ〉 μεγάλως. M

### book 215e

φροντίζετε] βουλεύεσθε. R

### book 215f

φροντίζετε] μεριμνᾶτε. E

### book 218a

φέρε τίς γὰρ RBarb οὗτος Barb: ἀττικὴ ἡ σύνταξις, κατὰ δὲ τὴν διάνοιαν 〈ἧς προτάσσεται〉 σημαίνει πλείονα. V νῦν μὲν οὖν τὸ ἄγε δηλοῖ, ἐν ἄλλοις δὲ σημαίνει ἄλλο τι, VBarb ὡς παρὰ Δημοσθένει “φέρε εἰ δίκας 〈ὑμᾶσ〉 ἀπαιτήσειαν οἱ Ἕλληνες ὧν νῦν παρείκατε καιρῶν”. ἐνταῦθα γὰρ βούλεται λέγειν “οὕτω δὲ ὑποθώμεθα”. V

### book 218b

ἐπὶ τῆς κρεμάθρας V: παρεγκύκλημα. δεῖ γὰρ κρεμᾶσθαι τὸν Σωκράτην ἐπὶ κρεμάθρας καθήμενον, καὶ τοῦτον εἰσελθόντα καὶ θεασάμενον αὐτὸν οὕτω πυθέσθαι. RV κρεμάθρα δὲ λέγεται

### book 218b alpha

διὰ τὸ μετέωρον εἶναι αὐτὸν κρε‐ μάμενον. νῦν μέντοι εἰς ἣν τὰ περιτ‐ τεύοντα ὄψα Barb

### book 218b beta

διὰ τὸ οὕτως αὐτὴν RV ἀεὶ R μετέωρον εἶναι κρεμαμένην. νῦν μέν‐ τοι τὰ περιττεύοντα ὄψα εἰς αὐτὴν RV

### book 218b

εἰώθαμεν ἀποτίθεσθαι. RVBarb γελοίου δὲ χάριν ἐν τῷ τοιούτῳ παρήγαγεν αὐτὸν σχήματι. RV

### book 219

αὐτός MBarb: τιμῶν τὸν διδάσκαλον οὐκ εἶπε πρῶτον τὸ ὄνομα. RVMBarb

### book 220a

ἴθ’ οὗτος M: τῷ μαθητῇ λέγει ὁ Στρεψιάδης. οἷον οὐκ ἤκουσέ μου· σὺ αὐτὸς ἀναβόησον RVM μέγα. R

### book 220b

ἀντὶ τοῦ μεγάλως. V

### book 222

ἀττικὴ ἡ φράσις. V

### book 223a

ὦ Σωκρατίδιον M: ἀπὸ τοῦ ὑποκοριστικοῦ διαβάλλει τοῦτον. RVMbis

### book 223b

ὦ ’φήμερε RMMatr: ἀντὶ τοῦ “ὦ θνητέ, RVMMatr ὦ ἄνθρωπε, VM ὦ τὰ ἐφήμερα φρονῶν”. RVM

### book 223c alpha

ἐφήμερον αὐτὸν καλεῖ ὡς αὐτὸς λοιπὸν τὰ τῶν θεῶν φρονῶν καὶ ὑπερηφανῶν τὰ τῶν ἀνθρώπων. RVM ἄλλως τε δὲ καὶ ἀλαζονευόμε‐ νον αὐτὸν παρεισάγει. M

### book 223c beta

’φήμερε Barb: ὡς ὑπερηφα‐ νοῦντος λοιπὸν τοῦ Σωκράτους τὰ ἀνθρώπινα καὶ ἐν θεοῖς ὄντος αὐτοῦ, διότι μετεωρολέσχης ἦν, οὕτως ἐφή‐ μερον ἐποίησεν αὐτὸν καλοῦντα τὸν γέροντα. VBarb

### book 223d

ἐλέγετο ὁ Σωκράτης 〈τὴν ὄψιν〉 Σειληνῷ παρεμφέρειν· σιμός τε γὰρ καὶ φαλακρὸς ἦν. περιέθηκεν οὖν αὐτῷ 〈οἷον〉 τοῦ παρὰ Πινδάρῳ Σειληνοῦ φωνήν. ὁ γάρ τοι Πίνδαρος διαλεγόμενον παράγων τὸν Σειληνὸν τῷ Ὀλύμπῳ τοιούτους αὐτῷ περιέθηκε λόγους “ὦ τάλας ἐφήμερε, νήπιε βάζεις”. V

### book 225a

ἀεροβατῶ REMBarbMatr: ἐπιβαίνω τῷ ἀέρι. RVENMBarb‐ Matr διὰ τοῦτο γὰρ καὶ μετέωρον αὐτὸν ἐποίησε καθήμενον. RVEBarbMatr

### book 225b

περιφρονῶ RE: ἀντὶ τοῦ REBarb “διανοοῦμαι καὶ R περιεργά‐ ζομαι τὸν ἥλιον καὶ τὸν τούτου δρόμον”. REMBarbMatr ἔγκειται δὲ ἅμα καὶ τὸ τοῖς πολλοῖς ἀσεβὲς διὰ τῆς λέξεως· EMatr ἴσον γὰρ τῷ καταφρονῶ. Matr

### book 226a

ἔπειτ’ ἀπὸ ταρροῦ: ταρρὸς μετέωρόν τι ἰκρίον, ἐφ’ οὗ αἱ ἀλεκ‐ τρυονίδες κοιμῶνται. τοιαύτην δή τινα ὑποληπτέον τὴν κρεμάστραν ἐσκευάσ‐ θαι. R

### book 226a alpha

ἔφη δὲ “ὑπερφρ[ονεῖς]” ἀντὶ τοῦ “περισκοπ[εῖς] καὶ περινο[εῖς]”, ἵνα διαβάλ[ῃ] αὐτὸν ὑπερφρον[οῦν]τα τῶν θεῶν. Barb

### book 226a beta

ἀντὶ δὲ τοῦ εἰπεῖν “περινοεῖς” “ὑπερφρονεῖς” εἶπεν, ἵνα δια‐ βάλῃ τὸν Σωκράτην ὡς ὑπερφρο‐ νοῦντα τῶν θεῶν. R

### book 226b alpha

ἀπὸ ταρροῦ: 〈παρὰ〉 Ἀττικοῖς τὰ ἐξ οἰσύας πλέγματα οὕτω καλεῖται. τοὺς γοῦν καλάθους τοὺς γεωργικοὺς ταλάρους καλοῦσιν. νῦν δὲ τὴν κρεμάθραν οὕτως ἐκάλεσεν, ENMABarb ἐφ’ ἧς ὁ Σωκράτης ἐκρέματο. ENMA

### book 226b beta

ἀττικόν· τὰ ἐκ σχοινίων πλέγμα‐ τα. ταλάρια τοὺς καλάθους καλοῦ‐ σιν. V

### book 226c

ὑπερ(φρονεῖς)] κατα–. E

### book 227a alpha

227] ἄνθρωπον ὄντα οὐκ ἦν δυνατὸν αὐτὸν ἀπὸ γῆς γνῶναι τὰ θεῖα. Matr

### book 227a beta

ἀλλ’ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ: ἄνθρωπον ὄντα ††διαγνῶναι τὸν ἥλιον καὶ τοὺς θεούς. V

### book 227b

εἴπερ] ἔμελλες καταφρονεῖν τοὺς θεούς. E

### book 228a

ἐξεῦρον ἀκριβῶς RV τὰ ὑψηλὰ RVNMatr καὶ οὐράνια RVN πράγ‐ ματα· RV περὶ τούτων γὰρ τοῖς φιλοσόφοις τὰ ζητήματα. RMatr

### book 228b

ἐξεῦρον] ἠδυνήθην εὑρεῖν. E

### book 228c

ὀρθῶς] ἀληθῶς. E

### book 228d

τὰ μετέωρα] τὰ εἰς ὕψος ὄντα. E

### book 229

cf. 733aα.

### book 231a

ἐπὶ τῆς γῆς RVM βεβηκώς. ἀπολογεῖται πρὸς τὴν ἐρώτησιν τοῦ γέ‐ ροντος ὁ Σωκράτης. VM

### book 231b

τἄνω] τὰ οὐράνια. R

### book 232a alpha

ψυχρὰν αἰ‐ τίαν προβάλλεται πρὸς τὴν ἀπόκρισιν. M

### book 232a beta

ψυχρὰ ἡ αἰτία, ἣν ὁ Σωκράτης λέγει. RV

### book 232a gamma

ψυχρὰν καὶ ματαίαν αὐτὸν ἐποίησε παρεχό‐ μενον τὴν λύσιν. V

### book 232b

εὗρον] ἐδυνήθην εὑρεῖν. E

### book 232c

τὸ “οὐ γὰρ ἀλλ’” R ἀντὶ τοῦ “καὶ γάρ” ἀττικῶς. RV 〈ὡς Καλ‐ λίμαχος ἀκούσαθ’ Ἱππώνακτος· οὐ γὰρ ἀλλ’ ἥκω ἀντὶ τοῦ “καὶ γὰρ ἥκω”.〉 Su. Ald

### book 232d

οὐ γὰρ] ἀντὶ τοῦ “οὐκ ἔστι δυνατὸν εὑρεῖν”. E

### book 232e

ἀλλ’] γάρ. E

### book 233a

τὴν ἰκμάδα REMBarb τῆς φροντίδος Barb: τουτέστι τὸ νοητι‐ κὸν καὶ γονιμώτατον τῆς ψυχῆς. RVEMABarb φασὶ γὰρ οἱ φιλόσοφοι κατὰ περικράτησιν τῶν ἀέρων τὸ ὀξύτερον ἢ ἀριστερὸν ἐπιβάλλειν τοῖς θείοις. RVE

### book 233b

διαπαίζει τὰ τῶν φιλοσόφων. φασὶ γάρ, ὡς ὄντως ἐπισπᾶται εἰς ἑαυτὴν τὰς ὑποκειμένας οὐσίας ἡ γῆ. EM

### book 234a

πάσχει δὲ τοῦτο καὶ E τὰ κάρδαμα: εἶδος βοτάνης RENMA‐ Barb παρὰ Πέρσαις. RBarb νῦν δὲ τὴν σκάφον λέγει. Barb ταῦτα δὲ τῶν περὶ αὐτὰ φυομένων λαχάνων τὴν δύναμιν ἐπισπᾶται καὶ πᾶν τὸ ἐν ἐκείνοις ὑγρὸν ἐπισπώμενα RVENMABarb αἴτιον τοῦ ξηραίνεσθαι καθίσταται. RV‐ ENMBarb

### book 234b

πάσχει] ἐνεργεῖ. E

### book 234c

ταὐτὸ] ὅμοιον. E

### book 236

ἡ φροντὶς EMBarb ἕλκει EBarb: δέον εἰπεῖν “ἡ γῆ ἕλκει τὰ κάρ‐ δαμα” ὁ δὲ ὡς ἰδιώτης RVEMBarb μὴ νοήσας τὸ εἰρημένον RV συνέχεε τὴν φράσιν, RVEMBarb ὅθεν RV καὶ ἀσαφὲς ἐποίησε τὸ δηλούμενον. RVEM

### book 238

ἐκδιδάξῃς ὧνπερ] ἐκεῖνα τὰ πράγματα. E

### book 239a

οὐκ ὀκνεῖ τοῦ αὐτοῦ μνημονεύειν Ἀριστοφάνης. καὶ γὰρ τούτου ἡ ἀρχὴ τοῦ ἔπους φθάσαντι αὐτῷ εἴρηται ἐν Εἰρήνῃ τῷ δράματι οὕτως ἦλθες δὲ κατὰ τί; τὰ κρέα ταυτί σοι φέρω. V

### book 239b

κατὰ τί] διὰ τί. E

### book 239c

λέγειν] διαλέγεσθαι. E

### book 240a

ὑπὸ γὰρ τόκων] διὰ τοὺς τόκους. E

### book 240b

χρήστων REBarb τε δυσκολωτάτων R: ὅτι χρήστας Ἀριστο‐ φάνης τοὺς δανειστὰς λέγει. ἡ μὲν γὰρ συνήθεια τοὺς χρεωφειλέτας καλεῖ χρήστας. RVEBarb Ἀθηναῖοι δὲ τοὺς μὲν δανειστὰς χρήστας λέγουσι, RVE τοὺς δὲ ὀφειλέτας χρεωφειλέτας VE καὶ χρεώστας. E 〈Φωκυλίδης δὲ κατὰ τὴν συνήθειαν τοὺς χρεωφειλέτας χρήστας καλεῖ λέγων χρήστας κακοὺς ἔμμεναι ἀνδρὸς φεύγειν μή γε ἀνιήσειε διδούς, παρὰ καιρὸν ἀπαιτέων.〉 Su.

### book 240c

χρήστων] δανειστῶν. VEN

### book 240d

δυσκολωτάτων] κακῶν. V

### book 241

ἐνεχυράζομαι] εἰς ἐνέχυ〈ρα ἀφαιροῦμαι〉. R ἐνέχυρα E ἀπαιτοῦμαι. EN

### book 242a

ἐκ ποίας αἰτίας ἔλαθες σαυτὸν πολλοῖς ὑποπεσὼν δανείοις; R

### book 242b alpha

πόθεν δ’ ὑπόχρεως: ὡς ἐπὶ νοσήματός τινος οὕτως εἰσή‐ γαγε τὸν λόγον. εἰώθαμεν γὰρ ἐν τῇ συνηθείᾳ πρὸς τοὺς κάμνοντας λέγειν· πόθεν συνέβη γενέσθαι τὴν νόσον; διὸ κἀκεῖνος ἑξῆς λέγει “νό‐ σος μ’ ἐπέτριψεν”. Barb

### book 242b beta

ὡς ἐπὶ νοσήματός τινος οὕτω προήγαγε τὸν λόγον. εἰώθαμεν γὰρ ἐν τῇ συνηθείᾳ πυνθανόμενοι τῶν καμνόντων λέγειν· πόθεν συνέβη γενέσθαι τὴν νόσον; διὸ κἀκεῖνός φησι “νόσος μ’ ἔτριψεν ἱππική, δεινὴ φαγεῖν. V

### book 242c

ἔλαθες] ἐπελάθου. E

### book 243a

ἐπέτριψεν] ἐπέθετο. E

### book 243b

πολυδάπανος οὖσα, καταναλῶσαι δεινή. R

### book 246a

πράττῃ μ’ ὀμοῦμαι M: ἀπαιτεῖς. EMbisMatr τὸ δὲ “ὀμοῦμαι” εἶπεν, ἵνα διαβάλλῃ τὸν Σωκράτην ὡς ἄθεον. M

### book 246b

ὀμοῦμαι] ὑπισχνοῦμαι. E

### book 246c

καταθήσειν] ἀποδώσειν. E

### book 247a

ποίους θεοὺς RMatr: ταῦτα ἴσως αἰνίττεσθαι δύναται πρὸς τὴν διαβολὴν τοῦ Σωκράτους, ἥν τινες διέβαλλον αὐτὸν ὡς ἠσέβει λέγοντες περὶ τὸ θεῖον ὀμνὺς “νὴ τὸν ἀλεκτρυόνα RVMatr καὶ τὴν πλάτανον” RMatr καὶ ἄλλα τοιαῦτα, ὡς ἐν τοῖς Ἀπομνημονεύμασι Ξενοφῶν ἱστορεῖ VMatr λέγων οὕτως· “πολλάκις ἐθαύμασα, τίσι ποτὲ λόγοις ἔπεισαν Ἀθηναίους οἱ γράψαντες 〈Σωκράτη〉, ὡς ἄξιος εἴη θανάτου 〈τῇ πόλει〉”. εἶθ’ ὑποβὰς ὀλίγον “ἀδικεῖ γάρ” φησί “Σωκράτης τοὺς νέους διαφθείρων καὶ ξένα δαιμόνια εἰσάγων”. ἤτοι οὖν ὡς τέλεον ἀναιροῦντος αὐτοῦ θεοὺς τὸν λόγον ἐκδεκτέον, ἢ ὡς πολυπραγμονοῦντος, ποῖον ὀμόσει γένος θεῶν. ††γεγονέναι.

### book 247a

πρῶτον μὲν τοὺς κατὰ Ὀφίωνα καὶ Εὐρυνόμην· δεύτερον 〈δὲ〉 τοὺς κατὰ Κρόνον καὶ Ῥέαν 〈, οὕστινας Ὅμηρος οὐρανίωνασ〉· τρίτον 〈δὲ〉 τοὺς ἅμα τῷ Διὶ τὴν ἀρχὴν καταλύσαντας 〈ἐκείνων〉, οὓς Ὀλυμπίους καλοῦμεν. Matr

### book 247b alpha

〈τοῦτό φησιν, ἐπεὶ ἐκεῖ‐ νος—ὁ γέρων—ἀσυναρτήτως εἶπεν ὡς νομίσματα αὐτῷ καταθήσειν τοὺς θεούς. ἄλλως. ἐπιφέρει τὸ “ποί‐ ους ὀμεῖ σὺ θεούς;” οὐχ ὡς ἄλ‐ λοις αὐτὸς χρώμενος θεοῖς, ἀλλ’ ὅτι ὤμοσεν ὡς νόμισμα καταθήσειν τοὺς θεούς.〉 Ald

### book 247b beta

ἐπεὶ ὁ γέρων εἶπεν ἀσυναρτήτως· ὅτι “μισθόν σοι ὀμνύω [κατα]θήσειν τοὺς θεούς”, ἅμα ἐπιφέρει τὸ “ποί‐ ους ὀμεῖ σὺ θεούς;”, οὐχ ὡς ἄλλοις αὐτὸς χρώμενος θεοῖς. R

### book 247c

〈ὀμῇ σύ: ὀμοῦμαι.〉 Su. III 524, 3

### book 248a

ἀντὶ τοῦ “νόμιμον”. V

### book 248b

νόμισμ’] νόμισις. E

### book 248c

τῷ] τίνι. R

### book 248d

τῷ γὰρ ὄμνυτε (sic)] ἐν τίνι πράγματι ποιεῖτε τὸν ὅρκον ὑμῶν; E

### book 249a

ἢ σιδαρέοισιν R: τοῦ νομίσματος σημαίνοντος δύο, ποτὲ μὲν νόμιμον ἔθος, ποτὲ δὲ τὸ κόμμα τοῦ τετυπωμένου χαλκοῦ, ὁ Στρεψιάδης ἐξεδέξατο οὐ πρὸς τὸ ὑπὸ τοῦ Σωκράτους ῥηθέν, ἀλλ’ ἔμιξεν ἀμφότερα. RV ἔδει γὰρ εἰπεῖν “τίσιν ὀμνύετε θεοῖς” ἢ “τίνι χρῆσθε νομίσματι”. R

### book 249b alpha

ἢ σιδαρέοισιν M: ἐδόκει τὸ τῶν Βυζαντίων νόμισμα ἐλάχιστον εἶναι πάντων καὶ φαυλότα‐ τον ἅτε σιδηροῦν ὑπάρχον. MBarb‐ Matr

### book 249b beta

ἐδόκει γὰρ φαυλότατον εἶναι τὸ νόμισμα τῶν Βυζαντίων ἅτε δὴ σιδηροῦν ὑπάρχον. RV

### book 249c

καὶ Πλάτων Πεισάνδρῳ ἀττικῶς χαλεπῶς ἂν οἰκήσαιμεν ἐν Βυζαντίῳ, ὅπου σιδαρέοισι †† νομίσμασι. Matr

### book 249d

ἐκεῖ γὰρ μέταλλον ἦν, ἐν ᾧ ὤμνυον. MBarbMatr

### book 249e

σιδαρέοισιν] ποιεῖτε τὰς πολιτείας ὑμῶν. E

### book 250

οὐχ ὡς θεοὺς ἡγούμενος τοὺς παρὰ τοῖς ἄλλοις νομιζομένους “τὰ θεῖα” λέγει νῦν, ἀλλ’ οἷον τὰ ἀξιοθέατα καὶ ὄντως μεγάλα καὶ τίμια. V

### book 251a

τίνα ἐστὶν ἀκριβῶς καὶ ἀληθῶς. V

### book 251b

νὴ Δί’] λείπει τὸ θέλω. VE

### book 251c

εἴπερ ὄντως ἐστὶν ἐν θεοῖς. V

### book 252a

συγγενέσθαι] συνελθεῖν. V

### book 252b

ὡς εἰ ἔλεγε “τοῖς καπνοῖς” RMBarb συγγενέσθαι ἢ R “ταῖς σκιαῖς”. τὰ γὰρ μηδενὸς ἄξια καπνοὺς καὶ σκιὰς καὶ νεφέλας ὠνόμαζον, RMBarb ὡς Εὔπολις ἐν Αὐτολύκῳ καπνοὺς ἀποφαίνει καὶ σκιάς. Barb

### book 253

ταῖς ἡμετέραισι δαίμοσιν MBarb: ταῖς ἡμῶν θεαῖς. VBarb ἁρμοζόντως δὲ τῶν φιλοσόφων ἐπιγράφει ταύτας εἶναι θεάς, ἐπειδή, ὡς ἔφα‐ μεν, περὶ τὰ οὐράνια μᾶλλον ἐπτόηνται VMBarb οἱ φιλόσοφοι. V

### book 254a

κάθιζε: ἤγουν ἐπὶ τὴν τῶν φιλοσόφων ἕδραν. V

### book 254b

σκίμποδα NM: τὸν κράβατον οὕτω λέγουσιν Ἀττικοί. RVENM οἱ δέ φασι σκιμπόδιον ἰδίως δηλοῦν τὸ χωλὸν κραβάτιον· σκιμπάζειν γὰρ παρὰ τοῖς παλαιοῖς τὸ χωλεύειν εἴρηται παρὰ τὸ σκαμβοὺς ἔχειν τοὺς πόδας. VENBarb

### book 255

τουτονὶ τοίνυν λαβὲ Barb: καὶ τοῦτο παρεπιγραφή. καὶ γὰρ τὸν Σωκράτην περιθεῖναι δεῖ τὸν στέφανον αὐτῷ, κἀκεῖνον λαβεῖν. VBarb

### book 257a alpha

ἀντὶ τοῦ εἰπεῖν “τὸν Φρί‐ ξον” “τὸν Ἀθάμαντα” εἶπεν ὡς ἄγροικος ἀγνοῶν τὰς ἱστορίας· οὐ γὰρ Ἀθάμας ἐφο〈νεύθη〉, ἀλλὰ Φρί‐ ξος. R

### book 257a beta

ὡς ἄγροικος “Ἀθάμαντα” εἶπεν ἀντὶ Φρίξου. R

### book 257b

τὸν Ἀθάμανθ’ M: τοῦτο πρὸς τὸν ἕτερον Ἀθάμαντα Σοφοκλέους ἀποτεινόμενος λέγει. VM πεποίηκε γὰρ ὁ Σοφοκλῆς τὸν Ἀθάμαντα ἐστε‐ φανωμένον καὶ παρεστῶτα τῷ βωμῷ τοῦ Διὸς VMMatr ὡς VM σφαγιασθη‐ σόμενον· VMMatr καὶ μέλλοντος ἀποσφάττεσθαι αὐτοῦ παραγινόμενον Ἡρα‐ κλέα καὶ τοῦ θανάτου ῥυόμενον V 〈λέγοντα, ὡς σῴζοιτο ὁ Φρύξος, δι’ ὃν ἔμελλεν ἐκεῖνος τεθνήξεσθαι. ἐπεὶ οὖν καὶ ὁ πρεσβύτης ἔστεπται, ὥσπερ παραδείγματι τῷ κατ’ ἐκεῖνον χρώμενος, δεδοικέναι φησὶν ἐκείνῳ παραπλή‐ σια.〉 Ald

### book 257c

ἐν Ἀθάμαντι Σοφοκλέους ὑπόκειται Ἀθάμας στεφανηφορῶν, ὥσπερ ἱερεῖον, δίκας εἰσπραττόμενος περὶ Φρύξου. BarbMatr

### book 257d

〈εἰσάγεται ὁ Ἀθάμας ἐστεφανωμένος ὥσπερ ἱερεῖον σφαγιασθησόμενος διὰ Φρίξον, καὶ ῥύεται αὐτὸν Ἡρακλῆς εἰπὼν ζῆν τὸν Φρίξον. παραδείγματι οὖν χρώμενος ὁ Ἀριστοφάνης δεδιέναι φησὶ τῷ Ἀθάμαντι παραπλήσια μέλ‐ λοντι θύεσθαι.〉 Su. I 66, 24

### book 258

τοὺς τελουμένους MBarb: τοὺς μυουμένους. RVNMbisAMatr ἐνδόξοις δὲ μυστηρίοις παραβάλλει τὰ τῶν φιλοσόφων μαθήματα, RVMBarb‐ Matr ἵνα ἔτι μᾶλλον πείθῃ προσανέχειν τὸν γέροντα ὡς θειοτέρῳ τῷ πράγ‐ ματι. RVMBarb

### book 260a

λέγειν γενήσῃ R τρίμμα M: ἱκανὸς καὶ RM δεινὸς ἔσῃ λέγειν. RMMatr καὶ Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου ὡς ἰταμοῦ καὶ ἀναι‐ σχύντου ῥήτορος καθαπτόμενος Αἰσχίνου “περίτριμμα ἀγορᾶς” αὐτὸν καλεῖ. Matr

### book 260b

τρίμμα Matr: τετριμμένος ἐν λόγοις. VMbisMatr

### book 260c

κρόταλον MBarbMatr: εὔγλωττος, RVMbisBarbMatr εὔστομος. VMBarbMatr ἡ μεταφορὰ ἀπὸ τοῦ κροτάλου. MBarbMatr

### book 260d

κρόταλον: κυρίως ὁ σχιζόμενος κάλαμος ὁ κατασκευαζόμενος ἐπίτηδες ὥστε ἠχεῖν, εἴ τις αὐτὸν δονοίη ταῖς χερσί, RBarbMatr καθάπερ κρότον ἀποτελῶν. RBarb τρανὸς οὖν ἔσῃ, φησί, καὶ τὴν φωνὴν διηρθρωμένος, καθάπερ κρόταλα. RMatr

### book 260e alpha

παιπάλη: τραχύς, δυσ‐ κατάληπτος· RV ἐπεὶ παίπαλα κα‐ λοῦμεν τὰ RVBarb τῶν χωρίων RV δύσβατα. RVBarb

### book 260e beta

παιπάλη: τὸ τραχύ. παιπα‐ λόεν γὰρ Ὅμηρος τὸ τραχὺ καὶ δύσβατον καλεῖ. Matr

### book 260f

ταῦτα λέγων ἅμα ὁ Σωκράτης 〈ὥσπερ〉 εἰς τὰ θύματα

### book 260f alpha

πυρεκβόλους τρίβει λίθους καὶ τὰ τούτων συναγαγὼν Matr

### book 260f beta

λίθους παρατρίβων πωρίνους καὶ κρούων πρὸς ἀλλήλους συναγαγὼν τὰ ἀπὸ τούτων R

### book 260f

θραύσματα βάλλει τὸν πρεσβύτην RMatr αὐτοῖς, R καθάπερ τὰ ἱερεῖα ταῖς οὐλαῖς οἱ θύοντες, RMatr

### book 260f alpha

τρίμμα δὲ τὴν ἐκ τούτων ἐκπί‐ πτουσαν λατύπην καλοῦμεν, καὶ Matr

### book 260f beta

καὶ διὰ τοῦτο παίζει τοῖς ὀνό‐ μασι τρίμμα μὲν αὐτὸν ἔσεσθαι λέγων παρὰ τὸ τρίβειν καὶ θήγειν πρὸς ἀλλήλους τοὺς λίθους, R 〈κρό‐ ταλον δὲ παρὰ τὸ προσκρούειν τοὺς λίθους ἑαυτοῖς, παιπάλην δὲ διὰ τὴν ἀπὸ τούτων ἐκπίπτουσαν λατύπην. καλοῦμεν δὲ〉 Su.

### book 260f

τῶν ἀνθρώπων τοὺς κακεντρεχεῖς καὶ μὴ ἁπλοῦς τρίμματα καὶ πολυτρίμματα καὶ πολυκρότους καὶ κρόταλα. ὅθεν καὶ τὸν πρῶτον τῆς Ὀδυσσείας στίχον οὕτω τινὲς λέγουσι γράφεσθαι ἄνδρα μοι ἔννεπε Μοῦσα πολύκροτον. Matr

### book 260g

ταῦτα λέγων συγκρούει λίθους ἄνωθεν αὐτοῦ. “τρίμμα” οὖν εἶπε διὰ τὸ τρίβεσθαι τοὺς λίθους, “κρόταλον” δὲ διὰ τὸ κρούειν τοὺς λίθους, M “παιπάλη” δὲ διὰ τὴν τραχύτητα. MBarb

### book 261a

ἀλλ’ R ἔχ’ ἀτρέμας RM: μένε ἐφ’ ἡσυχίας. RVEM βαλλόμενος γὰρ ὁ πρεσβύτης τῇ παιπάλῃ ἀποσείεται· διὸ παρακελεύεται αὐτὸν μένειν. RVM

### book 261b

οὐ ψεύσει γέ με: συγκατατίθεται περὶ πάντων Σωκράτην ἀληθεύειν ἅπερ ἐπαγγέλλεται· διὸ καὶ τὸ ἑξῆς πάνυ ἀστείως ἐπάγει. R

### book 261c

〈οὐ ψεύσει γέ με: τουτέστιν ἀπατήσεις. ὅτι μηδὲν ὧν ἐπαγγέλλεται Σωκράτης ψεύδεται. πληρωθεὶς γάρ, φησί, τούτων, λέγω δὴ τῶν τριμμάτων τῶν λίθων καὶ τῆς λατύπης, ἣν ἔφαμεν παιπάλην καλεῖσθαι, γενήσομαι παι‐ πάλη.〉 Ald

### book 262

καταπαττόμενος: τῇ χιόνι παττόμενος, ἐὰν αἱ Νεφέλαι διέλθωσιν. λέγεται δὲ “παιπάλη” τὸ λεπτότατον τοῦ ἀλεύρου· ἀφ’ οὗ παλύνειν τὸ λευκαίνειν, 〈ὡς τὸ πολλὰς δὲ χιὼν ἐπάλυνεν ἀρούρας.〉 ἐπεὶ οὖν ἐκεῖνος εἶπε γενήσῃ τρίμμα, κρόταλον, παιπάλη, αὐτὸς ἔπαιξε παρὰ τὴν παιπάλην, τουτέστι τὸ ἄλευρον, εἰπὼν “καταπαττό‐ μενος”. R

### book 263a

ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ ιβʹ. EMatr

### book 263b alpha

παρακελεύεται τὸν πρεσ‐ βύτην R

### book 263b beta

εὐφημεῖν χρὴ: ταῦτα πρὸς τὸν Στρεψιάδην. παρακελεύεται γὰρ αὐτὸν 〈V〉M

### book 263b

σιωπᾶν καὶ εὐφημεῖν, ἵνα εὔξηται. RVM

### book 263c

ὥστε μηδὲν βλάσφημον εἰπεῖν. RVM

### book 264a

ἀμέτρητ’ ἀήρ: ἀκατάληπτε καὶ ἀναρίθμητε, τουτέστι μέγιστε. τὸν δὲ ἀέρα προσεύχεται, ἐπεὶ αἱ νεφέλαι τούτου τοῦ μέρους, ὡς τῶν φιλοσόφων λόγος, οἳ τὸ πᾶν ἀέρα βούλονται εἶναι· οἳ καὶ τὴν ἐν ἡμῖν ψυχὴν ἀέρα καὶ πνεῦμα διωρίσαντο εἶναι. R

### book 264b

ὃς ἔχεις τὴν γῆν RBarb μετέωρον: ὃς R περιείληφας τὴν γῆν RBarb ἅπασαν R καὶ βαστάζεις. RBarb καὶ οὗτος δὲ φιλοσόφων λόγος, ὅτι οὐκ ἐφέδρασται ἡ γῆ, ἀλλ’ ὑπὸ τοῦ ἀέρος πάντοθεν περιέχεται τὸν μέσον τοῦ παντὸς λαχοῦσα τόπον. R

### book 264c

δόξα τις τῶν φυσικῶν ἐθρυλεῖτο, ὅτι πλατεῖα οὖσα ἡ γῆ ὀχεῖται ἐν τῷ ἀέρι. RV

### book 265a

λαμπρός τ’ Αἰθήρ R: ἰδίως τὸ τοῦ ἡλίου φῶς αἰθὴρ καλεῖται ἀπὸ τοῦ αἴθειν, ὅ ἐστι πυροῦν· RVMatr θερμὸς γὰρ ὁ ἥλιος καὶ διάπυρος. RV διόπερ ὁ ποιητὴς εὐκαίρως τῷ ἐπιθέτῳ ἐχρήσατο RVMatr αἰθέρα λαμ‐ πρὸν εἰπών. RMatr

### book 265b

οὐχ οὕτω λέγει τὰς νεφέλας σεμνὰς θεάς, ὡς τὰς Ἐρινῦς, ἃς ἐκτρε‐ πόμενοι πάντες ὀνομαστὶ λέγειν Εὐμενίδας αὐτὰς καὶ σεμνὰς θεὰς προσηγό‐ ρευσαν. τὸ γὰρ σιωπηλὸν σεμνὸν νενόμισται. VMatr

### book 265c

οἰκείως κἀνταῦθα τῷ ἐπιθέτῳ τούτῳ κέχρηται. δοκοῦσι γάρ πως αἱ νεφέλαι προδεικνύναι καὶ προσημαίνειν ἡμῖν τούς τε ὄμβρους καὶ τὰς χαλάζας τοῦ οὐρανοῦ, ὅτε βροντᾷ καὶ ἀστράπτει. R

### book 265d

ἐκ τῶν νεφελῶν φασι τὰς ἀστραπὰς καὶ βροντὰς γίνεσθαι· συγκρου‐ ομένας βροντᾶν, συντριβομένας ἀστράπτειν. R

### book 265e

βροντησικέραυνοι: ἀλλήλαις γὰρ προσερχομένων τῶν νεφελῶν πῦρ ἐξάπτεται ἐκ τῆς πυκνῆς ἐκτρίψεως. Barb

### book 266a

ἄρθητε: φυσικώτερον ἐχρήσατο 〈τούτῳ τῷ λόγῳ “ἄρθητε” εἰπών, οἱονεὶ ἐπάρθητε. φασὶ γὰρ τὰς νεφέλας εἰς ὕψος αἴρεσθαι κατ’ ὀλίγον ἀπὸ τῆς γῆς ἢ〉 τῆς θαλάσσης. Barb

### book 266b

δύναται καὶ ἐπὶ τοῦ Σωκράτους καὶ ἐπὶ τοῦ πρεσβύτου νοεῖσθαι. ἐπὶ μὲν τοῦ Σωκράτους, ἵνα ᾖ παρακαλῶν αὐτῷ φανῆναι τὰς Νεφέλας· ἐπὶ δὲ τοῦ γέροντος ὡς ἤδη συγκαταριθμοῦντος αὐτὸν τοῦ Σωκράτους τῷ 〈τῶν〉 φιλοσό‐ φων 〈συλ〉λόγῳ. Matr

### book 267a

μήπω γε μήπω γε Barb: ἐπαναδίπλωσις καλεῖται τὸ τοιοῦτον σχῆμα VBarbMatr τοῦ λόγου V, τὸ δὶς τοῖς αὐτοῖς ὀνόμασι χρῆσθαι. VBarb 〈ἐμφαντικὸν δὲ καὶ λίαν ἐνεργητικὸν ἀπεργάζεται τὸν λόγον· δεδιττόμενος γὰρ δεῖται ὑπερθέσεως.〉 Su.

### book 267b

παρεπιγραφή. RBarbMatr διπλασιάσας γὰρ τὸ ἱμάτιον περιβάλ‐ λεσθαί φησιν αὐτὸ θέλειν RMatr

### book 267b alpha

διὰ τὸ σκέπεσθαι, ὡς ἂν μὴ ὁ ὑ‐ ετὸς αὐτὸν καταβρέξῃ. τὰ γὰρ Διο‐ νύσια χειμῶνος ἄγεται. Matr

### book 267b beta

ὑπὲρ τοῦ σκέπεσθαι R 〈καὶ ἧτ‐ τον αὐτοῦ καθικέσθαι τὸν ὑετὸν τοῦ σώματος.〉 Ald ἡ γὰρ ἀρχὴ τῶν Διο‐ νυσίων χειμῶνος ἄγεται. Barb

### book 267c

πτύξωμαι: ἀντὶ τοῦ Barb καλύψωμαι, EBarb 〈σκεπάσωμαι〉. Su.

### book 268a alpha

μὴ κυνῆν: περικεφαλαί‐ αν, ἀγροίκων φόρημα. οὕτω δὲ ἐ‐ κλήθη, ἐπειδὴ πρῶτον ἀπὸ κυνείων δερμάτων ἦν. Barb

### book 268a beta

περικεφαλαίαν RV ἤτοι καμαλαύ‐ κιον. φασὶ δὲ τὸ πρότερον ἀπὸ κυ‐ νείου δέρματος γίνεσθαι. V

### book 270a

διὰ τὸ ἄδηλον ἐκ διαφόρων τόπων καλεῖ αὐτάς, M 〈ἵνα πιστευθῇ〉. Ald

### book 270b

ὅτι ἐπὶ τῶν τοιούτων τόπων τὰ νέφη συνίστανται. M

### book 270c

Ὀλύμπου] ὄρος Μυσίας. EMatr

### book 271

λείπει ἡ σύν VEM ἀττικῶς, V ἵν’ ᾖ M “σὺν Νύμφαις”. VEM

### book 272a

λείπει ἡ ἐπί, ἵνα ᾖ “ἐπὶ ταῖς προχοαῖς τοῦ Νείλου”. ζητεῖται δέ, τίνος ἕνεκεν μόνου τοῦ Νείλου μέμνηται. ὅτι σεμνολογεῖν λεληθότως ὁ ποιητὴς βουλόμενος τὰ καθ’ αὑτόν—ἦν γὰρ τὸ γένος Αἰγύπτιος—καιρὸν οὖν εὑρὼν μνήμην τοῦ Νείλου πεποίηται. V

### book 272b

ἀπὸ τῶν ποταμῶν ἀρύονται ὕδωρ εἰς χρῆσιν. M

### book 273a alpha

ἢ Μαιῶτιν λίμνην: περὶ ταύτης καὶ Ἡρόδοτος μαρτυρεῖ λίμνην εἶναι Σκυθίας. M

### book 273a beta

αὕτη Σκυθίας ἐστὶ λίμνη· περὶ ταύτης καὶ Ἡρόδοτος ἱστορεῖ. V

### book 273b

σκόπελον νιφόεντα: ψυχρότατον, ἀεὶ νιφόμενον. V

### book 273c

Μίμαντος] ὄρος Θρᾴκης. VA

### book 274

χαρεῖσαι] γρ. φανεῖσαι. E

### book 275a

ἀένναοι Νεφέλαι Barb: μετὰ τὴν τοῦ Σωκράτους εὐχὴν αἱ Νεφέ‐ λαι παρακελεύονται δῆθεν ἑαυταῖς πεισθῆναι τῇ ἐπικλήσει καὶ συναθροισθῆ‐ ναι, καὶ οὕτως ἐπιφανῆναι τῷ Σωκράτει. ἐκ τούτων δὲ ὁ χορὸς συνέστηκεν αὐτῷ· RVBarb διόπερ καὶ τὴν ἐπιγραφὴν ταύτην ἔχει τὸ δρᾶμα. RBarb

### book 275b

ἀέναοι: αἱ RVBarb ἀεὶ νάουσαι. RVEBarb

### book 275c

καλῶς εἶπεν “ἀέναοι”· εἰσὶ γὰρ ὑδάτων μητέρες. R

### book 275d

〈τοῦ χοροῦ τὰς ἑκατέρωθεν λέγουσι περιόδους, οὔσας ιϛʹ κώλων· τῶν δὲ ὑποκριτῶν †μέσων ὄντων† ἐκ στίχων ζʹ ἀναπαίστων τετραμέτρων καταλη‐ κτικῶν.〉 Ald

### book 276

ἀρθῶμεν φανεραὶ] δεῦρο, ἵνα εἰς ὕψος ἐπαρθῶμεν. E

### book 277a

νεφέλη ἐστὶν ἡ ἐξ ἀέρος καὶ πνεύματος οὐσία RV παχυνομένη σωμα‐ τοειδῶς. R

### book 277b

δροσερὰν φύσιν] κατὰ τήν. E

### book 277c

εὐάητον R (εὐάγητον V)] λαμπράν, RV καθαράν. R

### book 277d

εὐάγητον] τὴν εὐκόλως ἀγομένην ENM ὑπὸ τῶν πνευμάτων. E

### book 278a

ἀκολούθως τοῖς ὑπὸ τοῦ Σωκράτους εἰρημένοις εἴτ’ Ὠκεανοῦ πατρὸς ἐν κήποις. ἀλλ’ ὁ μὲν διὰ τὸ ἄδηλον ἐκ διαφόρων αὐτὰς τόπων καὶ πηγῶν καλεῖ, ἵν’ οὕτω γοῦν τῆς ἀληθείας τυχεῖν 〈δυνηθῇ〉· αἱ δὲ ἅτε

### book 278a alpha

〈τῆς ἑαυτῶν γενέσεως γινώσκου‐ σαι τὸ ἀκριβὲσ〉 Ald

### book 278a beta

τὴν ἑαυτῶν γένεσιν γινώσκου‐ σαι V

### book 278a

εὐθὺς διωρίσαντο, πόθεν αὐτὰς ἀρθῆναι δεήσει. V

### book 278b

βαρυαχέος V: τοῦ βαρέως ἠχοῦντος. RVEA 〈οἱ γὰρ βαρεῖς ποτα‐ μοὶ ῥέοντες μέγαν ἦχον ἀπεργάζονται.〉 Su. Ald

### book 279a

ἔφαμεν, ὅτι τοῖς ὑψηλοτάτοις τῶν ὀρῶν ἐπικάθηνται αἱ νεφέλαι. RV

### book 279b

ἐπὶ πλέον γὰρ αἱ νεφέλαι εἰς τὰς κορυφὰς τῶν ὀρῶν συνίστανται. A

### book 280a

δενδροκόμους V: τὰς κομώσας τοῖς δένδροις. RVNM

### book 280b alpha

ἵνα—ἀντὶ τοῦ RM “ὅπου”— RMbis τὰ πόρρω καθεζό‐ μεναι βλέπομεν. R

### book 280b beta

τηλεφανεῖς VBarb σκοπιὰς Barb: ἀφ’ ὧν ἔστιν ἰδεῖν τὰ πόρρω. τοῖς γὰρ εἰς ὕψος 〈ἰ〉οῦσι καὶ τὰ μακρὰν καταφανῆ VMBarb γίνε‐ ται. V

### book 281alpha

τηλεφανεῖς σκοπιὰς ἀφο‐ ρώμεθα] ὑψηλοὺς τόπους θεώμε‐ θα. E

### book 281beta

τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα] εἰς ὑψηλοὺς τόπους βλέπωμεν. A

### book 282

ἀρδομέναν] ἀρδευομένην. R ὑγραινομένην. E ποτιζομένην. M

### book 283a

ζαθέων] ἄγαν θείων. VNM

### book 283b

κελαδήματα] ἠχήματα. RVM

### book 284

βαρύηχον· RVM διὰ τὸν τῶν κυμάτων ψόφον. RV

### book 285alpha

ἔοικε λέγειν τὸν ἥλιον· M‐ BarbMatr ἐπεὶ καὶ οἱ τραγικοὶ εἰ‐ ώθασιν ὀφθαλμὸν ὀνομάζειν αὐτόν. MBarb

### book 285beta

ὄμμα 〈...〉 αἰθέρος R: τὸν ἥλιον λέγει. RM

### book 286

σελαγεῖται MBarb: ἐκπυροῦται, R λάμπει. RVENMbisABarbMatr

### book 287

λάμπραις. VE μαρμαίρειν γὰρ τὸ λάμπειν V 〈καὶ καταυγάζειν〉. Su.

### book 288a

διασκορπίσασαι τὴν χειμερινὴν ἀπειλήν, RV ἀποβαλοῦσαι. R

### book 288b

ἀποσεισάμεναι] ἀποτιναξάμεναι. ENM

### book 288c

ὄμβριον] τὸ ὄμβρον ποιοῦν. E

### book 289a

ἀθανάταις ἰδέαις: ἐπεὶ καὶ γυναικοειδεῖς εἰσιέναι μέλλουσι, τοῦτο λέγουσι παρασκευαζόμεναι τὴν εἴσοδον, ὡς ὅμοιαι μὲν τοῖς ἄλλοις θεοῖς οὖσαι, περικείμεναι δὲ νέφους τινὰ φύσιν. MBarb

### book 289b

ἵνα γυναῖκας εἰσαγάγῃ τὰς τοῦ χοροῦ, τοῦτό φησιν. R

### book 289c

ἐπιδώμεθα] ἐπιφανῶμεν. E

### book 290

τὰ πάντα ἐφορῶντι. R

### book 291a

ὦ θαυμασιώταται καὶ ὑπεράγαν σεμναί. RbisV ταῦτα μὲν καθ’ ἑαυτόν, τὸ δὲ “ᾔσθου φωνῆς” πρὸς τὸν Στρεψιάδην ὁ Σωκράτης. V

### book 291b

μέγα] κατὰ πολύ. E

### book 291c

〈φανερῶς: ἐναργῶς, ἑτοίμως.〉 Su. IV 696, 13

### book 292a

ᾔσθου] ἔγνως καὶ ἤκουσας. E

### book 292b alpha

ἔστιν ἐν τῇ σκηνῇ μηχά‐ νημά τι, ὃ καλεῖται βροντεῖον, ἀμφο‐ ρεὺς μεστὸς ψηφίδων ἀμφιβαλλόμε‐ νος εἰς χαλκοῦν λέβητα. Barb

### book 292b beta

μηχάνημά τι ἐστίν, ὃ καλεῖται βροντεῖον RMBarb ὑπὸ τὴν σκηνήν, RM ὃ ἦν ἀμφορεὺς ἔχων ψηφῖδας θαλασσίας. ἦν δὲ λέβης χαλκοῦς, εἰς ὃν αἱ ψῆφοι κατήγοντο· RMBarb καὶ κυλιόμεναι ἦχον ἀπετέλουν RM ἐοικότα βροντῇ. R

### book 292c

ἅμα καὶ βροντῆς: ἐν ταῖς κωμῳδίαις τὰ καλούμενα ἠχεῖα, ὧν ὁ κτύπος σχηματίζεται εἰς βροντῆς ἀπήχησιν. Barb

### book 292d

μυκησαμένης] ἠχησάσης. ENMA

### book 292e

ὑπὸ θεῶν καταπεμφθείσης, R 〈θείας τινὸς καὶ τετιμημένης.〉 Su.

### book 293a

καὶ σέβομαί MBarb: ἀντὶ τοῦ “προσκυνῶ” VMBarb ἢ “καταπέ‐ πληγμαι”. MBarb δεῖ δὲ καὶ τοῖς τούτου σχήμασιν ἐνδείκνυσθαι τὸ δεδιτ‐ τόμενον καὶ ἐπὶ τῇ παρουσίᾳ τῶν Νεφελῶν ἐκπεπληγμένον. Barb

### book 293b

ὡς σεβασμίας καὶ τιμωμένας. προσκυνῶν δῆθεν ταῦτα λέγει. Barb

### book 293c alpha

βούλομαι 〈ἀνταπο‐ παρδεῖν〉 M: ἀντηχεῖν. EMMatr ἔπαιξε δὲ ὁμοιῶν τῇ πορδῇ τὸν ἦχον τῆς βροντῆς. M

### book 293c beta

ἀνταποπαρδεῖν Barb: ἀντι‐ κτυπῆσαι RNBarb καὶ RBarb ἀντη‐ χῆσαι. Rbis VMBarb περὶ δὲ τὴν βροντὴν ἔπαιξεν ὁμοιῶν αὐτῇ τῆς πορδῆς τὸν ἦχον. RBarb

### book 294

τρέμω. RVNM παραγώγως· ἐπίτηδες δὲ ἐξέτεινε τὴν λέξιν τερατευό‐ μενος. V

### book 295

καὶ RVMatr εἰ εὐσεβές RVMMatr ἐστι καὶ εἰ μὴ RVMatr εὐσεβές, Matr χέσαι ἔχω. ὡς ὑπὸ τοῦ φόβου προειλημμένος καὶ μὴ δυνάμενος 〈ἑαυ‐ τὸν〉 ἀνασχεῖν ἔτι. ὁ γὰρ ἐπιστάμενος, ὅτι μὴ δέοντα ποιεῖ, εἶτα τοῦτο οὐδὲν ἧττον ποιῶν ὑπὸ μείζονος ἀνάγκης ἐξαγόμενος εἰς τὸ παρανομεῖν, 〈δείκνυσιν〉 ἑαυτόν. V

### book 296a

μὴ σκώψῃς N: τοῦτο ὁμοῦ μὲν ὁ Σωκράτης †καὶ† ὡς περιφρονῶν τὰ ἀνθρώπινα 〈πιστῶσ〉 λέγει καὶ τοὺς τῆς κωμῳδίας ποιητὰς ἡγούμενος ἀθλίους, ὁμοῦ δὲ καὶ Ἀριστοφάνης 〈ὡσ〉 αὐτὸς μὲν ὢν 〈ἀμώμ〉ητ〈ος, τ〉ῶν δὲ ἄλλων κωμῳδογράφων ἀτεχνούντων ὡς καταλιπόντων μὲν τὴν ποίησιν, τοῦ δὲ σκώπτειν ἐχομένων. EN

### book 296b

〈τρυγοδαίμονες: οἱ κωμικοί· παρὰ τὸ κακοδαίμονες· ἐπεὶ πολλῇ τῇ αἰσχροποιΐᾳ ἐχρῶντο.〉 Ald

### book 296c

〈κακοδαίμονες· παρόσον ἀφέμενοι τῶν θείων περὶ τὸ σκώπτειν τρέ‐ πονται.〉 Ald

### book 296d

οἱ τρυγοδαίμονες N: τοὺς ἄλλους κωμικοὺς λέγει, διότι ἐχρίοντο τρύγα οἴνου καὶ ἐποίουν ἄσεμνά τινα. NM

### book 297a alpha

〈σμῆνος: κυρίως μὲν τὸ σύστημα τῶν μελισσῶν. Ὅμηρος δὲ κέχρηται τῇ τροπῇ ἐπὶ εὐγλωττίας ἐπαινῶν τὸν Νέστορα Ald

### book 297a beta

σμῆνος: οἱονεὶ ἑσμός. κυρίως δὲ τὸ σύστημα τῶν μελισσῶν. M 〈ὁμηρικῶς οὖν κέχρηται τῇ τροπῇ· φησὶ γὰρ περὶ τοῦ Νέστορος Su.

### book 297a

τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή.〉 Ald Su.

### book 297b

τὸ πλῆθος RNM τῶν μελισσῶν. R

### book 297c alpha

οὐδέτερόν ἐστι σμῆνος. M

### book 297c beta

〈ἡ δοτικὴ τῷ σμήνει.〉 Su. IV 393, 10

### book 297d

τουτέστι σμῆνος τῶν Ἀριστοφάνους ᾠδῶν. M

### book 297e

ἀοιδαῖς] ταῖς ποιήσεσι ταῖς ἐμαῖς. E

### book 298

τοῦτο οὐχ ὑφ’ ἓν ἀναγνωστέον, οὐδὲ ὡς ἐπίθετον τῶν Νεφελῶν τὸ “ὀμβροφόροι” νῦν ἐκληπτέον, ἀλλ’ ὡς αὐτὸ καθ’ αὑτὸ πρᾶγμα δηλοῦν. ἢ καὶ ἄμεινον μὲν 〈ἂν〉 εἴη ὑποστίζειν εἰς τὸ “παρθένοι” 〈συ〉ζευγνύναι δὲ τὸ “ὀμβροφόροι” τῷ ἐπιφερομένῳ, ἵνα ᾖ νοούμενον “ἔλθωμεν ἐπὶ τὴν Ἀθηναίων γῆν ὄμβρου γέμουσαι”· καὶ γὰρ εἰ ἀμφοτέρως ἡ ἔννοια σῴζεσθαι δύναται, ἀλλ’ εὐφημότερόν ἐστιν. ὡς προειρήκαμεν, αἱ Νεφέλαι πάλιν παρακελευόμεναί φασιν· ὅλαι ὀμβρίας πληρωθεῖσαι τῇ τῶν Ἀθηναίων ἐπιστῶμεν πόλει. ἡ δὲ τοιαύτη διαστολὴ ὑπεναντία τοῖς ἄνω γενήσεται προειρημένοις ὑπὸ τοῦ ποιητοῦ, ὡς δεῖ τὰς Νεφέλας τὸ λοιπὸν εὐδίους εἶναι, δι’ ὧν ἔφη ἀλλ’ ἀποσεισάμεναι νέφος ὄμβριον ἀθανάταις ἰδέαις ἐπιδώμεθα. πρὸς τοῦτο οὖν ἐκεῖνο ἀντιθετέον, ὅτι τὸ συμβαῖνον περὶ τὰς νεφέλας αἰνιτ‐ τόμενος ὁ ποιητὴς παλίμβολόν τινα καὶ παλίστροφον ἐποίησε τὴν γνώμην αὐτῶν, ἐπεὶ ἔκ τε χειμῶνος εἰς εὐδίαν χωρεῖν καὶ αὖ πάλιν ἐξ εὐδίας χειμά‐

### book 298

ζειν πεφύκασιν. V

### book 299a

λιπαρὰν: διὰ τὴν ἐλαίαν τὴν οὖσαν ἐν αὐτῷ. R

### book 299b

εὐθαλῆ, τὴν πᾶσι κομῶσαν. καὶ Πίνδαρος ὦ ταὶ λιπαραὶ καὶ ἀοίδιμοι, Ἑλλάδος ἔρεισμα, κλειναὶ Ἀθῆναι. V

### book 299c

λιπαρὰς τὰς Ἀθήνας οὐκ ἀπεικότως καλοῦσι, μάλιστα μὲν διὰ τὸ δόξαι πλουτεῖν τὴν πόλιν, ἔπειτα δέ 〈τοι καὶ〉 διὰ τὴν τῶν ἡμέρων τροφῶν εὕρεσιν· παρ’ οἷς ἔτι καὶ νῦν 〈τὸ λιπαρὸν τῆς ἐλαίασ〉 δείκνυται. V

### book 301a

Κέκροψ αἰγύπτιος ὢν ᾤκισε τὰς Ἀθήνας, ὅθεν οἱ Ἀθηναῖοι Κεκροπί‐ δαι. τινὲς δέ φασι τοῦτον καὶ διφυῆ γενέσθαι· οἱ μέν, ὅτι τὰ ἄνω ἀνδρὸς εἶχε, τὰ δὲ κάτω θηρίου· ἕτεροι δέ, ὅτι νόμους πολλοὺς ἐφεῦρε τοῖς ἀνθρώποις καὶ ἀπ’ ἀγριότητος εἰς ἡμερότητα ἤγαγεν· ἄλλοι δέ, ὅτι τῶν ἀνδρῶν ὡς ἔτυχε μισγομένων γυναιξὶ καὶ ἐκ τούτου μὴ γινωσκομένων ἢ τοῦ παιδὸς παρὰ τοῦ πατρὸς ἢ τοῦ πατρὸς παρὰ τοῦ παιδὸς αὐτὸς νόμους θέμενος, ὥστε φανερῶς συγγίνεσθαι αὐταῖς καὶ μιᾷ στοιχεῖν, καὶ σχεδὸν εὑρὼν τὰς δύο φύσεις, τοῦ τε πατρὸς καὶ τῆς μητρός, τούτου χάριν διφυὴς ἐκλήθη. V

### book 301b

ὀψόμεναι] μέλλουσαι ὄψεσθαι. EM

### book 301c alpha

πολυήρατον] τοῖς πολλοῖς N ἐράσμιον. NM

### book 301c beta

πολυήρατον] ἐρασμίαν. V

### book 302a

οὗ σέβας ἀρρήτων R: ὅπου σέβασμά ἐστι καὶ ἀπόρρητα μυστή‐ ρια. λίαν γὰρ αὐτοῖς τὸ μὴ ἐξαγγέλλεσθαι ταῦτα ἐσπουδάζετο. RV

### book 302b

οὗ] ὑπάρχει. E

### book 302c

ἵνα] ὅπου. RENM

### book 303a

ἵνα μυστοδόκος δόμος R: μυστικὸς καὶ ἱερός, τουτέστι RV τοὺς μύστας ὑποδεχόμενος. RVE

### book 303b

τὴν Ἐλευσῖνα λέγει, RVMatr ἐν ᾗ ἱερὸν ἐτύγχανεν, Matr ἔνθα τὰ Δήμητρος καὶ Κόρης ἐπιτελεῖται μυστήρια. RVMatr

### book 304a

ἐν τελεταῖς ἁγίαις R: ἐν τελεσιουργίαις ὁσιωτάταις, τουτέστι τοῖς μυστηρίοις. εἰκότως δὲ τὰς Νεφέλας παρήγαγε πρῶτον σεμνολογούσας περὶ τῶν μυστηρίων, RV ἐπεὶ ἔχουσί 〈τινα〉 πρός τε τὰς θεὰς ταύτας καὶ τοὺς δι’ αὐτὰς καρποὺς τελειουμένους οἰκειότητα. V εἰ γὰρ τῶν Νεφελῶν τὸ βρέχειν, ἀδύνατον δὲ καρποὺς ἄνευ ὄμβρου γεωργεῖν, πῶς οὐκ οἰκεῖος ὁ περὶ τῶν θεῶν ταῖς Νεφέλαις λόγος; εἴ γε καὶ τὸν Ἴακχον αὐτὸν ἐχόρευσαν ταῖς θεαῖς, RV ὡς Ἡρόδοτος ἱστορεῖ. ἐν γὰρ τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ κατὰ πολὺ λειπομένων τῶν Ἑλλήνων τοῦ πλήθους τῶν περσικῶν νεῶν συμμαχῆσαι τοῖς Ἀθηναίοις τὴν Δήμητρα καὶ τὴν Κόρην ἱστορεῖ μέγιστον τῆς συμμαχίας ἐπιδειξαμένας καὶ ἐναργέστατον τεκμήριον. μελλόντων γὰρ λοιπὸν τῶν Ἑλ‐ λήνων καὶ τῶν βαρβάρων εἰς χεῖρας ἥξειν πρῶτον μὲν πλεῖστον ὅσον κονιορ‐ τὸν ἀπὸ τῆς Ἐλευσῖνος αἰρόμενον πάσῃ τῇ στρατιᾷ κατάδηλον γενέσθαι. εἶτα τοῦτον εἰς οὐρανὸν ἀνιόντα καὶ γενόμενον νέφος διὰ τοῦ στρατοπέδου μέσου παρίπτασθαι τὸν Ἴακχον βοῶντα. μυστικὸς ὁ λόγος. V

### book 304b

τελεταῖς] θυσίαις. E

### book 304c

ἀναδείκνυται] κατὰ τὸν καιρὸν τῶν ἁγίων τελετῶν. E

### book 305

οὐρανίοις τε θεοῖς RBarb: πρὸς ἀντιδιαστολὴν τῶν καταχθονίων, RVBarbMatr

### book 305alpha

τῆς τε Δήμητρος καὶ Κόρης. ἐπή‐ γαγε δὲ τοῦτο ὑπερβαλλόντως εὐσεβῆ τὴν πόλιν δεῖξαι βουλόμενος. Barb

### book 305beta

ὧν ἡ Δημήτηρ καὶ Κόρη. τὸ “οὐρανίοις” δὲ “θεοῖς” ἐπή‐ γαγεν ὑπερβαλλόντως εὐσεβῆ βουλό‐ μενος ἀποδεῖξαι τὴν πόλιν. RVMatr

### book 305

αἱ μὲν γὰρ ἄλλαι πόλεις ἑνί τινι RVBarbMatr προσ– RVMatr κεῖνται θεῷ, αἱ Ἀθῆναι δὲ πάντας RVBarbMatr τοὺς θεοὺς RVMatr ἀδιαφόρως BarbMatr τιμῶσιν. RVBarbMatr

### book 307a alpha

〈θρησκεῖαι περὶ τοὺς βω‐ μούς, πρόσοδοι τοῖς θεοῖς καὶ προσ‐ ελεύσεις.〉 Ald

### book 307a beta

καὶ πρόσοδοι: καὶ R θρησ‐ κεῖαι RVM περὶ τοὺς θεούς, RM πρόσοδοι περὶ τοὺς βωμοὺς καὶ προσ‐ ελεύσεις. M

### book 307b

πρόσοδοι] θυσίαι. E

### book 308a alpha

εὐστέφανοί τε θεῶν θυσίαι: παρὰ τὸ ὁμηρικὸν εἴ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα αὗται γάρ εἰσιν εὐστέφανοι θυσίαι, κοσμεῖν MBarb μὲν καὶ στεφανοῦν τοὺς ναούς, πληροῦν δὲ τοὺς βωμοὺς 〈ἱερῶν καὶ〉 θυμιαμάτων. Barb

### book 308a beta

εἰς τὸ κοσμεῖν καὶ ἀναδεῖν στεφά‐ νοις τοὺς νεώς, πληροῦν δὲ τοὺς βωμοὺς ἱερείων καὶ θυσιῶν. V

### book 308b

θυσίαι] ἑορταί. RVEN

### book 309

θαλίαι] πανηγύρεις. RVE

### book 310a

〈διηνεκῶς, παντὶ καιρῷ. διὰ τὸ θρησκεύειν πάντασ〉 θεοὺς καὶ πανηγυρίζειν ἀεὶ θύουσι διὰ πάντος καὶ διηνεκῶς. M

### book 310 b

παντοδαπαῖς ἐν ὥραις R: διὰ παντὸς καὶ διηνεκῶς καὶ ἐν παντὶ καιρῷ. διὰ γὰρ τὸ πάντας θρησκεύειν τοὺς θεοὺς θύουσι καὶ πανηγυρίζουσιν ἀεί. RV

### book 311a

ἦρί τ’ ἐπερχομένῳ R: τὴν παροῦσαν ἑορτὴν λέγει, τουτέστι τὰ Διονύσια. RV ἀρχομένου γὰρ τοῦ ἦρος ἄρχεται καὶ ἡ πανήγυρις. RVMatr

### book 311b

βρομία χάρις: ἡ διονυσιακὴ ἑορτή. ἀρχομένου γὰρ τοῦ ἦρος ἄρχον‐ ται καὶ Barb οἱ διονυσιακοὶ ἀγῶνες, ἐν οἷς αἱ ἅμιλλαι τῶν χορῶν. VBarb

### book 311c

βρομία] τουτέστιν ἡ τελουμένη κατὰ τὸν καιρὸν τῶν Διονυσίων. E

### book 312a

εὐκελάδων RM τε χορῶν R: τῶν εὐμούσων καὶ ἡδέων χορῶν ἅμιλλαι. τοῖς γὰρ Διονυσίοις τοὺς κυκλικοὺς χοροὺς ἵστασαν καὶ ἠγωνίζοντο οἱ κωμικοὶ καὶ οἱ τραγικοὶ ποιηταὶ ἀναγορεύοντες τὰ RVM ὑπόγυον αὐτοῖς πεποιημένα VM δράματα. RVM

### book 312b

ἐρεθίσματα] ὄργανα μουσικά. E

### book 313

βαρύβρομος: ἀντὶ τοῦ R “πολύηχος, RE πολλὰ βρέμουσα”. προσ‐ ηύλουν γὰρ καὶ ταῖς τραγῳδίαις καὶ ταῖς κωμῳδίαις καὶ τοῖς κυκλίοις χο‐ ροῖς. R

### book 314

στίχοι ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ ρκεʹ. E

### book 315a

λεληθότως ἑαυτὸν ἐπαινεῖ· RVE σεμνὸν γάρ, φησίν, ἐστὶ τὸ μέλος. RV

### book 315b

μῶν ἡρωῖναι: κατὰ τὸ ἀρχαῖον καὶ σύνηθες αὐτοῖς ἐνθάδε τρισυλ‐ λάβως προήνεγκε τὸ “ἡρωῖναι”. R

### book 315c

ἡρωΐναι: ἀττική ἐστι συναίρεσις, ὡς ἠΐθεοι, 〈ᾔθεοι〉. V

### book 316a

ἀνδράσιν ἀργοῖς MBarb: τοῖς φιλοσόφοις. RMbisBarb διασύρει δὲ αὐτοὺς πάλιν. ὠφέλιμοι, φησίν, εἰσὶ τοῖς τῶν ἀνθρώπων ἀπράκτοις· οἱ γὰρ ἀργοὶ κεχήνασιν εἰς τὰς νεφέλας. MBarb

### book 316b

ἀργοῖς] σοφοῖς. V

### book 317a

γνώμην] γνῶσιν. RNMA

### book 317b

αἵπερ 〈γνώμην〉 Msec. καὶ Barb νοῦν Mpr.Barb ἡμῖν παρέ‐ χουσι Barb: φρόνησιν NMsec./tert.ABarb καὶ Msec.Barb σύνεσιν, MterBarb ὡς τὰ δέοντα νοεῖν. Msec.Barb

### book 317c

διάλεξιν RMBarb: λόγων ἐμπειρίαν, RVMbisBarb ὥστε τὰ νοη‐ θέντα φράζειν RVMBarb δύνασθαι. MBarb

### book 317d

διάλεξιν: λόγων θεωρίαν. διαφέρει διάλεξις διαλέκτου, ὅτι διά‐ λεκτος μέν ἐστι φωνῆς χαρακτὴρ ἐθνικός, διάλεξις δὲ τῆς συνήθους φωνῆς ἐκτροπὴ ἐπὶ τὸ σεμνότερον. R

### book 317e

διάλεξιν] ὁμιλίαν. ENM

### book 317f

διάλεξιν] διάνοιαν. MA

### book 318a alpha

τερατολογίαν, ὥστε τὰ ἀπίθανα λέγειν πράγματα. Barb

### book 318a beta

τερατείαν: τερατολογίαν, RV παραδοξολογίαν. τερατολογεῖν δέ ἐσ‐ τι τὸ ἀπίθανα διηγεῖσθαι ἔξω τῶν ἀνθρωπίνων πραγμάτων. R

### book 318b

τερατείαν MBarb: ψευδολογίαν. NMBarbMatr

### book 318c

περίλεξιν RVM: περιττολογίαν, M περίφρασιν. RVEM 〈λεληθό‐ τως δὲ δείκνυσιν, ἐκ πόσων συνέστηκε ῥητορεία· δεῖ γὰρ πρῶτον νοῆσαι, εἶτα ἑρμηνεῦσαι τὸ νοηθέν· ὅπερ ἐστὶ λοιπὸν ἔργον τοῦ τῆς ἐξηγήσεως λόγου.〉 Su. IV 101, 24

### book 318d

κροῦσιν Mpr.: δοκιμασίαν· RMter ἐπεὶ τὰ σαθρὰ κρουόμενα δοκιμά‐ ζονται. Mpr.

### book 318e

κροῦσιν] φανέρωσιν γνώσεως. E

### book 318f alpha

κροῦσιν: τὸ ἀπατῆσαι καὶ παραλογίσασθαι τὸν ἀκούοντα, οἷον παρακρούσασθαι καὶ συναρπά‐ σαι. R

### book 318f beta

κροῦσιν VMsec.: παραλογισμὸν VMter καὶ ἀπάτην Mter πρὸς τὸ ἀναρπάσαι τὸν ἀκούοντα. Mpr.

### book 318g

ἐπισυνάπτει παίζων ταῦτα. “κροῦσιν” δὲ εἶπεν ὡς ἐπὶ μουσικῆς. NM

### book 318h

〈μουσικῶς ταῦτα εἶπε. λέγουσι γὰρ κατάληψιν, ἐπειδὰν καταλάβωσι τῷ πλήκτρῳ ἢ τοῖς δακτύλοις τὰς χορδὰς πλήξαντες, ὡς μὴ ἀποτείνεσθαι τὸν φθόγγον.〉 Su. III 49, 11

### book 318i

“κατάληψιν” δέ φησιν †ὥστε τὰ νοηθέντα φράζειν†. V

### book 318k

κατάληψιν] ἀληθῆ E γνῶσιν. ENMbisMatr

### book 318l

τὴν αἴσθησιν καὶ τὴν τέχνην. M

### book 391a

λείπει ἡ V διά· VENAMatr ἀντὶ τοῦ V “διὰ ταῦτα” RV ἀττικῶς. V

### book 319b

πεπότηται: ἀνέπτη καὶ ἀνεκουφίσθη καὶ μετέωρα φρονεῖ ἤδη. VM

### book 320a alpha

λεπτολογεῖν: καὶ τοῦτο διασυρμοῦ λέγει χάριν ὡς ἰσ‐ χνὰ τῶν φιλοσόφων ζητούντων ζη‐ τήματα. M

### book 320a beta

διασύρει τὰ τῶν φιλοσόφων ὡς ἰσχνὰ ὄντα. R

### book 320b

ζητεῖ] ὁρμᾷ. E

### book 320c

περὶ καπνοῦ: ἀντὶ τοῦ “περὶ μηδενὸς καὶ κενῶν πραγμάτων”. M

### book 320d

στενὸς γὰρ καὶ ἀμενηνὸς RM καὶ ἀσθενὴς M ὁ καπνός. RM

### book 320e

†παρὰ τὸ μεταρσιολεσχεῖν τὸ “στενολεσχεῖν” εἴληπται καὶ τὸ μηδέν.† M

### book 320f

στενολεσχεῖν: τὸ “στενολεσχεῖν” ἀντὶ τοῦ R “λεπτολογεῖν”. RENM

### book 321a

ἀντὶ τοῦ V συνάψας. RV

### book 321b

νύξας’] διεγείρασα. E

### book 321c alpha

ἑτέρῳ λόγῳ ἀντιλογῆσαι] τῷ ῥηθέντι λόγῳ ἀντιθεῖναι ἕτερον. E

### book 321c beta

ἕτερον λόγον τῷ ῥηθέντι ἀντι‐ θεῖναι. RV

### book 323a

〈καθ’〉 ὑπερβατόν. λέγειν γὰρ βούλεται· βλέπε νῦν δευρὶ πρὸς τὴν Πάρνηθα ἡσύχως· ὁρῶ γὰρ ἤδη κατιούσας αὐτάς. V

### book 323b

τὴν Πάρνηθ’] ὄρος Ἀττικῆς. RVMAMatr

### book 323c

θηλυκῶς ἡ Πάρνης. RV

### book 323d

δείκνυσιν αὐτῷ ὄρος ἐν τῷ θεάτρῳ τὴν Πάρνηθα, ἐξ οὗ κατέρχονται. EN

### book 324

χωροῦς’ αὗται EN: τὸ “χωροῦσι” καθ’ αὑτὸ ἀναγνωστέον, εἶτα ὡς τοῦ πρεσβύτου οὐχ ὁρᾶν λέγοντος προστίθησι πλέον ἐκτείνων τὴν προ‐ φορὰν τοῦ λόγου τὸ “αὗται πάνυ πολλαί”. εἶτα δὲ ὡς οὐδὲ οὕτως ὁρῶντος πρὸς πλείονα γνῶσιν προστίθησι καὶ τόπον. τὴν δὲ τῶν λεγομένων ἐνάργειαν τὰ τῶν ὑποκρινομένων σχήματα δείκνυσιν. VEN

### book 327a

νῦν γέ τοι ἤδη καθορᾷς: τῶν Νεφελῶν πλησίον οὐσῶν ἐκεῖνος μηδ’ οὕτως ὁρῶν τοῦτο νῦν προσέθηκεν, ἵν’ ᾖ τὸ νοούμενον οὕτως· EM νῦν αὐτὰς ὁρᾷς, εἰ μὴ λήμας ἔχεις ἐν τοῖς ὀφθαλμοῖς μεγάλας ὡς κολοκύντας. λήμη δέ ἐστι τὸ πεπηγὸς δάκρυον. REM

### book 327b

εἰ μὴ λημᾷς κολοκύνταις Rpr: παροιμία ἐπὶ τῶν τὰ μεγάλα παρορώντων. RbisVE

### book 328a

νὴ Δί’ ἔγωγε EM: ἔξωθεν ὑπακούεται τὸ “ὁρῶ VEM ὡς ἀληθῶς”· ἑώρα γὰρ πλησίον οὐσῶν. EM

### book 328b

ἀντὶ τοῦ RV „πάντα τόπον περιειλήφασιν“. RVE

### book 330

σκιὰν] καπνόν. E

### book 331a

ὁτιὴ E πλείστους RE αὗται βόσκουσι R σοφιστάς V: πάντας τοὺς πεπαιδευμένους. VE νῦν δὲ τοὺς μεταρσιολέσχας λέγει, RE καταχρη‐ στικῶς δὲ R καὶ πάντας τοὺς ἀπὸ τῶν μαθηματικῶν ὁρμωμένους. RE καὶ θαυμαστὸν οὐδέν, ὅπου μηδὲ τοὺς αὐλητὰς οὕτω 〈προσ〉αγορεύειν ὤκνησαν· Πλάτων γοῦν ὁ κωμικὸς ἐν δράματι Σοφισταῖς καὶ τὸν ὀπούντιον αὐλητὴν Βακχυλίδην εἰς τοὔνομα κατέταξε τῶν σοφιστῶν. E

### book 331b

καταχρηστικῶς νῦν ἐπὶ πάσης ἐπιστήμης παρέλαβε τὸ ὄνομα τῶν σοφιστῶν. E

### book 332a alpha

θουριομάντεις: ἀπὸ τοῦ γενικοῦ ἐχώρησεν ἐπὶ τὸ κατ’ εἶδος. εἰπὼν γάρ, ὅτι πάντας αἱ Νε‐ φέλαι τρέφουσι τοὺς σοφιστάς, ἐπή‐ γαγε τίνας καὶ τίνας. θουριομάντεις οὖν οὐ τοὺς ἀπὸ τοῦ Θουρίου μάντεις, ἀλλὰ τοὺς εἰς Θούριον πεμφθέντας. ἁλούσης γὰρ Συβάρεως Θούριοι ἐ‐ κλήθησαν ἀπὸ κρήνης Θουρίας. ἐξέ‐ πεμψαν δὲ ἐπὶ τὴν κτίσιν αὐτῶν Ἀ‐ θηναῖοι δέκα ἄνδρας, ὧν καὶ Λάμπων ἦν ὁ μάντις ἐξηγητὴς ἐσόμενος τῆς κτίσεως τῆς πόλεως. EM

### book 332a beta

ἀπὸ τοῦ γενικοῦ προῆλθεν εἰς τὰ ἰδικά. V τοὺς εἰς Θούριον πεμφθέντας, πόλιν Σικελίας, παρὰ Ἀθηναίων ἐπὶ τῷ κτίσαι αὐτήν. V

### book 332b

ἔοικε πρὸς Λάμπωνα ἀποτείνεσθαι τὸν μάντιν, ὃν καὶ ἐξηγητὴν ἐκά‐ λουν. ἦν δὲ καὶ τῶν πολιτευομένων πολλάκις. λόγους δὲ συνεχῶς εἰσάγειν ἐφαίνετο περὶ τῆς εἰς Θουρίους ἀποικίας τῆς Ἰταλίας, οἱ δὲ θουριομάντεις διὰ 〈τοῦτο ὑπὸ τῶν Νεφελῶν τρέφεσθαι λέγονται, ὅτι εἰώθασι διὰ〉 τῶν οἰωνῶν ἀπαγγέλλειν· ἀπαγγέλλονται γὰρ ἀφορῶντες εἰς τὸν ἀέρα. E

### book 332c

ὡς πολλῶν γενομένων μαντειῶν ἐπὶ τῆς εἰς Θουρίους ἀποικίας. τού‐ τους δὲ ἔφη τρέφεσθαι ἐκ τῶν Νεφελῶν ὡς διὰ τῶν οἰωνῶν τῶν ἐν τῷ ἀέρι μαντευομένους καὶ εἰς τὸν οὐρανὸν καὶ τὰ νέφη ἀποβλέποντας. REM

### book 332d

θουριομάντεις N: Θούριον πόλις Ἰταλίας. EN

### book 332e

ἰατροτέχνας: καὶ ἰατροὶ περὶ ἀέρων καὶ ὕδατος συνέγραψαν, ὕδατα δέ εἰσι 〈καὶ〉 αἱ νεφέλαι. σύνταγμα γοῦν ἐστιν Ἱπποκράτους περὶ ἀέρων, τόπων καὶ ὑδάτων. E

### book 332f

σφραγιδονυχαργοκομήτας EM: τοὺς κόμῃ καὶ περιττοῖς δακτυλίοις τὰς χεῖρας κοσμουμένους μέχρι τῶν ὀνύχων, RVEM ὡς ὑπὸ τῶν δακτυλίων σκέπεσθαι. VE

### book 332g

τῶν ὀνύχων ἐπιμελουμένους VEMatr καὶ ὁσημέραι ξύοντας αὐτοὺς ὑπὲρ τοῦ ἐκλάμπειν ἄγαν· ὃ πάσχουσιν οἱ τῷ καλλωπίζεσθαι σχολάζοντες μόνως. VEM

### book 333a

κυκλίων τε χορῶν: εἰς τοὺς περὶ Κινησίαν καὶ Φιλόξενον καὶ Κλεομένην. EM

### book 333b

καὶ τούτους εἶναι τῶν σοφιστῶν βούλεται. VE λέγει δὲ τοὺς διθυ‐ ραμβοποιούς· τῶν γὰρ κυκλίων χορῶν ἦσαν οὗτοι διδάσκαλοι. VEM

### book 333c

ᾀσματοκάμπτας EM: διὰ τὸ ἐναρμονίοις ὑποπίπτειν αὐτῶν τὰ συγγράμματα VEM καμπὰς ἔχουσι πλείονας, ἃς οἱ μουσικοὶ καλοῦσι στροφὰς καὶ ἀντιστρόφους καὶ ἐπῳδούς, δι’ ὧν καὶ ἐν ταῖς τραγῳδίαις συνειστήκει τὰ χορικά. VE

### book 333d

οἱ παλαιοὶ διαφθορὰν μουσικῆς ἡγοῦντο τοὺς διθυράμβους. καὶ προ‐ ελθὼν αὐτῶν μᾶλλον καθάψεται λέγων εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτ’ ἢ κάμψειέν τινα καμπήν, οἵας οἱ νῦν 〈τὰς κατὰ Φρῦνιν〉 ταύτας τὰς δυσκολοκάμπτους, ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων. καὶ Καλλίμαχος πρὸς αὐτοὺς ἀποτεινόμενος οὕτω πως αὐτῶν καθάπτεται 〈νόθαι δ’ ἤνθησαν ἀοιδαί〉. V

### book 333e

ᾀσματοκάμπτας: τοὺς διθυραμβο〈ποιο〉ύς, ἐπεὶ καμπὰς τὰς περιό‐ δους λέγουσιν. RV

### book 333f

μετεωροφένακας: τοὺς διὰ τῶν μετεώρων ἀπατῶντας· REM φενα‐ κίζειν γὰρ τὸ ἀπατᾶν. RE περὶ δὲ τῶν φιλοσόφων λέγει. REM

### book 333g

μετεωροφένακας] τοὺς μεταρσιολέσχας. E

### book 334a

ταύτας] τὰς νεφέλας. E

### book 334b

μουσοποιοῦσι] ᾄδουσι τοῖς μέλεσιν. E

### book 335a

ταῦτ’ ἄρ’ EM ἐποίουν E: λείπει ἡ RVEM διά. RVEbisNMbis

### book 335b

335] μιμεῖται τοὺς διθυράμβους. VE

### book 335c alpha

ταῦτα εἰς Φι‐ λόξενον τὸν διθυραμβο‐ ποιόν· ENM τὸ γὰρ “στρεπταίγλαν” αὐ‐ τὸς εἶπεν. EN

### book 335c beta

εἰς Φιλόξενον τὸν δι‐ θυραμβο〈ποιὸ〉ν ἀποτεί‐ νεται· ἐκεῖνος γὰρ πρῶ‐ τος τῇ λέξει ἐχρήσατο. A

### book 335c gamma

τοῦτο Φιλόξενος ὁ διθυραμβοποιὸς εἶπεν ἐν διθυράμβῳ τινί. V

### book 335c

ἐπεὶ οὖν συνθέτοις καὶ πολυπλόκοις οἱ διθυραμβοποιοὶ χρῶνται λέξεσιν, κατὰ τὸν ἐκείνων ζῆλον καὶ αὐτὸς τοιαύταις χρῆται· χρῆται δ’ οὖν ἄντικρυς τό〈πων〉 ἐξεστραμμέναις. VEN

### book 335d alpha

καὶ ταῦτα λέγει εἰς τὴν ἀηδίαν τούτων ἐν τοῖς συνθέτοις. RMatr

### book 335d beta

διὰ τὴν ἀηδίαν ἐκείνων. V

### book 335e

στρεπταίγλαν V: τὴν στρέφουσαν καὶ ἀφανίζουσαν τὴν αἴγλην. RVNMAMatr

### book 335f

στρεπταίγλαν NM: τὴν ἔμπροσθεν οὖσαν τῆς αἴγλης τοῦ ἡλίου ENMMatr καὶ σκοτίζουσαν. E

### book 336a

Τυφῶ] ἀνέμω. E

### book 336b

πρημαινούσας RE τε θυέλλας E: συστροφὴ ἀνέμου ἡ θύελλα. “πρημαινούσας” δὲ RE ἀντὶ τοῦ E μαινομένας καὶ λάβρως φυσώσας. πρῆσαι γὰρ τὸ φυσῆσαι· RVE Ὅμηρος ἐν δ’ ἄνεμος πρῆσεν RV μέσον ἱστίον. R

### book 337a

διεράς R: τὰς RV διύγρους. RVENM

### book 337b

γαμψοὺς: ἤτοι τὰς καμπτούσας πλαγίως νεφέλας, ἢ τὰς ὀρνίθων ὄψεσιν εἰκασμένας· γαμψοὺς γὰρ ἐκάλουν τοὺς ὄρνις. αὐτίκα γοῦν RE καὶ αὐτὸς τῷ “γαμψοὺς” “οἰωνοὺς” E ἐπήγαγεν. RE Ὅμηρος οἰωνοῖσί τε πᾶσι. E

### book 337c

ἀερονηχεῖς VE: τὰς ἐν τῷ ἀέρι νηχομένας, RVEM παρόσον ἐν αὐτῷ νήχεται τὰ ὄρνεα, ἢ δίκην ὀρνέων ἵπτανται αἱ νεφέλαι. E

### book 338

εἶτ’ ἀντ’ αὐτῶν EM κατέπινον: τουτέστιν ἀντὶ τούτων E τῶν ᾀσμάτων, EMbis ὧν ἐποίουν EM εἰς τὰς νεφέλας. διὰ τοῦτο E ἤσθιον EMA τοὺς κεστρέας καὶ τὰ ὀρνίθεια πάντα. EM

### book 339a alpha

ἰστέον, ὅτι οὐχ οἱ αὐτοὶ τοῖς κεστρεῦσιν ἰχθύσιν αἱ κεστρέαι, ἀλλ’ οἱ μὲν τὰς μυραίνας κεστρέας ἀξιοῦσι καλεῖν, οἱ δὲ οὐ ταύτας, ἀλλά τι διάφορον ἄλλο γένος ἰχθύων. νῦν μέντοι κεστρεῖς καλοῦμεν τοὺς κεφάλους. E

### book 339a beta

κεστρὰς δὲ καλοῦσιν ἰχθῦς τοὺς κεφάλους. V

### book 339b

ἐπὶ ἰχθύων τὸ τέμαχος καὶ πλακοῦντος, ἐπὶ δὲ κρεῶν οὐκέτι. E

### book 339c

μεγάλαν ἀγαθᾶν: τουτέστι E τιμίων Ebis καὶ λαμπρῶν. E

### book 339d alpha

καταχρηστικῶς ἐπὶ ὀρ‐ νέων “κρέα” εἶπεν. VE τόπων δὲ μέμνηται τῶν ᾠκειωμένων νεφέλαις, ὑδάτων καὶ ἀέρων. E

### book 339d beta

ὅτι καταχρηστικῶς κρέα καλεῖται καὶ τὰ ὀρνίθεια. βέλτιον μέντοι ὑφ’ ἓν ἀναγινώσκειν κρεατορνίθεια, ἵνα VE μόνον V ὁ ποιητὴς μνημονεύειν δοκῇ τῶν ταῖς νεφέλαις προσῳκειω‐ μένων, τῶν τε ἐνύδρων καὶ τῶν πτηνῶν. VE

### book 339e

κιχηλᾶν: ἀντὶ τοῦ V “κιχλῶν” VEM δηλονότι. V

### book 339f

ἐδώρισε μιμούμενος τοὺς διθυράμβους. VE

### book 339g alpha

τὸ ὅλον τείνει πρός τε τοὺς παρὰ τοῖς χορηγοῖς ἑστιωμέ‐ νους καὶ πρὸς τοὺς ἐν πρυτανείῳ ἀεὶ δειπνοῦντας. E

### book 339g beta

τοῦτο εἰς τοὺς εὐωχουμένους ἐν πρυτανείῳ τείνει καὶ πρὸς τοὺς ἑστι‐ ωμένους παρὰ τοῖς χορηγοῖς. V

### book 339h

ταῦτά φησιν, ἐπεὶ ἐν πρυτανείῳ τινὲς αὐτῶν ἐσιτοῦντο καὶ τῶν χρη‐ σμολόγων καὶ τῶν μάντεων. E

### book 340

διὰ μέντοι τάσδ’ οὐχὶ δικαίως: οὐ δικαίως, φησίν, ἠξιοῦντο τῆς τιμῆς καὶ τῶν δείπνων. ἄλλως. διὰ ταῦτα τὰ εἰς τὰς νεφέλας ὑπ’ αὐτῶν γραφόμενα· οὐδὲν γὰρ ἀξιόλογον ἐποίουν. E

### book 342a

οὐ γὰρ ἐκεῖναι: ὡς δὴ ὁρῶν αὐτὰς ἐπὶ τῆς σκηνῆς λέγει. E

### book 342b

ἐκεῖναι] αἱ νεφέλαι. RVE

### book 342c

ποῖαι γάρ τινες] αἱ νεφέλαι. E

### book 343a

εἴξασιν E: ἐοίκασι, RVEMatr ὡμοίωνται· VENbisA ἀπὸ τοῦ εἴκω, VE τὸ ὁμοιῶ. E

### book 343b

ἐρίοισι πεπταμένοισι E: τοιοῦτον γὰρ ἔσθ’ ὅτε τῶν νεφελῶν τὸ εἶδος. VE

### book 344a

κοὐχὶ γυναιξίν: ἀντὶ τοῦ “γυναιξὶ δὲ οὐδὲ κατὰ μικρὸν οὐδὲ κατ’ ὀλίγον”. E

### book 344b

αὗται δέ γε ῥῖνας EM ἔχουσιν E: εἰσεληλύθασιν οἱ χορευταὶ προσωπεῖα περικείμενοι μεγάλας ἔχοντα ῥῖνας VEM καὶ ἄλλως V γελοῖα καὶ ἀσχήμονα. διόπερ φησὶν εἰκὸς αὐτὰς μὴ ἑωρακέναι, διὰ τὸ μὴ νεφελῶν, ἀλλὰ γυναικῶν ὄψεις ἔχειν· ὃ τὴν ἀγνωσίαν αὐτῷ παρεῖχεν. VEM δῆλον οὖν, ὅτι ὁπόσα ἐν τοῖς ἄνω λέλεκται χορικὰ οὐκ ἐπὶ τῆς σκηνῆς ὄντος εἴρηται τοῦ χοροῦ, ἀλλ’ ἔξω ἑστῶτος καὶ κρυπτομένου ἡ φωνὴ μόνη τοῖς ἔνδον ἐξη‐ κούετο. οὐ γὰρ ἠδύναντο ἐντὸς εἶναι τῆς σκηνῆς αἱ μὴ καταπτᾶσαι μηδέπω. VE προειρήκαμεν δὲ τὸν χορὸν ἐκ Νεφελῶν εἶναι. E

### book 345

ἀπόκριναί: ἀποκρίθητί μοι πρὸς ὃ ἄν σου πυνθάνωμαι. E

### book 346

ἤδη ποτ’ ἀναβλέψας M: τὸ συμβαῖνον VEM γίνεσθαι EM περὶ τὰς νεφέλας διηγεῖται. πολλὰ γάρ εἰσι νέφη παρομοιούμενα ζῴοις VEM τισὶν V ἢ φυτοῖς ἢ ἀνθρωποειδῆ γινόμενα VEM ἢ ἄλλην τινὰ τοιαύτης ὄψεως ἀποπέμποντα εἰκόνα. φησὶν οὖν· οὐ χρή σε θαυμάζειν, εἰ αἱ Νεφέλαι γυναικῶν ἔχουσι μορφάς· καὶ γὰρ ἐν τῷ οὐρανῷ πολλὰς ἔχουσι μορφάς. VE

### book 347

ἢ παρδάλει ἢ λύκῳ E: τούτων ἐμνημόνευσε μόνον, δι’ ὧν λοιδο‐ ρῆσαί τινας τῶν πολιτευομένων βούλεται. VE

### book 348

κᾆτ’ ἢν μὲν ἴδωσι κομήτην M: Κλεῖτον λέγει, ὃς ἦν ἐπὶ κόμῃ σκωπτόμενος. οἱ δὲ Ἱερώνυμον. EM

### book 349a

ἀγρίους RVE καὶ κολλοποδιώκτας VE ἐκάλουν τοὺς RVE τὰς ἀπηγρι‐ ωμένας πράξεις ποιοῦντας, τοὺς E παιδεραστάς. RVE

### book 349b

οἷόνπερ τὸν Ξενοφάντου REM: Ἱερώνυμον λέγει REMMatr τὸν διθυραμβοποιόν, ὃς Ξενοφάντου μὲν ἦν παῖς, περὶ δὲ παῖδας ἄγαν ἐ‐ πτόητο, REM λάσιον δὲ εἶχε τὸ σῶμα. ἐπεὶ οὖν καὶ οἱ Ἱπποκένταυροι λάσιον εἶχον τοῦ σώματος τὸ τῶν ἵππων μέρος, RE ὥστε καὶ ὁ πρὸς τοὺς Λαπίθας πόλεμος δι’ ἀκρασίαν ἔρωτος αὐτοῖς συνέστη, εὐλόγως ἐπὶ ἐρωμανέσιν ἐξομοιούσας τὰς Νεφέλας αὑτὰς τῇ τῶν κενταύρων ἰδέᾳ παρήγαγεν. E

### book 349c

τὸν Ξενοφάντου: κομήτης ὢν καὶ ὡς καταπύγων καὶ τρυφηλὸς κωμῳδεῖται. M

### book 351a

τί γάρ, ἢν ἅρπαγα τῶν δημοσίων E κατίδωσι Σίμωνα M: οὗτος κεκωμῴδηται παρὰ Ἀριστοφάνει ὡς χρεωφειλέτης. EM τίνι, φησίν, αἱ Νεφέλαι πάλιν ἑαυτὰς ἀπεικάσειαν, ἐὰν ἀφομοιώσασθαι θέλωσιν ἑαυτὰς Σίμωνι διαρπάζοντι καὶ νοσφιζομένῳ τὰ κοινά; E

### book 351b

κατίδωσι Σίμωνα R: σοφιστὴς ὁ Σίμων ἦν καὶ τῶν ἐν τῇ πολι‐ τείᾳ διαπρεπόντων τότε καὶ †πάντως† τῶν δημοσίων τι ἐνοσφίσατο χρημά‐ των. RVE μνημονεύει δὲ αὐτοῦ καὶ Εὔπολις ἐν Πόλεσι διαβάλλων αὐτὸν ἐπὶ τοῖς αὐτοῖς ἐγκλήμασιν, RE ἐν τούτοις ἐξ Ἡρακλείας ἀργύριον ὑφείλετο. E

### book 353a alpha

ταῦτ’ ἄρα ταῦτα EM Κλεώνυμον REM αὗται R: τοῦ‐ τον ὡς δειλὸν καὶ ἐπὶ τῆς τάξεως ῥίψαντα τὴν ἀσπίδα οἵ τε ἄλλοι κω‐ μῳδοὶ διαβάλλουσι EM πάντες καὶ ἐν τοῖς Σφηξὶν αὐτός. EM

### book 353a beta

ὡς δειλὸς ἐν πολλοῖς κωμῳδεῖ‐ ται. VEM

### book 353b alpha

τὸ “χθὲς” προσέθηκεν ὡς ὑπόγυον τοῦ Κλεωνύμου ῥιψάσπι‐ δος γενομένου τῷ καιρῷ χρώμενος εἰς αἰσχύνην τοῦ δεδρακότος· πλεί‐ ονα γὰρ τὴν συμφορὰν τὰ ὑπόγυα ἔχει πταίσματα. RE

### book 353b beta

ἐξ ὑπογύου τὸ ὄνειδος, ὅπερ ἔχει μεγίστην τὴν κατηγορίαν. M

### book 354

δειλότατον γὰρ τὸ τῶν ἐλάφων γένος. καὶ Ὅμηρος κραδίην δ’ ἐλάφοιο. RV

### book 355a

καὶ νῦν E ὅτι Κλεισθένη EM εἶδον M: καὶ νῦν, RVEM φησί, EM διὰ τὸν Κλεισθένη ἐγένοντο γυναῖκες· οὗτος γὰρ ἐπὶ κιναιδίᾳ διαβάλλε‐ ται. RVEM

### book 355b

τοῦτον ὡς γυναικιζόμενον οὐκ Ἀριστοφάνης διαβάλλει μόνον, ἀλλὰ καὶ Κρατῖνος ἐν Πυτίνῃ λέγων οὕτως ληρεῖς ἔχων· γράφ’ αὐτὸς ἐν ἐπεισοδίῳ· γελοῖος ἔσται Κλεισθένης κυβεύων ἐν τῇ τοῦ κάλλους ἀκμῇ. τοῦτον ἰδοῦσαι, φησίν, αἱ Νεφέλαι εἰς γυναῖκας μετεμόρφωσαν ἑαυτάς. E

### book 358a

χαῖρ’ ὦ πρεσβῦτα RE: νῦν οὐχ ὡς σεμνόν τινα προσηγόρευσαν RVE αὐτὸν RV διὰ τὸν χρόνον, ἀλλ’ ὡς ἀνόητον· τοὺς γὰρ εὐήθεις ἀρχαίους καὶ παλαιοὺς ἔλεγον. RVE 〈καὶ Εὐριπίδης ἀρχαῖον εἴρηκας ἀντὶ τοῦ “εὔηθες”. εὐεργετῆσαι γὰρ τὸ σῶμ’ οὐ βούλομαι.〉 Su.

### book 358b

ἐξήγησις τοῦ “πρεσβῦτα” RVE τὸ “παλαιογενές”. RV

### book 358c

θηρατὰ λόγων: ἀντὶ τοῦ “ἰχνευτὰ λόγων” ἢ “ζηλωτὰ” ἢ “μετιὼν λόγους”. E

### book 358d

θηρατὰ] ἐπιθυμητά. RVE

### book 359a alpha

σύ τε] πρὸς τὸν Σωκράτην. E

### book 359a beta

Σωκράτει λέγουσιν. E

### book 359a gamma

ἱερεῦ Σώκρατες. M

### book 359b

λεπτοτάτων λήρων: ἀντὶ τοῦ EM “συνετωτάτων RVEbisMbis καὶ δυσπαρακολουθήτων EM λόγων”. RVEbisMbis

### book 359c

ὅ τι χρῄζεις: ὅ τι βούλοιο. E

### book 361a

πλὴν E ἢ Προδίκῳ: σοφιστὴς ὁ Πρόδικος, EM Κεῖος τὸ γένος. ἤκμασε δὲ κατὰ τοὺς χρόνους Σωκράτους. πρῶτος δὲ οὗτος τὴν πεντηκοντά‐ δραχμον ἐπίδειξιν ἐποιήσατο. VEM μνημονεύει δὲ αὐτοῦ καὶ Πλάτων ἐν τῷ Πρωταγόρᾳ καὶ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασιν, οὐ μὴν ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Ταγηνισταῖς οὕτως· τὸν ἄνδρα τοῦτον ἢ βιβλίον διέφθορεν ἢ Πρόδικος ἢ τῶν ἀδολεσχῶν εἷς γέ τις. διαβάλλει δὲ αὐτὸν καὶ ἐν Ὄρνισιν οὕτως· παρ’ ἐμοῦ Προδίκῳ κλάειν εἴπητε τὸ λοιπόν.

### book 361a

διδάσκαλος δὲ ἦν οὗτος VE καὶ Θηραμένους V τοῦ ἐπικαλουμένου κοθόρνου, ὃς τῆς τῶν τριάκοντα τυραννίδος μετέσχεν. κόθορνος δὲ ἐκαλεῖτο VE οὗτος, V ἐπεὶ καὶ τοῖς τριάκοντα συνέσπευδε καὶ τῷ δήμῳ. καὶ γὰρ ὁ κόθορνος τὸ ὑπόδημα ἀμφοτέροις ἁρμόζει τοῖς ποσίν. φέρεται δὲ καὶ Προδίκου βιβλίον ἐπιγραφόμενον Ὧραι, ἐν ᾧ πεποίηκε τὸν Ἡρακλέα τῇ Ἀρετῇ καὶ τῇ Κακίᾳ συντυγχάνοντα· καὶ καλούσης ἑκατέρας ἐπὶ τὰ ἤθη αὑτῆς προσκλῖναι τῇ Ἀρετῇ τὸν Ἡρακλέα καὶ τοὺς ἐκείνης ἱδρῶτας προκρῖναι τῶν προσκαίρων τῆς Κακίας ἡδονῶν. VE

### book 361b

ἐπὶ καθαιρέσει Σωκράτους τὸν Πρόδικον νῦν μέγαν ἀποφαίνει διαφό‐ ρως. οὗτος δὲ σοφιστὴς ἦν μετεωρολόγος. RVE ἐπὶ κιναιδίᾳ δὲ διεβάλλετο. E

### book 361c

〈... ὁ γὰρ Ἀριστοφάνης οὐ φιλῶν τὸν Πρόδικον ταῦτά φησιν, ὅσον μισῶν Σωκράτην· ἐν γὰρ τοῖς Ὄρνισι διαλοιδορεῖται Προδίκῳ.〉 Su. II 64, 23

### book 361d

πλὴν ἢ Προδίκῳ: πλὴν μόνου Προδίκου. R

### book 362a

ὅτι βρενθύει τ’ EM: ἀποσεμνύνεις σεαυτὸν τῷ σχήματι καὶ REMbis ταυρηδὸν ὁρᾷς. RVEMbis

### book 362b

ὅτι βρενθύει τ’ R: σεμνύνῃ καὶ RVE μέγα φρονεῖς. RVENA οἱ γὰρ †ἀποδεδωκότες ἑαυτοῖς† σοβαρῶς πεφύκασι βαδίζειν. ὡς τοῦ μὲν Προδίκου ὄντος σοφοῦ, τοῦ δὲ Σωκράτους κενὴν μόνον δόξαν ἐπὶ σοφίᾳ καρπουμένου. VE

### book 362c

βρενθύει(superscr. ῃ)] κομπάζεις. E

### book 362d

τοῖς ὀφθαλμοῖς E ὑποβλέπεις EA καὶ ὑφορᾷς. E

### book 363a

οὕτω γὰρ ἐβάδιζε καὶ Σωκράτης. καὶ Πλάτων 〈...〉 E

### book 363b

σεμνοπροσωπεῖς REM: †... ἀπὸ τῶν ὀφθαλμῶν† EM σεμνὴν τὴν ὄψιν ἔχεις. εἰσὶ γὰρ ἀνθρώπων τινὲς τοιοῦτοι, σεμνοὶ μὲν φανῆναι, οὐ μὴν κατὰ τὴν πρόσοψιν ἔχοντες καὶ τὰ ἐπιτηδεύματα. REM

### book 365

ἀντὶ τοῦ “φλήναφος RE καὶ μάταιος λόγος E καὶ λῆρος”. RE

### book 367a

οὔ μὴ ληρήσῃς] οὐ παύσῃ φλυαρῶν; E

### book 367b

οὔ· μὴ ληρήσεις] μὴ φλυαρεῖς. R〈V〉

### book 370

ὕοντ’] αὐτόν. E

### book 371a

καίτοι χρῆν αἰθρίας EN αὐτὸν ὕειν E: εἰ τὸ βρέχειν ἦν, φησίν, ἐπὶ τῇ τοῦ Διὸς ἐξουσίᾳ, καὶ μὴ τῶν Νεφελῶν ἦν τοῦτο ἔργον, ἐχρῆν αὐτὸν καθ’ ἑαυτὸν ὕειν ἄνευ Νεφελῶν. RVE

### book 371b

δοκεῖ τῆς κατὰ Μύσκελλον ἱστορίας ἔχεσθαι τὸ λεχθέν. Μυσκέλλῳ γάρ φασι χρησμὸν δοθῆναι κτίσαι πόλιν, ὅπου ἂν αὐτὸν ἐξ αἰθρίας ὑετὸς λάβῃ. ὁ δὲ ᾤετο οὐκ ἄν ποτε ὑπ’ αὐτοῦ κτισθήσεσθαι πόλιν διὰ τὸ ἀδύνατον τοῦ χρησμοῦ. γενομένου δὲ αὐτοῦ περὶ τὴν Ἰταλίαν καὶ ἀμηχανοῦντος περὶ τὴν κτίσιν παρακαθίσασαν τὴν παλλακίδα δακρύειν ὀδυρομένην 〈τὰς πλάνας· καί πως ἐνεχθῆναι τὰ δάκρυα τῆς Αἰθρίας—οὕτω γὰρ ὠνομάζετο—κατὰ τοὺς Μυσκέλλου χρησμούς.〉 καὶ τέλος εἰληφέναι νομίσας τὸ χρηστήριον εὐθὺς ἔκτισε πόλιν. ENA

### book 371c

αἰθρίαν ἐν ἐκτάσει καὶ ἐν τοῖς ἔμπροσθεν παρετηροῦμεν. R

### book 371d

αἰθρίας] οὔσης. E

### book 371e

ἀποδημεῖν] ἀντὶ τοῦ “μὴ παρεῖναι”. RVE

### book 372

προσέφυσας] προσήρμοσας. RVENMMatr

### book 374a

κατὰ ἀναδιπλασιασμόν. RVE

### book 374b

ἀντὶ τοῦ “φρίττειν καὶ δεδιέναι”. τὸ γὰρ τρέμειν καὶ πάλλεσθαι τὸ σῶμα τῶν ἄγαν εὐλαβουμένων ἐστίν. E

### book 374c

ἀντὶ τοῦ “φοβεῖσθαι καὶ V τρέμειν”. RVM

### book 375a

κυλινδούμεναι E: ἀντὶ τοῦ “κυλιόμεναι καὶ εἰς ἀλλήλας συστρε‐ φόμεναι”. REM

### book 375b

τῷ τρόπῳ] τίνα τρόπον. E

### book 375c

ὦ πάντα σὺ τολμῶν: ἀντὶ τοῦ R “ὦ RVE τολμηρότατε καὶ RE θρασύτατε”. RVE

### book 377a

κρημνάμεναι: ἀντὶ τοῦ “κρεμάμεναι ἀπὸ τοῦ ἀέρος”. REM

### book 377b

οἷον ἐπικρεμάμεναι ἀλλήλαις REM καὶ ἐπιβαροῦσαι. EM

### book 377c

τὸ “εἶτα” περισσόν. E

### book 378a

καὶ παταγοῦσιν E: ἠχοῦσιν. RVENM καὶ Ὅμηρος πάταγος δέ τε διὰ στόμα γίνετ’ ὀδόντων. VE

### book 378b

〈παταγοῦσι: ψοφοῦσιν.〉 Su. IV 66, 18

### book 379

οὐχ ὁ Ζεὺς] οὐχὶ RE ὁ Ζεύς. E

### book 380a

αἰθέριος δῖνος E: καὶ τοῦτο ἐθρυλεῖτο παρὰ τοῖς φυσικοῖς. E

### book 380b

αἰθέριος δῖνος R: ἡ περιδίνησις ἡ αἰθερία. RVE ταῦτα δὲ ἐκ τῶν ἀναξαγορείων λαμβάνει. VE

### book 380c

δῖνος] συστροφή. EM

### book 381

ἀλλ’ ἀντ’ αὐτοῦ E Δῖνος EM: ἐγγύθεν ἔλαβεν ἀπὸ τοῦ Διός, ὥσπερ εἰ ἔλεγε μὴ βασιλεύειν τὸν Δία, ἀλλὰ Δῖνον. οὐχ ὅτι τὴν δίνησιν ὑποβάλλων ἐκ τούτου “Δῖνος” εἶπεν, ἀλλὰ E κεραμεοῦν ἐστι βαθὺ ποτήριον, ὃ καλεῖται δῖνος. τὸ γὰρ γελοῖον ἐκ τούτου εἰς τὴν τοῦ Δῖνος παρείληφε διάνοιαν. EM

### book 383

τὸ “φημὶ” πρὸς τὰς Νεφέλας. RVE

### book 385a

ἄγε ἢ λέγε. R

### book 385b

τῷ] τίνι. RN

### book 385c

ἀπὸ σαυτοῦ ’γώ σε διδάξω: εἰς τὸ “σαυτοῦ” τελείαν στικτέον, ἐπεὶ συνθετόν ἐστι καὶ ἀμετάβατόν ἐστιν ὑφ’ ἓν λέγουσιν. E

### book 385d

ἀπὸ σαυτοῦ] ἀπὸ σοῦ αὐτοῦ. RVE

### book 385e

’γώ σε] ἐγώ σε. V

### book 386a alpha

ἤδη ζωμοῦ Παναθη‐ ναίοις R: ἤδη ποτ’ ἐν τοῖς Πανα‐ θηναίοις ἐκόρεσάς σου ζωμοῦ τὴν γαστέρα; τὰ δὲ Παναθήναια ἑορτὴν παρ’ Ἀθηναίοις εἶναι μεγίστην προ‐ είρηται. ἐπεὶ οὖν ἐν τοῖς Παναθηναί‐ οις πᾶσαι αἱ ἀπὸ τῶν Ἀθηνῶν ἀποι‐ κισθεῖσαι πόλεις βοῦν τυθησόμενον ἔπεμπον, συνέβαινεν ἄδειαν εἶναι τῶν κρεῶν, ὥστε πληροῦσθαι πάντας καὶ παρὰ τὸ δέον ἐσθίοντας διὰ τὴν ἀ‐ φθονίαν τῶν κρεῶν. RVE

### book 386a beta

ἤδη ζωμοῦ Παναθηναίοις: ἐν τοῖς Παναθηναίοις αἱ ἄποικοι πᾶσαι Ἀθηναίων πόλεις ἔπεμπον βοῦς. ὅθεν ἡ δαψίλεια τῶν κρεῶν. E

### book 386b

εἶτ’ ἐταράχθης τὴν γαστέρα: εἶτα συνέβη κινηθῆναι καὶ διατα‐ ραχθῆναι τὴν γαστέρα. E

### book 387a

καὶ κλόνος EM ἐξαίφνης E: καὶ στρόφος τις καὶ ἴλιγξ ENM αὐτῇ συνέπεσεν. EM

### book 387b

διεκορκορύγησε E: κορκορυγεῖν τὸ τὴν γαστέρα λαλεῖν †μόνον· ἢ†. RVEM

### book 387c

ἐμιμήσατο τῇ φωνῇ τῶν ἐντέρων τὸν ἦχον. VEM

### book 390

ἀτρέμας E: ἐκ τοῦ κατ’ ὀλίγον, φησίν, RE αὔξει τὸν ἦχον. E

### book 391

κομιδῇ: ἐναργῶς βροντᾷ τὸ λοιπόν. E

### book 392a

σκέψαι τοίνυν R: ὅτε ἔλαβεν ὁμολογοῦντα τὸν πρεσβύτην, τότε προσάγειν αὐτὸν ἐπεχείρει τῇ συγκρίσει· καί φησι· θαυμάζεις, εἰ βροντῶσιν αἱ Νεφέλαι πάντα κατέχουσαι τὸν οὐρανόν, ὅτε ἀπὸ μικρᾶς οὕτω τῆς σῆς κοιλίας τοσοῦτος ἦχος ἀπὸ τῶν πορδῶν γίνεται; RVE

### book 392b

τυννουτουὶ REMpr.: ποσόν. EMpr. συνάγων δὲ αὐτοῦ τοὺς δακτύ‐ λους λέγει. REMpr. ἀντὶ τοῦ “μικροῦ”. REbisMalt.Matr τύννον γὰρ τὸ μικρόν. EMpr..

### book 394a

ταῦτ’ ἄρα E καὶ τὼ ’νόματ’ ἀλλήλοιν EM: διὰ τοῦτο καὶ τὰ ὀνόματα ἀλλήλοις εἰσὶ προσφερῆ καὶ ὅμοια τῆς βροντῆς καὶ τῆς πορδῆς. REM

### book 394b

τὼ ’νόματ’ R: δυικῶς ἔκλινεν. REM

### book 394c

βροντὴ καὶ πορδή: πρὸς τὸ ὁμοιοκατάληκτον ἔπαιξεν. E

### book 396a

οὓς μὲν καταίθει, οὓς δὲ ζῶντας RV περιφλέγει. RVE

### book 396b

λέγεται γάρ, ὅτι πολλάκις ὁ κεραυνὸς ἁψάμενος οὐκ ἀναιρεῖ, ἀλλὰ περιφλέγει. E

### book 397

ἀφίησιν, ἐπιπέμπει. R

### book 398a

καὶ Ν Κρονίων ὄζων: οἷον ἀρχαϊκῆς εὐηθείας ὀδωδώς. ἔστι δὲ Κρόνια παρὰ τοῖς Ἕλλησιν ἑορτή, REN τὰ παρὰ τοῖς Ῥωμαίοις καλούμενα Σατουρνάλια, ἢ Ἀπατούρια. EN ἤγετο δὲ ἑκατομβαιῶνι μηνί. καὶ Κρόνους τοὺς λήρους ἐκάλουν. R

### book 398b

Ψαμμήτιχος Αἰγύπτου βασιλεύσας ἠθέλησεν ἐπιγνῶναι, τίνες πάντων ἀνθρώπων πρεσβύτεροι καὶ πρῶτοι γένοιντο. ὡς δὲ πάντα πολυπραγμονῶν οὐχ οἷός τε ἦν ἀνευρεῖν τὸ ἀκριβὲς διὰ τὸ πολλοὺς περὶ τούτου φιλονεικεῖν, μηχα‐ νᾶταί 〈τι〉 τοιοῦτον. λαβὼν 〈ἀρτίτοκα〉 δύο παιδία εἰς οἴκημα κατέκλεισεν ἀνακεχωρηκὸς παντάπασι. καὶ οἱ μὲν λέγουσιν, ὡς αἶγας ὑπέπεμπεν αὐτοῖς, ἃς θηλάζοντα ἐτρέφετο τὰ παιδία· οἱ δέ, ὡς τροφοὺς παρέστησε τὰς γλώττας αὐτῶν ἐκτεμών, ὥστε τῆς φωνῆς αὐτῶν μὴ ἀκούειν τὰ παιδία. ταῦτα δὲ Ψαμμήτιχος ἐποίει βουλόμενος εἰδέναι, τίνα ποτὲ τὰ παιδία πρώτην προ‐ ήσουσι τὴν φωνὴν ἀπαλλαγέντα τῶν ἀσήμων κνυζημάτων. ὡς οὖν τριετὴς αὐ‐ τοῖς διεγεγόνει χρόνος τοιαύτης τροφῆς, εἰσέπεμψεν εἰς τὸν οἶκόν τινα τῶν φίλων ἐντειλάμενος σιωπῇ παρελθεῖν. τοῦ δὲ ἀνεῴξαντος τὰς θύρας ὀρέγοντα τὰς χεῖρας τὰ παιδία “βόκος” ἐκάλουν. Φρύγας δέ φασι τὸν ἄρτον οὕτως καλεῖν. καὶ οὕτως μὲν Ψαμμήτιχον εὑρεῖν καὶ πιστεῦσαι πρώτους γεγονέναι Φρύγας· ἐνταῦθα δὲ ἡ λέξις σημαίνει τὸ “ἀρχαῖε καὶ ἀνόητε”. V

### book 398c

βεκκεσέληνε E: Σεσόγχωσις ὁ τῶν Αἰγυπτίων βασιλεὺς κοσμο‐ κράτωρ γεγονὼς ἠθέλησε γνῶναι τοὺς ἀρχαιοτέρους τῶν ἀνθρώπων. καὶ τροφόν τινα γλωττοτομήσας ἀπέκλεισε μετὰ βρέφους. αὐξηθέντος οὖν καὶ βο‐ ῶντος “βέκ” ἤκουσε καὶ ἔγνω ὁ βασιλεύς, ὅτι ἀρχαιότεροι ἦσαν οἱ Παφλα‐ γόνες· παρ’ αὐτοῖς γὰρ ὁ ἄρτος βὲκ λέγεται. συνθέτως δὲ εἶπε τὴν λέξιν “βεκ‐ κεσέληνε”, ἐπεὶ καὶ οἱ Ἀρκάδες προσέληνοι ἐλέγοντο. καὶ ἁπλῶς ἡ λέξις ἀρχαϊσμὸν σημαίνει. ENp

### book 398d

ἀντὶ τοῦ “ἀρχαῖε καὶ μωρέ”· —τοὺς γὰρ ἀρχαίους μωροὺς ἐκάλουν— ἀπὸ ἱστορίας τοὺς Ἀρκάδας κατὰ τοὺς προσελήνους χρόνους ἐν ταῖς ἐρήμοις διάγειν, ἢ ὑπὸ ταῖς †ἐρήμοις†, καὶ ἐκ τῶν ἀποπιπτόντων καρπῶν διαζῆν. φιλονεικησάντων δέ ποτε Ἀρκάδων καὶ τῶν Φρυγῶν καὶ Περσῶν περὶ τῆς ἀρχαιότητος καὶ εἰς κρίσιν ἐλθόντων Ψαμμήτιχος ὁ βασιλεὺς Αἰγύπτου λαβὼν δύο ἀρτίτοκα παιδία ἔν τινι ἀπέκλεισε τόπῳ, καὶ αἶγα ἐποίησε ταῦτα θηλάζειν. ἄλλοι δέ φασιν οὐκ αἶγα, ἀλλὰ τὰς ἑαυτῶν μητέρας ἐκτετμημένας τὰς γλώττας, ἵνα μὴ δύνωνται διδάσκεσθαι ὁμιλουσῶν τὰ παιδία. ἔπειτα μετὰ τριετῆ χρόνον ἐκέλευσε σιωπῶντά τινα ἄνδρα εἰσελθεῖν πρὸς αὐτά. εἰσελθόντος δὲ αὐτοῦ προσεπήδησαν τὰ παιδία λέγοντα “βέκ”· ἔστι δὲ τοῦτο φρυγιστὶ ἄρτος. ἐκ τούτου Φρύγες ἐφάνησαν ἀρχαιότεροι. ἀπὸ ἱστορίας οὖν εἴρηται ἡ λέξις· ἔστι δὲ παρ’ Ἡροδότῳ ἐν τῷ δευτέρῳ, ἔνθα περὶ Ψαμμητίχου φησίν. E

### book 398e

δέον εἰπεῖν “προσέληνε” τὸ βέκ παρέπλεξεν, ὅπερ ἐστὶ κατὰ Φρύγας ἄρτος. E

### book 398f

〈ἢ τὰ βʹ σύγκειται ὡς ἕν, τὸ βέκος καὶ ἡ σελήνη· ἀρχαῖα δὲ ἀμφότερα. ἢ ὅτι οἱ Λυδοὶ τὸν ἄρτον βέκος ἐκάλουν ἢ Φρύγες, διεβάλλοντο δὲ ὡς ἀνόητοι· ἀπὸ τῆς οὖν διαλέκτου σκώπτει αὐτούς. ἡ δὲ περὶ τοῦ βέκε ἱστορία, ἥ ἐστι φωνὴ Φρυγῶν σημαίνουσα τὸν ἄρτον, παρὰ Ἡροδότῳ φανερά ἐστιν ἐν βʹ.〉 Su. I 466, 9

### book 398g

βεκκεσέληνε R: οἷον σεληνόβλητε καὶ ἀπόπληκτε RVE καὶ σαλέ. R

### book 398h

βεκκεσέληνε] ἀναίσθητε. E

### book 400

σφόδρα γ’ εἴς’ ἐπίορκοι E: οὗτοι, οὓς εἶπεν. ὅτι ἐπίορκοι. καὶ ὡς εἰς ἀλλήλους κακοὶ κωμῳδοῦνται. RVE

### book 401a

401] ὡς τούτων συνεχῶς γινομένων. E

### book 401b

Σούνιον: τόπος τῆς Ἀττικῆς ἀκρωτήριον ὂν τῆς Ἀτταλίδος φυλῆς. R

### book 402a

καὶ τὰς δρῦς E: ἐπειδὴ τοῖς ὑψηλοῖς καὶ τοῖς δένδρεσιν ἐμπίπτει ὁ κεραυνός. RE

### book 402b

σημειωτέον, ὅτι Πελοποννήσιοι ἀρσενικῶς λέγουσι τοὺς δρῦς. RVE

### book 403

οὐκ οἶδ’, ἀτὰρ E: ἐστενοχωρήθη ὑπὸ τῶν τοῦ Σωκράτους λόγων. RVE

### book 404a

φησίν, ὅτι ἄνεμος ἐμπεσὼν ταῖς Νεφέλαις καὶ ὑπό τινος ἀνάγκης ἐ‐ λαυνόμενος EM σφοδρότερον ἀποπνεύσας καὶ διαρρήξας E ἀπορρήγνυσιν ἐξ αὐτῶν τὸν κεραυνόν. EM

### book 404b

ξηρὸς REM: εὔδιος καὶ θερμὸς καὶ μηδεμίαν ὑγρασίαν ἔχων. RVEM

### book 404c

μετεωρισθεὶς V: ἐπαρθεὶς ἢ ἐμπεσών. VE

### book 404d

κατακλεισθῇ: ἀντὶ τοῦ “στενοχωρηθῇ, E συσχεθῇ”. RE

### book 405a

ὥσπερ E κύστιν: τὴν κοιλίαν, τὴν φῦσαν. εἴρηται δὲ φῦσα ἀφ’ οὗ πάσχειν πέφυκεν. RVE

### book 405b

ὑπ’ ἀνάγκης: ὑπὸ βίας στενοχωρούμενος. R

### book 405c

ὑπ’ ἀνάγκης ἐλαυνόμενος. E

### book 406a

διαρρήξας αὐτάς. R

### book 406b

ῥήξας: ἀντὶ τοῦ “διασκεδάσας, σκορπίσας”. E

### book 406c

σοβαρὸς] Χρύσιππος ἐτυμολογεῖ τὸν βαρέως σειόμενον. E

### book 406d

σοβαρὸς] μεῖζον καὶ σφοδότερον πνεύσας. RE

### book 407a

ῥοίβδου] ψόφου. V

### book 407b

ὑπὸ τῆς ὁρμῆς. R

### book 407c

αὐτὸς ἑαυτὸν R θερμαίνων καὶ ἐκπυρῶν. RE

### book 408a

ἀτεχνῶς] ἀκριβῶς. EN

### book 408b

ἀπείρως, RV ἀμαθῶς. V

### book 408c alpha

Διασίοισιν M: Ἀθή‐ νησιν ἑορτὴ Μειλιχίου Διὸς μηνὸς Ἀνθεστηριῶνος φθίνοντος. M 〈Ἀ‐ πολλώνιος δὲ ὁ Ἀχαρνεὺς διακρίνει τὰ Διάσια ἀπὸ τῆς τοῦ Μειλιχίου Διὸς ἑορτῆς 〈...〉 ὠνομάσθαι λέγων. ὡς δέ τινες, ἀπὸ τοῦ φυγεῖν αὐτοὺς ταῖς εὐχαῖς τὰς ἄτας.〉 Ald

### book 408c beta

Διάσια ἑορτὴ Ἀθήνησι Μειλιχίου Διός· ἄγεται δὲ μηνὸς Ἀνθεστηριῶ‐ νος ηʹ φθίνοντος. Ἀπολλώνιος δὲ ὁ Ἀχαρνεὺς τὰ Διάσια διακρίνει ἀπὸ τῆς τοῦ Μειλιχίου ἑορτῆς, προσηγο‐ ρεῦσθαι αὐτὰ λέγων, καθάπερ τινές φασιν, ἀπὸ τοῦ διαφυγεῖν αὐτοὺς εὐχαῖς τὰς ἄσας. R

### book 408d

ἑορτὴ Διὸς Ἀθήνησι τὰ Διάσια, ἐν ᾗ πανδημεὶ ἔξω τοῦ τείχους συν‐ όντες ἑορτάζουσιν. ἔστι δὲ τὰ Διάσια τὰ αὐτὰ τοῖς Διιπολίοις. V

### book 409a

κᾆτ’ οὐκ ἔσχον ἀμελήσας RM: οὐκ ἔσχιζον· ἀττικῶς ἔκλινεν. M οὐκ ἐκέντουν, οὐκ ἔσχισα. ποιοῦσι δὲ τοῦτο, ἵνα μὴ διαρραγῇ. RM

### book 409b

οὐκ ἔσχον: ἀντὶ τοῦ “οὐ διεῖλον”· οὕτως ἔκλινεν ἀττικῶς. εἰώθασι δὲ κεντεῖν καὶ σχίζειν δίοδον παρέχοντες τῷ πνεύματι τῶν ἐγκειμένων, ὥστε μὴ ἀθρόως ἐξελθεῖν βουλόμενον διαρρῆξαι. V

### book 410a

ἡ δ’ ἄρ’ ἐφυσᾶτ’ M: ἡ δὲ ὠγκοῦτο ἐπαιρομένων τῶν RVM νητῶν εἰς αὐτὴν RV ἀρτύσεων. RVM

### book 410b

διαλακίσασα: ἀντὶ τοῦ M “διαρραγεῖσα”· ENMbisAMatr λακὶς γὰρ τὸ σχίσμα. M

### book 411

προσετίλησεν] προσερράντισεν. RMMatr

### book 411alpha

〈οἰκείως δὲ νῦν τῷ προσετίλησα χρῆται ὡς ἐπὶ κοιλίας.〉 Ald

### book 411beta

ὡς ἐπὶ κοιλίας ἐχρήσατο τῇ λέ‐ ξει. R

### book 414

τὸ ταλαίπωρον] τὸ τλητικὸν, τὸ ἐπίπονον. R τὸ ὑπομονητικόν. E

### book 415

τὸ “μὴ” ἀντὶ τοῦ “οὔ”. V

### book 416a

μήτε ῥιγῶν ἀχθῇ M: ἐν γὰρ μόνῳ τῷ τρίβωνι ἐχείμαζον οἱ φιλό‐ σοφοι μηδὲν ἐσθίοντες. VM

### book 416b

ἐπιθυμεῖς] ἐπιθυμῇς. V

### book 417a

ταῦτα οὐκ ἐποίει Σωκράτης, ἀλλὰ πίνειν μὲν αὐτόν φασι πλεῖστον, νήφειν δὲ καὶ τὰ συνήθη πράττειν. V

### book 417b

γυμνασίων] παιγνίων. E

### book 417c

ἀνοήτων R: τῶν ἀφροδισίων RVNMMatrRs λέγει V καὶ τῆς τοιαύτης λαγνείας. VM

### book 417c alpha

〈τὸ γὰρ ἀνοηταίνειν μωραίνειν, μωραίνειν δὲ τὸ ἀφροδισιάζειν ἔλε‐ γον.〉 Ald

### book 417c beta

τὰ γὰρ ἀνόητα ἀντὶ τοῦ “τὰ μω‐ ρά”, μωραίνειν δὲ τὸ ἀφροδισιάζειν. V

### book 419a

καὶ τῇ γλώττῃ πολε‐ μίζων R: οὐκ αὐτῇ τῇ γλώττῃ πο‐ λεμῶν, ἀλλὰ γλώττῃ καθάπερ ὅπλῳ χρώμενος—τοῦτο γὰρ ὅπλον ῥήτο‐ ρος—καὶ καταπολεμῶν ἐν αὐτῇ τοὺς ἐναντίους. φησὶν οὖν· εἰ δυνήσῃ πάν‐ των ἀπέχεσθαι ὧν εἰρήκαμεν, δυνή‐ σῃ ἀγωνίσασθαι πρὸς τοὺς ἀντιπρατ‐ τομένους. RV

### book 419b

τῇ γλώττῃ πολεμίζων] τῇ γλώττῃ γὰρ πολεμοῦσι τοὺς ἐναντίους οἱ ῥήτορες. MNp

### book 420

δυσκολοκοίτου] δυσκόλως κοιμωμένης. RVMatr

### book 421a

τρυσιβίου] καταπονούσης τὸν βίον. RVNA

### book 421b

τρυσιβίου] δαμαζούσης τὸν βίον. EMatr

### book 421c

θυμβρεπιδείπνου V: τὰς θύμβρας δυναμένης δειπνεῖν· ἔστι δὲ βοτάνης εἶδος. ἀφ’ οὗ δηλοῖ, ὅτι λάχανα μόνα τρώγουσιν εὐτελῆ. RV

### book 421d

θυμβρεπιδείπνου] †εὐτελούσης δείπνου†. E

### book 422a

ἀμέλει] ἀμελῶς ἔχε. E

### book 422b

ἐπιχαλκεύειν: ἀντὶ τοῦ R “παιδεύεσθαι”. RV

### book 422c

παρέχοιμ’ ἄν] ἐμαυτόν. EM

### book 423alpha

ἀντὶ τοῦ “οὐ νομι‐ εῖς”. V

### book 423beta

γράφεται καὶ “ἄλλο τι δῆτ’ οὐ νομιεῖς”. Matr

### book 424

τὸ Χάος M: Χάος λέγει τὸν ἀέρα· παρὰ τὸ κεχύσθαι. RMMatr ἐτίμων δὲ τὴν γλώτταν καὶ ἤσκουν τὴν πολυλογίαν. RM

### book 425a

οὐδὲ προσείποιμι ἄλλον θεὸν οὐδὲ συντυχών. RM

### book 425b

ἀτεχνῶς V: παντελῶς, VEN διόλου. RVEN

### book 427a

ὅ, τι σοι] βούλει ἵνα. E

### book 427b

θαρρῶν] μετὰ θάρρους. E

### book 427c

οὐκ ἀτυχήσεις: ἀντὶ τοῦ “οὐκ ἀποτεύξῃ”: 〈ἀντὶ τοῦ “τεύξῃ〉 ὧν θέλεις”. R

### book 428

δεξιὸς] πεπαιδευμένος. RV

### book 429

τουτὶ] ὅπερ μέλλω ἐρεῖν. E

### book 430

σταδίοισιν ἄριστον] λείπει “ποιήσατε”. R

### book 431a

τοῦδε] καιροῦ. E

### book 431b

ἀπὸ τουδὶ] ἀπὸ τούτου τοῦ χρόνου. R

### book 432

γνώμας ἔλεγον καὶ τὰς δημηγορίας. RV

### book 433

μή μοι γε] λέγε. E

### book 434a

ὅς’ ἐμαυτῷ] ἐστὶ δυνατὸν ὑπὸ σοῦ αὐτοῦ. E

### book 434b

στρεψοδικῆσαι M: στρέψαι τὰς δίκας. RVMbis πρὸς ταύτην δὲ τὴν λέξιν καὶ τὸ ὄνομα πεποίηται τῷ γέροντι Στρεψιάδης. RVM

### book 434c

καὶ νῦν χρήστας R τοὺς RN δανειστάς. RNM

### book 434d alpha

διολισθεῖν] διαφυγεῖν. ENM

### book 434d beta

διολισθεῖν V: ἐκφυγεῖν. RV

### book 436a

προσπόλοισι R: πρόσφυξι. λέγει δὲ “τοῖς φιλοσόφοις”. RV

### book 436b

προσπόλοισι] θεραπευταῖς. EN

### book 437

πιέζει] στενοχωρεῖ. EN

### book 438a

τοὺς κοππατίας: μετὰ τοῦ χαράγματος· καὶ τοὺς ἐκκεκοφότας αὐτοῦ τὴν οὐσίαν δηλοῖ. R

### book 438b

ὅς μ’ ἐπέτριψεν: ὃς αἴτιός μοι πάντων τῶν συμβάντων κακῶν· ἢ δι’ ὃν ἐδυστύχησα. RM

### book 439a

ἀπὸ τοῦ “νῦν οὖν χρήσθων” ἕως τοῦ “τοῖς φροντισταῖς πα‐ ραθέντων” κῶλα ἀναπαιστικά, δίμετρα ὑπερκατάληκτα καὶ 〈ἀκατάληκτα καὶ〉 καταληκτικά. Rs

### book 439b

νῦν οὖν χρήσθων RM: νῦν οὖν RV χρήσθωσαν. RVNMRs κατὰ δυικὴν προφορὰν ὡς δυικὸν ἔχον τὸν σχηματισμόν, πληθυντικῶς δὲ νῦν λέλεκ‐ ται “χρήσθωσαν”. ἀττικὴ δὲ ἡ τοιαύτη σύνταξις· RVM 〈οἷον〉 “ποιούντων ἐκεῖνοι” ἀντὶ τοῦ “ποιείτωσαν”, “φρονούντων” ἀντὶ τοῦ “φρονείτωσαν”, ὡς καὶ ἐνταῦθα. νῦν, φησί, τὴν ἐξουσίαν αὐτοῖς παραδίδωμι τοῦ ἐμαυτοῦ σώματος, τοῖς προσπόλοις RV δηλονότι. R

### book 442a

αὐχμεῖν] κακοῦν, V ξηραίνεσθαι. RV

### book 442b alpha

ἀσκὸν δέρειν NM: τὸ σῶμα ἐκδέρειν. ENM

### book 442b beta

ἀσκὸν δέρειν R: τὸ δέρμα μου εἰς ἀσκὸν ἐκδερματίζειν. RV

### book 442c alpha

ὑπὲρ τοῦ πιστεῦσαι ἐμμέ‐ νειν τοῖς ὑποκειμένοις κατέθηκε πλέ‐ ον ἢ ἐκεῖνος προσέταξεν, εἰ δέοι, καταφρονήσειν ἐκδερομένου τοῦ σώ‐ ματος. ὁ γὰρ τὸ μεῖζον ἐπαγγελλό‐ μενος πῶς οὐκ ἂν τὸ τοιοῦτον ἧττον ἐνέγκοι ῥᾳδίως; ENM

### book 442c beta

ὑπὲρ τοῦ πιστευθῆναι αὐτὸν ἐμ‐ μένειν τοῖς ὑποκειμένοις προσέθηκε πλέον RV ἢ ἐκεῖνοι προσέταξαν, καὶ λέγει καταφρονεῖν ἐκδερομένου τοῦ δέρματος. V ὁ γὰρ τὰ μείζω ἐπαγγελλόμενος ὑπομένειν εὐχερῶς ἂν τὰ ἥττονα ὑπενέγκοι. RV

### book 442d

ἀσκὸν] ὡς. E

### book 445a

θρασύς] τολμητίας. E

### book 445b

εὔγλωττος] λέγειν προσήνης. R

### book 445c

τολμηρός] ὑπομονητικός. E

### book 445d

ἴτης RM: ἀντὶ τοῦ R “ἰταμός, RVEbisNMbisMatr σκληρός, τολμη‐ ρός, RV ἀναιδής, ENMbisMatr καὶ δι’ αὐτῶν χωρῶν τῶν πραγμάτων”. RVENM

### book 445e

ἴτης] ὀξύς. R

### book 446a

βδελυρός RM: καὶ τὸν πόρνον οὕτως ἐκάλουν, RVM βδελυρόν, ὡς ἐν τῷ κατὰ Τιμάρχου Αἰσχίνης, VM καὶ τὸν μίσους ἄξιον—καὶ τὸ μισεῖν βδελύττεσθαι—καὶ τὸν ἀνελεύθερον. RVM

### book 446b

βδελυρός] μισητός. E

### book 446c

ψευδῶν συγκολλητής] ψευδολόγος. RV

### book 446d

συγκολλητής] ἐφευρετής. E

### book 447a

εὑρησιεπής] ἐπῶν ἐφευρετὴς ψευδῶν. E

### book 447b

περίτριμμα δικῶν] ἐντριβὴς EN τῶν κρίσεων. E

### book 447c

περίτριμμα] περίεργος, ὃν οὐκ ἔστι λαθεῖν. RVM

### book 448a alpha

κύρβις: κύρβις ἡ σανὶς ἔνθα ἦσαν οἱ νόμοι γεγραμμένοι. λέ‐ γει οὖν· εἰ τά τε ἄλλα δόξαιμι τοῖς πολλοῖς ἔμπειρος εἶναι καὶ τῶν νό‐ μων καὶ τῶν λόγων, πᾶν ὁτιοῦν ὑπο‐ μείναιμι †παθεῖν ἡδέως παθεῖν† παρ’ ὑμῶν. M

### book 448a beta

κύρβις σανὶς ἔνθα οἱ νόμοι γε‐ γραμμένοι ἧσαν. ἢ οὕτως. ἡδέως ἂν ὁτιοῦν ὑπομείναιμι, ἵνα δόξω τοῖς πολλοῖς λόγων ἔμπειρος εἶναι καὶ νόμους εἰδέναι. RV

### book 448b alpha

μνήμων· καὶ γὰρ αἱ κύρ‐ βεις πρὸς μνήμην εἰργάζοντο. M

### book 448b beta

ἕνεκεν γὰρ μνήμης ἀνέγραφον εἰς τὰς κύρβιας. V

### book 448c

κύρβις] ἐπιστήμων τῶν νόμων. E

### book 448d

κρόταλον: ἀντὶ τοῦ “εὔγλωττος καὶ εὔστομος ὡς τὰ κρόταλα”. V

### book 448e

κίναδος: ἀπατητικός. εἴρηται δὲ ἀπὸ μεταφορᾶς τῆς ἀλώπεκος. κοινῶς δὲ θηρίον τὸ κίναδος, οὐχ ὥς τινές φασι πᾶν ἑρπετόν. R

### book 448f

κίναδος: εἶδός τι θηρίου, VM ὡς καὶ Δημοσθένης ἐν τῷ Περὶ στεφάνου· “τοῦτο δὲ καὶ φύσει κίναδος τἀνθρώπιόν ἐστιν”. V οἱ δὲ πᾶν μὲν θηρίον κίναδος ἀξιοῦσι καλεῖσθαι, ἰδίως δὲ τὴν ἀλώπεκα. κακοῦργος οὖν, φησίν, ὡς ἀλώπηξ. VM

### book 448g

κίναδος] πανοῦργος. EN

### book 448h

τρύμη: ὁ περιτετριμμένος RVMMatr σφόδρα καὶ πεπερονημένος RV ἐν τοῖς πράγμασιν, ὃν ἡμεῖς τρύπανον καλοῦμεν. θέλει δὲ εἰπεῖν· RVM‐ Matr εὔστομος RVEMbisMatr ὡς τρύπανον. RVMbisMatr καὶ γὰρ τὸ τρύ‐ πανον πάντα καταδαπανᾷ. M

### book 448i

τρύμην καὶ τρῦμα τὴν ὀπήν φαμεν. R

### book 449a alpha

μάσθλης: ὁ μεμαλαγ‐ μένος λῶρος, ὁ ὀλισθηρὸς καὶ διαβα‐ τικός. μάσθλης οὖν ὁ M πολυγνώ‐ μων, ὁ ἄλλο μὲν νοῶν, ἄλλο δὲ ποιῶν Mbis καὶ μηδὲν βέβαιον γινώσκων καὶ σταθηρόν. M

### book 449a beta

μάσθλης: ἰδίως ὁ μεμαλαγμέ‐ νος λῶρος καὶ ἔκλυτος. μάσθλης οὖν ἐνταῦθα ὁ πολυγνώμων RV καὶ ἔκλυτος καὶ μηδὲν βέβαιον μηδὲ σταθερὸν γινώσκων. V

### book 449b

ὁ ἱμαντώδης καὶ μαστιγίας, ἀπὸ μεταφορᾶς τοῦ μεμαλαγμένου ἱμάν‐ τος· ἢ οὕτως εὔτονος ὡς ἱμάς. V

### book 449c

εἴρων: ὁ πάντα παίζων καὶ διαχλευάζων καὶ εἰρωνευόμενος· ἀπα‐ τεὼν καὶ RV ὑποκριτής. RVEM

### book 449d

γλοιός: τὸ αὐτὸ δηλοῖ τῷ μάσθλης. εἴληπται δὲ ἡ μεταφορὰ ἀπὸ τοῦ ἐν τοῖς βαλανείοις ἐλαίου πεπηγότος, ὅπερ τοὺς ἐπιλαμβανομένους διολι‐ σθαίνειν πέφυκεν. τοιοῦτος οὖν καὶ ὁ πρεσβύτης εὔχεται γενέσθαι τοὺς τρόπους, ἵνα ὥσπερ διολισθαίνειν VM καὶ φεύγειν V δύνηται τοὺς δανειστάς. VM καὶ μέχρι 〈δὲ τῆσ〉 δεῦρο τοὺς τῇ γνώμῃ σκάζοντας καὶ μηδὲν σταθερὸν φρονοῦν‐ τας, καὶ ἄλλο μὲν ἐπαγγελλομένους, ἄλλο δὲ φρονοῦντας καὶ πράσσοντας, διὰ τὸ τῆς γνώμης ὀλισθηρὸν καὶ ἄπιστον γλοιοὺς καλοῦμεν. V

### book 449e alpha

〈ἐπὶ τοῦ μιαροῦ καὶ ῥυπα‐ ροῦ καὶ μικρολόγου παραλαμβάνεται· καὶ γὰρ ὁ ῥυπαρὸς διὰ τὴν ἄσκησιν σύνεγγύς πως ἐστὶ τῷ γλοιῷ. ἐπὶ δὲ τὸ ἦθος μετενεχθὲν τὸν μοχθηρὸν δηλοῖ ἢ ὀλισθηρὸν καὶ εὐμετάβολον.〉 Ald Su. I 530, 2

### book 449e beta

γλοιός: μιαρὸς καὶ R ῥυπαρὸς REMMatr καὶ μικρολόγος. R

### book 449f

ἀλαζών] πλάνος. RV ἀναιδής. E

### book 450a

κέντρων R: τουτέστι χαλεπὸς καὶ φρικτός, καθὸ καὶ τοὺς ἡνιόχους κεντροτύπους καλοῦμεν τοὺς τοῖς κέντροις τοὺς ἵππους τύπτοντας. RV

### book 450b alpha

〈†οἱ ἐκ τῶν ἄλλων συνη‐ θροισμένοι ἐπὶ τοιαῦτά τινα τοῖς ὑποζυγίοις ῥιπτούμενα καλοῦνται κέντρωνες.†〉 Ald

### book 450b beta

〈ὁ ἐκ πολλῶν συνερραμμένος. ἐπεὶ τοιαῦτα τοῖς ὑποζυγίοις συρράπ‐ τοντες καλοῦσι κέντρωνας· ὡσαύ‐ τως καὶ λόγους ἐκ διαφόρων συνει‐ λεγμένους καὶ ἕνα σκοπὸν ἀπαρτί‐ ζοντας, οἷά εἰσι τὰ Ὁμηρόκεντρα.〉 Su. III 95, 23

### book 450b

〈οἱ δὲ τὸν λοίδορον ἀκούουσιν οἷον κεντροτύποσ〉 Ald Su. (ib. 26) 〈ὁ κεκεν‐ τρωμένος καὶ φρικτός.〉 Ald

### book 450c alpha

κέντρων: φανερὸς κλέπτης, ὅτι βασανιζομένοις αὐτοῖς κέντρα προσφέρουσιν.〉 Ald

### book 450c beta

κέντρων λέγεται καὶ ὁ κλέπτης διὰ τὸ βασανιζομένοις τοῖς κλέπταις καὶ κέντρα προσφέρεσθαι. V

### book 450d

μιαρός] κακός. E

### book 451a

στρόφις RENM(Par 2727): ἀπὸ τοῦ στρόφιγγος ἡ μεταφορά. οἷον RVENMA(Par 2727) εὔστροφος RVEbisNbisMbisARs(Par 2727) καὶ εὐκίνητος RVENMARs(Par 2727) ἐν τοῖς πράγμασιν. RVENMA(Par 2727)

### book 451b

λέγεται δὲ στρόφιγξ τὸ τοῖς σωλῆσιν ἐμβαλλόμενον, ὥστε τὴν τοῦ ὕδατος ἐπέχειν ὁρμήν, ὅταν τις θελήσῃ, καὶ αὖ πάλιν ἀνιέναι. EN(Par)

### book 451c

ἀργαλέος] ἀκαταγώνιστος. RNA

### book 451d

ἀργαλέος] ἄλγους ποιητικός. E

### book 451e

ματιολοιχός: οἱ μὲν τὸν λίχνον, οἱ δὲ τὸν μικροφάγον, ἐπεὶ μάτιον τὸ ἐλάχιστον εἰώθασι λέγειν. οἱ δὲ τὸν μάταια βουλευόμενον καὶ λοχῶντα. RV

### book 451f

ματιολοιχός ENM: ἤτοι ὁ κρουσιμέτρης· μάτιον γὰρ εἶδος μέ‐ τρου. VENM

### book 451g

ὁ φειδωλὸς EbisNbisMbisA καὶ ENM σμικρολόγος. ENbis A

### book 451h

ὁ μυκτηριστής. ENMbis

### book 451i

ὀξυτόνως Ἡρωδιανός. VE

### book 453a

δρώντων] δράτωσαν. ENRs

### book 453b

ἀτεχνῶς] ἀκριβῶς. R

### book 453c

χρῄζουσιν] οἱ φιλόσοφοι. R

### book 455a

χορδὴν R: ἀπ’ ἐμοῦ χορδὴν τοῖς RV φιλοσόφοις RVbis παραθέ‐ τωσαν. RVNMRs χορδὴ δὲ τὸ λεπτὸν RV ἔντερον. RVNM ὑπερβολὴ δὲ τὸ τοιοῦτον. V

### book 455b

χορδάρια. V

### book 457a

ἡ περίοδος ἑνδεκάκωλος, ὧν τὸ μὲν πρῶτον τροχαϊκὸν δίμετρον ἀκα‐ τάληκτον. τὸ δεύτερον τροχαϊκὸν τρίμετρον καταληκτικόν. τὸ τρίτον δα‐ κτυλικὸν πενθημιμερές. τὸ δʹ ἀναπαιστικὸν πενθημιμερές. τὸ εʹ φερεκρά‐ τειον ἀτελές. τὸ ϛʹ ἰαμβικὴ βάσις. τὸ ζʹ ἀναπαιστικὴ προσοδιακὴ περίοδος δωδεκάσημος. τὸ ηʹ ὅμοιον τῷ ζʹ, ἀλλὰ συνῆπται τὸ ἑξῆς ἰαμβικὸν πενθημι‐ μερὲς VRs προὖχον. Rs τὸ ιʹ δακτυλικὸν εἰς τρίτον τροχαῖον. τὸ ιαʹ τρισύλ‐ λαβον κατὰ πόδα κρητικόν. VRs

### book 457b

λῆμα μὲν πάρεστι R: ἀντὶ τοῦ RV “φρόνημα”. RVNMRs

### book 458

ἀλλ’ ἕτοιμον] ἀλλὰ τολμηρόν. R

### book 459

οὐρανόμηκες] μέγιστον. R 〈παρὰ τὸ ἐπουράνιον κλέος εἴη.〉 Ald Su.

### book 460

ἕξεις] ἕξων. V

### book 465

τὸ εὐδαιμονῆσαι δηλονότι. R

### book 467

ὥστε γε σοῦ Rs: ἡ περίοδος ἐννεάκωλος, ὧν τὸ μὲν πρῶτον χοριαμ‐ βικὴν ποιεῖ συζυγίαν· τὸ δὲ δεύτερον ἀνάπαιστον προσοδιακὸν δωδεκάσημον. τὸ γʹ ἰαμβικὸν πενθημιμερές. 〈τὸ δʹ δακτυλικὸν πενθημιμερές,〉 συνῆπται δὲ καὶ τὸ ἑξῆς ἀναπαιστικὸν ἑφθημιμερές· καὶ γὰρ τὰ δύο ἔπος. τὸ ϛʹ δακτυλι‐ κὸν πενθημιμερές, ὡς τὸ δʹ. τὸ ζʹ ἰαμβικὸν πενθημιμερές. τὸ ηʹ ὡς τὸ ϛʹ, συνῆπται δὲ τῷ ἑξῆς ὄντι ἀναπαιστικῷ· καὶ γὰρ τὰ δύο τὸ λεγόμενον χοιρί‐ λειον. VRs

### book 472a

πράγματα κἀντιγραφὰς M: οὕτως ἐκάλουν τὰς δίκας πάσας διὰ τὰς ἀντιθέσεις καὶ λύσεις τῶν ἐπιφερομένων. VMRs

### book 472b

τὸ ἑξῆς· ἀνακοινοῦσθαί τε πράγματα καὶ ἀντιγραφάς. MRs

### book 474

ἄξια σῇ φρενὶ: τὰ ἄξια πράγματα M σὺν τῇ σῇ φρενὶ βουλευσομέ‐ νους. VM περὶ †γνωμῶν† M μετὰ σοῦ VM βουλευ〈σ〉ομένους. M

### book 476a

ἀλλ’ ἐγχείρει: στίχοι ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ [βʹ, οὓς] ὁ χορός φησιν· εἰώθα[σι] γὰρ μετὰ τὸ ᾆσαι ἐπάγειν 〈δίστιχον〉. Rs

### book 476b

νῦν ὁ Σωκράτης λέγει, μᾶλλον δὲ ὁ χορός· εἴωθε γὰρ μετὰ τὸ ᾆσαι ἐπάγειν δίστιχον. †ὡς ἂν ᾄδῃ† τὸ “ἀλλ’ ἐγχείρει”. V

### book 477

καὶ διακίνει τὸν νοῦν: ἀντὶ τοῦ “κούφισον καὶ δοκίμασον τὸν τρόπον”. M

### book 478

σαυτοῦ τρόπον] εἴσθεσις εἰς ἰάμβους τριμέτρους λβʹ. E

### book 479

μηχανὰς] παιδεύσεις, REMatr γνώμας. RMatr

### book 481

πρὸς τὰς μηχανὰς ὑπήντησεν. RV

### book 484

ὀφείληταί] χρεωστῆται. RM

### book 485

οὐδέτερον ἐπεκράτησεν. V

### book 486

ἔχεις ἐπιτηδειότητα εἰς τὸ λέγειν. RVE

### book 487

λέγειν μὲν οὐκ ἔνεστι R ἀποστερεῖν δ’ ἔνι M: πρὸς τὸ ὁμοιο‐ κατάληκτον καὶ πρὸς τὸ ἑαυτοῦ ὁ γέρων βούλευμα. τοῦτο γὰρ αὐτῷ σπουδά‐ ζεται, τὸ ἀποστερεῖν τοὺς δανειστάς. RM

### book 488a

παρέλκει RMatr τὸ “ἀμέλει”. R

### book 488b

ἀμέλει καλῶς M: ἀντὶ τοῦ “μὴ ἀθύμει”. VMMatr

### book 488c

ἀττικὴ ἡ φράσις. VMatr

### book 488d

διὰ τοῦτο μᾶλλον ἄλλων ἔσομαι μνημονικὸς τῶν καλῶν, τῶν δὲ κακῶν ἐπιλήσμων. M

### book 489a

ἄγε] σκόπει. E

### book 489b

ὅταν] ὁπηνίκα. E

### book 489c

προβάλωμαι] εἴπω, λέξω. E

### book 490

ὑφαρπάσῃς: ἀττικῶς δεύτερον πρόσωπον. M ἀντὶ τοῦ “συναρπά‐ σῃς”. RMbis

### book 491a

τί δαὶ κυνηδὸν: πρὸς τὸ ὑφαρπάσαι ἔπαιξεν, ἐπειδὴ καὶ οἱ κύνες ἁρπάζοντες ἐσθίουσιν. R

### book 491b

ἔπαιξε πρὸς τὸ ὑφαρπάσαι αἰνιττόμενος τὴν κυνικὴν φιλοσοφίαν. ἴσως δὲ κἀκεῖνος ἀπὸ τῶν κυνικῶν φιλοσόφων ἔλαβε τὸ “κυνηδόν”. MMatr

### book 491c

[ὅτι] κυνικοί εἰσι φιλόσοφοι. R

### book 491d

κυνηδὸν] δίκην κυνός. EN

### book 491e

σοφίαν σιτήσομαι] μέλλω λήψεσθαι τὴν σοφίαν. E

### book 495

ἐπιμαρτύρομαι] μάρτυρας καλοῦμαι. E

### book 496a

ἀντὶ τοῦ RV “ὀλίγον χρόνον”. RVE

### book 496b

διαλιπὼν] κατα–. E

### book 496c

δικάζομαι] εἰς δίκας εἰσέρχομαι. E

### book 497a

ἴθι RV νῦν R: ἀντὶ τοῦ “ἄγε”. RV

### book 497b

κατάθου RM θοιμάτιον M: ὅπερ ἐποίουν ἐπὶ τῶν μυουμένων τὰ μυστήρια, ἀποδῦσαι αὐτὸν βούλεται τὴν ἐσθῆτα. RVM

### book 497c

ἠδίκηκά τι;] ἐποίησά τινα ἀδικίαν; E

### book 498a

οὔκ, ἀλλὰ γυμνοὺς EN εἰσιέναι N: ὡς μέλλων ἐκεῖνος τύπτεσθαί φησιν REN “ἠδίκηκά τι;” ὁ δὲ τερατευόμενος ὡς ἐπὶ τῶν μυουμένων γυμνὸν εἰσφέρει αὐτόν. EN

### book 498b

νομίζεται] ἀντὶ τοῦ R “νόμιμόν ἐστιν”. RMRs

### book 498c

νομίζεται] σύνηθές ἐστιν. E

### book 499a

ἀλλ’ οὐχὶ φωράσων: ἀντὶ τοῦ EN “ἐρευνήσων”. VEbisNbis

### book 499b

ἀλλ’ οὐχὶ φωράσων M: πρὸς τὸ ἔθος. EM οἱ γὰρ εἰσιόντες ἐπὶ τὸ θεάσασθαι χρήματα τοῦ δημοσίου ἢ ἐπὶ τὸ ἐρευνῆσαι γυμνοὶ εἰσῄεσαν, ἵνα μή τι ὑπὸ τὰ ἱμάτια κρύψωσιν· RVEbisNMbisAbisMatr ἢ ἵνα μὴ πολλάκις ἐχθροὶ ὄντες καὶ μὴ ἔχοντες ἀπόδειξιν αὐτοὶ παρεισενεγκόντες τὸ ζητούμενον ὑποβάλωσιν. VENMAMatr

### book 502a

τῷ] τίνι. EMatr

### book 502b

ἐμφερὴς] ὅμοιος. ENM

### book 503a

ἐπεὶ ἰσχνὸς καὶ ὠχρὸς τὴν ἰδέαν ὁ Χαιρεφῶν, ἅτε φιλοσοφίᾳ προστε‐ τηκώς· διὸ ἐκαλεῖτο νυκτερὶς καὶ πύξινος. RVEN

### book 503b

οὐδὲν διοίσεις] οὐδεμίαν διαφορὰν ἕξεις. E

### book 505

ἀκολουθήσεις] ἀκολούθησον. EN

### book 506

ἀνύσας τι δευρὶ] λίαν E σπεύσας εἰς τὸ φροντιστήριον. RE

### book 507a alpha

μελιτοῦτταν: μάζαν †τῷ† μέλιτι συμπεφυρμένην. EN

### book 507a beta

πλακοῦντα μέλιτι δεδευμένον. V

### book 507a

ἔφερον δέ, ὡς ἐδόκουν, τοῖς ὄφεσιν. VN

### book 507b

ὡς] ὅτι. EN

### book 508a

ὥσπερ ἐς Τροφωνίου: οὕτως ὁ Χάραξ ἐν τῷ δʹ· “Ἀγαμήδης ἄρχων Στυμφήλου τῆς Ἀρκαδίας ἐγάμει Ἐπικάστην, ἧς παῖς ἦν Τροφώνιος σκότιος. οὗτοι τοὺς τότε πάντας ὑπερεβάλλοντο εὐτεχνίᾳ, τόν τε ἐν Δελφοῖς Ἀπόλλωνος ναὸν ἠργολάβησαν. ἐν Ἤλιδι 〈δὲ〉 ταμιεῖον χρυσοῦν κατε‐ σκεύασαν Αὐγείᾳ· ᾧ καταλείψαντες ἁρμὸν λίθινον νυκτὸς εἰσιόντες ἔκλεπτον τῶν χρημάτων ἅμα Κερκυόνι, ὃς ἦν γνήσιος Ἀγαμήδους καὶ Ἐπικάστης υἱός. ὡς δὲ ἠπόρει λίαν Αὐγείας, ἐπιδημήσαντα Δαίδαλον †διὰ† Μίνωος ἐλιτάνευσεν ἐξιχνεῦσαι τὸν φῶρα. ὁ δὲ παγίδας ἔστησεν, αἷς περιπεσὼν Ἀγαμήδης ἀναι‐ ρεῖται. Τροφώνιος δὲ τὴν κεφαλὴν αὐτοῦ τεμὼν πρὸς τὸ μὴ γνωρισθῆναι ἅμα Κερκυόνι φεύγει εἰς Ὀρχομενόν. Αὐγείου δὲ κατὰ κέλευσιν Δαιδάλου πρὸς τὴν τῶν αἱμάτων ἔκχυσιν ἐπιδιώκοντος καταφεύγουσιν ὁ μὲν Κερκυὼν εἰς Ἀθήνας· Καλλίμαχος ὅς ῥ’ ἔφυγεν μὲν Ἀρκαδίην, ἡμῖν δὲ κακὸς παρενάσσατο γείτων.

### book 508a

ὁ δὲ Τροφώνιος Ἐργίνου εἰς Λεβάδειαν τῆς Βοιωτίας φεύγει· οὗ κατωρυχὴν ποιησάμενος οἰκήσας διετέλει. τελευτήσαντος δὲ αὐτοῦ μαντεῖον ἀτρεκὲς ἐφάνη αὐτοῖς καὶ θύουσιν αὐτῷ ὡς θεῷ. περιέλιπε δὲ υἱὸν Ἄλκανδρον”. ἄλλως. ἐν τοῖς ἀντιγράφοις οὕτως εὗρον· πρῶτον μὲν ὅτι οἱ περὶ Ἀγα‐ μήδην υἱοὶ Ἀπόλλωνος καὶ Ἐπικάστης, οἱ δὲ Διὸς καὶ Ἰοκάστης, οἱ δὲ Ἐρ‐ γίνου. εἶτα ὡς Δαίδαλος μὲν τὸ τεχνίον ἐποίησεν, αὐτοὶ δὲ κεκλοφότες ἑάλωσαν, καὶ τῷ ἑτέρῳ φεύγοντι διέσχεν ἡ γῆ καὶ ἐδέξατο περὶ Λεβάδειαν. ὕστερον δὲ Βοιωτοῖς λιμώττουσιν ἔχρησεν ὁ θεὸς Τροφώνιον τιμᾶν. οἱ δὲ ἀγνοοῦντες, ὅπῃ εἴη τὸ μνῆμα, σμήνει μελισσῶν περιέτυχον 〈ἐξ〉 ὑπορρῶγός τινος ἀνιου‐ σῶν. καὶ στοχασάμενοι τοῦτον εἶναι τὸν τόπον ἔκριναν ἁρμόττον ἀφ’ ἑαυτῶν

### book 508a

τινα κατελθεῖν. ὃς εὑρὼν δύο δράκοντας προήνεγκε μελιτούττας, καὶ οὐκ ἠδικήθη· ἐξ οὗ τὸ ἔθος ἐγένετο. οἱ δὲ βουλόμενοι χρηστηριασθῆναι ἁγνεύ‐ σαντες ὡρισμένας 〈ἡμέρασ〉 καὶ στολῇ κεκοσμημένοι θεοπρεπεῖ κατίασι †τοὺς† πλακοῦντας ἔχοντες πρὸς τὸ βάλλειν τοῖς ὄφεσι καὶ μὴ ἀδικηθῆναι ὑπ’ αὐτῶν· 〈καὶ〉 πολλοὶ μὲν αὐθημερὸν ἀνεπέμφθησαν δι’ αὐτοῦ τοῦ στομίου, οἱ δὲ καὶ διὰ πλειόνων. V

### book 508b

ὥσπερ εἰς Τροφωνίου: χρηστήριόν ἐστιν ἐν Λεβαδείᾳ, ὅ τινες Καταβάσιον καλοῦσιν. στόμιον γάρ τι ἐστίν, ὡς τὰ ἄκρα δύνασθαι μόνα τῶν ποδῶν χωρῆσαι. οἱ οὖν τῷ θεῷ χρώμενοι ἁγνεύσαντες πρῶτον ὡρισμένας ἡμέρας καὶ κοσμήσαντες ἑαυτοὺς ἱερῷ τινι σχήματι καὶ ἀμφοτέραις ταῖς χερσὶ τοιαύτας μάζας λαβόντες οὕτω καθίζουσιν ἐπὶ τὸ στόμιον, καὶ αἰφνί‐ διον ἁρπάζονται καὶ καταδύουσιν ὑπὸ τῆς γῆς. τὰς δὲ μάζας λαμβάνουσιν ὑπὲρ τοῦ μὴ ἀδικηθῆναι ὑπὸ τῶν συναντωμένων ὄφεων, ἀλλ’ ἐκείνας αὐτοῖς παραβάλλειν τροφήν. R

### book 508c

ὥσπερ ἐς Τροφωνίου ENM: ὁ Τροφώνιος ἐγένετο λιθοξόος ἄριστος· ὃς κατεσκεύασεν ἱερὸν ἐν τῇ Λεβαδείᾳ τῆς Βοιωτίας ὑπὸ γῆν, ὃ καλεῖται Τροφωνίου. ἐκεῖ οὖν οἱ μυούμενοι κάθηνται ἐπὶ τοῦ στόματος γυμ‐ νοί, καὶ ἁρπάζονται ὑπό τινων πνευμάτων καὶ φέρονται ὑπὸ τὴν γῆν. ἐπειδὴ δὲ ἀπαντῶσιν αὐτοῖς δαίμονες καὶ ὄφεις καὶ ἄλλα τινὰ ἑρπετά, κατέχουσι †τινες† πλακοῦντα καὶ ῥίπτουσιν ἐπὶ τὸ ἐκφυγεῖν. καὶ μετὰ τὴν μύησιν δι’ ἄλλου στόματος ἀναρριπτοῦνται. ENMAMatr

### book 508d

ἐν Λεβαδείᾳ ἱερόν ἐστι Τροφωνίου, ὅπου ὄφις ἦν ὁ μαντευόμενος· ᾧ οἱ κατοικοῦντες πλακοῦντας ἔβαλλον μέλιτι δεδευμένους. R

### book 508e

ἐς Τροφωνίου] τὸν οἶκον. E

### book 509a

τί κυπτάζεις REM ἔχων E: περιττεύει τὸ “ἔχων” ἀττικῶς. τὸ δὲ “κυπτάζεις”: στραγγεύῃ, διατρίβεις RVEM οὕτως ἐνταῦθα. RV

### book 509b

κυπτάζεις] ἀναβάλλῃ. E

### book 510a

ἀλλ’ ἴθι χαίρων RRs: παράβασις RVbisRs τοῦ χοροῦ. RV παρά‐ βασις δέ ἐστιν, ὅταν ἐκ τῆς προτέρας στάσεως ὁ χορὸς μεταβὰς οὕτως ἀπαγ‐ γέλλῃ πρὸς τὸν δῆμον. RVNRs εἴδη δὲ παραβάσεως ἑπτά, ἁπλᾶ τρία καὶ κατὰ σχέσιν τέσσαρα. τὰ μὲν οὖν ἁπλᾶ ἐστι ταῦτα· κομμάτιον· παράβασις ὁμωνύμως, ἣ καὶ ἀνάπαιστος καλεῖται, ἐπεὶ πολλάκις ἐν ταύτῃ ἀναπαίστῳ χρῆται· πνῖγος, VRs ὃ καὶ μακρόν. V τὰ δὲ κατὰ σχέσιν· στροφή, ἀντίστροφος, ἐπίρρημα, ἀντεπίρρημα. ἡ μὲν οὖν στροφὴ καὶ ἀντίστροφος συνεμπίπτουσι κατὰ τὸ μέτρον καὶ τὰ κῶλα· πάλιν τὸ ἐπίρρημα καὶ τὸ ἀντεπίρρημα. ἡ μὲν οὖν παράβασις ἡ ἐκ τούτων συγκειμένη τελεία ἐστίν. εἰσὶ δὲ καὶ ἀτελεῖς παρα‐ βάσεις, VRs ὧν ἐστι καὶ αὕτη. V

### book 510b

〈κορωνίς·〉 εἰσίασι γὰρ οἱ ὑποκριταί. καὶ ἕπεται τοῦ χοροῦ ἡ ὑπό‐ θεσις ἔχουσα ἐνθάδε κομμάτιον ηʹ κώλων, ὧν τὸ μὲν πρῶτον ”〈ἀλλ’〉 ἴθι” ἀναπαιστικὸν δίμετρον. τὸ δεύτερον ἀναπαιστικὸν μονόμετρον. τὸ τρίτον ἀπὸ χοριαμβικῆς εἰς ἰαμβικὴν βάσιν. τὸ δʹ ἰαμβικὸν ἑφθη〈μι〉μερές. τὸ εʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ϛʹ ἀπὸ ἰαμβικῆς βάσεως εἰς χοριαμ‐ βικήν. τὸ ζʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ ὅμοιον 〈καταληκτικόν〉 Rs

### book 513/4

προήκων ... ἡλικίας] ἀντὶ τοῦ γηράσας. RE

### book 516

χρωτίζεται] γυμνάζεται, E πλησιάζει. RENM

### book 518a

παράβασις ENMRs τοῦ χοροῦ. Rs

### book 518b

ὦ θεώμενοι κατερῶ: τοῦτο N δοκεῖ μὲν ὑπὸ τοῦ χοροῦ λέγεσθαι †τὸ πρόσωπον τοῦ προλεγομένου†. NRs

### book 518c

τοῦτο ἐκ τοῦ προσώπου τοῦ ποιητοῦ. E

### book 518d

ἐνταῦθα εἰσάγεται ὁ ποιητὴς ἐπενδυόμενος τὸ πρόσωπον τοῦ χοροῦ. Rs

### book 518e

παράβασις—ἣ καὶ ἀνάπαιστος· ἔστι δὲ τὸ μέτρον ἀσύστατον—στί‐ χων μεʹ. τὸ δὲ μέτρον καλεῖται εὐπολίδειον· ἔστι δὲ 〈ἐπιχοριαμβικόν, οὗ τὸ τροχαϊκὸν μέροσ〉 οὐ κατὰ τάξιν δέχεται τοὺς σπονδείους, ἀλλ’ ἔστι τὸ ὅλον καθαρὸν ἀντισπαστικόν. EMRsNp

### book 518f

ὦ θεώμενοι EMRs: τὸ χ, ὅτι E μετοχῇ ἀττικῶς ἐχρήσατο ἀντὶ ὀνόματος. EMRsNp

### book 518g

ὦ θεώμενοι] χ. E

### book 519

νὴ τὸν Διόνυσον: ἐπειδὴ ἐν Διονυσίοις παρῆλθε τὸ δρᾶμα. καὶ γὰρ ἐν τοῖς διονυσιακοῖς ἀγῶσι καὶ τὰ δράματα ἤγετο καὶ ἐδιδάσκετο. EN

### book 520

οὕτω νικήσαιμ’ ἔγωγε EMRs: διπλῆ 〈καὶ〉 ἔκθεσις εἰς 〈αὐτὴν〉 τὴν παράβασιν. οὐχ ἡ αὐτὴ δέ ἐστιν οὐδὲ τοῦ αὐτοῦ μέτρου τῇ ἐν ταῖς πρώταις Νεφέλαις, ἀλλ’ ἔστι τοῦ καλουμένου εὐπολιδείου. ENMRs

### book 523a

ἀναγεῦς’] ἀναδιδάξαι. RVENMARs

### book 523b

ἀναγεῦς’] τοῦτο ὡς ἐπὶ βρωμάτων εἶπεν. RVE

### book 523c

ἀναγεῦς’] θρέψαι τὸ δρᾶμα. V

### book 523d

ἣ] ἥτις. RRs

### book 524a

ἔργον] πόνον REMA ἐν τῷ ποιεῖν. ENMA

### book 524b

τοῦτο ἐπὶ τῶν προτέρων Νεφελῶν. RE

### book 524c

ὑπ’ ἀνδρῶν φορτικῶν] ὑπὸ τῶν κριτῶν. RENA

### book 525

ταῦτ’ οὖν ὑμῖν μέμφομαι] ἐπεὶ οὐ Κρατίνου, ἀλλ’ Ἀμειψίου δεύτερος ὤφθη. E

### book 528

οἷς ἡδὺ καὶ λέγειν] οἷς τὸ ἐμὲ ἐπιδείκνυσθαι ἡδύ ἐστιν· ἢ ἐλλογίμοις. RENp

### book 529a

ὁ σώφρων τε χὡ καταπύγων EM: πρῶτον δρᾶμα γράψας ἐξέ‐ θηκεν ὁ ποιητὴς τοὺς Δαιταλεῖς, ἐν ᾧ σῶφρον μειράκιον εἰσάγει καὶ ἕτερον ἄχρηστον. ηὐδοκίμησε δὲ σφόδρα ἐν τούτῳ τῷ δράματι. RVEMANp

### book 529b

ἄριστ’ M ἠκουσάτην: ἀντὶ τοῦ REMNp “ηὐδοκίμησαν” REbis‐ NMbisNp

### book 529b alpha

—οὐ γὰρ τότε ἐνίκησε, δεύτερος δὲ ἐκρίθη—EMNp

### book 529b beta

—οὐ γὰρ “ἐνίκησαν”, ἐπεὶ δεύ‐ τερος ἐκρίθη—R

### book 529b

ἐν τῷ δράματι. REMNp

### book 529c

†διόπερ† ἔστι μὲν αὐτὸ πρῶτον τῶν δραμάτων, ὑπὸ δὲ αἰδοῦς οὐ δι’ ἑαυτοῦ ἐπεδείξατο αὐτό. EMNp

### book 530a

οὐκ ἐξῆν πώ μοι τεκεῖν EM: οὔπω ἐπέτρεπον ἐμαυτῷ τὸ λέγειν RVEM

### book 530a alpha

μὴ πληρώσαντι μʹ ἔτη. E

### book 530a beta

διὰ τὴν αἰδῶ. RVM

### book 530b alpha

οὐ γὰρ πρῶτον δι’ ἑαυτοῦ καθιεὶ〈σ〉 τὰ δράματα ὁ ποιητὴς εὐ‐ λαβούμενος, ἀπὸ τῶν Ἱππέων ἤρξατο εἰσιέναι. M

### book 530b beta

οὐ γὰρ δι’ ἑαυτοῦ ἐξ ἀρχῆς καθῆ‐ κε τὰ δράματα ὁ ποιητὴς εὐλαβὴς ὤν. ἀπὸ δὲ τῶν Ἱππέων ἤρξατο δι’ ἑαυτοῦ εἰσιέναι. RV

### book 530c

νόμος ἦν μὴ εἰσελθεῖν τινα καὶ εἰπεῖν μήπω πληρώσαντα τεσσαρά‐ κοντα ἔτη. M

### book 530d

κοὐκ ἐξῆν πώ μοι τεκεῖν] μὴ συγχωρούμενος πρὸ ὡρισμένου χρόνου. E

### book 531a

δηλονότι ὁ Φιλωνίδης καὶ ὁ Καλλίστρατος οἱ ὕστερον γενόμενοι ὑπο‐ κριταὶ τοῦ Ἀριστοφάνους. N

### book 531b

παῖς ... ἀνείλετο] ἕτερος ὑποκριτὴς ἀνελάβετο NM τοῦτο, ὁ Φιλω‐ νίδης. N

### book 531c

ἀνείλετο] ἐδίδαξε τὸ δρᾶμα. E οὐ γὰρ δι’ ἑαυτοῦ ἐδίδαξε τοὺς Δαιτα‐ λεῖς, πρῶτον 〈ὂν〉 αὐτοῦ δρᾶμα. RE

### book 532

ἐξεθρέψατε] τὴν ποίησιν· ἀλληγορικῶς. E

### book 533

ἐκ τούτου μοι πιστὰ R: ἐξ ἐκείνου τοῦ χρόνου φίλα μοί ἐστι τὰ πρὸς ὑμᾶς RVE καὶ πισταὶ συνθῆκαι. RV

### book 534a

νῦν οὖν E Ἠλέκτραν ENMRs: Αἰσχύλος ἐποίησε δρᾶμα Χοηφό‐ ρους, ἐν ᾧ Ἠλέκτρα παραγενομένη εἰς τὸν τάφον τοῦ πατρὸς ἐκ τοῦ πλοκάμου τὸν ἀδελφὸν ἐγνώρισεν. RVENMARsNp

### book 534b

παρ’ Αἰσχύλῳ ἐν Χοηφόροις ἡ Ἠλέκτρα ἐκ τοῦ βοστρύχου ἐπιγινώσκει τὸν Ὀρέστην ἐληλυθότα. R

### book 534c

ὥσπερ ἡ Ἠλέκτρα, φησίν, οὕτω καὶ ἡ κωμῳδία RENNp εἰς ζήτησιν ἦλθε νῦν τῶν θεατῶν τῶν τότε· ἐπιγνώσεται γάρ, ἐάν τι σύμβολον ἴδῃ ἐκεί‐ νων. RENRsNp

### book 534d

αὕτη, φησίν, ἡ κωμῳδία ἀδελφὴ οὖσα τῆς πρώτης, ERsNp ὡς ἐν τοῖς Χοηφόροις Αἰσχύλου ENp Ἠλέκτρα ἀπὸ τοῦ πλοκάμου ἐπιγνοῦσα τὸν ἀδελφὸν καὶ παραγενομένη πρὸς τὸν τάφον, ὅπως αὐτὸν γνωρίσῃ, ἦλθεν. E

### book 536a

γνώσεται γάρ, ἤνπερ ἴδῃ: γνώσεται γὰρ E ἡ κωμῳδία VEN αὕτη V τοὺς θεατὰς ἐκείνης τῆς κωμῳδίας ἀδελφὴ αὐτῆς οὖσα. VEN

### book 536b

ἐπιγνώσεται, ἐὰν ἴδῃ. VE

### book 536c

ὅ ἐστι “σύμβολον ἐκείνων ENbis καὶ ἔπαινον”. RENbisMatr

### book 537a

ἐπιγνῶναι ἔχετε, φησί, τὸ σπουδαῖον αὐτῆς τῆς τέχνης. E

### book 537b

ὡς ... ἐστὶ] αὕτη ἡ κωμῳδία. RERs

### book 538a

οὐδὲν] παρέλκει τὸ δεν, ὡς καὶ παρ’ Ὁμήρῳ οὐδὲν ἔτισε. θέλει δὲ εἰπεῖν· ὅτι “οὐκ ἦλθε” συνήθως. E

### book 538b

σκύτινον: δέρμα. EM διεζωσμένοι γὰρ δερμάτινα αἰδοῖα οἱ κωμικοὶ εἰσῄεσαν τοῦ γέλωτος χάριν. RVEMANp

### book 538c

“φορτικῶς χαριεντιζομένη” VE θέλει εἰπεῖν. E

### book 539

ἐρυθρὸν ἐξ ἄκρου EM: διχῶς. ἔδει γὰρ εἰπεῖν R ἢ ἐρυθρὸν ἐξ ἄκρου ἢ ἐξ ἄκρου παχύ. ταῦτα γὰρ οἱ κωμικοὶ εἰσῆγον διὰ γέλωτα. REM

### book 540a

οὐδ’ ἔσκωψε τοὺς φαλακρούς: Εὔπολις· †ἐποίησα τῷ φαλακρῷ κἀδωρησάμην†. E

### book 540b alpha

οὐδὲ M κόρδαχ’ εἵλ‐ κυσεν EM: τρία εἴδη ὀρχήσεως· ἐμμέλεια μὲν τραγική, σίκιννις σατυρική, κόρδαξ κωμική, ἥτις αἰσχρῶς δινεῖ τὴν ὀσφῦν. EMMatr

### book 540b beta

οὐδὲ κόρδακα R: εἶδος ὀρχή‐ σεως κωμικῆς ἀσχήμονος. εἰσὶ δὲ τρία εἴδη ὀρχήσεως· ἐμμέλεια μὲν τραγικῆς, σίκιννις δὲ σατυρικῆς, κόρδαξ δὲ κωμικῆς. RV

### book 541a

οὐδὲ πρεσβύτης ὁ λέγων: ὡς Εὔπολις ἐν τοῖς Προσπαλτίοις. E

### book 541b alpha

τἄπη τῇ βακτηρίᾳ M: ὡς εἰς τοῦτο τὸ μέρος εὐεπίφορον ὄν‐ τα ENM τὸν Ἕρμιππον σκώπτει· οἱ δὲ Σιμέρμωνα τὸν ὑποκριτήν. EM

### book 541b beta

οὐδὲ πρεσβύτης R: τοῦτο εἰς V Ἕρμωνα λέγει τὸν ὑποκριτήν. RV

### book 542a

τύπτει τὸν παρόντα E: καὶ γὰρ ἐκεῖνος τοῦ γελᾶν χάριν τοὺς ἐγγὺς ἑστῶτας ἔτυπτε τῇ βακτηρίᾳ. RVEMNp

### book 542b alpha

ἀφανίζων: ὅ ἐστιν ἐκ‐ τοπίσας καὶ ἀποφυγὼν τὰ σκώμμα‐ τα, δι’ ὧν ἔδει σωφρονίζειν τοὺς κα‐ κῶς πράττοντας. ENNp

### book 542b beta

ἐκτὸς ἑαυτοῦ ποιήσας τὰ πονηρὰ σκώμματα τούτοις τοῖς γελοίοις χρῆ‐ ται. VE ἔδει δὲ εἰς τὸ χρήσιμον τῶν Ἀθηναίων τὰ πονηρὰ σκώμματα λέγειν, δι’ ὧν ἐπαιδεύοντο οἱ κακῶς πράττοντες. V

### book 542c alpha

ἀφανίζων ENp: ἀντὶ τοῦ “περικαλύπτων τῷ γέλωτι τὰς εἰκῇ διεσκεμμένας αὐτῷ κωμῳ‐ δίας”. ENNp

### book 542c beta

ἀφανίζων πονηρὰ RE σκώμ‐ ματα: τὰ φαῦλα σκώμματα, R ὅ ἐστι τὰς εὐτελῶς πεπλασμένας κω‐ μῳδίας, ἀφανεῖς ποιῶν, τουτέστι περικαλύπτων τῷ γέλωτι RE καὶ τῇ παιδιᾷ. R

### book 542d

οἷον ἐπιτρίβων τὰ σκώμματα καίπερ πονηρὰ ὄντα. R

### book 543a

οὐδ’ εἰσῇξε δᾷδας EM ἔχουσα M: οὐκ ἔστι δῆλος VEM ἐνταῦθα, V τίνι παρονειδίζει· ἀλλ’ ἴσως ἑαυτῷ, ἐπεὶ πεποίηκεν ἐν τῷ τέλει τούτου τοῦ δράματος καιομένην τὴν διατριβὴν Σωκράτους καί τινας τῶν φιλοσόφων λέγοντας “ἰοὺ ἰού”. VEM ἐν δὲ ταῖς πρώταις Νεφέλαις τοῦτο οὐ πεποίηκεν. ποιεῖ δὲ αὐτὸ μετὰ λόγου, οὗτοι δὲ ἀκαίρως. VE

### book 543b

ἰστέον, ὅτι πάντα ὅσα ἂν λέγῃ εἰς ἑαυτὸν τείνει. τοὺς μὲν γὰρ φά‐ λητας εἰσήγαγεν ἐν τῇ Λυσιστράτῃ, τὸν δὲ κόρδακα ἐν τοῖς Σφηξί, τοὺς δὲ φαλακροὺς ἐν Εἰρήνῃ, τὸν δὲ πρεσβύτην ἐν Ὄρνισι, τὰς δὲ δᾷδας καὶ τὸ ἰοὺ ἰού” ἐν Νεφέλαις τὸ πρῶτον. EMatr Np

### book 544

τοῖς ἔπεσι: τοῖς μέτροις ὅτι καὶ τὰ μέτρα ἔπη καλοῦσιν. R

### book 545a

οὐ κομῶ] ἀντὶ τοῦ “οὐ μέγα φρονῶ”. RVE παίζει δὲ ὡς φαλακρός. E

### book 545b

οὐ κομῶ: οἷον E οὐ σεμνύνομαι. χαριέντως δὲ λέγει, ἐπεὶ φαλακρὸς ἦν. VERs

### book 546

καίτοι καὶ αὕτη δεύτερον εἰσήχθη. ἀλλ’ ἴσως διαφόρως· δοκοῦσι δὲ οἱ ἄλλοι κωμικοὶ ἀπὸ τῶν αὐτῶν λημμάτων τὰ αὐτὰ εἰσάγειν δράματα. VE

### book 547a

καινὰς] ἀντὶ τοῦ “νέας, καὶ οὐ τὰς αὐτὰς πάλιν.” R

### book 547b

ἰδέας] λείπει τῆς ποιήσεως. E

### book 549a

ὃς μέγιστον ὄντα R Κλέων’: ὁ RV Κλέων ἀποθνῄσκει ἐπὶ Ἀμει‐ νίου. RVE πρὸ δὲ τούτου ἐστὶν Ἴσαρχος, ἐφ’ οὗ αἱ VE πρῶται V Νεφέλαι εἰσήχθησαν. ὁ μέντοι Ἀνδροτίων ἐπὶ Ἀλκαίου φησὶ τοῦ μετὰ Ἀμεινίαν τὸν Κλέωνα δυσὶν ὕστερον ἔτεσι τεθνάναι τῆς τῶν Νεφελῶν διδασκαλίας. VE εἰκότως οὖν ὡς ἔτι περιόντι τῷ Κλέωνι λοιδορεῖται ὁ Ἀριστοφάνης οὐ μόνον ἐν τοῖς προκειμένοις, ἀλλὰ καὶ ἐν τοῖς ἑξῆς RVE ἢν Κλέωνα τὸν λάρον δώρων RE ἑλόντες καὶ κλοπῆς. R

### book 549b

ὃς E μέγιστον ὄντα EM Κλέων’ ἔπαισεν M: ὡς περὶ ζῶντος αὐτοῦ διαλέγεται ἐν οἷς φησι Κλέωνα τὸν λάρον. καὶ Ἀνδροτίων δέ φησιν αὐτὸν ἐπὶ Ἀλκαίου τεθνάναι δυσὶν ἔτεσιν ὕστερον· Ἴσαρχος δέ, φησίν, ἐφ’ οὗ αἱ πρῶται Νεφέλαι ἐδιδάχθησαν. πῶς οὖν δύνα‐ ται καὶ τοῦ Μαρικᾶ μεμνῆσθαι, ὃς ἐδιδάχθη μὲν πρὸ τῶν Νεφελῶν, ὡς καὶ νῦν αὐτός φησιν, ἐκεῖ δὲ ὁ Εὔπολις ὡς τεθνηκότος Κλέωνος μέμνηται; ἤ, ἐπεὶ οὐ φέρονται αἱ διδασκαλίαι τῶν δευτέρων Νεφελῶν, οὐδὲν δυνάμεθα διαρθρῶσαι· ἢ Εὔπολις ἐπλάσατο τὴν Κλέωνος τελευτὴν ἐν τῷ Μαρικᾷ. EM

### book 549c alpha

ἔπαις’ ἐς τὴν γαστέρα] ἔτυψα. ERs ἔγραψε γὰρ κατ’ αὐτοῦ τοὺς Ἱππέας. E

### book 549c beta

ἔπαις’ ἐς τὴν γαστέρα] ἔτυψα. E ἐν τοῖς Ἱππεῦσιν. RE

### book 550

ἀντὶ τοῦ “ἠρκέσθην τῇ μιᾷ κωμῳδίᾳ”. RVENp

### book 551a

οὗτοι] ἀντὶ τοῦ “οἱ ἄλλοι κωμῳδοί”. VENA

### book 551b

λαβὴν] ἀντὶ τοῦ “ἀρχήν”. RE

### book 552a

κολετρῶς’ EMNp ἀεὶ M: †λέγει ὅτι† ἀντὶ τοῦ R “κατὰ τοῦ κόλου τύπτουσιν”. REbisMRsNp

### book 552b

κολετρῶσιν: ἀντὶ τοῦ R “καταπατοῦσιν”. ἀπὸ τῶν τὰς ἐλαίας πατούντων. οἱ δὲ τὸ ἐνάλλεσθαι τῇ κοιλίᾳ RVEMNp καὶ τύπτειν εἰς τὴν γα‐ στέρα· κόλον γὰρ τὸ παχὺ ἔντερον. ENp

### book 553

δῆλον ὅτι πρῶτος ὁ Μαρικᾶς ἐδιδάχθη τῶν δευτέρων Νεφελῶν. RV‐ ENp Ἐρατοσθένης δέ φησι Καλλίμαχον ἐγκαλεῖν ταῖς διδασκαλίαις, ENp ὅτι φέρουσιν ὕστερον τρίτῳ ἔτει τὸν Μαρικᾶν τῶν Νεφελῶν, σαφῶς ἐνταῦθα εἰρη‐ μένου, ὅτι πρῶτος καθεῖται. λανθάνει δὲ αὐτόν, φησίν, ὅτι ἐν μὲν ταῖς δι‐ δαχθείσαις οὐδὲν τοιοῦτον εἴρηκεν· ἐν δὲ ταῖς ὕστερον διασκευασθείσαις εἰ λέγεται, οὐδὲν ἄτοπον· αἱ διδασκαλίαι δὲ δηλονότι τὰς διδαχθείσας φέρουσιν. πῶς δ’ οὐ συνεῖδεν, ὅτι καὶ ἐν τῷ Μαρικᾷ προτετελεύτηκε Κλέων, ἐν δὲ ταῖς Νεφέλαις λέγεται εἰς τὸν θεοῖσιν ἐχθρὸν τὸν βυρσοδέψην; E

### book 554a

Εὔπολις ἐν τοῖς Βάπταις τοὐναντίον φησίν, ὅτι συνεποίησεν Ἀριστο‐ φάνει τοὺς Ἱππεῖς. λέγει δὲ τὴν τελευταίαν παράβασιν. φησὶ δὲ †κἀκεῖνος† τοὺς Ἱππέας συνεποίησα τῷ φαλακρῷ †† κἀδωρησάμην. E

### book 554b

ἐκστρέψας] συλήσας, VE μεταβαλών. ENMRs

### book 554c

πάντα τὰ ἐμά, φησίν, ἔλαβεν. VEM

### book 555

προσθεὶς VE αὐτῷ E γραῦν VEM μεθύσην VM: τὴν μητέρα Ὑπερβόλου RVENM τὴν δοκοῦσαν. RVEM

### book 555/6a

ἣν Φρύνιχος: φαίνεται †ὑπεύθυνος† Φρύνιχος· μήποτε οὖν ἐκείνην 〈εἰσήγαγε〉 χλευάζων ὡς γραῦν ἐκκειμένην τῷ κήτει, καὶ ἴσως ἐν ὑπερβολῇ ἂν λέγοι αὐτός, ὅτι “τὸ κῆτος ἤσθιεν”. E

### book 555/6b alpha

ἣν Φρύνιχος M: εἰσήγαγε γραῦν Φρύνιχος ὑπὸ κήτους ἐσθιομένην κατὰ μίμησιν Ἀνδρομέ‐ δας διὰ γέλωτα τῶν θεατῶν. ἦν δὲ αὐτὸς κωμῳδίας ποιητής. EM

### book 555/6b beta

ἣν Φρύνιχος R: κωμῳδίας ποιητὴς ὁ Φρύνιχος, ὃς εἰσήγαγε γραῦν ἐσθιομένην ὑπὸ κήτους κατὰ μίμησιν Ἀνδρομέδας διὰ γέλωτα τῶν θεωμένων. ἴσως δὲ νῦν ἐν ὑπερ‐ βολ*** αὐτὴν τὸ κῆτος ἤσθιεν. R

### book 557a

εἶθ’ Ἕρμιππος EM: Ἕρμιππος μὲν δρᾶμα οὐκ ἐποίησεν εἰς Ὑπέρβολον, ἔοικε δὲ †πλείστας ἀρτοπώλιδας λεχθέντα† κατ’ αὐτοῦ σημαίνειν. RVEM

### book 557b

ἐν ταῖς Ἀρτοπώλισι πολλὰ κατ’ αὐτοῦ εἶπεν Ἕρμιππος. EM

### book 558a

καὶ γὰρ Πλάτων ὅλον δρᾶμα ἔγραψεν εἰς Ὑπέρβολον. RVE

### book 558b

ἐρείδουσιν] τὰ ποιήματα αὐτῶν. E

### book 559a

τὰς εἰκοῦς E τῶν ἐγχέλεων RE: ἀντὶ τοῦ “τῶν λέξεων” RVbis‐ ENAMatr Np εἰπεῖν “ἐγχέλεων” εἶπε, VENp

### book 559a alpha

παρόσον ἐν τοῖς Ἱππεῦσιν ἐμνή‐ σθη τῶν ἐγχέλεων· E

### book 559a beta

ἐμνημόνευσε γὰρ ἐγχέλεων ἐν Ἱπ‐ πεῦσιν· V

### book 559a

ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας. VE τὸ δὲ διὰ παραβολῆς εἰκάζειν τῆς πόλεως τὰ πράγματα ἐξ αὐτοῦ φησιν εἰλη‐ φέναι τοὺς ἄλλους ὁ Ἀριστοφάνης. E

### book 559b

τὰς εἰκοῦς τῶν ἐγχέλεων] τὰς εἰκόνας. VENARs τοὺς Ἱππεῖς 〈αἰνίτ‐ τεται〉. ἔδει δὲ εἰπεῖν “τῶν λόγων”. E

### book 560

ὅστις ἐκείνοις τέρπεται τοῖς ἐμοῖς μὴ προσίτω. R

### book 562alpha

εὖ φρονεῖν δοκήσετε: 〈παρ’ ὑπόνοιαν·〉 δέον γὰρ εἰπεῖν “ἐλεύσεσθε” ἐπήγαγεν ὅτι· φρόνι‐ μοι δόξετε εἶναι †εὔνομοι† καὶ εὖ φρονοῦντές μοι· διὸ τὸ χ. M

### book 562beta

ἀντὶ τοῦ εἰπεῖν “ἐλεύσεσθε” τοῦτο παρ’ ὑπόνοιαν ἐπήνεγκεν, ὅτι· φρόνιμοι δόξετε εἶναι. RV

### book 563a

ὑψιμέδοντα μὲν θεὸν E: διπλῆ καὶ εἴσθεσις εἰς συζυγίαν ἐπιρρη‐ ματικήν. ἡ 〈μελικὴ〉 περίοδος δέ ἐστι κώλων ιγʹ, αἱ δὲ ἐπιρρηματικαὶ στίχων κʹ τροχαϊκῶν τετραμέτρων καταληκτικῶν ἐν ἐκθέσει. τῶν ιγʹ τὰ μὲν τρία χοριαμβικὰ ἐπιμεμιγμένα ταῖς ἰαμβικαῖς δίμετρα, ἀκατάληκτα τὰ βʹ, τὸ δὲ γʹ καταληκτικὸν 〈κατὰ τὸ〉 ἰαμβικόν. τὸ δὲ δʹ ὅμοιον τοῖς πρώτοις χοριαμβικὸν δίμετρον ἀκατάληκτον, τὸ εʹ χοριαμβικὸν καθαρόν, τὸ ϛʹ ἐπίμικτον τρίμετρον κατὰ μέσην ἔχον τὴν χοριαμβικήν· ERsNp τὰ δὲ γʹ ταῦτα συναγόμενα ποιεῖ δύο ὅμοια τοῖς Ἀνακρέοντος τριμέτροις· ἀντὶ τοῦ 〈βʹ〉 τετράμετρον καταληκ‐ τικόν. ENp τὸ ζʹ δακτυλικὸν τετράμετρον. τὸ ηʹ δακτυλικὸν πενθημιμερές.

### book 563a

τὸ θʹ ἀναπαιστικὸν ἰσοκατάληκτον. τὸ ιʹ ἀπὸ ἰαμβικῆς βάσεως εἰς χοριαμβικήν. τὸ ιαʹ δακτυλικὸν ἑφθημιμερές. τὸ ιβʹ γλυκώνειον. τὸ ιγʹ φερεκράτειον. ERsNp

### book 563b

μέλος χοροῦ. Rs

### book 563c

στροφή. ENpbis ἐν δὲ τῇ στροφῇ ἐπίκλησιν ἐποιοῦντο τῶν θεῶν. ENp

### book 563d

ὑψιμέδοντα: τὸν Δία ἐπικαλοῦνται, ὃν οἱ φιλόσοφοι εἶναι οὐκ ἔφασκον, ἀλλὰ ταύτας εἶναι τὸ πᾶν διεβεβαιοῦντο. εἰκότως οὖν καὶ διὰ τούτων σκώπτει τοὺς φιλοσόφους. ὃν γὰρ αὐτοὶ οὐκ ἔφασκον, αἱ νομιζόμεναι ὑπ’ αὐτῶν θεαὶ τοῦτον ἐπεκαλοῦντο. E

### book 566a

τόν τε μεγασθενῆ: ὅτι ἔθος τοῖς ποιηταῖς ἀπὸ Διὸς ἄρχε‐ σθαι, μετὰ δὲ τὸν Ποσειδῶνα †ὑμνή‐ σωμεν† καὶ αὐτὸς τὴν ὁμηρικὴν τάξιν τῆς ἡλικίας δηλῶν. EMMatr

### book 566b

ἔθος τοῖς ποιηταῖς τὴν ἀρχὴν τῶν ποιημάτων ἀπὸ τοῦ Διὸς ποιεῖσθαι. ἐν πρώτοις οὖν, φησί, τὸν Δία ὑμνή‐ σωμεν, μετὰ δὲ τοῦτον τὸν Ποσειδῶ‐ να, καὶ αὐτὸς τὴν ὁμηρικὴν τάξιν τῆς ἡλικίας δηλῶν. RV

### book 567

γῆς τε καὶ E ἁλμυρᾶς RE: δοκεῖ γὰρ ὁ Ποσειδῶν οὐ τὴν θάλασσαν μόνον, ἀλλὰ καὶ τὴν γῆν κινεῖν. RVE

### book 567alpha

ἔχει δὲ καὶ κοινωνίαν πρὸς αὐτὰς ὡς δεσπόζων ὑγρᾶς οὐσίας. E

### book 567beta

καλῶς δὲ μετὰ τὸν Δία τὸν Ποσει‐ δῶνα πεποίηκεν ὑμνούσας τὰς Νεφέ‐ λας. ἔχει γὰρ καὶ οὗτος κοινωνίαν τινὰ πρὸς αὐτὰς τῆς ὑγρᾶς οὐσίας δεσπόζων. RV

### book 570a alpha

Αἰθέρα σεμνόν E: ἀντὶ τοῦ “ἀέρα”. EMbis ὁ γὰρ αἰθὴρ δι‐ ακαὴς ὢν ἀνέφελός ἐστιν. καὶ ἐκ τοῦ “βιοθρέμμονα” δῆλον, ὅτι ἀήρ, οὐχὶ αἰθήρ. EM

### book 570a beta

Αἰθέρα: τὸν ἀέρα· ὁ γὰρ αἰθὴρ ἀνέφελος. καὶ βιοθρέμμων ὁ ἀήρ, οὐχ ὁ αἰθήρ. RV

### book 570b

βιοθρέμμονα: ἐπειδὴ ἀρδεύει τὴν γῆν. E

### book 570c

ἐπειδὴ EM τὰ ζῷα ἐν τῷ ἀέρι ἔχει τὴν ζωήν. RVEM

### book 571a

τόν θ’ ἱππονώμαν RENp : τὸν ἥλιον RVEAMatr Np τὸν ἐ‐ λαύνοντα καὶ νωμῶντα τὸ ἅρμα καὶ τοὺς ἵππους ἡνιοχοῦντα. VEMatr Np

### book 571b

ἐξ αὐτοῦ δοκοῦσι συνεστάναι· ENp διάπυρος γὰρ ὢν ἕλκει εἰς ἑαυτὸν τὴν τῆς θαλάττης ὑγρότητα, ἐξ ἧς αἱ νεφέλαι. E

### book 571c alpha

εἰκότως τῶν θεῶν τούτων ἐμνημόνευσεν· τοῦ μὲν Διός, ὅτι γε‐ νάρχης· τοῦ δὲ Ποσειδῶνος, ὅτι τῶν ὑγρῶν δεσπότης· τοῦ δὲ Ἀέρος, ὅτι πατήρ· Ἡλίου δέ, ἐπειδὴ διάπυρος ὢν τὴν ἰκμάδα ἐπισπώμενος ἐργάζε‐ ται νεφέλην. EMatr

### book 571c beta

εἰκότως τῶν θεῶν τούτων ἐμνημό‐ νευσεν, ἐπειδὴ αἱ νεφέλαι ἐξ αὐτῶν συνεστάναι δοκοῦσιν· ἀπὸ μὲν Διός, ὅτι γενάρχης· ἀπὸ δὲ Ποσειδῶνος, ὅτι τῆς ὑγρᾶς οὐσίας δεσπότης· ἀπὸ δὲ Ἡλίου, ὅτι δοκεῖ διάπυρος ὢν ἕλ‐ κειν εἰς ἑαυτὸν τὴν τῆς θαλάσσης ὑγρότητα, ἐξ ὧν αἱ νεφέλαι. RV

### book 575

575] ἐπίρρημα ERs Matr τροχαϊκὸν κʹ στίχων τετραμέτρων καταληκτι‐ κῶν. ERs

### book 577

πλεῖστα γὰρ θεῶν: ἀνθ’ ὅτου ἐξ ὑετοῦ ἕλκουσιν Ἀθηναῖοι τὸ ζῆν. EMatr

### book 580a

μηδενὶ ξὺν νῷ REM:

### book 580a alpha

σὺν μηδεμιᾷ κρίσει, EM μετ’ οὐ‐ δενὸς νοῦ, EMbis

### book 580a beta

μηδεμιᾷ διανοίᾳ RV γινομένη V καὶ κρίσει, RV

### book 580a

ἀλλ’ ἀσυμφόρως καὶ ἀκαίρως, μετὰ μηδενὸς λογισμοῦ, οἷον προπετῶς. RVEM

### book 580b

ψυκάζομεν (sic)] ὑπὲρ τοῦ ἐπισχεῖν τὴν ἔξοδον. E

### book 581

ἐκ τῶν πρώτων Νεφελῶν εἰσι ταῦτα· τεθνεὼς γὰρ ἦν νῦν Κλέων. EM

### book 582a

τὰς ὀφρῦς συνήγομεν REM: συννέφειαν ἐποιοῦμεν. RVEMbisMatr

### book 582b

τὰς ὀφρῦς συνήγομεν] ἐχαλεπαίνομεν. RVEMbis

### book 582c

ἐστυγνάζομεν. RVE

### book 582d

τὰς ὀφρῦς συνήγομεν] ἐπεὶ καὶ ὁ Κλέων τοιοῦτος. εἶπε δὲ ἀνωτέρω, ὅτι πάντας μιμοῦνται. E

### book 583

βροντὴ δ’ ἐρράγη E: παρὰ τὰ ἐκ Τεύκρου Σοφοκλέους οὐρανοῦ δ’ ἄπο ἤστραψε, βροντὴ δ’ ἐρράγη δι’ ἀστραπῆς. VE

### book 584

ἡ σελήνη δ’ ἐξέλιπεν EM: ἐπειδὴ ἔκλειψις ἐγένετο σελήνης VEM

### book 584alpha

τῷ προτέρῳ ἔτει ἐπὶ Στρατοκλέ‐ ους βοηδρομιῶνος. VE

### book 584beta

ἡνίκα Κλέων ἐχειροτονεῖτο στρα‐ τηγός. M

### book 585a

τὴν θρυαλλίδ’ RENNp εἰς ἑαυτόν E: τὴν ἀκτῖνα RVENMRsNp εἰς ἑαυτὸν RVENNp συστείλας. RVENMNp

### book 585b

ἀπὸ τοῦ λύχνου ἡ μεταφορά. VENMNp

### book 585c

ἡλίου ἐγένετο κατά τινα τύχην ἔκλειψις Κλέωνος χειροτονουμένου. RVENA

### book 585d

οὐχ ὡς τοῦ ἡλίου ἐκλείψαντος, ἀλλ’ ὡς ἀπειλοῦντος ἐκλείψειν, εἰ στρατηγήσοι Κλέων. VENMNp

### book 585e

παρὰ τὸ ὁμηρικὸν δύσομαι εἰς Ἀΐδαο καὶ ἐν νεκύεσσι φαείνω. RVEN

### book 587a

φασὶ γὰρ δυσβουλίαν E: ἀποτυχόντα φασὶ Ποσειδῶνα τῆς χώρας τὸ κακῶς βουλεύεσθαι ἐνσκῆψαι αὐτοῖς, τὴν δὲ Ἀθηνᾶν παρασχεῖν δωρεὰν τὸ κακῶς βουλεύεσθαι μέν, ἐκκλῖναι δὲ καλῶς. VEMatr καὶ ἦν τοῦτο λεγό‐ μενον ἐπιχώριον· καὶ Εὔπολις ὦ πόλις 〈πόλισ〉, ὡς †εὐτυχεῖς† μᾶλλον ἢ κακῶς φρονεῖς. VE

### book 587b

φασὶ γὰρ δυσβουλίαν N: φασίν, ὅτι Ποσειδῶν ἡττηθεὶς τῇ Ἀθηνᾷ δυσβουλίαν ἐπέβαλε τοῖς Ἀθηναίοις, Ἀθηνᾶν δὲ τὰ βουλευόμενα κακῶς, μεταβάλλειν. EN

### book 587c

τῇδε τῇ πόλει προσεῖναι: Ποσειδῶν ὀργισθεὶς Ἀθηναίοις διὰ τὴν εἰς Ἀθηνᾶν ἧτταν ἔδωκεν αὐτοῖς κακοβουλίαν, ἡ δὲ Ἀθηνᾶ τὰ κακῶς βουλευόμενα 〈εἰσ〉 εὐτυχίαν μετέβαλεν. M

### book 587d

†οὐκ ὀρθῶς ἡ βουλή†. E

### book 589

ἐπὶ τὸ βέλτιστον τρέπειν E: ὅσα οἱ Ἀθηναῖοι κακῶς ἐβουλεύσαντο, δι’ ὑπερβάλλουσαν εὐτυχίαν εἰς τὸ χρήσιμον ἀπέβαινε καὶ εἰς τὸ καλόν. RE αἰνίττεται δὲ εἰς Ἀθηνᾶν. E

### book 591a

ἢν Κλέωνα τὸν λάρον R: καὶ μὴν ὡς μετὰ θάνατον Κλέωνος φαίνεται γεγραφὼς τὸ δρᾶμα, ὅπου γε τοῦ Μαρικᾶ Εὐπόλιδος μέμνηται, ὃ ἐδιδάχθη καθ’ Ὑπερβόλου μετὰ τὸν θάνατον Κλέωνος. ταῦτα δὲ ὡς ἔτι ζῶντος Κλέωνος λέγεται. RE δῆλον οὖν, ὅτι μετὰ πολλοστοὺς χρόνους διεσκεύασε τὸ δρᾶμα· καὶ ταῦτα μὲν †οὐ πολλῷ ὕστερον, ἔν τισι δὲ† Εὐπόλιδος μέμνηται καὶ τῶν εἰς Ὑπέρβολον κωμῳδιῶν. E

### book 591b

ταῦτα ἀπὸ τῶν προτέρων Νεφελῶν· τότε γὰρ ἔζη ὁ Κλέων, ἐπὶ δὲ τούτων τέθνηκεν. EMatr καὶ γὰρ Εὔπολις μετὰ θάνατον Κλέωνος τὸν Μαρικᾶν ἐποίησεν. E

### book 591c

τὸν λάρον REM: τὸν ἅρπαγα· RVEbisMMatr ὅτι καὶ ὁ λάρος τοιοῦ‐ τος. REMMatr καὶ ἐν Ἱππεῦσι λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν. RVEMatr

### book 595a

μέλος EN χοροῦ. E

### book 595b

ἀντῳδή, RERsNp ἥτις καὶ RENp ἀντιστροφή. RVENNp ἔστι δὲ καὶ τὸ μέτρον καὶ ἡ ποσότης ὁμοία τῇ στροφῇ. ὡμοίωται δὲ καὶ τὸ ἐπίρρημα καὶ τὸ ἀντεπίρρημα. ENp

### book 595c alpha

ἀμφί μοι αὖτε E: μι‐ μεῖται τῶν διθυραμβοποιῶν καὶ κι‐ θαρῳδῶν τὰ προοίμια. συνεχῶς γὰρ ἐκεῖνοι ταύτῃ χρῶνται τῇ λέξει· διὸ καὶ ἀμφιάνακτας αὐτοὺς ἐκάλουν E‐ RsNp ἔστι δὲ τοῦ Τερπάνδρου ἀμφ’ ἐμοὶ ἄνακτα ἑκατηβό‐ λον. ERs λείπει δὲ τὸ ἔσο ἢ τὸ χόρευε EbisRs‐ Np ἤ τι τοιοῦτον. ERs

### book 595c beta

ἀμφί μοι αὖτε: ἐκ τῶν †Περιάν‐ δρου† προοιμίων· καὶ γὰρ ἐκεῖνος οὕτως ἤρξατο· ἀμφί μοι αὖτις ἄνακτα. R

### book 595c

καὶ τὸ προοιμιάζεσθαι δὲ ἀμφιανακτίζειν ἔλεγον. RERs

### book 595d

ἀμφί μοι αὐτῷ R: εἰκότως ERsNp μετὰ τὸν Ἥλιον ἀνυμνοῦσι τὸν Ἀπόλλωνα. RERsNp ὅτι δὲ ὁ αὐτός ἐστι Δήλιος καὶ Ἀπόλλων, δῆλον. RENp

### book 595e

αὖτε RERsNp: ἀντὶ τοῦ “πάλιν”· REbisNRsNp ὥσπερ γὰρ ἀναλαμ‐ βάνων πρὸς τὸ ἄνω λέγει RERsNp ἀντίστροφον. VERsNp ἔφαμεν γὰρ ἐν τοῖς χορικοῖς γίνεσθαι τὰς στροφὰς καὶ τὰς ἀντιστρόφους καὶ τὰς ἐπῳδούς, αἵτινες καλοῦνται ἐπιρρήματα· ὥσπερ οὖν καὶ ἐνταῦθα τὴν ἀντίστροφον ἐπή‐ γαγεν ὁ ποιητὴς ἀναστρέφων ἐπὶ τὸ ἐξ ἀρχῆς μέλος, ὅθενπερ ἐξετράπη εἰς τὸ ἐπίρρημα. ἀρξάμενος γὰρ ὑμνεῖν τοὺς θεοὺς καὶ παραγενόμενος μέχρι τοῦ Ἡλίου VERs ἐπήγαγε τὴν ἐκτροπήν, τουτέστι τὸ ἐπίρρημα, ἀπὸ τοῦ “ὦ σοφώτατοι θεαταί, VERsNp δεῦρο τὸν νοῦν προσέχετε”. V οὔτε γὰρ ἡ διάνοια τοῖς προειρημένοις ἀκόλουθος οὔτε τὸ μέτρον τοῦ λόγου· πάλιν οὖν

### book 595e

ἐπανατρέχων ἐπὶ τὸν ὕμνον τῇ τῶν θεῶν χρῆται ἐπαναστροφῇ. VERsNp εἰ γοῦν τις τὰ ἐν μέσῳ ἅπαντα ἀφελὼν ἐπὶ ταῦτα ἔλθοι, VERs οὐδὲν ἂν V οὔτε ὁ λόγος οὔτε ὁ νοῦς ἐπιζητήσειεν, ἀλλὰ μᾶλλον ἀκολουθία φυλάττοιτο· “τόν θ’ ἱππονώμαν, ὃς ὑπερλάμπροις ἀκτῖσι” καὶ τὰ ἑξῆς “ἀμφί μοι αὖτε Φοῖβ’ ἄναξ”. φησὶν οὖν· ἀλλὰ σοῦ πάλιν, ὦ Ἄπολλον, ἕξομαι, καὶ τῶν σῶν ἐπαίνων. VERs οὐ μὴν ἁπλῶς ἐπὶ τὴν ἀντίστροφον ἐλθὼν θεοῦ τινος ἐμνη‐ μόνευσεν, ἀλλὰ μετὰ τὸν Ἥλιον ἑξῆς τὸν Ἀπόλλωνά φησιν, ἐπεί τινες τὸν Ἥλιον τὸν αὐτὸν εἶναι λέγουσι τῷ Ἀπόλλωνι. VE ὅτι δὲ καὶ ὁ ποιητὴς τῷ λόγῳ τούτῳ κατακολουθῶν μετὰ τὸν Ἥλιον ἐπὶ τὸν Ἀπόλλωνος ἔρχεται ὕμνον, φανερὸν ποιεῖ αὐτὸς λέγων “ἀμφί μοι αὖτε, Φοῖβε”, τουτέστι πάλιν.

### book 595e

οὐδαμοῦ γὰρ νῦν τοῦ Ἀπόλλωνος μέμνηται. τί οὖν ἔδει μνημονεῦσαι τοῦ “αὖτε”, εἰ μὴ τῆς προειρημένης διανοίας εἴχετο; E

### book 596/7

κυνθίαν ἔχων ὑψικέρατα πέτραν E: περιφραστικῶς τὴν Κύν‐ θον. ἔστι δὲ ὄρος RE Δήλου ἡ Κύνθος. E

### book 597a

ὑψικέρατα πέτραν: ἐπῳδός ἐστιν. τὸ αὐτὸ μέτρον τῷ μέλει, τὸ αʹ καὶ ἑξῆς οὕτως. E

### book 597b

ὑψικέρατα R: ἔστι παραγώγως E ἀντὶ τοῦ “ὑψηλήν”. μεταπλα‐ σμὸς δέ ἐστιν ἀντὶ τοῦ “ὑψικέρατον”. RE

### book 598a

ἥ τ’ Ἐφέσου M: μετὰ τὸν Ἥλιον εὐθὺς τὴν Ἄρτεμιν REM ὑμνεῖ. M

### book 598b

μάκαιρα] τὴν Ἄρτεμιν λέγει. E

### book 600a

ἔνθα σε αἱ παρθένοι Λυδῶν RVENp τιμῶσιν, RVENMNp ὦ Ἄρ‐ τεμι. RVENp

### book 600b alpha

ὅτι τῆς Λυδίας τὸ παλαι‐ ὸν ἡ Ἔφεσος VENp ἦν. V

### book 600b beta

Λυδῶν] ἧς ἦν ἡ Ἔφεσος. RE

### book 602a

ἡ Ἀθηνᾶ· RVE παρὰ τὸ ὁμηρικὸν αἰγίδ’ ἔχους’ ἐν χειρί. RE

### book 602b

πολιοῦχος] ἔχουσα τὴν πόλιν. E

### book 603

παρνασσίαν ὃς κατέχων E: παρὰ τὸ εὐριπίδειον Διόνυσος, ὃς πεύκαισι καὶ νεβρῶν δοραῖς VE καθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάτα πηδᾷ χορεύων †σὺν παρθένοις†. E

### book 604a

σὺν πεύκαις ENp σελαγεῖ RENp: μετὰ λαμπάδων καὶ πυρὸς χορεύει· διάπυρος γὰρ ὁ θεός. RVEMNp καὶ ὁ Ζεὺς διὰ πυρὸς τῇ Σεμέλῃ συνῆλθεν. οὐ γὰρ ἀργῶς τοῦτο παρέλαβεν ὁ ποιητής. RVE

### book 604b

σελαγεῖ] λάμπει. VERs

### book 605a

Βάκχαις V δελφίσιν ἐμπρέπων VE: καὶ γὰρ ἐκεῖ ἐτιμᾶτο ὁ Διόνυσος. RVE

### book 605b alpha

δελφίσιν Βάκχαις: εἰς τὴν δελφικὴν χώραν ἡκούσαις. E

### book 605b beta

δελφίσιν VM Βάκχαις M: ταῖς τὴν δελφικὴν χώραν κατοικούσαις. VM

### book 606

κωμαστὴς M: ὅτι καὶ οἱ μεθύοντες βακχεύονται καὶ ὥσπερ ἐκμαί‐ νονται. EMNp

### book 607a

ἀντεπίρρημα. E

### book 607b

τὸ ἀντεπίρρημα ὅμοιον τῷ ἐπιρρήματι. RE

### book 609a

πρῶτα μὲν χαίρειν EM: τὸν Κλέωνά φασιν ἀπὸ τῆς Πύλου καὶ Σφακτηρίας τοῖς Ἀθηναίοις ἐπιστέλλοντα “χαίρειν” προθεῖναι· RVEM ὅπερ γέγονεν ἐν χρήσει. RVE

### book 609b alpha

ἀρχαῖον ἦν ἔθος προτάσ‐ σειν ἐν ταῖς ἐπιστολαῖς τὸ χαίρειν. οὐ γάρ, ὥς τινες, Κλέων πρῶτος οὕτως ἐπέστειλεν Ἀθηναίοις ἐκ Σφακτηρίας. E

### book 609b beta

ἀρχαῖον ἔθος τὸ ταῖς ἐπιστολαῖς προτιθέναι τὸ χαίρειν, καὶ οὐκ ἔστι Κλέων ὁ πρῶτος οὕτως ἐπιστείλας, ὥς τινες. RV

### book 610

θυμαίνειν] ὀργίζεσθαι. VENMARs

### book 611

οὐ λόγοις] ἀλλ’ ἔργοις. E

### book 614

φῶς Σεληναίης καλόν] τῆς γὰρ σελήνης φαινούσης οὐχ ἅπτουσι τοὺς λύχνους. RE

### book 615a

ἄλλα τ’ εὖ δρᾶν φησιν EM: καὶ εἰς ἄλλα φησὶν ὑμᾶς RVEM εὐεργετεῖν. RVENMbis

### book 615b

οὐκ ἄγειν τὰς ἡμέρας R: οὐ παρατηρεῖν RVEM ἀκριβῶς RVEbisM τὰς κατὰ τὴν σελήνην ἡμέρας. RVEM

### book 616

κυδοιδοπᾶν REMNp: συνταράττειν. RVENp γίνεται δὲ ἐξ ἑκατέρου VEMNp

### book 616alpha

· ἐὰν μὲν διὰ τοῦ κ, παρὰ τὸ κυκᾶν, ἐὰν δὲ διὰ τοῦ δ, παρὰ τὸν κυδοιμόν. EMNp

### book 616beta

τὸ ταράττειν· τὸ μὲν ἀπὸ τοῦ κυκᾶν, τὸ δὲ V ἀπὸ τοῦ κυδοιμοῦ. RV

### book 618a

ψευσθῶσιν EM: ἀποτύχωσιν. RVEbisNMbis

### book 618b

μὴ δέξωνται θυσίας. EM

### book 619a

κατὰ λόγον RV: κατὰ τὸ ἔθος, E εὐτάκτως RVEbisM καὶ ὡρισ‐ μένως. RVE

### book 619b

κατὰ λόγον τῶν ἡμερῶν E: διὰ γὰρ τὸ πλανᾶσθαι τὴν τάξιν τῶν ἡμερῶν ὑπερβαίνειν τὰς †δεήσεις† καὶ τὰς ἑορτὰς ἀνάγκη. RVEMMatr

### book 621a

ἀπαστίαν: ἀντὶ τοῦ Mpr. “νηστείαν, RVNMalt.A ἀγευστίαν.” VENMbis παρὰ τὸ πάσασθαι. †ἀπὸ† δὲ τοῦ πενθεῖν. V

### book 621b

διαβάλλει τοὺς ποιητάς. RVEN

### book 623a

ἀνθ’ ὧν λαχὼν Ὑπέρβολος RE: εἰς τὴν σύνοδον τῶν Ἀμφικτυό‐ νων πεμφθῆναι εἰς τὴν Πυλαίαν. κατὰ πόλιν δ’ ἔπεμπον τοὺς θύσοντας καὶ συνεδρεύσοντας· καὶ ἦσαν οἱ πεμπόμενοι πυλαγόραι καὶ ἱερομνήμονες. λέγουσι δέ, ὅτι Πυλάδης πρῶτος ἐκρίθη ἐπὶ τῷ Κλυταιμνήστρας φόνῳ, καὶ ἐξ αὐτοῦ τοὔνομα σχεῖν τὸν τόπον. ἀπῄεσαν δὲ εἰς Δελφοὺς ἐπίσκοποι τῶν ἀναλισκο‐ μένων ἐν ταῖς θυσίαις. RVE

### book 623b

ἱερομνήμονα ἔπεμπον εἰς Πυλαίαν καὶ πυλαγόρους. Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις ἀγαθὰ μεγάλα τῇ πόλει ἥκειν φέροντά φασι τοὺς πυλαγόρους ἐκ τῆς Πυλαίας καὶ τὸν ἱερομνήμονα. καί εἰσιν οἷον ἱερογραμματεῖς· μνήμονας γὰρ τούτους ἐκάλουν· φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων. E

### book 624a

τῆτες ἱερομνημονεῖν RE: ἐξέπεμπον γὰρ Ἀθηναῖοι εἰς Δελφοὺς ἱερομνήμονας, οἳ πρὸ πυλαγόρου προειστήκεσαν τῶν ἱερῶν τοῦ θεοῦ. RVEMNp

### book 624a alpha

οὐδεὶς δ’ ἱστόρησε κατ’ ἐκεῖνον τὸν ἐνιαυτὸν ἱερομνήμονα εἶναι τὸν Ὑπέρβολον. ENp οὐδέπω γὰρ διέ‐ πρεπε Κλέωνος ἔτι ζῶντος. E

### book 624a beta

παρ’ ἱστορίαν δὲ εἶπε τὸ “τῆτες”· οὐδεὶς γὰρ ἱστορεῖ RV ἐν ἐκείνῳ τῷ ἔτει RbisV ἱερομνήμονα εἶναι Ὑπέρ‐ βολον, ἐν ᾧ αἱ Νεφέλαι ἐδιδάχθησαν. οὐδέπω γὰρ διέπρεπε Κλέωνος ἔτι ζῶντος· μετὰ γὰρ τὸν ἐκείνου θάνα‐ τον ἠξιώθη. RV

### book 624b alpha

τῆτες] εἰς τοῦτον τὸν ἐνιαυτόν. E

### book 624b beta

τούτῳ τῷ ἔτει. V

### book 624c

περισσὸν τὸ “κἄπειθ’”. VE

### book 625

μᾶλλον γὰρ οὕτως εἴσεται E: τότε γὰρ μαθήσεται, ὅτι καλόν ἐστι ζῆν αὐτὸν ὡς τὸ πρότερον, καὶ ὡς ἀνάξιος ἦν. EM

### book 627a

μὰ τὴν Ἀναπνοήν E: δυσφορεῖ RENAMatr ὁ Σωκράτης RN ἐπὶ τῇ τοῦ Στρεψιάδου ἀμαθίᾳ. RENAMatr

### book 627b

μὰ τὴν Ἀναπνοήν M: ἐντεῦθέν φασι τὸν Ἀριστοφάνην χαριζό‐ μενον τοῖς περὶ Ἄνυτον καὶ Μέλητον γεγραφέναι τὸ δρᾶμα διαβάλλοντα εἰς ἀθεότητα τὸν Σωκράτην. VENMMatr ὅτι δὲ πολὺ τοῖς χρόνοις λείπεται, εἴπομεν. VEN διαβάλλει γοῦν εἰς ἀθεότητα τὸν Σωκράτην διὰ τῆς πολυθεΐας REN καὶ τοὺς φιλοσόφους †ἁπλοϊκοὺς† διαβάλλει, ἐπεὶ καὶ ὁ Σωκράτης προεῖπε μὴ ἡγεῖσθαι θεοὺς VEN πλὴν τὸ Χάος καὶ τὴν VE

### book 627b alpha

Ἀναπνοὴν καὶ τὸν Ἀέρα. E

### book 627b beta

γλῶτταν καὶ τὸν Ἀέρα, ταυτὶ τρία. V

### book 628

ἄγροικον] ἀπαίδευτον. RVEMRs

### book 629alpha

οὐδὲ σκαιὸν: σκαιοὺς τοὺς ἀμαθεῖς καὶ δυσπαρακολουθήτους ἔλεγον ἢ τοὺς μωρούς. ἀπὸ τῆς σκαι‐ ᾶς. E

### book 629beta

σκαιὸν: ἀντὶ τοῦ “μωρόν”. ἢ οὕτως· σκαιοὺς ἔλεγον τοὺς ἀμα‐ θεῖς καὶ δυσπαρακολουθήτους. R

### book 630a

σκαλαθυρμάτι’ EMNp ἄττα M: σκιάς τινας καὶ σκαλεύματα. ἢ EMMatr Np λεπτὰ καὶ RVEMatr Np σμικρὰ παντάπασι νοήματα RVEM‐ Matr Np καὶ μαθήματα· σκαριφήματα. RVEMatr Np

### book 630b alpha

ἔγκειται τὸ ἄθυρμα· οἱο‐ νεὶ παίγνια καὶ οὐδὲν ἀξιόπιστον. EMatr Np

### book 630b beta

ἡ λέξις σύνθετος ἀπὸ τοῦ σκαλεύ‐ ματα καὶ ἀθύρματα· οἷον παίγνια καὶ μηδενὸς ἄξια. V

### book 633a

ποῦ Στρεψιάδης;] ἀττικῶς ἀντὶ τοῦ N “ὦ Στρεψιάδη”. NM

### book 633b

ἔξει RM: ἔξελθε. RVENMbisARs

### book 633c

ἀσκάντην RVM: τὸν σκίμποδα. RVEMARs ἢ δίφρου τι εἶδος. RVE ἢ τὸν κράβατον. RVEM

### book 635

ἀνύσας M: σπεύσας. RVEMbisRs

### book 636

ὥσπερ ἡμεῖς ἐρωτῶμεν τοὺς παῖδας. V

### book 638a

πότερα περὶ μέτρων: καλῶς διέστησεν. οὐ γὰρ εἴ τι μέτρον ἐστίν, ἤδη καὶ ἔπος· εἴ τι δὲ ἔπος, ἤδη πάντως καὶ ῥυθμὸς καὶ μέτρον. σημειωτέον δέ, ὅτι καὶ ταῦτα τῶν κυκλικῶν μαθημάτων. E

### book 638b

περὶ ἐπῶν ἢ ῥυθμῶν E: ὅτι διαφέρει μέτρον καὶ ῥυθμός. RVEbisNp

### book 638c

ὅτι πατὴρ μέτρου ῥυθμός. RVEbisNp

### book 638d

ὅτι ἀρχαία ἡ τῶν μέτρων καὶ ῥυθμῶν διδασκαλία. RVENp

### book 639a alpha

ὡς ἄγροικος ὁ πρεσβύτης ἀπεκρίνατο ὡς ἐπὶ τῶν γεωργικῶν δεξάμενος. RE

### book 639a beta

ὡς ἄγροικος πάλιν ὁ πρεσβύτης ἀπεκρίνατο. ὁ μὲν γὰρ τὰ τῶν ποι‐ ημάτων ἔλεγε μέτρα, ὁ δὲ ὡς ἐπὶ τῶν γεωργικῶν ἐδέξατο. VE

### book 639b

λείπει τὸ “θέλω μαθεῖν”. V

### book 639c

ἔναγχος] πρὸ μικροῦ. EN

### book 640a alpha

ὑπ’ ἀλφι‐ ταμοιβοῦ E: τοῦ ENA ἀντικαταλλάσσοντος καὶ E πιπράσκοντος ἄλφιτα. ENA 〈ἢ τοῦ ἀμείβοντος ἀντὶ ἀργυρίου ἄλφιτα.〉 Ald οὕτω καὶ ἀργυρα‐ μοιβοὶ οἱ ἀντὶ ἀργυρίου κέρματα ἀμείβοντες. E

### book 640a beta

ὑπ’ ἀλφιταμοιβοῦ: ἀλφιταμοιβοὶ οἱ ἀμείβον‐ τες ἀντὶ ἀργυρίου ἄλφι‐ τα· οἷον οἱ ἀντικαταλ‐ λάσσοντες. M

### book 640a gamma

ἀλφιταμοιβοὶ οἱ τὰ ἄλφιτα ἀμείβοντες καὶ πιπράσκοντες. RV

### book 640b

λέγει· ὅτι ἐγὼ χθὲς V ὑπὸ μετρητοῦ VE ἐζημιώθην VENMRs δύο χοίνικας. V

### book 640c

παρεκόπην διχοινίκῳ E: ἀντὶ τοῦ “ἐπλάνησέ με EM ὁ μετρητὴς M μετρῶν τῇ ποσότητι δύο χοίνικας”. EM

### book 641a

οὐ τοῦτ’ ἐρωτῶ: δια‐ βάλλει Σωκράτην. οὐ γὰρ ποιητικὴν ἢ μουσικὴν ἐπηγγέλλετο διδάσκειν. ὁ δὲ τὰ προσόντα μὴ λέγων, χαριζό‐ μενος δὲ τὰ μὴ προσόντα, ἀμφοτέρων †ἐκεῖνος ἀπεστέρηται ὁ τοὺς λόγους† ἀμφοτέρων ἀποφαίνων ἀλλότριον καὶ ἄπειρον. E

### book 641b

διαβολή, ὅτι τὰ μὴ οἰκεῖα τῇ τέχνῃ ἐπαγγέλλεται διδάσκειν. οὔτε γὰρ ποιητής ἐστιν οὔτε μουσικός. ENp

### book 642

εἴδη μέτρων, οἷς καὶ Ἀρχίλοχος κέχρηται ἐν Τριμέτροις καὶ Τετρα‐ μέτροις. RV

### book 643a alpha

ἔπαιξε πάλιν εἰπών· οὐδὲν κάλλιον ἡγοῦμαι ἡμιεκτέου μέτρου· EM τουτέστι τεσσάρων χοινίκων. ὁ γὰρ μέδιμνος μηʹ χοινίκων ἐστίν. τούτου οὖν τὸ ἕκτον ἐστὶν ὀκτὼ χοί‐ νικες. τὸ δὲ ἡμιεκτέον, τουτέστι τὸ δωδέκατον τῶν μηʹ, χοίνικες τέσσα‐ ρες. E

### book 643a beta

ἡμιεκτέου E: τοῦ τετραχοινί‐ κου. ENMbis ὁ γὰρ μέδιμνος χοίνι‐ κας ἔχει μηʹ. τούτων τὸ ἕκτον τὰ ηʹ. τὸ ἥμισυ τοῦ ἕκτου, τουτέστι τῶν ὀκτώ, τὰ τέσσαρα· ὃ καλεῖται τε‐ τράμετρον. ὁ οὖν ἡμιεκτέος τέσσαρας ἔχει χοίνικας. EMRs

### book 643b

παρατηρητέον, ὅτι διὰ τοῦ ε δεῖ λέγειν ἡμιεκτέον, καὶ οὐ VE διὰ τοῦ α V κατὰ τὴν κοινὴν χρῆσιν ἡμιεκτέον. VE

### book 644

περιδοῦ νῦν ἐμοὶ: ἀντὶ τοῦ EM “συνθήκας ποίησον”. RENMRs παρὰ τὸ ὁμηρικὸν δεῦρο νῦν ἢ τρίποδος περιδώμεθα. EM

### book 645a

εἰ μὴ τετράμετρον E: πρὸς τὸ “τετράμετρον” ἀπήντησεν. RVEMNp

### book 645b

τὸ ἡμιεκτέον μέτρων ἐστὶ τεσσάρων· ὁ γὰρ μέδιμνος χοίνικας ἔχει μηʹ, ὁ δὲ ἑκτεὺς ηʹ, τὸ ἡμιεκτέον δὲ δʹ μέτρα ἔχει. RVENp

### book 645c

ἡμιεκτέον] εἰ μὴ τὸ τετράμετρόν ἐστιν ἡμιεκτέον. E

### book 646

ἄγροικος] ἀπαίδευτος. E

### book 647

ταχὺ δ’ ἂν δύναιο EM: ἐν εἰρωνείᾳ. EbisM λέγει δὲ εἰς τὸ κιθαρίζειν. ταχὺ E δυνηθείης, ENM φησίν, αἰσθάνεσθαι καὶ καταλαμβάνειν τὸ κιθαρί‐ ζειν. E

### book 649a

κομψὸν EM ἐν συνουσίᾳ: ἀντὶ τοῦ M “πιθανὸν καὶ εὔχαριν RVE‐ Mbis ἐν συνόδῳ καὶ τῇ πρὸς ἑτέρους κοινωνίᾳ”. RVEM

### book 649b

πιθανὸν καὶ ἀστεῖον φαίνεσθαι τοῖς συνοῦσιν. E

### book 650

ἐπαΐειν: αἰσθάνεσθαι RVENM καὶ νοεῖν. RVE

### book 651a

κατ’ ἐνόπλιον RENMRsNp: εἶδος ῥυθμοῦ, πρὸς ὃν ὠρχοῦντο σείοντες τὰ ὅπλα. RVENMRsNp ἔστι δὲ ὁ ἐν ἡμιολίῳ. †ἡ γὰρ μακρὰ πρὸς τὰς δύο βραχείας ἴσον τινὰ ἔχει†. ENMRsNp

### book 651b

〈...〉 ῥυθμὸν ENMNp ἐκ τριποδίας ἀναπαιστικόν, ὃς δέχεται πάντας τοὺς δισυλλάβους πόδας. ENRsNp οἱ δὲ ἐνόπλιον τὸν ἀμφίμακρον, RVENRsNp ὃς καὶ κουρητικὸς καλεῖται ἀπὸ τοῦ RVERsNp

### book 651b alpha

εἰς τοὺς Κούρητας †ἀμέλει† τούτῳ †γὰρ† τῷ μέτρῳ † προσωρχοῦντο σεί‐ οντες τὰ ὅπλα†. καλεῖται δὲ ἐνόπλιος †κατὰ δάκτυλον, ᾧ χρῶνται† 〈...〉 ERsNp

### book 651b beta

τὰ εἰς τοὺς Κουρῆτας μέλη τούτῳ τῷ μέτρῳ κεχρῆσθαι. RV

### book 651c

κατὰ δάκτυλον ENp: †ἀριθμητικὸν ἢ γεωμετρικόν. ἔστι δὲ ῥυθμὸς† κρούματος εἶδος κατὰ δάκτυλον, ᾧ χρῶνται οἱ VENp

### book 651c alpha

αὐληταί. ENp

### book 651c beta

αὐλοῦντες πρὸ τοῦ νόμου. V

### book 651d

ὁ κατὰ δάκτυλον ῥυθμός ἐστιν ὁ ἐν ἴσῳ †λόγος†. ὁ δὲ ἐνόπλιος, 〈ὁ〉 καὶ προσοδιακὸς λεγόμενος ὑπό τινων, σύγκειται ἐκ σπονδείου καὶ πυρριχίου καὶ τροχαίου καὶ ἰάμβου· συνεμπίπτει δὲ οὗτος ἤτοι τριποδίᾳ ἀναπαιστικῇ ἢ βάσεσι δυσίν, ἰωνικῇ καὶ χοριαμβικῇ. VENp

### book 653a

ἀντὶ τουτουὶ τοῦ δακτύλου: τὴν παραγραφὴν ἐατέον μεταξὺ τοῖν δυοῖν, ὡς ἐν τοῖς πλείστοις σχεδὸν φέρεται. ὁ πρότερος Σωκράτους, οὗτος τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου; καὶ τάχα εἴη λέγων τῷ γέροντι· “ἕτερόν τινα εἶναι δάκτυλον νομίζεις ἢ τουτονί;” δεικνὺς αὐτῷ ἕνα τῶν δακτύλων αὐτοῦ. “ὅταν γὰρ περὶ ῥυθμῶν, οὐ περὶ τούτου τοῦ δακτύλου,” φησίν, “ἀλλὰ περὶ ἑτέρου”. †ὡς† γὰρ ἄγροικος. καὶ οὗτος †ἐρεῖ† οὐδὲν ἧττον †δείξειν† τὸν μέσον δάκτυλον ἀσελγαινόμενος. ἐὰν δὲ περιαίρηται, ἀμφότεροι ἔσονται τοῦ γέροντος ἀσυνδέτως εἰρημένοι. E

### book 653b

τίς ἄλλος ἀντὶ τουτουὶ R: δεικνύει τὸν μέσον δάκτυλον αἰσχρῶς †φήσει οὐδεὶς ὡς† οὐκ ἔστιν ἀντὶ τούτου τοῦ δακτύλου· καὶ γὰρ παιδίῳ μοι ὄντι πάλαι ὁ αὐτὸς ἦν, καὶ νῦν δὲ γεγηρακότι. RVENp

### book 655

ἀγρεῖος] ἄγροικος REN καὶ ἀμαθής. RE

### book 657

ἀδικώτατον] ὃν εἶπεν ἥττονα. RE

### book 658a

ἀλλ’ ἕτερα δεῖ σε: λοιπὸν τὰς ἀξιοπιστίας τῶν φιλοσόφων μιμεῖ‐ ται. E

### book 658b

τούτου] τοῦ ἀδίκου λόγου. E

### book 659

ὀρθῶς] καταχρηστικῶς ἢ φυσικῶς. EM

### book 661a

κύων, ἀλεκτρυών E: ἔπαιξε τὸν ἀλεκτρυόνα ὡς τετράπουν καταριθ‐ μήσας, VENp ἵν’ ἡ ἀφορμὴ τοῦ λοιποῦ παιγνίου ἐκ τούτου γενήσεται. V

### book 661b

καὶ ταῦτα γελοίου χάριν παρείληπται. ἢ καὶ πρὸς τὴν ἀθεότητα Σω‐ κράτους, ὅτι κατ’ αὐτῶν ὄμνυσιν. RVENp

### book 663a

ἀλεκτρυόνα κατὰ ταὐτὸν: οὐκ ἂν ἄλλως λέγοιτο τοῦτο, εἰ μὴ ἐν ἔθει ἦν αὐτοῖς τότε καὶ τὴν θήλειαν ἀλεκτρυόνα λέγειν. σαφὲς δὲ γίνεται ἐν Ἀμφιαράῳ γύναι, τί τὸ ψοφῆσάν †ἐστιν; ἡ ἀλεκτρυὼν† τὴν κύλικα καταβέβληκεν. οἰμώζουσά γε. καὶ ἐν τῷ Πλάτωνος Δαιδάλῳ ἐνίοτε πολλαὶ τῶν ἀλεκτρυόνων †καὶ ὑπήνεμα† τίκτουσιν ᾠὰ πολλάκις. †ὁ δὲ παῖς ἔνδον† τὰς ἀλεκτρυόνας σοβεῖ. E

### book 663b

οἱ Ἀττικοὶ οὕτω καὶ τὰς θηλείας ἐκάλουν, ὡς καὶ Θεόπομπος. λέγουσι δὲ αὐτὴν καὶ ἀλεκτρύαιναν. VE

### book 663c

τῷ αὐτῷ ὀνόματι. RVE

### book 664a

πῶς] λείπει λέγεις. VEM

### book 664b

ἀλεκτρυὼν κἀλεκτρυών] ὁ ἀλεκτρυὼν καὶ ἡ ἀλεκτρυών. E

### book 666

τὴν μὲν ἀλεκτρύαιναν, τὸν δὲ ἀλέκτορα. VE

### book 667

νὴ τὸν Ἀέρα E: μιμεῖται καὶ αὐτὸς τοὺς φιλοσόφους κατὰ τοῦ ἀέρος ὀμνύς. RVENp

### book 668

τοῦ διδάγματος] τῆς διδαχῆς. E

### book 669a

διαλφιτώσω M: πᾶσαν ἀλφίτων πληρώσω RVEM τὴν κάρδοπον. V

### book 669b

κάρδοπον RV: τὴν NM μαγίδα, RVM ἐν ᾗ τοὺς ἄρτους ἔματτον· ἢ RV σκάφην, RVNM ἐν ᾗ ἀναμάττειν καὶ ἀναφύρειν ἔθος τὰ ἄλφιτα. RV

### book 669c

τὴν κάρδοπον] τὸ σκάφος, ἐν ᾧ μάττουσιν. EM

### book 670

ἀντὶ τοῦ “ἰδού, ἕτερον αὖθις διήμαρτες RVE τὴν καρδόπην εἰπὼν κάρδοπον· κοινῶς γὰρ κέκλιται”. V

### book 673a

ὥσπερ καὶ Κλεώνυμον R: τῶν πολιτευομένων εἷς ἦν RVEM ὁ Κλεώνυμος. RV καὶ ὡς γυναικιζόμενον αὐτὸν οἱ RVEM τῆς ἀρχαίας κωμῳδίας RV ποιηταὶ διαβάλλουσιν. RVEM

### book 673b

μάλιστά γε, E ὥσπερ γε καὶ Κλεώνυμον EM: σύ, φησίν, τὴν κάρδοπον καλεῖς ἀρσενικῶς δέον θηλυκῶς· ὥσπερ Κλεώνυμον ἄρρενα καλοῦσί τινες RVEMNp οὐ διαφέροντα τῇ αἰσχύνῃ τῶν γυναικῶν. REMNp

### book 674a

ταὐτὸν δύναταί σοι κάρδοπος ENp: οἷον τὸ αὐτὸ γένος. σημαίνει δὲ τὴν κατάληξιν. VE

### book 674b alpha

ταὐτὸν δύναταί σοι κάρδοπος M: δοκεῖ σοι ὁμοιοκατά‐ ληκτον εἶναι; ἅμα δὲ καὶ ὡς γυναι‐ κώδη σκώπτει τὸν Κλεώνυμον. EM

### book 674b beta

ὅτι ὁμοιοκατάληκτά εἰσιν. ἅμα δὲ καὶ γυναικώδης ὁ Κλεώνυμος. RV

### book 674c

ἀδηφαγίας †ἔχει διαβολὴ τοῦ† κατὰ Κλεωνύμου· τρόπον γὰρ μάκτρας †ἔστω† ὁ Κλεώνυμος. VEM

### book 674d

ὡς ἀδηφάγον καὶ ἀλφίτων δεκτικὸν διασύρει λέγων ὅμοιον. EM

### book 674e

ἀδηφαγίας ὑπερβολή. EMNp

### book 676alpha

ἀλλ’ ἐν θυείᾳ στρογ‐ γύλῃ: ὡς πένητα καὶ παράσιτον διασύρει αὐτὸν καὶ ἀποροῦντα μάκ‐ τρας. μικρὰ δέ ἐστιν ἡ θυεία, ἡ δὲ καρδόπη μεγάλη. EMNp

### book 676beta

ἐπειδὴ πένης ἦν RV ὁ Κλεώνυ‐ μος R καὶ παράσιτος, V διασύρει αὐτὸν ὡς ἀποροῦντα μάκτρας καὶ θυείᾳ χρώμενον. RV μικρὰ γὰρ ἡ θυεία, ἡ δὲ κάρδοπος μεγάλη. V

### book 680a

ἐκεῖνο δ’ ἦν ἂν EM καρδόπη NM Κλεωνύμη N: τοῦτον ἤδη ὡς κίναιδον διασύρει, ἐπεὶ ῥίψασπις καὶ δειλός. ENMANp

### book 680b

ἐν ἐρωτήσει ὁ λόγος, καὶ λείπει τὸ ὡς, ἵν’ ᾖ· ἐκεῖνο δ’ ἦν ὀρθῶς, ὡς “καρδόπη” καὶ “Κλεωνύμη” λέγειν; ENMNp

### book 680c

ὅμοιον ἦν τὸ λέγειν “καρδόπην ὡς Κλεωνύμην”. EMNp

### book 684

αὗται πόρναι ἦσαν. V

### book 686

Φιλόξενος M: οὗτοι ἐπὶ μαλακίᾳ ἐκωμῳδοῦντο· RVEMNp καὶ τοῦ μὲν κατηγορεῖ τύχης, τοῦ δὲ φύσεως. VEMNp

### book 687

ὦ πόνηρε] ὦ V ἄθλιε. VE

### book 689

ἐντυχὼν] ἀντὶ τοῦ “συντυχών”. ENp

### book 691

γυναῖκα τὴν Ἀμυνίαν EM: πρὸς τὴν κατάληξιν τοῦ ὀνόματος ἔπαιξεν, καὶ εἰς διαβολὴν τοῦ ἀνδρὸς ἐνταῦθα μὲν εἰς δειλίαν †μόνον†· Κρατῖνος δὲ ἐν Σεριφίοις ὡς ἀλαζόνα καὶ κόλακα καὶ συκοφάντην· VEM Εὔπολις δὲ ὡς παραπρεσβευτήν, VE ὅπερ καὶ ἐν τοῖς Σφηξὶ φαίνεται. VEM

### book 693

ἃ πάντες ἴσμεν] τὰ κοινὰ δηλονότι. E

### book 694

ἀλλὰ κατακλινεὶς δευρὶ ENM: τὸ “κατακλινεὶς” κοινόν, τὸ δὲ κατακλιθείς ἀττικόν. ENMNp

### book 695a

ἐκφρόντισόν ENp τι E τῶν σεαυτοῦ πραγμάτων M: ἀντὶ τοῦ “σκέψαι καὶ διανοήθητι περὶ τῶν ἰδίᾳ σοι συμφερόντων πραγ‐ μάτων”. EMNp

### book 695b

σκέψαι τι τῶν σοι συμφερόντων καὶ ἐννοήθητι. RV

### book 696a

μὴ δῆθ’ ENp ἱκετεύω E: παρεπιγραφή· ποιήσει γὰρ τὸ προσταχ‐ θέν. εἶτα καταβρωθεὶς ἀρνηθήσεται καὶ ἀναστήσεται. ENp

### book 696b

μὴ δῆθ’ ἱκετεύω M: ἐπὶ τοῦ ἀσκάντου. REMbis

### book 698

οὐκ ἔστι παρὰ ταῦτ’ EM ἄλλα M: τοῦτο, φησί, πάντως δέδοκται καὶ οὐκ ἀνίημί σε ἕτερόν τι ποιῆσαι. VEM

### book 699a

ἀντὶ τοῦ “σήμερον”. V

### book 699b alpha

δώσω τήμερον: τινὲς “τήμερα”. ὡς ἐν Ὁλκάσιν ἰὼ κακοδαῖμον, τί ἄρα πείσει τήμερον; ἀντὶ τοῦ “ὁ σημερινός”, καὶ ἔστι †τὸ τεταγμένως† ἐπὶ σώματος· τὸ δὲ τή‐ μερον ἐπὶ χρόνου λέγεται. E

### book 699b beta

τήμερος: ὁ σημερινός. καὶ ἔστι τεταγμένον ἐπὶ σώματος, τὸ δὲ τή‐ μερον ἐπὶ χρόνου λέγεται. καὶ ἐν τῇ Εἰρήνῃ ἰὼ Λακεδαῖμον, τί ἄρα πείσῃ [para]τήμερα; ἀντὶ τοῦ “σημερινή”. RV

### book 700a

φρόντιζε δὴ RMNp καὶ διάθρει REM: ἐκάθισεν αὐτὸν ἐπὶ τοῦ ἀσκάντου. RVEMNp

### book 700b

τὸ “δὴ” ἰσοδυναμεῖ τῷ νῦν. RVENp

### book 700c

τὸ μέτρον χοριαμβικὰ τοῖς ἀμβικοῖς ἐπιμεμιγμένα. διπλῆ δὲ καὶ περίοδος ἑπτάκωλος ἀντὶ δεκακώλου, ὧν τελευταῖον ἀπέστω γλυκύθυμος ὀμμάτων· ὑφ’ ὃ διπλαῖ δύο κατὰ τὴν ἀρχήν. ἕπεται δὲ ἀμοιβαῖον δίκωλον· καὶ τὸ μὲν τοῦ πρεσβύτου ἐν παρεκθέσει τετρασύλλαβον κατὰ πόδα χορίαμβος, τὸ δὲ τοῦ χοροῦ ἐν ἐπεισθέσει παιωνικὸν βακχειακὸν δίρρυθμον. εἶτα ἐν ἐκθέσει ἰαμβεῖα δύο, ὧν τελευταῖον δάκνουσί μ’ ἐξέρποντες ENp οἱ Κορίνθιοι. E

### book 700d

τὸ πρῶτον δίμετρον ἀκατάληκτον καὶ τὸ δεύτερον 〈καταληκτικόν〉. E

### book 700e

διάθρει] βλέπε. RVEN

### book 700f

διάθρει] ἀνάκρινε καὶ δοκίμαζε. RVbisEbisMNp

### book 700g

διάθρει] διερεύνα. E

### book 701

πάντα τρόπον σεαυτόν E: τουτέστιν RVE ἐπὶ πολλὰ RVEbisMNp τὴν διάνοιάν σου τρέπε. RVE

### book 702a

στρόβει REMNp: περίφερε τῇδε κἀκεῖσε. RVEMNp

### book 702b

πυκνόν τε καὶ συνετὸν ποιήσας RVEMNp καὶ φρόνιμον· 〈συ〉στρεψά‐ μενος. RVEM

### book 703a alpha

ταχὺς δ’ ὅταν εἰς ἄπορον: ἐπὰν δέ, φησίν, εἴς τι ἄπορον πέσῃς, ταχὺ ἐπ’ ἄλλο νόημα φρενὸς πήδα. E

### book 703a beta

ἐὰν ἀπορήσῃς εἴς τι, ταχέως εἰς ἄλλο πήδα νόημα. V

### book 703a gamma

φησίν· ὅτι ἐὰν ἡ διά‐ νοια εἰς ζήτημα ἄπορον ἐμπέσῃ, μετάβηθι ἐπὶ ἄλλο. RV

### book 703b

ἄπορον RE: οὗ πόρον RVE καὶ λύσιν E οὐκ ἔστιν εὑρεῖν. RVE

### book 703c alpha

καθάπτεται Σωκράτους ὡς αὐτοῦ ἐπὶ ταῖς συζητήσεσι τοῦτο ποιοῦντος· E

### book 703c beta

διαβάλλει τὸν Σωκρά‐ την ὡς καὶ αὐτὸν ἐν ταῖς συζητήσεσι 〈...〉· V

### book 703c a-b

ὅταν γὰρ στενοχωρῆται καὶ ἀπορῇ, μεθίσταται εἰς ἕτερον. ὁ γὰρ ὑποτιθέμενος ἄλλῳ δηλονότι αὐτὸς ἐν πείρᾳ γενόμενος τῶν ὅσα λέγει ὑποτίθεται. VE

### book 703c gamma

σκώπτειν διὰ τούτων βούλεται τὸν Σωκράτην ὡς χλευαζόμενον ἐν ταῖς συζητήσεσι καὶ μεθι‐ στάμενον ὑπὸ στενοχω‐ ρίας. RV

### book 705

〈ἀπέστω: οἰχέσθω, διωκέσθω.〉 Su. I 275, 26

### book 706

–στω γλυκύθυμος ὀμμάτων] ἀπὸ χοριάμβου εἰς ἰάμβου βάσιν. E

### book 707a

τετρασύλλαβος χορίαμβος. E

### book 707b

ἰατταταί EM ἰατταταί M: καταπονούμενος ὑπὸ τῶν κόρεων στενάζει ὁ Στρεψιάδης. REMRs ἔστι δὲ παρεπιγραφή· κατακλιθεὶς γὰρ καὶ μὴ δυνάμενος ὑπενεγκεῖν παρεκάλει. ERs

### book 708

παιωνικὸν βακχειακὸν δίρρυθμον. R

### book 710a alpha

δάκνουσι μ’ M ἐξέρ‐ ποντες EM οἱ Κορίνθιοι E: ἴσως αὐτοῖς ἐπέκειντο κατ’ ἐκεῖνο καιροῦ οἱ Κορίνθιοι. παρονομάζει δὲ παίζων ἅμα μὲν πρὸς τὸ “κόρεων”, EMA‐ Rs ἅμα δὲ καὶ διὰ τὸν πόλεμον, ὅτι ἐχθροὶ ἦσαν Ἀθηναίων Κορίνθιοι. EMRs

### book 710a beta

ἴσως μὲν RV ὅτι V κατ’ ἐκεῖνον τὸν καιρὸν ἐπέκειντο αὐτοῖς οἱ Κο‐ ρίνθιοι, ἅμα δὲ ὅτι παρὰ τὸ κόρις πεποίηται οἱ Κορίνθιοι. παίζων οὖν παρονομάζει ἅμα μὲν πρὸς τὸ τῶν κόρεων ὄνομα, ἅμα δὲ διὰ τὸν πό‐ λεμον, καὶ ὅτι ἐχθροὶ ἦσαν Ἀθη‐ ναίων RV οἱ V Κορίνθιοι. RV

### book 710b

710] ἐπειδὴ κόρεις οἱ Κορίνθιοι. E

### book 711a

καὶ τὰς πλευρὰς δαρδάπτουσιν M: ἀναπαιστικὸν δίμετρον. EM

### book 711b

ἑκάστῳ τὸ οἰκεῖον. E

### book 712/713/714

ὅμοιον. E

### book 715

ἀναπαιστικὸν μονόμετρον. EMRs

### book 716

ἀναπαιστικὸν δίμετρον 〈ἐν〉 ἐπεισθέσει τοῦ χοροῦ. E

### book 717a

καὶ πῶς ὅτε μου: καὶ E πῶς δύναμαι μὴ ἀλγεῖν; RE

### book 717b

(717—722) τὰ ἓξ ταῦτα τῶν ὑποκριτῶν. τούτων τὸ αʹ, βʹ, γʹ, δʹ, εʹ ἀναπαιστικὰ μονόμετρα 〈καὶ δίμετρα ἀκατάληκτα〉, τὸ δὲ ϛʹ ἀναπαιστικὸν δίμετρον καταληκτικόν. E

### book 718

φρούδη χροιά] ὡς καὶ αὐτὸς ὠχρὸς γενόμενος. EMNp

### book 719

φρούδη δ’ EM ἐμβάς EMNp: †μέχρι† τοῦ εὐτελοῦς †κτήματος†. τοῦτο δὲ εἶπε διὰ τὸ ὑπολελύσθαι τὰς ἐμβάδας, ὅτε ἀπεδύετο μέλλων εἰσιέναι εἰς τὸ φροντιστήριον. RVEMNp

### book 721a

φρουρὰς ᾄδων EM: οἱ φρουροῦντες ἐν τῷ παραμυθεῖσθαι αὐτῶν τὴν ἀγρυπνίαν ᾖδον. καὶ οὕτως ἦν λεγόμενον ἐπὶ τῶν ἀγρυπνούντων, “φρουρὰς ᾄδων”. RVEMNp

### book 721b

ἐκ τοῦ παρεπομένου τοῖς φρουροῖς. εἰώθασι γὰρ ἑαυτοῖς ᾄδειν ἀπο‐ περισπῶντες τὸν ὕπνον. E

### book 721c

φρουρὰς ᾄδων V: ἀντὶ τοῦ “ἀγρυπνῶν”. RVENRsNp

### book 721d

φρουρὰς ᾄδων: οἷον E διαγρυπνῶν τὴν φρουράν. VE

### book 721e

παρὰ τὴν λέξιν τὴν “φρούδη” τοῦτο πεποίηκεν. E

### book 721f alpha

δισσὴ ἡ γραφή· “φρου‐ ρὸς ᾄδων” ἀντὶ τοῦ “συνεχῶς ᾄδων φρουρός”· τὸ δὲ “φρουρὰς ᾄδων” ἀντὶ τοῦ “φυλάττων”, ἐπειδὴ φύλα‐ κες ἦσαν τῶν φροντιστηρίου θυρῶν. E

### book 721f beta

δισσή ἐστιν ἡ γραφή, “φρουρὰς ᾄδων” καὶ “φρουρὰς ἰδών”. τὸ δὲ “φρουρὰς ᾄδων” ἀντὶ τοῦ “συν‐ εχῶς ᾄδων φρουράς” καὶ τὸ “φρου‐ ρὰς ἰδών” ἀντὶ τοῦ “φυλάττων”, ἐπειδὴ φύλακες ἦσαν τῶν τοῦ φρον‐ τιστηρίου θυρῶν. V

### book 722

ἀναπαιστικὸν δίμετρον καταληκτικόν. E

### book 723

διπλῆ καὶ ἔκθεσις εἰς ἴαμβον τρίμετρον. Rs

### book 725a

εἴ] μεριμνῶ δηλονότι. E

### book 725b

τι] λείπει μέρος. EM

### book 726

ἀπόλωλ’ ἀρτίως RE: ὑπὸ τῶν κόρεων RVEM δηλονότι. ἐπειδὴ Σωκράτης εἶπεν “ἀπολεῖ”, ὅ ἐστι μέλλεις ἀπολέσθαι, αὐτὸς λέγει ὅτι· ἀπόλωλα ἤδη. RVE

### book 727a

οὐ μαλθακιστέον. RV

### book 727b

μαλθακιστέ’ M: πρὸς τὰ δήγματα τῶν κόρεων. RVEbisM

### book 727c

δεῖ σε, φησί, κατακαλύψασθαι καὶ σκεπάσασθαι, ἐπεὶ οἱ εἴς τι τεί‐ νοντες τὸν ὀφθαλμὸν ἀποπλανῶνται τὴν γνώμην. RVEM

### book 728

ἀποστερητικός] δυνάμενος ἀποστερεῖν. E

### book 729a

κἀπαιόλημα R: κίνημα, ἀποπλάνημα καὶ ἀπάτην τινά, πανούρ‐ γημα. RV

### book 729b

κἀπαιόλημα M: ἀποπλάνησις, ENM πανουργία, ἀπάτησις. ENMbis

### book 729c

ἀντὶ τοῦ “καλύψειε”. R

### book 730a

ἐξ ἀρνακίδων REM: ἀρνακὶς λέγεται τὸ τοῦ ἀρνοῦ κῴδιον. ἔπαιξε δὲ πρὸς τὸ ἀρνεῖσθαι. RVEM

### book 730b

ἔπαιξε παρονομάσας ἀπὸ τῶν ἀρνῶν τὸ ἀρνεῖσθαι †τοὺς δανειστάς. τὸ “ἐξ ἀρνακίδων”†. RVEM

### book 730c

δέον εἰπεῖν· τίς ἄν μοι περιβάλοι ἐξ ἀρνακίδων σισύραν; RVEM

### book 730d

ἀποστερητρίδα: ἅμα μὲν VEM καὶ ἀπὸ τοῦ ἀποστερεῖν, RVENM ἅμα δὲ καὶ ἀντὶ τοῦ “περιβόλαιον”. VEM

### book 731a

ἔρχεται πάλιν ἐπ’ αὐτὸν ὁ Σωκράτης. RE

### book 731b

τὸ ἑξῆς “ἀθρήσω τουτονί”. E

### book 733a alpha

ἔχεις τι: ἐπειδὴ προεῖπεν αὐτῷ “ἀναρτήσας τὴν φροντίδα”, ὡς ἐπὶ ὀρ‐ νιθοθήρα εἶπε τὸ “ἔ‐ χεις”. E

### book 733a beta

ὡς ἐπὶ τῶν ἀγρευόν‐ των ἤτοι ὄρνιν ἢ ἰχθῦν εἶπε τὸ “ἔχεις τι;” VE ἀντὶ τοῦ “συνείληφάς τι;”. V ἀναρτῆσαι γὰρ αὐτῷ ἐκέλευσε τὴν διά‐ νοιαν καὶ τὴν φροντίδα. VE

### book 733a gamma

χαριέντως τὸ “ἔ‐ χεις”. ἐπεὶ ὥσπερ ἀνα‐ πτῆναι συνεβούλευσεν αὐτῷ ἐάσαντι τὴν φρον‐ τίδα, ἐπήγαγε τὸ “ἔχεις τι;” τῇ τῶν ἀγρευόντων λέξει χρώμενος. τοῖς γὰρ ἁλιεῦσιν ἢ τοῖς ὀρνεα‐ γρευταῖς οὕτω φασίν· ἔχεις τι; E

### book 733b

οὐδὲν πάνυ, :] ἐρωτηματικῶς· ἀντὶ τοῦ “οὐδόλως”. E

### book 734

πλὴν ἢ τὸ E πέος EM: παρεπιγραφή· δεῖ γὰρ αὐτὸν καθέζεσθαι ἔχοντα τὸ αἰδοῖον RVEM καὶ μιμεῖσθαι τὸν δερμύλλοντα ἑαυτόν. VEM

### book 737

αὐτὸς ὅ τι βούλει: διαβάλλει αὐτὸν ὡς μὴ παρέχοντα 〈τά〉 οἱ εὑρη‐ μένα τοῖς μαθηταῖς. EM

### book 740

καὶ R σχάσας τὴν φροντίδα RE: ἀντὶ τοῦ “καταπαύσας, στήσας, ἀτρεμήσας”. RVEMbis καὶ Πίνδαρος κώπην σχάσας RVEM ἀντὶ τοῦ RVE “τὴν RV εἰρεσίαν RVE καταπαύσας”. RV ἔνιοι δέ· “σχά‐ σας” ἀντὶ τοῦ “ἁπλώσας”. RVEM

### book 741a

λεπτὴν REM: ἀκριβῆ. RVEMbis ἔνθεν καὶ λεπτολόγος RVEM ὁ ἀκριβολόγος. V

### book 741b

περιφρόνει: ἐρεύνα. RVEbisM

### book 742a

ὀρθῶς διαιρῶν EM: ἀκριβῶς καὶ ἐπιμελῶς καταμερίζων RVEMbis περὶ οὗ ἂν τὴν σκέψιν ποιῇ. RVEM

### book 742b

διαιρῶν R: ἀναπτύσσων, δοκιμάζων καὶ διακρίνων τὰ ποιήματα· RVEM οἷον διαίρεσιν αὐτῶν ποιῶν. RVE

### book 742c

ὡς ἐπὶ νομίμων ἐχρήσατο, ὡσεὶ ἔλεγε “κατὰ κεφάλαιον ἐκζητῶν”. E

### book 743a

ἔχ’ ἀτρέμα E: ἐφ’ ἡσυχίας μένε· ὡς αὐτοῦ κινουμένου διὰ τὰς κόρεις. RVE

### book 743b

ἀντὶ τοῦ “κἂν ἀπορῇς V εἰς νόημά τι VE ἢ περί τινος τῶν νοημά‐ των”. E

### book 744

κᾆτα τὴν γνώμην E: ὑποτίθεται, πῶς δεῖ φροντίζειν καὶ τίνα τρόπον. φησὶ γάρ· ἐὰν ὑπεισέλθῃ σέ τι, μὴ ἀμελήσῃς, ἀλλὰ πολλάκις αὐτὸ μέτελθε· καὶ οὕτως εἰς ἓν συμφορήσας τὴν ἀρίστην γνώμην ἑλοῦ. VE

### book 745a

κίνησον αὖθις E: ἔασον τὸ ἀπορούμενον· ἔπειτα πάλιν ἀνασκοπεῖν καὶ οἷον ἀνοίγειν ἀποπείρω. τὸ γὰρ ἀναζυγοῦν ἐστι τὸ ἔξωθεν ἀνοίγειν τὴν θύραν. ἔνιοι δέ· ζυγώθρισον: συνάρμοσον, σύμπλεξον. RVE

### book 745b

κίνησον αὖθις R: ἀντὶ τοῦ “δεύτερον καὶ τρίτον ἐπίστησον περὶ τῶν αὐτῶν”. RVEM

### book 745c

ζυγώθρισον RVE: ζυγοστάτησον, ENMbisA κίνησον, E ἴσωσον. RVEN

### book 745d

ζύγωθρον καλεῖται ὁ κόραξ, καὶ ἐπιζυγῶσαι τὸ κλεῖσαι, καὶ ἀναζυ‐ γῶσαι τὸ ἀνοῖξαι. E

### book 745e

ζυγώθρισον M: συνάθροισον. EM

### book 746

ὡς ἐνθυμηθεὶς ἀνίσταται καὶ βοᾷ. RVENp

### book 748a

ἐπίδειξον] εἰπέ· ὅθεν καὶ ἐπίδειξις. E

### book 748b

δὴ] * E

### book 749a alpha

διαβάλλονται οἱ Θεττα‐ λοὶ ὡς γόητες. καὶ μέχρι νῦν δὲ φαρ‐ μακίδες παρ’ ἡμῖν αἱ Θετταλαὶ κα‐ λοῦνται. φασὶ δέ, ὅτι Μήδεια φεύ‐ γουσα κίστην ἐξέβαλε φαρμάκων ἐκεῖ καὶ ἀνέφυσαν. RVE

### book 749a beta

γυναῖκα φαρμακίδ’ EM εἰ πριάμενος E: ἕως νῦν τὰς φαρμα‐ κίδας Θετταλὰς καλοῦσιν. EM

### book 749b

Θετταλὴν E: Ἀττικοὶ βαρύνουσιν οἱ κατὰ Μένανδρον, ὡς δαμά‐ λην. VE

### book 751

ἐς EN λοφεῖον RENMNp στρογγύλον EN: τὴν τοῦ κατόπτρου θήκην. ἢ τὴν θήκην τοῦ λόφου RVENMA τῆς περικεφαλαίας. περιφερὴς δὲ αὕτη. RVENNp

### book 752

ὥσπερ κάτοπτρον RE: ὁ γὰρ τῆς σελήνης κύκλος στρογγυλοειδής, καθάπερ καὶ τὰ ἔσοπτρα. καί φασι τοὺς περὶ τὰ τοιαῦτα δεινοὺς οὕτω κατάγειν τὴν θεόν. ἔστι δὲ καὶ Πυθαγόρου παίγνιον διὰ κατόπτρου τοιοῦτον. πληρο‐ σελήνου τῆς σελήνης οὔσης εἴ τις 〈εἰσ〉 ἔσοπτρον ἐπιγράψειεν αἵματι ὅσα βούλεται, καὶ προειπὼν ἑτέρῳ σταίη κατόπιν αὐτοῦ δεικνὺς πρὸς τὴν σελήνην τὰ γράμματα, κἀκεῖνος ἀτενίσας πλησίον εἰς τὸν τῆς σελήνης κύκλον ἀναγνοίη πάντα τὰ ἐν τῷ κατόπτρῳ γεγραμμένα ὡς τῇ σελήνῃ 〈ἐγ〉γεγραμμένα. RVE

### book 754

εἰ μηκέτ’ ἀντέλλοι σελήνη E: πρὸς τὸ εἰρημένον ὑπ’ αὐτοῦ ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας. RVE

### book 755

τίη τί δή EM: παράλληλα. καὶ παρ’ Ὁμήρῳ τίη τί δὴ λείπεσθε φέριστοι; VEM

### book 756a

ἀργύριον δανείζεται: οὕτως ἡ γραφὴ “ἀργυρίων” πληθυντικῶς παρὰ Φρυνίχῳ κεῖται. ὅτι οἱ κωμικοὶ πληθυντικῶς φασιν, οἱ δὲ ῥήτορες ἑνικῶς. καὶ Σώφρων πληθυντικῶς ἀργυρίων δεήσῃ. E

### book 756b

τἀργύριον] γρ. ἀργυρίων. E

### book 758

εἴ σοι γράφοιτο πεντετάλαντός EM τις δίκη M: εἰ κατηγοροίη πέντε σε δυναμένη ζημιῶσαι τάλαντα, ἀττικῶς δὲ τοῦ ἀριθμοῦ τὸ ε ἐφύλαξεν. RVEM

### book 759

ὅπως M: ἀντὶ τοῦ “ποίῳ τρόπῳ”. REMbis

### book 760

ὅπως ὅπως M: τοῦτο E ὡς σκεπτόμενος. RVEM

### book 761

ἴλλε RM: ἀπόκλειε, RVENMA ἔφελκε. RVEM ὅθεν “ἰλλάσιν”. RVM

### book 762

ἀποχάλα] ἐνδίδου EMRs καὶ ἐπάφιε. E

### book 763a alpha

〈ζωΰφιον, ᾧ χρῶνται εἰς παιδιὰν οἱ παῖδες. ὃ τοῖς ἄνθεσιν ἐπι‐ καθέζεται, οἱ δὲ παῖδες λίνον τοῦ ποδὸς ἐξαρτῶντες καὶ ξυλίφιον, ὃ οὐκ ἐξισχύουσιν ἀνακουφίσαι, εἰς τὸν ἀέρα ἀφιᾶσιν ἔχοντες ἐξουσίαν πάλιν αὐτὰς κυνηγετῆσαι.〉 Su. III 386, 1

### book 763a beta

μηλολόνθην τοῦ ποδός R: εἶδος ζωϋφίου τινὸς παρὰ τὸν κάν‐ θαρον, ὃ τοῖς ἄνθεσιν ἐπικαθέζεται. ταύταις οὖν εἰς παιδιὰν ἐχρῶντο Ἀθήνησι παῖδες λίνον τοῦ ποδὸς ἐξαρτῶντες καὶ ξυλήφιον, ὅπερ οὐκ ἐξισχύουσιν ἀνακουφίσαι εἰς τὸν ἀέρα, ἔχοντες ἐξουσίαν πάλιν αὐτὰς κυνηγετῆσαι. RV

### book 763b

μηλολόνθην: τινὲς λέγουσιν, ὅτι ζωΰφιόν ἐστι χρυσίζον κανθάρῳ ὅμοιον, ὃ λαμβάνοντες οἱ παῖδες ἀποδεσμοῦσι λίνῳ καὶ ἐκπεταννύουσιν. οὕτως οὖν, φησί, δῆσόν σου τὴν γνώμην, ἵν’, ὅταν ἁρπάσῃς ἐκ τοῦ ἀέρος τὴν γνώμην, πάλιν ἐπισπάσῃ αὐτήν. E

### book 763c

τὸν χρυσοκάνθαρον. RVEbisARs

### book 764

ἀφάνισιν] ἀποφυγήν. RE

### book 765

ὥστ’ αὐτὸν ὁμολογεῖν M: τὰ γὰρ καλὰ ἐπαινεῖ ὁ διδάσκαλος. VEM

### book 766

τὴν λίθον] τὸν κρύσταλλον. RVENM

### book 768a

ὡς διὰ τοῦ κρυστάλλου δυναμένην ἐναύειν. VE

### book 768b

τὴν ὕαλον λέγεις EN: κατασκεύασμά ἐστιν ὑάλου τροχοειδὲς RVEN παχὺ EN †τοῦτο† τεχνασθέν· ὅπερ ἐλαίῳ χρίοντες καὶ RVEN ἡλίῳ RV θερμαίνοντες προσάγουσι θρυαλλίδα καὶ RVEN οὕτως EN ἅπτουσιν. τοῦτο οὖν φησιν· εἰ ὑφάψαιμι διὰ τῆς ὑάλου καὶ προσαγάγοιμι τῇ δέλτῳ τὸ πῦρ τῇ τοῦ γραμματέως, ἀφανίσαιμι τὰ γράμματα τῆς δίκης. RVEN

### book 768c

ὅτι ὕαλος θηλυκῶς καὶ διὰ τοῦ α· διὸ τὸ χ. E

### book 768d

Ὅμηρος οὐκ οἶδε τὸ ὄνομα, ἀλλὰ E παρ’ αὐτῷ καὶ τοῖς ἀρχαίοις ἤλεκτρος μέν ἐστιν, ὕαλος δὲ οὔ. VE

### book 769

φέρε τί δῆτ’ ἄν M: πῶς δὴ αὐτῇ χρήσαιο, ἄγε εἰπέ. EM

### book 770

ὁ γραμματεύς E: ὁ γράφων τὰ λεγόμενα RVE ἐν ταῖς δίκαις RV ὁ νῦν καλούμενος ἐξκέπτωρ. RVE

### book 772

ἐκτήξαιμι] ἀντὶ τοῦ E “ἐκλύσαιμι”. VE

### book 773a

νὴ τὰς Χάριτας] πάλιν ἑτέρῳ ὅρκῳ κέχρηται ὁ Σωκράτης. VE

### book 773b

νὴ τὰς Χάριτας: οὐχ ἁπλῶς ὄμνυσι κατὰ τῶν Χαρίτων. ὀπίσω γὰρ τῆς Ἀθηνᾶς ἦσαν γλυφεῖσαι αἱ Χάριτες ἐν τῷ τοίχῳ, ἃς ἐλέγετο ὁ Σωκράτης γλύψαι. τὸ γὰρ πρῶτον λιθογλύφος ἦν τὴν τέχνην. αἰνίττεται οὖν αὐτοῦ τοῦ Σωκράτους εἰς τὴν πρώτην τέχνην. E

### book 773c alpha

οἴμ’ ὡς ἥδομαι] ὁ ἄγροι‐ κος ὡς ἤδη νενικηκὼς ἥδεται. E

### book 773c beta

ὁ ἄγροικος ὡς ἤδη νενικηκὼς διὰ τὸ τῆς εὑρέσεως τοῦτο λέγει. ἔστι γὰρ καὶ ἐν τῇ συνηθείᾳ πολλάκις λε‐ γόμενον τὸ οἴμοι χαίροντός τινος. V

### book 773d

ᾆσμα εὐφροσύνης καὶ ***E

### book 774a

〈πεντετάλαντος δίκη διαγέγραπται: τὸ ε ἄτρεπτον τηρεῖται παρὰ τοῖς Ἀττικοῖς.〉 Su. IV 85, 1

### book 774b

διαγέγραπταί EMNp: κατέξυσται, VEbisMNp ἀνῄρηται VEbis‐ MbisNp ἀπὸ τῆς τοῦ γραμματέως δέλτου, ὅπου αἱ δίκαι ἀνεγράφοντο καὶ αἱ εἰσαγωγαὶ τῶν δικῶν. VEMNp

### book 774c

*** E

### book 776a

ἀποστρέψαις] ἀποφύγοις. VE

### book 776b

ἀντιδικῶν ENp: ἀντὶ τοῦ “κατηγορῶν καὶ ἐναντιούμενος”. EbisNp

### book 777a

ὀφλήσειν M: καταδικασθῆναι. R〈V〉EMbis

### book 777b

λείπει τὸ σοί. Ebis

### book 777c

μὴ παρόντων EbisM μαρτύρων M: σοι EbisM δηλονότι. Ebis

### book 777d

τοῖς γὰρ γραψαμένοις καὶ μὴ ἀποδεικνύουσιν ἐπεβάλλετο χρηματικὴ ζημία. καὶ εἰ μὴ κατὰ τὸ ὡρισμένον ἐξέτισεν, ὑπερήμερος VENp γενόμενος V ἀπεδίδου τετραπλοῦν. οἱ δὲ μὴ ἔχοντες τῖσαι καθείργνυντο εἰς τὸ δικαστή‐ ριον. πολλοὶ δὲ τοῦτο πεπόνθασι καὶ ὁ τοῦ ῥήτορος Ἀριστογείτονος πατήρ. VENp

### book 778

φαυλότατα] εὐκολώτατα VRs καὶ V εὐχερῆ. VE

### book 781

νὴ τοὺς θεοὺς ἔγωγ’ M: λείπει RVEM τὸ REM καλῶς RVEMRs λέγω. RVEMbisRs

### book 783a

ὑθλεῖς RM: ἀντὶ τοῦ R “διόλου E φλυαρεῖς”. RVENMbisRs ὕθλος γὰρ ὁ φλύαρος. RV

### book 783b

ἄπερρ’: ἀντὶ τοῦ VM “φθάρηθι”. VENM

### book 784

ὁτιὴ τί M: ἀντὶ τοῦ “διὰ τί RVEMbis δή”. EM τὸ δὲ “ὅτι” περιτ‐ τόν. RVEM

### book 786

ἀνακρίνει αὐτὸν εἰ μέμνηται. RVE

### book 788alpha

τίς ἦν ἐν ᾗ EM ματτό‐ μεθα M: ὡς ἐπιλαθόμενος ἵσταται ἀναπολήσων. τὴν κάρδοπον δὲ θέλει εἰπεῖν. EM

### book 788beta

τὴν κάρδοπόν φησιν. ὥσπερ ἐπι‐ λαθόμενος ταῦτα λέγει. RV

### book 790a

ἐπιλησμότατον M: ἔδει εἰπεῖν ἐπιλησμονέστατον. Ἄλεξις δὲ “ἐπιλήσμη” φησί, Κρατῖνος “ἐπιλῆσμον”. REM

### book 790b

σκαιότατον] ἀπαίδευτον. E

### book 792a

ἀπογαρολοῦμαι M: ὑπερβατόν. VEMRs ἀπολοῦμαι γάρ. VEM

### book 792b

τὴν γλῶτταν στρέφειν RVMRs καὶ ποικίλον ἐν τῷ λέγειν καθεστηκέ‐ ναι. RV

### book 792c

γλωττοστροφεῖν E: ποικίλως λαλεῖν. EMbis

### book 792d

ἐκστρέφειν EM τὰ πράγματα E 〈καὶ εὐπορεῖν ἐν τῷ λέγειν〉 Su.

### book 799a

ἐπιτρέπεις] ἀντὶ τοῦ “συγχωρεῖς”. E

### book 799b

εὐσωματεῖ γὰρ καὶ σφριγᾷ: ἐκ τοῦ ἐναντίου συγκατατίθεται· δέον γὰρ ἂν μανθάνειν τοιοῦτον ὑγιαίνοντα. εἰ μὴ ἄρα τοῦτο λέγει· ὅτι φοβοῦ‐ μαι αὐτόν. E

### book 799c

ἀντὶ τοῦ “ἰσχυρότερός μου ἐστὶ τὸ σῶμα”. RV

### book 800a alpha

εὐπτέρων: τῶν VE τιμίων καὶ V εὐγενῶν. VEM ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ὀρνέων. VE

### book 800a beta

εὐπτέρων: ἀντὶ τοῦ ENp “εὐ‐ γενῶν”. ἀπὸ τῶν ὀρνέων. RVENp

### book 800b

κούφων, ὧν ὁ λογισμὸς ἵπταται. RVENp

### book 800c

ἢ τῶν μετεώρων καὶ ὑπερηφάνων VE ἢ ἐπηρμένων. E

### book 800d alpha

ὡς δραπέτας αὐτοὺς δια‐ βάλλει. E

### book 800d beta

τὴν Κοισύραν τὴν Μεγακλέους ἀστεϊζόμενος ὡς δραπέτας αὐτῆς αὐτοὺς διασύρειν θέλει. RV

### book 800e

εὐπτέρων τῶν Κοισύρας E: φρονουσῶν τὰ Κοισύρας· ἀντὶ τοῦ “μέγα φρονουσῶν”. VENp

### book 803

πρὸς τὸν Σωκράτην φησίν. RVMbis

### book 804a alpha

(804—813) ἆρά γ’ αἰσ‐ θάνει: κορωνὶς καὶ διπλῆ, ὅτι ἕπε‐ ται περίοδος ἐκ τῶν ιαʹ κώλων ἑπτά‐ κωλος ὁμοία τῇ προαποδεδομένῃ καὶ ποιοῦσα τὸ τέλος μεσῳδικὴν τετρά‐ δα. ἔστι δὲ αὐτῆς τὸ τέλος κῶλον ζʹ καὶ φανερῶς ἐπηρμένου, ὑφ’ ὃ βʹ διπλαῖ· ἔστι γὰρ τὸ λοιπὸν τρίκωλον ἐφ’ ἑαυτοῦ. τούτων δὲ τὸ πρῶτον καὶ δεύτερον χοριαμβικὸν δί‐ μετρον 〈ἀκατάληκτον καὶ〉 καταληκ‐ τικόν. τὸ γʹ ἰαμβικὸν πενθημιμερές. τὸ δʹ ἀπὸ ἰαμβικῆς βάσεως ⸤εἰσ⸥ χο‐ ριαμβικήν. τὸ εʹ καὶ ϛʹ ὁμοίως τοῖς πρώτοις. τὸ ζʹ ἀπὸ χοριαμβικῆς βά‐ σεως εἰς ἰαμβικήν. τὸ ηʹ χοριαμβικὸν †δίμετρον καταληκτικόν. τὸ θʹ χορι‐ αμβικὸν† δίμετρον. τὸ ιʹ χοριαμβι‐ κὸν ἑφθημιμερές. E

### book 804a beta

〈αʹ〉 χορίαμβος δίμετρος ἀκατά‐ ληκτος. 〈βʹ〉 χορίαμβος δίμετρος καταληκτικός. 〈γʹ〉 ἴαμβος πενθη‐ μιμερής. 〈δʹ〉 ἀπὸ ἰάμβου βάσεως εἰς χορίαμβον. V 〈εʹ〉 ἴαμβος δίμετρος καταληκτικός. 〈ϛʹ〉 ἴαμβος δίμετρος ἀκατάληκτος. VE 〈ζʹ〉 ἀπὸ χοριάμ‐ βου βάσεως εἰς ἴαμβον. 〈ηʹ〉 χοριαμ‐ βικὸν τρίμετρον ἀκατάληκτον. 〈...〉 〈ιʹ〉 χορίαμβος ἑφθημιμερής. V

### book 804b

αἰσθάνῃ(superscr. ει E; sic statim N)] πρὸς τὸν Σωκράτη EN φησὶν ὁ χορός. E

### book 805

δι’ ἡμᾶς M: τὸ ἑξῆς “δι’ ἡμᾶς μόνας θεῶν”. EM

### book 808

ἅπαντα δρᾶν M: μισθούς σοι χορηγεῖν, οὓς ἐὰν βούλῃ. RVEM

### book 810

ἐπηρμένου] ἀναπεπεισμένου. E

### book 811a

ἀπολάψεις RVEMNp: “ἀπολέψεις” ἀπολεπίσεις. ἐὰν δέ, EMNp ὡς 〈ἐν〉 τοῖς πολλοῖς, E “ἀπολάψεις”, ἐκπίῃ· ἀπὸ τῶν κυνῶν ἡ μεταφορὰ EMNp καὶ ὅσα λάπτοντα πίνει. ENp καταστρέφει δὲ εἰς τὸ E ἀποκερδανεῖς ἢ ἀφαρπάσεις ἢ ἀποσπάσεις. RVE καὶ Ὅμηρος E λάψοντες γλώσσῃσιν. RVE

### book 811b

〈ἕως οὗ ἐπιθυμεῖ πράξειν τὸν μισθόν.〉 Su. IV 721, 17

### book 812alpha

φιλεῖ γάρ πως: ἔθος ἔχει, συμβαίνει γὰρ ἄλλως ἀποβαί‐ νειν ἢ προσδοκᾷ τις. ἀντὶ τοῦ “εὐμε‐ τάβλητοί εἰσιν οἱ ἐξ ἐπιθυμίας ἀλό‐ γου τισὶ συμβαλόντες”. E εὐμετάβο‐ λοι γὰρ αἱ τῶν τοιούτων ἀνδρῶν γνῶ‐ μαι. VE

### book 812beta

ἀσύμβουλοι, φησίν, εἰσὶ καὶ τα‐ χέως μεταβαλλόμενοι οἱ ἐξ ἐπιθυμί‐ ας ἀλόγου ἐπὶ τὰ μαθήματα ἀγόμε‐ νοι. E

### book 813

ἕτερα (sic)] ἄλλως. E

### book 814a

(814—888) οὔ τοι μὰ τὴν Ὀμίχλην E: διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους τριμέτρους ἀκαταλήκτους οεʹ, ὧν τελευταῖος πρὸς πάντα 〈τὰ〉 δίκαι’ ἀντιλέγειν δυνήσεται. ἔστι δὲ καὶ ὁ πρεσβύτης προελθὼν μετὰ τοῦ υἱοῦ καὶ διαλεγόμενος μετ’ αὐ‐ τοῦ διὰ τὸ μὴ βούλεσθαι φιλοσοφεῖν. ENp

### book 814b

ὡς μύστης γεγενημένος τῶν φιλοσόφων τὴν Ὀμίχλην ὄμνυσι VENp μιμούμενος αὐτούς. VE

### book 815a

ἀλλ’ ἔσθι’ ἐλθὼν E: ὡς ἅπαντα καταφαγόντος τοῦ Μεγακλέους. ENp

### book 815b

τοὺς 〈...〉 κίονας: ὡς εἰ ἔλεγε τὸν πλοῦτον. ENp

### book 815c

τοὺς 〈...〉 κίονας E: ἐμφαίνει διὰ τούτων, ὅτι οὐδὲν αὐτῷ κατε‐ λείφθη, εἰ μὴ ἡ αὐλὴ Μεγακλέους. λέγεται γὰρ πάντα κατανηλωκὼς καταλε‐ λοιπέναι τοὺς λίθους τῆς οἰκίας. αἰνίττεται οὖν εἰς τὴν ἀσωτίαν τοῦ υἱοῦ, ὅτι πάντα κατανάλωσεν αὐτοῦ, καὶ οὐδὲν ἔτι καταλείπεται. ENp

### book 815d

κίονας: ἀντὶ τοῦ “τοὺς λίθους τῆς Μεγακλέους οἰκίας”. οὗτοι γὰρ μόνοι κατελίπησαν αὐτῷ πάντα καταφαγόντι. R

### book 815e

〈...〉 V

### book 818

Δία] Σύμμαχός φησιν ἐκτείνεσθαι τὸ α τοῦ Δία ἀττικῶς. E

### book 819a

εἴ γε καὶ αὐτὸς ἐπὶ τούτοις ἐπετιμήθη παρὰ Σωκράτους. RVE ταὐτὰ δὲ πειρᾶται τὸν υἱὸν διδάσκειν, καταγελᾷ δὲ αὐτοῦ ὡς μὴ δεόντως τὸν Δία ὀμνύντος μηδὲ 〈δέον〉 νομίζεσθαι. RVEM

### book 819b

ὄντα M τηλικουτονί EM: ἀντὶ τοῦ “τελείαν ἔχοντα τὴν ἡλικίαν καὶ ὀφείλοντα πάντα εἰδέναι”. RVEM

### book 821

ἀρχαϊκά V: μωρά, RVENM εὐήθη, RVEM λῆρα. VEM

### book 822

εἰδῇς] μάθῃς. E

### book 824a

ὅπως δὲ τοῦτο μὴ διδάξῃς E: ὡς †ἐπὶ τῶν φθονούντων† διδα‐ σκάλων. RVE

### book 824b

ὡς καὶ αὐτὸς παρηγγέλθη νομίσαι δὲ ταῦτα χρὴ μυστήρια. RVE

### book 825

ἰδού] πλησιάσας αὐτῷ φησι τὸ “ἰδού”. E

### book 828

ἐξεληλακώς] διώξας. ERs

### book 829

αἰβοῖ EM: γελῶν λέγει τὸ “αἰβοῖ”. ἔστι δὲ ἐπίρρημα σχετλιαστι‐ κόν. REM

### book 830a

Σωκράτης R ὁ Μήλιος REN: παρ’ ἱστορίαν. Ἀθηναῖος γὰρ ὁ Σωκράτης· ἀλλ’ ἐπειδὴ Διαγόρας Μήλιος ὢν διεβάλλετο ὡς θεομάχος, καὶ τὸν Σωκράτην δὲ ὡς ἄθεον διαβάλλει, διὰ τοῦτο αὐτὸν Μήλιον ἔφη. RVEN

### book 830b

ὁ Μήλιος E: ἀντὶ τοῦ “ὁ ἀσεβής”. VE Ἀρισταγόρου γὰρ τοῦ Μηλίου μαθητὴς ὁ Σωκράτης. διεβέβληντο δὲ ἐπ’ ἀθεΐᾳ οἱ Μήλιοι ἀπὸ Δια‐ γόρου, ὃς χρήματα παραθέμενός τινι καὶ ἀποστερηθεὶς εἰς ἀθεΐαν ἐτράπη· ἢ διότι Μῆλον ἐπολέμησαν Ἀττικοί. E

### book 830c alpha

Ἀρισταγόρας ἐγένετο Μήλιος διθυραμβοποιός, ὃς τὰ ἐν Ἐλευσῖνι μυστήρια ἐξορχησάμενος καὶ ἐξειπὼν ἀσεβέστατος ἐκρίθη. ἀπ’ ἐκείνου οὖν τοὺς Μηλίους ἐπὶ ἀσε‐ βείᾳ κωμῳδοῦσιν. V

### book 830c beta

οἱ δέ, ἐπειδή τις Ἀρισταγόρας διθυραμβοποιὸς Μήλιος ἐξωρχήσατο ⸤τὰ⸥ Ἐλευσίνια. E

### book 830d alpha

οἱ δὲ Μήλιον τὸν κατα‐ πραΰνοντα τῇ διδαχῇ τὰς ψυχὰς τῶν †μηλίων†. E

### book 830d beta

τινὲς ἐξεδέξαντο ”〈τὸν〉 τὰς τῶν εἰσιόντων ψυχὰς ὀξύνοντα πρὶν εἰσελ‐ θεῖν ἠγριωμένας”. ἀπὸ μεταφορᾶς τῶν ἀλόγων θηρίων· μῆλα γὰρ τὰ θρέμματα. VE

### book 830e alpha

οἱ δὲ τὸν κομῶντα, τὸν δασύν. E

### book 830e beta

οἱ δὲ εἰς τὸ δασὺ καὶ αὐχμηρὸν νοοῦσιν αὐτό. VE

### book 830f

οἱ δὲ παρέλαβον οὕτως· 〈ὡσ〉 Διαγόρας ὁ Μήλιος, ὃς τὸ μὲν πρότερον ἦν θεοσεβής, παρακαταθήκην δὲ ὑπό τινος ἀφαιρεθεὶς ἐπὶ τὸ ἄθεος εἶναι ἔδραμεν· ἐφ’ οὗ οἱ Ἀθηναῖοι ἀγανακτήσαντες τὴν Μῆλον ἐκάκωσαν. VE

### book 830g

Διαγόρας γέγονέ τις βλάσφημος ἐπὶ τὸ θεῖον Μήλιος. καί ποτε, φα‐ σίν, ἐν πανδοκείῳ εὑρεθεὶς καὶ μὴ εὑρὼν ξύλα, ἀλλ’ ἄγαλμα Ἡρακλέους· ἄγε, φησίν, ὦ Ἡράκλεις, τρισκαιδέκατον ἡμῖν ἆθλον ἐπιτέλεσον, καὶ ἕψησον τὴν φακήν. E

### book 831

τὰ ψυλλῶν ἴχνη λέγει γινώσκειν τὸν Χαιρεφῶντα διὰ τὴν ζήτησιν ψύλλαν ὁπόσους ἅλοιτο τοὺς αὐτῆς πόδας. RV

### book 832

μανιῶν R: ἀττικῶς ἀντὶ τοῦ “τῆς μανίας”. RVM

### book 833a

χολῶσιν V: μαινομένοις. VENM

### book 833b

εὐστόμει] εὐφήμει RVM ἢ σιώπα. M

### book 834a

834] μηδὲν εἴπῃς περὶ αὐτῶν βλάσφημον. RVEM

### book 834b

ἀντὶ τοῦ R “κακόν”. RVE

### book 834c

δεξιούς] λείπει ἡ εἰς. RVE

### book 834d

δεξιούς] εἰς δεξιούς. RVEM

### book 835a

ὧν ὑπὸ τῆς φειδωλίας EM: ὡς κομῶντας διαβάλλει τοὺς φιλο‐ σόφους. ταῦτα δὲ ἐποίουν οἱ φιλόσοφοι διὰ καρτερίαν. VEMNp ὁ δέ φησιν, ὅτι οὐ διὰ VENp καρτερίαν καὶ ENp ἀρετὴν τοῦτο ἐποίουν, ἀλλὰ διὰ σμικρο‐ λογίαν. VENp

### book 835b

ἃ γοῦν ἀπ’ ἐγκρατείας ἐποίουν οὗτοι, οὗτος ἀπὸ φειδωλίας φησίν. RVENp

### book 835c

δοκῶν ἐπαινεῖν ψέγει. RVENp ἀντὶ γὰρ τοῦ εἰπεῖν “καρτερίας” εἶπε “φειδωλίας”. RVE

### book 838a

ἤδη γὰρ ὥσπερ τεθνεῶτός μου καταλούει. E

### book 838b alpha

καταλούει μου τὸν βίον M: δαψιλῶς ἀναλίσκεις μου τὸν βίον. ἐκ μεταφορᾶς τῶν ἐκχυνομένων ὑδάτων ἐν τοῖς βαλανείοις. EM

### book 838b beta

καταλούει ENp: καταναλί‐ σκεις EbisNpbis εἰς λουτρά. RENp

### book 838c alpha

ἐντρυφᾷς· EbisMNp ὡς καὶ τοῦ βαλανείου διὰ τὴν τρυφὴν ὄντος. E

### book 838c beta

εἰς τρυφὴν καταναλίσκεις. RV

### book 838d alpha

ἐπεὶ ἔθος ἦν μετὰ τὴν ἐκκομιδὴν τοῦ νεκροῦ λούεσθαι τοὺς κατ’ οἶκον καθαρμοῦ χάριν. E

### book 838d beta

καταλούει μου τὸν βίον R: ἔθος ἦν μετὰ τὸ ἐκκομισθῆναι τὸ σῶμα καθαρμοῦ χάριν ἀπολούεσθαι τοὺς οἰκείους τοῦ τεθνεῶτος. RV

### book 838e

τὴν κατά πρόθεσιν εἰς ἐπίτασιν παραλαμβάνουσιν, ὡς ἐπὶ τοῦ κατα‐ φαγεῖν. οὕτως δὲ ἐπὶ τοῦ “καταλούει μου τὸν βίον”. V

### book 838f

βίον R: τὴν περιουσίαν. REbisNp

### book 841a

ἀντὶ τοῦ “ἀληθῶς, πάνυ”. οὕτω λέγει ἐπὶ τοῦ ἐπιρρηματικοῦ. RV

### book 841b

ἄληθες: ἐὰν μὲν προπαροξυτόνως, αὐτὸ τὸ ἀληθὲς λέγει· ἐὰν δὲ ὀξυτόνως, τὸ πρᾶγμα δηλοῖ τὸ μετέχον τῆς ἀληθείας. ENp

### book 842a

παχύς] ἀναίσθητος, RVEMbis ἀνόητος. RVEMbisRs

### book 842b

παχύς RE: εἰς τὸ νοεῖν. RVEMbis

### book 844

(844—846) καθ’ ἑαυτόν φησι ταῦτα ὁ Φειδιππίδης. Rs

### book 845a

πότερον παρανοίας: οἷον E πρὸς τὸν πατέρα δικάσομαι, καὶ δείξας αὐτὸν μαινόμενον οὕτω τὴν μανίαν παύσω; VE

### book 845b

καταγαγὼν ἕλω V: ἀντὶ τοῦ RVMNp “εἰς τὸ δικαστήριον EMbis‐ Np Rs εἰσαγαγὼν EMNp Rs κατηγορήσω RVEMNp Rs αὐτοῦ ὡς παραφρο‐ νοῦντος”. RVEMNp

### book 846a

ἢ ENp τοῖς σοροπηγοῖς EMNp: τουτέστι ENp τοῖς ποιοῦσι σοροὺς τοῖς νεκροῖς. EMbisNp χλευάζει δὲ τὸν πατέρα ὡς πρεσβύτην EMNp καὶ γειτονεύοντα τῷ θανάτῳ. ENp

### book 846b

τοῖς RE σοροπηγοῖς REN: τοῖς τὰς σοροὺς τῶν ἀποθνησκόντων ποιοῦσιν. RVEN τουτέστιν ἄλλην ἴασιν οὐχ ἕξει ἢ τὸν θάνατον, καὶ δέον αὐτῷ τὰ πρὸς τὴν ταφὴν ἐπιτήδεια κατασκευάζειν. RVENNp

### book 846c

ἵνα ποιήσωσιν αὐτῷ σορὸν δηλονότι ἐγγὺς ὄντι τοῦ ἀποθανεῖν. R

### book 847

τουτονὶ] ἀλεκτρυόνα ἐκφέρει καὶ ἀλεκτρύαιναν. E

### book 850

ἀντὶ τοῦ “οὕτω καλέσῃς”. RE

### book 853

παρὰ τοὺς γηγενεῖς EM: διὰ τὸ ὠχροὺς καὶ νεκρώδεις εἶναι. RVEMbisRs ἢ ἀσεβεῖς καὶ θεομάχους, RVEMbisN διὰ τοὺς γίγαντας· RVEMN οὗτοι γὰρ θεομάχοι. ENM διαβάλλει δὲ αὐτοὺς EM ὡς θεομάχους. M

### book 855

ὑπὸ τοῦ πλήθους τῶν ἐτῶν R: ὑπὸ τοῦ γήρως. RVEM προεῖπε γὰρ πῶς οὖν γέρων ὢν κἀπιλήσμων RV καὶ βραδὺς λόγων ἀκριβῶν σκινδαλμοὺς μαθήσομαι; V

### book 857a alpha

καταπεφρόντικα EM‐ Np: εἰς τοὺς φροντιστὰς ἀνάλωσα· RVEMbisANp ὡς εἰ ἔλεγε “κατα‐ πεφρόνηκα”. EMNp

### book 857a beta

παρ’ ὑπόνοιαν ἀντὶ τοῦ “κατα‐ πεφρόνηκα” ὑπὸ φιλοσοφίας “εἰς τοὺς φροντιστὰς ἠνάλωσα” λέγων. Rs

### book 857b

εἰς τὴν παίδευσιν καταδεδαπάνηκα. RVENMNp

### book 859a

ὥσπερ Περικλέης: Περικλῆς πολλῶν ὄντων χρημάτων ἐν τῇ ἀκροπόλει εἰς τὸν πόλεμον τὰ πλεῖστα ἀνάλωσεν. φασὶ δέ, ὅτι καὶ λογισμοὺς διδοὺς τάλαντα κʹ ἁπλῶς εἶπεν εἰς τὸ δέον ἀναλωκέναι. φησὶ δὲ Ἔφορος, ὅτι μετὰ ταῦτα μαθόντες οἱ Λακεδαιμόνιοι Κλεανδρίδην μὲν ἐδήμευσαν, Πλει‐ στοάνακτα δὲ ιεʹ ταλάντοις ἐζημίωσαν ὑπολαβόντες δωροδοκήσαντας αὐτοὺς φείσασθαι τῆς λοιπῆς Ἀθηναίων γῆς †† τοὺς περὶ τὸν Περικλέα, ἵνα γυμνῶς εἴπῃ· ὅτι δέδωκα τοῖς Λακεδαιμονίων βασιλεῦσι τόδε. E

### book 859b

εἰς τὸ δέον ἀπώλεσα M: Περικλῆς Ἀθηναίων στρατηγὸς χρή‐ ματα τοῦ δημοσίου λαβὼν εἰς τὸ κατασκευάσαι ὁλόχρυσον ἄγαλμα τῇ Ἀθηνᾷ, ἐλεφάντινον ποιήσας τὰ πολλὰ ἐσφετερίσατο συμποιησάμενος μετὰ Φειδίου τοῦ πλάστου. κατακρινόμενος δέ, ὡς πλεῖστα ἀνηλώκει, ἔφασκεν εἰς τὸ δέον ἀνηλωκέναι. ἐξ ἐκείνου δὲ καὶ αὕτη γέγονεν ἡ παροιμία. εἰ γάρ τι ἦν τις ἀνα‐ λώσας καὶ ἠρωτᾶτο, ποῦ ἀνηλώθη, ὑπὸ μεγαλονοίας ἔλεγεν εἰς τὸ δέον ἀνη‐ λωκέναι. EM

### book 859c

ὁ Περικλῆς τοῖς ἐφόροις Λακεδαιμονίων Κλεανδρίδῃ καὶ Πλειστοάνακτι χρήματα δέδωκεν ὑπὲρ προδοσίας. καὶ τούτων ἀπαιτούμενος ὑπὸ τῆς πόλεως λόγον, οὐκ ἀξιῶν ἑαυτόν τε καὶ τοὺς Λακεδαιμονίους καταισχύνειν ἔλεγεν εἰς δέον ἀνηλωκέναι. τοῦτο δὲ γνόντες Λακεδαιμόνιοι τὸν μὲν Κλεανδρίδην ἐφό‐ νευσαν, τὸν δὲ Πλειστοάνακτα πεντεκαίδεκα ταλάντοις ἐζημίωσαν οἰηθέντες αὐτοὺς διὰ τοῦτο φείσασθαι τῆς λοιπῆς Ἀθηναίων γῆς. E

### book 859d

ὥσπερ Περικλέης R: Περικλῆς Ἀθηναίων στρατηγὸς λόγον ἀπαιτούμενος ὑπὲρ χρημάτων καὶ δεδωκὼς χρήματα Κλεάνδρῳ τῷ ἁρμοστῇ Λακεδαιμονίων ἐπὶ προδοσίᾳ τοῦτο οὐκ ἐδήλου, ἀλλ’ εἰς τὸ δέον ἔλεγεν ἀναλῶ‐ σαι ταῦτα. RV

### book 860alpha

ἀλλ’ ... ἴωμεν] τρίτον τὸ αὐτό φησι προτρεπόμενος τὸν υἱόν. E

### book 860beta

προτρεπόμενος αὐτὸν τρίτον τὸ αὐτὸ λέγει. V

### book 860-861a

εἶτα τῷ πατρὶ EM πειθόμενος VEM ἐξάμαρτε VM: ἀντὶ τοῦ “ἔχεις ἀπολογίαν, ὅτι τῷ πατρὶ πειθόμενος ἐξήμαρτες”. RVEM

### book 860-861b

ὠφελήθητι καὶ ἁμάρτανε δι’ ἐμέ. RVEMbis

### book 861

τοι] τὸ “τοι” V ἀντὶ τοῦ “δή”. VE

### book 862a alpha

ἑξέτει] οὕτω βαρέως Ἀτ‐ τικοί. E

### book 862a beta

οὕτως Ἀττικοὶ βαρύνουσιν “ἑξέ‐ τει”. V

### book 862b alpha

τραυλίσαντι EM: ψελ‐ λίσαντι, ἄσημον ἀφέντι φωνήν. ENMbis

### book 862b beta

τραυλίσαντι V: ἀντὶ τοῦ R “ψελλίζοντι, ἄσημον φωνὴν προϊ‐ έντι. RV

### book 863

ἡλιαστικόν: ἀντὶ τοῦ EM “ἐκκλησιαστικόν”. RVEMbis οὐχ ἵστατο δὲ τῶν δικαστῶν ὁ μισθός. REM

### book 864a alpha

Διασίοις E: ἑορτὴ τοῦ Διός. E

### book 864a beta

Διασίοις ἁμαξίδα R: Διάσια ἑορτὴ τοῦ Διὸς παρ’ Ἀθηναίοις. ἁμαξὶς δὲ πλακοῦντος εἶδος, ἣν νῦν κοπτήν φαμεν. Σύμμαχος δὲ τὸ μικρὸν ἁμάξιον. ταῦτα γὰρ τοῖς παιδίοις ἠγόραζον. RV

### book 864b alpha

ἁμαξὶς τὸ μικρὸν ἁμαξί‐ διον. ἢ πλακοῦντος εἶδος, ἣν νῦν κο‐ πτήν φαμεν. ENp

### book 865a

ἦ μὴν ENp σὺ τούτοις E: προαναφωνεῖ αὐτῷ ἃ μέλλει ποιῆσαι. ENp

### book 865b

ἀχθέσῃ V: ἀντὶ τοῦ “λυπηθήσῃ ποτέ”, ἐὰν μάθω RVENp δηλο‐ νότι. R

### book 865c

τοῦτο λέγει πεισθεὶς τῷ πατρί· διὸ καὶ ὁ πατὴρ ἐπιφέρει VENp εὖ γ’ ὅτι ἐπείσθης. VE

### book 868a

νηπύτιος ENM γάρ EM ἐστ’ ἔτι M: νήπιος RVENMbisNp γάρ RVEMNp ἐστιν. RVMNp ἐπεκτείνει δὲ τὸ ὄνομα ὁ Σωκράτης, ἵνα καταπλήξῃ τὸν νεώτερον RVENMNp νῦν εἰσελθόντα. VENMNp

### book 868b

νηπύτιος] καὶ μωρός· ἀπὸ τοῦ “νήπιος” νηπύτιος κατὰ παραγωγήν. Rs

### book 869a

ἐφ’ ὧν κρέμανται οἱ φιλόσοφοι. VE

### book 869b

καὶ τῶν κρεμαθρῶν N: λέγει τῶν ὀργάνων τῶν ἀστρονομικῶν καὶ γεωμετρικῶν. RVENMNp

### book 869c

κρεμάθρα γὰρ ἐν τῷ φροντιστηρίῳ RVEM †οὕτω μὲν εἰ κρεμαστῶν RV γράφεται†. REM

### book 870a

ἐπεὶ αὐτὸς ἐπὶ τῆς κρεμάθρας ἦν. EN

### book 870b

ἀλλὰ σὺ αὐτὸς τρίβων ἂν εἴης EM: ἐκ τῶν κρεμαστρῶν δηλονότι. τετριμμένος ἂν εἴης ἀεὶ κρεμάμενος. RVEMNp

### book 872a

ἰδοὺ κρέμαιό γε: †διέλκων† ὁ Σωκράτης τὴν φωνὴν †ἔριν† μιμού‐ μενος ὅτι κακῶς τῷ στόματι εἶπε τὸ “κρέμαιό γε”. EM

### book 872b

ὡς ἀτάκτως εἰπόντος τοῦ Φειδιππίδου. M

### book 872c

ἰδοὺ κρέμαιο N: τὴν φωνὴν μιμούμενος VENM ὁ Σωκράτης VEN φησίν. VE

### book 872d alpha

ἠλίθιον M: μωρῶς, ἀ‐ παιδεύτως, EM ἀνοήτως. EN

### book 872d beta

ὡς ἠλίθιον R: ὡς μωρὸν καὶ ἀπαίδευτον καὶ ἀνόητον. RV

### book 873a

καὶ τοῖσι χείλεσι διερρυηκόσι EM: διακεχηνόσι τοῖς χείλε‐ σιν. RVEM

### book 873b

διερρυηκόσιν] κεχαλασμένοις καὶ κεχηνόσιν, 〈οὐ〉 συνεστραμμένοις. EM

### book 875a

κλῆσιν: τὴν μαρτυρίαν. RVENMA

### book 875b

χαύνωσιν: λύσιν τῶν δικῶν. RVENMA

### book 875c

ἀναπειστηρίαν V: οἵαν ἀπατᾶν RVENMA καὶ κενῷ ῥήματι ἀναπείθειν τοὺς ἀκούοντας. RVENM 〈†παρὰ τὸ πείθειν τὴν δίκην.†〉 Su.

### book 875d

〈ἀναπειστηρίαν: δυναμένην πείθειν τοὺς ἀκούοντας.〉 Su. I 181, 16

### book 875e

ἢ χαύνωσιν ἀναπειστηρίαν] ὥστε χαυνῶσαι καὶ ἀναπεῖσαι τοὺς ἀντι‐ δίκους. ERs

### book 876a

ἀξιοπιστεύονται ἀεὶ οἱ διδάσκαλοι λέγοντες· ἔλαττον τοσοῦδε οὐ λαμβάνων ἐπὶ τούτῳ τῷ ἀναγνώσματι. καὶ ἐπαγγέλλονται προνοήσασθαι τῶν καινῶν μαθημάτων ὅσων προνοοῦσι μάλιστα. E

### book 876b

Ὑπέρβολος R: ὡς ἀπαίδευτον τοῦτον κωμῳδεῖ καὶ ὀψιμαθῆ. RE

### book 877a

θυμόσοφός R: ἀντὶ τοῦ “εὐφυής, εὐμαθής”. RV

### book 877b

ἐκ τοῦ ἰδίου θυμοῦ σοφός, καὶ οὐκ ἐκ μαθήσεως. RVE

### book 877c

θυμόσοφός EM ἐστι M: ἐκ φύσεως ἔχει τὴν σοφίαν. EMbis

### book 878

δεικτικῶς RVEM φησιν EM ἀντὶ τοῦ “μικρόν”. RVM

### book 879

ἔπλαττεν ἔνδον M οἰκίας RM: ἀντὶ τοῦ RVM “ἀπὸ πηλοῦ οἰκίας ἐποίει”. RVMbis

### book 880a

880] δερματίνας RVEMRs ἁμάξας ἐποίει. E

### book 880b

οἷα εἰώθασιν οἱ παῖδες ποιεῖν. RVEM

### book 881a

κἀκ τῶν σιδίων REM: ἐκ τῶν λεπύρων τῶν ῥοιῶν. RVEM

### book 881b alpha

ἐκ μὲν τῶν δερμάτων τροχοὺς καὶ ἁμάξια, ὅταν δὲ κατα‐ φάγωσι τὰ ἐντός, ἐκ τῶν λεπύρων βατράχους γλύφουσιν. EM

### book 881b beta

τὰ παιδία ἐκ μὲν τῶν δερμάτων περιέτεμνε τροχοὺς καὶ ἁμάξια, ἐκ δὲ τῶν ῥοιῶν ὅταν καταφάγωσι τὰ ἐντός, ἐκ τῶν λεπύρων βατράχια γλύφουσιν. RV

### book 881c

πῶς δοκεῖς: θαυμάζων προφέρεται. RVEM

### book 881d

†καθ’ ἑαυτόν†. βούλεται δὲ αὐτὸν ἐκ παιδὸς ἀποδεῖξαι εὐφυᾶ EM καὶ γλύφειν ἀστείως δυνάμενον. E

### book 885a

ἐὰν δὲ μὴ RVE οἷός τε ᾖ τοὺς δύο μαθεῖν. RVEM

### book 885b

τὸν ἄδικον μαθήσεται. V

### book 885c

πάσῃ τέχνῃ] παντὶ τρόπῳ. RVEM

### book 886a

αὐτὸς μαθήσεται Rs: τοὺς παρόντας τρεῖς στίχους τινές φασι πάντας τὸν Σωκράτη λέγειν. ἀμέλει καὶ τὸ “μέμνησο” ἐσχηματισμένον πρὸς τὸν Στρεψιάδην· ὅτι ποτὲ μαθὼν ὁ υἱός σου καὶ ἀντιλέγων τυπτήσει σε. ERs

### book 886b

ἀντὶ τοῦ “αὐτοὶ οἱ λόγοι διδάξουσιν αὐτόν”. VEM

### book 887

ἀπέσσομαι] γρ. E ἀπέρχομαι. EA

### book 889a alpha

τοῦ χοροῦ τὸ πρόσωπον ἐκλέλοιπεν, ἐπιγραφὴ δὲ φέρεται “χοροῦ”. VEBarb RsNp

### book 889a beta

ἐπιγραφὴ ἐνταῦθα φέρεται “χο‐ ροῦ”, ἐκλέλοιπε μέντοι. ERs

### book 889b

χώρει δευρί M: ὁ κρείττων λόγος καὶ ὁ ἥττων διαλέγονται. RVEM‐ Barb RsNp

### book 889c

ὑπόκεινται ἐπὶ τῆς σκηνῆς ἐν πλεκτοῖς οἰκίσκοις οἱ λόγοι δίκην ὀρνίθων διαμαχόμενοι. VEBarb RsNp

### book 889d

χώρει δευρί ERs: διπλῆ καὶ κορωνὶς ἀποχωρησάντων τῶν ὑποκρι‐ τῶν. VEBarb Rs μέλος δὲ τοῦ χοροῦ οὐ κεῖται, ἀλλὰ γέγραπται μὲν ἐν μέσῳ “χοροῦ”. καὶ ἕπεται ἐν εἰσθέσει ἀναπαιστικὸν 〈ἀμοιβαῖον〉 τῶν ὑποκριτῶν. καὶ δὶς τὰ πρόσωπα οὐδὲ τελείας ἔχει τὰς συζυγίας. VERs ἔστι δὲ τὰ πάντα κῶλα οδʹ, ὧν V τὰ πρῶτα δʹ ἀναπαιστικὰ VRs δίμετρα ἀκατάληκτα. Rs

### book 891a

τοῦτο ἐκ τοῦ Τηλέφου Εὐριπίδου ἴθ’ ὅποι χρῄζεις· οὐκ ἀπολοῦμαι τῆς σῆς Ἑλένης οὕνεκα. VERs

### book 891b

ἴθι, πορεύου. V

### book 893a

ἀπολεῖς σὺ τίς ὤν;] ἀναπαιστικὸν μονόμετρον. ERs

### book 893b

ἀπολεῖς σὺ] ἐρωτηματικῶς. RV

### book 893c

ἥττων] ἄδικος. EM

### book 894a

ἀλλά] ἥττων μέν εἰμι. E

### book 894b

ἀλλά] εἰ καὶ ἥττων εἰμί, ὅμως. M

### book 895

σοφὸν] δίκαιον. E

### book 896

γνώμας καινὰς] ἀντὶ τοῦ “τρόπους καινούς”. E

### book 897

ταῦτα γὰρ ἀνθεῖ N: τοῦτο λέγει ὡς παρορωμένου τοῦ δικαίου παρ’ Ἀθηναίοις· διὸ καὶ “ἀνοήτους” αὐτοὺς εἶπεν. ENMA

### book 901

ἀνατρέψω] ποιήσω δοκεῖν τὰ δίκαια ἄδικα. E

### book 902

δίκην] ἀντὶ τοῦ R “δίκαιον”. RVM

### book 903a

οὐκ εἶναι φῄς;] δίκην. E

### book 903b

φέρε γάρ] οὐ δηλονότι. E

### book 904a

παρὰ] ἐν. E

### book 904b

τοὺς θεούς] τοῖς θεοῖς. V

### book 904c

δίκης] δικαιοσύνης. EM

### book 905a

οὐκ ἀπόλωλε] οὐ διεφθάρη. ERs

### book 905b

τὸν πατέρ’ αὑτοῦ δήσας] ὅτι παιδοκτόνος ἦν. RV

### book 906

αἰβοῖ τουτὶ VM καὶ δὴ V: γελᾷ ὁ δίκαιος. RVM

### book 907a

χωρεῖ] προκόπτει. VM κινεῖται, ὁρμᾷ. E

### book 907b

δότε μοι λεκάνην V: ὡς ναυτιῶν ὑπὸ τῆς ἐκείνου ψυχρολογίας RVEMRs τοῦτό φησιν. ERs

### book 907c

λείπει τὸ RbisV “ἵν’ ἐμέσω”. RbisVers χολὴ γάρ μοι ἐπιπλέει διὰ τὰ αὐτοῦ ῥήματα. RbisVM

### book 908a

τυφογέρων M: ἐσχατόγηρως· RVEM ἢ ὑπερήφανος. RVM

### book 908b

ἀνάρμοστος V: ἀνακόλουθος, VMpr. μηδενὶ ἁρμοζόμενος, RVMpr. κακός, Mpr. ἀπαίδευτος. EMalt.

### book 909

καταπύγων] ἄτακτος, ἡταιρηκώς. E

### book 910a

ἐμοὶ τὰ παρὰ σοῦ εἰρημένα ῥόδα ἐστίν. RV

### book 910b alpha

κακοῦργος καὶ ἀναιδής. καθ’ ὁμοίωσιν τοῦ περὶ τοὺς βωμοὺς λοχῶντος θύματα ἐσθίειν· αἰτοῦσι γὰρ οὗτοι λαβεῖν τι. EN

### book 910b beta

βωμολόχος: ἀντὶ τοῦ “κα‐ κοῦργος, ἀσεβής”. ἀπὸ τῶν λοχών‐ των τὰ ἐν τοῖς βωμοῖς ἐπιτιθέμενα θύματα· RVM ἢ τοὺς θύοντας, ἵνα αἰτήσαντες λάβωσί τι. V

### book 911a

〈κρίνεσι στεφανοῖς: τουτέστιν αἱ λοιδορίαι αἱ παρὰ σοῦ στέφανοί μοί εἰσιν ἐκ κρίνων.〉 Su. III 189, 5

### book 911b

οὕτως ἔκλινεν ὡς ἀπὸ τοῦ “τὸ κρίνος”, ὡς τὸ τεῖχος. τινὲς δέ φασι μεταπλασμὸν RV αὐτὸν V εἶναι. RV

### book 911c

μεταπλασμὸς τὸ “κρίνεσι”: κρίνοις γὰρ ἔδει. ERs

### book 911d

κρίνεσι] ἡ εὐθεῖα τὸ κρίνος. M

### book 912

χρυσῷ πάττων μ’] πλήρη ποιῶν σὺ ἐμὲ χρυσοῦ. E

### book 913a

οὐ δῆτα πρὸ τοῦ γ’ ENM: πρὸ τοῦ χρυσοῦ. RVENMA μολίβδῳ καὶ ἀτιμίᾳ ὡς νυνὶ μᾶλλον τῶν κακῶν ἀνθούντων. RVENMARS διὸ καὶ ἐκεῖνος ἐπιφέρει νῦν δέ γε κόσμος τοῦτ’ ἔστιν ἐμοί. RVENMA

### book 913b

μολίβδῳ] γρ. μολύββῳ· παλαιὸν γάρ ἐστιν. Rs

### book 914

τοῦτ’] ἤγουν τὸ τοιαῦτα ἀκούειν. Ebis

### book 915a

πολλοῦ] πάνυ. VE

### book 915b

ἀρχαῖος] λῆρος. RVE

### book 916a

διὰ σὲ φοιτᾶν οὐδεὶς ἐθέλει τῶν μειρακίων M: τοῦ αὐτοῦ δεῖ πάντα εἶναι, τοῦ ἥττονος λόγου. οὐ θέλει γὰρ τὰ μειράκια, φησί, διὰ τὴν σὴν εὐήθειαν φοιτᾶν μαθησόμενα τὰ χρήσιμα μαθήματα. RVEM

### book 916b

λείπει RM τὸ R πρὸς ἐμέ. RM

### book 916c

οὐχ ὡς ἄνω εἴρηται ὁ ἥττων, ἀλλ’ ὁ κρείττων ταῦτά φησιν. τοῖς γὰρ δικαίοις οὐδεὶς προσανέχει τῶν παίδων, ἀλλὰ μᾶλλον τοῖς ἀδίκοις καὶ ἀτά‐ κτοις. M

### book 920a

αὐχμεῖς αἰσχρῶς: ὁ ἄδικος λόγος φησίν. ἀντὶ τοῦ M “ῥυπαρὸς εἶναι δοκεῖς”. RVENMbis ὡς τοῦ δικαίου παρορωμένου. RVENM

### book 920b

εὖ πράττεις] ἀντὶ τοῦ “εὖ λέγεις”. RV

### book 922a alpha

διαβάλλει τὸν Εὐριπίδην ὡς πτωχὸν εἰσενεγκόντα τὸν Τήλε‐ φον, RVEMA περὶ οὗ καὶ 〈...〉 κω‐ μῳδεῖται. RVEM

### book 922a beta

τοῦτον γὰρ Εὐριπίδης ὡς πτωχὸν εἰσήγαγεν. EM

### book 922b

οἷον πτωχὸν Εὐριπίδης συσκευάζει τὸν Τήλεφον στρατηγὸν ὄντα Μυσί‐ ας EMRs μετὰ πηριδίου ἐλθόντα προσαίτην εἰς τὴν Ἑλλάδα καὶ τῆς Ἀγα‐ μέμνονος αὐλῆς μόλις ποτὲ πυλωρὸν γεγονότα· διὸ καὶ κωμῳδεῖται. ERs

### book 924a

γνώμας τρώγων πανδελετίους M: ἀντὶ τοῦ εἰπεῖν “ἄρτους RVEM καθαροὺς ἢ EM ξηρούς” εἶπε “γνώμας” RVEM καινάς. V

### book 924b

τρώγων] σύ. E

### book 924c

πανδελετίους: οὕτως εἶπεν· ἀντὶ ἄρτων τῇ πανουργίᾳ σιτούμενος. διαβάλλει δὲ τοὺς ῥήτορας ὡς ἐκ τῶν πτωχῶν πλουτοῦντας. ENM

### book 924d

πανδελετίους Rs: ἤτοι ζῶν ἀπὸ συκοφαντιῶν. Πανδέλετος γὰρ ῥήτωρ ἀθηναῖος καὶ συκοφάντης ERs γνώμας καινὰς ἐφευρίσκων. E

### book 924e alpha

〈ἦν εἷς τῶν περὶ τὰ δικα‐ στήρια διατριβόντων.〉 Su. IV 19, 4

### book 924e beta

ὁ Πανδέλετος τῶν περὶ τὰ δικα‐ στήριά ἐστι διατριβόντων RV δι‐ καστῶν ἢ καὶ V συκοφαντῶν, RV ἤγουν φιλόδικος καὶ γράφων ψηφί‐ σματα. V

### book 924f alpha

πανδελετίους M: Παν‐ δέλετος συκοφάντης καὶ φιλόδικος γράφων ψηφίσματα. ENMA

### book 924g

πανδελετίους E: δυστρόπους. RVbisEbisRs

### book 924h

μέμνηται τοῦ Πανδελέτου καὶ Κρατῖνος NM Χείρωσιν. οὗτος καὶ ψη‐ φίσματα ἔγραψεν. M

### book 928a

λυμαινόμενον τοῖς μειρακίοις M: ἀντὶ τοῦ “ἐνυβρίζοντα”. RVM

### book 928b alpha

οὕτως αὐτοῖς σύνηθες συντάσσειν, οὐχὶ “τὰ μειράκια λυ‐ μαινόμενον”. VM

### book 928b beta

τοῖς μειρακίοις] ἀντὶ τοῦ “τὰ μειράκια”. R

### book 929a

οὐχὶ διδάξεις M: ἀντὶ τοῦ VM “οὐκ ἐῶ σε RVM διδάξαι VM τοῦτον”. δείκνυσι δὲ τὸν Φειδιππίδην. M

### book 929b

Κρόνος: ἀντὶ τοῦ “ἀρχαῖος, λῆρος”. RVM

### book 930alpha

λείπει τὸ διδάξω. RVE

### book 930beta

εἴπερ γ’] διδάξω αὐτὸν δηλονότι. ARs

### book 931

λαλίαν] φλυαρίαν. E

### book 932

ταῦτά φησιν ἐπιλαβόμενος τοῦ μειρακίου. RV

### book 935alpha

σύ τε] ὦ δίκαιε. EARs

### book 935beta

ἀλλ’ ἐπίδειξον σύ M: τῷ δικαίῳ φησίν. RM

### book 936alpha

σύ τε] ὦ ἄδικε. ERs

### book 936beta

τῷ ἀδίκῳ. RM

### book 938

φοιτᾷ RM: ἀντὶ τοῦ “φοιτήσει”. RVM

### book 938alpha

εἰ δέ ἐστι “φοιτᾶν”, M

### book 938beta

ἐὰν δὲ ᾖ “φοιτᾶν” μετὰ τοῦ ν, RV

### book 938

λείπει τὸ ποιήσω, ἵν’ ᾖ· ποιήσω τὸν παῖδα φοιτᾶν τῷ ἐλλογιμωτέρῳ. RVM

### book 940a

φέρε ... ὑμῶν] δίμετρον. ERs

### book 940b

ἀντὶ τοῦ “ἄγε δή”. R

### book 941

τούτῳ δώσω] μονόμετρον. ERs

### book 942-947

sexies δίμετρον. ERs

### book 942

κᾆτ’ ἐκ τούτων ὧν ἂν λέξῃ M: ἐκ τῶν αὐτοῦ, REMbis ἐκ τῶν ἰδίων. Mbis

### book 943

†καινοῖς†: ἀντὶ τοῦ “μικροῖς”. R

### book 944

κατατοξεύσω] νικήσω, ὑπερβαλῶ. ἐκ μεταφορᾶς τῶν τόξων. 〈V〉EM

### book 947a alpha

ὥσπερ EM ὑπ’ ἀν‐ θρήνων: οὕτως οἱ ποιηταὶ τὰς με‐ λίσσας συνεχῶς REM λέγουσιν. R

### book 947a beta

εἶδος σφηκὸς ἡ ἀνθρήνη. κατα‐ χρῶνται δὲ οἱ ποιηταὶ καὶ ἐπὶ με‐ λίττης συνεχῶς. V

### book 947a

ὁ δὲ Ἀριστοτέλης συγγενῆ τῇ μελίσσῃ τὴν ἀνθρήνην φησίν. RVEM

### book 947b

ὑπ’ ἀνθρήνων N: κοινοτέρως ἐπὶ τῶν μελισσῶν τὰς ἀνθρήνας λέγουσιν, EM ἔστι δὲ εἶδος μελίσσης ὅμοιον σφηκί. ENM

### book 949a

νῦν δείξετον: ἐν ἐπεκθέσει περίοδος τοῦ χοροῦ ἔχουσα μὲν ἀντί‐ στροφον, EMRsNp ἐν διεχείᾳ δέ, διαφόρως κεκωλισμένην· θήσω δὲ ὡς φέ‐ ρονται νῦν. ἡ μὲν προτέρα “νῦν δείξετον τὼ πισύνω”, ἡ δὲ δευτέρα “ὦ καλλίπυργον σοφίαν” ἕως τοῦ “εὐδοκίμηκεν 〈ἀνήρ〉”. ERsNp

### book 949b

νῦν δείξετον Rs: τῆς στροφῆς ταύτης μέχρι τοῦ “ἀγὼν μέγι‐ στος” ἀντίστροφός ἐστι τὸ “ὦ καλλίπυργον” μέχρι τοῦ “εὐδοκίμησεν ἀνήρ”. ERs

### book 949c

ἰστέον, ὅτι ἡ ᾠδὴ τῇ ἀντῳδῇ τῶν ἴσων κώλων ἐστίν, τὰ δὲ κῶλα πῇ μὲν ἔοικεν ἀλλήλοις, πῇ δ’ ἐνήλλακται. Rs

### book 949d

στροφή. Rs

### book 949e

τὼ πισύνω] οἱ πίσυνοι, RRs οἱ θαρροῦντες. VRs

### book 956

ἀνεῖται Mpr.: καταλέλειπται, Malt. δέδοται, κεῖται, ἥπλωται, EMbis κινεῖται. EMpr.

### book 957

τοῖς ἐμοῖς φίλοις] τοῖς φιλοσόφοις. E

### book 959a

ἀναπαιστικοὶ τετράμετροι καταληκτικοί· εἰώθασι γὰρ μετὰ τὸ ᾆσαι ἐπάγειν δίστιχον, ὡς καὶ ἐνταῦθα. συναριθμοῦνται δὲ οἱ βʹ στίχοι οὗτοι μετὰ τῶν ἑτέρων. Rs

### book 959b

πρὸς τὸν δίκαιον λόγον. RVE

### book 959c

στεφανώσας] ἀντὶ τοῦ R “κοσμήσας”. RVE

### book 960

〈ῥῆξον φωνὴν: διάτορον εἰπέ.〉 Su. IV 291, 23

### book 961a alpha

λέξω τοίνυν τὴν ἀρ‐ χαίαν E: στίχοι ἀναπαιστικοὶ τε‐ τράμετροι καταληκτικοὶ μθʹ. τοῦτο δὲ τὸ μέτρον ἀριστοφάνειον καλεῖται, ἐπεὶ ἐν τούτῳ αὐτὸς εὐδοκίμησεν. EN

### book 961a beta

ἐντεῦθεν τετράμετρα ἀναπαιστικὰ καταληκτικά, ἃ καλεῖται καὶ ἀρι‐ στοφάνεια, ὅτι τούτοις αὐτὸς εὐδοκίμησεν. Rs

### book 961b

961] τοὺς παρόντας στίχους λέγουσιν εἶναι ἀναπαίστους. Rs

### book 962

ὅτ’ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη νενόμιστο E: ταῦτα ἄγαν Ἀριστοφάνης ἀπεδέχετο ὡς εὖ πεποιημένα. VE

### book 963

πρῶτον μὲν ἔδει φωνὴν παιδὸς M: πρῶτον γὰρ ἐν εὐταξίᾳ ἡ σιωπή. EM

### book 964a

εἶτα] ἀπὸ κοινοῦ τὸ “ἔδει”. VEMbis

### book 964b

εἰς κιθαριστοῦ: οὕτως Ἀττικοί. EM

### book 964c alpha

ἐσπούδαζον γὰρ περὶ τὴν κιθάραν VE οἱ Ἀθηναῖοι τότε E μανθάνειν VE μὴ φροντίζοντες τοῦ καλύπτεσθαι. E

### book 964c beta

ἐσπούδαζον οἱ Ἀθηναῖοι περὶ κιθαρῳδίαν. E

### book 965a

τοὺς κωμήτας ENM γυμνοὺς EM: τὸ χ, ὅτι κωμήτας VEN τοὺς ἐκ τοῦ αὐτοῦ ἀμφόδου καὶ τόπου ἔλεγεν. VENM

### book 965b

κωμῆται ἢ ἀπὸ τῆς αὐτῆς κώμης, ὅτι τὸ παλαιὸν κατὰ κώμας ᾤκουν Ἀθηναῖοι· ἢ ἀπὸ τῆς αὐτῆς ἀμφόδου. E

### book 965c

κεἰ κριμνώδη κατανίφοι R: κρίμνα εἶδος ἀλεύρου, ἐξ οὗ ἡ παιπάλη γίνεται, τουτέστι τὸ 〈λευκὸν〉 ἄλευρον· καὶ τὸ λευκαίνειν παλύνειν Ὅμηρος ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας. RV

### book 965d

κεἰ E κριμνώδη κατανίφοι: ἀντὶ τοῦ “παχεῖαν σύστασιν ἔχοντα”. παρὰ τοὺς κρίμνους· οὗτοι δὲ παχύτεροι τῶν ἀλεύρων. ENNp κρῖμ‐ νος γὰρ εἶδος ἀλεύρου. ENp

### book 965e

ἀντὶ τοῦ V “μεγάλα”. VE

### book 966a

τὼ μηρὼ ENRs μὴ ξυν‐ έχοντας EN: ἀντὶ τοῦ “ἀνειμένοις ἑστῶτας” πρὸς τὸ μὴ θλίβειν τὸ μόριον. ENMRs ἐκθλίβονται τὰ αἰδοῖα ἐκ τοῦ συνέχειν τοὺς μηρούς. ENM

### book 966b

τὼ μηρὼ μὴ ξυνέχοντας: ἀντὶ τοῦ “μὴ σφίγγοντας, οἷον ἀνειμένως διάγοντας, καὶ μὴ ἐκθλί‐ βοντας τὰ αἰδοῖα ἐκ τοῦ συνέχειν τοὺς μηρούς”. V

### book 967a alpha

ἢ EM Παλλάδα EMNp περσέπτολιν ἢ τηλέπορόν τι βόαμα E: †ἀμφοτέρων†. τὸ μὲν οὖν πρότερον Λαμπροκλέους εἶναί φασι τοῦ ἀθλητοῦ, Μίδωνος υἱοῦ· ἔχει δὲ οὕτως Παλλάδα περσέπτολιν κλῄζω EM πολεμοδόκον ἁγνάν, παῖδα Διὸς μεγάλου δαμάσιππον. τὸ δὲ “τηλέπορόν τι βόαμα” μὴ εὑρίσκεσθαι, ὅτου ποτ’ ἐστίν· ἐν γὰρ ἀποσπάσματι εὑρεῖν Ἀριστοφάνη ἐν τῇ βιβλιοθήκῃ. τινὲς δέ φασιν αὐτὸ Κυδίδου Ἑρμιονέως ENp τηλέπορόν τι βόαμα λύρας. E

### book 967a beta

ἢ τηλέπορόν τι βόαμα: καὶ τοῦτο μέλους ἀρχή. φασὶ δὲ μὴ εὑρίσκεσθαι, ὅτου ποτέ ἐστιν· ἐν γὰρ ἀποσπάσματι ἐν τῇ βιβλιοθήκῃ εὑ‐ ρεῖν Ἀριστοφάνη. τινὲς δέ φασι Κυδίδου τινὸς Ἑρμιονέως τηλέπορόν τι βόαμα λύρας. RV

### book 967b alpha

〈...〉 οὕτως Ἐρατο‐ σθένης. Φρύνιχος δὲ αὐτοῦ τούτου τοῦ ᾄσματος μέμνηται ὡς Λαμπροκλέ‐ ους ὄντος τοῦ Μίδωνος υἱοῦ ἢ μαθη‐ τοῦ. ἔχει δὲ οὕτως Παλλάδα περσέπτολιν δεινὰν θεὸν ἐγρεκύδοιμον. E Χαμαιλέων δ’ ἀπορεῖ, πότερον [...] κλῄζω πολεμοδόκον ἁγνάν, παῖδα Διὸς μεγάλου δαμά‐ σιππον ENp ἢ κατὰ Λαμπροκλέα [...] ὑποτί‐ θησι κατὰ λέξιν. E τὸ δὲ “τηλέπορόν τι βόαμα” Κυδίδου τοῦ Ἑρμιονέως κιθαρῳδοῦ ἀπό τινος τῶν ᾀσμάτων τηλέπορόν τι βόαμα λύρας.

### book 967b alpha

ENp

### book 967b beta

ἢ Παλλάδα R: ἀρχὴ ᾄσματος Στησιχόρου, ὡς Ἐρατοσθένης RV φησίν. R Φρύνιχος δὲ αὐτοῦ τούτου τοῦ ᾄσματος μνημονεύει ὡς Λαμ‐ προκλέους ὄντος Παλλάδα περσέπτολιν κληΐ‐ ζω πολεμαδόκον ἁγνάν, παῖδα Διὸς μεγάλου. RV

### book 967c

ἢ Παλλάδα] τοῦτο τοῦ Λαμπροκλέους. ERs

### book 967d

τηλέπορόν VE: ὀρθόν VEbis τι καὶ V ὑψηλόν. VEbis

### book 968

ἐντειναμένους τὴν ἁρμονίαν E: τὴν κιθάραν Ebis ὡς συντόνου οὔσης τῆς παλαιᾶς ἁρμονίας. E

### book 969a

βωμολοχεύσαιτ’ EM: ἀγοραῖόν τι εἴποι ἢ εὐτελές. VEbisM

### book 969b

βωμολοχεύσαιτ’: ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς βωμοῖς λοχώντων ἤτοι καθημένων, ὡς ἐκεῖθεν ἁρπάζοιέν τι, καὶ φλυαρούντων πολλά. ERs

### book 969c

εἰ κακοηθεύσαιτο. EM

### book 969d

ἢ κάμψειέν τινα καμπήν VE: ἀντὶ τοῦ “κεκλασμένῃ τῇ φωνῇ τὴν ᾠδὴν προενέγκοιτο”. RVEM

### book 971a alpha

τὰς κατὰ Φρῦνιν E: ὁ Φρῦνις κιθαρῳδὸς μιτυληναῖος. οὗτος δὲ δοκεῖ πρῶτος παρ’ Ἀθηναίοις κιθαρῳδικῇ νικῆσαι Παναθήναια E‐ MA ἐπὶ Καλλίου ἄρχοντος. EA ἦν δὲ Ἀριστοκλείτου μαθητής. ὁ δὲ Ἀρι‐ στόκλειτος τὸ γένος ἦν ἀπὸ Τερπάν‐ δρου, ἤκμασε δὲ ἐν τῇ Ἑλλάδι κατὰ τὰ Μηδικά. παραλαβὼν δὲ τὸν Φρῦνιν αὐλῳδοῦντα κιθαρίζειν ἐδίδαξεν. ὁ δὲ Ἴστρος Ἱέρωνος αὐτόν φησι μά‐ γειρον ὄντα σὺν ἄλλοις δοθῆναι τῷ Ἀριστοκλείτῳ. ταῦτα δὲ σχεδιάσαι ἔοικεν· εἰ γὰρ ἦν γεγονὼς δοῦλος καὶ

### book 971a alpha

μάγειρος Ἱέρωνος, οὐκ ἂν ἀπέκρυψαν οἱ κωμικοὶ πολλάκις αὐτοῦ μεμνημέ‐ νοι ἐφ’ οἷς ἐκαινούρηγσε κλάσας τὴν ᾠδὴν παρὰ τὸ ἀρχαῖον ἔθος, ὡς Ἀρι‐ στοφάνης φησὶ καὶ Ἀριστοκράτης. E

### book 971a beta

οἵας οἱ νῦν τὰς κατὰ Φρῦνιν R: ὁ Φρῦνις κιθαρῳδὸς μιτυληναῖος. οὗτος δὲ δοκεῖ πρῶτος κιθαρίσαι παρ’ Ἀθηναίοις καὶ νικῆσαι Πανα‐ θήναια ἐπὶ Καλλίου ἄρχοντος. ἦν δὲ Ἀριστοκλείδου μαθητής. ὁ δὲ Ἀρι‐ στοκλείδης κιθαρῳδὸς ἦν ἄριστος. RV

### book 971b

καθὸ πρῶτος τὴν ἁρμονίαν ἔκλασεν ἐπὶ τὸ μαλθακώτερον. ἦν δὲ γύν‐ νις καὶ ψυχρός. E

### book 971c

Φρύνιν] ὄνομα κιθαριστοῦ. E

### book 971d

τὰς δυσκολοκάμπτους] 〈τὰς κεκλασμένας.〉 Su. II 150, 30 τὰς δυσκό‐ λως καμπτομένας. ERs

### book 972a

οἷον καταισχύνων τῷ μαλθακῷ τῆς φωνῆς. E

### book 972b

τὰς Μούσας] τὴν μουσικὴν εὐτεχνίαν. EM

### book 973a

ἐν παιδοτρίβου δὲ καθίζοντας R: εἰς τὸν τόπον ὅπου διατρί‐ βουσι καὶ γυμνάζονται οἱ παῖδες. RVE

### book 973b

τὸν μηρὸν ἔδει προβαλέσθαι E: τουτέστιν εὐκόσμως καθεσ‐ θῆναι, ὡς μηδὲν τοῖς περιεστῶσιν ὑποδεῖξαι ἄκοσμον. RVEN

### book 973c

προβαλέσθαι Rs: ἀντὶ τοῦ “πρόβλημα θεῖναι τὸν μηρόν”, ὡς ἂν μὴ τὰ τοῦ παιδὸς μόρια φαίνηται. ERs

### book 974a

ἀπηνές: νῦν ERs τὸ αἰσχρόν, τὸ ἄπο αἴνου. ERsbis

### book 974b

ἀπηνές] ἄκοσμον. E

### book 975a

συμψῆσαι ENRsNp καὶ προνοῆσαι: ἀντὶ τοῦ ENNp “συγχέαι τὴν κόνιν, ὡς μὴ σημεῖον ἢ τύπον ἀπολείπεσθαι ταῖς καθέδραις”. ENRsNp ἐν γὰρ ψάμμῳ λεπτοτάτῃ καθήμενοι ἐγυμνάζοντο. ENRsNpbis

### book 975b

κατέψων τὸν τόπον ὅπου ἐκαθέζοντο, ἵνα μὴ σημεῖον τῆς ἥβης αὐτῶν καταλείψειαν τοῖς ἐρασταῖς. RVENMNp

### book 978a

ὥσπερ μήλοισιν] τοῦτο παρὰ τὴν ἄλλην ὀπώραν χνοῦν ποιεῖ ἐν τῷ κοίλῳ. E

### book 978b

μήλοισιν: μήλοις. Rs τοῖς κυδωνίοις, EMRs ὅταν ἀθιγῆ ὦσιν ἔτι. ERs

### book 979a

μαλακὴν] θηλυπρεπῆ. E

### book 979b

φυρασάμενος] ἐπιτηδευσάμενος. E

### book 980

προαγωγεύων] μαυλίζων. RVE προαγωγὸς γὰρ ἡ μαυλίστρια. VERs

### book 981a

δειπνοῦντ’ Rs: ἤτοι συνδειπνοῦντα τοῖς γέρουσιν. ERs

### book 981b

κεφάλαιον EN: τὸ πρὸς τοῖς φύλλοις καυλῶδες. VENNp

### book 981c

κεφάλαιον: τὸ μετὰ τῶν φύλλων τμῆμα τῆς ῥαφανῖδος. ERs

### book 981d

φησὶ τὴν κεφαλήν. RVbisE

### book 981e

οὐκ ἔτεμνον κατὰ μῆκος, ὡς νῦν, ἀλλὰ κατὰ κύκλον. RVEN

### book 981f alpha

κεφάλαιον τῆς ῥαφα‐ νίδος: ὡς θερμὸν καὶ διεγεῖρον πρὸς ἀφροδίσια παρῃτοῦντο τοῦτο ENNp

### book 981f beta

οὐκ ἤσθιον τοῦτο οἱ νέοι διὰ τὸ θερμὸν καὶ κινητικὸν εἶναι πρὸς ἀφροδίσια. ERs

### book 981g

κεφάλαιον] ὃ λέγουσι κῆπον. M

### book 983a

ὀψοφαγεῖν Rs: τὸ τρυφᾶν EMRs τραπέζαις. M

### book 983b alpha

οὐδὲ κιχλίζειν: ἀντὶ τοῦ “λιπαρὰς ὄρτυγας τρώγειν, κί‐ χλας ἐσθίειν”. ἢ E ἀτάκτως γελᾶν. EM

### book 983b beta

κιχλίζειν RRs: λιπαροὺς ὄρτυ‐ γας ἐσθίειν ἤγουν κίχλας. ἄλλοι δὲ RV τὸ VRs ἀτάκτως γελᾶν RVRs

### book 984a

διιπολιώδη R: τὰ λεγόμενα Διάσια, ταῦτα καὶ Διιπόλεια. οὕτως δὲ ἐλέγετο ἃ τῷ πολιεῖ Διὶ ἐθύετο. RV

### book 984b

τὰ Διιπόλεια τῶν ἀρχαίων ἑορτῶν, ἃ καὶ Διάσιά φασιν. ENp

### book 984c

Διιπόλεια ἑορτὴ τοῦ Διὸς EMatrRs ἀρχαία. ERs

### book 984d

τεττίγων R: τοὺς τέττιγας παρέλαβεν, ἐπειδὴ οἱ παλαιοὶ κατὰ τὴν ἀναπλοκὴν τῶν τριχῶν χρυσῷ ἐχρῶντο τέττιγι· τεκμήριον ὅτι αὐτόχθονες ἦσαν RVENp οἱ Ἀθηναῖοι, ὡς καὶ οἱ τέττιγες. VENp

### book 984e

τεττίγων V: ἀρχαῖον τὸ τοὺς τέττιγας ἀναπλέκειν, ἤγουν τοὺς κρωβύλους. VENp

### book 984f

τεττίγων ἀνάμεστα N: οἱ τέττιγες αὐτόχθονες καὶ γῆς παῖδες. τὸ παλαιὸν δὲ Ἀθηναῖοι τῶν εὐγενῶν παίδων τὰς κόμας ἀνέπλεκον ἐπιτιθέντες τοὺς τέττιγας δεικνύντες ὅτι καὶ αὐτοὶ αὐτόχθονές εἰσιν. ENRs

### book 985a alpha

καὶ Κηκείδου E: ἀρ‐ χαῖος διθυραμβοποιός, οὗ μέμνηται Κρατῖνος EARsNp ἐν Πανόπταις. ERsNp

### book 985a beta

Κηκείδης διθυράμβων ποιητὴς πάνυ ἀρχαῖος. μέμνηται δὲ αὐτοῦ Κρατῖνος RV Πανόπταις. R

### book 985b

ἑορτὴ †ἔτι† παρὰ Ἀθηναίοις ἐπιτελουμένη τῇ Ἀθηνᾷ. V

### book 985c

καὶ Βουφονίων E: ἑορτὴ Ἀθηναίων πάνυ ἀρχαία. ἐν γὰρ τοῖς Διιπολείοις φασὶ βοῦν τὸ πόπανον καταφαγεῖν τὸ παρεσκευασμένον πρὸς τὴν θυσίαν, RVE Βαύλωνα δέ τινα ὡς εἶχε τῷ πελέκει ἀποκτεῖναι τὸν βοῦν, καθὰ καὶ Ἀνδροτίων μέμνηται διὰ τῆς τετάρτης. E καὶ τούτου χάριν βοῦν θύουσιν RV ἐν τοῖς Διιπολείοις, διὰ τὸν βοῦν τὸν φαγόντα τὸ πόπανον, καὶ τυθέντα διὰ †† τοῦ ποπάνου. R

### book 985d

Βουφόνια ENRsNp παλαιὰ ἑορτή, ἥν φασιν ἄγεσθαι μετὰ τὰ μυστή‐ ρια, ὅτε ENARsNp καὶ βοῦν θύουσιν εἰς ὑπόμνησιν τοῦ πρώτου φονευθέντος βοὸς ἐν ἀκροπόλει ἁψαμένου τοῦ πελανοῦ ἐν τῇ ἑορτῇ τῶν Διονυσίων. ENARs

### book 985e

ταῦτ’ ἐστὶν ἐκεῖνα] ἀντὶ τοῦ “ταῦτα ἃ λέγω ἐκεῖνά ἐστιν”. E

### book 986

μαραθωνομάχους Rs: Ἀθηναῖοι ἐν Μαραθῶνι ἐνακισχίλιοι ὄντες συμμαχησάντων αὐτοῖς καὶ Πλαταιέων χιλίων τριακοσίας χιλιάδας ἐτρέψαντο Περσῶν. ERs

### book 987a

εὐθὺς M: ἐν ἀρχῇ. EM

### book 987b

ἐντετυλίχθαι] τὸ ἐναντίον γυμνοῦσθαι, ἐκκεκαλύφθαι. EM

### book 988a

ὅταν ὀρχεῖσθαι E: ὠρχοῦντο γὰρ ἐν ὅπλοις ἐν τοῖς Παναθηναίοις οἱ παῖδες. RVEMA διὰ δὲ τὸ ἀπρεπές φησι “προέχοντες τῶν αἰδοίων τὴν ἀ‐ σπίδα” RVEM ὡς αὐτῶν τούτου 〈ἕνεκα〉 ἐν τῇ πομπῇ ἀσπιδηφορούντων, διὰ τὸ ἐπικαλύπτεσθαι τὴν αἰσχύνην. VE ηὔξησε δὲ τὴν διαβολὴν εἰπὼν “τὴν ἀσπίδα τῆς θεοῦ”. E

### book 988b

ὅταν ... δέον] ὅταν χρεία ᾖ. RE

### book 989a

κωλῆς: νῦν τοῦ ERs μακροῦ αἰδοίου. EMRs

### book 989b

αὕτη ἡ σύνταξις ἀττική. Matr

### book 989c

τὸ ἑξῆς “τὴν ἀσπίδα τῆς Τριτογενείης”. VE

### book 989d

Τριτογενείας: τῆς ἐπὶ τῇ Ἀθηνᾷ πυρρίχης ὀρχήσεως. ERs

### book 991

κἀπιστήσει μισεῖν ἀγοράν] ἀντὶ τοῦ R “μαθήσῃ RE μισεῖν R τὴν ἐκκλησίαν”. RERs

### book 992

φλέγεσθαι] ἐρυθριᾶν. VM

### book 993a

τῶν θάκων] ἀττικῶς ἀντὶ τοῦ “ἀπὸ τῶν θάκων”. VE

### book 993b

τοὺς πρεσβυτέρους προτιμᾶν. V

### book 994a

ἀπαίδευτα ποιεῖν εἰς τοὺς σαυτοῦ γονέας. RV

### book 994b

καὶ μὴ παρὰ τοὺς σαυτοῦ γονέας: ἀντὶ τοῦ “μὴ παρὰ γνώμην τῶν σῶν γονέων”. EM

### book 994c

σκαιουργεῖν] κακουργεῖν. V

### book 994d

κακουργεῖν M: κακοποιεῖν. EM

### book 995a

ὅ τι τῆς αἰδοῦς E: ὅπερ μέλλει τῆς αἰδοῦς τὰ ἀγάλματα πληρώ‐ σειν. VE

### book 995b

ὅπερ μέλλει μολύνειν τὴν αἰδῶ. E

### book 995c

ὅτι σεαυτὸν ὥσπερ ἄγαλμα καὶ στήλην τῆς αἰδοῦς καὶ κοσμιότητος ἀναστήσεις. ERs

### book 995d

ἀναπλήσειν: ἀντὶ τοῦ V “ἀφανίσειν”. RVM

### book 995e

ἀναπλήσειν] ἀναπληρώσειν. EMRs

### book 996a

εἰσιέναι] ἀντὶ τοῦ “εἰσελθεῖν”. E

### book 996b

〈εἰσᾴττειν] τουτέστιν εἰσπηδῆσαι.〉 Su. I 442, 1

### book 997a

μήλῳ RENM βληθεὶς EM: ἀντὶ τοῦ RVENM “ἔρωτι RbisVE NMbisRs βληθείς”. ENM

### book 997b

οὕτως ἔλεγον οἱ παλαιοὶ τὸ πτοῆσαι καὶ εἰς ἔρωτα ἀγαγεῖν, μήλῳ βάλλειν. RV

### book 997c

μηλοβολεῖν ἔλεγον τὸ εἰς ἀφροδίσια δελεάζειν, ἐπεὶ τὸ μῆλον Ἀφρο‐ δίτης ἐστὶν ἱερόν. ENM

### book 997d

ἀποθραυσθῇς: ἀντὶ τοῦ V “ἐκπέσῃς”. RVEMRs

### book 998

μηδ’ Ἰαπετὸν καλέσαντα M: λῆρον, μωρόν. RVEM Ἰαπετὸς δὲ εἷς τῶν Γιγάντων. VEM

### book 999a

μνησικακῆσαι τὴν ἡλικίαν] ἐπὶ κακῷ μνησθῆναι τῆς ἡλικίας. ERs

### book 999b

τὴν ἡλικίαν VE: τοῦ πατρὸς RVE δηλονότι. V

### book 999c

ἐνεοτ〈τοτ〉ροφήθης: ἀντὶ τοῦ V “ἐτράφης”. VE

### book 1001a alpha

τοῖς Ἱπποκράτους R: ὑώδεις τινὲς καὶ ἀπαίδευτοι κωμῳδοῦν‐ ται. RV καὶ τάχα ἂν εἴησαν προκέφαλοί τινες, ὡς ἐν Γεωργοῖς καὶ ἐν Τριφά‐ λητι. καὶ Εὔπολις ἐν Δήμοις εἰς Ἱπποκράτους τε πόδας ἐκβόλιμοί τινες βλιχητὰ τέκνα· καὶ οὐδαμῶς τοῦ τρόπου. V τὰ δὲ ὀνόματα αὐτῶν Τελέσιππος, Δημοφῶν, Περικλῆς. RV

### book 1001a beta

τοῖς EM Ἱπποκράτους υἱέσιν ENM εἴξεις M: οὗτοί εἰσι Τελέσιπ‐ πος, Δημοφῶν καὶ Περικλῆς, διαβαλλόμενοι εἰς ὑωδίαν. ENM καὶ Εὔπολις ἐν Δήμοις Ἱπποκράτους τε παῖδες ἐμβόλιμοί τινες· βρυχητὰ τέκνα· καὶ οὐδαμῶς τοῦ τρόπου. E

### book 1001a gamma

Ἱπποκράτει τινὶ Ἀθηναίῳ τρεῖς ἦσαν υἱοὶ συώδεις καὶ ἀνόητοι. καὶ Εὔπολις ἐν Δήμοις Ἱπποκράτους παῖδες ἐμβόλιμοί τινες βληχητὰ τέκνα· καὶ οὐδαμῶς τοῦ τρόπου. E

### book 1001b

βλιτομάμμαν VNM: ἀντὶ τοῦ V “μωρόν”. VEMbisARs τὸ γὰρ βλίτον μωρὸν εἶναι δοκεῖ λάχανον. VENM

### book 1001c

βλιτομάμαν: ἤτοι ἀνόητον. ἀπὸ τοῦ βλίτου, λαχάνου εὐτελοῦς, καὶ τοῦ E μαμᾶν, ὃ δηλοῖ τὸν ἄρτον. EN

### book 1003a

οὐ στωμύλλων: καὶ οὐ M φλυαρῶν. RMbis

### book 1003b

τριβολεκτράπελ’ ENM: ἐκ τοῦ τρίβειν καὶ ἐκτράπελος σύγ‐ κειται. RVENMRs ἀντὶ τοῦ “σκληρὰ καὶ ἀπαίδευτα. RVENMbisRs καὶ ἀπό‐ βλητα RVENRs καὶ ἀνώμαλα”. ENRs

### book 1003c

τριβολεκτράπελ’] δίκην τριβόλων κεντοῦντα, πικρά· καὶ ἐκτράπελα, ἄσεμνα ἤτοι ἔξω τοῦ δέοντος τετραμμένα. E

### book 1004a alpha

γλισχραντιλογεξε‐ πιτρίπτου: ἐκ τοῦ γλίσχρου καὶ ἀντιλογίας πεποιημένου τοῦ καὶ δυ‐ ναμένου ἐπιτρῖψαι. ENM

### book 1004a beta

γλισχραντίλογ’ R: ἐκ τοῦ γλίσχρου καὶ ἀντιλογίαν ἔχοντος καὶ ἐπιτρίπτου σύγκειται· οἷον τοῦ δυ‐ ναμένου ἐπιτρῖψαι. RV

### book 1004b

γλισχραντιλογεξεπιτρίπτου] γλίσχρου ENM καὶ φειδωλοῦ EN καὶ ἀντιλογίαν ἐπίτριπτον ENM καὶ ἀξίαν ὀλέθρου EN ἔχοντος. ENM

### book 1005a

ἀλλ’ εἰς Ἀκαδημίαν EM: ἐνταῦθα γὰρ διέτριβον οἱ φιλόσοφοι. ἦν δὲ γυμνάσιον VEM καλούμενον ἀπὸ Ἀκαδήμου τινὸς EM καταλείψαντος τὴν κτῆσιν αὐτοῦ πρὸς ἐπισκευὴν τοῦ τόπου. περὶ αὐτὸν δὲ ἦσαν αἱ ὄντως ἱεραὶ ἐλαῖαι τῆς θεοῦ, αἳ καλοῦνται μορίαι· E ἐξ ὧν τὸ ἔλαιον τῶν Πανα‐ θηναίων. EN

### book 1005b alpha

ὑπὸ ταῖς μοριαῖς EN: μοριαὶ 〈αἱ〉 ἱεραὶ ἐλαῖαι τῆς θεοῦ ἐν τῇ ἀκροπόλει ἐκαλοῦντο. ENNp

### book 1005b beta

ὑπὸ ταῖς μορίαις R: μοριὰ κυρίως λέγεται ἡ ἱερὰ ἐλαία τῆς θεοῦ. RV

### book 1005b

λέγουσι γὰρ ὅτι Ἁλιρρόθιος, ὁ παῖς Ποσειδῶνος, ἐκκόψαι ἠθέλησεν αὐτάς, 〈διότι〉 διὰ τὸ τὴν ἐλαίαν εὑρεθῆναι ἐκρίθη τῆς Ἀθηνᾶς ἡ πόλις, καὶ ἀπο‐ τυχὼν ἔπληξεν ἑαυτὸν καὶ ἀπέθανεν. καὶ διὰ τοῦτο μοριαὶ 〈αἱ〉 ἐλαῖαι ἐκλή‐ θησαν. ENp ἢ διὰ τὸ πάντα ἄνθρωπον κεκτημένον ἐλαίας ἀναγκάζεσθαι μέρος τι παρέχειν εἰς τὰ Παναθήναια· κέραμον γὰρ ἐλαίου ἐλάμβανον οἱ νι‐ κῶντες. E

### book 1005c

ἐπεφύτευτο ἐν τῷ γυμνασίῳ δένδρα. RVE ἔθος δὲ ἦν τοῖς ἀσκουμέ‐ νοις ἀλειψαμένοις ἐν τῷ ἡλίῳ τρέχειν. RVEM

### book 1005d

1005] Ἀκαδημία γυμνάσιον Ἀθήνησιν, ἔνθα καὶ ἱεραὶ ἦσαν ἐλαῖαι, μορίαι καλούμεναι διὰ τὸ ἐκεῖ γεγονέναι τὸν Ἁλιρροθίου μόρον· ἐξ ὧν ἦν τῶν Παναθηναίων τὸ ἔλαιον. E

### book 1006a

στεφανωσάμενος RE καλάμῳ EM λευκῷ M: λιτὸς γὰρ καὶ ἀπερίεργος ὁ τοιοῦτος στέφανος. ἦν δὲ τοῦτο Διοσκούρων ἴδιον στεφανοῦσθαι τῷ καλάμῳ. RVEM

### book 1006b

τὸν στέφανον τοῦ καλάμου προέκριναν ὡς ἁπλούστερον ὄντα καὶ ἀπε‐ ρίεργον· ἢ ὅτι αὐτῷ στέφονται οἱ Διὸς κοῦροι. EN

### book 1006c

ἡλικιώτου: ἀντὶ τοῦ V “συμπράκτορος”. VE

### book 1007a

μίλακος ὄζων ENM: σμίλαξ M εἶδος βοτάνης. VEbisN

### book 1007b

παρέμιξε τὸ “ἀπραγμοσύνης”. EM

### book 1007c

ἀπραγμοσύνη φυτόν, EM ὡς Ἀριστοφάνης ὁ γραμματικός, ἐν Ἀκαδη‐ μίᾳ φυόμενον. E

### book 1007d

μίλακος ὄζων καὶ ἀπραγμοσύνης R: ἀπραγμοσύνη εἶδος ἄνθους. οἷον πάσης εὐωδίας ὄζων καὶ ἀσφαλείας. ἢ “ἀπραγμοσύνης” ἀντὶ τοῦ “οὐ πολυπραγμοσύνης”. RVE

### book 1007e

ἀπραγμοσύνης] εἶδος βοτάνης. E

### book 1007f

ἡ λεύκη ὁμοία πλατάνῳ. Ebis

### book 1008

ψιθυρίζῃ E: ἀνέμου πνέοντος μαλακοῦ καὶ ἠρέμα διὰ τῶν φύλλων εἰσιόντος ὥσπερ προσλαλεῖ τὰ δένδρα· ὅπερ ψιθυρίζειν λέγεται. καὶ Θεόκριτος ἁδύ τι τὸ ψιθύρισμα RVE 〈καὶ ἁ πίτυς αἰπόλε τήνα〉. Su.

### book 1009

ἢν ταῦτα ποιῇς Rs: διπλῆ· ὑφ’ ἓν ENRs περίοδος τοῦ ὑποκριτοῦ ἀναπαιστικὴ τριακοντάμετρος ἑκκαίδεκα κώλων, ENRsNp ὅτι ἔχει δύο μονό‐ μετρα, τό τε τέταρτον καὶ τὸ ὄγδοον. τὸ δὲ τελευταῖον καταπυγοσύνης ἀναπλήσει. ERsNp

### book 1010

τούτοις] οἷς λέγω. RE

### book 1012

χροιὰν λαμπρὰν] τὸ τέταρτον E μονόμετρον. ERs

### book 1013a alpha

γλῶτταν βαιάν: οἵαν μὴ φλυαρεῖν. ENp

### book 1013a beta

μικράν, ὥστε μὴ φλυαρεῖν. VE

### book 1013b

πυγὴν VENp μεγάλην ENp: ἢ γέλωτος χάριν RVEbisANp ἢ “διὰ τὴν τροφὴν ἕξεις πυγὴν μεγάλην”. RVEA

### book 1014a

πόσθην VENp: τὸ μόριον VEMANp τοῦ ἀνδρός. EANp

### book 1014b

σωφροσύνης σύμβολον. VENp

### book 1014c

οἱ νῦν] αἰνίττεται εἰς τοὺς Ἀθηναίους. EA

### book 1015

ἕξεις] διὰ τὴν ἀταξίαν. EM

### book 1016a

ὤμους μικρούς M: γράφεται λευκούς, γράφεται καὶ λεπτούς. EM

### book 1016b

οἷοι οἱ τῶν ἀγυμνάστων καὶ ἀργῶν. VEM

### book 1019a

ψήφισμα μακρόν ENM: τὸ ἐκ πολυλογίας συγκείμενον. RVENMbis

### book 1019b

ἀντὶ τοῦ “μεγάλα ψηφίσματα γράψεις.” ENM

### book 1021

τὸ καλὸν δ’ αἰσχρόν] τοῦτο μονόμετρον. M

### book 1022a alpha

τῆς Ἀντιμάχου EM καταπυγοσύνης E: οὗτος ὡς κί‐ ναιδος καὶ εὔμορφος καὶ θηλυμανὴς κωμῳδεῖται. ENM δεύτερος ὁ ἐπὶ πονηρίᾳ κωμῳδούμενος. τρίτος ὁ Ψακάδος λεγόμενος. τέταρτος ὁ τρα‐ πεζίτης, οὗ μέμνηται Εὔπολις ἐν Δήμοις. πέμπτος 〈ὁ〉 ἱστοριογράφος· τάχα δὲ ὁ αὐτός ἐστι τῷ εὐμόρφῳ. EM

### book 1022a beta

τῆς Ἀντιμάχου R: οὗτος εἰς θηλύτητα καὶ εὐμορφίαν κωμῳδεῖ‐ ται. ἔστι δὲ καὶ ἕτερος ἐπὶ πονηρίᾳ κωμῳδούμενος. RV

### book 1022b

τῆς ... καταπυγοσύνης] τῆς μαλακίας. VM

### book 1024a

ἀντιστροφή. Rs

### book 1024b

πρὸς τὸν δίκαιον ταῦτα. EM

### book 1024c

καλλίπυργον] ὑψηλοτάτην, μεγάλην. RVERs

### book 1030a

λέγει πρὸς τὸν ἄδικον. V

### book 1030b

πρὸς οὖν τάδ’] πρὸς ταῦτα οὖν. RVE

### book 1030c

ὦ V πανοῦργον RVEMARs ἔχων μοῦσαν. V

### book 1033

ἀνήρ] ὁ δίκαιος δηλονότι.

### book 1033a

ἀνδρείῳ γὰρ σχήματι εἰσῆλθεν. EM

### book 1033b

ἐν ἀνδρῶν γὰρ σχήματι εἰσήχθη‐ σαν. RV

### book 1034a

ἐντεῦθέν εἰσιν ἰαμβικὰ τετράμετρα καταληκτικὰ μέχρι τοῦ “εὐ‐ ρύπρωκτος εἶναι”. EN

### book 1034b

κατὰ τὴν πρώτην ᾠδὴν ἐκεῖ μέν εἰσιν ἀναπαιστικοὶ μθʹ, ἐνταῦθα δὲ ἰαμβικοὶ μθʹ μετὰ τὴν ἀντίστροφον· ἀμφότεροι μέντοι τετράμετροι καταλη‐ κτικοὶ ἕως τοῦ “ἢν δ’ εὐρύπρωκτος”. Rs

### book 1034c

δεινῶν] ἀντὶ τοῦ RV “μεγάλων”. RVEM

### book 1035

εἴπερ] ἐάνπερ. γράφεται καὶ “οἷσπερ” ἀντὶ τοῦ “δι’ ὧν βου‐ λευμάτων νικήσεις τὸν ἄνδρα καὶ ὑπερβαλεῖς”. Rs

### book 1036

ἐπνιγόμην] ὡσεὶ ἔλεγε E διερρηγνύμην. EM

### book 1038a alpha

ἐγὼ γὰρ ἥττων μὲν λόγος E: ἢ ὅτι ποιῶ αὐτοὺς ἡττη‐ θῆναι, RVEM ἢ ὅτι τὰ ἥττονα λέγω. EM

### book 1038a beta

ἐπεὶ ποιῶ πάντας ἡττᾶσθαι. EM

### book 1038b

ἥττων 〈...〉 λόγος R: ἀντὶ τοῦ RV “ἄδικος”. RVE

### book 1039

τοῖσι φροντισταῖσιν] τοῖς φιλοσόφοις. RE

### book 1041a

καὶ τοῦτο πλεῖν ἢ μυρίων E: τὸ τινὰ λαχόντα δίκην τῷ ἀδίκῳ λόγῳ νικᾶν. RVE

### book 1041b

πλεῖν] πλέον. MRs ἀττικόν. M

### book 1041c

στατήρων] εἶδος νομίσματος RE ὁ στατήρ. E

### book 1043a alpha

1043] πρὸς τὸν παῖδα τοῦτό φησιν. RVENRs

### book 1043a beta

τοῦτο πρὸς τὸν Φειδιππίδην. Np

### book 1043b

ὅτι RV ἀπὸ τῶν αὑτοῦ ἐλέγξω αὐτόν. RVE

### book 1046

ὁτιὴ κάκιστόν ἐστι: ἑψοῖ γὰρ καὶ χαυνοῖ τὰ σώματα. “δειλό‐ τατον” δὲ εἶπεν· ἐκλύει γάρ. E

### book 1047a alpha

εὐθὺς γάρ ς’ ἔχω μέσον E: τὸ ἑξῆς· λαβών σε ἄφυκ‐ τον ἔχω εὐθύς. RVE

### book 1047a beta

εὐθὺς γάρ σε μέσον λαβὼν: τὸ ἑξῆς εὐθὺς ἄφυκτον ἔχω μέσον λαβών. M

### book 1047b

εὐθύς: ἀντὶ τοῦ “ἐν ἀρχῇ”. RVEM

### book 1047c

μέσον λαβὼν RVE: ἡ μεταφορὰ ἀπὸ τῶν παλαιόντων RVEbisM τῶν λαμβανομένων εἰς τὸ μέσον καὶ ἡττωμένων. RVEM

### book 1051

ἡράκλεια λουτρά RE: Ἴβυκός φησι τὸν Ἥφαιστον κατὰ δωρεὰν ἀναδοῦναι τῷ Ἡρακλεῖ θερμῶν ὑδάτων λουτρά. ἐξ ὧν τὰ θερμά τινές φασιν ἡράκλεια λέγεσθαι. οἱ δέ φασιν

### book 1051a

ὅτι τῷ EMANp(Cr) Ἡρακλεῖ πολλὰ μογήσαντι REMANp(Cr) περὶ Θερμοπύλας R ἡ Ἀθηνᾶ θερμὰ λουτρὰ ἐπαφῆκεν· REMANp(Cr) ὡς Πείσανδρος

### book 1051b

τὴν Ἀθηνᾶν χαρίσασθαι τῷ Ἡρακλεῖ θερμὰ λουτρά· V

### book 1051

τῷ δ’ ἐν Θερμοπύλῃσι θεὰ γλαυκῶπις Ἀθήνη ποίει θερμὰ λοετρὰ παρὰ ῥηγμῖνι θαλάσσης. RVEMNp(Cr)

### book 1053a

ἃ τῶν νεανίσκων ἀεὶ EM δι’ ἡμέρας M: ὡς ταῦτα τῶν ἀγυ‐ μνάστων νεανίσκων λαλούντων. RVEM

### book 1053b

τῶν εὐγενῶν δηλονότι. R〈V〉EM

### book 1057

ἂν] περισσὸν τὸ “ἄν” ἀττικῶς. RVE

### book 1058

ἐντεῦθεν] ἀπὸ τούτου. E

### book 1059a

χρῆναι] δέον εἶναι. E

### book 1059b

ἐγὼ δέ φημι] χρῆναι δηλονότι. R

### book 1063a

ὁ Πηλεὺς Φῶκον τὸν ἀδελφὸν κατὰ πατέρα σὺν Τελαμῶνι δολοφονήσας φεύγει εἰς Φθῖαν πρὸς Εὔρυτον τὸν Ἄκτορος, ὑφ’ οὗ καὶ καθαίρεται. ἐκεῖ‐ θεν ἐπὶ τὴν θήραν τοῦ καλυδωνίου κάπρου ἐλθὼν Εὐρύτῳ ἐντυγχάνει καὶ κτεί‐ νει τοῦτον ἄκων. πάλιν οὖν ὁ Πηλεὺς ἐκ Φθίας φυγὼν εἰς Ἰωλκὸν πρὸς Ἄκα‐ στον ἀφικνεῖται, καὶ καθαίρεται ὑπ’ αὐτοῦ. Ἀστυδάμεια δέ, ἡ Ἀκάστου γυνή, ἐρασθεῖσα Πηλέως καὶ μὴ πείσασα αὐτὸν διὰ σωφροσύνην συνελθεῖν αὑτῇ καταψεύδεται αὐτοῦ πρὸς Ἄκαστον ὡς ἀποπειραθέντος αὐτῆς. ὁ δὲ κτεῖ‐ ναι μὲν ὃν καθῆρεν οὐκ ἠβουλήθη,

### book 1063a alpha

ἄγει δὲ αὐτὸν εἰς θήραν εἰς τὸ Πήλιον. 〈ἀποκοιμηθέντα δὲ αὐτὸν〉 Ἄκαστος καταλιπὼν καὶ τὴν μάχαι‐ ραν ὑπὸ τὴν κόπρον τῶν βοῶν κρύψας ἐπανέρχεται. ὁ δὲ ἐξαναστὰς καὶ μὴ εὑρὼν τὴν μάχαιραν ἤμελλεν ἀπόλ‐ λυσθαι καταληφθεὶς ὑπὸ τῶν Κεν‐ ταύρων, σώζεται δὲ ὑπὸ Χείρωνος· ὃς καὶ τὴν μάχαιραν ἐκζητήσας δί‐ δωσιν αὐτῷ. E

### book 1063a beta

ἐκβάλλει δὲ αὐτὸν εἰς τὸ Πήλιον, ὅπως ὑπὸ θηρῶν βρωθείη. οἱ δὲ θεοὶ διὰ τὴν σωφροσύνην δεδώκασιν αὐτῷ μάχαιραν πρὸς τὸ ἀπαλέξειν τὰ θηρία. RV

### book 1063b

ὁ οὖν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν M: ὁ Πηλεὺς ἐγένετο σωφρονέστατος καί ποτε Ἱππολύτης τῆς γυναικὸς Ἀκάστου ἐρασ‐ θείσης αὐτοῦ καὶ μὴ δυνηθείσης πεῖσαι, ἀλλὰ διαβολῇ χρησαμένης, ὡς ὅτι ἐπεχείρει βιάσασθαι αὐτήν, ὁ Ἄκαστος μαθών, καὶ λαβὼν αὐτὸν εἰς ἐρημίαν καὶ τῶν ὅπλων γυμνώσας, ἀφῆκεν αὐτὸν καὶ ἀνεχώρησεν ENMNp εἰπών· εἰ δίκαιος εἶ, σωθήσῃ. ὡς δὲ ἔμελλεν ὑπὸ τῶν θηρίων διαφθείρεσθαι, οἱ θεοὶ μάχαιραν αὐτῷ ἐχαρίσαντο ἡφαιστότευκτον δι’ Ἑρμοῦ· καὶ οὕτως ἔφυγε τὸν κίνδυνον. ENNp οἱ δέ φασιν, ὡς Ἄκαστος τὴν Πηλέως μάχαιραν ὑπὸ κόπρον βοῶν ἔκρυψε, Χείρων δὲ ταύτην εὑρὼν δίδωσιν αὐτῷ. E

### book 1063c

ἐν τοῖς ἐπὶ Πελίᾳ ἄθλοις διὰ τὴν σωφροσύνην ἔλαβεν ἡφαιστότευκτον μάχαιραν ὁ Πηλεύς. V

### book 1063d

ὁ 〈...〉 Πηλεὺς: ὅτε ἀφῆκεν αὐτὸν Ἄκαστος μεταξὺ θηρίων, οἱ θεοὶ δεδώκασιν αὐτῷ ξίφος πρὸς ἄμυναν τῶν θηρίων. τινὲς δὲ ἐν τῷ ἐπὶ Πελίᾳ ἀγῶνί 〈φασι〉 τὸν Πηλέα λαβεῖν διὰ σωφροσύνην ἡφαιστότευκτον μάχαιραν. E

### book 1065a

Ὑπέρβολος δ’ οὐκ ἐκ τῶν λύχνων M: ὡς λυχνοπώλης γὰρ κωμῳδεῖται ἐν πολλοῖς. VEM

### book 1065b

πλεῖν V: πλέον VEM πλεῖν E ὡς δέον δεῖν. V ἡ συναίρεσις ἀττι‐ κή. VE

### book 1068a

κᾆτ’ ἀπολιποῦσά ENM γ’ αὐτὸν ᾤχετ’ EM: φασίν, ὅτι τοὺς γενομένους παῖδας ἐκ Πηλέως ἡ Θέτις λαμβάνουσα περιέκαιε τὸ θνητὸν αὐτῶν σῶμα βουλομένη αὐτοὺς ἀθανάτους ποιεῖν· ENMNp καὶ πολλοὺς ἔκαυσε. καὶ τὸν Ἀχιλλέα τεκοῦσα ἐπέθηκεν εἰς τὸ πῦρ· καὶ γνοὺς ὁ Πηλεὺς ἐβόησεν. ἡ δὲ λυπηθεῖσα ἐχωρίσθη. ENNp

### book 1068b

ὑβριστὴς M: τρυφητής, γαμητής. REMbis

### book 1069

οὐδ’ ἡδὺς ἐν τοῖς στρώμασιν M: κατωφερής, γαῦρος πρὸς ἡδο‐ νήν. Mbis

### book 1070a

σιναμωρουμένη RENMNp: ἀντὶ τοῦ “συνεχῶς ἀνδρὶ συνουσιά‐ ζουσα RVEbisNMANp πρὸς μίξιν”, RVENMANp τουτέστι γαμουμένη. RV

### book 1070b

σινάμωρος ἡ μεμορημένη ENM πρὸς αἰδοῖα. M σίνος δὲ τὸ αἰδοῖον· ENMANp ὅθεν καὶ Σιληνός. ENA

### book 1070c

σινάμωρον τὸ πορνικόν. RVEN

### book 1070d

σιναμωρουμένη] κατωφερής. E

### book 1070e

κρόνιππος: ἀντὶ τοῦ “ἀρχαῖος”, παρ’ ὅσον ὁ Κρόνος ἀρχαῖος. V

### book 1070f alpha

κρόνιππος: ὁ μέγας λῆρος κατ’ ἐπίτασιν λαμβανομένου τοῦ ἵππου. EN

### book 1070f beta

κρόνιππος: ὁ μέγας λῆρος· κατ’ ἐπίτασιν γὰρ τὸ ἵππος λαμβά‐ νεται. M

### book 1070g

κρόνιππος] σαλός. E

### book 1071

ἅπαντα] λείπει τὰ κακά. RVEMbisA

### book 1072a

λείπει ἐὰν σωφρονῇς. RVE

### book 1072b

ἀντὶ τοῦ “ὅσων μέλλεις ἀποστε‐ ρεῖσθαι σωφρονῶν”. M

### book 1073a

κοττάβων: κότταβος ἐν συμποσίοις παίγνιον. ENM ἦν δὲ τοιοῦ‐ τον· ἐτίθεσαν λέβητα, καὶ τὸ λείψανον τοῦ πόματος ἐνέβαλλον, καὶ κτύπον μέγαν ἀπετέλουν ἐν τούτῳ. EM

### book 1073b

πότων: ἀντὶ τοῦ R “συμποσίων”. RVEM

### book 1073c

κιχλισμῶν RV: γελώτων RVEMA †διαφόρων†. RVEM

### book 1075a

εἶεν M: τοῦτο καλεῖ‐ ται VEMNp ἀπόθεσις RVEMbisNp λόγου. RVE

### book 1075b

τὸ “εἶεν” λέγεται R

### book 1076

ἥμαρτες, ἠράσθης M: ταῦτα γὰρ τῆς φύσεως. EM

### book 1077

ἀδύνατος γὰρ εἶ λέγειν E: οὐ γὰρ δυνατὸς εἶ λόγοις νικῆσαι αὐτοὺς ἐναντίοις. VEM

### book 1078a

χρῶ τῇ φύσει] κέχρησο σπατάλῃ. E

### book 1078b

σκίρτα] σπατάλα. R

### book 1078c

νόμιζε μηδὲν αἰσχρόν] τὸ αἰσχρὸν νόμιζε μὴ εἶναι αἰσχρόν. RVE

### book 1081

κἀκεῖνος ὡς ἥττων M: ἀντὶ τοῦ “ἡττᾶται”. REM

### book 1083

τί δ’ ENM ἢν ῥαφανιδωθῇ RENM: τοὺς ἁλόντας μοιχοὺς οὕτω ᾐκίζοντο· ῥαφανῖδας λαμβάνοντες καθίεσαν εἰς τοὺς πρωκτοὺς τούτων, καὶ παρατίλλοντες αὐτοὺς τέφραν θερμὴν ἐπέπασσον βασάνους ἱκανὰς ἐργαζόμε‐ νοι. RVENMNp

### book 1084

ἕξει τίνα συγγνώμην E: ἀντὶ τοῦ “ποίαν ἕξει συγγνώμην τὸ μὴ εὐρύπρωκτος εἶναι;” VE

### book 1085

ἀντὶ τοῦ “οὐδέν”. R

### book 1086a

τοῦ εὐρύπρωκτος γενέ‐ σθαι ὑπὸ τοῦ μεγέθους τῶν ῥαφανί‐ δων. M

### book 1086b

τοῦ εἶναι εὐρύπρωκτος. R

### book 1087a

ἢν τοῦτο νικηθῇς ἐμοῦ E: λείπει ἡ εἰς, ἵν’ ᾖ εἰς τοῦτο. REM

### book 1087b alpha

δύο προθέσεων ἔλλει‐ ψις· ἀντὶ τοῦ “εἰς τοῦτο νικηθῇς ὑπ’ ἐμοῦ, ὅτι οὐκ ἔστι κακὸν EM τὸ M εὐρύπρωκτον εἶναι”. EM

### book 1087b beta

ἐὰν εἰς τοῦτο νικηθῇς παρ’ ἐμοῦ, ὅτι οὐδέν ἐστι κακὸν τὸ εὐρύπρωκτος εἶναι, RV τί εἴπῃς; V

### book 1088-1104

σιγήσομαι. ERs τί δ’ ἄλλο; E: διπλῆ καὶ ἐν εἰσθέσει μέλος τῶν ὑποκριτῶν EBarb Rs ἀμοιβαῖον τριακαιεικοσίκωλον. μὲν πρῶτα ἰαμβεῖα δύο, δίμετρον ἀκατάληκτον καὶ τὸ βʹ πενθημιμερές, τὸ “συνηγοροῦσιν ἐκ τίνων” καὶ τὸ “ἐξ εὐρυπρώκτων”. τὸ δʹ “τί δαί; τραγῳδοῦς’ ἐκ τίνων” 〈καὶ〉 τὸ εʹ “ἐξ εὐρυπρώκτων” 〈ὁμοίως. τὸ γʹ “πείθομαι” καὶ〉 τὸ ϛʹ “εὖ λέγεις” τρισύλλαβα κατὰ πόδα κρητικόν. τὸ ζʹ “δημαγωγοῦσι” δίμετρον ἰαμβικὸν καταληκτικόν. τὸ ηʹ πενθημιμερές. τὸ θʹ, τὸ “ἆρα δῆτ’”, ἐστὶ ⟦στίχοσ⟧ καθ’ ἑαυτὸ τρισύλλαβον κατὰ πόδα κρητικόν. τὸ ιʹ καὶ τὸ ιαʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιβʹ ἰαμβικὸν μονόμετρον ἀκατάληκτον. τὸ ιγʹ μονόμετρον ἀκατάληκτον ἰαμβικόν. τὸ ιδʹ μονόμετρον ἀκατάληκτον ἰαμβικόν. τὸ ιεʹ καὶ τὸ ιϛʹ καὶ τὸ ιζʹ καὶ τὸ ιηʹ ⟦καὶ τὸ ιθʹ⟧ ἰαμβικὰ δίμετρα ἀκατάληκτα. 〈τὸ ιθʹ μονόμετρον ἀκατάληκτον ἰαμ‐ βικόν.〉 τὸ κʹ καὶ τὸ καʹ ἰαμβικὰ δίμετρα ἀκατάληκτα. τὸ κβʹ μονόμετρον. τὸ κγʹ δίμετρον ἰαμβικὸν καταληκτικόν. EBarb

### book 1089

συνηγοροῦσιν ἐκ τίνων RM: ἀντὶ τοῦ “τίνες RVENMbis ἢ ἐκ τίνων Mbis εἰσὶν οἱ ῥήτορες;” RVENMbis

### book 1090

πείθομαι] τοῦτο κατ’ ἰδίαν. E

### book 1091

τί δὲ M τραγῳδοῦς’ ἐκ τίνων RMNp: εἰς Φρύνιχόν φασιν αὐτὸν ἀποτείνειν τὸν τραγικὸν χορευτήν· ἐπειδὴ διεβάλλετο ἐπὶ μαλακίᾳ διὰ ποικι‐ λίαν σχημάτων. RVEMNp

### book 1092

εὖ λέγεις] τοῦτο καθ’ ἑαυτό· καὶ ἔστι τρισύλλαβον κατὰ πόδα κρη‐ τικόν. E

### book 1096

καὶ τῶν θεατῶν R: τῶν σωφρόνων καὶ τῶν εὐρυπρώκτων θεατῶν σκόπει πότεροι πλείους. RV

### book 1100

κἀκεινονί] ἀριθμεῖ αὐτούς. EM

### book 1101a

τοῦτο ἄδηλον, πότερον ὁ κρείττων λόγος RVE φησίν V ὁμολογῶν ἡττᾶσθαι ἢ ὁ νεανίσκος ὁ τῶν λόγων κριτής· ὃ καὶ μᾶλλον †αἴτιον† τοῖς ἑξῆς. RVE

### book 1101b

ὁ κρείττων λόγος φαίνεται αὐτῷ συνάχθεσθαι παραδοθέντι μανθά‐ νειν τῷ ἑτέρῳ. RVE

### book 1101c

ἡττήμεθ’] πρὸς τὸν δίκαιον ὁ Φειδιππίδης. E

### book 1102/3alpha

δέξασθέ μου θοιμά‐ τιον E: ἵνα ἐξ ἑτοίμου καὶ εὐχερῶς χωρήσῃ πρὸς αὐτούς, καὶ μὴ ἐμπο‐ δίζοιτο τῷ δρόμῳ. EN

### book 1102/3beta

τὸ ἱμάτιον δίδωσιν, ἵνα εὐχερῶς αὐτομολήσῃ πρὸς αὐτούς. RV

### book 1105-1112

δίδασκε καὶ κόλαζε E: διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους τριμέτρους ἀκαταλήκτους ηʹ. ERs

### book 1107

κόλαζε M: ἀντὶ τοῦ “παίδευε”; RVEbisMbis οἱ γὰρ παιδευόμενοι κολάζονται. RVEbisM

### book 1108a

εὖ μοι στομώσεις R: ἀντὶ τοῦ RV “ὀξυνεῖς”. RVERs ὡς ἐπὶ σιδήρου RVE φησὶ μεταφορικῶς. RV

### book 1108b alpha

στομώσεις EMNp: ὀξυνεῖς ἢ εὔστομον ποιήσεις. EMbis‐ Np

### book 1108b beta

ἀκονήσεις. RV

### book 1108b

ἡ μεταφορὰ ἀπὸ τῶν μαχαιρῶν. RVEMNp

### book 1108c

ἐπὶ μὲν E θάτερα RENp: τὸ μὲν ἕτερον μέρος τῆς γνάθου. RVENMNp

### book 1109alpha

οἵαν δικιδίοις EMNp: τουτέστι δυνατὴν καὶ ἔμπειρον δι‐ κῶν. RENMNp ὑποκοριστικῶς δὲ τὸ “δικιδίοις”. RENNp

### book 1109beta

ἀντὶ τοῦ RVbis “δυνατὴν καὶ R‐ Vpr. ἔμπειρον εἰς τὸ λέγειν δίκας”. RVbis ὑποκοριστικὸν δὲ τὸ “δικιδί‐ οις”. Valt.

### book 1110a

〈στόμωσον: ἀντὶ τοῦ “ὄξυνον”.〉 Su. IV 437, 21

### book 1110b

οἵαν] δυνατήν. M

### book 1110c alpha

οἵαν ἐς τὰ μείζω πράγματα: οἷον ἄδικα ἢ φιλόσο‐ φα. M

### book 1110c beta

εἰς τὰ ἄδικα, εἰς τὰ ἐμφιλόσοφα. V

### book 1111a

ἀμέλει κομιῇ τοῦτον σοφιστὴν δεξιόν M: τὸ “ἀμέλει” παρέλκει. RVM

### book 1111b

σοφιστὴν δεξιόν M: οὕτως ἔλεγον RVEM πάντας RV τοὺς πεπαιδευμένους. RVEM

### book 1112

μὲν οὖν] ἀπὸ κοινοῦ τὸ RE “κομιεῖ”. REM

### book 1113

οἶμαι δέ σοι] πρὸς τὸν πατέρα. E

### book 1115a

παράβασις. Barb Rs ἐν τῇ παραβάσει οὐ κωμῳδεῖ ὁ χορός. τόπος κώλων εʹ ὡς ἐλλειπόντων, ὃ εἰκὸς ἦν συμβῆναι, περὶ ἃ εἴρηται καὶ ἐν ταῖς πρώταις Νεφέλαις. αἱ μετὰ τὸν τόπον ἐν ἐκθέσει ῥήσεις τοῦ χοροῦ, παρα‐ βατικώτεραι δὲ πρὸς τοὺς κριτάς, Barb στίχοι τροχαϊκοὶ τετράμετροι κα‐ ταληκτικοί. Barb Rs

### book 1115b

τοὺς κριτὰς ENMNp ἃ κερδανοῦσιν EM: αἰτιατικὴ ἀντὶ εὐθείας· οἷον οἱ κριταί. RVENMNp καὶ M Ὅμηρος μητέρα δ’ ἤτοι θυμὸς ἐποτρύνει ἀντὶ τοῦ “ἡ μήτηρ”. RVENMNp

### book 1115c

τῇ αἰτιατικῇ ἐχρήσατο ἀντὶ εὐθείας, ὡς καὶ ἐν Ἀχαρνεῦσιν δεινόν γε τὸν κήρυκα τὸν παρὰ βροτοῖς οἰχόμενον, εἰ μηδέποτε νοστήσει. Rs

### book 1115d

ἤν τι τόνδε τὸν χορὸν ὠφελῶσιν M: τὸν τῶν Νεφελῶν. REM

### book 1116

ὠφελῶς’ REMNp ἐκ τῶν δικαίων RENp: συναγωνίζωνται καὶ συλλαμβάνωνταί τι κατὰ τὸ δίκαιον. RVEMbisNp ἵνα δὲ μὴ χάριτι δοκῇ νικᾶν καὶ τὴν ψῆφον φέρειν, ἀλλὰ ταῖς ἀληθείαις,

### book 1116a

τοῦτο ἐξέθηκεν. ENp

### book 1116b

προσέθηκε τοῦτο. RVM

### book 1117a

πρῶτα μὲν γὰρ ἢν νεοῦν βούλησθε M: ἀντὶ τοῦ RV “ἀροτριᾶν RVEMbisRs καὶ RV σπείρειν”. RVEMbis

### book 1117b

ἐν ὥρᾳ] ἀντὶ τοῦ V “ἐν καιρῷ”. VE

### book 1119

καρπὸν τεκούσας E: χαριέντως εἶπε “τεκούσας” καὶ “φυλάξαι” ἐπὶ τῆς βλαστήσεως τῆς ἀμπέλου· λίαν γὰρ εἰς σίνος εὐχερής. VE

### book 1120a

αὐχμὸν πιέζειν RVE: ἀντὶ τοῦ VE “ξηρασίαν RVEbis καταπο‐ νεῖν, RVEbisM ἀφανίζειν”. REM

### book 1120b

ἐπομβρίαν] πλῆθος ὑετοῦ. EM

### book 1121

εἰ δ’ ἀτιμάσει τις ἡμᾶς M: μὴ κρίνας ἡμᾶς νικᾶν δηλονότι. EMbis

### book 1122

πρὸς ἡμῶν] ἀντὶ τοῦ “παρ’ ἡμῶν”. E

### book 1125a

τοιαύταις σφενδόναις E: σφενδόνας εἶπεν, ὅτι ἡ χάλαζα ὡς λίθος ἐστίν. EM

### book 1125b

ἡ μεταφορὰ ἀπὸ τῶν λίθων καὶ τῶν σφενδονῶν. θέλει δὲ τὴν χιόνα εἰπεῖν. RVEM οὐκ ἀκύρως δὲ RVE τὸ RV “παιήσομεν”, ἐπειδὴ ἀνθούντων τῶν καρπῶν ἡ χιὼν σίνεται. RVE

### book 1125c

σφενδόναις] χαλάζαις. EA

### book 1125d

παιήσομεν] τυπτήσομεν. EMbis

### book 1126alpha

ἢν δὲ πλινθεύοντ’ ἴδωμεν M: τῷ γὰρ πλινθεύοντι ζημία ὁ ὑετός. EM διαλύεται γὰρ ὑπ’ αὐτοῦ ἡ πλίνθος. M

### book 1126beta

ζημία γὰρ τοῖς πλινθεύουσιν, ἐπειδὰν ὑετὸς γένηται. RV

### book 1127

τὸν κέραμον] τὰς ἐν τῇ στέγῃ κεραμίδας. VE

### book 1129

ὕσομεν τὴν νύκτα πᾶσαν M: ὅτε ἀνάγκη EMbis ἐστὶ E μετελθεῖν τὴν νύμφην. EMbis

### book 1130alpha

κἂν ἐν Αἰγύπτῳ τυ‐ χεῖν ὢν EM μᾶλλον M: ἢ ἐπεὶ μὴ ὕειν δοκεῖ αὐτόθι, ὡς Ἡρόδοτος. ἐκεῖ οὖν 〈εἶναι〉 θελήσει, ἔνθα μὴ βλαβήσεται ἐκ τῶν Νεφελῶν, ὡς πορρωτάτω τῆς πατρίδος. ἢ ὡς ἐπὶ κατάρας· ἐπεὶ καταρᾶται. ἐλέγετο γὰρ λῃστεύεσθαι ἡ Αἴγυπτος. EM

### book 1130beta

ὡς ἐπὶ κατάρας, ἐπεὶ ὡς λῃ‐ στευομένη διεβάλλετο ἡ Αἴγυπτος. ἢ βουλήσεται πορρωτάτω εἶναι, ὅπου αὐτὸν οὐ βλάψει ὁ ὑετός· ἐπεὶ ἐν Αἰγύπτῳ δοκεῖ μὴ ὕειν, ὥς RV φησιν V Ἡρόδοτος RV “ὕσθησαν γὰρ τότε αἱ Θῆβαι οὐδαμὰ πρότερον ὑσθεῖσαι”. V

### book 1131a

κορωνὶς εἰσιόντων τῶν ὑποκριτῶν καὶ εἴσθεσις παρὰ τοὺς τετραμέ‐ τρους· ἔστι γὰρ τὰ ἑξῆς ἰαμβικὰ τρίμετρα κγʹ. RE

### book 1131b

πέμπτη EM, τετράς E: ἐξέρχεται ὁ Στρεψιάδης ἀριθμῶν τὰς ἡμέρας. οὕτω δὲ ἠρίθμουν Ἀθηναῖοι· τὰς μὲν ἀπὸ νουμηνίας ὁμοίως ἡμῖν ἀριθμοῦσι, πρώτη, δευτέρα, τρίτη, RVEMA τετράς, RVM ἕως δεκάτης· εἶτα ἑνδεκάτη, δωδεκάτη, RVEM τρίτη ἐπὶ δέκα, τετάρτη ἐπὶ δέκα, ἕως εἰκάδος· εἶτα ἣν ἡμεῖς εἰκάδα πρώτην, ἐνάτην φθίνοντος αὐτοί φασιν· εἶτα ὀγδόην ἕως ἕνης τε καὶ νέας. RVEMA

### book 1131c

πέμπτη, τετράς ENp: οὐ προσέθηκε τὸ φθίνοντος. οὕτω γάρ, φασίν, Ἀθηναῖοι ἀριθμοῦσιν· ἀπὸ πρώτης ἕως ιβʹ προστιθέασι τὸ ἱσταμένου· ἀπὸ ιγʹ ἕως ιθʹ τὸ ἐπὶ δέκα· εἶτα ἡ μεγάλη εἰκάς· ἀπὸ εἰκοστῆς πρώτης ἕως εἰκοστῆς ἐνάτης τὸ φθίνοντος· τὴν δὲ λʹ ἕνην τε καὶ νέαν, ἐπεὶ μετέχει τοῦ τε παλαιοῦ καὶ τοῦ νέου φωτός, EMANp ταὐτὸν δὲ καὶ Δημητριάδας προση‐ γόρευσαν. ENp

### book 1131d

τὴν δευτέραν καὶ εἰκάδα Ἀθηναῖοι ἐνάτην φθίνοντος ἐκάλουν καὶ τὴν τρίτην ὀγδόην καὶ τὴν τετάρτην ἑβδόμην καὶ τὴν πέμπτην ἕκτην καὶ τὴν ἕκτην πέμπτην καὶ τὴν ἑβδόμην τετάρτην καὶ τὴν ὀγδόην τρίτην καὶ τὴν ἐνάτην καὶ εἰκάδα δευτέραν φθίνοντος· εἶτα τὴν τριακάδα ἕνην τε καὶ νέαν, ἐν ᾗ οἱ τόκοι ἀπῃτοῦντο. RVENp

### book 1131e

πέμπτη, τετράς: οὕτως ἀριθμοῦσι τὰς ἡμέρας· ἀπὸ πρώτης τῆς καινῆς σελήνης ἕως ιβʹ ὁμοίως ἡμῖν· ἀπὸ ιγʹ ἐπὶ δέκα, 〈γʹ ἐπὶ δέκα,〉 τετάρτη ἐπὶ δέκα ἕως θʹ ἐπὶ δέκα. καὶ ἡ μεγάλη λοιπὸν εἰκὰς ὡς μέχρι ταύτης ἀπαρτι‐ ζομένης †τὴν δʹ͵ γʹ†. καὶ τὴν ὑστέραν μίαν καὶ εἰκάδα, ἢ ὥς τινες δεκάτην φθίνοντος· τὴν κβʹ ἐνάτην φθίνοντος. ὑφαιροῦνται ἐφεξῆς μίαν ἕως κθʹ, ἣν ἐκάλουν δευτέραν φθίνοντος. λοιπὸν ἕνην καὶ νέαν ἔλεγον τὴν λʹ, ἐπεὶ ἐν αὐτῇ συντελεῖται ὁ μὴν καὶ ἀρχὴν ἔχει τοῦ ἑτέρου μηνὸς τῆς σελήνης κθʹ ἡμερῶν καὶ 〈ἡμισείασ〉 ψηφιζομένης. ὥστε ἡ μὲν κϛʹ παρ’ αὐτοῖς πέμπτη ἀκούει, ἡ δὲ ζʹ παρ’ αὐτοῖς τετρὰς λέγεται. E

### book 1131f

τὰς λʹ ἡμέρας τῆς σελήνης εἰς γʹ δεκάδας Ἀθηναῖοι διαιροῦσιν. καὶ τὴν μὲν πρώτην ὡς ἡμεῖς ἀπαριθμοῦνται, τὴν δὲ δευτέραν οὕτως· πρώτη ἐπὶ δέκα, δευτέρα ἐπὶ δέκα, ἄχρι τοῦ θʹ. τὴν γὰρ εἰκάδα οὕτω καλοῦσιν. τὴν δὲ εἰκοστὴν πρώτην ὑστέραν δεκάδα. καὶ τὴν μετὰ ταύτην θʹ φθίνοντος, ἕως δευτέραν φθίνοντος, ἥτις ἐστὶν κθʹ. τὴν γὰρ λʹ ἕνην καὶ νέαν φασίν. E

### book 1131g alpha

πέμπτη: ἔστιν ἡ κα‐ λουμένη κϛʹ· φθίνοντος. EM

### book 1131g beta

πέμπτη: αὕτη ἐστὶ κϛʹ· φθί‐ νοντος. RV

### book 1131h

πέμπτη, τετράς, τρίτη ... δευτέρα] κϛʹ, κζʹ, κηʹ ... κθʹ. EMARs

### book 1134a

ἔσθ’ M ἕνη τε καὶ νέα REM: ἡ καλουμένη νουμηνία· οὕτω παρ’ Ἀθηναίοις ἡ παρ’ ἡμῖν τριακάς, ἐπειδὴ συμβαίνει ἐν αὐτῇ καὶ λήγειν τὴν σελήνην καὶ γεννᾶσθαι. τότε δὲ τοὺς μὴ ταχέως ἀποδιδόντας τοὺς τόκους ἢ τὰ δάνεια ἀπῄτουν ὡς ὑπερώρους RVEM γενομένους. RV διὸ λυπεῖσθαί φησιν ὁρῶν ἐνισταμένην ἕνην τε καὶ νέαν. RVEM

### book 1134b

ἕνη καὶ νέα: ἡ νουμηνία. διὰ μὲν τὸ παρελθὸν ἕνη, διὰ δὲ τὴν ἀρχὴν νέα. EM

### book 1134c

ἕνη τε καὶ νέα: ἡ νουμηνία· διὰ τὸ τοῦ μὲν παρελθόντος μηνὸς εἶναι τέλος, ἀρχὴν δὲ τοῦ ἐνισταμένου. E

### book 1134d

ἕνη τε καὶ νέα] ἤγουν ἡ πρώτη, ἡ τριακάς. ERs

### book 1136a

θείς μοι πρυτανεῖ’ ENM ἀπολεῖν μέ E: τὰς γὰρ δεκάδας τοῦ χρέους καταβάλλοντες τοῖς πρυτανεῦσιν εἰσῆγον τοὺς χρεωστοῦντας. RVENM

### book 1136b

τὰ νῦν καλούμενα παρὰ Ῥωμαίοις σπόρτουλα, VE ἤγουν τὰ τριμέν‐ σουλα. E

### book 1142

ὀλίγον γάρ μοι μέλει EM: ἀντὶ τοῦ “οὐδὲ ὀλίγον φροντίζω λοιπὸν τῶν δανειστῶν”, διὰ τὸ μεμαθηκέναι δηλαδὴ τὸν υἱὸν τὸν ἥττονα λόγον, ᾧ περιεγένετο τῶν δίκαια λεγόντων. RVEM

### book 1145

ἠμί] φημί. ERs

### book 1146

ἀλλὰ τουτονὶ πρῶτον λαβέ EM: θύλακα ἀλφίτων δίδωσιν αὐτῷ. καὶ γὰρ ἄνω εἶπε διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον. RVEM

### book 1147

ἐπιθαυμάζειν] ἀντὶ τοῦ “δώροις τιμᾶν”. RE

### book 1149

ἐκεῖνον εἶφ’ M ὃν ἀρτίως EM εἰσήγαγες E: ὅτι V διαφέρει τὸ ἄρτι τοῦ ἀρτίως παρὰ VEM τοῖς V Ἀττικοῖς. ἄρτι μὲν γὰρ ἀντὶ τοῦ “νῦν”, ἀρτίως δὲ VEM ἀντὶ τοῦ V “πρὸ ὀλίγου”. VEM

### book 1150a

παμβασίλει’ M Ἀπαιόλη EM: πέπλακεν ὄνομα δαίμονος, σω‐ ματοποιήσας αὐτήν, παρὰ τὸ ἀπαιολεῖν καὶ κινεῖν καὶ στερεῖν. ENMNp

### book 1150b

〈θεόν τινα πεποίηκεν, οἷον ἐκτροπὴν〉 ἤ τινα τοιαύτην· ὡς ἂν 〈εἰ〉 εἴποι τις· ὦ Ἀδικία. EMNp

### book 1150c

Ἀπαιόλη] ἐκ τοῦ αἰολεῖν ἤγουν κινεῖν καὶ ταράσσειν· κινοῦσα καὶ ταράττουσα. E

### book 1150d

Ἀπαιόλη] ἀποστέρησις. R

### book 1150e

Ἀριστοφάνης ὀξεῖαν τὴν ἐσχάτην φησίν, Ἀπαιολή. EMNp

### book 1152

ἐρωτηματικῶς. RE

### book 1154a

(1154—1170) βοάσομαί γ’ ἄρα E: διπλῆ καὶ εἴσθεσις εἰς μέλος ἀμοιβαῖον τῶν ὑποκριτῶν εἰκοσίκωλον, ὧν τὰ μὲν βʹ ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκοῦ ἑφθημιμεροῦς· τὰ δὲ ἑξῆς δύο ἐν ἐκθέσει ἰαμβεῖα τρίμετρα ἀκατάληκτα. ERs

### book 1154b

βοάσομαι RERs 〈...〉 τὰν ὑπέρτονον RE: παρὰ τὰ ἐκ Πηλέως Εὐριπίδου. RVERs ἐπιφέρει γὰρ ἰὼ πύλαισιν ἤ τις δόμοις. RERs καὶ Φρύνιχος Σατύροις βοάσομαί γ’ ἄρα τὰν ὑπέρτονον βοάν. ERs

### book 1154c

χορικὴ περιπλοκή· EM εἴρηται διαλέκτῳ δωρίδι. VEM

### book 1154d

ὑπέρτονον EM: μεγάλην, ὑπέροχον. φησὶ δέ· εἰ οὕτως ὁ παῖς ἐκπεπαίδευται, μέγιστον ὑπὸ τῆς χαρᾶς ἐκβοήσομαι. VEM

### book 1154e

ὑπέρτονον] πρὸς τὴν μουσικήν. E

### book 1155a

ἰὼ] ἐπὶ χαρᾶς. MRs

### book 1155b

ὦβολοστάται] δανεισταί· EA ἀπὸ τοῦ ὀβολοῦ. E

### book 1156a

τἀρχεῖα (sic)] οἱ ἄρχοντες. E

### book 1156b

τἀρχεῖα] τὰς ἀρχάς, EM τὰ δικαστήρια. EMARs

### book 1156c

τἀρχεῖα] τὰ κεφάλαια οὕτως ἔλεγον. E

### book 1158a

τὰ ἑξῆς βʹ δακτυλικὰ πενθημιμερῆ. ERs

### book 1158b

οἷος] θαυμαστικόν. E

### book 1160a alpha

ἀκόλουθον τῷ REMNp

### book 1160a beta

παρὰ τὰ εἰρημένα ὑπ’ αὐτοῦ V

### book 1160a

εὖ μοι στομώσεις RVEMNp αὐτόν· RVE ἐπὶ μὲν θάτερα οἵαν δικιδίοις. EM

### book 1160b

ἀμφήκει REMNp γλώττῃ REM λάμπων M: ὡς ἀπὸ εὐθείας τῆς ἀμφήκης. RVEMRsNp

### book 1161a

λάμπων πρόβολος ἐμός] τὸ ηʹ ἀναπαιστικὸν πενθημιμερές. E

### book 1161b alpha

πρόβολος] τεῖχος, ἀ‐ σφαλὴς προστάτης. EM

### book 1161b beta

πρόβολος V: προστάτης, τεῖ‐ χος, ἀσφάλεια. RV

### book 1161c

προβαλλόμενος. R

### book 1162

τὸ θʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. E

### book 1163a

λυσανίας] χοριαμβικόν. Rs

### book 1163b

λυσανίας REN: λύων τὰς τοῦ πατρὸς ἀνίας. RVENMRsNp

### book 1163c

ἐκτεταμένως προενεκτέον τὴν πρώτην καὶ τὴν τρίτην συλλαβήν. RVENp

### book 1163d

πρὸς τὴν ὀνοματοποιίαν. τὸν Σοφοκλῆν χαρακτηρίζει λέγοντα †Ζεῦ ἄνοστος ἄγοιτο νικομάχαν καὶ παυσανίαν καὶ ἀτρίδαν†. E

### book 1163e

πατρῴων μεγάλων κακῶν] τὸ ιαʹ E γλυκώνειον. E(M9)

### book 1164

ὃν κάλεσον τρέχων / ἔνδοθεν ὡς ἐμέ] τὸ ιβʹ καὶ ιγʹ δόχμιος συζυ‐ γία. E(M9)

### book 1165/6

ὦ τέκνον· ὦ παῖ παῖ / ἔξελθ’ οἴκων] τὸ ιδʹ καὶ ιεʹ δακτυλικὸν πενθημιμερές. E(M9)

### book 1170a

ἰοῦ ἰοῦ V: διπλῆ· εἶτα καὶ εἴσθεσις εἰς προαναφώνησιν τὸ “ἰοῦ ἰοῦ”: καὶ ἴαμβοι τρίμετροι 〈τριάκοντα〉 εʹ ἐν ἐκθέσει. RV

### book 1170b alpha

ἰού, ἰού M: τὸ ἰοῦ ἰοῦ ἐπὶ χαρᾶς περισπᾶται. RVEM

### book 1170b beta

ὅτε ἐπὶ χαρᾶς, τὸ ἰοῦ περισπᾶται· ὅτε δὲ ἐπὶ θλίψεως, ὀξύνεται. Rs

### book 1171a

τὴν χροιὰν ἰδών REM: ἐκ τῆς ἀσκήσεως ὠχριάσαντα. RVEMbis

### book 1171b

οἱ Ἀττικοὶ τὴν χροιὰν παροξύνουσιν. RVEM

### book 1172a

νῦν μέν τ’ ἰδεῖν EM: λείπει εἰς τό, REM ἵν’ ᾖ EM εἰς τὸ ἰδεῖν. REMbis

### book 1172b

ἰδεῖν] ὡς ἀπὸ τῆς θέας. E

### book 1172c

ἐξαρνητικὸς E: ἀρνεῖσθαι δυνάμενος. EAM

### book 1173a

καὶ τοῦτο τοὐπιχώριον EN: τῷ παρὰ τὴν συνήθειαν καὶ ἀνὰ χεῖρα ἐχρήσατο. VE εἰώθαμεν γὰρ ἐν ταῖς τῶν ἐναντίων διαλέξεσι λέγειν· τί λέγεις σύ; RVEN

### book 1173b

ὅτε γὰρ τοὺς ἐναντίους καταπλῆξαι βουλοίμεθα, τῇ τοιαύτῃ φωνῇ χρώμεθα. E

### book 1173c

οἱ γὰρ ἀναισχυντοῦντες παρὰ Ἀθηναίοις ἀνθιστάμενοι ἔλεγον· τί λέγεις σύ; E

### book 1174a

ἀτεχνῶς: ἄγαν, VENp ἀκριβῶς, RVENp πάνυ. RV

### book 1174b

ἐπανθεῖ VENp: πλεονάζει, RVEANp ἀκμάζει. VENp

### book 1176a

ἀττικὸν βλέπος ENNp: ἀντὶ τοῦ “πανοῦργον βλέμμα”. RV‐ ENMANp

### book 1176b alpha

τοὺς γὰρ Ἀττικοὺς ἐπὶ ἀναιδείᾳ διέβαλλον, ENNp τοὺς δὲ Ἀθηναίους ἐπὶ ἀναιδείᾳ καὶ τῷ ἱκα‐ νοὺς εἶναι λέγειν. ENA

### book 1176b beta

οἱ γὰρ Ἀθηναῖοι ἐπὶ RV πα‐ νουργίᾳ καὶ R ἀναιδείᾳ διεβάλλοντο. RV

### book 1176c

1176] χ. E

### book 1176d

τὸ χ πρὸς τὸν σχηματισμὸν τῆς λέξεως. VEN

### book 1177

νῦν] διὰ τὰ χρέα. R

### book 1179

ἕνη γάρ ἐστι καὶ νέα RENM τίς R: ἀντιλέγει τῷ ὡμολογημένῳ, RVEbisNMNp ὅτι οὐκ ἔστιν ἡμέρα μία ἕνη καὶ νέα, ἀλλὰ δύο, RVENMNp

### book 1179alpha

ὅτι οὐ δυνατὸν τὰς δύο ἡμέρας μί‐ αν γενέσθαι· RVENMNp καὶ δεί‐ κνυσιν, ὅτι οὐ τῆς μιᾶς ἡμέρας ἐστὶ τὰ δύο ὀνόματα, RVEMNp ἀλλὰ τὸ μὲν ἕνη τριακάδος, τὸ δὲ τῆς νουμη‐ νίας, ἡ νέα. RVENp

### book 1179beta

ἕνη μὲν ἡ τριακάς, νέα δὲ ἡ νου‐ μηνία. καὶ οὕτως ὁ Σόλων τὰς μὲν κλήσεις τῶν δικῶν τῇ τριακάδι φησὶ γίνεσθαι, ὅπως ὁ κληθεὶς εἰς δίκην ἔχῃ ὅλην τὴν τριακάδα εἰς τὸ βουλεύ‐ εσθαι τὰ περὶ ἑαυτοῦ. ὥστε ἐν αὐτῷ καὶ τὰ πρυτανεῖα θεῖναι ἐν τῷ δημοσίῳ. RV

### book 1180a

πρυτανεῖα: τὰ παρὰ τοῦ διώκοντος καὶ τοῦ φεύγοντος διδόμενα. εἰ δὲ μὴ ἐδίδοντο, διέγραφον οἱ εἰσαγωγεῖς τὴν δίκην. M

### book 1180b

τὰ πρυτανεῖά] τὰ δῶρα τὰ διδόμενα τοῖς πρυτάναις ἤγουν τοῖς ἄρ‐ χουσιν. E

### book 1181a

ἀπολοῦς’ REMNp ἄρ’ αὖθ’ οἱ θέντες EM: ἀντὶ τοῦ “ζημιω‐ θήσονται RVEMbisNp ταῦτα ἅπερ ἀναλώσουσιν”. RVEMNp

### book 1181b

σοφίζεται, ὅτι οὐ δύναταί τις εἶναι ἡμέρα ἡ αὐτὴ ἕνη τε καὶ νέα. EMNp

### book 1186

νοεῖ (pr.)] δηλοῖ. E

### book 1187a

ὁ Σόλων ὁ παλαιὸς RE: ἀρχὴ αὕτη τῆς τοῦ νόμου διηγήσεως. RVENp

### book 1187b

Σόλων: ὁ νομοθέτης. RV

### book 1187c alpha

ἐκμιμεῖται τοὺς ῥήτο‐ ρας, οἳ τὰ μὲν ὀνόματα τῶν νομοθε‐ τῶν ἴσασιν, οὐ μέντοι τοὺς νόμους. ENp

### book 1187c beta

ἀπομιμεῖται τοὺς ῥήτορας τοὺς τὰ ὀνόματα μὲν τῶν νομοθετῶν λέγον‐ τας, μὴ μέντοι τοὺς νόμους εἰδότας. RV

### book 1189

ἐκεῖνος οὖν EM τὴν κλῆσιν ENM: τὴν ἐν ταῖς δίκαις εἰσαγωγήν· καλοῦνται γὰρ εἰς τὸ δικαστήριον. RVENM

### book 1191a

ἵν’ EΘM αἱ θέσεις EΘNM γίγνοιντο EM τῇ νουμηνίᾳ M: θέσεις VEΘ αἱ δίκαι EΘNMbis καὶ EΘN αἱ καταβολαὶ τῶν πρυτανείων, RVEΘNMA ἅπερ μισθὸς ἦν τῆς εἰσαγωγῆς τῆς δίκης. RVEΘNM

### book 1191b alpha

θέσεις τὰ δικαστήρια παρὰ τὸ τοὺς δικαζομένους δραχμὴν τῷ δημοσίῳ διδόναι. EΘNANp

### book 1191b beta

ἐδίδοτο γὰρ δραχμὴ τῷ δημο‐ σίῳ. RV

### book 1192a

ἵν’ ὦ μέλε’ EΘNM: ἵνα, φησί, παρόντες τῇ κλήσει, εἰ συνειδεῖεν ἑαυτοῖς ἀδικοῦσι, πρὸς τοὺς ἐχθροὺς διαλυσάμενοι πράγματα μὴ ἔχωσιν. EΘNMNp

### book 1192b

ἵνα πρὸ μιᾶς ἡμέρας οἱ παραστάντες, οἱ κατηγορούμενοι, διαλυθῶ‐ σιν· εἰ δὲ μή, τῇ νουμηνίᾳ δικάζοιντο. RVEM

### book 1192c

⟦ἵνα παρόντες τῇ κλήσει συνειδεῖεν⟧ †τὰς ἡμέρας, ἐν αἷς† μετὰ τῶν ἐχθρῶν δικάζονται. E

### book 1192d

εἰς σκέψιν αὐτοῖς, φησίν, ἐδίδοτο ἡ τριακάς. [R]VEbisQNMNp

### book 1193

οἱ φεύγοντες] οἱ ἐναγόμενοι RVE καὶ V κατηγορούμενοι. VM

### book 1194

ἀντὶ τοῦ “ἄνευ δίκης”. RV

### book 1195a

ἕωθεν EM ὑπανιῷντο ENM: ἀντὶ τοῦ “μετὰ βίας ἀπαιτοῖντο”. RVENM

### book 1195b

ὑπανιῷντο] μαστίζοιντο. RVEM

### book 1195c

ἔθος γὰρ ἦν καταβάλλειν τῇ νουμηνίᾳ. ENM

### book 1196

πῶς οὐ δέχονται EM δῆτα E: διὰ τί οὐκ ἔμεινε τὸ ἔθος, ἀλλὰ τῇ τριακάδι καταβάλλουσι δέον τῇ νουμηνίᾳ; RVEM

### book 1197a

ἀρχαὶ EΘMNp: οἱ ἄρχοντες. RVEΘMNp

### book 1197b

πρυτανεῖ’ VEΘNp: τὰ διδόμενα ἀπὸ τῶν δικαζομένων τῷ δη‐ μοσίῳ ἀργύρια. VEΘNMANp

### book 1197c

ἀλλ’ ἕνῃ τε καὶ νέᾳ: ἀποδεικτικὸς ὁ τόπος, ὅτι ἕνη καὶ νέα λέγεται ἡ τριακάς· ἀντιδιέσταλκε γὰρ πρὸς νουμηνίαν. E

### book 1197d

ἕνῃ τε καὶ νέᾳ] τῇ τριακάδι συνήθως. EΘMNp

### book 1198a

προτένθαι: οἱ προλαμβάνοντες VENNp καὶ προαρπάζοντες ENNp τὰ ὄψα, πρὶν εἰς τὴν ἀγορὰν κομισθῆναι, VENNp καὶ μεταπιπράσκοντες πλείονος· ENNp οἱ νῦν μετάβολοι καλούμενοι. ἢ λίχνοι· ἢ ἀκρατεῖς. E

### book 1198b

οἱ πρὸ καιροῦ τῶν σφαγίων ἀπογευόμενοι. RV

### book 1199a

οὐκέτι γὰρ αὐτοῖς δίδοται ἡ σκέψις ἡ πρὸ μιᾶς, ἀλλ’ εὐθὺς ἐπὶ τὸ καταβαλεῖν ὁρμῶσιν. EbisNNp εἰκὸς γὰρ ἦν αὐτοὺς ἀποσκεπτομένους τῇ ἐν‐ δοσίμῳ τριακοστῇ καταβάλλειν χωρὶς δίκης τὸ χρέος, καὶ μηκέτι τούτους λαμβάνειν τὰ πρυτανεῖα. διὰ τοῦτο τοίνυν Epr.Np προέλαβον τὴν προθεσμίαν ὑπὸ τοῦ ἐπιθυμητικῶς ἔχειν ὑπὸ τοῦ κέρδους ἡττώμενοι. VEbisNp

### book 1199b

ὑφελοίατο E: λάβοιεν. VEN

### book 1200a

προὐτένθευσαν VE: προελιμβεύσαντο, E προελιχνεύσαντο, VE προὐθέσμευσαν ἡμέραν μίαν. RE

### book 1200b

προυτένθευσαν] προέθηκαν. E

### book 1201

τί κάθησθ’ ἀβέλτεροι E: ἀντὶ τοῦ RV ἀνόητοι· βέλτερος γὰρ ὁ φρόνιμος. RVEN ἢ ἀπαίδευτοι. πρὸς δὲ τοὺς δανειστὰς ποιεῖ〈ται〉 τὸν λόγον. διὰ γὰρ τοῦ μωροῦ δοκιμάζεται ὁ φρόνιμος. EN

### book 1202

λίθοι] ἀναίσθητοι. EN

### book 1203a

ἄλλως] ματαίως. RVE

### book 1203b

ἀμφορεῖς νενησμένοι E: κέραμοι RVEN σεσωρευμένοι· RVERs ἢ E πεπληρωμένοι. EN νηῆσαι γὰρ τὸ σωρεῦσαι. RV

### book 1203c

ἀμφορεῖς] μεγαρικοὶ κέραμοι. M

### book 1205

ᾀστέον E: τὸ τέλειον “ᾀστέον μοι ἐγκώμιον”. REbisN ἀντὶ τοῦ “ὀφείλω ᾄδειν”. EbisN

### book 1206a

μάκαρ ὦ Στρεψίαδες Np: διπλῆ καὶ εἴσθεσις εἰς μέλος τοῦ ὑποκριτοῦ ὀκτάκωλον, ὧν τὸ μὲν πρῶτον ἰωνικὸν ἀπ’ ἐλάσσονος δίμετρον καταληκτικόν· τὰ δὲ ἐφεξῆς τρία ἀπὸ ἰαμβικῆς βάσεως καὶ τροχαϊκῆς κατα‐ κλεῖδος. τὸ πέμπτον ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ϛʹ ἐξ ἰαμβικοῦ πεν‐ θημιμεροῦς καὶ δοχμίου συζυγίας· ERsNp συνῆπται δὲ τῇ λέξει καὶ ἑτέραν διαίρεσιν 〈προαιρετέον〉, τὴν 〈εἰσ〉 ἰαμβικὸν τρίμετρον ὑπερκατάληκτον καὶ δόχμιον. ENp τὸ ζʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ ἰθυφαλλικόν. ERsNp

### book 1206b alpha

μάκαρ ὦ Στρεψίαδες EMRs: Στρεψιάδη μὲν ἡ κλητική, ἀλλ’ ἵνα παίξῃ εἰς τὸ ὄνομα, διέ‐ στρεψε τὴν κλητικήν. ENMRsNp

### book 1206b beta

ὡς ἄγροικος περὶ τὴν κλητικὴν ἐσφάλη· ἔδει γὰρ εἰπεῖν· ὦ Στρε‐ ψιάδη. ἔπαιξεν οὖν παρὰ τὴν ἀνα‐ λογίαν. RV

### book 1206c alpha

ὡς ἄγροικος ἔπταισεν. ENMRsNp

### book 1209alpha

φήσουσι ENpδή μ’ οἱ φίλοι E: ἔχουσι λέγειν οἱ φίλοι καὶ οἱ δημόται “μάκαρ ὦ Στρεψίαδες” καὶ τὰ ἑξῆς. ENp

### book 1209beta

φήσουσι τοῦτο τὸ “μάκαρ ὦ Στρεψία‐ δες” καὶ οἱ φίλοι καὶ οἱ δημόται. R

### book 1209gamma

τοῦτό μοι εἴπωσι καὶ οἱ φίλοι καὶ οἱ δημόται, τὸ “ὦ μάκαρ ὦ Στρε‐ ψίαδες”. V

### book 1214a

(1214—1258) εἶτ’ ἄνδρα ERsNp τῶν αὐτοῦ E: διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους τριμέτρους ἀκαταλήκτους μϛʹ ἕως τοῦ ὅτι ἐκάλεσας εὐηθικῶς ERsNp τὴν κάρδοπον. ENp

### book 1214b

εἶτ’ ἄνδρα τῶν αὐτοῦ RM: οὗτος ὁ δανειστής ἐστι Στρεψιάδου Πασίας ἄγων σὺν αὐτῷ μάρτυρα, ᾧ καὶ διαλέγεται ἀσχάλλων ἐπὶ τῷ μὴ κεκομίσθαι ἅπερ ἐδάνεισε χρήματα. RVEM φησὶν οὖν· οὐ χρὴ ῥᾳδίως ἄλλοις προΐεσθαι τὰ ἑαυτοῦ χρήματα. ἐμφαντικῇ δὲ λέξει ἐχρήσατο

### book 1214b alpha

εἰπὼν μὴ διδόναι—ὁ γὰρ δῶρον λαβὼν τάχα τὴν χάριν οἶδε τῷ δεδω‐ κότι—ἀλλ’ οὔτε δανεῖσαι—ὁ γὰρ δανείζων ἐπὶ μείζονι ὠφελείᾳ δίδωσί τινι—ἀλλὰ προϊέναι ἐμφαντικῶς ἀν‐ τὶ τοῦ “ῥιπτεῖν καὶ ἀπολέσαι καὶ σκορπίζειν”. E

### book 1214b beta

οὔτε διδόναι φήσας—ὁ γὰρ δῶ‐ ρόν τι λαβὼν οἶδε τάχα τῷ διδόντι χάριν—οὔτε χρῆσαι εἰπών—ὁ γὰρ δανείσας ἐπ’ ὠφελείᾳ δίδωσί τινι— ἀλλ’ εὗρεν ὄνομα τὸ προϊέναι μόνον οὐχὶ τὴν δύναμιν τοῦ ῥιπτεῖν καὶ σκορπίζειν ἔχον. RV

### book 1214c

οὔτε χαρίσασθαι ἔφη—οὐδὲ γὰρ ἐχαρίσατο—οὔτε δανεῖσαι, ἀλλὰ προϊέναι, ὃ τὸ ῥῖψαι καὶ ἀπολέσαι. V

### book 1214d

προϊέναι VE: ἀντὶ τοῦ “προδιδόναι καὶ κιχρᾶν”. VENM

### book 1214e

προϊέναι] διδόναι. EMRs

### book 1214f

προϊέναι] δανείζειν. NMA

### book 1216a

ἀπερυθριᾶσαι EM μᾶλλον M: ἀντὶ τοῦ “ἀρνησάμενον μὴ χρῆσαι ἢ χρήσαντα πράγματα ἔχειν”. EM

### book 1216b

ἀπαναισχυντῆσαι RVENMA εἰπόντα

### book 1216b alpha

μὴ ἔχειν. EM

### book 1216b beta

ὅτι οὐκ ἔχω. RV

### book 1218

κλητεύσοντα] μαρτυρήσοντα. RVMARs

### book 1219a

δημότῃ R: ἀπὸ τοῦ αὐτοῦ δήμου. RE

### book 1219b

τῷ μάρτυρι δηλονότι. RbisV

### book 1219c

ὅτι καλῶ αὐτὸν εἰς δικαστήριον. RVE

### book 1219d

ὅτι ἀπαιτεῖ φίλον, ᾧ συμβαίνειν εἴωθεν. V

### book 1220

ὅτι φιλοπράγμονες οἱ Ἀθηναῖοι. RV

### book 1222a

ἐς τὴν N ἕνην τε καὶ νέαν EN: εἰς δικαστήριον δηλονότι. VEN

### book 1222b

ὑπερβατόν· ἀλλὰ καλοῦμαι Στρεψιάδην ἐς τὴν ἕνην τε καὶ νέαν. RVEN

### book 1223a

εἰς δύ’ ... ἡμέρας] ἀπὸ κοινοῦ τὸ “καλοῦμαι”. REbis

### book 1223b

τοῦ χρήματος EM: λείπει χάριν· ἢ ἡ περί· ἀττικῶς. RVEM

### book 1223c

ἕνεκεν τοῦ χρήματος; RVEM

### book 1223d

οἷον “τοῦ πράγματος;” RVM

### book 1223e

δύναται καὶ ἐρωτηματικῶς, ἵνα ᾖ τοῦ Στρεψιάδου “ἕνεκεν τίνος;” εἶτα ἀποκρίνεται ὁ δανειστὴς “τῶν δώδεκα μνῶν” καὶ τὰ ἑξῆς. EM

### book 1225a alpha

τὸν ψαρὸν ENMNp ἵππον EM: τὸν ταχύν, ENMNp ἀπὸ τοῦ ψαίρειν· EMNp ὅθεν καὶ λαιψη‐ ρός. ENMNp ἢ τὸν τὸ χρῶμα τοιοῦ‐ τον. ENM

### book 1225a beta

τὸν ψαρὸν ἵππον R: τὸν τὸ χρῶμα τοιοῦτον. ἢ τὸν ταχύν, ἀπὸ τοῦ ψαίρειν· ὅθεν καὶ αἰψηρός. RV

### book 1225b

τὸν ψαρὸν] τὸν ταχύν· EARs ἢ τὸν ποικίλον. EA

### book 1225c

ψαρὸν] κατάστικτον ἢ ταχύν. M

### book 1226

ὃν πάντες ὑμεῖς ἴστε M: ταῦτα λέγει ὡς συκοφαντούμενος ὑπ’ αὐτοῦ. RVEMbis

### book 1229

τὸν ἀκατάβλητον] τὸν ἀήττητον, RENM τὸν V μηδενὶ καταβαλλό‐ μενον· VEN ἤγουν EN τὸν ἥττονα. ENRs

### book 1231

τοῦ μαθήματος] τῆς μαθήσεως. διὰ τοῦτο γὰρ ἔμαθεν. VE

### book 1233a

ἵν’ ... σε] ἀντὶ τοῦ “ὅ‐ που ἄν σοι κελεύσω”. E

### book 1233b

ἀντὶ τοῦ “ὅπου ἄν σε κελεύσω ἐγώ”. V

### book 1235

κἂν προσκαταθείην ENM: ἀντὶ τοῦ “καὶ ζημιωθείην ἂν τρεῖς ὀβολούς, ἵνα ἐπιτρέψῃς μοι ὀμόσαι τοὺς θεούς· οὕτω καταφρονῶ τοῦ ὅρκου· θεοὶ γὰρ οὔκ εἰσιν, RVEM ὥς φασιν”. ENM

### book 1236

ἀναιδείας] ἀθεΐας. E

### book 1237a

ἁλσὶ διασμηχθεὶς EΘNM: οἱ σμηχόμενοι ἁλσὶ βελτίονες γίνον‐ ται. ἅμα καὶ ὅτι τοὺς παραφρονοῦντας διαβρέχομεν ἁλσὶ καὶ ἐλαίῳ, καὶ βελτί‐ ονες γίνονται. RVEΘNM

### book 1237b

ὡς παχύδερμον αὐτὸν χλευάζει. τὰ γὰρ παχέα ὑπὸ πιμελῆς τῶν δερ‐ μάτων ἁλσὶ μαλασσόμενα εὐρύτερα γίνονται, VEΘNMNp ὡς πλέον χωρῆσαι μέτρον. EΘNMNp

### book 1237c

〈ἁλσὶ διασμηχθεὶς〉: διὰ τὸ βάρος τοῦ δέρματος. οἷον EΘNNp ἀποκαθαρθεὶς τὴν παχύτητα. VEΘNNp ἡ μεταφορὰ ἀπὸ τῶν βυρσῶν. EΘNNp

### book 1237d

ταῦτα λέγει ἢ ἀσκὸν ἢ ἀγγεῖον χαλκοῦν βαστάζων. VEΘN

### book 1237e alpha

ὡς ἐπ’ ἀγγείου ἢ ἀσκοῦ. τινὲς δὲ ὡς ἐπὶ οἴνου· οἱ γὰρ δεχό‐ μενοι ἅλας οὐ τρέπονται. EΘN

### book 1237e beta

ἁλσὶ διασμηχθεὶς R: ὡς ἐπὶ κεράμου ἢ ἀσκοῦ τὸν λόγον ποιεῖ‐ ται. RV

### book 1237f

τὴν μεταφορὰν εἴληφεν ἀπὸ τῶν κεράμων καὶ τοῦ οἴνου, οἷς ἅλες 〈ἐμ〉βάλλονται ὑπὲρ τοῦ μὴ ἐξίστασθαι μηδὲ ὀξίζειν εὐχερῶς. ἢ ἐπεὶ τοὺς ὑπὸ μέθης καὶ ὡς ἂν παραφρονοῦντας ὑποβρέχειν εἰώθαμεν ἐλαίῳ ἁλσὶ μεμιγ‐ μένῳ. ὡς οὖν τοῦ Στρεψιάδου μὴ καθεστηκότος, ἀλλὰ καὶ παραφρονοῦντος, ὃς ἐπὶ ὡμολογημένοις ἐξαρνός ἐστιν, οὕτω τῇ μεταφορᾷ ἐχρήσατο. φησὶν οὖν· οὐ τὰ τυχόντα οὗτος ὠφεληθείη διαβρεχθεὶς ἁλσίν. E

### book 1237g

ὡς γέροντα διασύρει· τὰ γὰρ στερρὰ καὶ παχύδερμα ἁλσὶ δαμάζομεν. ἢ ὡς παράφορον· ὅτι τοῖς παραφρονοῦσιν ἐλαίῳ καὶ ἅλατι σμήχοντες ὠφελοῦ‐ μεν. A

### book 1237h

διασμηχθεὶς] ὡς παχύς. E

### book 1238a

ἓξ χοᾶς χωρήσεται RV: λείπει E ὁ ἐγκέφαλος αὐτοῦ. RVE ἅμα δὲ ὡς ἐπὶ κεράμου ἢ ἀσκοῦ. RV

### book 1238b alpha

ἓξ χοᾶς χωρήσεται: πάλιν χλευάζει ὡς ἐπὶ ἀμφορέως καὶ οἴνου. ἢ πρὸς τὰ ἀνωτέρω· ἂν σμηχ‐ θῇ, πλέον χωρήσει, ὥσπερ λήκυθος ἢ ἀσκὸς ἢ ἄλλο τι τῶν τοιούτων· EM πλεῖον γὰρ χωρεῖ τῶν ἐμπεφρακό‐ των ἀποβεβλημένων. E

### book 1238b beta

[ἔμεινεν ἐπὶ τῆς] τοῦ κεράμου ἢ ἀσκοῦ μεταφορᾶς, ὃς ἐὰν σμηχθῇ, πλέον χωρεῖ τῶν ἐμπεφρακότων ἀποβεβλημένων. RV

### book 1240a

καταπροΐξῃ EMNp: καταφρονήσεις· EMbis ANp παρὰ τὴν προῖκα. EMNp δωρεὰν ἐπεγχανῇ μοι. EM

### book 1240b

θαυμασίως M ἥσθην REMNp θεοῖς EMNp: παρεπιγραφή ἐστιν· γελῶν γὰρ τοῦτό φησιν. ἐκκαγχάζει γὰρ τῆς προσηγορίας ἀκούσας καὶ τοῦ Διός, γέλωτα τὸν ἐκείνου τιθέμενος ὅρκον. RVEMNp

### book 1240c

ταῦτά φησιν, ἐπεὶ δεδίδακται μήτε τὸν Δία μήτε τοὺς ἄλλους ἡγεῖ‐ σθαι θεοὺς ἢ τὰς Νεφέλας καὶ τὸν Δῖνον, ὡς ἔφησεν ὁ Σωκράτης. RVEM

### book 1241a

γελοῖος (sic)] γέλωτος ἄξιος. ERs

### book 1241b

ὀμνύμενος τοῖς εἰδόσιν E: ἀντὶ τοῦ RE “ἐμοὶ τῷ εἰδότι”. RVE

### book 1241c

ἢ τοῖς ἐπιστήμοσι καὶ εἰδόσιν, ὅτι ὁ Ζεὺς οὐδείς ἐστιν. διὸ καὶ γέλωτος ποιητικὸς ὁ Ζεὺς ὁ παρα〈κληθεὶς παρὰ〉 σοῦ. E

### book 1242a

τῷ χρόνῳ δώσεις δί‐ κην: ἀντὶ τοῦ “ὑπὲρ M τῆς βλασφη‐ μίας” EM δίκην ὄντως δώσεις ὀψέ ποτε. M

### book 242b

ἀντὶ τοῦ “ὑπὲρ ὧν ἐβλασφήμη‐ σας”. V

### book 1244a

εἰπὲ μόνον τὸ δοκοῦν σοι. VR

### book 1244b

ἀποκρινάμενος] τοῖς δικασταῖς δηλονότι. E

### book 1246a alpha

εἰσελθόντος τοῦ Στρε‐ ψιάδου ὁ δανειστής φησι πρὸς τὸν μάρτυρα. ENp

### book 1246a beta

τῷ μάρτυρί φησιν ὁ δανειστὴς εἰσελθόντος τοῦ Στρεψιάδου. R

### book 1246b

ὁ μάρτυς φησὶ τῷ Πασίᾳ εἰσελθόντος τοῦ Στρεψιάδου· ὅτι τί σοι δοκεῖ δράσειν ὁ Στρεψιάδης; εἰσέρχεται δὲ †ἐκβάλαι† κάρδοπον, ἵνα αὐτῷ διαλεχθῇ καθὼς ἐδιδάχθη ὑπὸ τοῦ Σωκράτους. V

### book 1246c

ἀποδώσειν σοι δοκεῖ: τινὲς τοῦτο τοῦ κλητῆρος εἶναι λέγουσιν. E

### book 1247

1247] δεικνύει ὁ Στρεψιάδης τῷ δανειστῇ τὴν καρδόπην, καθὰ προέ‐ μαθεν. E

### book 1248a

ἐξ ὧν ἔμαθε παρὰ Σωκράτους. R

### book 1248b alpha

τουτὶ τί ἐστιν E: εἰσελθὼν ὁ Στρεψιάδης προῆλθε πά‐ λιν τῆς οἰκίας σκαφίδιον VENp ἢ μαγίδιον VE ἐξαγαγών. ἀνερωτᾷ οὖν αὐτοὺς καὶ πυνθάνεται, ὅ τι ποτὲ αὐτὸ προσαγορεύοιεν. VENp ὁ δὲ συνήθως φησιν ἀρσενικῶς “κάρδο‐ πος”. οὗτος δὲ ἀπὸ τοῦ Σωκράτους καρδόπην αὐτὸ δεδίδακται λέγειν. ἵνα οὖν ἀμαθῆ καὶ ἀπαίδευτον ἀπὸ τοῦ πρώτου ἀποδείξῃ VE τὸν δανει‐ στήν, V τοῦτό φησιν. VE

### book 1248b beta

τουτὶ τί ἐστιν: ἐξελθὼν πάλιν τῆς οἰκίας σφραγῖδα καὶ μαγίδιον ἐπιφέρει, ἵνα δείξῃ ἀμαθῆ καὶ ἀπαί‐ δευτον τὸν δανειστήν. ἐρωτᾷ γοῦν· τοῦτο τί ἐστιν; ὁ δὲ συνήθως “κάρ‐ δοπος” εἶπεν ἀρσενικῶς· ὁ δὲ Στρε‐ ψιάδης καρδόπην αὐτὸν δεδίδακται παρὰ τοῦ Σωκράτους λέγειν. M

### book 1250-'51

τουτέστι βαρβαρίζοντι ἀνθρώπῳ. E

### book 1252a

ἐν ὅσῳ ἐν ἐμαυτῷ εἰμι καὶ οἶδά τι. RENM

### book 1252b

οὐχ ὅσον EN γέ μ’ εἰδέναι E: ἀντὶ τοῦ “ὡς νομίζω”. ENM

### book 1253a alpha

ἀντὶ τοῦ “ἀποδράμῃς, ἀποσκιρτήσῃς ENM †καταλήψῃ† E ἀπὸ τῆς θύρας”. EMA ἔστι δὲ ἡ λέ‐ ξις ἀπὸ τοῦ ἀργοῦ, ὃ δηλοῖ τὸ ταχύ, καὶ τοῦ λιπεῖν. οὐ ταχέως οὖν, φησίν, ἀποδραμῇ. EM

### book 1253a beta

ἀντὶ τοῦ “ἀποδραμεῖ, ἀποσκιρτή‐ σεις ἀπὸ τῆς θύρας”. ἔνεστι δὲ ἐν τῇ λέξει τὸ ἀργόν, ὅπερ ἐστὶ τὸ ταχύ, καὶ τὸ λίον. οὐ ταχέως οὖν, φησίν, ἀποδραμεῖ. RV

### book 1253b

ἀπολιταργιεῖς ENM: λιταργισμοὺς ἐκάλουν τὰ σκιρτήματα. RVENM

### book 1255a

ὅτι M θήσω πρυτα‐ νεῖ: λείπει “γραφὴν κατὰ σοῦ”. ἐν γὰρ τῷ πρυτανείῳ ἐτίθεσαν τὰς τῶν †ἀδίκων† γραφάς. EM

### book 1255b

γραφὴν κατὰ σοῦ θήσομαι. ἐν γὰρ τῷ πρυτανείῳ ἐτίθεσαν τὰς τῶν δικῶν γραφάς. RV

### book 1256a

προσαποβαλεῖς RVENM ἄρ’ αὐτὰ M: ἀντὶ τοῦ “ζημιωθήσῃ καὶ τὰ πρυτανεῖα πρὸς ταῖς μναῖς ταῖς δώδεκα”. RVENM

### book 1256b

ἀπολέσεις, φησί, καὶ τὰ ἐπὶ τῇ γραφῇ ἀναλώματα μάτην αὐτὰ ποιήσας διὰ τὸ περιέσεσθαί σου τὸν υἱόν μου λέγοντα τὸν ἀδικώτερον λόγον. V

### book 1256c

ἀντὶ τοῦ “ἃ δίδως ὑπὲρ τοῦ δικάσασθαι”. E

### book 1256d

ὅ ἐστι τὸ δέκατον τοῦ τιμήματος τῆς δίκης· ὅπερ καλεῖται συνωνύ‐ μως παρακαταβολή. ENM

### book 1257

ὡς βέβαιον ἔχων τὸ νικᾶν κατειρωνεύεται αὐτοῦ. VEΘNMA

### book 1258a

ὁτιὴ ’κάλεσας εὐηθικῶς E: ὅτι ἣν ἔδει σε καρδόπην εἰπεῖν, εἶπες RVE ἀπαιδεύτως E κάρδοπον. RVE

### book 1258b

εὐηθικῶς RV: ἀπαιδεύτως. RVbisE

### book 1258c

’κάλεσας εὐηθικῶς] εἴρηκας V ἀνοήτως. VRs

### book 1259-'60

προαναφώνημα VE τὸ “ἰώ μοι μοι” καὶ τὸ “ἔα”: διὸ διπλῆ· καὶ στίχοι ἰαμβικοὶ τρίμετροι τεσσαράκοντα γʹ. V

### book 1261a

ἐπεὶ τραγικῶς ἀνεφώνησε τὸ “ἰώ μοι μοι”. RVEΘNMA οἱ δὲ Καρκίνου παῖδες RVEΘMA

### book 1261a alpha

Ξενοκλῆς, Ξενότιμος καὶ Δημότι‐ μος· καὶ οἱ μὲν χορευταί, EΘMA

### book 1261a beta

Ξενοκλῆς καὶ Ξενότιμος· καὶ ὁ μὲν χορευτής, RV

### book 1261a

Ξενοκλῆς δὲ τραγῳδίας ποιητής. RVEΘNMA

### book 1261b

τῶν Καρκίνου τις EΘM δαιμόνων EΘNM: παρ’ ὑπόνοιαν δέον εἰπεῖν RVEΘNMA παίδων. RVEΘNMbisA

### book 1263

κατὰ σαυτὸν νῦν τρέπου M: οἷον καθ’ ἑαυτοῦ νῦν χώρει, καὶ μὴ καθ’ ἡμῶν. RVENMbisRs

### book 1264-'65alpha

Εὐφρόνιος τὸ “ὦ Παλλάς, ὥς μ’ ἀπώλεσας” Ξενο‐ κλέους εἶναί φησιν ἐκ τοῦ Λικυμνίου λεγόμενον ὑπ’ Ἀλκμήνης τοῦ Λι‐ κυμνίου ὑπὸ Τληπολέμου ἀνῃρημέ‐ νου· διὸ καὶ ἐπήνεγκεν αὐτὸς τί δέ σε Τληπόλεμός ποτ’ εἴργασται κακόν; καὶ τὸ ENp “θραυσάντυγες” Np 〈ἐκ τοῦ〉 “χρυσάμπυκες” E παρα‐ πεποιῆσθαι. ENp

### book 1264-'65beta

ὦ σκληρὲ δαῖμον RE: τοῦτο Ξενοκλέους RVE ἐστὶν ἐκ τοῦ Λι‐ κυμνίου, λέγεται δὲ ὑπ’ Ἀλκμήνης †Λικύμνιον τεθνηκέναι† RV ὑπὸ Τληπολέμου· διὸ καὶ ἐπήνεγκε τί δέ σε Τληπόλεμός RVE ποτ’ εἴργασται κακόν; Εὐφρόνιος παρὰ Ξενοκλεῖ εἶναί φησι τὸ “χρυσάμπυκες”, RV †† ἐξ οὗ V παραπεποιῆσθαι. RV

### book 1264a alpha

ὦ σκληρὲ δαῖμον M: ἐπεὶ Ξενοκλέους τοῦ Καρκίνου ἀνε‐ μνήσθη, τραγῳδεῖ καὶ τὰ αὐτοῦ εἰρηκὼς “ὦ σκληρὲ δαῖμον”. E

### book 1264a beta

τοῦτο, ἐπεὶ ἐμνήσθη αὐτοῦ τοῦ πατρός. RV

### book 1264b

ἀπὸ τοῦ Εὐριπίδου δράματος Τληπολέμου. Rs

### book 1266

ἄλλοι δὲ τραγικὸν ὑποκριτὴν εἶναι τὸν Τληπόλεμον, συνεχῶς ὑποκρι‐ νόμενον Σοφοκλεῖ. ENp

### book 1269a

κακῶς] ἀτυχῶς. REM

### book 1269b

πεπραγότι] λείπει τὸ ἐμοί. REM

### book 1271a

κακῶς ἄρ’ εἶχες EM ὄντως E: διὰ τὸ ἄνω εἰρηκέναι “ἀνὴρ κακοδαίμων” RVEM καὶ “ἰώ μοι μοι” RVE ἐπήγαγε τὸ “ὄντως”. V

### book 1271b

εὐηθικῶς. V

### book 1272a

ἵππους γ’ ἐλαύνων: καὶ τοῦτο ἐκ παρῳδίας. ἅμα δὲ καὶ αὐτὸς ἱπποτροφῶν ἐδυσπράγησεν. EMNp

### book 1272b

ἵππους γ’ ἐλαύνων] ἦν γὰρ καὶ οὗτος περὶ τὴν ἱππικὴν ἔχων. RVE

### book 1272c

ἐξέπεσον] τῶν χρημάτων RVE δηλονότι. E

### book 1273a

ὥσπερ ἀπ’ ὄνου RENNp καταπεσών REN: πρὸς τὸ “ἀπὸ ἵππου” “ἀπ’ ὄνου RVENNp καταπεσών” Np εἶπε RVENNp καὶ ἅμα πρὸς τὸ “ληρεῖς”· ἐπὶ γὰρ τῶν κατὰ μηδένα λόγον πραττόντων εἰώθασι τὸ “ἀπὸ ὄνου RVE καταπεσών” E λέγειν RVE τὴν παροιμίαν. RV ὁ μέντοι Πλάτων ἐν Νόμοις τὴν τελευταίαν περισπᾷ. ἢ ἔπαιξε πρὸς τὸ ὑπ’ αὐτοῦ εἰρημένον, καὶ δέον εἰπεῖν “ἀπὸ τοῦ νοῦ” εἶπεν “ἀπὸ τοῦ ὄνου”. ENp

### book 1273b alpha

ὥσπερ ἀπ’ ὄνου κα‐ ταπεσών Θ: γράφεται καὶ EΘNRs “ἀπ’ ὄνου” καὶ EN “ἀπὸ νοῦ”. EΘNRs

### book 1273b beta

τινὲς “ἀπὸ νοῦ” λέγουσιν. RV κεῖται δὲ παροιμία “ἀπ’ ὄνου”. φασὶ γάρ, ὅτι δύο τινὲς ἐπιτυχόντες ὄνῳ ἐπ’ ἐρημίας EΘNANp καὶ ENNp φιλονεικοῦντες πρὸς ἀλλήλους περὶ τοῦ, τίς αὐτὸν λήψεται, ἔλαθεν αὐτοὺς ἄμφω ἀπολέσαντας αὐτόν. EΘNANp τούτων γὰρ μαχομένων ἀνεχώρησε τὸ ζῷον. ENNp

### book 1273c

〈ἀπ’ ὄνου καταπεσών: παροιμία ἀπὸ τῶν ἱππικῇ ἐπιχειρούντων, μὴ δυναμένων δὲ μηδὲ ὄνοις χρῆσθαι. ὁ δὲ φιλόσοφος Πλάτων οὐκ ἀπὸ τοῦ ζῴου τὴν παροιμίαν λέγεσθαι, ἀλλ’ ἀπὸ τοῦ νοῦ οὕτως· “καὶ μὴ καθάπερ ἀχάλινον κεκτημένον τὸ στόμα, βίᾳ ὑπὸ τοῦ λόγου φερόμενον κατὰ τὴν παροι‐ μίαν ‘ἀπό τινος νοῦ καταπεσεῖν‘”.〉 Su. I 312, 11

### book 1277a

προσκεκλήσεσθαί REΘ γε μοι: ἀντὶ τοῦ EΘ “διὰ μαρτύρων ἀπαχθήσεσθαι, VEΘ εἰς δικαστήριον κληθήσεσθαι”. REΘ

### book 1277b

ἀπὸ κοινοῦ τὸ “δοκεῖς”. RVEΘ

### book 1279a

ὡς ταῦτα μαθὼν παρὰ Σωκράτους κατὰ τὸ σιωπώμενον. V

### book 1279b

καινὸν] νέον. EMRs

### book 1279c

τὸν Δία ὕειν ὕδωρ ἑκάστοτ’ M ἢ τὸν ἥλιον EΘM ἕλκειν EΘ κάτωθεν E: νέον ὕειν ὕδωρ νομίζεις, φησίν, ἢ πάλιν ἀντεπαγόμενον αὐτὸ ὑπὸ τοῦ ἡλίου; EΘM

### book 1286a

τοῦτο δ’ ἔσθ’ ὁ τόκος EM τί θηρίον M: τινὲς τὸ “θηρίον” πρὸς τὸν δανειστὴν λέγουσιν εἰρῆσθαι· ἀντὶ τοῦ “ὦ θηρίον, τί ἐστιν ὁ τόκος;” EMNp

### book 1286b

ἐπεὶ γέννημά φαμεν ἐπὶ θηρίου καὶ τόκον. RVEMNp

### book 1286c

τὸ θηρίον τοῦτο τί ἐστιν, ὁ τόκος; VE

### book 1289

ὑπορρέοντος] προβαίνοντος, RVEM ἀναλισκομένου. RVEMRs

### book 1290

τί δῆτα τὴν θάλατταν: τί δῆτά ἐστιν ἃ νομίζεις; καὶ τοῦτο ἔμαθε κατὰ τὸ σιωπώμενον. EM

### book 1292

οὐ γὰρ δίκαιον NM πλείον’ εἶναι M: οὐ γὰρ λυσιτελὲς RVENMbis οὐδὲ συμφέρον ENMbis τῆς γῆς πλείονα εἶναι RVENM τὴν θάλατταν. RV‐ ENMbis

### book 1297a

φέρε μοι τὸ κέντρον M: τὸ ἀμυντήριον. RVENMbis

### book 1297b

ταῦτ’ ἐγὼ μαρτύρομαι] ταῦτα ἔοικεν ὁ μάρτυς λέγειν τῷ δανειστῇ. RVE

### book 1298a alpha

οὐκ ἐλᾷς ὦ σαπφό‐ ρα: τοῦτο τινὲς τοῦ Στρεψιάδου, τινὲς ὅλον τοῦ κλητῆρος. EN

### book 1298a beta

οὐκ ἐλᾷς ὦ σαπφόρα: τινὲς ὅλον· λέγει δὲ ὁ Στρεψιάδης. M

### book 1298b

ἀντὶ τοῦ “οὐκ ἀναχωρεῖς;”. V

### book 1298c

ἀντὶ τοῦ “ὦ κλῆτορ”· ὡς ἵππῳ δὲ αὐτῷ διαλέγεται. ENM

### book 1299a alpha

ἄξεις ἐπιαλῶ EΘN: ἔστιν ἡ γραφὴ δισσή, καὶ “ἐπὶ ἅλω” καὶ “ἐπιαλῶ”. EΘNNp

### book 1299a beta

ἄξεις ἐπιάλων R: ἔστιν ἡ γραφὴ δισσή, “ἐπιάλων” καὶ “ἐ‐ πιαλῶ”. RV

### book 1299a

καὶ πρὸς μὲν τὸ περισπώμενον “ἐπιαλῶ” εἴη ἂν ἀπειλητικῶς λέγειν, οἷον “ἄξεις, ὁρμήσεις σεαυτὸν ἐντεῦθεν· ἐπιαλῶ σε”, ὅ ἐστιν ἐλάσω σε καὶ διώξω σε κεντῶν ὑπὸ τὸν πρωκτὸν ὥσπερ ἵππον παρῄορον· πρὸς δὲ τὴν ἑτέραν γρα‐ φὴν οὕτως ἠθικῶς λέγοντος, οἷον “ἀπάξεις σὺ τὸν σειραφόρον εἰς μυλῶνα ἐπὶ τὸ ἀλήθειν” ἀντὶ τοῦ “ἄπαγε σύ σου τὸν ἵππον κἀκεῖθεν τραφήσῃ”. RVEΘNNp τινὲς δὲ οὕτως· “ἄξεις ἐπιβαλών”. RV

### book 1299b

ἐὰν μὲν οὗτος ὁ λόγος ᾖ ἠθικός, “ἀπέρχῃ; ἢ ἐπιβαλῶ τὴν μάστιγα κεντῶν σε ὑπὸ τὸν πρωκτὸν ὡς σειραφόρον”· ἐὰν δὲ “ἐπὶ ἅλω”, οὕτως· “ἀπέρχῃ ἐπὶ ἅλωνα κεντῶν σου τὸν σειραφόρον ἐπὶ τὸ ἐργαζόμενον ἐκεῖθεν τραφῆναι; οὐδὲν γὰρ ἐντεῦθεν λήψῃ”. οἱ δὲ οὕτως· “ἐπιβαλών σοι τὴν μάστιγα καὶ δέρων τὸν πρωκτὸν ἄξω σε”. ἀπὸ μεταφορᾶς τῶν κεντουμένων ἵππων βραδέων ὑπὸ τῶν ἡνιόχων. E

### book 1299c

ἐν ἤθει τὸ “ἄξεις”. λέγει· οὐκ ἀπάξεις ποτὲ ἐντεῦθεν καὶ πορεύ‐ σῃ; EΘN

### book 1299d

συμβουλεύει αὐτῷ ἀλοάσοντα μισθοῦ πορεύεσθαι, ἵνα τρέφειν ἔχῃ τοὺς ἵππους. EΘN

### book 1299e alpha

ἐπιαλῶ: μέλλων· ἀπὸ τοῦ ἰάλλω. λέγει δέ· ἐπιπέμψω σοι. EΘN

### book 1299e beta

ἐπιαλῶ: ἀντὶ τοῦ “πέμψω σοι”. EN

### book 1299f

ἐπεὶ ἁλῶ. V

### book 1299g

ἐπεὶ ἁλῶ] γρ. ἐπὶ ἅλω. E

### book 1299h

ἅλω] γρ. ἁλῶ. Rs

### book 1300a

μήποτε οὐκ ἔστι “σέ”, ἀλλὰ “σύ”· εἰ μὴ ἄρα λέγει· ἄξεις σεαυτὸν ὡς τὸν σειραφόρον, ὅπου αὐτὸς ἐργάζῃ. V

### book 1300b

πρὸς μὲν τὸ “ἐπιάλων” τὸ σύ, πρὸς δὲ τὸ “ἐπιαλῶ” τὸ σέ. RV

### book 1300c

σειραφόρον: ἀντὶ τοῦ RV “παρήορον”. RVEN

### book 1300d

σειραφόρος ὁ ἔξω τοῦ ζυγοῦ. EΘN

### book 1302

λείπει ἡ σύν. RV

### book 1303a

κορωνὶς καὶ μέλος τοῦ χοροῦ κώλων ιηʹ, ὧν τὸ πρῶτον ἰαμβικὸν τρίμετρον ἀκατάληκτον. καὶ EΘRs ἐν εἰσθέσει κῶλα τέτταρα, ὧν τὸ πρῶτον RVEΘRs ἰωνικὸν ἡμιόλιον, RVEΘ τὰ δὲ 〈ἕτερα ἰαμβικὰ δίμετρα ἀκατάληκτα. εἶτα〉 τρία κῶλα τροχαϊκά, καταληκτικὰ 〈ἐκ〉 κατακλεῖδος καὶ βάσεως 〈βʹ〉 καὶ μονόμετρον ἀκατάληκτον. καὶ τὸ 〈ἔνατον〉 ἐκ τροχαϊκῆς βάσεως καὶ χο‐ ριάμβου ἡμιολίου, ὥστε συλλαβὴν ἐνδεῖν τοῦ καλουμένου σαπφικοῦ ἑνδεκα‐ συλλάβου. EΘ

### book 1303b

οἷον τὸ πραγμάτων RRs ἐρᾶν R: ἰστέον, ὅτι ἐκεῖνοι δια‐ λεχθέντες ἀπεληλύθασιν, ὁ δὲ χορὸς ἐπὶ τῆς σκηνῆς ὢν ταῦτα διέξεισι περὶ τοῦ Στρεψιάδου προαναφωνῶν διὰ τούτων καὶ αἰνιττόμενος ἃ μέλλει πείσεσθαι ὁ Στρεψιάδης ὑπὸ τοῦ υἱοῦ. RVEΘRs

### book 1303c

οἷον τὸ πραγμάτων EΘM ἐρᾶν φλαύρων ΘM: αἰνίττεται εἰς τὸν Στρεψιάδην λέγων· ὅτι δεινόν ἐστι καὶ ἀηδὲς τὸ ἀτόπων ἐρᾶν. VEΘM

### book 1305

ἀποστερῆσαι βούλεται] ἰαμβικὸν δίμετρον ἀκατάληκτον. E

### book 1308

πρᾶγμ’ M: ἀντὶ τοῦ “κακόν”. RVEM

### book 1309a

τὸν σοφιστήν E: τὸν φιλόσοφον RVEM—τὸν παῖδα ἢ τὸν γέ‐ ροντα RVEMbis—ἀπὸ τοῦ σοφίζεσθαι. RVEM

### book 1309b

τὸ “ὧν” RV ἀντὶ τοῦ RE “ἀνθ’ ὧν”. RVENM

### book 1310

τι κακὸν λαβεῖν M: καυθήσεται γὰρ ἡ διατριβὴ Σωκράτους. EMbis

### book 1311

αὐτὸν: ἀντὶ τοῦ “Στρεψιάδην”. R

### book 1317

οἷσπερ ἂν ξυγγένηται] οἷς RENM ἂν M ἀντιταχθῇ. RENM

### book 1318

κἂν λέγῃ] καὶ REN οἷς EN ἀντιλέγῃ. RENM

### book 1319a alpha

(1319—’20) ἴσως E‐ (M9) ⸤δ’⸥ E ἴσως βουλήσεται] 〈τὰ〉 τελευταῖα δύο δίμετρα ἰαμβικά, ἀκα‐ τάληκτον καὶ καταληκτικόν. E(M9)

### book 1319a beta

τὰ βʹ κῶλα ταῦτα ἄνισά εἰσι 〈τοῖσ〉 τῆς ᾠδῆς· εἰσὶ δὲ ἰαμβικὰ δίμετρα, ἀκατάληκτον καὶ καταληκ‐ τικόν. Rs

### book 1319b

ἴσως βουλήσεται E: εὔξεται παρ’ αὐτοῦ ἀδικούμενος καὶ δεινὰ πάσχων τέλεον αὐτὸν ἄφωνον εἶναι. RVE

### book 1321a

(1321—244) ἰοὺ ἰού EΘRs: διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους τρι‐ μέτρους ἀκαταλήκτους εἴκοσι καὶ τρεῖς EΘRs (Chis) κεχρημένους προαναφω‐ νήσει τῷ “ἰοὺ ἰού”. τινὲς δὲ ἁπλοῦν τὸ “ἰού” φασίν. ERs

### book 1321b

ἰοὺ ἰού, VM ὦ γείτονες V: σχετλιάζων ἔξεισιν ὁ πρεσβύτης ὡς ὑπὸ τοῦ παιδὸς τετυμμένος. δῆλον ὅτι ταῦτα πάντα διαπέπλασται †ἐν† τῷ πρὸς Σωκράτην ἢ διαβολῆς χάριν, δεικνύναι διὰ τούτων φιλοτιμού‐ μενος, ὅτι μηδὲν χρηστὸν διδάσκει τοὺς νέους, ἀλλὰ VEM πᾶν V τοὐναντίον πονηροὺς VEM ποιεῖ, M ὁπότε καὶ περὶ τοὺς γεγεννηκότας τοιοῦτοι γίνονται. VEM

### book 1321c

ἰοὺ ἰού] ἤρξατο τύπτειν Στρεψιάδην ὁ υἱός. EN

### book 1323a

τὸ ἀμύνειν καὶ ἀμυνάθειν λέγουσιν· RVE ἀπὸ τούτου οὖν ἐσχημάτι‐ σται. RV

### book 1323b

πάσῃ τέχνῃ E: ἀντὶ τοῦ RVE “πάντι τρόπῳ, RVENMRs πάσῃ δυνάμει”. RVE

### book 1325

φήμ’] ναί. ERs

### book 1328

καὶ πλείω λέγε] ἀντὶ τοῦ “χείρονα VE καὶ πλείω τούτων E εἰπέ”. VE

### book 1332

ἀντὶ τοῦ “δικαίως σε ἔτυπτον”. V

### book 1335

ἀντὶ τοῦ R “κατὰ REN πολύ”. R

### book 1338

ἐδιδαξάμην RE 〈...〉 σε E: ἀντὶ τοῦ RV “ἐδίδαξα”. RVEN παθητικὸν ἀντὶ ἐνεργητικοῦ. δύναται δὲ εἶναι μεσότητος ἀττικῶς ἀντὶ τοῦ “ἐξεπαίδευσα”. RVE

### book 1345a

(1345—’52) σὸν ἔργον, ὦ πρεσβύτα: διπλῆ καὶ εἴσθεσις εἰς ἐπῳδικὴν τριάδα ἢ τετράδα, ἧς αἱ μὲν ὅμοιαι περίοδοι ἐξ ἰαμβικοῦ τριμέτρου ἀκαταλήκτου ἐν ἐκθέσει καὶ ἰωνικοῦ ἡμιολίου ἐν εἰσθέσει· ἡ δὲ ἐπῳδὸς ἐκ κώλων δύο, ἰαμβικοῦ τε διμέτρου ἀκαταλήκτου 〈καὶ τοῦ〉 ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκοῦ πενθημιμεροῦς. καὶ ἐν ἐκθέσει τὸ σύνηθες διστίχιον. E

### book 1345b

φροντίζειν] βουλεύεσθαι. RVE

### book 1345c

ὅπῃ: ἀντὶ τοῦ RVE “ποίῳ τρόπῳ”. RVENM

### book 1348

ἀκόλαστος] τολμηρός. REM

### book 1349

ἀλλ’ ἔσθ’ ὅτῳ θρασύνεται] ἀλλ’ ἔστι τι, RE ἐφ’ ᾧ RERs θρασύ‐ νεται. RE

### book 1350

ἕως ὧδε ἴαμβος. τὸ δὲ “ἐστὶ τἀνθρώπου” ὅμοιον τῷ “ἀλλ’ οὐδ’ ἐρεβίνθου”, ὅ ἐστιν ἰωνικὸν ἡμιόλιον. Rs

### book 1351

ἐξότου (sic)] ἐκ τίνος. E

### book 1352

ἤδη λέγειν χρὴ EQNM πρὸς χορόν REΘN: οὕτως ἔλεγον “πρὸς χορὸν λέγειν”, ὅταν τοῦ ὑποκριτοῦ διατιθεμένου τὴν ῥῆσιν ὁ χορὸς ὀρχῆται. RVEΘNMRs διὸ καὶ ἐκλέγονται ἢ τετράμετρα ἢ ἀνάπαιστοι λέγειν· ὁ γὰρ ῥυθμὸς ῥᾳδίως προσπίπτει τούτοις. RVEΘNRs

### book 1353

καὶ μὴ ὅθεν γε πρῶτον EΘ: κορωνὶς καὶ E στίχοι ὅμοιοι τῷ διστιχίῳ λγʹ, ὧν τελευταῖος ἐξέφερον ἂν καὶ προὐσχόμην· EΘRs 〈σὺ δέ με νῦν ἀπάγχων. μεθ’ ὃν τρία κῶλα ἰαμβικὰ δίμετρα ἀκατάληκτα καὶ στίχος ὅμοιος τοῖς ἄνω.〉 Ald

### book 1354

ἑστιώμεθ’ R: ἑστιᾶσθαί ἐστι τὸ εὐωχεῖσθαι. οὐχὶ δὲ τὸ παρά τινι πάντως ἔλεγον. RV

### book 1355

λύραν λαβόντ’ EΘ: ἐν τοῖς συμποσίοις κύκλῳ τοῖς ἑστιωμένοις ὁ ἑστιάτωρ διδοὺς λύραν ἐκέλευεν ᾆσαι ᾠδήν. EΘM

### book 1356a alpha

ᾆσαι M Σιμωνίδου μέλος EΘM: Σιμωνίδου EΘRs ἐξ ἐπινίκου ἐπέξαθ’ ὁ Κριὸς οὐκ ἀεικέως. ἦν δὲ παλαιστὴς Αἰγινήτης. EΘMRs φαίνεται δὲ εὐδοκιμεῖν καὶ διαφανὴς εἶναι. E

### book 1356a beta

τὸν Κριὸν ὡς ἐπέχθη R: ἀρχὴ μέλους εἰς Κριὸν τὸν Αἰγινή‐ την RVE ἐπέξαθ’ ὁ Κριὸς οὐκ ἀεικέως. φαίνεται δὲ εὐδοκιμεῖν καὶ διαφανὴς εἶναι. RV

### book 1356b

τῇ πρὸς τὸ ζῷον κοινωνίᾳ τῆς λέξεως συνέπλεξε τὰς †κοινωνίας† ὁ ποιητὴς λέγων ἐπέξαθ’ ὁ Κριὸς οὐκ ἀεικέως ἐλθὼν εἰς δένδρον ἀγλαὸν Διὸς τέμενος. E

### book 1356c

ὡς ἐπέχθη] ὡς R ἐκάρη. RVEN

### book 1357a

ἀρχαῖον R: οὐδενὸς λόγου ἄξιον, RVEM ληρῶδες, RVM ἀνό‐ ητον. VEN

### book 1357b

ἀρχαῖον εἶν· ἔφασκε: ἀντὶ τοῦ EΘM “μωρόν”. EΘMbisRs παραι‐ τοῦνται γὰρ οἱ φιλόσοφοι κιθαρίζειν ἐν τῷ πίνειν. EΘMNp

### book 1358a

ὡσπερεὶ κάγχρυς EΘNM γυναῖκ’ ἀλοῦσαν R: καθάπερ τινὰ γυναῖκα κριθὰς ἀλοῦσαν. διαβάλλει δὲ λεληθότως τὸ τῶν γυναικῶν γένος, αἷς ἔργον πίνειν RVEΘNM(Chis) καὶ ἕτερόν τι διαπραττομέναις. VEΘNM(Chis)

### book 1358b

κάχρυς: ἀντὶ τοῦ EM “κριθὰς EMbisA πεφρυγμένας”. ᾄδουσι δὲ αἱ ἀλήθουσαι ὑπὲρ τοῦ παραπέμψασθαι τὸν κάματον. EM

### book 1360a

πολύλαλον γὰρ τὸ ζῷον. RV

### book 1360b

ὡσπερεὶ τέττιγας: παρεποίησε τὸ ᾄδειν καί φησιν· ὅτι τὸ ᾄδειν φλυαρεῖν ὡς τέττιγας καὶ οὐδὲν ἄλλο ἢ ὡς γυναῖκας ᾄδειν ἀλετρευούσας. EΘ

### book 1364a

ἀλλὰ μυρρίνην λαβόντα EΘN: μυρρίνης γὰρ κλάδον κατέχοντες ᾖδον τὰ Αἰσχύλου. EΘNA

### book 1364b

μυρρίνην λαβόντα R: παρὰ τὰ Αἰσχύλου “οὕνεκ’ ἐκεῖ ἄνθεα λειμώνια”. RVEΘN

### book 1364c

Δικαίαρχος ἐν τῷ περὶ μουσικῆς· “ἐπεὶ δὲ κοινόν τι πάθος ἀεὶ φαί‐ νεται συνακολουθεῖν τοῖς διερχομένοις εἴτε μετὰ μέλους εἴτε ἄνευ μέλους ἔχοντα ἐν τῇ χειρὶ ποιεῖσθαι τὴν ἀφήγησιν. οἵ τε γὰρ ᾄδοντες ἐν τοῖς συμ‐ ποσίοις ἐκ παλαιᾶς τινος παραδόσεως κλῶνα δάφνης ἢ μυρρίνης λαβόντες ᾄδουσιν”. RVEN

### book 1366

σκώπτει καὶ Αἰσχύλον καὶ Σιμωνίδην. VM

### book 1367a

ψόφου πλέων] ταραχώδη. E

### book 1367b

ἀσύστατον REΘN: οὐ συνεστῶτα οὐδὲ πυκνὸν ἐν τῇ ποιήσει, ἀλλ’ ἀραιὸν καὶ κομπώδη. RVEΘNMA

### book 1367c

τὰ γὰρ ῥήματα Αἰσχύλου φαντασίαν μὲν ἔχει, βασανιζόμενα δὲ οὐδε‐ μίαν ἔχει πραγματείαν· RVEΘNM ἀσύστατα γάρ. EΘN

### book 1367d alpha

ἀσύστατον: οἷον ἀ‐ διάθετον, ἀπιθάνους συνιστάντα τοὺς μύθους. EΘNM

### book 1367d beta

ἀσύστατον: ἀδιάθετον, ἀπιθά‐ νως συντιθέντα τοὺς μύθους, V 〈κομ‐ πώδη〉. Su. IV 849, 18

### book 1367e alpha

παρὰ τὸ στόμα καὶ τὸν ὄμφακα. EN

### book 1367e beta

συνθέτῳ λέξει ἐχρήσατο ἀπὸ τοῦ στόματος καὶ τοῦ ὄμφακος, ἵν’ ᾖ λέγων· ὄμφακα ἔχων ἐν τῷ στό‐ ματι. V

### book 1367f

στόμφακα: σκληρόν. EbisNM

### book 1367g

οἷον τραχύν. RbisEN

### book 1367h

κρημνοποιόν EbisN: μεγάλας λέξεις ποιοῦντα. RVEbisNM

### book 1368

ὀρεχθεῖν M: κινεῖσθαι, συνταράττεσθαι. RVM

### book 1371

ἐκίνει] ἐσυνουσίαζε. E

### book 1372a

ἀδελφός, ὦ ’λεξίκακε ENM: τὴν Κανάχην ὁ Μακαρεύς. RVEN‐ MA τὸ δὲ “ἀλεξίκακε” διὰ μέσου ἀναπεφώνηται. σημειοῦται δὲ τὸν Εὐρι‐ πίδου Αἰόλον· ἐκεῖ γὰρ τὰς ἀδελφὰς γαμοῦσιν ἀδελφοί. RVENM ὡς ἐπὶ Ἡρακλέους δὲ τὸ “ἀλεξίκακε”. ENM

### book 1372b

γέγραπται δρᾶμα Εὐριπίδῃ οὕτω λεγόμενον, Αἰόλος· ἐν ᾧ παρήγαγε τὸν παῖδα Αἰόλου Μακαρέα φθείροντα Κανάχην τὴν ἀδελφήν. VENMNp

### book 1372c

ἐξ Αἰόλου. Πγ

### book 1372d

ἐπειδὴ παρὰ Ἀθηναίοις ἔξεστι γαμεῖν τὰς ἐκ πατέρων ἀδελφάς, εἰς αὔξησιν τοῦ ἀδικήματος προσέθηκε “τὴν ὁμομητρίαν”. εἶτα εὐφυῶς ἐ‐ σχετλίασεν ἐπάγων τὸ “ἀλεξίκακε”, τουτέστιν “ἀποτρόπαιε” καὶ “ὦ τὰ δεινὰ ἀπείργων”. ἴδιον γὰρ Ἡρακλέους τὸ ἐπίθετον. VE

### book 1373a

ἐξαράττω M: λοιδορῶ αὐτόν, RVEMbis κρούω, πλήττω πολλοῖς κακοῖς. RVEM

### book 1373b

ταράττω. Πγ

### book 1375

πρὸς ἔπος ἠριδόμεσθ’ M: ἀντεβάλλομεν, RV ἐφιλονεικοῦμεν, RVENM ἀντετείναμεν. M

### book 1376a

ἔφλα] ἔτυπτε. REN

### book 1376b

κἀσπόδει M: ἐκονιόρτου, VENM ἐσπόδει. VM

### book 1376c

κἀπέτριβεν: ἀντὶ τοῦ M “συνέτριβεν”. RVENMRs

### book 1379a

τυπτήσομαι] λείπει τὸ φοβοῦμαι. REM

### book 1379b

δικαίως. Πγ

### book 1380

λείπει τύπτομαι. R

### book 1381a

τραυλίζοντος EMpr.: ψελλίζοντος ΠγRVENMalt. καὶ RVE μηδὲν ἔναρθρον λαλοῦντος. ΠγRVEMbis

### book 1381b

νοοίης: ἀντὶ τοῦ RV “ἔχεις ἐν τῷ νῷ”. RVENM

### book 1382alpha

εἰ μέν κεν βρῦν: ἄση‐ μος φωνή, ἣν οἱ παῖδες φθέγγονται. M

### book 1382beta

ἄσημος φωνὴ ἡ τῶν παίδων, ὁπότ’ ἂν πιεῖν ζητῇ. V

### book 1383

μαμμᾶν: ἄσημον φωνὴν τῶν παίδων †λαλούντων†. EN

### book 1384

ἀφοδεύειν τὰ παιδία. πρίν σε εἰπεῖν προέτεινόν σε ἀπὸ τῆς κλίνης καὶ ἔξω τῶν ἱματίων, ἵνα ἀποπατήσῃς. RV

### book 1387

χεζητιῴην] ὑπὸ τῶν πληγῶν RM δηλονότι. M

### book 1390

αὐτοῦ] αὐτόθι. REN

### book 1391

1391] ἀντίστροφος. Rs

### book 1392

ἀντὶ τοῦ “εἰς ἅ”. R

### book 1393

εἰ ... ἐξειργασμένος] ἴαμβος. E

### book 1394

λαλῶν ἀναπείσῃ] ἰωνικὸν ἡμιόλιον. EM

### book 1395a

τὸ ... ἄν] ἴαμβος. E

### book 1395b

οὕτως ἀφανισθήσεται πληγαῖς, ὡς νομίσαι ἡμᾶς καὶ τοῦ δέρματος ἐρεβίνθου λεπτότερον αὐτοὺς ἔχειν. EN

### book 1396a

ἀλλ’ οὐδ’ ἐρεβίνθου] ἰωνικὸν ἡμιόλιον. ERs

### book 1396b

ἐρεβίνθου] τοῦ ERs αἰδοίου. ENRs

### book 1396c

〈ὁ δὲ πρεσβύτης φησίν “ἀλλ’ οὐδ’ ἐρεβίνθου”.〉 Su. II 404, 29

### book 1397a

σὸν ἔργον MRs ὦ καινῶν ἐπῶν M: διπλῆ καὶ ἔκθεσις εἰς ἰάμ‐ βους τετραμέτρους καταληκτικοὺς μζʹ, ὧν τελευταῖος τὴν μητέρ’ ὥσπερ καὶ σὲ τυπτήσω. EMRs

### book 1397b

πρὸς τὸν Φειδιππίδην φησὶν ὁ χορός. EN

### book 1400a

καὶ τῶν καθεστώτων M: τῶν ὡρισμένων, RVEMbis τῶν κει‐ μένων. ENMbis

### book 1400b alpha

ὑπερφρονεῖν: τὸ E καταφρονεῖν. ERs

### book 1400b beta

ἡ ὑπερ– ἀντὶ τῆς κατα–. RV

### book 1400c

ὑπερφρονεῖν] ὑπερηφανεῖν. VEN

### book 1403

τῆς ἱππικῆς. RV

### book 1404

ταῖς τῶν φιλοσόφων. RV

### book 1406

ἵππευε τοίνυν] ἵππων RVENM καὶ νῦν M φρόντιζε. RVENM

### book 1407

ἀντὶ τοῦ R “βλαβῆναι”. RE

### book 1408

ἀπέσχισάς με] ἐκώλυσας, ἐχώρισας. RVENM

### book 1415

παρὰ τὰ ἐξ Ἀλκήστιδος Εὐριπίδου χαίρεις ὁρῶν φῶς· πατέρα δ’ οὐ χαίρειν δοκεῖς; VE

### book 1416

τοῦτο] τὸ τύπτεσθαι. ΠΓRVERs

### book 1417

ὡς δὶς παῖδες οἱ γέροντες VEM: παῖδες γὰρ ὄντες ἄφρονες ἦσαν, ὑπεργηράσαντες δὲ πάλιν ληροῦσι RVEM καὶ παιδίων φρένας ἔχου‐ σιν. RV

### book 1419a

οἱ γὰρ παῖδες ἐξαμαρτάνοντες συγγνώμης μᾶλλον ἄξιοι διὰ τὸ νέον τῆς ἡλικίας. ENp

### book 1419b

ἀντὶ τοῦ “μηδὲ ὅλως”. R

### book 1421a

οὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον M: ἐν ἠθικῇ ἐρωτήσει. RVENM

### book 1421b

ἀντὶ τοῦ “οὐκ ἦν ἀνὴρ RVENM ὁ τὸν νόμον θεὶς τοῦτον;” M

### book 1423

ἧττόν τι δῆτ’ ENM ἔξεστι EM κἀμοὶ M: ἀντὶ τοῦ “κἀμοὶ οὐδὲν ἧττον ἔξεστι τοῦ παλαιοῦ νομοθέτου”. RVENM

### book 1425

πρὶν τὸν νόμον τεθῆναι R: ὃν νῦν τίθεμεν δηλονότι. RE

### book 1426a

ἀφίεμεν] συγχωροῦμεν. RV

### book 1426b

ἀντὶ τοῦ R “τυπτῆσαι RVEN ἡμᾶς”. RVE

### book 1427

τὰ R βοτὰ RN: τὰ βοσκόμενα τὴν πόαν. RVENM

### book 1428

οὐδέν. V

### book 1429a

ψηφίσματ’ οὐ γράφουσιν M: ἀντὶ τοῦ ENM “δικαστήρια οὐκ ἄγουσιν”. ENMbis

### book 1429b

εἰς τὸ φιλόδικον τῶν Ἀθηναίων αἰνίττεται. RVEM

### book 1430

τί δῆτ’] διὰ τί δή; RVEM

### book 1432a

οὐδ’ ἂν Σωκράτει δοκοίη EΘ: ἀπορήσας λύσεως ἐπὶ τὴν τοῦ Σωκράτους δόκησιν ἀνάγει πιστοτέραν οὖσαν. τὰ δὲ πρόσωπα οὕτως· ἀπὸ τοῦ “οὐ ταὐτόν” ἕως τοῦ “πρὸς ταῦτα” τοῦ νέου ἐστίν, EΘM ἵν’ ᾖ τὸ ἑξῆς· οὐ ταὐτόν ἐστι τοῦτο, ὃ εἶπας σύ, πρὸς ταῦτα, ἃ εἶπον ἐγώ. EΘ

### book 1432b

Σωκράτει] τῷ ἐμῷ διδασκάλῳ. RVE

### book 1434

καὶ πῶς; EM ἐπεὶ σὲ μὲν δίκαιος E: ἀντὶ τοῦ “καὶ πῶς EM ἐμαυτὸν αἰτιάσομαι; EMbisRs ἔξεστι γάρ μοι τύπτειν σε· ὥσπερ καὶ σύ, ἐὰν ἔχῃς υἱόν.” EM

### book 1436

σὺ δ’ ἐγχανὼν M: ἀντὶ τοῦ EM “καταγελάσας”. RVENMbis

### book 1437

ἐμοὶ μὲν ὦνδρες M: τοὺς τρεῖς τοὺς ἑξῆς ὁ πρεσβύτης πρὸς τοὺς θεατάς. VM

### book 1438a alpha

τούτοισι EN τὰ ’πι‐ εικῆ: τὰ ὅμοια κατὰ τὸ προσῆκον καὶ ἀκόλουθον. ENM

### book 1438a beta

τὰ ’πιεικῆ R: τὰ ἀκόλουθα καὶ ὅμοια. RV

### book 1438b

συγχωρεῖν τοῖς νέοις τύπτειν ἡμᾶς. RVENM

### book 1438c

εἰ δεῖ συγχωρεῖν τοῖς ἐπιεικέσιν, συγχωρεῖν αὐτοῖς. EM

### book 1440

ἐὰν μὴ προσσχῶ γάρ, ἀπολοῦμαι τυπτόμενος παρὰ σοῦ. RV

### book 1444a

τοῦθ’ ἕτερον αὖ μεῖζον: διπλῆ καὶ μέλος ἀμοιβαῖον, οὗ ἡ ἀρχὴ “τοῦθ’ ἕτερον αὖ μεῖζον”, τέλος δὲ “καὶ τὸν λόγον τὸν ἥττω”. ἔστι δὲ ἰαμβικὰ τρίμετρα ἀκατάληκτα 〈τὰ〉 μέσα τρία· καὶ τὸ πρῶτον ἰαμβεῖον τετράμετρον καταληκτικόν. τινὲς δὲ διαιροῦσι τοῦτο εἰς δύο, ἐπειδὴ καὶ τὰ πρόσωπα κεχωρισμένα εἰσί· καὶ γίνεται μεσῳδικὴ τριὰς ἑκατέρωθεν ἔχουσα δικώλους. τινὲς δὲ 〈τὴν〉 μέσην τετράκωλον. E

### book 1444b

διπλῆ καὶ μέλος ἀμοιβαῖον, οὗ ἡ ἀρχὴ “τοῦθ’ ἕτερον” καὶ τὸ τέλος “καὶ τὸν λόγον τὸν ἥττω”. τὸ πρῶτον ἰαμβικὸν δίμετρον ἀκατά‐ ληκτον, 〈τὸ δὲ δεύτερον καταληκτικόν〉. τινὲς δὲ μιγνύουσιν ὅλον καὶ ποιοῦσιν ἰαμβικὸν τετράμετρον· ὁ καὶ ἄμεινον. καὶ ἑξῆς δὲ τῶν γʹ ὁμοίως. Rs

### book 1452a

πρὸς τὸν χορὸν ὁ λόγος. N

### book 1452b

ταυτὶ δι’ ὑμᾶς Rs: ἐν ἐκθέσει ἴαμβοι τρίμετροι ἀκατάληκτοι μαʹ, ὧν τελευταῖος ἐμοὶ ποιήσω, κεἰ σφόδρ’ εἴς’ ἀλαζόνες. εἶτα ἀναφώνημα, τὸ “ἰοὺ ἰού”: καὶ πάλιν ἴαμβοι ιʹ ἕξ, καὶ τὸ τελευταῖον τοῦ δράματος, ἀναπαιστικὸν τετράμετρον καταληκτικόν. ὑφ’ ὃ κορωνὶς ἡ καὶ τὸ δρᾶμα ἀποτερματίζουσα. ERs

### book 1453

ἀναθεὶς] ἀντὶ τοῦ RV “ἐπιτρέψας”. RVEN

### book 1457

ἐπήρατε] ἐπείσατε, RVEN ἠπατήσατε. RVENM

### book 1464

νῦν οὖν ὅπως ὦ φίλτατε: ἐλλείπει τὸ E υἱέ EM ἢ παῖ. τοῦτο παρεπιγράφεται· E πρὸς γὰρ τὸν υἱὸν μετέβη. ENM

### book 1468a

πατρῷον Δία EN: πατρῷος Ζεὺς καὶ Ἀπόλλων ἐν Ἀθήναις τιμᾶ‐ ται. ENM ὁ Ζεὺς μὲν μετὰ τὴν ἐν Ἀρκαδίᾳ, ἢ ὡς ἕτεροι μετὰ τὴν ἐν τῇ Κρήτῃ, ἀνατροφήν, ὅτε πρῶτον ταῖς Ἀθήναις ἐπέστη καὶ ἐφάνη τοῖς πατράσιν αὐτῶν, EM οἵτινες ταύτῃ τῇ προσηγορίᾳ τετιμήκασιν αὐτόν. Ἀπόλλων δέ, ὅτε Ἐρεχ‐ θέως τὴν θυγατέρα ἔγημε τὴν Κρέουσαν, ἐξ ἧς γίνεται ὁ Ἴων. ὡς πρόγονον οὖν αὐτὸν ἐτίμων καὶ οἱ ἄρχοντες, ὅτε ἐχειροτονοῦντο. ἐκ γὰρ τοῦ μὴ εἰδέναι ξένους αὐτοὺς ἐνόμιζον. E

### book 1468b

πατρῷον Δία R: οὕτω τιμᾶται παρ’ Ἀθηναίοις Ζεὺς πατρῷος καὶ Ἀπόλλων RVE διὰ τὸ πρώτους ὑποδέξασθαι †τὴν θεὸν† εἰς τὴν χώραν καὶ θυσίαν συντελέσαι κατὰ φρήτρας καὶ δήμους καὶ συγγενείας μόνους τῶν Ἑλλήνων. RVEN

### book 1469

ἰδού γε Δία ENM πατρῷον EM: ἐξ ὧν ὁ πατὴρ ἐπελάβετο αὐτοῦ ἀνωτέρω, ἐκ τούτων καὶ αὐτὸς πειρᾶται τοῦ πατρὸς λαμβάνεσθαι. RVENM

### book 1473a

διὰ τουτονὶ τὸν Δῖνον M: δεικτικῶς· τὸ ἐν τῷ φροντιστηρίῳ μηχάνημα ὀστράκινον, RVEbisNbisM ὡς σφαῖρα. RVEalt.Nalt.

### book 1473b alpha

ὡς ἀγάλματος Δίνου ὄντος ἐν τῇ διατριβῇ Σωκράτους ὀστρακίνου. VE

### book 1473b beta

ὡς ὀστρακίνου ἀγάλματος ὄντος πρὸ τῆς διατριβῆς. E

### book 1474a

ὅτε E καὶ σὲ EM χυτρεοῦν: περιφερῆ ὡς χύτραν. ὠνοματοποίησε καὶ ἔθετο ὄνομα αὐτῷ χυτρεοῦς. ENM λέγει δὲ τὸν τροχὸν τῶν κεράμων· παρὰ τὸ δινεῖσθαι. EN

### book 1474b

χυτρεοῦν E: †μάταιον† εὐτελές, χύτρας ἄξιον. RE

### book 1477

ὅτ’ ἐξέβαλον τοὺς θεοὺς EΘ: ταῦτα εἰς διαβολὴν Σωκράτους ἐκβάλλοντος τὰ δαιμόνια. RVEΘM

### book 1480a

ἀδολεσχία EΘNM: τῇ ἀδολεσχίᾳ τῶν φιλοσόφων ὑπαχθέντος καὶ πεισθέντος. RVEΘNM

### book 1480b

ἀντὶ τοῦ “ἀνοητεύσαντος παρὰ τὸ πρέπον”. EΘNM

### book 1480c

ἀδολεσχία ἡ τῶν ἀηδῶν ὁμιλία. EΘNM

### book 1480d

οὕτως οἱ Ἀττικοὶ ἐκτείνουσι τὸ α. V

### book 1482a

διωκάθω] διώξω. RVEMARs

### book 1482b

γραψάμενος] κατηγορήσας. RVENMRs

### book 1482c

δοκεῖ] λείπει τὸ ποίησον. REM

### book 1483a

ὀρθῶς παραινεῖς M: ὡς τοῦ Ἑρμοῦ ἀνανεύσαντος. RM

### book 1483b

δικορραφεῖν M: ἀντὶ τοῦ R “κατηγορεῖν”. RVENMbis

### book 1484

ἀλλ’ ὡς τάχιστ’ ἐμπιπρᾶναι: ὡς κατὰ τὸ σιωπώμενον ἀνανεύ‐ σαντος τοῦ Ἑρμοῦ μὴ τοῦτο ποιῆσαι, ἀλλ’ αὐτοὺς ἐμπρῆσαι. M

### book 1485a

ὦ Ξανθία] πρός τινα δοῦ‐ λον. EN

### book 1485b

δοῦλος αὐτοῦ. R

### book 1486

σμινύην] ἀντὶ τοῦ R “δίκελλαν”. RVENMRs

### book 1488

τέγος M: νῦν REM τὴν στέγην. RENM

### book 1489

ἕως ἂν αὐτοῖς 〈ἐμβάλῃς〉 M: ἀντὶ τοῦ “ἐπιβάλῃς αὐτοῖς τὴν οἰκίαν”. RVEM

### book 1493a

μαθητὴς Σωκράτους. V

### book 1493b

εἷς τῶν φιλοσόφων. RV

### book 1496

διαλέγομαι. RV

### book 1500

μὴ προδῷ] ἀντὶ τοῦ RE “μὴ RVEM κλασθῇ”. RVENM

### book 1501a

ἐκτραχηλισθῶ] ἀντὶ 〈τοῦ〉 R “κλάσω τὸν τράχηλον. RENM

### book 1501b

κλασθῶ. V

### book 1503a

ὥσπερ καὶ Σωκράτης ἔφη RVENM ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον. RV

### book 1503b

πρὸς τοὺς λόγους αὐτῶν. RVEN

### book 1503c

ἀεροβατῶ: καὶ τοῦτο πρὸς τὸν προειρημένον λόγον τῷ Σωκράτει. M

### book 1504

οἴμοι τάλας: ἀποπνιγήσομαι, φησίν, M ὑπὸ τοῦ καπνοῦ. RVEMbis

### book 1505a

ἕτερος φιλόσοφος. RV

### book 1505b

κατακαυθήσομαι] ὑπὸ τοῦ πυρός. E

### book 1507a

καὶ τῆς σελήνης M: ἀντὶ τοῦ “τὰς κινήσεις τῆς σελήνης”. ἕδραν δὲ εἶπεν εἰς τὸ αἰσχρὸν ἀποτείνων τὸν λόγον ENM τῇ ἐπιφορᾷ. EM

### book 1507b

ἐπὶ τίνος ὀχεῖται καὶ πῶς καὶ διὰ τί μένει. RVEM

### book 1508a

πρὸς τὸν οἰκέτην. R

### book 1508b

πρὸς τὸν Ξανθίαν ὁ Ἑρμῆς. V

### book 1508c

δίωκε M: ὡς τῶν φιλοσόφων φευγόντων διὰ τὸ πῦρ. RVENM

### book 1509

ὡς ἠδίκουν] γράφεται RENRs καὶ RN “οὓς RENRs ἠδίκουν”. RE

### book 1510a

μετρίως EN τό γε τήμερον E: οἷον τήμερον ἀρκετῶς ἔχει †ἡ ἡμέρα†. RVENM 〈ὡς ἀπὸ τοῦ ποιητοῦ δὲ ὁ λόγος.〉 Ald

### book 1510b

κορωνίς· ὁ δὲ στίχος ἀναπαιστικὸς τετράμετρος καταληκτικός. Rs

### book Subscript a

κεκώλισται ἐκ τῶν Ἡλιοδώρου, παραγέγραπται δὲ ἐκ τῶν Φαείνου καὶ Συμμάχου καὶ ἄλλων τινῶν. VN

### book Subscript b

Ἀριστοφάνους Νεφέλαι. V

### book Subscript c

τέλος τῶν Ἀριστοφάνους Νεφελῶν. M

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aristophanes-scholia-clouds-ao-mlw-ao.json (sha256:098509373e5de8e01946133842d2f552adeadee77f148cbe33c478a67da242b2). Cite as `eul_wid: mlw-ao`.
