---
title: Commentary-Clouds
title_greek: Ὑπόμνημα εἰς Νεφέλας
author: Aristophanes Scholia
eul_wid: mlw-ag
eul_aid: mlw
canonical: "https://eulogikon.org/grc/aristophanes-scholia/clouds-ag"
canonical_json: "https://eulogikon.org/data/works/grc/aristophanes-scholia-clouds-ag-mlw-ag.json"
sha256: d43d3277dfc543d2c0ad72d2ba38968ffa117a94b067a19b15a68e06a774dc4b
period: Hellenistic
dialect: Technical Koine
domain: Grammar
format: Verse
license: CC0-1.0
---

# Commentary-Clouds

*Ὑπόμνημα εἰς Νεφέλας*

**Author:** Aristophanes Scholia

**eul_wid:** `mlw-ag` · [HTML page](https://eulogikon.org/grc/aristophanes-scholia/clouds-ag) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aristophanes-scholia-clouds-ag-mlw-ag.json)

## Text

### book 1

τὸ δρᾶμα τῶν Νεφελῶν κατὰ Σω‐ κράτους γέγραπται τοῦ φιλοσόφου ἐπίτηδες ὡς κακοδιδασκαλοῦντος τοὺς νέους Ἀθήνησι τῶν κωμικῶν πρὸς τοὺς φιλοσόφους ἐχόντων τινὰ ἀντιλογίαν· οὐχ, ὥς τινες, δι’ Ἀρ‐ χέλαον τὸν Μακεδόνων βασιλέα, ὅτι προὔκρινεν Ἀριστοφάνους. ὁ χορὸς δὲ ὁ κωμικὸς εἰσήγετο ἐν τῇ ὀρχήστρᾳ τῷ νῦν λεγομένῳ λογείῳ. καὶ ὅτε μὲν πρὸς τοὺς ὑποκριτὰς διελέγετο, εἰς τὴν σκηνὴν ἑώρα· ὅτε δὲ ἀπελθόντων τῶν ὑπο‐ κριτῶν τοὺς ἀναπαίστους διεξῄει, πρὸς τὸν δῆμον ἀπεστρέφετο, καὶ

### book 1

τοῦτο ἐκαλεῖτο στροφή, ἦν δὲ τὰ ἰαμβεῖα τετράμετρα· εἶτα τὴν ἀντί‐ μετρον ἤγουν τὴν ἀντίστροφον προσ‐ ᾴδοντες πάλιν τὰ τετράμετρα ἐπέ‐ λεγον, ἦν δὲ ἐπὶ πλεῖστον ιϛʹ. ἐκαλεῖτο δὲ ταῦτα ἐπιρρήματα. ἡ δὲ ὅλη πάροδος τοῦ χοροῦ ἐκαλεῖτο παράβασις. Ἀριστοφάνης ἐν Ἱππεῦ‐ σιν ἦν μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδιδασκάλων, ὃς ἡμᾶς ἠνάγκαζε λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι.

### book 2

πρεσβύτης τις Στρεψιάδης ὑπὸ δανείων καταπονούμενος διὰ τὴν ἱπποτροφίαν τοῦ παιδὸς δεῖται αὐτοῦ φοιτήσαντος πρὸς Σωκράτην μαθεῖν τὸν ἥττονα λόγον. μὴ πειθομένου δὲ τοῦ μειρακίου αὐτὸς ἐλθὼν μανθάνει μαθητὴν τοῦ Σωκράτους ἐκκαλέσας.

### book 3

ἄλλως: πατὴρ τὸν υἱὸν σωκρατίζειν [προτρέπεται. καὶ τῆς περὶ αὐτὸν ψυχρολογίας διατριβὴ ἱκανὴ λόγων τ’ ἀπόνοια πρὸς τοὐναντίον. χορὸς δὲ Νεφελῶν ὡς ἐπωφελῆ λέγων καὶ τὴν ἀσέβειαν Σωκράτους διεξιών· ἄλλαι θ’ ὑπ’ ἀνδρὸς κατηγορίαι πικραὶ καὶ τῶν μαθητῶν εἷς πατραλοίας ἐκτόπως. εἶτ’ ἐμπυρισμὸς τῆς σχολῆς τοῦ Σωκράτους. τὸ δὲ δρᾶμα τοῦτο τῆς ὅλης ποι‐ ήσεως κάλλιστον εἶναί φασι καὶ τεχνικώτατον.

### book 4

ἄλλως: πρεσβύτης τις Στρε‐ ψιάδης ὑπὸ δανείων καταπονούμενος διὰ τὴν ἱπποτροφίαν τοῦ παιδὸς δεῖ‐ ται τούτου φοιτήσαντος εἰς τὸν Σωκράτην μαθεῖν τὸν ἥττονα λόγον, εἴ πως δύναιτο τὰ ἄδικα λέγων ἐν τῷ δικαστηρίῳ τοὺς χρήστας νικᾶν καὶ μηδενὶ τῶν δανειστῶν μηδὲν ἀποδοῦ‐ ναι. μὴ βουλομένου δὲ τοῦ μειρακί‐ σκου διαγνοὺς αὐτὸς ἐλθὼν μανθά‐ νειν μαθητὴν τοῦ Σωκράτους ἐκκα‐ λέσας τινὰ διαλέγεται. ἐκλυθείσης δὲ τῆς διατριβῆς οἵ τε μαθηταὶ κύκλῳ καθήμενοι πιναροὶ συνορῶνται, καὶ

### book 4

αὐτὸς ὁ Σωκράτης ἐπὶ κρεμάθρας αἰωρούμενος καὶ ἀποσκοπῶν τὰ μετέωρα θεωρεῖται. μετὰ ταῦτα τελεῖν παραλαβὼν τὸν πρεσβύτην καὶ τοὺς νομιζομένους παρ’ αὐτοῦ θεούς, Ἀέρα, Αἰθέρα καὶ Νεφέλας ἀνακα‐ λεῖται. πρὸς δὲ τὴν εὐχὴν εἰσέρχονται Νεφέλαι ἐν σχήματι χοροῦ· καὶ φυσιολογήσαντος οὐκ ἀπιθάνως τοῦ Σωκράτους ἀποκαταστᾶσαι πρὸς τοὺς θεατὰς περὶ πλειόνων διαλέγον‐ ται. μετὰ δὲ ταῦτα ὁ μὲν πρεσβύτης διδασκόμενος ἐν τῷ φανερῷ τινα τῶν μαθημάτων γελωτοποιεῖ. καὶ ἐπειδὴ διὰ τὴν ἀμαθίαν ἐκ τοῦ φροντιστη‐ ρίου ἐκβάλλεται, ἄγων πρὸς βίαν τὸν υἱὸν συνίστησι τῷ Σωκράτει. τούτου δὲ ἐξαγαγόντος αὐτῷ ἐν τῷ θεάτρῳ τὸν ἄδικον καὶ τὸν δίκαιον λόγον, παραλαβὼν αὐτὸν ὁ ἄδικος λόγος ἐκδιδάσκει. κομισάμενος δὲ αὐτὸν ὁ πατὴρ ἐκπεπονημένον ἐπηρεάζει τοῖς χρήσταις· καὶ ὡς κατωρθωκότος εὐωχεῖ παραλαβών. γενομένης δὲ ἀντιλογίας περὶ τὴν εὐωχίαν πληγὰς

### book 4

λαβὼν ὑπὸ τοῦ παιδὸς βοὴν ἵστησι· καὶ καταλαλούμενος ὑπὸ τοῦ παιδός, ὅτι δίκαιον τοὺς πατέρας ὑπὸ τῶν υἱῶν ἀντιτύπτεσθαι, ὑπεραλγῶν διὰ τὴν πρὸς τὸν υἱὸν σύγκρισιν ὁ γέρων κατασκάπτει καὶ ἐμπίπρησι τὸ φρον‐ τιστήριον τῶν σωκρατικῶν. τὸ δὲ δρᾶμα τῶν πάνυ δυνατῶς πεποιη‐ μένων.

### book 5

τὴν κωμῳδίαν καθῆκε κατὰ Σωκράτους ὡς τοιαῦτα νομίζοντος καὶ Νεφέλας καὶ Ἀέρα καὶ τί γὰρ ἄλλ’ ἢ ξένους εἰσάγοντος δαίμονας. χορῷ δὲ ἐχρήσατο Νεφελῶν πρὸς τὴν τοῦ ἀνδρὸς κατηγορίαν· διὰ τοῦτο οὕτως ἐπεγράφη. διτταὶ δὲ φέρονται Νεφέλαι. οἱ δὲ κατηγορήσαντες τοῦ Σωκράτους Μέλητος καὶ Ἄνυτος.

### book 6

Μέλητος καὶ Ἄνυτος εἶχον κατὰ Σωκράτους· διήχθρευσε γὰρ Σωκράτης κατὰ Μελήτου καὶ Ἀνύ‐ του. καὶ δόντες ἀργύριον τῷ Ἀριστο‐ φάνει παρεκίνησαν αὐτὸν κατ’ ἐκείνου γράψαι τὴν τῶν Νεφελῶν κωμῳδίαν· οὐκ ἠδύναντο γὰρ κατ’ ἐκείνου λέγειν διὰ τὸ μέγαν νομίζεσθαι αὐτόν.

### book 7

ὁ Στρεψιάδης ἄρχεται τοῦ μαν[θάνειν· μὴ μανθάνων δ’ ἔπεισεν υἱὸν μανθάνειν τὴν ἐξ ἐκείνου δυσφορῶν ἀγροικίαν. ὁ δ’ αὖ μαθὼν ἄριστα τοὺς χρήστας λόγῳ τύπτει πρὸς ὄψιν εἰς φυγὴν ἀπεκτρέπων. τῷ δ’ αὖ πατρὶ πρόσεισι καὶ νικῶν πάλιν ἔτυψε τοῦτον ἐνδίκως, καὶ Σωκράτους πιμπρᾷ τὸ δῶμα, καὶ νενικηκὼς τρέχει χαίρων μάλιστα καὶ χρεῶν φυγὼν βάρη.

### book 1,col 2

Ἀριστοφάνης ὁ κωμικὸς ἠξιωμέ‐ νος Ἀνύτῳ τε καὶ Μελήτῳ κατὰ Σωκράτους τοῦ φιλοσόφου τὸ δρᾶμα τῶν Νεφελῶν συνετάξατο. ὁ Ἄνυτος δὲ καὶ Μέλητος δικαίως Σωκράτει διήχθρευσαν· ἀκράχολος γὰρ ἦν, ἄσεμνός τε καὶ ἄκοσμος, καὶ τὸ ἦθος πάντη ἀρρύθμιστος, εἰ καὶ μόνην ἐλέγετο μετιέναι φιλο‐ σοφίαν τὴν ἠθικήν. τί δ’ ἂν ἠθικόν τε καὶ κόσμιον παιδεύσειεν ἄνθρω‐ πος, ὃς μηδ’ ἐφημεροβιότου τροφῆς εὐμοιρῶν λιμοῦ ἂν ἐγένετο παρανά‐ λωμα, εἰ μήπερ ὁ Κρίτων ἐκείνῳ ὄστρακον κοῖλον χαλκιδικὸν μεστὸν ὁτὲ μὲν κρεῶν, ὁτὲ δὲ ἰχθύων, λεῖμ‐ μα τῆς ἐκείνου τραπέζης, ἐκπέμ‐ ψειεν; ὅμως δὲ καὶ τοσαύτῃ συζῶν ἀπορίᾳ δύο γυναῖκας ἔχων ἐν ταὐτῷ οἰκιδίῳ συνούσας αὐτῷ, Ξανθίππην τε καὶ Μυρτώ, τὴν μὲν ἑταιρίστριαν, τὴν δέ οἱ ζυγεῖσαν ἐκ νόμων, καὶ ταύτας διαπληκτιζομένας ἀλλήλαις ὁρῶν γελᾷ διάρρυτον γέλωτα. τοιοῦ‐

### book 1,col 2

τος ὢν ὁ Σωκράτης—παρίημι γὰρ τὰ λοιπά—καὶ τοὺς ῥηθέντας ἄνδρας ἀεὶ ταῖς αὐτοῦ διδασκαλίαις ἦν διασύρων. ἔλεγε γάρ· περὶ δερμά‐ των μὲν ἀρετῆς εἴ τις ἐθέλοι μαθεῖν, τὸν τούτων ἐρωτάτω πατέρα, τῶνδε δὲ περὶ τοῦδε. οἳ παρὰ τῶν υἱέων ταῦτα μαθόντες πειρώμενοι παύειν τῆς ἀκολάστου γλώσσης ἐκεῖνον· οὐ καλῶς, ἔφαν, ποιεῖς, ὦ φιλόσοφε, ταῖς σαῖς διδασκαλίαις ἡμᾶς συρμα‐ τίζων. ὡς δ’ οὐκ ἐδυσωπεῖτο ἢ ἐνουθετεῖτο, ἀλλ’ ἔτι ἦν ὁ αὐτὸς ἀθεράπευτος, κινοῦσι δίκην· ὅτι διαφθείρει τοὺς νέους καταφρονεῖν τούτους διδάσκων νόμων τε τῶν κειμένων καὶ πρεσβυτέρων καὶ τῶν γονέων. ταῦτα Σωκράτους κατηγορήσαν‐ τες Ἄνυτός τε καὶ Μέλητος ἔπεισαν τοὺς περὶ Κριτίαν ψήφισμα θεῖναι Σωκράτην τοῖς νέοις μὴ διαλέγεσθαι·

### book 1,col 2

εἶτα δεσμωτηρίῳ τοῦτον εἰργνύουσιν. ὡς δ’ ἐξαγαγόντες ἐκ τῆς φρουρᾶς τῷ δικαστηρίῳ παρέστησαν δοῦναι λόγους τῶν σφῶν διδαγμάτων ἑβδο‐ μηκονταετὲς ἄθλιον ὁρῶντες γερόν‐ τιον συναιρομένων πολλῶν οἱ δι‐ κασταὶ κατοικτείραντες ἔμελλον ἀφιέναι τῆς δίκης. ὡς δ’ ἠρώτησαν· τίνος ἄξιος εἴης τοιαῦτα διδάσκων; ὁ δέ· τῆς ἐν τῷ πρυτανείῳ σιτήσεως, εἶπεν, ἀγανακτήσαντες αὖθις αὐτὸν ἀξιοῦσι τῆς τοῦ δεσμωτηρίου ἐνείρ‐ ξεως, μετὰ βραχὺ δὲ καὶ τοῦ φαρ‐ μάκου τῆς πόσεως, καὶ τότε συνωθη‐ κότες αὐτὸν αὐτὸ ἐξωνήσασθαι διὰ τὸ τετριμμένον τότε μὴ ἔχειν τὸν δημόσιον φάρμακον. ἀλλὰ ταῦτα μὲν ὕστερον· πρὸ δὲ τῆς τελευτῆς τούτου Ἀριστοφάνης τοῦτο τὸ δρᾶμα τῶν Νεφελῶν συνετάξατο, οὗπερ ἡ δια‐ σκευὴ καὶ ὁ νοῦς τοιόσδε καθέστη‐

### book 1,col 2

κεν.

### book 2,col 2

πλάττεταί τις Στρεψιάδης τῷ ποιητῇ ἀγροικικῷ πλούτῳ πολύολβος ζυγεὶς πρὸς γάμον ἀττικῇ ἀστικῇ γυναικί, ἀδελφιδῇ Μεγακλέους, πρώ‐ της οἰκίας τελούσῃ καὶ γένους Ἀλκ‐ μαιονιδῶν ὀλυμπιονικῶν τεθριππο‐ τρόφων. ἧς πρῶτα ταῖς ἀστικαῖς τρυφαῖς καὶ τοῖς ἀναλώμασι τὸ ὑπερχειλὲς τούτου τῆς περιουσίας καὶ περιττὸν ἐγένετο ἐπιχειλὲς καὶ ὑπόκενον· ὡς δὲ καὶ υἱὸς Φειδιππίδης τούτοις ἐγένετο ζήλῳ τῶν πρὸς μητρὸς γεννητόρων ἁρματηλάτης καὶ ἱπποτρόφος, ἵππους καὶ ἅρματα ἐξω‐ νούμενος τούτῳ καὶ περιπεσὼν μυ‐ ρίοις τοῖς χρέεσιν ἐν ἀπόρῳ ἦν, ὅ τι καὶ δράσειεν. ὅθεν οὐδ’ ἐν νυκτὶ καθεύδειν δυνάμενος ἀνάψας λύχνον ἀπαριθμεῖται ποσά τε τῶν χρεῶν καὶ

### book 2,col 2

τοὺς τόκους. μόλις οὖν πολλὰ συστρέ‐ φων καὶ συσκοπούμενος λύσιν μίαν ἐδόκησε τῶν χρεῶν, εἰ τὸν υἱὸν ἀναπείσει τὴν ἱππικὴν παρεικότα προσφοιτῆσαι Σωκράτει καὶ μαθεῖν τὸν ἥττονα λόγον. μὴ πειθομένου δὲ τοῦ υἱοῦ αὐτὸς ἀφικνεῖται πρὸς τὸ σωκρατικὸν φροντιστήριον. καὶ πολ‐ λὰ μὲν ὑπὸ γήρως δῆθεν καὶ ἀγροικίας ἀστεῖά τινα κινεῖν δυνά‐ μενα γέλωτα φθέγγεται πρὸς τὸν Σωκράτην διαλεγόμενος· τέλος δὲ χορὸς Νεφελῶν ἐν εἴδει φανεὶς γυναικῶν αὐτῷ συμβουλεύει, καὶ ἀνθ’ αὑτοῦ τὸν υἱὸν μόλις πείσας ἄγει Σωκράτει. καὶ μεμαθηκότα τὸν ἥττονα λόγον καὶ ἀντιλέγοντα τοῖς δανεισταῖς χαίρει τοῦτον ἀπολαβὼν μηδὲν αὐτοῖς διδοὺς τῶν χρεῶν, ἀλλὰ καὶ θεοὺς λέγων ὀμνύειν, ὡς οὐδὲν αὐτοῖς χρεωστοίη· ὡς δὲ συμπόσιον ἐπ’ εὐτυχίαις τοιαῖσδε πεποιηκὼς Στρεψιάδης ἑστιῶν ἦν τὸν υἱόν, καὶ ἀντιλέγων ἐκείνῳ ἱκανῶς ἐπατρο‐ τυπτήθη, ἀπεδείκνυ δὲ Φειδιππίδης,

### book 2,col 2

ὅτι καὶ δίκαιόν ἐστι παρὰ τῶν υἱῶν τὸν πατέρα τύπτεσθαι, προσεπι‐ τούτοις δὲ καὶ τὴν μητέρα δικαίως ἔλεγε τύψαι πρὸς παρηγόρημα τοῦ πατρός, ἀγανακτήσας ὁ γέρων μετὰ τῶν σὺν αὐτῷ ὁμοῦ πιμπρᾷ καὶ καταβάλλει δικέλλαις τὸ σωκρατικὸν φροντιστήριον.

### book 3,col 2

τὸ δρᾶμα δὲ τῶν πάνυ γεν‐ ναίων ἐστί, μὴ συντεθὲν ἀχαρίστως εἰς τερατείαν φιλόσοφον.

### book 1

Στρεψιάδης· μαθητὴς Σωκράτους· δοῦλος Στρεψιάδου· χορὸς Νεφε‐ λῶν· Φειδιππίδης, υἱὸς Στρεψιάδου· δίκαιος λόγος· Σωκράτης· ἄδικος λόγος· Πασίας δανειστής· μάρτυς.

### book 1,col 2

Στρεψιάδης· δοῦλος Στρεψιάδου· Φειδιππίδης· Σωκράτης· μαθητὴς Σωκράτους· χορὸς Νεφελῶν· δίκαιος λόγος· ἄδικος λόγος· Πασίας δα‐ νειστής· μάρτυς.

### book 1

ἰοὺ ἰού: ἰαμβικὸς μονόμετρος ὁ στίχος. σχετλιάζει δὲ ὁ Στρεψιάδης ἐπα‐ γρυπνῶν διὰ τὰ χρέα, καὶ διὰ τὸ οὕτως ἐπαγρυπνεῖν καὶ τὴν νύκτα μακρὰν λογιζόμενος.

### book 2a

ὦ Ζεῦ βασιλεῦ: μὴ πείθου τοῖς λαλοῦσιν, ἀλλὰ τοῖς λέγουσιν. πατὴρ γὰρ ἀνδρῶν καὶ θεῶν καὶ βασιλεὺς βασιλέων ὁ Ζεὺς τοῖς Ἕλλησιν ἐνομίζετο καὶ ἐλέγετο, ὡς τὸ πατὴρ ἀνδρῶν τε θεῶν τε καὶ ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων.

### book 2b

τὸ χρῆμα τῶν νυκτῶν: ἡ ὕπαρξις νῦν τῶν νυκτῶν, οὐ πρᾶγμα οὐδὲ τὸ νόμισμα.

### book 2c

τὸ χρῆμα] ἡ ὕπαρξις, τὸ μέγεθος.

### book 3a

ἀπέρατον καὶ ἀπέραντον τὸ μέγα καὶ μακρόν. ἀπέρατον μὲν τὸ ἀδιόδευτον ἐκ τοῦ περάω, περῶ, ὡς ἐπὶ ποταμοῦ ἢ πελάγους. ἀπέραντον δὲ τὸ ἀτελείωτον ἐκ τοῦ περαίνω, τὸ τελειῶ, ὡς ἐπὶ ἔργου. οὕτω νόει μοι, τοὺς σχολιογράφους δ’ ἔα. ἐαρινοῦ δὲ τοῦ καιροῦ πεφυκότος γεγονότος μακραὶ τούτῳ λογίζονται αἱ νύκτες ὡς ἀγρυπνοῦντι διὰ τὰ χρέα καὶ μὴ καθεύδοντι.

### book 3b

ἀπέραντον] ἀτελείωτον.

### book 4

ἀλεκτρυόνος] τοῦ.

### book 5a

οἱ δ’ οἰκέται ῥέγκουσιν: βαθέως ὑπνώττουσιν ἀμεριμνοῦντες. οἰκέται δὲ ἀλλαχοῦ μὲν πάντες οἱ κατὰ τὸν οἶκον ὑπάρχοντες λέγονται, ὡς τὸ οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν. νῦν δὲ οἰκέτας μᾶλλον νόει τοὺς δούλους ἐναντίως οἷς λέγουσιν οἱ σχολιογράφοι. καὶ τοῦτο ἐκ τοῦ κατωτέρου σαφέστερον δείκνυται. φησὶ γὰρ ὅτ’ οὐδὲ κολάσαι ἔξεστί μοι τοὺς οἰκέτας. ῥέγκουσι δὲ ἀντὶ τοῦ ῥέγχουσιν ἀττικῶς. εἰ γὰρ καὶ δασυνταὶ δασυντικοὶ οἱ Ἀττικοὶ καθεστήκασιν, ὅμως ἐνιαχοῦ καὶ ψιλωταὶ ψιλωτικοὶ γίνονται κατὰ Ἴωνάς τε καὶ Αἰολέας, ὡς τὸ πανδοχεῖον καλεῖν πανδοκεῖον καὶ τὸ ῥέγχουσι ῥέγκουσι καὶ

### book 5a

ἕτερα ἄττα βραχέα.

### book 5b

ῥέγκουσιν] ἀττικόν· ἔστι δὲ ποιὰ φωνή· λέγεται δὲ παρὰ Λατίνοις ῥούφλου.

### book 5c

πρὸ τοῦ] ἔρεγχον.

### book 6a

ἀπόλοιο δῆτ’ ὦ πόλεμε: ὁ δαιμόνιος οὑτοσὶ ῥήτωρ Ἀριστοφάνης δαιμονίᾳ μεθόδῳ δεινότητος χρώμενος ἐν τῷ δοκεῖν γελοιάζειν καὶ παίζειν τοιαῦτα συμβουλεύει τοῖς Ἀθηναίοις, μᾶλλον δὲ πλέον προτρέπει ἀπέχεσθαι πολέμου καὶ εἰρηνεῖν ἐπάγων ἐν παραλείψεως σχήματι τὰ ὅσα δυσχερῆ καθεστή‐ κασι τοῦ πολέμου, καὶ ὅτι οὐδὲ τοὺς οἰκέτας ἔξεστι τιμωρεῖν δρῶντας ὅ τι καὶ βούλονται. ἤν τις γὰρ αὐτοὺς τιμωρήσειε, ῥᾷστα πολεμίοις οὖσι τοῖς Λακεδαι‐ μονίοις αὐτομολήσειαν. τὸ αὐτὸ δὲ δρᾷ καὶ ἐν Ἀχαρνεῦσι καὶ Λυσιστράτῃ κἀν τῆς Εἰρήνης τῷ δράματι. οὗ καὶ τὴν δοκοῦσαν αἰσχρορρημοσύνην τῶν λέξεων ὡς πρώτην σεμνότητα κατασπάζομαι διά τε τὸ χρηστὸν τὸ τῆς συμβουλῆς καὶ τὸ τῆς ἐννοίας σεμνόν. ταῦτα περί τε πολέμου νόει συντόμως, καὶ περὶ τοῦ μὴ τολμᾶν κολάζειν τοὺς δούλους, ἔα δὲ σχολιογραφούντων τὰς ἐκ γαστρὸς αὐτῶν συγγραφὰς τὰς ἀργιννούσας καὶ φλυαρούσας. τότε γὰρ ἐν Ἀργιννούσαις οἱ Ἀθηναῖοι λαμπρῶς μᾶλλον τοὺς Λακεδαιμονίους ἐνίκησαν, καὶ τὴν Μιτυλήνην κατασχόντες κατεκληρούχησαν, κἂν τοὺς ἐν τῇ ναυμαχίᾳ πεσόντας αὐτῶν

### book 6a

ἀνελέσθαι διὰ τὸν χειμῶνα οὐκ ἴσχυσαν. οὗτος δὲ ὁ νῦν μνημονευόμενος πόλεμος ἄλλος ἐστίν.

### book 6b

ἀπόλοιο] καὶ φθαρείης.

### book 8a

ὁ χρηστὸς οὑτοσὶ: εἰρωνικῶς τὸν Φειδιππίδην φησίν.

### book 8b

ὁ ... νεανίας] Φειδιππίδης.

### book 8c

χρηστὸς] κατ’ εἰρωνείαν.

### book 9a

ἐγείρεται τῆς νυκτός: ἤτοι οὐκ ἐγείρεται δι’ ὅλης τῆς νυκτός, ἀλλὰ καθεύδει καὶ κάτωθεν ἀναπνεῖ. τὸ παθητικὸν ἀντὶ ἐνεργητικοῦ.

### book 9b

τῆς νυκτός] δι’ ὅλης, κατὰ τὴν νύκτα, ἐν τῷ καιρῷ. ἔστι δὲ τὸ σχῆμα ἀττικόν.

### book 10a

ἐν πέντε σισύραις: μαλλωτοῖς ἐπιβλήμασι πέντε. ἐγκεκορδυλη‐ μένος: σκεπασθείς, εἰληθείς, συγκρυβείς. διαφέρει δὲ σίσυς, σισύρνα καὶ σισύρα. σίσυς πᾶν εὐτελὲς καὶ ῥακῶδες περίβλημα. σισύρνα δέρμα ἄτριχον πολλοῖς τισι, μᾶλλον δὲ μονασταῖς μοναχοῖς φορούμενον ὡς ἱμάτιον. σισύρα δὲ μαλλωτὰ ἐπιβλήματα στρωμναῖς χρησιμεύοντα. ἐγκεκορδυλημένος δὲ ὁ συγκρυβεὶς καὶ σκεπασθείς· ἀπὸ τῆς κορδύλης καὶ τοῦ κονδύλου καὶ συσφιγμοῦ τῶν δακτύλων τῆς χειρός. τινὲς δὲ ἀπὸ τῆς σκεπούσης τὴν κεφαλὴν τῶν ἀνδρῶν κορδύλης, ἥτις καὶ τιάρα καὶ κίδαρις καὶ καυσία καὶ κυνῆ καὶ στεφάνη καὶ περικεφαλαία καὶ ἐπικρατὶς καὶ καμαλαύχιον καυμελαύκιον λέγεται.

### book 10b

τὸ κεφαλοδέσμιον ἡ κορδύλη· ἀπὸ τοῦ τὴν κάραν δέειν καὶ δεσμεῖν.

### book 10c

ἐγκεκορδυλημένος] ἐντετυ‐ λιγμένος. κορδύλη τὸ κεφαλοδέσμιον.

### book 11a

ἀλλ’ εἰ δοκεῖ ῥέγκωμεν: συγκρύπτεται καὶ ὁ Στρεψιάδης ἐν τῇ στρωμνῇ μιμήσασθαι βουλόμενος τὸν υἱόν, πῶς ἐγκεκορδυλημένος καθεύδει. οὐ δύναται δὲ ἀφυπνῶσαι ταῖς μερίμναις τοῦ βίου χρέους δακνόμενος.

### book 11b

ῥέγκωμεν] καὶ ἡμεῖς.

### book 12

δείλαιος] ὁ.

### book 13a

δαπάνης: ἀναλωμάτων, ἐξόδων. φάτνης: τῶν ἵππων· ἐκ τοῦ πε‐ ριέχοντος τὸ περιεχόμενον. καὶ τῶν χρεῶν: καὶ δανείων.

### book 13b

τῆς δαπάνης] παρ’ ὑπόνοιαν· τῶν ἐξόδων.

### book 13c

φάτνης] ⟦ἐξόδ〈ου⟧ τρο〉φῆς τῶν ἵππων.

### book 14a

(15) ὁ δὲ κόμην ἔχων: ἦσαν γὰρ οἱ ἱππεῖς καρηκομόωντες. ἱππάζεται: κελητίζει, ἵππῳ ἑνὶ ἐποχεῖται. ξυνωρικεύεται: ἐπὶ δίφρου δύο ἵππους ἔχοντος ἐποχούμενος ἐλαύνει. διαφέρει γὰρ κέλης, ἅμαξα, ἀπήνη, ξυνωρίς, ἅρμα. κέλης ὁ μόνιππος ἵππος, ἅμαξα ἡ ἐκ δύο βοῶν, ἀπήνη ἡ ἐξ ἡμιόνων δύο, ξυνωρὶς 〈ἡ〉 ἐκ δύο ἵππων, ἅρμα τὸ ἐκ τεσσάρων ἵππων. ξυνωρὶς καὶ πᾶν τὸ ἐκ δύο τινῶν συνεστώς.

### book 14b

κόμην] ἐπιμέλειαν.

### book 15a

ἱππάζεται] ἐπὶ ἑνὶ ἵππῳ ἐπο‐ χεῖται.

### book 15b

ξυνωρικεύεται p. i. m.] ἐξ ἡμισείας ἁρματηλατεῖ, ξυνωρίδι ἵπ‐ πων χρῆται.

### book 16a

ὀνειροπολεῖ θ’ ἵππους: καὶ καθεύδων, κἀν τοῖς ὀνείροις ἱππεύειν δοκεῖ. καὶ ὀνειροπολεῖν μέν ἐστιν ὀνείρους βλέπειν, ὁρᾶν, ὀνειρώττειν δὲ τὸ καθ’ ὕπνους δοκεῖν συνδυάζειν καὶ ἀκουσίως γονορρυεῖν.

### book 16b

ὀνειροπολεῖ] φαντάζεται καθ’ ὕπνους.

### book 17

ὁρῶν ἄγουσαν: ἐγὼ δ’ ἀπόλλυμαι, φησίν, ὁρῶν τὴν σελήνην, ὅταν ἤδη κʹ ἐστὶν ἡμερῶν, συστρέφων πρὸς νοῦν, ὅτι ἡ τριακοστὴ αὐτῆς ἐγγίζει ἤδη καὶ μέλλω τοὺς τόκους ἀποδιδόναι.

### book 18a

ἅπτε παῖ: παῖς κυρίως ὁ δοῦλος ὡς τῇδε καὶ ἐν τῇ παλαιᾷ βίβλῳ, ὡς τὸ “ζῇ, κύριε, ὁ παῖς σου ὁ πατὴρ ἡμῶν”. οὕτω παῖς μὲν ὁ δοῦλος κυρίως λέγεται, λέγεται δὲ καὶ ὁ υἱός. τὸ δὲ παιδίον ἀεὶ ἐπὶ τέκνου λέγεται, οὐκ ἐπὶ δούλου· κἂν παιδίον γὰρ εἴπῃς δούλης, παιδίον ἐκείνης νοεῖς.

### book 18b

χωροῦσιν] προβαίνουσιν εἰς τὸ ἔμπροσθεν.

### book 18c

χωροῦσιν] αὔξουσιν.

### book 18d

παῖ] δοῦλε.

### book 19a

γραμματεῖον ὁ χάρτης, γραμμάτιον δὲ τὸ γράμμα.

### book 19b

τὸ γραμματεῖον] κατάστιχον, τὸ ἔγγραφον.

### book 20

λογίσωμαι] λογαριάσω, ἀνα‐ ψηφίσω.

### book 21a

φέρ’ ἴδω, τί ὀφείλω: παρεπιγραφὴ τὸ σχῆμα. δηλοῦται γὰρ ἐκ τοῦ τὸν Στρεψιάδην τάχα τὸν χάρτην λαβεῖν καὶ λέγειν ἃ λέγει, ὅτι πάντα τὰ κελευσθέντα πεποίηκεν ὁ οἰκέτης, αὐτὸς δὲ τὸν χάρτην λαβὼν καὶ πρὸς τὸν λύχνον ὁρῶν φησιν ἅ φησιν.

### book 21b

ὁ Πασίας δὲ δανειστὴς ἦν. οἱ σχολιογράφοι δὲ αὐτὸν ἱπποτρόφον φασὶν ἀποβαλόντα τὴν περιουσίαν ἱπποτροφοῦντα.

### book 21c

μνᾶν δὲ μὴ κατὰ τοὺς ἀλογίστους τὰ ἑβδομηκονταδύο νομίσματα νόει, ἀλλὰ τὰς ἑκατὸν δραχμάς. περιττὸν δὲ ἐν τούτοις περὶ τοιούτων πραγμάτων λεπτολογεῖν.

### book 21d

δραχμὴ ἓξ ὀβολοί· μνᾶς ἑκατὸν δραχμαί· τάλαντον ξʹ μναί.

### book 21e

φέρ’ ἴδω] παρεπιγραφή.

### book 22a

τί ἐχρησάμην: εἰς τί ἐχρησάμην ταῖς δώδεκα μναῖς, ἢ τί χρῆμα καὶ πρᾶγμα ὠνησάμην αὐταῖς; ἢ ἀντιπτωτικῶς ἀττικῶς· τί καὶ ἐν τίνι πράγματι (23) ἐχρησάμην; εἶτα δῆθεν συνεικώς φησι· συνῆκα, ἐδανεισάμην ταύτας, ὅτ’ ἐπριάμην τὸν κοππατίαν. κοππατίας δὲ ἵππους οἱ σχολιογράφοι τοὺς τὸ κ στοιχεῖον ἐσφραγισμένον ἐν αὐτοῖς ἔχοντας, ὡς καὶ σαπφόρας τοὺς τὸ ς στοιχεῖον ἔχοντας ἐσφραγισμένον, καὶ πολλὰ κατοφρυῶνται τῶν καλλίστως λεγόντων. ἐγὼ δὲ σαπφόρας μὲν τοὺς σειραφόρους καὶ παρηόρους φημί, ἀλλ’ οὐ τοὺς ζυγίους καὶ μέσους. κοππατίας δὲ ἵππους κατὰ τοὺς εἰπόντας καλῶς ἐπικρίνω καλεῖν τοὺς γαύρους καὶ παίζοντας καὶ ταῖς ὁπλαῖς τὸ ἔδαφος πλήττοντας.

### book 22a

οἱ δὲ σχολιογράφοι ψυχρῶς λεγέτωσαν τῇδε καὶ “Βουκέφαλον” “Βουκεφάλαν” καὶ “Ἀλεξάν‐ δρειαν”.

### book 22b

τοῦ] τίνος χάριν ὀφείλω.

### book 22c

τοῦ] ἕνεκα τίνος.

### book 22d

τί ἐχρησάμην] εἰς τί ἐδανει‐ σάμην, ἢ τί ἠγόρασα.

### book 23a

κοππατίας δὲ ἀπὸ τοῦ κό‐ πτειν τὸν πάτον ἤγουν τὸ ἔδαφος.

### book 23b

ὅτ’] συνῆκα.

### book 23b,col 2

συνῆχ’.

### book 23c

κοππατίαν] ὄνομα ἵππου. παρήχησις τὸ σχῆμα.

### book 23d

κοππατίαν] ἵππον.

### book 24a

εἴθ’ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ: εἴθε, φησί, λίθῳ βληθεὶς ἔκ τινος ἐξεκόπην καὶ ἐξεβλήθην τὸν ὀφθαλμὸν ἢ ὠνήσασθαι κοππατίαν ἵππον ἐπὶ δανείῳ καὶ τόκοις. τοῦτο δὲ παίζων εἶπε σχῆμα ποιήσας παρήχησιν, τὸ “κοππατίας” καὶ “ἐξεκόπην”.

### book 24b

ἐξεκόπην πρὸς “τὸν κοπ‐ πατίαν” τὸ “ἐξεκόπην”.

### book 25a

Φίλων ἀδικεῖς: ὁ Φειδιππίδης οὕτω διακαῶς περὶ τὴν ἱππικὴν καὶ διφρευτικὴν διακείμενος κἀν ὀνείροις μετά τινος Φίλωνος ἡλικιώτου δοκεῖ συνδιφρεύειν καὶ αὐτῷ αἰτιᾶσθαι ὡς δῆθεν αὐτοῦ προδιφρεύοντι καὶ τὴν ὁδὸν τῶν τούτου ἵππων κωλύοντι.

### book 25b

Φίλων] ὦ.

### book 25c

Φίλων ... δρόμον] ὀνειρο‐ πολῶν λέγει ταῦτα.

### book 26

τοῦτ’ ἔστι τοῦτο τὸ κακὸν: ὁ Στρεψιάδης δυσφορῶν ἐπὶ τοῖς δανείοις καὶ τόκοις καὶ τὸν υἱὸν κἀν ὀνείροις ἀκούων τοιαῦτα ληροῦντα· τοῦτο, φησί, τὸ ἱππεύειν αὐτὸν καὶ διφρεύειν, ἐστὶν ὅ με ἀπώλεσεν.

### book 28a

πόσους δρόμους: ὡς ἐν ὀνείροις ὁ νεανίας, ἀλλ’ οὐκ ἐγρηγορὼς οὐδὲ ἔξυπνος, ταῦτα φθεγγόμενος τοῦ ἀληθοῦς παρασυρόμενος σφάλλεται. δέον γὰρ εἰπεῖν· πόσους ἐλαύνουσι τὰ ἁμιλλητήρια; τὰ πολεμιστήρια, εἶπε, πόσους ἐλαύνουσιν; ἕνα γὰρ τὰ πολεμιστήρια δρόμον ἐλαύνουσιν, ὃν εὗρε Θησεύς, ὡς οὗτοί φασιν, ἐμοὶ μὲν οὐ καλῶς λέγειν δοκοῦντες, ἑτέροις δὲ ἴσως ἂν καὶ παγκάλως. πολεμιστήρια δὲ αὐτὸς τὰ πολεμικά φημι λέγειν τὸν νεανίαν, ἐν οἷς πολεμοῦντες ἐν τοῖς πολέμοις τινὲς ἢ ἀναιροῦσι τοὺς ἐναντίους ἢ ἀναιροῦνται. οὕτω δέ φημι τὸν νεανίαν εἰπεῖν ἐν ὀνείροις παρασφαλέντα καὶ γλώττῃ καὶ λογισμῷ. οὐδὲ γὰρ εἰπεῖν ἀνέχομαι κἂν τὸν ὁπλίτην δρόμον πολεμιστήριον,

### book 28a

ὃν οὗτοι Θησέα φασὶν ἐφευρεῖν. ὁ γὰρ ὁπλίτης δρόμος πεζῶν ὑπῆρχεν, οὐ διφρευτῶν. ἀκουέτω γοῦν παρ’ ἡμῶν ὃς ἐθέλει καὶ περὶ δρόμων. τρεῖς μὲν ἦσαν δρόμοι πεζῶν· ὁ ὁπλίτης, ὁ δίαυλος καὶ ὁ δόλιχος. καὶ οἱ μὲν τὸν ὁπλίτην τρέχοντες δρόμον, ὃς ἐκαλεῖτο καὶ σταδιαῖος, πανοπλίας ἐνδεδυμένοι ἀπὸ τῆς ἀφετηρίας ἔτρεχον καὶ μέχρι μόνου καμπτῆρος. οἱ δὲ τὸν δίαυλον θέοντες οὐ πανοπλίας ἐνδεδυμένοι, μόνας δὲ ἀσπίδας καὶ περικεφαλαίας καὶ δόρυ κατέχοντες, ἀπὸ βαλβίδος μέχρι καμπτῆρος ἀνῄεσαν κἀκ τοῦ καμπτῆρος πάλιν εἰς τὴν ἀφετηρίαν κατέθεον. οἱ δολιχοδρομοῦντες δὲ ψιλῶς ἑπτάδρομον ἐποιοῦντο τὸν δρόμον, τρὶς μὲν ἀνιόντες, τρὶς δὲ κατιόντες, καὶ πρὸς τὸν καμπτῆρα τὸν ἕβδομον δρόμον ἐκτερματοῦντες. οἱ δίφροι δὲ καὶ τὰ ἅρματα

### book 28a

δωδεκάκις τοὺς καμπτῆρας τὰς καμπτηρίας ἐποίουν. πολεμίζω δὲ ἀττικῶς καὶ πολεμιστήριον.

### book 28b

ἐλᾷ] ἐλαύνουσι.

### book 28c

τὰ πολεμιστήρια] τὰ ἁμιλλη‐ τήρια.

### book 28d

τὰ πολεμιστήρια] ὤφειλεν εἰπεῖν· τὰ ἁμιλλητήρια· ἀλλὰ διότι κοιμᾶται.

### book 29

πολλοὺς] εἰς.

### book 30

ἔβα με] ἔβη, προῆλθεν, ηὔ‐ ξησεν εἰς ἐμέ.

### book 31a

ἔβα καὶ ἐπῆλθεν εἰς ἐμὲ μετὰ τὸν Πασίαν ἕτερον χρέος, τρεῖς μναῖ ἕνεκα δίφρου ἤγουν περιφερείας ἅρματος, καὶ ἕνεκα τροχῶν ἤτοι ἕνεκα ὅλου ἅρματος, δοθεῖσαι τῷ Ἀμυνίᾳ. καὶ οὗτος ὁ Ἀμυνίας εἷς ἦν τῶν διφρηλασίαις καὶ ἱππικῇ τῆς περιουσίας ἐστερημένων. νῦν δὲ οὐκ αὐτόν, ὥς φασιν, ἀλλ’ Ἀμινίαν τὸν ἄρχοντα κωμῳδῆσαι βουλόμενος, δεδιὼς αὐτόν τε τὸν ἄρχοντα καὶ τὸν τοῖς κωμῳδοῖς κείμενον νόμον, τὸ μὴ κωμῳδεῖν ἀνεπικαλύπτως τοὺς ἄρχοντας, μεθ’ ὑποστολῆς καὶ λαθραίως παραγραμματίσας καὶ τὸ ἰῶτα τρέψας εἰς υ Ἀμυνίᾳ εἶπε, καὶ οὐκ Ἀμινίᾳ.

### book 31b

τρεῖς] τρῖς.

### book 31c

μναῖ] λίτραι.

### book 31d

διφρίσκου] ἕνεκα μικροῦ ἅρ‐ ματος.

### book 31e

Ἀμυνίᾳ] δοθεῖσαι τῷ Ἀμυ‐ νίᾳ.

### book 32a

ἄπαγε τὸν ἵππον ἐξαλίσας: ἔτι καθεύδων καὶ ὀνειροπολῶν Φειδιπ‐ πίδης δοκεῖ οἴεται πληρῶσαι τὸν δρόμον τὸν ἱππικὸν καὶ κελεύει δῆθεν τῶν ὑπουρ‐ γούντων τινὶ πρὸς κόνεως κυλίστραν τὸν ἵππον ἐξαγαγεῖν κυλισθῆναι.

### book 32b

ἄπαγε] ὦ δοῦλε.

### book 32c

ἐξαλίσας] κυλισθῆναι ποιή‐ σας. ἀλινδήθρα ἡ κυλίστρα.

### book 33a

ἀλλ’ ὦ μέλε’ ἐξήλικας: πρὸς ταῦτα ὁ Στρεψιάδης φησίν· ἀλλ’ ὦ μέλεε, ἄθλιε καὶ μὴ ἐλέους τυχεῖν ἄξιε, σὺ μὲν ἐμὲ ἐξήλικας, καὶ ἐξεκύλισας ἐκ τῶν ἐμῶν ἤτοι τῆς περιουσίας με ἀπεστέρησας.

### book 33b

ἐξήλικας] ἐξεκύλισας, ἔφθει‐ ρας, ἐξέβαλες.

### book 34a

ὅτε καὶ δίκας ὤφληκα: ἤτοι πρὸς τῷ ζημιωθῆναί με τοῖς σοῖς ὑποψύχροις ἱππεύμασι τόσοις περιπεσόντα τοῖς χρέεσι καὶ εἰς δικαστήριον ἕλκομαί τισι δανεισταῖς, ἑτέροις δὲ καὶ ἀπαιτοῦμαι ὑπὲρ τόκων αὐτοῖς ἐνεχυρά‐ σασθαι ἤτοι ἕτερα δοῦναι τούτοις ἐνέχυρα.

### book 34b

τόκου] ἕνεκεν.

### book 35a

ἐτεόν, ὦ πάτερ: ταῦτα ὁ Φειδιππίδης οὐκέτι καθεύδων, ἀλλ’ ἐγρηγορὼς ἀλλὰ γρηγορῶν λέγει ἀκηκοὼς ἀγανακτοῦντος αὐτοῦ τοῦ πατρός.

### book 35b

ἢ λαβεῖν ἐμὲ ὡς ἐνέχυρον.

### book 35c

ἐνεχυράσασθαί] ἐνέχυρα λα‐ βεῖν.

### book 36a

τί δυσκολαίνεις: δυσφορεῖς, θλίβῃ, καὶ στρέφομαι, στρέφει ἀττικῶς, μὴ ἠρεμῶν ἐν τῇ κλίνῃ.

### book 36b

δυσκολαίνεις] δυσχεραίνεις.

### book 36c

τὴν νύχθ’] κατά.

### book 37a

δάκνει μέ τις δήμαρχος: οὐ ψύλλαν οὐδὲ κόριν νῦν φησιν, ὥς τινες οἴονται τὸν δήμαρχον λέγειν, ἀλλὰ τὴν τῶν χρεῶν ἕνεκα μέριμναν τὴν μὴ ἐῶσαν αὐτὸν ἀφυπνοῦν, ὥσπερ οἱ δήμαρχοι ἀπογραφάς τε ποιούμενοι τῶν ἐν ἑκάστῳ δήμῳ χωρίων καὶ πάντα λεπτῶς ἀκριβολογούμενοι καὶ μηδὲν παρεῶντες ἀνεπιτήρητον.

### book 37b

διασύρει τοὺς δημάρχους ὡς καταφρονοῦντας τῶν Ἀθηναίων.

### book 37c

δήμαρχός τις] ἤγουν ἡ μέρι‐ μνα τῶν χρεῶν.

### book 38a

καταδαρθεῖν: κυρίως καταδαρθεῖν τὸ ἐν δέρμασι κοιμηθῆναι, νῦν δὲ τὸ ἁπλῶς κοιμηθῆναι. Ἀττικοὶ δὲ οὐ γράφουσι περισπωμένως “καταδαρ‐ θεῖν”, ἀλλὰ βαρυτόνως “καταδάρθειν”. ταῦτα εἰπὼν ὁ Φειδιππίδης πάλιν αὖθις (39) κοιμᾶται συγκαλυψάμενος. διὸ καὶ ὁ Στρεψιάδης φησί· σὺ κάθευδε, τὰ δὲ χρέα ταῦτα, γίνωσκε, εἰς τὴν σὴν κεφαλὴν τραπήσονται, ἤτοι εἰς σὲ τείνει ἡ τούτων ζημία. ἂν γὰρ ἐνδεὴς ἐγὼ θάνοιμι, πολλῷ σὺ ἐνδεέστερος περιλειφθήσῃ καὶ ὡς κληρονόμον οἱ δανεισταὶ σὲ ἑλκύσουσιν ἀποδοῦναι τὸ ὄφλημα.

### book 38b

καταδαρθεῖν] κυρίως ἐπὶ δερμάτων κοιμᾶσθαι.

### book 38b,col 2

δαιμόνιε: ἀθλιώτατε.

### book 40a

40] ἤγουν ἀποθανόντος ἐμοῦ.

### book 40b

τρέψεται] τραπήσεται.

### book 41a

φεῦ: ἐν μνείᾳ γενόμενος ὁ Στρεψιάδης τῆς πρὶν ἀγροδιαίτου περιουσίας αὐτοῦ καὶ τῆς μετὰ τὸν ἀστικὸν γάμον δαπάνης καὶ τῆς ἐνδείας καὶ τῶν χρεῶν τὸ “φεῦ” ἀναφθέγγεται καὶ τῇ προμνηστρίᾳ τῶν γάμων ἀρᾶται.

### book 41b

προμνήστρι’] ἡ λεγομένη προξενήτρια, μαυλίστρια.

### book 41b,col 2

προμνήστρια: ἡ προξε‐ νήτρια.

### book 42

ἐπῆρε] ἐκίνησε.

### book 42,col 2

ἐπῆρε: ἀνέπεισε, ἀνεπτέρωσε.

### book 43,col 2

ἀγρότης βίος: ἡ περιουσία.

### book 44a

εὐρωτιῶν: σηπόμενος τῷ εἰκῇ καὶ μάτην κεῖσθαι. ἀκορήτως: καταπεφρονημένως, ἀφροντίστως.

### book 44b

εὐρωτιῶν] σεσηπωμένος.

### book 44c

ἀκόρητος p.i.m.] ἀνεπιμέ‐ λητος, ἀκαλλώπιστος, ἀτημέλητος· ἀπὸ μεταφορᾶς τῆς κόρης τῆς μὴ καλλωπιζομένης.

### book 45a

βρύων μελίτταις: ἤτοι πλήρης ὢν μελισσῶν καὶ προβάτων, ἐλαίου καὶ οἴνου καὶ πάντων ἁπλῶς τῶν εἰς βίον χρησίμων. στέμφυλα δὲ λέγονται τὰ τῶν ἐλαιῶν καὶ τῶν σταφυλῶν δέρματα, γίγαρτα δὲ οἱ τῶν σταφυλῶν κόκκοι.

### book 45b

στεμφύλοις] δέρμασι σταφυ‐ λῶν, ἐλαιῶν.

### book 46a

Μεγακλέους τοῦ Μεγακλέους: ἐδιπλασίασε τὸ ὄνομα, καθ’ ἡμᾶς ἵν’ ὄγκον καὶ ὕψος ἐπιθείη τῷ γένει τῷ Μεγακλέους. ἦν γὰρ ὁ Μεγακλῆς οὗτος τοῦ γένους τῶν Ἀλκμαιονιδῶν τεθριπποτρόφων ὀλυμπιονικῶν πλουσίων ἀνδρῶν, ὧν Ἀλκμαίονα πρόγονον ὑπέρπλουτον ὁ Κροῖσος ἐποίησε. λέγεται δὲ παῖς ὑπάρχειν ὁ Μεγακλῆς Κοισύρας πλούτῳ καὶ γένει τὰς ἐρετριακὰς ὑπερτρεχούσης γυναῖκας, ἀφ’ ἧς ἔλεγον Ἐρετριεῖς ἐγκεκοισυρῶσθαι τὸ μέγα φρονεῖν· τινὲς δὲ δοῦλον εἶναι τοῦτόν φασιν.

### book 46b

Μεγακλέους τοῦ Μεγακλέους κατ’ ἐπίτασιν.

### book 47a

ἀδελφιδὴν: ἀδελφῆς ἢ ἀδελφοῦ θυγατέρα, ἣν οἱ ἰδιῶται καλοῦσιν ἀνεψιάν. ἀνεψιοὶ γὰρ κυρίως οἱ ἀδελφῶν λέγονται παῖδες, ὥσπερ ἄλλοι φασὶ περιττοὶ καὶ ὁ Δημοσθένης Ὅμηρός τε ἡ κορυφὴ τῶν ἁπάντων σοφῶν.

### book 47b

ἄγροικος ὢν ἐξ ἄστεος: ἀγροδίαιτος ἤτοι ἀγρότης ὢν ἔγημα ἐξ ἄστεος ἤτοι πολίτιδα γυναῖκα τὴν ἣν ἔφην. ἄγροικος προπαροξυτόνως ὁ ἀνόητος καὶ βάρβαρος καὶ ἀπαίδευτος, ἀγροῖκος δὲ ὁ ἐν ἀγροῖς οἰκῶν καὶ χωρίοις. Ἀττικοὶ δὲ καὶ τὸν ἄγροικον ἀγροῖκον λέγουσι προπερισπωμένως, ὡς τὸ τρόπαιον τροπαῖον καὶ τὰ ὅμοια.

### book 47c

ἀδελφιδὴν] ἀνεψιάν.

### book 47d

ἐξ ἄστεος] ἔγημα.

### book 48a

σεμνήν: ὑπερήφανον, ὑψηλήν, ἐπηρμένην, ἀλαζόνα. ἐγκεκοισυρω‐ μένην: τὰ Κοισύρας φρονοῦσαν, κομπαστικήν, φρυάγματος πλήρη, μεγαλόφρονα κατὰ τὴν Κοισύραν τὴν πρόγονον ταύτης.

### book 48b

σεμνήν] ἐπηρμένην.

### book 48c

ἐγκεκοισυρωμένην p.i.m.] τὰ Κοισύρας φρονοῦσαν· ἐξ οὗ καὶ “κοισυροῦταί τις”, ὁ κατὰ τὴν Κοισύραν καλλωπιζόμενος καὶ κομ‐ πάζων· ἤγουν κομπαστικήν.

### book 49a

ταύτην ὅτ’ ἐγάμουν: ὅτε ἠ⟦γα⟧γόμην εἰς γυναῖκα καὶ τὴν τῆς γαμηλίας ἡμέραν ἑώρταζον. τοῦτο γάρ ἐστι τὸ γαμεῖν. ὃ δέ φασιν οἱ ἀσελγεῖς καὶ αἰσχρόστομοι τὴν φύσει σεμνὴν λέξιν εἰς αἰσχρὰν αὐτῶν τῷ νῷ μετα‐ τρέψαντες, οὐ γάμος καλεῖται, ἀλλ’ ὁμιλία, συνάφεια, μίξις, συνδυασμός, συγκατάκλισις καὶ ἕτερα μυρία τοιαῦτα ὀνόματα. συγκατεκλινόμην: ἐζευγνύμην, ἐμιγνυόμην.

### book 49b

ἐγάμουν] εἰς γάμον ἠγόμην.

### book 50a

ὄζων τρυγός: ἁπλῶς εἰπεῖν πλουτῶν πᾶσι πράγμασι τοῖς ἐξ ἀγρῶν τῷ βίῳ χρησίμοις. ὁ δὲ τροπικῶς εἶπεν ἠθικωτέρως· ὄζων καὶ ἀποπνέων ἀγροικικῆς δυσοσμίας· τρυγὸς καὶ οἴνου· τρασιᾶς, ἐρίων καὶ μαλλῶν προβάτων, ἤτοι προβάτων· περιουσίας, θησαυροῦ θησαυρισμοῦ πραγμάτων καὶ ἀποθέσεως διὰ περιττότητα. τοῦτο γὰρ ἡ περιουσία, περιττότης τις καὶ ἀπόθεσις τῶν εἰς οὐσίαν καὶ ὕπαρξιν χρησίμων. τρασιὰ ταρσιὰ δέ ἐστι πᾶν ξηραντήριον σταφυλῶν, σύκων, τυρῶν, κρεῶν, ἰχθύων, πάντων τῶν τοιούτων ἁπλῶς ξηραντήριον.

### book 50b

ὄζων] ἀποπνέων.

### book 50c

τρυγός] οἴνου.

### book 50d

τρασιᾶς] ὀσμῆς.

### book 51a

ἡ δ’ αὖ μύρου, κρόκου: ἐγὼ μέν, φησίν, ὅτε συγκατεκλινόμην αὐτῇ, τοιαύτης ὦζον ὀσμῆς, ἡ δὲ γυνὴ ὦζε μύρου, κρόκου καὶ ἀρωμάτων ἑτέρων. καταγλωττισμοῦ: καθ’ ἑτέρους εἴδους αἰσχρῶν φιλημάτων, κατὰ δ’ ἡμᾶς σειρηνικῆς περιεπείας καὶ ὁμιλίας λόγων εὐτραπέλων καὶ κωτιλότητος· αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα ἐμὴν κενοῦσα καλιήν. (52) δαπάνης: ἀναλωμάτων, ἐξόδου, καινοτομίας. λαφυγμοῦ: καταβρώ‐ σεως καὶ ἐκκενώσεως πραγμάτων. Κωλιάδος, Γενετυλλίδος: ἀφροδισίων καὶ συνουσίας· Κωλιὰς γὰρ καὶ Γενετυλλὶς Ἀφροδίτης ἐπίθετα. Γενετυλλὶς μὲν γὰρ λέγεται ὡς γενέσεως ἔφορος. Κωλιὰς δὲ ὀνομάζεται οὕτως· οἱ μέν

### book 51a

φασιν ἀττικὸν νεανίαν τινὰ κατασχεθέντα λῃσταῖς ἢ τυράννῳ δεθῆναι τῶν κώλων ἤγουν ἐκ τῶν μηρῶν ἢ τῶν βραχιόνων. τὴν ἀρχιλῃστοῦ δὲ θυγατέρα ἢ τοῦ τυράννου—τινὲς δὲ τὴν γυναῖκα, οὐ τὴν θυγατέρα φασίν—ἐρασθεῖσαν λῦσαι τὸν νέον· ὃς Ἀθήναζε ἀφικόμενος χαριστήρια τῇ Ἀφροδίτῃ ναὸν ᾠκο‐ δόμησε Κωλιάδος αὐτὸν ὀνομάσας ὡς ῥυσαμένης αὐτὸν δεδεμένον τῶν κώλων. οἱ δὲ ταύτην τὴν Ἀφροδίτην φασὶ Κωλιάδα καλεῖσθαι, ὅτι ὁ τόπος, ἔνθα τιμᾶται, ἀνδρὸς κώλοις ἔοικεν. ἕτεροι δέ φασιν· Ἴωνος ἐκεῖ θύοντος κόραξ καταπτὰς ἀφήρπασε τὴν κωλὴν καὶ ἐν ἐκείνῳ τῷ τόπῳ ἀπέθετο. καὶ οὕτως ἀπὸ τοῦ τόπου καὶ τοῦ συμβάματος ἡ Ἀφροδίτη ἐκλήθη.

### book 51b

καταγλωττισμάτων] εὐτρα‐ πέλων λόγων, ἤγουν γλυκέων.

### book 52a

λαφυγμοῦ] ἐκκενώσεως.

### book 52b

Κωλιάδος] ἀφροδισίας.

### book 52c

Γενετυλλίδος] αἰτία γεννή‐ σεως.

### book 53a

ἀλλ’ ἐσπάθα: οὐ μὴν ἐρῶ καὶ εἴποιμι, ὡς ἀργὸς καὶ ἀργὴ ἦν ἡ γυνή— ἀττικὸν δὲ τουτί ἀττικῶς—ἀλλ’ ἐσπάθα, λίαν ἐτρύφα τὴν περιουσίαν ἐμοῦ ἐξαντλοῦσα θοίναισιν ὄλβον ἐκχέουσα τλήμονος. σπαθᾶν δὲ τὸ λίαν τρυφᾶν εἴρηται ἀπὸ τῶν γυναικῶν τῶν πάνυ σπουδαίων εἰς τὸ ἐργάζεσθαι, καὶ σπαθᾶν καὶ συντονωτέρως κινεῖν τὰς ὑφαντικὰς σπάθας εἰς τὸ ἐργάζεσθαι.

### book 53b

ἐρῶ] εἴπω.

### book 53c

ἐσπάθα] κατήσθιεν.

### book 54

ἐγὼ δ’ ἂν αὐτῇ πρόφασιν: ἐγὼ δὲ αὐτῇ τὸ ἄγροικόν μου τόδε ἱμάτιον δεικνὺς προφάσει πενίας ἔλεγον· ὦ γύναι, λίαν σπαθᾷς.

### book 55

σπαθᾷς] τρυφᾷς.

### book 57a

πότην λύχνον: ἢ τὸ ὄστρακον αὐτὸ καὶ αὐτὸν τὸν λύχνον πότην φησί· πολλὰ γάρ εἰσιν ὄστρακα ὑπόσομφα καὶ πίνουσι ῥᾳδίως τὸ ἔλαιον· ἢ τὸ ἐλλύχνιον (59) λέγει· τὰ παχέα γὰρ τῶν ἐλλυχνίων ἀναλίσκει ῥᾳδίως τὸ ἔλαιον. θρυαλλίδες δὲ οἱ τοῦ πυρὸς σπινθῆρες κυρίως καλοῦνται, καταχρηστικῶς παραχρηστικῶς δὲ νῦν τὸ ἐλλύχνιον λέγει. ἔα δὲ τοὺς σχολιγράφους λέγειν “κυρίως θρυαλλίδας τὰ ἐλλύχνια, ὅτι ἀπὸ τοῦ θρύου ἦν πάλαι τὰ ἐλλύχνια”.

### book 57b

τὸν πότην] τὸν καταναλί‐ σκοντα τὸ ἔλαιον συντόμως ἤγουν τὸν σομφώδη.

### book 59

θρυαλλίδων] ἀπό.

### book 60a

μετὰ ταῦθ’ ὅπως: μετὰ τὰ πρὸς τὸν δοῦλον λεχθέντα πάλιν τῆς διηγήσεως ἅπτεται καί φησιν· ὡς δ’ ἡμῖν ἐγεννήθη υἱός, ἐμοί τε καὶ τῇ ἀγαθῇ γυναικί, εἰρωνικῶς, ἐλοιδορούμεθα καὶ ἀπεμαχόμεθα, ποίαν κλῆσιν θείημεν (63) τούτῳ. ἡ μὲν γὰρ ἵππον προσετίθει, σύνθετον ὄνομα ἐξ ἵππου συντεθειμένον ἐβούλετο θεῖναι κλῆσιν τῷ υἱῷ, Ξάνθιππον ἢ Χάριππον. ὁ Ξάνθιππος πατὴρ ἦν ἐκείνου τοῦ Περικλέους, ὃς ἦν τοῦ Ἀλκμαιονιδῶν γένους, ἐφ’ οἷς τὸ γύναιον ἐσεμνύνετο καὶ μᾶλλον ἐπὶ Μεγακλεῖ υἱῷ τελοῦντι Ἀλκμαίονος, ὃν Κροῖσος ὑπερεπλούτισεν. ὃς Μεγακλῆς ἱπποτροφῶν τρισσάκις Ὀλύμπια ταῖς αὐταῖς ἵπποις ἐνίκησε καὶ τεθνηκυίας ταφῆς κατηξίωσεν. ἀλλὰ τὰ τῆς τῶν ἵππων ταφῆς ὕστερα. ὁ αὐτὸς Μεγακλῆς καὶ ὑπὸ Πεισιστράτου ἐξοστρακισθεὶς πάλιν ὑπ’ αὐτοῦ ἀνεκλήθη, ὅτι νενικηκὼς ἅρματι τεθρίππῳ ἐν Ὀλυμπίᾳ οὐχ ἑαυτῷ τῆς νίκης τὸ κήρυγμα, ἀλλὰ τῷ Πεισιστράτῳ ἀνέθετο.

### book 60b

ὅπως] ἡνίκα· ἢ ἀντὶ τοῦ “ὡς”.

### book 61

ἀγαθῇ] εἰρωνεία.

### book 62a

ταῦτ’] οὕτως.

### book 62b

ἐλοιδορούμεθα] ἐφιλονεικοῦ‐ μεν.

### book 65

τοῦ πάππου: ἀντὶ τοῦ “ἐκ τοῦ πάππου” ἤγουν τοῦ ἐμοῦ πατρὸς Φείδωνος κλῆσιν ἐτιθέμην τῷ υἱῷ Φειδωνίδην.

### book 66a

τέως μὲν οὖν: μέχρι μὲν οὖν χρόνου τινὸς ἐκρινόμεθα καὶ διεμαχόμεθα καὶ ἠμφισβητοῦμεν περὶ τῆς κλήσεως. εἶτα κοινῇ καὶ κοινῶς συνέβημεν καὶ ὡμογνωμονήσαμεν καὶ Φειδιππίδην ἐθέμεθα.

### book 66b

ἐκρινόμεθ’] ἐμαχόμεθα.

### book 67

ξυνέβημεν] ὡμογνωμονήσα‐ μεν.

### book 68a

ἐκορίζετο: ὡς κορίδιον ἤτοι κόριον, μικρὸν βρεφύλλιον ὁτὲ μὲν ταῖς ἀγκάλαις περιφέρουσα, ὁτὲ δὲ ταῖς χερσὶ μικρὸν ἀναπάλλουσα, ἔλεγε δῆθεν (69) εἰς εὐμοιρίαν τινὰ συμβησόμενα τῷ παιδί· ὅταν σὺ μέγας ὢν ἤτοι ἀνὴρ γενόμενος, ἢ μᾶλλον εὔμοιρός τις καὶ περίβλεπτος ἐφ’ ἅρματος ὀλυμπιονίκης (70) ἢ θριαμβονίκης ἐλαύνων πρὸς πόλιν καὶ τὴν ἀκρόπολιν, ξύστιδα καὶ πορφυροῦν ἐνδεδυμένος ἱμάτιον, ἢ ξυστίδα ὡς πορφυρίδα ὑποκοριστικῶς.

### book 68b

ἢ λαμβάνους’ ἐκορίζετο.

### book 68c

λαβοῦς’] ἡ γυνή.

### book 68d

ἐκορίζετο] ἐκολάκευε.

### book 69

ὅταν] ποτέ.

### book 70

ξυστίδ’ ἔχων] πορφυροῦν ἱμά‐ τιον φορῶν.

### book 70,col 2

ξυστίδ’] πορφυρίδα.

### book 71a

τὰς αἶγας ἐκ τοῦ φελλέως: Φελλεύς τις καλούμενος τόπος ἐν ταῖς Ἀθήναις ὑπῆρχεν. ἀλλὰ καὶ περὶ τὸν Διόνυσον ἦν τις ἑορτὴ Φελλὸς καλουμένη, ἥτις ἀρχομένων τῶν Διονυσίων ἐγίνετο. ἄλλως: Φελλεὺς τόπος ἐστὶν ἐν τῇ Ἀττικῇ κισσηρώδης, τραχὺς καὶ λιθώδης, ὅθεν καὶ Φελλεὺς ἐπεκλήθη· Δωριεῖς γὰρ φελλεάτας καλοῦσι τοὺς τραχυτάτους τόπους. καὶ αἱ αἶγες δὲ τοὺς παρακρήμνους τόπους διώκουσιν.

### book 71b

ὅταν] ποτέ.

### book 71c

τοῦ φελλέως] ὄνομα τόπου.

### book 71d

ἐκ τοῦ φελλέως] ἐξάγῃς.

### book 72a

διφθέραν ἐνημμένος: οὐχ ὑφαντὸν ἐνδεδυμένος ἱμάτιον, προβάτου δὲ δέρμα, ποιμενικὸν ἄμφιον.

### book 72b

ἐνημμένος] ἐνδεδυμένος.

### book 74a

ἵππερόν: ἀλλὰ κατέχεέ μου, φησί, τῶν χρημάτων ὥσπερ νόσον τινὰ ἴκτερον τὸν ἵππερον, καὶ τὴν ἐπιθυμίαν τὴν ἱππικήν, νόσον ὀδυνηράν τινα καὶ δαπανηρὰν καὶ τὰ χρήματά μου ἐξαναλοῦν δυναμένην.

### book 74b

ἵππερόν] ἵππουρον.

### book 74c

ἵππερόν] ἱππικὸν ἔρωτα καὶ ἱππικὴν νόσον· παρ’ ὑπόνοιαν οἱονεὶ ἴκτερον.

### book 75a

νῦν οὖν ὅλην τὴν νύκτα: νῦν οὖν, φησίν, ὅλην τὴν νύκτα ἐπαγρυπνῶν τε καὶ βουλευόμενος βουλὴν ἀμυδρὰν καὶ παραίνεσιν μίαν σωτήριον εὕρηκα ἐμοί τε καὶ τοῖς ἐμοῖς χρήμασιν, ἥτις ἐστὶ τὸ Φειδιππίδην πεῖσαι παρὰ Σωκράτει φοιτᾶν, ὅπερ εἰ γένοιτο, σῴζομαι. οὗτός ἐστιν ὁ νοῦς τοῦ παρόντος χωρίου, ὁ (76) δὲ ῥητορικῶς εἶπε τροπικωτέρως ὡς ἐπὶ ὁδοῦ· “ἀτραπόν” καὶ πάνυ στενώτατον μονοπάτιον.

### book 75b

ὁδοῦ] μεθόδου.

### book 76a

ἀτραπὸς ἀπὸ τοῦ α στερη‐ τικοῦ καὶ τοῦ τρέπω, τὸ λεγόμενον μονοπάτιον.

### book 76b

ἀταρπὸν] πρόφασιν, βουλήν.

### book 76c

ὑπερφυᾶ] συνετήν.

### book 77a

ἣν] εἰς.

### book 77b

ἀναπείσω] μετελθεῖν.

### book 77c

τουτονί] τὸν παῖδα.

### book 77d

τουτονί] ἐλθεῖν.

### book 78

ἀλλ’ ἐξεγεῖραι: ὅλην τὴν νύκτα φροντίζων ὁ Στρεψιάδης καὶ βου‐ λευόμενος, πῶς τὸν υἱὸν ἀποπαύσει τῆς ἱππικῆς καὶ ἑαυτῷ σωτήριος γένοιτο, (79) ἐφεῦρε μόλις τὸ πεῖσαι τοῦτον παρὰ Σωκράτει φοιτᾶν. νῦν οὖν σκοπεῖ καὶ τοῦτο μετὰ τῶν ἄλλων, ὅπως ἂν αὐτὸν ἀλύπως ἐξεγείρῃ κοιμώμενον καὶ τὴν συμβουλήν τε καὶ παραίνεσιν εἴπῃ, ἵνα μὴ ἀηδῶς ὁ νέος τὰ περὶ τῆς εἰς (80) τὸν Σωκράτην ἀφίξεως δέξηται, καὶ ὑποκορίζων αὐτὸν καλεῖ φιλικῶς τε καὶ κολακικώτερον· Φειδιππίδη, Φειδιππίδιον. ὁ δέ· τί, ὦ πάτερ; φησίν. (81) καὶ ὁ Στρεψιάδης· φίλησόν με τοῖς χείλεσι καὶ δός μοι τὴν χεῖρα τὴν δεξιὰν εἰς πίστωσιν δῆθεν, ὡς ποιήσειας, ἅ σοι ἐρῶ, καὶ οὐκ ἀτελῆ ταῦτα ἐάσειας.

### book 81a

κῦσόν] φίλησον.

### book 81b

τὴν ... δεξιάν] εἰς πίστωσιν δῆθεν ἅ σοι ἐρῶ.

### book 82a

ἰδοὺ τί ἐστιν: ἃ ὁ πατὴρ ἐνετείλατο ποιήσας ὁ Φειδιππίδης φησίν· ἰδού, ἅ μοι ἐκέλευσας πεποιηκέναι, πεποίηκα. τί ἐστι τοῦ λοιποῦ καὶ εἰς τίνα σκοπὸν ταυτὶ ἀποβλέπει; τὸ δὲ “ἰδοὺ τί ἐστιν” παρεπιγραφὴ καλεῖται τὸ σχῆμα. ἃ γὰρ ἀνωτέρω οὐκ ἔγραψεν ὅτι πεποίηκεν ὁ νεανίας, τὸ φιλῆσαι δηλονότι τὸν πατέρα καὶ δοῦναι τούτῳ τὴν δεξιάν, ἐν τῷ εἰπεῖν νῦν· ἰδοὺ τί ἐστιν, παρεπιγράφει καὶ τῇ γραφῇ τῇδε δείκνυσιν, ὅτι πεποίηκεν. “ἰδού” δὲ εἰς τὸ “δού” ὀξεῖα ἢ βαρεῖα πρὸς τὴν συνέπειαν, οὐ μὴν δὲ περι‐ σπωμένη, ὅτι πᾶσα δίφθογγος τελικὴ εἰς υ λήγουσα καὶ ἐφ’ ἑαυτῆς ἔχουσα τὸν τόνον περισπᾶται πλὴν τοῦ “ἰού” ἀντὶ τοῦ “φεῦ”, “ἰδού” ἀντὶ τοῦ “ἄρτι” καὶ “οὔ” ἀπαγορευτικόν.

### book 82b

ἰδοὺ] παρεπιγραφή.

### book 83

νὴ τὸν Ποσειδῶ τὸν ἵππιον: ἱππικῆς ἔφορον λέγουσι τὸν Ποσειδῶνα, (84) καὶ ὁ Φειδιππίδης ὡς ἱππικὸς αὐτὸν ὄμνυσιν. ὁ Στρεψιάδης δὲ καὶ ἵππου ἀκούειν ὄνομα βδελυττόμενος, ἀνθ’ ὧν ἱππεύοντι τούτῳ πολλὰ τῆς ἱππικῆς ἐξωνούμενος τὸν βίον καὶ τὴν περιουσίαν ἀνήλωσε· μή μοι, φησί, τὸν ἱππικὸν (86—88) ὄμνυ θεὸν, ἀλλ’ εἰ ἐγκαρδίως ἐμὲ φιλεῖς, πιθοῦ μοι καὶ ἔκστρεψον τοὺς σαυτοῦ τρόπους ἤτοι πάρες τὸ φιλεῖν ἱππικήν. δείκνυσι δ’ ἐκ τοῦ περιφαινο‐ μένου τῆς οἰκίας καὶ μετεώρου καὶ τὸ σωκρατικὸν οἰκίδιον, καὶ δεῖται αὐτοῦ ἐκεῖσε παρὰ τοῖς φιλοσόφοις ἀπέρχεσθαι καὶ μαθεῖν τὸν ἥττονα λόγον.

### book 84a

ἵππιον p.i.m.] τὸν τῆς ἱπ‐ πικῆς ἔφορον. ἵππειος δὲ δρόμος, ὁ ἱππικός, δίφθογγος.

### book 85

αἴτιός] ἐγένετο.

### book 88

ἔκτρεψον (sic)] μετάβαλε.

### book 89a

ἃν ἐγὼ: δασυντέον τὸ “ἅν”· “ἅτινα” γὰρ “ἅν” ἐστιν.

### book 89b

παραινέσω] σε.

### book 91

δεῦρο νῦν ἀπόβλεπε: τὸ “δεῦρο” παρ’ Ὁμήρῳ καὶ πᾶσι τοῖς παλαιοῖς ἀντὶ τοῦ “ἐνταῦθα” λαμβάνεται· δεῦρο πάροιθ’ ἐλθοῦσα, φίλον τέκος, ἵζευ ἐμεῖο, ὡς καὶ ὁ κωμικὸς οὗτος αὐτὸ ἐνταυθοῖ δέχεται. οἱ δὲ νεώτεροι ἀντὶ τοῦ “ἐλθέ” τοῦτο δέχονται· δεῦρό μοι ἐς φιλότητα· τί δὴ ῥοθίων ἀλεγίζεις;

### book 92

ὁρᾷς τὸ θυρίδιον: τὸ θυρίδιον, ὁ Τζέτζης φησί, γράψον καὶ τὸ οἰκίδιον, ἀλλὰ μὴ τᾠκίδιον. ἰαμβικὸς γάρ, φησίν, ὁ στίχος ἐστὶν οὕτω μετρούμενος· ὁρᾷς/ τὸ θυρί/διον τοῦ/, συνίζησις, τὸ καὶ/ τὸ οἰ/κίδιον/, χορεῖος. εἰ δ’ οὐχ οὕτω μετρήσεις ἢ τᾠκίδιον γράψεις, ἄμετρον ποιεῖς τὸν στίχον.

### book 93

τί οὖν, φησὶ Φειδιππίδης, ἐτεὸν καὶ ἀληθῶς, τοῦτ’ ἔστιν, ὦ πάτερ; καὶ (94) ὁ Στρεψιάδης· ψυχῶν σοφῶν, λέγει, φροντιστήριον. μάτην ληροῦσιν μακρηγοροῦσιν ἐνταῦθα οἱ σχολιογράφοι. τοῦτο, φησίν, ἐστὶ φροντιστήριον καὶ τόπος, ᾧ καθήμενοι οἱ σοφοὶ φροντίζουσι περὶ ψυχῶν ἤτοι φιλοσοφοῦσιν. φιλοσοφία γάρ ἐστι μελέτη θανάτου, γνῶσις τῶν ὄντων καὶ τὰ λοιπά.

### book 96a

πνιγεὺς ἡ τῶν ἀνθράκων ἐστὶ κάμινος. διασύρων δὲ τὴν τῶν λεγόντων δόξαν, ὅτι πῦρ μὲν εἰς ἅπαν διελήλυθεν, ὧν ὕστερος ὢν καὶ ὁ Πλάτων ταὐτά (97) φησι, τούτοις παρηκολουθηκὼς παίζων φησὶ καὶ χλευάζων· “ἡμεῖς δὲ ἄνθρακες”. εἰ γὰρ κυκλοτερῶς κατ’ ἐκείνους τὸν πάντα κόσμον πῦρ περισφίγ‐ γει, ἡμεῖς δ’ ἐν μέσῳ τῷ περιπύρῳ κόσμῳ διάγομεν, ἄρα ἐσμὲν ἄνθρακες.

### book 96b

ἀναπείθουσιν] δεικνύουσιν.

### book 96c

πνιγεύς] κάμινος τῶν ἀν‐ θράκων.

### book 97

περὶ] τὴν κύκλῳ σχέσιν δηλοῖ ἡ περί.

### book 98a

ἀργύριον ἤν τις διδῷ: κακοηθείᾳ καὶ τρόπῳ διαβόλῳ κατὰ Σωκρά‐ τους Ἀριστοφάνης ταῦτά φησιν. οὐδεὶς γὰρ τῶν παλαιῶν οὔτ’ ἔγραφεν οὔτ’ ἐπαίδευε πρὸς ἀργύριον, πρῶτος δὲ Σιμωνίδης ἤρξατο μισθοῦ γράφειν καὶ Θεόδωρος ὁ καλούμενος ἄθεος ἀργυρίῳ παιδεύειν. Σωκράτης δὲ καὶ Ἱπποκράτης καὶ μετὰ τὸ μισθοῦ ἑτέρους γενέσθαι συγγραφομένους τε καὶ παιδεύοντας αὐτοὶ ἐλάμβανον οὐδὲν τούτων ἕνεκα, ἀλλ’ ὁ μὲν Σωκράτης δύο πίθους εἶχεν ἐν τῇ οἰκίᾳ, τὸν μὲν σίτου, οἴνου δὲ ἅτερον. ἐπικένου δέ τινος αὐτῶν γεγονότος τοῖς μαθηταῖς ἐκέλευε τοῦτον ἀναπληροῦν φάσκων· “ἀργύριον τηρεῖν οὐκ ἄγω σχολήν”. Ἱπποκράτης δὲ Ἀβδηρίταις μετακαλούμενος ἀργυρίου δέκα ταλάντοις θεραπεῦσαι δῆθεν Δημόκριτον· “ἐλεύσομαι”, εἶπεν, “ἀργύριον δὲ ἐμοὶ ἐρχομένῳ οὔτ’ ἂν φύσις οὔτε θεὸς πόροι, ὥστε μηδ’ ὑμεῖς. ἐᾶτε δὲ ἐλευθέρης τέχνης ἐλεύθερα τὰ μαθήματα· οἱ δὲ μισθαρνέοντες δουλοῦσι τὰς ἐπιστήμας”.

### book 98b

διδῷ] αὐτοῖς.

### book 99a

διασύρει τὸν Σωκράτην.

### book 99b

νικᾶν] ἐκεῖνον.

### book 100,col 2

ἐκκλίνει εἰπεῖν· φιλόσοφοι.

### book 101,col 2

μεριμνοφροντισταὶ] πολυ‐ πραγμονοζητηταί.

### book 102a

αἰβοῖ: σχετλιαστικὸν ἐπίρρημα. σχετλιάζει δὲ ὁ Φειδιππίδης ἀκηκοὼς παρὰ τοῦ πατρός, ὅτι δεῖ τὸν ἱππικώτατον καὶ τρυφερὸν καὶ αὐτῷ ἐράσμιον βίον μεταμεῖψαι εἰς βίον φιλόσοφον, ἄθλιον, ἐνδεῆ, ῥυπαρόν, σκληρὸν καὶ ἐπίπονον.

### book 102b

πόνηροι: ἐπίπονοι, ἄθλιοι, ταλαίπωροι· πονηροὶ δὲ δόλιοι.

### book 102c

ἀλαζὼν λέγεται ὁ ἄλῃ καὶ πλάνῃ ζῶν καὶ βίῳ ἀστάτῳ, ὡς οἱ φιλόσοφοι περὶ ἡλίου, σελήνης, ἀστέρων τε τῶν λοιπῶν καὶ πάντων ἁπλῶς ψυχρομύ‐ θους λόγους πλατύνοντες ἐναντίους καὶ μαχομένους ἀλλήλοις καὶ αὐτοὺς ἑαυτοῖς, μεγέθη τε τούτων καὶ ἀπὸ γῆς ἀποστάσεις καὶ οὐσίας καὶ φύσεις καὶ θέσεις καὶ σχήματα καὶ ἄλλα μυρία λαλοῦντες.

### book 102d

αἰβοῖ] φεῦ· σχετλιαστικὸν ἐπίρρημα.

### book 102e

πόνηροί] ἄθλιοι.

### book 102f

ἀλαζόνας] τοὺς ἐν ἄλῃ καὶ πλάνῃ ζῶντας.

### book 104a

Σωκράτης καὶ Χαιρεφῶν: Σωκράτης ὁ Ἀθηναῖος φιλόσοφος Σωφρονίσκου λιθοξόου ὑπῆρχεν υἱός, τῶν δήμων Ἀλωπεκήσιος, καὶ αὐτὸς πρὶν λιθοξόος καὶ ἑρμογλύφος ἔργα μαρμάρου πεποιηκὼς εἰκόνας Χαρίτων, ὕστερον δὲ φιλοσοφίας φροντίσας πολλοὺς ἔσχεν ὁμιλητάς, ὧν πρῶτος ἦν Χαιρεφῶν, ὃς νυκτερὶς ἐκαλεῖτο καὶ πύξινος διὰ τὸ μέλας εἶναι καὶ ἰσχνόφωνος καὶ ὠχρός.

### book 104b

ὧν] ἔξαρχός ἐστιν.

### book 105a

νήπιον τὸ βρέφος, παρὰ τὸ “νοῦν ἥπιον ἔχειν”. νήπιος δὲ ὁ μωρός, παρὰ τὸ “νοῦ ἄπο πεφυκέναι”.

### book 105b

ἢ ἢ] φεῦ.

### book 105c

νήπιον] μωρόν.

### book 106a

ἀλλ’ εἴ τι κήδει: εἰ τῶν πατρῴων ἀλφίτων καὶ τῆς περιουσίας καὶ τῶν χρημάτων κήδει καὶ φροντίζεις καὶ φείδῃ, ἀποσχασάμενος καὶ ἀποδραμὼν τῆς ἱππικῆς τούτων γενοῦ μοι ἤτοι πρόσσχες ὁλοσχερῶς τούτοις καὶ φιλοσοφίαν διδάχθητι καὶ μᾶλλον τὸν ἥττονα λόγον αὐτόν. καὶ μὴν οὐδὲ ὁ ἥττων λόγος Σωκράτους, εὕρεμα εὕρημα δ’ ἦν Πρωταγόρου καὶ δίδαγμα.

### book 106b

τῶν ... ἀλφίτων] τῆς πα‐ τρικῆς περιουσίας.

### book 107a

τούτων] ἀπό.

### book 107b

τούτων] τῶν φιλοσόφων.

### book 107c

γενοῦ μοι] εἷς, μαθητής.

### book 107d

σχασάμενος p.i.m.] ῥίψας, παύσας· ἀπὸ μεταφορᾶς τῶν κωπη‐ λατῶν τῶν κρατούντων τὴν κώπην ἀργὴν κατὰ τὸ κωπηλατῆσαι.

### book 108

οὐκ ἂν μὰ τὸν Διόνυσον: δυσχεράναντος Στρεψιάδου, ἀνθ’ οὗ Φειδιππίδης πρὶν Ποσειδῶ ἵππιον ὤμοσε, νῦν ὀμνύει Διόνυσον, καὶ ὅτι χαρμο‐ νῶν καὶ τρυφῶν ὁ Διόνυσος αἴτιος καὶ ἱππεῖς δὲ καὶ διφρεύοντες καὶ μυρίοι ἑτέρων τινῶν ἐπιτηδευμάτων τοιούτων ἠγωνίζοντο καιρῷ τῶν Διονυσίων, ὥσπερ οἱ τραγικοὶ ποιηταὶ καὶ κωμικοὶ καὶ ἕτεροι. τὰ δὲ Διονύσια ἐτελεῖτο παυομένου χειμῶνος, ἀρχομένου δὲ ἔαρος.

### book 109a

φασιανούς, οὓς τρέφει Λεωγόρας: Λεωγόρας Ἀθηναῖος ἀνὴρ ἦν τρυφερός, ἱππικός τε καὶ ὀρνεοτροφῶν, καὶ πατὴρ Ἀνδοκίδου τοῦ ῥήτορος, ὡς τοῖς σχολιογράφοις τέως δοκεῖ. ἐμοὶ δὲ ἕτερός τις δοκεῖ πλούσιος καὶ ἱπποτρόφος φασιανοὺς καὶ κολχικοὺς ἵππους καλλίστους ἐκτρέφων. Φασιανοὶ δὲ οἱ Κόλχοι ἀπὸ τοῦ τὸν ποταμὸν Φάσιν περιρρέειν τὴν Κολχικήν.

### book 109b

φασιανοὶ δὲ λέγονται τὰ ζῷα, διότι ἐν τῷ Φάσιδι ποταμῷ εὑρέθησαν πρῶτον. ὁμοίως καὶ ὄρ‐ τυγες, διότι εὑρέθησαν ἐν τῇ Ὀρτυ‐ γίᾳ νήσῳ.

### book 109c

διασύρει τὸν Λεωγόραν, διότι ἦν ὀκνηρὸς ἐλθεῖν εἰς τὸν πόλεμον, ἔτρεφε δὲ μόνον ἵππους.

### book 109d

τοὺς φασιανούς] τοὺς ἵππους τοὺς κολχικούς.

### book 110

ἴθ’ ἀντιβολῶ: σαφῆ τὰ πάντα· τίς κενῶν χρεία λόγων; ἴθι δέομαί σου, καὶ διδάσκου παρὰ Σωκράτους τὸν ἥττονα λόγον, ὃς ἥττων λόγος καὶ ἀδικώτερα λέγων νικᾷ. τοῦτον οὖν εἰ μάθῃς τὸν ἥττονα λόγον, ἀντιλέγων τοῖς δανεισταῖς καὶ ἀντιδικῶν ἀφαρπάσῃ ἄν με τοῦ βάρους τοῦ τῶν χρεῶν, ἅπερ διὰ σὲ παρ’ αὐτῶν ἐδανεισάμην. ἀντιδικοῦντος γὰρ σοῦ καὶ ἡττῶντος αὐτοὺς διὰ τοῦ ἥττονος λόγου, οὐδενὶ αὐτῶν οὐδ’ ἄχρις ὀβολοῦ ἀποδοίην. ψεύδεται δὲ κἀνταῦθα ὁ κωμικὸς καὶ τοῦτο διαβολῇ τοῦ Σωκράτους εἰπών. ὡς γὰρ ἔφην καὶ προλαβών, ὁ ἥττων λόγος οὐχὶ Σωκράτους ἐστίν,

### book 110

ἀλλ’ εὕρεμά εὕρημά τε καὶ δίδαγμα Πρωταγόρου τοῦ Ἀβδηρίτου.

### book 111

σοι] ἕνεκα, λόγῳ σου.

### book 112

τὼ λόγω] τοὺς λόγους.

### book 113a

τὸν κρείττον’] ἤγουν τὸν δίκαιον.

### book 113b

ὅστις] οἷος.

### book 113c

ὅστις ἐστί] οὐκ οἶδα.

### book 113d

τὸν ἥττονα] τὸν ἄδικον.

### book 119

οὐκ ἂν πιθοίμην: τὸ “πι” ἰῶτα, ἐκ τοῦ πιθῶ περισπωμένου ῥήματος ἀττικοῦ. ὁ δὲ νοῦς· οὐκ ἄν σοι πεισθείην, ὦ πάτερ, ἀπελθεῖν παρὰ τοῖς γλισχρο‐ βίοις καὶ ῥυπαροῖς καὶ ὠχριῶσι καὶ αὐχμῶσι φιλοσόφοις, ὥστε τι διδάσκεσθαι παρ’ αὐτῶν. εἰ γενοίμην γὰρ τῆς φιλοσόφων διαγωγῆς, οὐκ ἀνασχοίμην ἂν τοὺς ἡλικιώτας ἱππέας ἰδεῖν οὐδαμῶς διακεκναισμένος τὸ χρῶμα, ἤτοι ὠχρὸς γεγονὼς καὶ ῥυπώδης καὶ αὐχμῶν καὶ κατάξηρος, ὁποῖοι ἐκεῖνοι.

### book 120a

τοὺς ἱππέας] τοὺς συνηλι‐ κιώτας.

### book 120b

διακεκναισμένος] τεταλαι‐ πωρημένος διὰ τὸ φιλοσόφως ζῆν.

### book 121a

οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γ’ ἐμῶν ἔδει: οὐκ ἄρα, μὰ τὴν εὑρέτιν καὶ χορηγὸν ἁπάντων καρπῶν Δήμητραν, ἔδει καὶ φάγῃς καὶ διατραφείης ἀπὸ τῶν ἐμῶν οἴκων ἢ χρημάτων, οὔτε σὺ οὔτε ὁ σὸς ζύγιος ἵππος, μέσος δεξιὸς καὶ μέσος ἀριστερός, οὔτε ὁ σαπφόρας καὶ σειραφόρος καὶ οἱονεὶ παρήορος, καὶ ἀκραῖος δεξιὸς καὶ ἀκραῖος ἀριστερός, ἀλλ’ ἐξελῶ σε θύραζε καὶ ἐκτὸς τῆς ἐμῆς οἰκίας ἐς κόρακας, μακρὰν εἰς ἐρημίαν καὶ ἀπροόπτους τινὰς τόπους, οὗ διάγουσι κόρακες, ἢ εἰς κατάβρωμά σε παρεάσω κοράκων ὀρνέων, ἢ εἰς τὸν τόπον σε τῆς Ἀττικῆς ἐκβαλῶ τὸν καλούμενον Κόρακας, οὗ τοὺς κακουργοὺς ἐτιμωροῦντο, ἢ ἐκβαλῶ σε περινοστεῖν τόπον ἐκ τόπου ἐπ’ ἀνελπίστοις ἐλπίσι τρεφόμενον, ὥσπερ ποτὲ Βοιωτοὶ Θρᾳξὶ γεγονότες ἀνάστατοι καὶ περὶ ἀποικίας χρησάμενοι καὶ ἀκηκοότες ἐκεῖ κατοικῆσαι, οὗ ἂν λευκοὺς ἴδωσι κόρακας, περιενόστουν ἐπ’ ἀνελπίστοις τῇδε κἀκεῖσε περιπλανώμενοι, ἕως ἐν Θετταλίᾳ γενόμενοι περὶ κόλπον τὸν παγασιτικὸν ἐθεάσαντο ξενωτέρας τύχης συμβάματι ἡλίου κόρακας ἱεροὺς περιιπταμένους λευκοὺς γεγονότας ἐν περιχρίσει τῇ

### book 121a

γύψου τῇ μέθῃ τῶν παιδαρίων τῶν ἱερέων καὶ ἀφεθέντας ἐκεῖ περιίπτασθαι· οὗ τότε οἱ ἄνδρες κατῴκησαν.

### book 121b

τῶν γ’ ἐμῶν ἔδῃ] ἀπὸ τῶν ἐμῶν ἔδει καὶ φάγῃς.

### book 122a

ὀνόματα ἵππων· λέγει δὲ τὰ ὑπόσελλα.

### book 122b

αὐτὸς] σύ.

### book 122c

ὁ ζύγιος] ἵππος.

### book 122d

ὁ σαπφόρας] ἵππος.

### book 123

ἐξελῶ] ἐξελάσω.

### book 124a

ἀλλ’ οὐ περιόψεταί με ὁ θεῖος Μεγακλῆς ἄνιππον: ἀλλ’ οὐ παραβλέψεταί με ὁ θεῖος Μεγακλῆς ἄνιππον ὁρῶν με Ἀλκμαίονα τὸν τούτου (125) πατέρα ζηλοῦντα τὸν τρισολυμπιονίκην τεθρίππῳ γενόμενον. ἀλλ’ εἰσελεύσομαι τῇ οἰκίᾳ, ἐξ ἧς ἐμὲ τῇδε πρὸς τὴν αἴθουσαν καὶ τὸ ὕπαιθρον καὶ τὸ ἡλιακὸν ταύτης μέρος ἐξήγαγες γενησόμενον ἐντεῦθεν κατόπτην οἰκιδίου ὑποψύχρων οἰκτροβίων ἀνθρώπων ἀλούτων καὶ αὐχμηρῶν.

### book 124b

περιόψεταί] ἴδῃ.

### book 125a

ἄνιππον] μὴ ἔχοντα ἵππον.

### book 125b

εἴσειμι] εἰσελεύσομαι.

### book 126a

ἀλλ’ οὐδ’ ἐγὼ μέντοι: σὺ μὲν οὐ φροντιεῖν ἐμοῦ λέγεις, ἀλλ’ οὐδ’ ἐγὼ κείσομαι καὶ ἀργὸς ἔσομαι, πεσὼν ἤτοι κατερρᾳθυμηκώς, ἀλλ’ εὐξάμενος θεοῖς διδάξομαι ἤτοι δώσω ἐμαυτὸν διδαχθῆναι. τὸ “διδάξω” ἐνεργητικὸν καὶ τὸ “διδάξομαι” παθητικὸν καὶ τὸ μέσον ἀμφοτέρων, τοῦ τε ἐνεργητικοῦ καὶ τοῦ παθητικοῦ, ὡς τὸ “ἐποιησάμην, ἐγραψάμην”, τῶν πασι‐ δήλων εἰσίν. ἄλλως: περὶ τούτων δὲ νῦν ἀκουστέον. Ἀττικοὶ τὴν “διδάξω” φωνὴ τοῖς διδασκάλοις λέγειν προσάπτουσι, πατράσι δὲ καὶ δεσπόταις τὴν “διδάξομαι”· διδάξομαι τὸν παῖδα, διδάξομαι τὸν δοῦλον, ἤτοι δώσω διδαχθῆ‐ ναι. καὶ τοῦτο δὲ τῆς μέσης ἐστὶ διαθέσεως. χρῶνται γὰρ αὐτῇ ὡς ἐπιπολὺ Ἀττικοί.

### book 126b

πεσών] ἀθυμήσας.

### book 126c

κείσομαι] ἀργὸς ἔσομαι.

### book 127

διδάξομαι] διδαχθῶ.

### book 128

εἰς τὸ φροντιστήριον] εἰς τὸ σχολεῖον τὸ τῶν φιλοσόφων.

### book 129a

γέρων ὢν κἀπιλήσμων καὶ βραδύς: πῶς οὖν, φησί, γέρων ὢν καὶ διὰ τὴν ἐκ γήρως ψυχρότητα ἐπιλήσμων, ἔτι δὲ καὶ τὴν φύσιν οὐκ εὐφυὴς καὶ ταχύς, ἀλλὰ βραδὺς καὶ βραδύνους ὑπάρχων καὶ ἀφυής, πῶς μαθήσομαι καὶ νοήσω σκινδαλμοὺς σκινδαλάμους καὶ περιλογίας λεπτῶν λόγων καὶ ἀκριβῶν; ἀκριβῶν δὲ οὐ δυσχερῶν καὶ δυσκόλων, ἀλλ’ ἄχρι βαιοῦ καὶ τοῦ σμικροτάτου πολυπραγμο‐ σύνην ἐχόντων. σκινδαλμὸς σκινδάλαμος δὲ ἡ λεπτολογία, ἀπὸ τῶν πάνυ λεπτοτάτων ξυσμάτων ξύλων τε καὶ καλάμων. ἀλλ’ ἐνόρκως ὑμῶν, ἀκροαταί, δέομαι μὴ κατὰ τοὺς παλαιοὺς σχολιογράφους τῆς βίβλου τὴν εὐθεῖ‐ αν “σκινδαλμός” γράφοιτε ὀξυτό‐ νως, τὰς δὲ λοιπὰς τῶν πτώσεων βαρυτόνως, ἀλλ’ ἢ τὰς πτώσεις ἁπάσας βαρυτόνους ἢ πάσας ἐπὶ τέλους ἐχούσας τὸν τόνον. εἰ δ’ οὔ, κατ’ αὐτοὺς καὶ τὸ “βροτολοιγούς” καὶ τὰ ὅμοια “βροτολοίγους” γρά‐ φετε· ὃ μὴ συμβαίη ποτὲ γεγονέναι Τζέτζου ἀκροαταῖς καὶ ἀτρεκείας

### book 129a

κανόνων φροντίζουσιν.

### book 129a,col 2

ἀλλὰ μὴ γράφοιτε “σκινδαλαμός” ὀξυτόνως κατὰ τοὺς παλαιοὺς σχο‐ λιογράφους, ἀλλὰ προπαροξυτόνως.

### book 129b

ταῦτα πορευόμενος πρὸς τὸν Σωκράτην φησὶν ἐν ἑαυτῷ.

### book 130a

ἀκριβῶν] λεπτῶν.

### book 130b

σκινδαλαμοὺς] λεπτολογίας· κυρίως τὰ ξύσματα τῶν καλάμων.

### book 130b,col 2

σκινδαλάμους] λεπτολογίας.

### book 131a

ἰτητέον: πορευτέον, βαδιστέον πρὸς τὸ σωκρατικὸν δηλονότι φροντι‐ στήριον. ἰτητέον δὲ ἐκ τοῦ ἴω, τὸ πορεύομαι, ἀττικῇ παραγωγῇ ἴτω καὶ ἰτῶ περισπωμένως, ὡς τύπτω, τυπτῶ, καὶ ἐξ αὐτοῦ ἰτητέον.

### book 131b

(132) στραγγεύομαι: ταλαιπωροῦμαι, ναρκῶ, βραδύνω· ἀλλ’ οὐ κόπτω καὶ κρούω, τὴν θύραν, ὥστε τὴν σωκρατικὴν οἰκίαν ἀνοιχθῆναί μοι. ταῦτα εἰπὼν ἅμα κόπτει τὴν θύραν καὶ καλεῖ· παῖ, παῖ· νῦν οὐ δοῦλε, ἀλλὰ παιδίον.

### book 131c

ἐκ μεταφορᾶς τῶν ἀγγείων τῶν κατὰ στράγγα ῥεόντων. ἰστέον δέ, ὅτι οὐκ ἔστι συλλαβὴ ἑτέρα, ἵνα ἔχῃ γράμματα πλέα παρὸ ἡ στράγξ.

### book 131d

ἰτητέον] πορευτέον.

### book 131e

ἔχων] διανοούμενος, κα‐ κοπαθῶν.

### book 131c,col 2

ἔχων] κακοπαθῶν.

### book 131f

στραγγεύομαι] βραδύνω, διατρίβω, ἀναβάλλομαι.

### book 131d,col 2

στραγεύομαι] ἀναβάλλομαι.

### book 132a

κόπτω] καὶ κρούω.

### book 132a,col 2

ἀλλ’] καί.

### book 132b

παῖ] ὦ.

### book 133a

βάλλ’ ἐς κόρακας: ἀγροικικώτερον τοῦ Στρεψιάδου τὴν σωκρατικὴν θύραν κόψαντος δυσχεράνας φησὶν ὁ μαθητής· βάλλ’ ἐς κόρακας, ἤτοι ἄπελθε εἰς ὄλεθρον καὶ φθοράν. περὶ δὲ τῆς “ἐς κόρακας” παροι‐ μίας πλατυτέρως ἐγραψάμην ἀνωτέ‐ ρω. καὶ διαφορὰν τοῦ κόπτειν, ψοφεῖν καὶ κλαυσιᾶν ἐν τῷ δράματι τοῦ Πλούτου προειρήκη.

### book 133a,col 2

καὶ προεγράφη πλατικώτερον ἡ παροιμία αὕτη ἀνωτέρω. καὶ διαφο‐ ρὰν τοῦ κόπτειν καὶ κλαυσιᾶν καὶ ψοφεῖν ἐν τῷ δράματι τοῦ Πλούτου προειρήκειμεν.

### book 133b

βάλλ’ ἐς κόρακας] ἄπελθε.

### book 134a

Κικυννόθεν: Κίκυννα δῆμος ἦν Ἀθηναίων τῆς Ἀκαμαντίδος φυλῆς, ὅθεν ἦν ὁ Στρεψιάδης.

### book 134b

Κικυννόθεν] δῆμος τῆς Ἀττικῆς.

### book 134c

Κικυννόθεν] τῆς φυλῆς.

### book 135a

ἀμαθής: ἀπαίδευτος, βάρβαρος τὸν τρόπον, ἄκοσμος καὶ ἀρύθμιστος.

### book 135b

ὅστις] εἶ.

### book 136a

ἀπεριμερίμνως: ἀφροντίστως καὶ ἀπροσκόπως, ὡς μὴ ἐς φιλοσόφου, ἀλλ’ ἐς πανδοκεῖον ἐλθὼν τὴν θύραν λελάκτικας, ἤτοι ἔκρουσας ἀπαιδεύτως, ὥσπερ ὄνος λακτίσματι.

### book 136b

ἀπεριμερίμνως] ἀμαθῶς, ἀπείρως.

### book 137a

καὶ ἐξήμβλωκας καὶ ἀτελὲς γενέσθαι πεποίηκας τὸ νοηθῆναι φροντιζό‐ μενον ἡμῖν νόημα. ἐξαμβλοῦν δὲ κυρίως ἐστὶ τὸ τὰς ἐν γαστρὶ ἐχούσας γυναῖκας ἀτελῆ ἐκτιτρώσκειν τὰ ἔμβρυα. ἐπίτηδες δὲ ὁ κωμικὸς ἠθικῶς φιλοσόφους ὀγκηρολέκτας ἀπομιμούμενος ὑψηλαῖς καὶ τροπικωτέραις ἐχρήσατο λέξεσιν. ἀλλὰ κἀνταῦθα τοῦ ἤθους πολὺ τοῦ Σωκράτους διήμαρτε (πάνυ γὰρ ἀφελῶς καὶ ἰδιωτικώτερον Σωκράτης ἐποιεῖτο τὰς ὁμιλίας), εἰ μή που ἄρα τοὺς σωκρατικοὺς μαθητὰς διαπαίζων καὶ τὸ τῶν νέων μωρόσοφον οὕτως εἰρήκει.

### book 137b

οἱονεὶ ἔγκυος ἦν καὶ ἠφάνι‐ σεν αὐτὸν καὶ οὐκ ἐγέννησεν.

### book 137c

φροντίδ’] ἤτοι νόημα, θεώ‐ ρημα, σκέψιν.

### book 137d

ἐξήμβλωκας] ἀτελῆ ἐποίη‐ σας.

### book 137e

ἐξευρημένην] ἐπινενοημέ‐ νην.

### book 138a

σύγγνωθί μοι: συγγνώ‐ μων γενοῦ μοι καὶ πραότερος,

### book 138a,col 2

σύγγνωθί μοι: συγγνώ‐ μων καὶ πραότερος ἐμοὶ γενοῦ,

### book 138a

κἄν τι πλημμελὲς καὶ ἐπταισμένον διεπραξάμην· τηλοῦ γὰρ οἰκῶ: ἤτοι ἐπὶ τῶν ἀγρῶν, τουτέστιν ἀγρότης εἰμὶ καὶ χωρικὸς χωριτικὸς ἄνθρωπος καὶ τῶν (139) ἀστικῶν ἐθῶν ἄπειρος. ἀλλ’ εἰπέ μοι τὸ ἐξαμβλωθὲν καὶ διαφθαρὲν παρ’ ἐμοῦ πρᾶγμα, ἤγουν τί ἐστιν ὅπερ διέφθειρα καὶ ἠφάνισα.

### book 138b

τῶν] ἐπί.

### book 138c

ἀγρῶν] ἀγρόν.

### book 139

τοὐξημβλωμένον] διεφθαρ‐ μένον, ἀτελές.

### book 140a

ἀλλ’ οὐ θέμις: οὐ νόμιμον, φησί, τοῖς φιλοσόφοις ἡμῖν ἐστι λέγειν ταῦτα ἀλλοτρίοις πλὴν μόνοις τοῖς μαθηταῖς. κἀνταῦθα ὡς φθονεροὺς διαβάλλει (141) τοὺς φιλοσόφους. καὶ ὁ Στρεψιάδης πρὸς τὸν μαθητὴν τοῦ Σωκράτους φησί· κἀμοὶ τὸ λοιπὸν ὡς ἑνὶ τῶν σωκρατικῶν διαλέγου καὶ λέγε περὶ τοῦ (142) πράγματος καὶ μὴ ὡς ἀλλοτρίῳ ἀνθρώπῳ· ἐγὼ γὰρ ἐνταυθοῖ ὡς γενοίμην (143) σωκρατικὸς μαθητὴς παραγέγονα. καὶ ὁ μαθητής· θαρρήσας, φησί, λέξω, σὺ δὲ ὥσπερ μυστήρια ἔχε ταῦτα παρ’ ἑαυτῷ ἀνέκφορα καὶ ἐχεμυθούμενα (144) καὶ μηδενὶ ἀλλοτρίῳ λέγων αὐτά. εἶτα τοῦ λόγου κατάρχεται καί φησιν· (145) ἠρώτησεν ὁ Σωκράτης τὸν αὐτοῦ μαθητὴν Χαιρεφῶντα διὰ ψύλλαν τὸ (146) ζωΰφιον, ζωΰλλιον, πόσα ἑαυτῆς ἰχνόποδα ἅλλεται. δακοῦσα γὰρ ἡ ψύλλα τὴν (147) ὀφρῦν τοῦ Χαιρεφῶντος ἐπὶ τὴν κεφαλὴν ἀπεπήδησε Σωκράτους. ἀστείως ὁ κωμικὸς τοιαῦτα μικροπρεπῆ καὶ ὑπόψυχρα τῶν φιλοσόφων ζητήματα διαπαίζει. διασύρει δὲ καὶ τὸ δασύοφρυ Χαιρεφῶντος καὶ τὸ φαλακρὸν Σωκράτους. τοιοῦτοι γὰρ ἦσαν. ὁ δὲ Χαιρεφῶν πρὸς τῷ δασύοφρυς εἶναι καὶ

### book 140a

ὠχρὸς ὑπῆρχε καὶ μέλας, ὅθεν καὶ νυκτερὶς ἐκαλεῖτο καὶ πύξινος. ἀδελφοῦ δὲ τοῦ Χαιρεφῶντος νῦν ἔχθραν οἱ παλαιοί φασιν ἐξηγηταὶ καὶ χρησμοὺς ὑπο‐ ψύχρους καὶ περὶ χρησμῶν μακρηγορίαν ψευδῆ καὶ ἀπρόσφορον.

### book 140b

ἀλλ’ ... λέγειν] κατασυρ‐ μὸς τῶν μαθητῶν Σωκράτους.

### book 144a

ἀνήρετ’] ἠρώτησεν.

### book 144b

Σωκράτης] ὁ.

### book 145a

ψύλλαν] περὶ τήν.

### book 145b

ὁπόσους ... πόδας] πόσα ἑαυτῆς ἴχνη ἅλλεται.

### book 146

διασύρει τούτους, διότι ἦν ὁ Χαιρεφῶν δάσοφρυς καὶ ὁ Σωκράτης φαλακρός.

### book 147

ἀφήλατο] ἐπήδησεν.

### book 148a

πῶς δῆτα, φησί, διεμέτρησεν ὁ Σωκράτης τὸ μεταξὺ χωρίον, τὸ ἀπὸ τῆς ὀφρύος Χαιρεφῶντος μέχρι τῆς ἑαυτοῦ φαλάκρας; καί φησιν ὁ μαθητής· δεξιώτατα, ἤτοι περιδεξίως καὶ εὐφυῶς καὶ σοφῶς. καὶ τὸ “δεξιώτατα” κατὰ μίμησιν ὑψηγορίας φησὶ φιλοσόφων καὶ τὸ “ἐνέβαψεν” καὶ τὰς λοιπὰς ἅς φησι λέξεις, πῇ μὲν ὑψηγόρως ἁπλῶς, πῇ δὲ τοῖς τροπικοῖς ὑψουμένας. (149) ὁ δὲ νοῦς· κηρὸν διατήξας, δεψήσας, λεάνας, μαλάξας, μαλθάξας, εἶτα κρατήσας τὴν (150) ψύλλαν ἐνέβαψε καὶ προσεκόλλησε τῷ κηρῷ τὼ πόδε καὶ τοὺς πόδας αὐτῆς. (151) καὶ εἶτα ψυγείσῃ καὶ ἀποξηρανθείσῃ τῇ ψύλλῃ περιέφυσαν καὶ ἐφάνησαν καὶ ἐνετυπώθησαν περσικαί, νῦν ἴχνη τῆς ψύλλης. εἰσὶ δὲ αἱ περσικαὶ εἶδος ὑποδήματος καὶ εἶδος δένδρου ὁμοίως, ὅθεν καὶ παίζει ὁ κωμικὸς τὸ μὲν (152) “περιέφυσαν” ὡς ἐπὶ δένδρου εἰπὼν ἀντὶ τοῦ “ἐφάνησαν”, τὸ δὲ “ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον” ὡς ἐπὶ ὑποδημάτων ὑπολυομέ‐ νων. ὁ δὲ νοῦς· τὸν κηρὸν τὸν ὑποδεξάμενον τὸν τῆς ψύλλης ποδῶν τύπον τεμὼν τούτῳ χρώμενος ὥσπερ πήχει ἢ μέτρῳ ἑτέρῳ τινὶ ἀνεμέτρει τὸ χωρίον.

### book 148a

(146) ἃ δὲ οἱ πρὸ ἡμῶν ἐξηγηταὶ τῇδέ φασι, διδακτέον σοι. ἐκ τοῦ “δακοῦσα (147) τὴν ὀφρῦν Χαιρεφῶντος” καὶ “τὴν κεφαλὴν τοῦ Σωκράτους” γράφουσιν· “ἰστέον, ὅτι αὐτοπροσώπως εἰσῆγον τοὺς κωμῳδουμένους”. οὐκ ἔστι δὲ οὕτως ἔχον, ὡς οἱ ἄνδρες φασίν. αὐτοπρόσωπον δὲ κωμῴδημα γίνωσκε εἶναι τὸ τὸν κωμῳδούμενον αὐτοπρόσωπον ἄγεσθαι εἰς τὸ θέατρον καὶ δείκνυσθαι τοῖς θεαταῖς καὶ τῆς καθ’ ἑαυτοῦ κωμῳδίας κατήκοον γίνεσθαι, ὡς ὅταν δημεύοιντο οἱ πιπράσκοντες φαύλως τι τῶν ὠνίων, τῶν κηρύκων βοώντων τὰς κατ’ αὐτῶν δυσφημίας. τὸ δὲ κατά τινων ἀπόντων λέγειν κωμῴδημα οὐκ ἔστιν αὐτοπρόσωπος κωμῳδία, κἂν καὶ κατὰ λεπτομέρειαν ἐκφραστικῶς τίς τινας κωμῳδήσειε.

### book 148a

(150) καὶ τοῦτο δὲ οἱ ἄνδρες φασίν· ὅτι “δυικὸν “τὼ πόδε” ἐπὶ τῆς ψύλλης κακῶς λέγεται· ἓξ γὰρ ἔχει πόδας”. καὶ τάχα τῇδέ τι φαίνονται λέγειν. ἀλλ’ ἀκροατέον νῦν καὶ ἡμῶν. ἢ δύο, φημί, τῆς ψύλλης πόδας ἐκόλλησεν, ἢ ἀττικῶς τὸ πληθυντικὸν δυικῶς εἶπεν. οὕτω γὰρ Ἀττικοὶ λέγουσιν· μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰς’ ἐν Ὀλύμπῳ ⸏ἆσσον ἰόνθ’, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω. Ξάνθε τε καὶ σύ, Πόδαργε, καὶ Αἴθων Λάμπε τε δῖε, νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, καὶ ὦ Λύκιοι, πόσε φεύγετον;

### book 148a

τί χρὴ μακρηγορεῖν; ἐνώπιον τριῶν μαρτύρων πᾶν ῥῆμα σταθήσεται. (152) καὶ εἰς τὸ “ταύτας ὑπολύσας” πάνυ παιδιωδῶς ψυχρολογοῦσιν οἱ ἄνθρωποι “ἀδύνατον” λέγοντες “ψύλλαν ὑποδήματα φορέσαι” καὶ ὅσα ἄλλα τῷ μὴ συνιέναι ψυχρεύονται, περὶ ὧν ἡμεῖς πάνυ σαφεστάτως ἐγρά‐ ψαμεν.

### book 148b

διεμέτρησε] τὸ χωρίον.

### book 148c

δεξιώτατα] ἐπιτηδειότατα.

### book 149

διατήξας] μαλάξας.

### book 151a

ἤγουν τὰ ἴχνη τῆς ψύλλης, ἢ ὑποδήματα· οἱ γὰρ παλαιοὶ τὰ μεγάλα ἴχνη ἐκάλουν περσικά.

### book 151b

περιέφυσαν] ἐνετυπώθησαν, ἐφάνησαν.

### book 151c

περσικαί] εἶδος ὑποδήματος.

### book 152

τὸ χωρίον] τὸ διάστημα.

### book 153a

λεπτότητος: λεπτογνωμοσύνης, σοφίας, φρονήσεως.

### book 153b

τῆς λεπτότητος] ἔξωθεν κατὰ τοὺς Ἀττικοὺς ἐπινοεῖται τὸ “φεῦ”.

### book 154a

εἰ πύθοιο Σωκράτους: εἰ ἀκούσειας, μάθοις.

### book 154b

τί δῆτ’ ἄν] εἴποις.

### book 154c

πύθοιο] μάθοις.

### book 155a

φρόντισμα: φροντίδα, ἐφεύρεσιν.

### book 155b

φρόντισμα] γρ. σό‐ φισμα.

### book 156a

Σφήττιοι δῆμος Ἀκαμαντίδος φυλῆς. τὸ δὲ “ὁπότερα” ὁποτέρως καὶ πῶς. τὴν γνώμην ἔχει: ἤγουν νομίζει τὰς ἐμπίδας διὰ τοῦ στόματος φθέγγεσθαι ἢ διὰ τοῦ οὐρο[πυγίου] καὶ τοῦ πρ̣ω̣κτοῦ. ἐμπὶς δέ ἐστι ζωΰφιον κωνωπῶδες λευκὴν ζώνην ἔχον, διάγει δὲ τόποις *** κ̣αὶ ἑλώδεσιν. τὰ δὲ τοιαῦ‐ τα πάντα ζωΰλλια, ὡς κώνωπες, μυῖαι, μέ[λισσαι] *** [ἐγ]κέλαδοι, τέττιγες, καὶ εἴτι ἕτερον τοιουτότροπον, στόματι μὲν ἐσθίουσιν, *** ῥάχεως φθέγγονται ὀπῆς τινος φυσικῆς ὑπαρχούσης ἐν αὐτοῖς. οὗτ̣[ος] δ̣ὲ̣ ὁ̣ *** ἐπὶ τὸ ἀστεῖον καὶ γελοιότερον τὸν λόγον παράγων οὐ τῇ ῥάχει, τῷ δὲ οὐροπυγίῳ *** οὐροπύ‐ γιον δέ ἐστιν ὁ πρωκτὸς ἤτοι τὸ μακρὸν τῶν σπειρόντων ὀργάνων. κ[αλεῖται δὲ] τ̣ὰ̣ τοιαῦτα [ζωΰφια] ἔντομά τε καὶ βομβύκια. ἔντομα μὲν διὰ τὴν ἐν τῇ ῥάχει αὐτῶν ἐντομὴν καὶ ὀπ̣ήν, δ̣ι̣’ ἧς φθέγγονται, βομβύκια δὲ διὰ τὸ βομβεῖν. μᾶλλον δὲ βομβύκια κυρίως καλ̣ε̣ῖ̣τ̣α̣ι̣ κώνωψ καὶ μυῖα καὶ μέλισσα, σφὴξ καὶ ὅσα βομβεῖ, ἔντομον δὲ ὁ τέττιξ.

### book 156b

ὁ Σφήττιος: δηλονότι πικρὸς δῆμος τῶν Ἀθηναίων.

### book 156c

αὐτὸν] τὸν Σωκράτην.

### book 156d

Χαιρεφῶν] ὁ.

### book 156e

ὁ Σφήττιος] ἀπὸ τῆς σφητ‐ τίας χώρας.

### book 157a

ὁπότερα ... ἔχει] πῶς διανοεῖται καὶ διαλογίζεται.

### book 157b

ἐμπίδας] εἶδος κώνωπος.

### book 158a

γράφεται καὶ μετὰ τῶν δύο ρρ, ἵν’ ᾖ ὀρροπύγιον.

### book 158b

οὐρροπύγιον κυρίως ὁ κῶλος τῆς ὄρνιθος.

### book 158c

κατὰ τὸ στόμ’] διὰ στό‐ ματος.

### book 159

ἐμπίδος] κώνωπος.

### book 160

ἔφασκεν εἶναι τοὔντερον: ψυχροφυσικεύεται διαπαίζων τοὺς φιλοσόφους, πῶς αἱ ἐμπίδες διὰ τοῦ πρωκτοῦ φθέγγονται, καί φησι· στενόν ἐστι τοὔντερον τῆς ἐμπίδος καὶ διάλεπτον. διαλέπτου δὲ ὄντος αὐτοῦ ἡ πνοὴ χωρεῖ πρὸς τὸ οὐροπύγιον ἤτοι τὸν πρωκτόν. τοῦτον δὲ κοῖλον καὶ στενὸν πεφυκότα ἠχεῖν βιαζομένου τοῦ πνεύματος πρὸς τὴν ἐκφορὰν τῇ τοῦ πρωκτοῦ στενότητι καὶ κοιλότητι.

### book 161

αὐτοῦ] τοῦ ἐντέρου.

### book 162

εὐθὺ] ἐξ ἴσου.

### book 163a

κοῖλον] τὸν πρωκτόν.

### book 163b

κοῖλον] ὄντα.

### book 163c

στενῷ] τῷ ἐντέρῳ.

### book 166a

ὦ τρισμακάριος: καταγελῶν τῶν φιλοσόφων τὰ ἐπὶ τοιούτοις τισὶ ψυχρὰ φυσικεύματα διαπαίζει καί φησι τῷ δοκεῖν· ὦ τρισμακάριος ἕνεκα τῆς διεντερεύσεως καὶ φυσιολογίας τῆς περὶ τῶν ἐντέρων τῶν τῶν ἐμπίδων. ὁ γὰρ τοιαῦτα λεπτὰ ἐρευνῶν πῶς οὐκ ἂν τῷ βίῳ γένοιτο χρήσιμος; καὶ δικαστηρίῳ εἰ τύχοι κρινόμενος, πῶς οὐκ ἂν καταδίκην ἐκφύγοι, εἰ χρῷτο λεπτολογίαις τοιαῖσδε; τοιάδε μὲν ἡ εἰρωνεία καὶ τὰ ἐν σχήματι, τὸ φῶς δὲ τοῦ λόγου καὶ ἡ ἀλήθεια· ὦ τρισάθλιος ἕνεκα τοῦ περὶ τοιούτων ἀσυντελῶν τῷ βίῳ καὶ ὑποψύχρων διερευνᾶν αὐτόν τε καὶ τοὺς λοιποὺς φιλοσόφους, ἑσπέρας δὲ γενομένης μηδ’ ἄρτου τρύφος ἔχειν φαγεῖν.

### book 166b

ὦ] ὡς.

### book 166c

τοῦ διεντερεύματος] παρ’ ὑπόνοιαν· τοῦ ἐπινοήματος.

### book 167a

φεύγων ὁ κατηγορούμενος, διώκων ὁ κατηγορῶν.

### book 167b

ἦ] ὄντως.

### book 167c

φεύγων] κατηγορούμενος.

### book 168

δίοιδεν] ἀκριβῶς γινώσκει.

### book 169a

γνώμην μεγάλην: διάνοιαν περὶ φυσιολογίας μεγίστην ἀπώλεσεν ἐμποδισθεὶς ἀσκαλαβώτῃ. ἀσκαλαβώτης δὲ κυρίως ἐστὶ ζωΰφιον ὅμοιον μὲν σαύρᾳ, σμικρότερον δὲ καὶ σποδοειδές, ἀσκαλαβώτης καλούμενον παρὰ τὸ ἀναρριχᾶσθαι καὶ ἀνερπύζειν καὶ περιτρέχειν καὶ βαίνειν τοὺς τοίχους ῥᾳδίως καὶ ἀσκελῶς. τουτὶ τὸ ζωΰλλιον ἀσκαλαβώτης κυρίως καὶ λέγεται καὶ ἔστιν· νῦν δὲ οὗτος ἀσκαλαβώτην φησὶ τὴν μικρὰν καὶ πυρρὰν ἀγρίαν γαλῆν, οὐ τὸν αἴλουρον οὐδὲ τὴν ἥμερον γαλῆν, ἥτις ἐστὶν ἡ κτὶς καὶ ἡ κατίς, περὶ ἧς καὶ Ὅμηρος λέγει· κρατὶ δ’ ἔπι κτιδέην κυνέην εὔτυκτον ἔθηκεν.

### book 169a

ἀσκελῶς δὲ καὶ ἡ ἀγρία γαλῆ ἀναρριχᾶται καὶ περιτρέχει τοὺς τοίχους.

### book 169b

γνώμην] θεώρημα.

### book 169c

ἀφῃρέθη] ὑστερήθη.

### book 170

ἀσκαλαβώτου] ἀπὸ τοῦ ἀσκε‐ λ〈ῶς βαίνειν τοὺς τοίχουσ〉.

### book 170,col 2

ἀσκαλαβώτου] γαλῆς.

### book 171

τῆς σελήνης τὰς ὁδοὺς: ζητοῦντος καὶ ἀνασκοπουμένου φυσικεύ‐ σασθαι περὶ αὐξιμειώσεων καὶ δρόμων σεληναίων κατέχεσε τοῦ στόματος αὐτοῦ γαλεώτης ἐκ τῆς ὀροφῆς ἄνω βλέποντος τοῦ σοφοῦ κεχηνότως.

### book 174

ἥσθην] ἐχάρην.

### book 175

ἐχθὲς δέ γ’ ἡμῖν: ἀναλογώτερόν ἐστι τοῦ “χθές” τὸ “ἐχθές”· τὸ “χθές” γὰρ ἀφαιρέσει τοῦ ε γέγονεν, “ἐχθές” ὂν καὶ “χθές” γεγονός, “ἐχθές” δὲ λέγεται παρὰ τὸ ἐχθεῦσαι καὶ ἐκδραμεῖν τὴν χθὲς ἡμέραν. Ἀττικοὶ δὲ ἀντὶ τῶν ψιλῶν δασέα τιθέασιν· ἐκθὲς ἐχθές, ἐπίσης ἐφίσης, τάχιον τᾶσσον θᾶσσον, καὶ τὰ ὅμοια. τὴν ἑσπέραν δάσυνε· πέρας γὰρ τῆς ἕω καὶ τῆς ἡμέρας ἐστίν. ἐντεῦθεν σημειοῦ καὶ ἡμερόνυκτον λέγειν, καὶ μὴ νυχθήμερον, βοώσης αὐτῆς καὶ λαλούσης τῆς ἑσπέρας· ὅτι πέρας καὶ τελευτὴ καὶ ὑστέρα τῆς ἕω καὶ τῆς ἡμέρας εἰμί.

### book 176a

εἶεν τί οὖν πρὸς ἄλφιτα: “τοῦτο”, φασὶν οἱ παλαιοὶ σχολιογράφοι, “καλεῖται ἀπόθεσις”. ἐγὼ δὲ παραπληρωματικὸν τοῦτο σύνδεσμον λέγω εἰς ἐπικόσμησιν τιθέμενον τοῦ λόγου τῆς φράσεως. ἀντὶ τοῦ “ἄγε, φέρε, ὑπαρχέτωσαν.” τί δ’ ἐπαλαμήσατο καὶ διεπράξατο πρὸς τἄλφιτα, τουτέστι πρὸς τὸ εὑρεῖν ἄρτον καὶ βεβρωκέναι, ὡς μὴ πεινῴη. οὕτως ἐγὼ παραπληρω‐ ματικὸν σύνδεσμον λέγω τοῦτο. ἀπόθεσις δέ ἐστι τὸ ἀπὸ ἐννοίας εἰς ἔννοιαν μεταβαίνοντα λέγειν· ἀλλὰ ταῦτα μὲν οὕτως ἔχουσιν, εἴποιμεν δὲ περὶ τῶνδε· ἢ ἐατέον ταυτί, μεταβατέον δ’ εἰς τά.

### book 176b

διεπράξατο. ἁρμοδία ἡ λέ‐ ξις πρὸς τὰ ἄλφιτα, ὥς που τις ἅγιός φησιν· “οἰκείαις χερσὶν ὁ Θεὸς ἐπαλαμήσατο τὸν ἄνθρωπον”, ἤγουν ἔπλασεν.

### book 176c

εἶεν] ἄγε, φέρε.

### book 176d

ἐπαλαμήσατο] ἠγωνίσατο, ἐμηχανήσατο.

### book 177

κατὰ τῆς τραπέζης: στακτὴν λεπτήν, φησίν, ἐκ πυρὸς κατὰ τῆς τραπέζης πάσας, ὡς οἱ φιλόσοφοι εἰώθασι ποιεῖν ἐπ’ ὀστράκου λεπτίστατα κατατριβέντος σχηματογραφεῖν, οὕτω δεδρακὼς καὶ Σωκράτης καὶ χέας τὴν τέφραν κατὰ τῆς τραπέζης, καὶ κάμψας καὶ κυρτώσας ὀβελίσκον εἰς ἅρπαγος δίκην, εἶτα λαβὼν διαβήτην, τὴν πυράγραν, τὸ ἐργαλεῖον, ᾧ τοὺς κύκλους διαγράφομεν, ἔδει εἰπεῖν· διαιρέσεις ἐποίει, ὡς οἱ φιλόσοφοι ἐπὶ τοῦ οὗ εἶπον τετριμμένου ὀστράκου, ἢ ἐσχηματογράφει, ὡς φιλόσοφοι ἅμα καὶ γεωμέτραι ποιοῦσι, καὶ τούτοις ἠσχολημένοι τῆς πείνης καὶ τοῦ λιμοῦ παραψυχὴν μικρὰν ἐλαμβάνομεν· οὕτως εἰπεῖν ἔδει, ὁ δὲ παρ’ ὑπόνοιαν ἕνεκα τοῦ γελοίου φησί·

### book 177

καταπάσας τῆς τραπέζης τέφραν Σωκράτης εἶτα κυρτώσας ὀβελίσκον ἐκ τῆς παλαίστρας δι’ αὐτοῦ ἥρπασε τὸ ἱμάτιον. κωμῳδεῖ δὲ τὸν Σωκράτην, ὡς φιλόνεον καὶ περὶ παλαίστρας διατρίβοντα. κλεπτικὴ δὲ Σωκράτους πολὺ ἀποδέει, ἕνεκα δὲ τοῦ γελοίου καὶ τὴν κλοπὴν ἱματίου τῇ κωμῳδίᾳ προσήρμοσεν.

### book 178a

διότι, ὡς λέγουσιν, ὃς τελεῖ‐ ται τὰ γεωμετρικά, οὐκ ἔχει ὄρεξιν τοῦ φαγεῖν.

### book 178b

διαβήτην] διαδέτην.

### book 179a

179] παρ’ ὑπόνοιαν.

### book 179b

ὑφείλετο] ἔκλεψε.

### book 180a

τί δῆτ’ ἐκεῖνον τὸν Θαλῆν: ἐνταῦθα μηδὲν προσφυὲς εἰπεῖν ἔχοντες οἱ γράψαντες πρὸ ἐμοῦ φασιν ἅπερ φασίν. σὺ δὲ σαφῶς τε ὁμοῦ καὶ συντόμως καὶ προσφυῶς τῇ ἐννοίᾳ νῦν ἄκουε. ὁ Θαλῆς οὗτος σοφὸς Μιλήσιος ἦν ἰσόχρονος τῇ τῶν σοφῶν ἑπτάδι τῇ κατὰ Σόλωνα. καὶ πρῶτος Ἑλλήνων σελήνης ἔκλειψιν, μᾶλλον δὲ ὑποσκίασιν μέλλουσαν γεγονέναι τοῖς περὶ Ἀλυ‐ άττην προεῖπεν. καὶ τὸν Κροῖσον δὲ μὴ περαιωθέντα τὸν Ἅλυν πεπερακέναι πεποίηκε μηνοειδέσιν 〈ἡμι〉κυκλίοις μηνισκοκύκλοις τῶν τάφρων ὀρύγμασιν. ὡς οὖν κἀνταῦθα ὁ Στρεψιάδης τὸ περὶ τῆς ἐνδείας καὶ τῆς τοῦ ἱματίου κλοπῆς μηχάνημα τὸ γεγονὸς τάχα παρὰ τοῦ Σωκράτους κατήκουσεν, ἐκπλήττεται καί φησι·

### book 180a

τί δῆτα τὸν Θαλῆν ἐκεῖνον θαυμάζομεν τοιαῦτα ἐπὶ τοῦ Κροίσου μηχανη‐ σάμενον, νῦν τοῦ Σωκράτους μηχανωμένου τοιαῦτα; ἰστέον δέ σοι, ὅτι διττῶς γράφεται· Θάλης Θάλητος, καὶ Θαλῆς Θαλοῦ.

### book 180b

τί δῆτ’] ἔκλειψιν ὅλην.

### book 181a

ἀνύσας] σπεύσας.

### book 181b,col 2

τὸ φροντιστήριον] τὴν σχο‐ λήν.

### book 183a

μαθητιῶ γάρ: ἐπιθυμῶ γὰρ μαθητὴς γεγονέναι, δηλονότι Σωκρά‐ τους.

### book 183b

μαθητιῶ] μαθεῖν ἐπιθυμῶ.

### book 184a

ὦ Ἡράκλεις: ὦ ἀλεξίκακε Ἥρακλες. ἀνεῴξαντος τοῦ μαθητοῦ εἰσ‐ ελθὼν Στρεψιάδης καὶ ἰδὼν τοὺς ἐκεῖ καθημένους μαθητὰς ὠχροὺς καὶ ἀμόρφους καὶ ἄντικρυς ἀνθρώπων σκιὰς ῥυπαρούς τε καὶ τἄλλα ἀνεβόησεν (185) ἐκπλαγείς· ποδαπὰ τὰ θηρία καὶ ζωΐδια ταῦτά εἰσιν; καὶ ὁ μαθητής· τί (186) ἐθαύμασας; τίνι σοι ὅμοιοι δοκοῦσιν; καὶ ὁ Στρεψιάδης· ὅμοιοί μοι δοκοῦσι τοῖς τριακοσίοις Λάκωσιν αἰχμαλώτοις τοῖς ἐκ Πύλου, οὓς Κλέων πολιορκῶν πρῶτα μὲν λιμῷ εἷλεν, εἶτα καὶ εἱρκτὴ κατασχοῦσα ὡς εἴδωλα ἀνθρώπων πεποίηκε φαίνεσθαι.

### book 184a

οἱ πρὸ ἐμοῦ δὲ καὶ τὴν Πύλον κακῶς λέγουσι τρεῖς ἐπωνυμίας ἔχειν, Πύλον καὶ Κορυφάσιον καὶ Σφακτηρίαν. σὺ δὲ τὴν μὲν Σφακτηρίαν νῆσόν μοι γίνωσκε, πόλεις δὲ τὸ Κορυφάσιον καὶ τὴν Πύλον.

### book 184b

ὦ Ἡράκλεις] φεῦ.

### book 184c

ποδαπὰ τὰ θηρία] εἶδε γὰρ τοὺς μαθητὰς ὠχρούς.

### book 185

τῷ] τίσι.

### book 186

ἱστορία: ἡ Πύλος ἦν ὑπό‐ φορος τοῖς Λάκωσι, μετὰ δὲ ταῦτα ἀπεσκίρτησεν. πέμψαντες οὖν τὸν Κλέωνα οἱ 〈Ἀθηναῖοι τοὺσ〉 Λά‐ κωνας ἐκράτησαν τοὺς ἐν τῇ Πύλῳ ὄντας καὶ ἐμάστιξαν καὶ ἐν τῇ φυλακῇ ἐνέβαλον. ταῦτα δὲ πάσχον‐ τες ἐγένοντο ὅσα καὶ νεκροί.

### book 187

ἀτὰρ τί ποτε: ὁ “ἀτάρ” παραπληρωματικὸς ἀντὶ τοῦ “δή”· τί δή‐ ποτε, φησὶν ὁ Στρεψιάδης ἰδὼν τούτους, οὗτοι συννοίᾳ πρὸς γῆν βλέπουσιν; εἰπόντος δὲ τοῦ μαθητοῦ, ὅτι ζητοῦσι τὰ κατὰ γῆς ἤτοι σκοποῦσιν ἐφευρεῖν φυσιολογίας τῶν ὑπογέων, νομίσας δῆθεν ὡς ἀγρότης περὶ βολβῶν τούτους σκοπεῖν· μὴ νῦν, φησί, περὶ βολβῶν σκοπεῖτε καὶ φροντίζετε. ἐγὼ γὰρ οἶδα, ποῦ καλοὶ καὶ μεγάλοι βολβοὶ φύονται. βολβοὶ δέ εἰσιν εἶδός τι κρομμυῶδες παρεμφερὲς πάνυ κρομμύοις σμικροῖς, οὓς πολλοὶ τῶν ἀπόρων ἀνερευνῶντες ἐσθίουσιν. τινὲς δὲ οὐκ ὀρθῶς ἐνόμισαν βολβοὺς τὰ οἶδνα καλεῖσθαι, ἅ τινες μὲν ἐκ τοῦ ὕω, τὸ βρέχω, διὰ τοῦ υ ψιλοῦ γράφουσι, Τζέτζης δὲ διὰ τῆς οι διφθόγγου, ἐκ τοῦ οἰδαίνω· οἰδαίνοντα γὰρ καὶ ἐξογκούμενα ταῦτα σχίζει τὴν γῆν καὶ ἐξέρχεται. τῷ Δημοκρίτῳ δὲ κεφαλοβαρῆ ταῦτα καλεῖται, ἑτέροις δὲ βασσάραι. βασσάραι δὲ σὺν αὐτοῖς λέγονται καὶ αἱ πόρναι καὶ αἱ ἀλώπεκες.

### book 188

βολβοὺς] τὰ λεγόμενα οἶδνα ἢ κρόμμυα.

### book 190

ἵν’ εἰσὶ] ὅπου φύονται.

### book 191a

οἱ σφόδρ’ ἐγκεκυφότες: ἑτέρους τῶν μαθητῶν πάνυ ἐγκεκυφότας (192) εἰς τὴν γῆν συννοίᾳ ὁρῶν· οὗτοι δέ, φησί, τί δρῶσιν; καὶ ὁ μαθητὴς λέγει· οὗτοι τὰ ὑπὸ τὸ ἔρεβος καὶ τὸν ὑπὸ τὴν ἔραν καὶ τὴν γῆν τόπον ἤτοι τὰ περὶ τῶν ὑπογέων καὶ τοῦ Ταρτάρου διφῶσι καὶ ἀνερευνῶσι τῇ διανοίᾳ ὡς φυσιο‐ λογήσαιέν (193) τι περὶ τούτων. ἐπεὶ δὲ ὁ πρωκτὸς τῶν κάτω κεκυφότων πρὸς τὸ ἄναντες εἴωθε φέρεσθαι· ὁ πρωκτὸς αὐτῶν τί, φησί, πρὸς τὸν οὐρανὸν (194) βλέπει; καὶ ὁ μαθητὴς ἕνεκεν τοῦ γελοίου παράγεται λέγων· αὐτοδιδάκτως (195) ἀστρονομίαν μανθάνει. εἶτ’ ἐπιστραφεὶς τοῖς συμφοιτῶσί φησι τοῖς ἔξω διὰ τὸν Στρεψιάδην βραχὺ ἐξελθοῦσιν· ἀλλ’ εἴσιτε καὶ εἰσέλθετε, ἵνα μὴ ἐκεῖνος ἤγουν ὁ Σωκράτης ἐνταῦθα ἡμῖν ἐπιτύχῃ. τὸ δὲ “ἐκεῖνος” σεβασμοῦ (196/7) καὶ ὑπεροχῆς νῦν καὶ τιμῆς. καὶ ὁ Στρεψιάδης· μήπω εἰσελθέτωσαν, μικρὸν δέ τι καρτερησάτωσαν, ἵν’ αὐτοῖς κοινώσω καὶ κοινῶς εἴπω πραγμάτιον ἐμὸν καὶ ὑπόθεσιν. πραγματίον παροξυτόνως ἀττικῇ

### book 191a

διαλέκτῳ.

### book 191a,col 2

πραγμάτιον προπαροξυτόνως ἀτ‐ τικῇ διαλέκτῳ, πραγματίον δὲ παρο‐ ξύνεται τῷ καθόλου κανόνι.

### book 191b

οἵδε] οἱ ἄλλοι.

### book 191c

οἱ σφόδρ’ ἐγκεκυφότες] οἱ φιλόσοφοι.

### book 192

ἐρεβοδιφῶσιν ... Τάρταρον] ψηλαφῶσι τὰ περὶ τοῦ Χάους.

### book 195a

ὁ μαθητὴς πρὸς μαθητὰς λέγει.

### book 195b

εἴσιθ’] εἴσιτε. πρὸς τοὺς μαθητάς.

### book 195c

’κεῖνος] ὁ Σωκράτης.

### book 197

αὐτοῖσι] ὑμῖν.

### book 198a

ἀλλ’ οὐχ οἷον καὶ οὐ δυνατὸν ἤτοι οὐ συγκεχώρηται ἡμῖν ἔξω διάγειν πολὺν χρόνον. εἶτα ὁ Στρεψιάδης ἑωρακὼς σφαῖραν ἐζωγραφημένην εἰς μίμημα οὐρανοῦ, καὶ γεωμετρικὸν καὶ περιηγήσεως πίνακα καὶ περὶ τούτων ἐρωτᾷ καὶ ἀκούει, καὶ πολλὰ ὡς ἀγρότης δῆθέν φησιν οὐκ ἄπωθεν γελοιαζούσης καὶ κωμικῆς χάριτος. περὶ γὰρ τοῦ πίνακος τοῦ τῆς γεωμετρίας ἐν τῷ ἐρωτῆσαι ἀκούσας, ὅτι γεωμετρία ἐστί, χρησιμεύει δὲ εἰς ἀναμέτρησιν γῆς, ἐρωτᾷ· μῶν τῆς κληρουχικῆς καὶ ἐξ ἀναγραφῆς διανεμηθείσης τισί; καὶ ἀκούσας, ὅτι χρησιμεύει πρὸς πάσης γῆς ἀναμέτρησιν, οὐχὶ τῆς κληρουχικῆς· ἀστεῖον, φησί, καὶ χάριεν καὶ πολιτείᾳ πρέπον τοῦτο τὸ δίδαγμα ὡς πρᾶγμα σοφόν.

### book 198a

εἶτα τοῦ μαθητοῦ καὶ περὶ τοῦ τῆς περιηγήσεως λέγοντος πίνακος καὶ χειρὶ παραδεικνύοντος ἕκαστα καί· αἵδε μέν, λέγοντος, Ἀθῆναί εἰσιν, ἐπεὶ δικαστὰς οὐχ ὁρᾷ ταῖς ἐζωγραφημέναις Ἀθήναις· οὐ πείθομαι, φησί, ταύτας εἶναι Ἀθήνας, ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους, τῷ οὕτω λέγειν τοὺς Ἀθηναίους διαβάλλων ὡς φιλοδίκους. ἐνισταμένου δὲ τοῦ μαθητοῦ καὶ λέγοντος· ὡς ἀληθῶς οὗτος ὁ τόπος Ἀθῆναί εἰσι, πάλιν ὁ Στρεψιάδης ἐρωτᾷ ψευδῆ τὸν μαθητὴν δῆθεν ἐλέγχων· καὶ ποῦ Κικυννεῖς εἰσιν οἱ ἐμοὶ δημόται, οἱ συναγρόται, οἱ γείτονες; οὕτω ταῦτα ἔχειν μοι νόει, καὶ μὴ ἐκ τοῦ “αἵδε μὲν Ἀθῆναι” μέχρι τοῦ “Κικυννεῖς οὑμοὶ δημόται” τοῦ Στρεψιάδου εἶναί μοι λέγε, καθώς τινες ὑπετόπασαν.

### book 198b

αὐτοῖσι] ἡμῖν.

### book 201a

αὑτηΐ] σφαῖραν δείκνυσιν.

### book 201b

αὑτηΐ] ἐπέκτασις.

### book 202

τοῦτ’] ἤγουν ἡ γεωμετρία.

### book 204

ἀστεῖον] καλόν, χάριεν.

### book 205

δημοτικὸν] καὶ πρέπον τῇ πολιτείᾳ.

### book 206a

αὕτη] χωρογραφίαν δείκνυ‐ σιν.

### book 206b

γῆς] τῆς.

### book 206c

περίοδος] ἡ.

### book 206d

περίοδος] ἤγουν ἡ περιήγη‐ σις.

### book 208

208] διασύρει τοὺς Ἀθηναί‐ ους, διότι συνίστων πάντοτε δι‐ καστήρια.

### book 209

ὡς] γίνωσκε.

### book 211a

ἐνταῦθ’ ἔνεισιν: ἐνταῦθα, φησὶν ὁ μαθητής, ὑπάρχουσι καὶ οἱ Κικυννεῖς. ἡ δέ γε Εὔβοια ἤτοι ὁ Εὔριπος παρατεταμένη καὶ μακρά ἐστι τῷ σχήματι τῆς ζωγραφίας πόρρω πάνυ τῶν Ἀθηνῶν οὖσα, ὅθεν διὰ τὸ ἐπιμήκης εἶναι καὶ ἡ παρ’ αὐτῇ Μάκρις Μάκρις ἐκλήθη. καὶ ὁ Στρεψιάδης τὸ “παρατε‐ ταμένη” δῆθεν οὐ νοήσας ἐπὶ τοῦ μακροῦ σχήματος τῆς ζωγραφίας εἰρῆσθαι, ἀλλ’ ἐπὶ τῆς τάσεως καὶ αὐξήσεως τῶν φόρων καὶ τῶν τελῶν· οἶδα, φησίν, ὅτι παρατεταμένη καὶ βαρυνθεῖσά ἐστι τοῖς φόροις· ὑφ’ ἡμῶν γὰρ καὶ τοῦ Περικλέους ἐβαρύνθη τοῖς τέλεσιν. κατασχόντος γὰρ Περικλέους πολέμῳ τοὺς Ἄβαντας βαρεῖς αὐτοῖς ἐθέμεθα φόρους.

### book 211b

ἡ νῦν καλουμένη Μάκρις.

### book 211c

Εὔβοι’] Εὔριπος.

### book 212a

ἡδὶ] καὶ αὕτη.

### book 212b

παρατέταται] ἐξήπλωται.

### book 213

ἡμῶν] Ἀθηναίων.

### book 214a

ἀλλ’ ἡ Λακεδαίμων, φησί, ποῦ ἐστι; τοῦ μαθητοῦ δὲ εἰπόντος· ἐρωτᾷς· ὅτι ποῦ ἐστι; καὶ δακτυλοδεικτήσαντος, ὅτι αὕτη ἐστὶν αὑτηΐ ἐστιν ἡ Λακεδαίμων, (215) ὁ Στρεψιάδης ἰδὼν ἔγγιστα τῇ ζωγραφίᾳ—μακρὰν γὰρ ἀπέχουσιν ἀλλή‐ λων τῷ τῆς ὁδοῦ διαστήματι—· λίαν ἐγγὺς ἡμῶν ἐστιν, ἔφη· φροντίζετε δὲ καὶ (216/’17) σκέψιν ποιήσασθε ταύτην μακρὰν πάνυ ἀφ’ ἡμῶν ἀπαγαγεῖν. ἀλλ’ οὐ δυνατόν ἐστιν, εἰπόντος τοῦ μαθητοῦ, τοῦτο ποιῆσαι καὶ παρασπάσαι δῆθεν τὴν ζωγραφίαν, πάλιν ὁ Στρεψιάδης φησὶ πρὸς ἣν αὐτὸς διάνοιαν λέγων· ἐὰν τοῦτο οὐ δράσητε, βαρέως ἄρα οἰμώξετε. αἰνῶ δὲ αὐτὸς καθ’ ὑπερβολὴν τοῦ κωμικοῦ τὸ εἰρηναῖόν τε καὶ εὐσύμβουλον τὸ μετὰ μεθόδου δεινότητος· ἀστείοις γὰρ λόγοις καὶ παιγνιώδεσι νουθετεῖ τοὺς βαρεῖς Ἀθηναίους, οἷς οὐδεὶς ἐτόλμα περὶ εἰρήνης λόγους εἰπεῖν, καί φησιν ἐν μὲν τῷ λέγειν· δικαστὰς οὐχ’ ὁρῶ καθημένους, ἀπέχεσθαι πρὸς τοὺς συμπολιτευομένους μὲν καὶ ἰδίους ἐπηρειῶν καὶ δικῶν

### book 214a

καὶ θορύβων, πρὸς δὲ τοὺς ἀλλοτρίους πολέμων ἐμφυλίων τε καὶ βαρβά‐ ρων, ἐν τῷ νῦν μὲν λέγειν μακρὰν ἀποστῆσαι τῆς Ἀττικῆς Λακεδαίμονα ἤτοι τὸν λακεδαιμονιακὸν πόλεμον, ἐν τῷ εἰρηνεῦσαι δηλονότι· εἰ δ’ οὔ, βαρέως οἰμώξεσθε· ἀλλαχοῦ δὲ πολλαχοῦ, ἐν οἷς τε φέρει τὰς τριήρεις περὶ πολέμου καρχηδονικοῦ διαλεγομένας, καὶ οἷς φησι τὰς ἀφύας εὐώνους εἶναι, καὶ λέγει ἑρπέτω ὁ πόλεμος, καὶ ἐν Εἰρήνῃ καὶ Ἀχαρνεῦσι καὶ σχεδὸν αὐτοῦ πᾶσι δράμασιν. εἰρήνην γὰρ ἐν ἅπασι τούτοις καὶ πρὸς βαρβάρους ἔχειν φησὶν αἱρετώτερον ἢ πόλεμον ὀϊζυρὸν καὶ ἐπίπονον.

### book 214b

αὑτηΐ] δεικτικῶς.

### book 215a

ὡς] λίαν.

### book 215b

φροντίζετε] πρὸς τοὺς Ἀ‐ θηναίους· βουλεύεσθε.

### book 218a

φέρε: ἄγε· παραπληρωματικὸς σύνδεσμος περιττῶς κείμενος, ὥσπερ νῦν καὶ ὁ “γάρ” περιττῶς κεῖται. τίς οὗτος οὑ ’πὶ τῆς κρεμάθρας: εἰσελθὼν ὁ Στρεψιάδης ὁρᾷ τὸν Σωκράτην ἐκκρεμῆ καθήμενον ἐπὶ καλαθίσκου μετέωρον, ὥσπερ τι κρεᾴδιον τραπέζης ἀπόλειμμα διὰ τὰς μύας αἰωρηθὲν μεριδοκρύπτῃ καλάθῳ, ἵν’ ἑστίαμα ἐπιδείπνιον γένοιτο, καὶ ἰδὼν αὐτὸν οὕτω κρεμάμενον· τίς ἐστιν, ἐρωτᾷ, ὁ ἐπὶ τῆς κρεμάθρας; τὰ δὲ λοιπὰ σαφῆ, κατάδηλα. καὶ μὴ πείθου ψευδεῖ μακρηγορίᾳ τινῶν.

### book 218b

φέρε] ἄγε.

### book 219

αὐτός] κατ’ ἐξοχὴν ὁ Σω‐ κράτης.

### book 220

οὗτος] ὦ.

### book 223a

ὦ ’φήμερε: βραχυχρόνιε, ἄνθρωπε, θνητέ, καὶ περὶ θνητῶν καὶ γηΐνων φροντίζων.

### book 223b

’φήμερε] ἄνθρωπε.

### book 224a

κάτειπέ: κυρίως κατειπεῖν ἐστι τὸ “κατά τινος εἰπεῖν”. νῦν δὲ ἀττικῶς “κάτειπε” ἀντὶ τοῦ “εἰπέ”. μετὰ γὰρ προθέσεων Ἀττικοὶ λέγουσι· δίειπε, κάτειπε καὶ ἔξειπε καὶ τὰ ὅμοια.

### book 224b

κάτειπέ] ἀττικόν.

### book 225a

ἀεροβατῶ: μετέωρος καὶ ἐκκρεμὴς ἐν τῷ ἀέρι φέρομαι· καὶ περι‐ φρονῶ τὸν ἥλιον: ἢ ἀντίπτωσις ἀττικὴ ἤτοι περὶ τοῦ ἡλίου φρονῶ καὶ λογίζομαι καὶ σκοπῶ, ἢ περιφρονῶ καὶ σκοπῶ καὶ περιεργάζομαι τὸν ἥλιον. εἰσάγει δὲ τὴν λέξιν ὁ κωμικὸς νῦν ἐπαμφοτερίζουσαν ἐσχηματισμένως αὐτὸν διασύρων εἰς ἀσέβειαν, ὡς νοεῖσθαι τὸ “περιφρονῶ”, ὅτι καταφρονῶ τοῦ ἡλίου, ὅπερ ἀσεβές ἐστιν. ὁ Σωκράτης δέ, ὥσπερ προεῖπον, εἰρήκει, ὅτι τὰ (226) περὶ τοῦ ἡλίου σκοπῶ. καὶ ὁ Στρεψιάδης ἀκούσας τῆς λέξεως τῆς “περι‐ φρονῶ” πρὸς τὸ ἀσεβὲς τοῦτο δεξάμενός φησιν· ἔπειτα—περισσῶς κεῖται— ἀπὸ τοῦ ταρροῦ καὶ καλαθίσκου καταφρονητὴς γίνῃ σὺ τῶν θεῶν, ἀλλ’ οὐκ ἀπὸ (227) τῆς γῆς, εἴπερ—ἐλλειπτικῶς ἀττικῶς—καταφρονητὴς ἔμελλες εἶναι εἰς αὐτοὺς καὶ ἀσεβής; ὁ Σωκράτης δὲ πάλιν αὐτῷ ἀποκρίνεται πρὸς τὰ ἐφ’ οἷς

### book 225a

ἐκεῖνος σκοπῶν εἶπε τὴν λέξιν, οὐ πρὸς τὸν λόγον τοῦ Στρεψιάδου· οὐ γάρ ποτ’ (228—’30) ἄν, λέγων, ἀπὸ γῆς ἐσκόπησα περὶ τῶν τοιούτων ἄριστα, εἰ μὴ εἰς τὸν ἀέρα μετέωρος ἐγενόμην. τοὺς χαμερπεῖς γὰρ ἡ γῆ καὶ κάτω πεφυρμένους οὐκ ἐᾷ σοφόν τι νοῆσαι παρασπῶσα καὶ συνθολοῦσα τοῖς γεηροῖς τὰ νοήματα. οὕτως ἔχει ταυτί· τοῖς παλαιοῖς δὲ καὶ πρὸ ἡμῶν γράψασιν ἀσυντελῆ τῇδε καὶ μακρὰ λέγειν πάρες.

### book 225b

περιφρονῶ] περιεργάζομαι, λογίζομαι.

### book 225c

περιφρονῶ τὸν ἥλιον] ἤγουν τὰ τοῦ ἡλίου ἐξετάζω.

### book 225d

τὸν] τοῦ.

### book 226a

ἔπειτ’] παρέλκον.

### book 226b

ταρροῦ] ταλάρου, καλαθί‐ σκου.

### book 226c

ὑπερφρονεῖς] καταφρονεῖς.

### book 227

εἴπερ p.i.m.] ἤθελες, ἐβούλου ὑπερφρονεῖν τῶν θεῶν.

### book 229

κρεμάσας] τὸν ἑαυτόν μου.

### book 230

λεπτὴν] τήν.

### book 231a

εἰ δ’ ὢν χαμαί: εἰ δ’ ὤν, φησί, προσγειότερος περὶ τῶν μετεώρων (232) καὶ θείων ἐσκόπουν, οὐκ ἄν ποτε εὗρον τὸ ἀληθές· οὐ γάρ, ἤτοι οὔκουν, (233) ἀλλ’ ἡ γῆ βίᾳ: ὁ “ἀλλά” ἀντὶ τοῦ “γάρ”· ἡ γῆ γὰρ τὴν ἰκμάδα καὶ τὸ (234) ποριμώτατον τῆς φροντίδος καὶ τοῦ νοήματος ἕλκει πρὸς ἑαυτήν. πάσχει δὲ τοῦτο καὶ τὰ κάρδαμα: ἢ τὰ παρ’ ἡμῖν γνώριμα ἢ περσικὴ βοτάνη ἀγρία κάρδαμον καλουμένη. νῦν δὲ τὴν σκάφον γνώριμον βοτάνην φησίν, ἥτις πλησίον ἑτέρων λαχάνων φυεῖσα ἑλκτικὴν ὑγρότητος ἔχουσα δύναμιν ἐπισπᾶται τὴν τῶν ἐγγὺς λαχάνων ἰκμάδα καὶ ἀποξηραίνει αὐτά, ἐκείνη δὲ θαλερῶς ἐπαυξάνει. ἕνεκα δὲ τοῦ γελοίου τὸ τῶν καρδάμων παράδειγμα ἔφερε. καὶ ὁ Στρεψιάδης (236) ἀκούσας, ὅτι ἡ γῆ ἕλκει τὴν ἰκμάδα καὶ τὸ λεπτὸν καὶ ποριμώτατον τοῦ νοήματος πρὸς ἑαυτήν—τοῦτο δὲ ποιεῖ καὶ τὰ κάρδαμα, ὡς εἴπομεν, ἕλκοντα πρὸς ἑαυτὰ τὴν ὑγρότητα τῶν γειτνιώντων λαχάνων—καὶ θέλων εἰπεῖν, ὅτι καὶ τὰ κάρδαμα ἕλκουσι τὴν ἰκμάδα πρὸς ἑαυτά, ὡς δῆθεν ἀγρότης καὶ ἀμαθὴς διεφθαρμένως ἀνερωτᾷ οὕτως· ἡ φροντὶς ἕλκει τὴν ἰκμάδ’ εἰς τὰ κάρδαμα;

### book 231b

κάτωθεν] ἀπὸ τῆς γῆς.

### book 232a

οὐ γάρ] οὐδαμῶς.

### book 232b

ἀλλ’] γάρ.

### book 232c

βίᾳ] ἐν.

### book 234a

ἀπὸ τοῦ τὴν καρδίαν ἀμύσ‐ σειν· καρδίαν δὲ λάβε τὸν στόμαχον, ἐξ οὗ καὶ καρδιωγμός, ἡ τοῦ στομά‐ χου ὀδύνη.

### book 234b

πάσχει] ἐνεργεῖ.

### book 234c

ταὐτὸ] τοῦτο.

### book 236

ἕλκει] ἀδιανόητον.

### book 239a

ἦλθες δὲ κατὰ τί: ἐκ τῆς κρεμάθρας κατελθὼν ὁ Σωκράτης ἐρωτᾷ Στρεψιάδην· κατὰ τί ἤγουν διὰ ποίαν ἦλθες αἰτίαν; καὶ ὁ Στρεψιάδης· (240) βουλόμενος μαθεῖν λέγειν ἤτοι ἀντιλέγειν καὶ δικάζεσθαι· ὑπὸ γὰρ τόκων (241) καὶ χρήστων—νῦν καταχρηστικῶς παραχρηστικῶς δανειστῶν—ἄγομαι καὶ ἕλκομαι εἰς δικαστήρια, φέρομαι καὶ ἀνάρπαστος βαστάζομαι καὶ εἰς ἐνέχυρα ἀκουσίως τὰ χρήματα ἐμοῦ ἀφαιροῦμαι. χρήστης καὶ δανειστὴς διαφέρει· καὶ δανειστὴς μὲν ὁ πρὸς τὸ λαβεῖν τόκους ἢ καὶ ἄνευ τόκων διδοὺς δάνεια, χρήστης δὲ ὁ διδοὺς ἱμάτιά τινι ἢ ἀργυρώματα ἢ καὶ τοιαῦτά τινα πρὸς χρῆσιν βραχεῖαν, ἵνα πάλιν ἀπολάβῃ ταῦτα συντόμως.

### book 239a

νῦν δὲ καταχρηστικῶς παραχρηστικῶς χρήστας τοὺς δανειστὰς εἶπεν. οὕτω γίνωσκε ταῦτα παραλιμπάνων τοὺς παλαιούς. τὸ ἄγομαι φαμὲν ἐπὶ τῶν ἑλκομένων αἰχμαλώτων ἢ ἑλκομένων εἰς δικαστή‐ ριον. τὸ δὲ φέρομαι ἐπὶ τῶν μετεώρων βασταζομένων.

### book 239b

διασύρει αὐτόν, διότι οὐκ ἠπίστατο ἀντιλέγειν ὡς οἱ ῥήτορες.

### book 239c

λέγειν] τὸν λόγον, ἀντιλέ‐ γειν.

### book 241a

ἄγομαι] ἕλκομαι.

### book 241b

τὰ χρήματ’] διά.

### book 241c

ἐνεχυράζομαι] εἰς ἐνέχυρα ἀφαιροῦμαι.

### book 242

πόθεν δ’ ὑπόχρεως: ὥσπερ τις ἰατρὸς ἐρωτᾷ νοσοῦντά τινα· πῶς ἔλαθες σαυτὸν ἐς τόδε τὸ νόσημα περιπεσών; κἀκεῖνος αὐτῷ ἀποκρίνεται, οὕτω καὶ νῦν ὁ Σωκράτης ἐρωτᾷ Στρεψιάδην, πῶς ἔλαθεν ἑαυτὸν ὑπόχρεως (243) γενόμενος. καὶ ὁ Στρεψιάδης ὡς νοσῶν ἀποκρίνεται· νόσος, λέγων, ἱππική με ἐπέτριψεν ἤγουν συνέτριψεν, ἀπώλεσε δεινὴ εἰς τὸ φαγεῖν καὶ καταδαπανῆσαι (244—’46) πράγματα. ἀλλὰ δίδαξόν με τὸν ἥττονα λόγον τὸν μηδὲν ἀποδιδόν‐ τα, τουτέστιν ὃς τὰ χρέα οὐκ ἀποδίδωσιν, ἀλλ’ ὅμως νικᾷ· μισθὸν δ’ ὅντινα πράττῃ καὶ ἀπαιτεῖς με ὀμοῦμαι καὶ ὀμνύω τοὺς θεοὺς καταθεῖναι καὶ δοῦναί σοι. πολὺ δὲ νῦν ἁμαρτάνει τοῦ ἤθους Σωκράτους καταψευδόμενος. ὁ Ἱππο‐ κράτης γὰρ καὶ ὁ Σωκράτης μισθὸν παρ’ οὐδένος οὐδένα ἐλάμβανον, πλὴν ὁ Σωκράτης μόνον σῖτον καὶ οἶνον ἐλάμβανεν ἐκ τῶν αὐτοῦ φοιτητῶν. Σιμωνίδης δὲ πρὸ αὐτῶν πρῶτος ἀργυρίου ἀπήρξατο πᾶν καὶ πράττειν καὶ φθέγγεσθαι, ὅπερ ὁ ἄθεος Θεόδωρος διεδέξατο. Κόρακι δὲ τῷ ῥήτορι τοῦτο εἶπε Τισίας μισθὸν ῥητορικοῦ διδάγματος ἀπαιτούμενος· ὄμνυμι θεοὺς ἀποδοῦναί σοι

### book 242

μετὰ τὸ μαθεῖν, ὃν ἂν ἀπαιτῇς με μισθόν. οἰκονομικῶς δὲ νῦν ἐπὶ Σωκράτους τοῦτό φησιν ὁ Ἀριστοφάνης ἀσεβῆ τοῦτον ἀποδεῖξαι βουλόμενος. ὀμνῦντος γὰρ Στρεψιάδου θεοὺς μετὰ τὸ μαθεῖν λέγειν καταθεῖναι αὐτῷ τὸν ταχθέντα (247—’49) μισθὸν ὁ Σωκράτης φησίν· ἡμῖν νόμισμα καὶ νομιζόμενον οὔκ εἰσι θεοί. καὶ ὁ Στρεψιάδης ὡς ἀγρότης πάλιν καὶ ἀμαθὴς εἰσάγεται γελοῖα φθεγγό‐ μενος πρὸς τὴν νόμισμα φωνὴν λέγων· ὦ Σώκρατες, ἆρα τὸ νόμισμα οἱ φιλόσοφοι δοκεῖτε θεὸν καὶ τούτῳ ὀμνύετε ἢ σιδηροῖς νομίσμασιν, ὥσπερ ἐν Βυζαν‐ τίῳ; σιδαρέοισιν: τὸ “δα” μακρόν· καὶ ἔστιν ὁ στίχος τροχαϊκός. πρῴην οἱ Βυζάντιοι σιδηρῷ, φασίν, ἐχρῶντο νομίσματι. ὁ νοῦς δέ, ὃν φθείρουσιν, οὗτός ἐστι· φησὶ Στρεψιάδης· τῷ νομίσματι, Σώκρατες, ὄμνυτε οἱ φιλόσοφοι;

### book 242

ἢ ἐν “σιδηρέοις λέβησι” δέον εἰπεῖν, “ὥσπερ οἱ Σκύθαι” ἐν τῷ ὀργεμπαίῳ, ὅστις σιδηρᾶ λεκάνη ἐστίν, εἶπεν· “ὥσπερ ἐν Βυζαντίῳ”. ἰστέον δέ, ὡς Βυζάντιος μόνον κύριον ὄνομα καὶ Βυζάντιον, τὸ Βυζαντίδιον ὑποκοριστικῶς, ι, τἄλλα δὲ πάντα δίφθογγα γράφεται, Τζέτζης βυζάντειος, βυζάντειον πόλισμα καὶ Βυζάντειον ἄνευ τοῦ τεθῆναι πόλισμα. διὰ δὲ τὴν ἀμαθεστάτην μιαρὰν κουστωδίαν γράφω ποτὲ καὶ αὐτὸς κατ’ αὐτούς.

### book 243

δεινὴ φαγεῖν] ἤγουν πολυ‐ δάπανος.

### book 244

τοῖν σοῖν λόγοιν] τῶν σῶν λόγων.

### book 246a

πράττῃ] εἰσπράττῃ.

### book 246b

πράττῃ] ἀπαιτεῖς.

### book 246c

καταθήσειν] παρασχεῖν.

### book 248a

νόμισμ’] νομιζόμενον, φρόν‐ τισμα.

### book 248b

τῷ] τίνι.

### book 249a

ἢ] ὄντως.

### book 249b

σιδαρέοισιν] νομίσμασιν.

### book 249c

ἐν Βυζαντίῳ] ὤμνυον.

### book 249c,col 2

Βυζαντίῳ] Βυζαντείῳ.

### book 250

βούλει τὰ θεῖα πράγματα: πάρες τὰ τῶν προτέρων, ἡμῶν δὲ νῦν ἄκουε. πεποίηται νῦν ὁ Σωκράτης τῷ κωμικῷ ἀπὸ τοῦ εὐσεβεῖν μετάγων εἰς ἀσέβειαν Στρεψιάδην· βούλει, λέγων, εἰδέναι τὰ θεῖα καὶ ἃ ὀρθῶς καὶ ἀληθῶς θεῖά εἰσι καὶ ξυγγενέσθαι καὶ εἰς ὁμιλίαν καὶ γνῶσιν ἐλθεῖν τῶν λόγων τῶν ἡμετέρων θεῶν, Νεφελῶν; καὶ ὁ Στρεψιάδης συγκατατίθεται καί· μάλιστά γε, φησί, θέλω. καθίζει τοίνυν αὐτὸν ἐπὶ σωκρατικοῦ σκίμποδος ἤγουν κλινιδίου ἢ ὀκλαδίου καὶ σκαμβόποδος θρόνου, οἷοι πολλοὶ παρά τε Θρᾳξὶ καὶ Βουλγάροις εἰσίν. ὁ σκίμπους δ’ οὗτος μεστὸς κόρεων, ἐφ’ οὗ τοῦτον ἱδρύσας αὐτῷ περιτίθησι στέφανον. εἶτα λαβὼν ὄστρακα τῆς κεφαλῆς ἀνωτέρω τοῦ Στρεψιάδου πρὸς ἄλληλα προστρίβων αὐτὰ τῷ ἀποπίπτοντι τούτων λεπτῷ δίκην παιπάλης καταπάττει αὐτὸν καὶ προτελειοῖ πρὸς ἀσέβειαν, εὐχήν τινα λέγων καὶ ἀνα‐ καλούμενος ὡς θεοὺς ἀέρα, αἰθέρα, καὶ τὰς νεφέλας πλέον αὐτῶν, ἐλθεῖν ἐπ’ αὐτόν. τὰ δὲ ὡραῖα γελοῖα κατὰ λεπτὸν τοῦ δαιμονίου Ἀριστοφάνους τίς διηγήσεται; τὰ κομματικὰ γὰρ τῶν προσώπων ὡς Τζέτζη διηγεῖσθαί με

### book 250

οὐκ ἐᾷ.

### book 251a

νὴ Δί’] θέλω.

### book 251b

ἔστι] ἀληθῆ.

### book 254

φασὶ σκίμποδα εἶναι τὸ χω‐ λὸν κραββάτιον· σκιμπάζειν γὰρ τὸ χωλαίνειν παρὰ τοῖς παλαιοῖς. εἴρηται παρὰ τὸ σκαμβοὺς ἔχειν τοὺς πόδας.

### book 255

τουτονὶ τοίνυν λαβέ: “λαβέ” ἀντὶ τοῦ “λάβε” ἀττικῶς. παρεπιγρα‐ φὴν δὲ τοῦτο κακῶς οἱ πρὸ ἡμῶν λέγουσιν. καὶ πῶς γὰρ οὐ κακῶς τοῦ Σω‐ κράτους λέγοντος περὶ τοῦ στεφάνου· λαβὲ τουτονὶ τὸν στέφανον, οὐ μὴν δ’ ἐκ τῶν κάτωθεν λεγομένων νοουμένου καὶ τοῦ στεφάνου, ὥσπερ ἐν τῷ λέξω τὰ πάντα νητρεκῶς, ἅ μ’ ἱστορεῖς. ἐκεῖ γὰρ μηδὲν ἐρωτῶν ὁ Πρίαμος ἐκ τοῦ “ἅ μ’ ἱστορεῖς” φαίνεται, ὅτι προη‐ ρώτησε, καὶ ἔστιν ἐκεῖνο ποιητικὴ παρεπιγραφή. τοῦτο δὲ παραγραφὴ καὶ ὀβέλισμα γραμματικῶν, τουτέστιν ἀνθρώπων κριτικωτάτων κρίνειν εἰδότων γράμματα, τουτέστι συγγράμματα γραμματικῶν, ῥητόρων, ἰατρῶν, φιλοσόφων,

### book 255

μηχανικῶν, ἀστρολόγων, γεομετρῶν καὶ πάντων ἁπλῶς τῶν ὅσοι λογικὰ συγ‐ γράμματα συνετάξαντο. τοιοῦτον γάρ, εἰ παράγει πῇ καὶ ἐτράφη, γραμματικὸν Τζέτζης φησίν. ὃς τοιοῦτος γραμματικὸς πολλῷ φιλοσόφων ὑπέρτερος· οἱ μὲν γὰρ ἐπικαλοῦνται φιλόσοφοι ὡς φιλοῦντες σοφίαν, οὐχ ὡς εἰδότες· ὁ δὲ τοιοῦτος, ὃν εἴπομεν, καλεῖται γραμματικὸς οὐχ ὡς φιλῶν, ἀλλ’ ὡς εἰδὼς κρίνειν γράμματα καὶ συγγράμματα.

### book 256a

ἐπὶ τί στέφανον: στεφανωθεὶς Στρεψιάδης παρὰ Σωκράτους ὡς προτελούμενος φιλοσοφίας τὰ ὄργια καὶ ἀσέβειαν δεδιὼς δῆθέν φησιν· ἐπὶ τί καὶ διὰ τί στέφανον ἐμοὶ δίδως, ὦ Σώκρατες; οἴμοι ἵνα ἐμὲ θύσητε, θύσετε, ἰωνικῶς, ὅπως καὶ ὥσπερ τὸν Ἀθάμαντα. τοῦ δὲ “μὴ θύσητε” θύσετε” τὸ “μή” περιττῶς κεῖται, ὡς τὸ ἀλλ’ οὐδὲ νῦν σε μὴ παρόντ’ ἴδῃ πέλας. ἡ δὲ ἱστορία τοιάδε. ἱστορία: ἀνθ’ ὧν Ἀθάμας πεισθεὶς τῇ αὐτοῦ δευτέρᾳ συ‐ ζύγῳ Ἰνοῖ Φρίξον ἐκείνου τὸν παῖδα τὸν ἐκ Νεφέλης τῆς πρὶν αὐτοῦ γυναικὸς δι’ ἀκαρπίαν ὡς ἱερεῖον θεοῖς τυθῆναι παρέσχε κἀν νεφέλῃ αὐτὸν ἡ μήτηρ ἀφήρπαξέ τε καὶ ἔσωσε, στεφανωθεὶς ἀντ’ ἐκείνου τῷ βωμῷ τοῦ Διὸς παρίστατο τυθησό‐ μενος. ἐπιφανεὶς δὲ Ἡρακλῆς τῆς σφαγῆς τοῦτον ἐκσῴζει· Φρίξος, εἰπών, ζῇ.

### book 256b

ἐπὶ ... Σώκρατες] δεδιώς, μὴ πέσῃ εἰς ἀσέβειαν, δειλιᾷ.

### book 257a

μοι (sic)] φοβοῦμαι.

### book 257b

ὅπως] ὅρα.

### book 257c

μὴ] τὸ “μή” περισσόν.

### book 258a

οὔκ, ἀλλὰ ταῦτα πάντα: οὐχ ὅπως σε θύσωμεν, ὁ Σωκράτης φησί, διδόαμέν σοι στέφανον, ἀλλὰ πάντα ταῦτα τοῖς νεήλυσι δρῶμεν ἡμῶν μαθηταῖς φιλοσοφίας ἀρχὴν ὡς ἑορτῆς καὶ μυστηρίων προτέλειά τε καὶ προδιδάγματα. (259/’60) εἶτα δὴ τί κερδανῶ; φησὶ Στρεψιάδης. καὶ Σωκράτους εἰπόντος· λέγειν γενήσῃ τρίμμα καὶ ἐντριβής, κρόταλον καὶ εὔστομα στωμυλλόμενος καὶ περίκροτα, ὥσπερ τὸ κρόταλον, ὃ κατὰ τούτους ὁ ἐσχισμένος λέγεται κάλαμος, καθ’ ἡμᾶς δὲ τὰ χαλκεῖα χειροκύμβαλα, παιπάλη, οὐ κατὰ τούτους τραχύτατος, ἀλλὰ λεπτολόγος καὶ ζητητικὸς καὶ τῶν πάνυ διαλανθανόντων σμικρῶν καὶ ἀφανεστάτων—παιπάλη δὲ τὸ λεπτίστατόν ἐστι τοῦ ἀλεύρου—ταῦτα εἰπόντος Σωκράτους καὶ τῇ προστρίψει τῶν ὧν εἶπον ὀστράκων αὐτὸν καταπάττοντος·

### book 258a

(261/’62) οὐ ψεύσῃ με, Σώκρατες, λέγει, τῷ λεπτῷ γὰρ τῶν ὀστράκων (263) παιπάλη γενήσομαι. ὁ δὲ εὐφημεῖν καὶ σιωπᾶν εἰπὼν Στρεψιάδην κατάρ‐ χεται τῆς εὐχῆς ὡς θεοὺς ὑμνῶν ἀέρα, αἰθέρα καὶ τὰς νεφέλας, ἃς καὶ καλεῖ θεαθῆναι.

### book 258b

τοὺς μέλλοντας διδάσκε‐ σθαι· ὥσπερ λέγομεν· τελεῖται τὴν ῥητορικήν, τελεῖται τὰ φιλόσοφα, ἤγουν διδάσκεται.

### book 258c

τοὺς τελουμένους] ἤγουν τοὺς νεήλυδας μαθητάς.

### book 260a

λεπτολόγος καὶ τῶν λεπτῶν ζητητής.

### book 260b

λέγειν] εἰς τό.

### book 260c

τρίμμα] ἐντριβής.

### book 260d

κρόταλον] εὔστομος, εὔ‐ γλωττος, ἠχητικός.

### book 261

ἀτρέμας] ἡσύχως.

### book 262

καταπαττόμενος] καταπα‐ τούμενος.

### book 263

εὐφημεῖν] σιωπᾶν.

### book 264

ἀμέτρητ’ Ἀήρ: ὅτι κυκλοτερῶς καὶ σφαιρικῶς τὴν γῆν περιέχει. ὃς ἔχεις τὴν γῆν μετέωρον: τὴν γῆν τινες δοξάζουσιν εἶναι πλατεῖαν πε‐ ταλοειδῆ (265) ὀχουμένην τῷ ἀέρι. λαμπρός τ’ Αἰθήρ: ἢ ὁ ἥλιος ἢ ὁ μετὰ τὸν ἀέρα τόπος, ἐν ᾧ οἱ ἀστέρες, ὅς ἐστι καθαρὸς καὶ οὐ νεφελώδης, ὡς ὁ ἀήρ. βροντησικέραυνοι: τῷ βάρει γὰρ τοῦ ὕδατος ἀλλήλαις κροτοῦσαι βροντὴν ἀπεργάζονται, κεραυνὸν δὲ τὸν ἐν αὐταῖς λεπτὸν ἀέρα προστρίψει ἐκπυρακτοῦσαι. (266) ἄρθητε δὲ μετέωροι εἰπόντος ῥάκος τι ὁ Στρεψιάδης ἑλίσσεται καί (267) φησι· μήπω γε ταύτας κάλει, πρὶν ἂν τουτὶ προσπτύξωμαι, μὴ καταβραχῶ. προσπτύξομαι δὲ ἀντὶ τοῦ “σκεπασθῶ” ἀπὸ τῶν πτυχῶν εἴρηται τῶν ἢ ζωόφυτον ἢ ἕτερόν τι σκεπόντων.

### book 266

τῷ φροντιστῇ] ἐμοί.

### book 267

πτύξωμαι] ἐντυλιχθῶ τὸ τρι‐ βώνιον· ἐκ μεταφορᾶς τῶν ὀστρέων.

### book 268a

τὸ δὲ μὴ κυνῆν: ἐλλιπὴς ἡ διάνοια, ἔστι δὲ αὕτη· τὸ δὲ ἐλθεῖν ἐμὲ (269) οἴκοθεν μηδὲ κυνῆν καὶ σκιάδειον ἔχοντα. λείπει τὸ “οὐ μάταιον ἦν;”. εἰς ἐπίδειξιν: προφανῶς.

### book 268b

κυνήν] περικεφαλαίαν, σκιά‐ δειον.

### book 268c

ἔχοντα] φοροῦντα.

### book 268d

268] οὐ δεινὸν οὐδὲ μάταιόν ἐστιν; ⟦εἰς ἐπίδειξιν⟧.

### book 269

τῷδ’] τῷ πρεσβύτῃ.

### book 270a

χιονοβλήτους τὰς κορυφάς φησι τοῦ Ὀλύμπου, ὅτι τὰ ἄκρα τῶν ὀρῶν χιονόβλητα,(.) κἂν ὁ ἑσπέριος ὅλως τοῦτο οὐκ ἔχῃ.

### book 270b

Ὀλύμπου] ὄρος Μυσίας.

### book 270c

χιονοβλήτοισι] τὰ γὰρ ὑψη‐ λὰ χιονόβλητα.

### book 271a

Ὠκεανοῦ κήπους τὰς τούτου πηγὰς λέγει, Νύμφας δὲ τὰ ὕδατα. συγχορεύουσι δὲ τοῖς ὕδασιν αἱ νεφέλαι, ὅτι καὶ αὗται καθύγρου οὐσίας εἰσίν. (272) χρυσέαις ἀρύεσθε προχόοις: ταῖς χρυσαυγέσιν ἡλίου ἀκτῖσιν ἀνιμώμεναι τὸ ὑγρὸν δίκην προχόων χρυσέων ἤτοι ξεστῶν. καὶ πρόχοοι μὲν οἱ ξέσται καὶ πᾶν ἀγγεῖον ἔχον ὑγρὸν καὶ προχέον αὐτό, προχοαὶ δὲ αἱ ἐκχύσεις (273) τῶν ποταμῶν. Μαιῶτις λίμνη Σκυθίας. Μίμας δὲ ὄρος ὑψηλὸν ἔγγιστα (274) Χίου. χαρεῖσαι: τερφθεῖσαι.

### book 271b

ἱερὸν] εἰς.

### book 271c

ἵστατε] συνιστῶντες.

### book 271d

νύμφαις] σύν.

### book 271e

νύμφαις] ταῖς πηγαῖς.

### book 273

Μίμαντος] ὄρος ὑψηλὸν τῆς Χίου.

### book 274a

ἀένναοι Νεφέλαι: ἀεὶ οὖσαι ἢ ἀεὶ νάουσαι καὶ ῥέουσαι. ὑπακούσασαι δῆθεν εὐχῆς τῆς Σωκράτους παρακελεύονται ἀλλήλαις ἐξ Ὠκεανοῦ σφῶν πατρὸς τοῦ βαρέως ἠχοῦντος ἀρθῆναι ἐφ’ ὑψηλῶν ὀρέων δενδροφύτων κορυφάς, ἵν’ ὑψηλοὺς τόπους θεάσωνται, καρπούς, γῆν, ποταμούς, θάλασσαν. τὸ ὄμμα γὰρ καὶ ὁ ὀφθαλμὸς τοῦ αἰθέρος, ὁ ἥλιος, λαμπρὸν ὑπαυγάζει. ἀλλὰ τὸ ὄμβριμον ὄμβριον νέφος καὶ τὴν φύσιν τῶν νεφελῶν, φασίν, ἀποθέμεναι ἀθανάταις μορφαῖς τὴν γῆν θεασώμεθα. καὶ αὐτίκα χορὸς ἑταιρίδων εἰσέρχεται ἐσκευασμέ‐ νος εἰς σχῆμα τῶν νεφελῶν. (276) ἀλλὰ καί τινας ἀναπτυκτέον τῶν λέξεων. δροσερὰν φύσιν: ὅτι

### book 274a

μετέχουσιν αἱ νεφέλαι ὑγρότητος. εὐάγητον: τὴν καλῶς κινουμένην καὶ (277) φερομένην. Ὠκεανοῦ βαρυαχέος: ἀκαλαρρείτης Ὁμήρῳ καὶ ἥσυχα ῥέων ὁ Ὠκεανὸς λέγεται· πῶς δ’ οὗτος βαρυηχέα τοῦτόν φησιν; ὅτι ἐκ τούτου πάντες ποταμοὶ καὶ πᾶσαι θάλασσαι καὶ φρείατα μακρὰ νάουσιν. ἐπεὶ δὲ τὸ ὕδωρ ἠχητικὸν καὶ τοὺς ποταμοὺς οἱ ζωγράφοι ζωγραφοῦσι ταυροκεφάλους καὶ ὅτι καὶ βροντῶν κρότος ἐκ καθύδρων τῶν νεφελῶν γίνεται, διὰ τοῦτο βαρυ‐ ηχέα (289) τοῦτόν φησιν. ἀθανάταις ἰδέαις: νῦν ἀνθρωπομόρφοις, ὥσπερ ὁ Ζεύς, Ἥρα καὶ οἱ λοιποὶ θεοί. ἐπιδώμεθα: καὶ θεασώμεθα τὴν γῆν τῷ τηλεσκόπῳ καὶ πόρρωθεν βλέποντι ἡμῶν ὄμματι.

### book 274b

ἱεροῖσι] θύμασι.

### book 275

ἀένναοι] ἢ ἀεὶ ῥέουσαι ἢ ἀεὶ οὖσαι.

### book 276

φανεραὶ] ἄνευ ὕδατος, κα‐ θαραί.

### book 277a

εὐάγητον: καλῶς ἀγομέ‐ νην. τὸ γὰρ ὕδωρ, ὅπῃ τις θέλει, στρέφει καὶ ἄγει, τὰ δὲ ἄλλα στοιχεῖα, τὸ πῦρ, τὴν γῆν, οὐδαμῶς.

### book 277b

δροσερὰν φύσιν] τήν.

### book 277c

δροσερὰν φύσιν] αἱ ἔχουσαι ἢ δείξασαι.

### book 277d

εὐάγητον] καθαρὰν καὶ λάμ‐ πουσαν.

### book 278

“βαρυηχέος” διὰ τί εἶπε; καὶ μὴν ὁ Ὠκεανὸς ἥσυχος καὶ ἀκαλαρρείτης ὡς κυκλῶν πᾶσαν τὴν γῆν. ἀλλὰ διότι ἐξ ἐκείνου ῥέουσι καὶ αἱ πηγαὶ καὶ οἱ ποταμοί, εἴρηται βαρυηχής.

### book 281

ἀφορώμεθα] βλέπομεν.

### book 282

ἱερὰν] μεγάλην.

### book 284

βαρύβρομον] ἐπιθετικῷ ὀνό‐ ματι.

### book 285

ὄμμα ... αἰθέρος] ὁ ἥλιος.

### book 286a

ἀκάματον] μὴ κοπιῶν.

### book 286b

σελαγεῖται] λάμπει.

### book 287a

μαρμαρέαις] λαμπραῖς.

### book 287b

αὐγαῖς] λαμπηδόσι.

### book 288

ἀποσεισάμεναι] ἀπορρίψασαι.

### book 289a

ἐπιδώμεθα] ἄς.

### book 289b

ἐπιδώμεθα] φανῶμεν, θεα‐ σώμεθα.

### book 291a

ὦ μέγα σεμναὶ Νεφέλαι: τῶν Νεφελῶν φανεισῶν τῷ ὑπακοῦσαι δῆθεν τῆς εὐχῆς τοῦ Σωκράτους εὐχαριστεῖ αὐταῖς ὁ σοφὸς λέγων· ὦ μέγα καὶ μεγάλως σεμναὶ καὶ τίμιαι Νεφέλαι, ἠκούσατέ μου φανερῶς. ὑποστραφεὶς (292) δὲ εἶτα τῷ Στρεψιάδῃ φησίν· αἴσθησιν ἔσχες τῆς φωνῆς τῶν Νεφελῶν τῆς θεοσέπτου καὶ ἅμα τῇ τούτων φωνῇ καὶ βροντῆς μυκησαμένης, τροπικωτέ‐ ρως (293—’95) ἀντὶ τοῦ ἠχησάσης; καὶ ὁ Στρεψιάδης τρέμων δῆθεν ἐσχημα‐ τισμένως καὶ πτοούμενος τὰς βροντὰς λέγει· καὶ σέβομαι καὶ βούλομαι ἀντα‐ ποπαρδεῖν πρὸς τὰς βροντάς· καὶ εἰ θέμις ἐστὶ καὶ εὐσεβές ἐστιν εἰπεῖν ἢ μὴ εὐσεβές, ἤδη τῷ δέει χεσείω· οὕτως αὐτὰς τετρεμαίνω καὶ πεφόβημαι. εἶτα (296) ἐπιφωνήματι καὶ ὑστερολογίᾳ φησίν· ὦ πολυτίμητοι. καὶ ὁ Σωκράτης ἐπιτιμῶν αὐτῷ καὶ μεμφόμενος καὶ τῆς δειλίας ἐξαιρῶν· οὔ, φησί, δεῖ σε δειλιᾶν πρὸς τοὺς κτύπους τῶν βροντῶν μηδὲ σκώψῃς καὶ ὑπὸ τοῦ δέους σκωπτικὰ λέγε τοιαῦτα καὶ ἄσεμνα, ὥσπερ οἱ τρυγοδαίμονες καὶ οἱ κωμικοί, οἱ τῷ δαίμονι καὶ τῇ τύχῃ δυσμοίρῳ διὰ τρύγα ἤτοι οἶνον καὶ τράγον ληρολε‐

### book 291a

σχοῦντες (297) τοιαῦτα· ἀλλ’ εὐφήμους πρόπεμπε λόγους· μέγα γάρ—νῦν ἀντὶ τοῦ “πολύ”—σμῆνος καὶ πλῆθος τῶν νεφελῶν κεκίνηται ταῖς ἐμαῖς ἀοιδαῖς καὶ εὐχαῖς ἢ κινεῖται αὐτὸ ᾆδον καὶ ψάλλον. τὸ δὲ “οὗτοι” ἀντὶ τοῦ “οἱ παρ’ ἡμῖν” κωμικοί. ὁ νοῦς μὲν οὗτός ἐστι τοῦ παρόντος χωρίου καὶ ἡ συνέπεια τοῦ λόγου καὶ σύνταξις. τὸ δὲ “ᾔσθου φωνῆς ἅμα καὶ βροντῆς” παρεπιγραφή ἐστιν, ὁ ποιητικὸς τρόπος. δηλοῖ γὰρ ὁ ποιητὴς διὰ τοῦ νῦν εἰπεῖν· καὶ βροντῆς, ὅτι, ὅτε ἐφθέγξαντο αἱ νεφέλαι, ἅμα καὶ τὸ ἠχεῖον ἐπεκρότησε εἰς τύπον βροντῆς. τὸ δὲ ἠχεῖον καὶ βροντεῖον ἐλέγετο. καὶ πῇ μὲν τὸ βροντεῖον τοιοῦτον ὑπῆρχεν. ἅρματι ἐπέκειντο λέβητες ἐπιξήροις βύρσαις ἐσκεπασμένοι. ἁρματηλασίας δὲ

### book 291a

γενομένης βρονταῖς ἐμφερεῖς οἱ κτύποι ἐγίνοντο. ὁτὲ δὲ ἠχεῖον καὶ βύκινον κατέχων τις σαλπιγκτὴς ἔνδον ἐπιμήκους ἑλικοειδοῦς εὐχάλκου χαλκίου ὑπήχει καὶ ὁ ἦχος ἐδόκει βροντή. οἱ δὲ πρὸ ἡμῶν τὰ τοῦ κωμικοῦ ἐπεξηγησά‐ μενοί φασιν· “ἦν ἀμφορεὺς ἔχων ψηφῖδας θαλασσίους, ἦν δὲ καὶ λέβης χαλ‐ κοῦς, εἰς ὃν αἱ ψηφῖδες κατήρχοντο καὶ κυλιόμεναι ἦχον ἀπετέλουν.”

### book 291b

μέγα] μεγάλως.

### book 292a

ᾔσθου] πρὸς τὸν Στρεψι‐ άδην.

### book 292b

μυκησαμένης] ἠχησάσης.

### book 292c

θεοσέπτου] θεοκινήτου.

### book 293

ἀνταποπαρδεῖν] ἠχεῖν.

### book 295

χεσείω] ἐφετικόν.

### book 296a

ἢ τοὺς τραγικοὺς ποιητὰς ἢ τοὺς μεθύσους. οἱ γὰρ τραγικοὶ ποιηταὶ λέγοντες τὰ αὐτῶν συγ‐ γράμματα ἢ τράγον ἐλάμβανον ἢ τρύγα, τουτέστι νέον οἶνον, ἐχρίοντο. ἠδολέσχουν γὰρ καὶ ἐν τοῖς ἑαυτῶν ποιήμασιν.

### book 296b

τρυγοδαίμονες] κωμικοὶ ἤγουν οἱ μεθύοντες.

### book 296c

κατηγορεῖ τῶν τραγικῶν ὡς μὴ πιστευόντων θεοῖς.

### book 297a

ἀλλὰ προνόει.

### book 297b

ἢ ἐν ταῖς παρακλήσεσιν ἐμοῦ ἢ ἐν μολπαῖς ἐρχόμεναι ἤγουν τραγῳδοῦσαι.

### book 297c

εὐφήμει] εἰπὲ “ἀντηχεῖν” εὐφήμως.

### book 297d

εὐφήμει] ἔχε ἡσύχως.

### book 297e

ἀοιδαῖς] ἐμαῖς.

### book 299

παρθένοι ὀμβροφόροι: παρακελεύονται ἀλλήλαις αἱ Νεφέλαι πρὸς τὴν χθόνα Παλλάδος καὶ Ἀθηνᾶς καὶ γῆν Κέκροπος ἤτοι τὰς Ἀθήνας ἐλθεῖν, καί φασιν· ὦ παρθένοι ὀμβροφόροι ἤτοι ὄμβρων ποιητικαί, “ἀποσεισάμεναι νέφος ὄμβριμον,” ὄμβριον,” ὡς ὄπισθεν εἶπεν, ἔλθωμεν καθαραὶ καὶ ἄνομβροι νῦν ἐς χθόνα Παλλάδος τῆς Ἀθηνᾶς—μή, ὥς τινές φασιν ἀσκεπτότεροι, ὀμβρο‐ φόροι ἔλθωμεν ἐς χθόνα Παλλάδος—ἔλθωμεν ἄνομβροι ἐς τὴν λιπαρὰν καὶ πλουσίαν χθόνα—μεταφορικῶς, ὡς τὸ ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα— Παλλάδος, τῆς Ἀθηνᾶς. ὅθεν δὲ Παλλὰς λέγεται, καὶ ὅτι Κέκροψ (300) Ἀθηνῶν ἦν βασιλεύς, τοῦτο πασίγνωστον. καὶ λίθοις ἐστὶν εὐεπίγνωστον. εὔανδρον γῆν τὰς Ἀθήνας καλεῖ θωπεύων ἅμα τοὺς Ἀθηναίους καὶ λέγων καὶ τὸ ἀληθές· πολλοὺς γὰρ πεπολεμηκότες πολέμους βαρβαρικούς τε καὶ ἐμφυλίους ἀεὶ (301) τὴν νικῶσαν ἐλάμβανον. πολυήρατον: ἐπιθυμητήν, διά τε τὴν παρ’ (302) αὐτῇ σοφίαν ἀνθοῦσαν καὶ τὰ πολεμικὰ τρόπαια. οὗ σέβας ἀρρήτων

### book 299

ἱερῶν: οὗ, ἤγουν ταῖς Ἀθήναις, τελεῖται ἡ μυστηριώδης καὶ ἄρρητος ἑορτὴ (303) τῆς τε Κόρης καὶ τῆς Δήμητρος. ἵνα μυστοδόκος δόμος δῆμος ἐκ παραλ‐ λήλου τὸ αὐτό· ταὐτόν· ἤγουν ὅπου ἐστὶν ὁ μυστοδόκος δόμος καὶ ὁ ναὸς ἤγουν ἡ Ἐλευσίς, ἐν ᾗ τὰ μυστήρια ἐγίνετο· ἢ δῆμος καὶ ὄχλος μυστοδόκος ὁ ἐλευσίνιος.

### book 300a

γᾶν] ἤγουν τὰς Ἀθήνας.

### book 300b

γᾶν] γαῖαν.

### book 301a

πολυήρατον] τήν.

### book 301b

πολυήρατον] διὰ τὸ ἀνθηρὸν τοῦ λόγου.

### book 302

ἵνα] ὅπου.

### book 303a

ὁ δεχόμενος τὰ μυστήρια.

### book 303b

μυστοδόκος] ἤγουν ἐλευ‐ σίνιος.

### book 303c

δόμος] δῆμος.

### book 304

(305) τελεταῖς ἁγίαις: ἑορταῖς σεβασταῖς. οὐρανίοις τε θεοῖς δωρήματα: Διί, Ἥρᾳ, Ἀθηνᾷ καὶ λοιποῖς· ἡ Δημήτηρ γὰρ καὶ Κόρη οὐ (306) τῶν οὐρανίων ἦσαν θεῶν. ὑψηρεφεῖς: ὑψηλοστεγεῖς· ἐρέφω γὰρ τὸ στεγάζω, ὅθεν καὶ ὄροφος. ἀγάλματα: εἰκόνες, ἀνδριάντες, ἀλλὰ καὶ καλλώ‐ πισμα πᾶν.

### book 305a

οὐρανίοις] ὅπου.

### book 305a,col 2

δωρήματα] λείπει τὸ “δω‐ ροῦνται”.

### book 305b

οὐρανίοις] πρὸς ἀντιδιαστο‐ λὴν τῶν καταχθονίων.

### book 306

ναοί] ὅπου.

### book 307

πρόσοδοι] αἱ θυσίαι.

### book 307,col 2

προσελεύσεις ἀνθρώπων εἰς τοὺς ναοὺς ἢ πρόσοδοι χρημάτων.

### book 308

εὐστέφανοί] ἐκόσμουν γὰρ καὶ ἐστεφάνουν τοὺς ναούς.

### book 308,col 2

εὐστέφανοί] ἐστεφανοῦντο γὰρ θύοντες.

### book 309

θαλίαι] ἑορταί.

### book 309,col 2

θυσίαι θαλίαι τε] λείπει τὸ “γίνονται”.

### book 311a

ἦρί τ’ ἐπερχομένῳ: ἦρί τε καὶ ἔαρος ἐπερχομένου ἡ βρομία καὶ ἡ διονυσιακή, χάρις γίνεται ἤτοι αὐτὰ τὰ Διονύσια, ἐν οἷς ἠγωνίζοντο κωμικοί τε καὶ τραγικοὶ καὶ ἕτεροι ποιηταί, —Βρόμιος δὲ ὁ Διόνυσος λέγεται, ὅτι μετὰ τυμπάνων καὶ βρόμων καὶ ἤχων ἐν ὄρεσι σὺν Βάκχαις ἐφέρετο καὶ Σατύροις καὶ Σειληνοῖς, ἢ ὅτι βρόμῳ καὶ ἤχῳ βροντῆς καὶ κεραυνοῦ βληθεῖσα Σεμέλη ἔγκυος οὖσα τοῦτον ἐξήνεγκεν. ἐτελεῖτο δ’ ἡ ἑορτὴ τῶν Διονυσίων χειμῶνος (312) μὲν παυομένου, ἀρχομένου δὲ ἔαρος—εὐκελάδων τε καὶ εὐήχων, ἐρέ‐ θισμα χορῶν—αὐλοῖς γὰρ καὶ λύραις καὶ μουσικοῖς ἑτέροις ὀργάνοις (313) ἠρεθίζοντο καὶ παρώρμων χορεύειν—καὶ μοῦσα καὶ μουσικὸν μέλος,

### book 311a

τῶν αὐλῶν βαρύβρομος καὶ ἠχητική. κεκινδύνευται δὲ τουτοῒ τῷ τζουρίχῳ· ποῦ γὰρ ὁ αὐλὸς βαρύβρομος, ὥσπερ τὰ ἠχεῖά εἰσιν ἢ τὰ τύμπανα;

### book 311b

Βρόμιος ὁ Διόνυσος ἐκλήθη, ἢ διότι ἐκεραυνώθη μετὰ βροντῶν καὶ ἀστραπῶν ἡ Σεμέλη καὶ ἔκτοτε ἐξῆλθεν ἀπ’ ἐκείνης, ἢ διότι μετὰ βρόμων καὶ ἤχων παρὰ τῶν μαινά‐ δων καὶ τῶν θυρσοφόρων ὑμνεῖτο, ἢ διότι βρόμων καὶ ἤχων αἴτιος γίνεται ὁ οἶνος, ἐν οἷς ἂν πολὺς ἐπεισρεύσῃ.

### book 311c

βρομία] διονυσιακή.

### book 311d

βρομία χάρις] ἤγουν τελοῦν‐ ται τὰ Διονύσια.

### book 312a

ἐρεθίσματα ὄργανα μουσικά.

### book 312b

ἐρεθίσματα] κινήματα.

### book 313a

μοῦσα] μελῳδία.

### book 313b

αὐλῶν] λείπει γίνεται.

### book 314a

πρὸς τοῦ Διὸς ἀντιβολῶ σε: ὁ Στρεψιάδης τῆς φωνῆς ἀκούσας τῶν Νεφελῶν δεῖται Σωκράτους θέλων μαθεῖν, τίνες εἰσί, καί φησι· μῶν (316) ἡρῷναι καὶ ἡρωῖναι καὶ ἡρώων γυναῖκές εἰσιν; ὁ Σωκράτης δέ· ἥκιστα, ἤτοι οὐδαμῶς, λέγει, εἰσὶν ἡρωῖναι, ἀλλὰ νεφέλαι οὐράνιαι, θεαὶ μεγάλαι ἀνθρώπων ἀργῶν. ἀλλὰ τὰ τῶν παλαιῶν πρῶτον. περὶ δὲ τῶν στίχων ῥητέον μοι· εἶτα καὶ ὃ τοῦ κειμένου χρῄζει σαφηνείας, διασαφήσομεν. “ἀπὸ τοῦ “πρὸς τοῦ Διὸς” ρκεʹ εἰσὶ στίχοι ἀναπαιστικοὶ τετράμετροι καταληκτικοί”. εἴτε δὲ καλῶς φασιν, εἴτε μή, τί με χρὴ λέγειν ἢ πονεῖν εἰς κενόν;

### book 314b

πρὸς] διά.

### book 315

ἡρῷναί] ἡρωϊκαί, ἡρώων γυναῖκες.

### book 316a

οὔκ, ἀλλ’ οὐράνιαι: οὐχ ἡρωῖναι, φησὶν ὁ Σωκράτης, εἰσίν, ἀλλὰ Νεφέλαι, μεγάλαι θεαὶ ἀνθρώπων ἀργῶν. οἱ φιλόσοφοι γὰρ ἀργὸν βίον βιοῦντες φιλοσοφοῦσι καὶ φυσιολογοῦσι περὶ αὐτῶν. ὁμοίως δὲ καὶ λοιποὶ δι’ αὐτῶν διατρέφονται.

### book 316b

ἀνδράσιν ἀργοῖς] ἤγουν τοῖς φιλοσόφοις.

### book 317a

γνώμην: τὰ νῦν σύνεσιν, αἵρεσιν, δόξαν. ὁ μὲν γὰρ τόδε φησὶ ταύτας, ὁ δὲ τόδε. διάλεξιν: συλλογισμοὺς καὶ διαλεκτικὰς μεθόδους. νοῦν: διανοή‐ ματα (318), λεπτογνωμοσύνας. τερατείαν: ἀλαζονείαν, παρὰ φύσιν λέγειν καὶ ψευδῆ. περίλεξιν: μακρηγορίαν, πολυλογίαν. κροῦσιν: ἢ τὸν κεκροτη‐ μένον νῦν φησι λόγον καὶ δίαρμα ἔχοντα, ἢ κροῦσιν τὴν παράκρουσιν, τὴν ἀπάτην καὶ τὸν παραλογισμόν. καὶ κατάληψιν: γνῶσιν ἠκριβωμένην.

### book 317b

ἀπόφασιν καὶ ἐνθυμήματα, ἐνθυμηματικὸν συλλογισμόν.

### book 317c

γνώμην] σύνεσιν.

### book 317d

νοῦν] νόημα.

### book 317e

νοῦν] τὴν ἀποδεικτικήν· ἐκ γὰρ τοῦ νοὸς ἡ ἀπόδειξις.

### book 318a

τερατείαν] ἀλαζονείαν.

### book 318b

τερατείαν] ψευδολογίαν.

### book 318c

περίλεξιν] εὐτραπελίαν, πε‐ ρισσὴν φράσιν.

### book 318c,col 2

περίλεξιν] περισσολογίαν.

### book 318d

κροῦσιν] ἀπάτην.

### book 318e

κατάληψιν] γνῶσιν.

### book 319a

ταῦτ’ ἄρ’ ἀκούσας’ αὐτῶν: διὰ ταῦτα, φησὶ Στρεψιάδης, ἡ ψυχή μου ἀκούσασα αὐτῶν ἀνεπτερώθη καὶ ἐπήρθη καὶ πεπότηται καὶ μετέωρος ἤρθη καὶ ἀναπέταται καὶ λεπτολογεῖν ἐθέλει καὶ στενολεσχεῖν καὶ μικρολο‐ γεῖσθαι καὶ φλυαρεῖν, φυσικευομένη περὶ καπνοῦ καὶ τοῦ μηδέν.

### book 319b

ταῦτ’] διὰ τοῦτο.

### book 319c

πεπότηται] κεκούφισται.

### book 320a

περὶ καπνοῦ] καὶ ὑπὲρ τοῦ μηδενός.

### book 320b

στενολεσχεῖν] λεπτὰ λέγειν.

### book 321a

καὶ γνωμιδίῳ: καὶ νοήματι νόημα νύξας καὶ πλήξας καὶ τρώσας. νῦν δὲ ἀντιθεὶς νόημα νοήματι ἐθέλω ἑτέρῳ λόγῳ ἀντειπεῖν.

### book 321b

ἐμπαίζει τοὺς φιλοσόφους, διότι, ὅπερ νόημα ἔλεγέ τις, ἀντέλε‐ γεν ἕτερος.

### book 321c

γνωμιδίῳ] νοήματι.

### book 321d

γνωμιδίῳ ... νύξας] 〈ἀν〉‐ τιθεὶς νόημα νοήμασιν.

### book 321e

νύξας] τρώσας.

### book 321f

ἀντιλογῆσαι] λείπει ἐθέλει.

### book 321g

ἀντιλογῆσαι] ζητεῖ.

### book 321h

ἀντιλογῆσαι] ἀντειπεῖν.

### book 323a

βλέπε νῦν δευρί: Στρεψιάδου εἰπόντος· ἐπιθυμῶ ἰδεῖν αὐτάς, εἰ δυνατόν ἐστι, δείκνυσιν αὐτῷ ταύτας κατερχομένας περὶ τὴν Πάρνηθα. ὄρος δὲ Ἀθηνῶν ἐστιν ὁ Ὑμηττὸς καὶ ἡ Πάρνης. καὶ ἐν τῇ κωμικῇ δὲ σκηνῇ αἱ Νεφέλαι δῆθεν κατέρχονται ἀπό τινος μηχανήματος εἰς τύπον ὄρους (325) ἐξειργασμένου. ἤδη γάρ, φησὶν ὁ Σωκράτης, αὐτὰς ὁρῶ κατιούσας. διὰ τῶν κοίλων καὶ τῶν δασέων: διὰ τῶν κοιλάδων καὶ δενδρωδῶν περὶ (326) τὰ ἡμῶν πλάγια. τί τὸ χρῆμα; ὡς οὐ καθορῶ: πάλιν ὁ Στρεψιάδης σχήματι διαπορουμένου περὶ τὴν ὅρασιν τούτων τιθεὶς τὴν χεῖρα πρὸ ὀφθαλ‐ μῶν ὥσπερ ἀπειρκτικὴν ἡλίου βολῶν καὶ ποτὲ μὲν ἐπιστηρίζων οὕτω τοὺς ὀφθαλμούς, ποτὲ δὲ τῇδε κἀκεῖσε περιστρέφων αὐτούς· τί, φησί, τὸ χρῆμα καὶ τὸ πρᾶγμά ἐστιν, ὅτι αὐτὰς οὐχ ὁρῶ; τοῦ Σωκράτους δὲ εἰπόντος χωρεῖν αὐτὰς παρὰ τὴν εἴσοδον καὶ τὴν εἰσβολὴν τῆς ὁδοῦ τῆς πρὸς τούτους· νῦν, (327) φησὶν ὁ Στρεψιάδης, αὐτὰς μόλις ὁρῶ. καὶ ὁ Σωκράτης· εἰ μὴ κολο‐ κύνταις, φησί, λημᾷς καὶ μεγάλως ἀμβλυωπεῖς ἰσομεγέθεις κολοκύνταις ἔχων

### book 323a

(328) τὰς λήμας, δοκῶ ἤδη ταύτας ὁρᾷς. ὁ δὲ πάλιν· νὴ τὸν Δία, ἔγωγε ὁρῶ. εἶτα ἐπιφώνημα θειαστικὸν πρὸς τὰς Νεφέλας, τὸ “ὦ πολυτίμητοι”.

### book 323b

Πάρνηθ’] ὄρος ἐν Ἀθήναις. ἡ εὐθεῖα ἡ Πάρνης.

### book 324a

ἥσυχος] βλέπε σύ.

### book 324b

ποῦ] νῦν.

### book 325a

αὗται] ἕτεραι.

### book 325b

πλάγιαι] περὶ τὰ πλάγια.

### book 325c

τὸ τί χρῆμα (sic)] καὶ τὸ πρᾶγμα.

### book 326a

πρὸς τὴν εἴσοδον] παρὰ τὴν θύραν.

### book 326b

εἴσοδον] κλεισεῖραν.

### book 327

λημᾷς] ἔχων λήμας ἴσας.

### book 328a

νὴ Δί’] εἶδον, βλέπω.

### book 328b

πολυτίμητοι] ἐπιφώνημα θειαστικόν.

### book 328c

πάντα] τόπον.

### book 329

ἐνόμιζες] ἢ ὑπόληψιν 〈εἶχεσ〉 ἢ κατὰ νόμους ἐτίμας.

### book 330

μὰ Δί’] οὔ.

### book 331

οὐ γὰρ μὰ Δί’ οἶσθα: εἰπόντος Στρεψιάδου· ὡς οὐδαμῶς ἐνόμιζον ταύτας θεάς, ἀλλ’ ὀμίχλην καὶ δρόσον καὶ σκιάν, πάλιν φησὶν ὁ Σωκράτης· καλῶς ταύτας οὐ νομίζεις θεάς· οὐ γὰρ οἶσθα καὶ γινώσκεις μὰ τὸν Δία, ἤτοι οὐ μὰ τὸν Δία, ὅτι πολλοὺς τρέφουσιν αὗται σοφιστάς. σοφιστὰς δὲ νῦν λέγει τοὺς περὶ τῶν μεταρσίων ληρολεσχοῦντας.

### book 332a

θουριομάντεις: Σύβαρις περὶ Σικελίαν πόλις ἦν ἑλληνίς, ὑπὸ Κροτωνιατῶν ἧς ἁλούσης ἐμελανοφόρησαν ἐμελανηφόρησαν πάντες Μιλήσιοι καὶ ἐκείραντο, κἂν ὕστερον ἁλούσης τοῖς Πέρσαις Μιλήτου οὐδὲν τοιουτότροπον οὐδ’ ἔγγιστα τούτου οἱ Συβαρῖται διέπραξαν. ταύτης οὖν τῆς Συβάρεως τότε ἁλούσης παρ’ Ἰταλῶν τῶν ῥηθέντων οἱ Ἀθηναῖοι πρὸς τὴν ταύτης ἀνάκτισιν ἄνδρας ἀπεστάλκασι ἀπέστειλαν δέκα, ὧν εἷς ὁ Λάμπων ὁ μάντις ἄστρων ὡροσκοπίαις καὶ μαντικῇ τὴν ταύτης ἀνάκτισιν ποιησόμενος ἦν, ὃν νῦν κωμῳδεῖ. ἀνακτισθείσης δέ, φασί, πάλιν τῆς πόλεως οὐκέτι Συβαρῖται οἱ ἄνδρες, ἀπὸ δὲ λίμνης Θουρίας Θούριοι ἐπεκλή‐ θησαν.

### book 332a

ἀπορία: πῶς δ’ αἱ νεφέλαι τρέφουσι τοὺς τοιούτους; λύσις: ὡς ἀστρονόμων ἀστρηγόρων μὲν καὶ σημειοσκόπων καὶ μάντεων οὐρανὸν καὶ ἀστέρας σκοπούντων καὶ τὰ περὶ τὸν ἀέρα καὶ τὰς νεφέλας συμβάματα, φιλοσόφων δὲ ὡς μετεωρολεσχούντων περὶ τοιούτων, ἰατρῶν δὲ ὡς τὰ καταστήματα τῶν ἀέρων σκοπούντων— διεχθρεῦσαι γὰρ οὗτος καὶ ἰατροῖς φαίνεται, ὡς κἀν τῷ δράματι τοῦ Πλούτου προεῖπον—τῶν δὲ λοιπῶν, ὧνπέρ φησι, μᾶλλον δὲ τῶν λυρικῶν, ὧν ἡ τῆς τραπέζης τιμὴ τὸν ἀλιτήριον ἔκνιζεν, ὡς τροπικαῖς λέξεσι χρωμένων ἐκ νεφελῶν· οὓς διαπαίζων καὶ τὰς συνθέτους ταύτας λέξεις φησίν—τὸ δὲ “σφραγι‐ δωνυχαργοκομήτας” ἀντὶ τοῦ ἀργοὺς κόμας ἔχοντας καὶ δακτυλίους ἐν τοῖς δακτύλοις ἐσφραγισμένους φοροῦντας, καὶ ἀργοὺς καὶ λευκοὺς καὶ

### book 332a

ἐξεσμένους διὰ βλακείας ὑπερβολὴν τοὺς ὄνυχας ἔχοντας—καὶ τοὺς κυκλικοὺς (333) δὲ σὺν αὐτοῖς. ᾀσματοκάμπτας δὲ τούτους καλεῖ διὰ τὸ πολυσυνθέτοις τούτους κεχρῆσθαι ταῖς λέξεσιν. ἀλλ’, ὦ ἀλιτήριε κωμικέ, αἱ πολυσύνθετοι λέξεις ἀλλαχοῦ μὲν ἢ πολλαχοῦ παικτέαι καὶ γελαστέαι, πανὺ δὲ προσφυεῖς καὶ ἁρμόδιαι κυκλικοῖς ποιουμένοις τὰς τῶν μελῶν ἐκφωνήσεις πρὸς τὰς τῶν τῆς λύρας κρουμάτων καμπάς.

### book 332b

Θουρία ἦν πηγή τις, ἐξ ἧς πίνοντες ὕδωρ ἐμαντεύοντο.

### book 332c

ἐπεὶ καὶ ἰατροί τινες ἔ〈γρα‐ ψαν περὶ ἀέρων καὶ ὕδατοσ〉.

### book 332d

διασύρει τοὺς σύνθετα ὀνό‐ ματα λέγοντας.

### book 332e

τοὺς ἔχοντας δακτυλίους ἐν τοῖς δακτύλοις.

### book 332f

θουριομάντεις] μαντικούς.

### book 332g

ἰατροτέχνας] διότι βλέπου‐ σιν εἰς τὸν ἀέρα.

### book 333a

διασύρει τοὺς λυρικούς.

### book 333b

ᾀσματοκάμπτας] τοὺς λυρι‐ κοὺς τοὺς κάμπτοντας τὰς ποιήσεις.

### book 333c

μετεωροφένακας] φιλοσό‐ φους.

### book 334a

ὅτι ταύτας μουσοποιοῦσιν: ὅτι περὶ νεφελῶν λέγουσι καὶ τροπικω‐ τέραις ἐκεῖθεν χρῶνται ταῖς λέξεσιν.

### book 334b

μουσοποιοῦσιν] ὑμνοῦσι τοῖς μέλεσιν.

### book 335a

ὑγρᾶν νεφελᾶν: ὑγρῶν νεφελῶν. εἰς Πίνδαρον ἀποτείνεται καὶ λοιπούς. στρεπταίγλαν: ἀντιστροφὴν τῆς αἴγλης, τουτέστιν ἡλιακῶν ἀκτίνων (336) ἀντανάκλασιν. τοῦτο δὲ Φιλοξένου εἶναί φασιν. ἑκατογκεφάλα Τυφῶ: Πινδάρου ἐστί, κἄν τινες ληρῶσιν. ὁ Πίνδαρος γὰρ οὕτω πώς φησιν· “ὃς Αἴτναν ἵππον ἔχεις ἑκατογκεφάλα Τυφῶνος ὀβρίμου”. πρημαινούσας: καυστι‐ κάς (337)· ἐκ τοῦ πρῶ, τὸ καίω, πρήθω καὶ πρημαίνω. εἶτ’ ἀερίας: εἰπόντος Σωκράτους· οὐκ ἐγίνωσκες ταύτας θεάς· οὐ γάρ, μὰ τὸν Δί’, ἐγίνωσκες, ὅτι τρέφουσιν οὓς εἶπεν ἀργοὺς ἄνδρας, πρὸς ὃ πάλιν ὁ Στρεψιάδης· διὰ ταῦτ’ ἄρ’ ἐποίουν καὶ ἐν ταῖς ποιήσεσιν αὐτῶν ἔγραφον· ὑγρᾶν νεφελᾶν τὸ καὶ τό, εἴτε ἀερίας, διεράς, γαμψούς, οὗ ὁ νοῦς· εἴτε ἐποίουν καὶ ἐν τῇ ποιήσει αὐτῶν ἔλεγον αὐτάς, τὰς νεφέλας, ἀερίους ὑγρὰς ὄρνιθα̣ς̣ ἀερονηχεῖς, νηχομένας καὶ κολυμβώσας ἐν τῷ ἀέρι—ἀλλ’ οὐ πλεούσας· πλέειν γάρ ἐστι τὸ μετὰ πλοίων (338/’39) ἐμπορεύεσθαι ἢ περαιοῦσθαι—εἶτα ἀντὶ αὐτῶν, ὧν ἔλεγον εἰς τὰς νεφέλας, κατέπινον καὶ ἔτρωγον κεστρέων, ἰχθύων, μεγάλων ἀγαθῶν

### book 335a

τεμάχη καὶ κόμματα, κρέα τε ὀρνίθεια κιχηλῶν, ἀντὶ τοῦ “κιχλῶν”, εἶτα ἐπιβεβαιοῖ τὸν αὐτοῦ λόγον καί φησι· διὰ ταύτας ἀδίκως ἐσθίουσι ταῦτα. διὰ τὰς τοιαύτας ὑποδοχὰς τῶν ἀνδρῶν καὶ τὴν εἰς αὐτοὺς τῶν τραπεζῶν πολυ‐ τέλειαν, τὴν σὴν δὲ τροφὴν καὶ τὸν ἄθλιον τράγον κωμῳδήσεις αὐτούς· ⸏πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει. πρῆξαι δ’ οὔ τι δυνήσεαι.

### book 335b

διασύρει τὸν Πίνδαρον ὁ ἀλιτήριος Ἀριστοφάνης—κατέκνιζε γὰρ αὐτὸν ἡ πολυτελὴς τράπεζα ἐκείνου—, διότι ἐκάλει τὴν ἀκτῖνα τοῦ ἡλίου τὴν ὄπισθεν ἀντιπαλλο‐ μένην στρεπταίγλαν.

### book 335c

ἢ τὸν Φιλόξενον.

### book 335d

ταῦτ’] διά.

### book 335e

ἐποίουν] ποιητικῶς ἔγρα‐ φον.

### book 335f

ἐποίουν] ἐποίουν: ἔγραφον ἐν τῇ ποιήσει αὐτῶν.

### book 335g

στρεπταίγλαν ... ὁρμάν] καὶ ἀντανάκλασιν κινητικήν.

### book 336

πρημαινούσας] λάβρως και‐ ούσας· πρημαίνω τὸ καίω.

### book 337a

337] διασύρει τὸν Ἕρμιπ‐ πον.

### book 337b

ἀερονηχεῖς] ἐν τῷ ἀέρι νηχομένας.

### book 338a

δροσερᾶν νεφελᾶν] δροσερῶν νεφελῶν.

### book 338b

κατέπινον] κατήσθιον.

### book 339a

κεστρᾶν] κεστρῶν.

### book 339b

κεστρᾶν] κεφάλων· εἶδος ἰχθύος.

### book 339c

τεμάχη] κόμματα.

### book 339d

μεγάλαν] μεγάλων.

### book 339e

κρέατ’] κρέατά ἐστιν, οὐ κρέα.

### book 339f

κιχηλᾶν] κιχηλῶν.

### book 339f,col 2

κιχηλᾶν] κιχλῶν.

### book 340

τάσδ’] τὰς λέξεις.

### book 340,col 2

δή μοι] νῦν μοι.

### book 341a

θνηταῖς εἴξασι γυναιξίν: ὡμοίωνται αἱ νεφέλαι θνηταῖς γυναι‐ ξίν (342)—πορνῶν γὰρ χορὸς ὡς νεφέλαι εἰσήχθη ἐν τῇ σκηνῇ—αἱ νεφέλαι δέ, φησί, τοιαῦται οὔκ εἰσιν. καὶ ὁ Σωκράτης πρὸς αὐτόν· φέρε: ἄγε· παρολκὴ (343) τὸ “φέρε”. ποῖαι γὰρ καὶ ποδαπαί εἰσιν αἱ νεφέλαι; καὶ ὅς· οὐκ οἶδα σαφῶς καὶ ἀκριβῶς. τέως δ’ οὖν εἴξασι καὶ ὡμοίωνται αἱ νεφέλαι ἐρίοις πεπταμένοις (344) καὶ ἐξαμμένοις, οὐ γυναιξὶ κατ’ οὐδ’ ὁτιοῦν καὶ κατ’ οὐδέν, οὔ μὰ τὸν Δία. αὗται δὲ αἱ τοῦ χοροῦ ῥῖνας ἔχουσιν. εἰσήχθησαν γὰρ καὶ οἱ ὑποκριταὶ καὶ οἱ μιμούμενοι τὰς νεφέλας, εἴτε πόρναι ἦσαν, εἴτε ἄνδρες γυναῖκας μι‐ μησάμενοι, μεγάλας ῥῖνας περιθεμένοι καὶ γελοίας.

### book 341b

εἴξασι p.i.m.] παρατατι‐ κὸς βοιωτικός· ἐοίκασιν ἀπὸ τοῦ “εἴκω”, τὸ “ὁμοιῶ”. εἴκω, ὁ μέλλων εἴξω, ὁ παρατατικὸς εἶκα, καὶ κατὰ Βοιωτεῖς εἶξα, εἶξας, εἶξε· τὸ πληθυντικὸν τὸ πρῶτον εἴξαμεν, τὸ τρίτον εἴξασιν. ἢ οὕτως· εἴδω, ὁ μέλλων εἴσω.

### book 341b,col 2

εἴξασι] ὡμοίωνται.

### book 342a

φέρε] κατὰ παρολκήν.

### book 342b

ποῖαι] ποταπαί.

### book 343

πεπταμένοισιν] ξαινομένοις.

### book 343,col 2

ἐρίοισι] μαλλίοις.

### book 344

ῥῖνας ἔχουσιν p.i.m.] διασύρει τοὺς γράψαντας εἰς τὰ ποιήματα αὐτῶν τὰς νεφέλας ἐχούσας ῥῖνας ὁμοίας γυναιξίν.

### book 345

ἀπόκριναι νῦν: πρὸς τὸν Στρεψιάδου λόγον, ὅτι οὔκ εἰσι γυναῖκες αἱ νεφέλαι, φησὶν ὁ Σωκράτης· τί καινόν, εἰ γυναῖκες οὔκ εἰσιν αἱ νεφέλαι, (346/’47) νῦν δ’ αὐτὰς ὡς γυναῖκας ὁρᾷς; οὐκ ἐθεάσω ποτὲ νεφέλην ἐν τῷ ἀέρι ἐκτυπουμένην εἰς μορφὴν κενταύρου, παρδάλεως ἢ λύκου; γίνονται (348—’52) πάντα, ὅσα βούλονται· καὶ εἶτα, εἰ μὲν ἴδωσι κομήτην τινὰ καὶ λάσιον καὶ δασύτριχα, ἄγριον, ἤτοι φιλόνεον, οἷός ἐστιν ὁ Κλειτὸς ἢ ὁ Ξενο‐ φάντου Ἱερώνυμος, κενταυρόμορφοι φαίνονται. ἂν δὲ Σίμωνα ἴδωσιν, ἅρπαγα δημοσίων, γίνονται λύκοι.

### book 346

φασὶ περὶ τοῦ κενταύρου· τὰ μὲν ἄνω ἔχει ἀνθρώπου, τὰ δὲ κάτω ἵππου.

### book 347

ἔγωγ’] οἶδα.

### book 348

κομήτην] δασύμαλλον.

### book 349

τὸν Ξενοφάντου] υἱὸν δηλο‐ νότι.

### book 350

τὴν μανίαν] τὴν ἀκολασίαν.

### book 351

Σίμωνα] ὃς ἐν πολλοῖς κω‐ μῳδεῖται.

### book 352a

ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ: ἤτοι τὴν γνώμην καὶ τὴν προαί‐ ρεσιν τούτου καὶ τὸν ἁρπακτικὸν τρόπον.

### book 352b

ἀποφαίνουσαι] δεικνύουσαι.

### book 353a

ταῦτ’ ἄρα: καὶ διὰ τοῦτο ἄρα καὶ Κλεώνυμον τὸν δειλὸν χθὲς ἰδοῦ‐ σαι τῷ πολέμῳ ῥίψαντα τὴν ἀσπίδα καὶ φυγόντα ἔλαφοι ἐγένοντο. τὸ “ναί” (355) παρῆκεν εἰπεῖν ὁ Σωκράτης, νοεῖται δὲ ὡς ἐλλιπές· ναί, καὶ διὰ τοῦτο νῦν ἐγένοντο γυναῖκες, ὡς ὁρᾷς, ὅτι Κλεισθένην εἶδον. κωμῳδήσας εἰς ἃ κεκωμῴ‐ δηκεν, οὓς προειρήκειμεν, νῦν κωμῳδεῖ καὶ Κλεισθένην τὸν Σιβυρτίου ὡραῖον ὄντα καὶ ἀγένειον ὡς γυναικώδη καὶ πασχητίαν.

### book 353b

Κλεώνυμον] στρατηγὸς Ἀθηναίων.

### book 353c

ἰδοῦσαι] θεασάμεναι.

### book 354

ἔλαφοι] δειλότατον γὰρ τὸ ζῷον.

### book 355

Κλεισθένην] διότι ἦν γυναι‐ κώδης.

### book 356a

χαίρετε τοίνυν δέσποιναι: ταῦτα ἀκηκοὼς Στρεψιάδης παρὰ (357) Σωκράτους· χαίρετε, φησίν, ὦ Νεφέλαι παμβασίλειαι, καὶ νῦν ῥήξατε καὶ δότε κἀμοὶ φωνὴν μεγίστην, εἴπερ καὶ ἄλλῳ τινί, ἤτοι τῷ Σωκράτει.

### book 356b

κἄλλῳ] ἤγουν τῷ Σωκράτει.

### book 358a

χαῖρ’ ὦ πρεσβύτα: ὑπακούσασαι αἱ Νεφέλαι προσφωνοῦσι καὶ αὐτῷ λέγουσαι· χαῖρε, ὦ πρεσβύτα, μακροχρόνιε θηρατὰ καὶ ζητητὰ σοφῶν (359) λόγων. σύ τε, ὦ Σώκρατες, ἱερεῦ καὶ ὑπηρέτα λεπτοτάτων λήρων καὶ φλυάρου, λεπτῆς ληρολεσχίας καὶ ζητήσεως, οἷον πόθεν ἡ ἐμπὶς φθέγγεται καὶ τίς ὁ ἐπίπλους τοῦ κώνωπος καὶ ἕτερα τοιαῦτα, φράζε πρὸς ἡμᾶς, ὅ τι (360/’61) θέλεις· οὐ γὰρ ἄλλῳ τῶν νῦν σοφῶν ὑπακούσαιμεν ἢ σοὶ καὶ Προδίκῳ τῷ Χίῳ, Προδίκῳ μὲν ἕνεκα σοφίας καὶ γνώμης καὶ γνώσεως ἀληθοῦς, σοὶ (362) δέ, ὅτι βρενθύῃ καὶ σοβαρὸν βλέπεις ταυρηδὸν τὰ τῶν ὀφρύων σαρκώδη ἐπιχαλῶν, καὶ τὼ ’φθαλμὼ παραβάλλῃ καὶ τῇδε κἀκεῖσε στρέφεις τοὺς ὀφθαλ‐ μούς (363), καὶ ἀνυποδητεῖς καὶ ψῦχος ὑπομένεις ἐν τῷ χειμῶνι, καὶ ἐφ’ ἡμῖν καὶ περὶ ἡμῶν ληρολεσχεῖς σεμνῷ καὶ ἀλαζονικῷ τῷ προσώπῳ. ὥστε τὸν Σωκράτην ὁ κωμικὸς κενόσοφον δείκνυσι, Πρόδικον δὲ τῷ ὄντι σοφόν. οὗτος

### book 358a

ὁ Πρόδικος μετὰ πολλῶν αὐτοῦ συγγραμμάτων ἐξέθετο καὶ λόγον, ᾧ κλῆσις Πεντηκοντάδραχμος, ἐν ᾧ εἰσάγει τὸν Ἡρακλέα ἐντυγχάνοντα τῇ Ἀρετῇ καὶ Κακίᾳ, ὧν ἑκατέρας αὐτὸν καλούσης πρὸς ἑαυτὴν πρὸς τὴν Ἀρετὴν ὁ Ἡρακλῆς ἀποκλίνει προτιμῶν τοὺς ἐκείνης ἱδρῶτας τῶν τῆς Κακίας ἡδονῶν τῶν προσκαί‐ ρων. ὡς Εὐριπίδης δὲ καὶ οὗτος ὁ Πρόδικος Θηραμένους τοῦ ἐπικαλουμένου κοθόρνου διδάσκαλος γέγονεν ἑνὸς τῶν λʹ τυράννων γεγονότος.

### book 358b

παλαιογενές] γηραιέ, μωρέ, ἀρχαῖε.

### book 359a

σύ] Σώκρατες.

### book 359b

λήρων] λόγων.

### book 359c

ἱερεῦ] μυσταγωγέ, ὑπουργέ, διδάσκαλε.

### book 359d

ὅ τι χρῄζεις] ἀττικὸν συν‐ τάσσεται αἰτιατικῇ.

### book 360

τῶν] ἀπό.

### book 361

Προδίκῳ] τῷ Χίῳ.

### book 362a

βρενθύει] ἀλαζονεύει.

### book 362b

τὼ ... παραβάλλεις] ἐπηρ‐ μένως ὁρᾷς.

### book 362c

παραβάλλεις] παρα‐ βάλλει.

### book 363

ἀνυπόδητος] ὤν.

### book 364a

ὦ γῆ τοῦ φθέγματος: θειάζει τὰς νεφελὰς τὴν φωνὴν τῶν νεφελῶν ὁ Σω‐ κράτης (365) καὶ αὐτὰς ταύτας μόνας λέγει θεὰς εἶναι, τἄλλα δὲ πάντα φλυαρίαν. (366) ὧν Στρεψιάδης ἀκούσας γελοίως λέγει· ὁ Ζεὺς δὲ ἡμῖν καὶ ἡμῶν ὁ ὀλύμ‐ πιος καὶ οὐράνιος οὐ θεός ἐστιν; πρὸς τῆς γῆς: τὴν γῆν δὲ ὄμνυσιν ὡς τοῦ Διὸς ἐκφυλλοφορουμένου θεότητος. καὶ ὁ Σωκράτης ἐξ ὧν ἀποδείκνυσιν ἐλέγχει μὴ εἶναι τὸν Δία θεόν.

### book 364b

ὦ γῆ] ὡς γεωργὸς ὀμνύει τὴν γῆν.

### book 364c

τοῦ φθέγματος] φεῦ ἐλ‐ λειπτικῶς ἀττικόν.

### book 364d

ἱερὸν] μέγα.

### book 364e

τερπνὸν] γρ. σεμνόν.

### book 365

διασύρει τοὺς φιλοσόφους, ὅτι ἐθεοποίουν τὰς νεφέλας καὶ τὸ χάος καὶ τὸν ἀέρα, τὸν δὲ Δία οὐδαμῶς.

### book 366a

ἡμῖν] ἐν.

### book 366b

φέρε] εἰπέ.

### book 366c

πρὸς] ἕνεκα.

### book 370

ὕοντ’] τὸν Δία.

### book 371a

καίτοι χρῆν: φησὶν ὁ Σωκράτης· εἰ Ζεὺς ὑπῆρχε θεός, ἐχρῆν καὶ ἁρμόδιον ἦν αἰθρίῳ τῷ καταστήματι, ἀπουσίᾳ τῶν νεφελῶν, γίνεσθαι ὑετούς. (372) τοῦτο ἀκηκοὼς ὁ βεστίτζης Στρεψιάδης εἰς ὀξυγάλακτος γάστραν βαπτίζεται ὡς δῆθεν μισόζευς καὶ πιστονέφελος, καί φησι· νὴ τὸν Ἀπόλλω, τοῦτό γε, ὃ περὶ τῶν νεφελῶν εἴρηκας, καλῶς τῷ νῦν κατασκευασθέντι σοι (373) λόγῳ προσήρμοσας. καίτοι πρότερον ἐδόκουν τὸν ὑετὸν γίνεσθαι τοῦ Διὸς οὐροῦντος κοσκίνῳ. ἀλλ’, ὦ παντζουριχώτατε κωμικέ, οὐ μόνον ὁ καθαρώτατος ἀὴρ Ζεὺς λέγεται, ἀλλὰ καὶ ὁ νεφελώδης, καὶ ὁ ὑετὸς δὲ αὐτὸς σὺν ἑτέροις ἄλλοις μυρίοις.

### book 371b

αἰθρίας] λείπει οὔσης.

### book 372a

τοῦτο] τὸ〈ν〉 λόγον.

### book 372b

προσέφυσας] προσήρμοσας.

### book 374

ἀλλ’ ὅστις ὁ βροντῶν ἐστι: πεισθεὶς Στρεψιάδης, ὡς οἱ ὄμβροι οὐ γίνονται ἐκ Διός, μεταβαίνει εἰς τοὺς περὶ κεραυνῶν καὶ βροντῶν λόγους νομίζων τούτοις ἐξελέγξαι Σωκράτην, ὡς ὁ Ζεὺς ἀστράπτει καὶ κεραυνοῖ. φυσικοῖς δὲ λόγοις καὶ τούτων ἀποκρουσθεὶς τελέως τῆς σωκρατικῆς θρησκείας ἐπιλαμβάνεται καὶ αἱ Νεφέλαι αὐτῷ λέγουσι μεγάλως εὐδαιμονῆσαι, εἰ μνήμων εἶ καὶ φροντιστικός.

### book 374

ἀλλ’ ἤδη καὶ τῶν κατὰ μέρος ῥητέον τινά μοι.

### book 375a

τῷ τρόπῳ: τίνι τρόπῳ βροντῶσιν αὗται αἱ Νεφέλαι, ὦ Σώκρατες τολμῶν λέγειν τοιαῦτα; καὶ ὁ Σωκράτης φυσικευόμενος διηγεῖται, πῶς βροντὴ (376—’78) γίνεται. ὕδατος πλησθεῖσαι, φησί, κινούμεναι δὲ τῷ ἀέρι τῷ βάρει τοῦ ὕδατος βαρυνόμεναι ἀλλήλαις ἐμπίπτουσι καὶ κρότον ἀποτελοῦσιν, ὅς ἐστιν ἡ βροντή.

### book 375b

τῷ] καὶ τίνι.

### book 375c

τολμῶν] λέγειν.

### book 376

φέρεσθαι] εἰς τό.

### book 377a

κρημνάμεναι: ἐπικρημνιζόμεναι καὶ φερόμεναι πρὸς ἀλλήλας· (379) ἐκ τοῦ κρήμνημι. ὁ δ’ ἀναγκάζων ταύτας φέρεσθαι οὐχ ὁ Ζεύς ἐστιν; (380) ἥκιστα, οὐδαμῶς, φησὶν ὁ Σωκράτης, ἀλλὰ δῖνος καὶ συστροφὴ αἰθερία. ὁ Στρεψιάδης δὲ τὸ “δῖνος” ἀκούσας οὔτε τὴν συστροφὴν ἐνόησεν οὔτε κλῆσιν κυρίαν, ἀλλὰ ποτήριόν τι κεραμεοῦν καλούμενον δῖνος, καὶ τοῦτο νομίζει ὡς ἄγροικος τὴν Διὸς λαβεῖν βασιλείαν, ἕνεκα τοῦ γελοίου.

### book 377b

κρημνάμεναι] κρημνιζόμε‐ ναι, πρὸς ἀλλήλας φερόμεναι.

### book 378

ἐμπίπτουσαι] ἐμπί‐ πτουσι.

### book 380a

κεραμεοῦν σκεῦος ἐν τῇ Ἀττικῇ.

### book 380b

ἥκιστ’] οὐδαμῶς.

### book 380c

αἰθέριος δῖνος] ἡ κίνησις τοῦ παντός, συστροφή, ἄνεμος.

### book 381,col i

βασιλεύων] βασιλεύει.

### book 386

Παναθηναίοις: τὰ Παναθήναια μεγίστη τῶν ἐν Ἀθήναις ἦν ἑορτῶν καὶ δημοθοινία οἵα ἐγίνετο ἐν αὐτοῖς πασῶν τῶν ἀποικισθεισῶν ἀπ’ Ἀθηνῶν πόλεων πεμπουσῶν ἑκάστης ἀνὰ βοῦν εἰς τὴν θυσίαν καὶ ἕτερα ἱερεῖα. καὶ οἱ τῶν ἄνω μὲν εἱστιῶντο τότε λαμπρῶς, οἱ δὲ πένητες ζωμοῦ μετελάμβανον μόλις σὺν τρύφει ἄρτου βραχεῖ.

### book 387a

διεκορκορύγησεν: ἐθορύβησεν, ἐκίνησε ψόφους καὶ κρότους ἀπο‐ τελεῖν (388—’90). ναί, φησὶν ὁ Στρεψιάδης, νὴ τὸν Ἀπόλλω, καὶ δεῖνα ποεῖ καὶ κακῶς με ἔχειν διατίθησι, καὶ τετάρακται, καὶ ὥσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ, πρῶτον παπάξ, ἔπειτα παπαπαπαπὰξ 〈ἢ παπαπάξ〉· τὸ ἓν γὰρ τῶν ἀντιγράφων βιβλίων πέντε παπα 〈εἶχε〉, τὸ δὲ ἕτερον τρία. 〈νῦν δὲ ἑπτὰ παπα γράφε〉,

### book 387a,col 2

παπαπαπαπαπαπάξ. ἑπτὰ παπα νῦν,

### book 387a

μήτε πέντε μήτε τρία· ἄμετρος ὁ στίχος γὰρ τῶν ἑπτὰ δίχα.

### book 387b

διεκορκορύγησεν] καὶ ἐθορύ‐ βησε καὶ ἠχῆσαι ἐποίησεν. κυρίως ἐπὶ τῶν ἐντέρων.

### book 391,col 2

κομιδῇ] λίαν.

### book 392a

σκέψαι τοίνυν: συγκαταθέντος Στρεψιάδου καὶ εἰπόντος πρὸς Σωκράτην οὕτω ταῦτα ἔχειν καὶ αὐτῷ οὕτω συμβῆναι πολλάκις ὁ Σωκράτης πάλιν φησὶ πρὸς αὐτόν· σκέψαι καὶ ἀναλόγισαι τοίνυν, Στρεψιάδη, εἰ ἀπὸ γαστριδίου τυννουτουὶ ἤγουν σμικροῦ—σφίγξας τοὺς δακτύλους δείκνυσι— τοιαῦτα πέπορδας, τὸν τοσοῦτον ἀέρα πῶς οὐκ εἰκὸς μεγάλα βροντᾶν. βροντὴ (394) καὶ πορδή: πρὸς τὸ πάρισον παίζει.

### book 392b

σκέψαι] ἀναλόγισαι.

### book 392c

τυννουτουὶ] μικροῦ.

### book 392b,col 2

τυννουτουὶ] σμικροῦ.

### book 396a

καταφρύγει: ἕξ εἰσιν εἴδη τῶν κεραυνῶν· ψολόεντες, πυρόεντες, σκηπτοί, ἑλικίαι, ἀργῆτες καὶ καταιβάται, ὧν οἱ μὲν φρύγουσι καὶ ἀποτεφροῦσι βάλλοντες, οἱ δὲ περιφλύουσι καὶ ἀσβολοῦσιν ἤτοι μελαίνουσιν, ἄλλοι δὲ ἡμιφλέκτους δρῶσι τοὺς βεβλημένους.

### book 396b

τοὺς οἷον νεκροὺς διὰ τὸ φιλοσόφως ζῆν.

### book 396c

βάλλων] γρ. μᾶλλον.

### book 396d

τοὺς δὲ] τινὰς δέ.

### book 396e

περιφλύει] μελαίνει.

### book 397

ἐπὶ τοὺς ἐπιόρκους] κατὰ τῶν ἐπιόρκων.

### book 398a

μῶρε καὶ Κρονίων ὄζων: τὸ σχῆμα ἐκ παραλλήλου τὸ αὐτό, ταὐτόν, ἀντὶ τοῦ “ὦ μωρὲ καὶ ἀφρονέστατε”. μῶρος δὲ ὁ μωρὸς ἀττικῶς. Κρονίων ὄζων: πάλιν μωρέ φησιν ἤτοι· ὦ ἀποπνέων καὶ ἐμφαίνων Κρονίων καὶ τῶν ἐπὶ Κρό‐ νου ἀνθρώπων ἀπραγμοσύνην καὶ εὐήθειαν. τοιοῦτοι γὰρ εἶναι λέγονται οἱ ἐπὶ Κρόνου. καὶ τὸ “βεκκεσέληνε” πάλιν μωρέ φησιν ἀπὸ ἱστορίας διπλῆς. ἱστορία: ἐπὶ Ψαμμιτίχου βασιλέως Αἰγύπτου Αἰγύπτιοι καὶ Φρύγες—τινὲς δὲ καὶ ἑτέρους φασί—φιλονεικοῦντες περὶ ἀρχαιότητος ἦσαν. Ψαμμίτιχος δὲ οὕτως αὐτοὺς ἔκρινε· λαβὼν δύο γυναῖκας ἐπίτοκας βασιλικαῖς οἰκονομίαις τὰ τέκνα τεκεῖν καὶ θηλάζειν ἀφώνως πεποίηκε καὶ τὴν πᾶσαν τελεῖν τῶν βρεφῶν θεραπείαν εἰσαγομένας τοῖς τεταγμένοις εἰς τοῦτο καὶ πάλιν ἐξαγομένας. οὐ μὴν ἐγλωσσοτόμησε καθ’ Ἡρόδοτον· ἀπάνθρωπον γὰρ τοῦτο. τουτοΐ. οὐδὲ προβάτοις τὰ βρέφη ἐνέκλεισεν· εἰ γὰρ προβάτοις ἦσαν συγκεκλεισμένα καὶ βὲκ εἶπον, οὐ φυσικὴν αὐτοδίδακτον ἀρχαίαν εἶπον, ἀλλὰ προβάτων φωνὴν

### book 398a

ἐκ τούτων αὐτὴν διδαχθέντα τῷ συνεῖναι αὐτοῖς· βὲκ γάρ φασι καὶ τὰ πρόβατα. ἀλλ’, ὡς εἶπον, αὐτὸς οὕτως ἀνήγετο τὰ βρεφύλλια ταῖς μητράσιν ἀφώνως εἰσαγομέναις ἐξαγομέναις τε τοῖς φυλάσσουσι πολλῇ προσοχῇ. τρίτῳ δὲ ἢ τετάρτῳ ἐκ τοῦ τοκετοῦ ἔτει τὰ βρεφύλλια ὑπανοιχθείσης τῆς θύρας τοῦ δώματος δωματίου προσελθόντα τοῖς φύλαξι χεῖρας ὑφήπλου καὶ βὲκ ἔλεγε συνεχῶς.

### book 398a

ἀκουσθέντος δὲ τούτου συναγαγὼν πᾶν ἔθνος Ψαμμίτιχος ἠρώτησε καὶ εὗρε τὸν ἄρτον παρὰ Φρυξὶ βὲκ καὶ βέκκος καλούμενον· καὶ οὕτω πάντων ἀρχαιοτέ‐ ρους ἔκρινε Φρύγας. ἔχεις τὴν βὲκ ἱστορίαν. ἱστορία ἑτέρα: τὴν ἑτέραν ἤδη μάνθανε. τοὺς Ἀρκάδας προσελήνους ἐκά‐ λουν, οἱ μὲν ὡς ὑβριστάς—προσελοῦν γὰρ τὸ ὑβρίζειν—, οἱ δέ, ὅτι οἱ Ἀρ‐ κάδες, φασίν, ἔλεγον πρότεροι τῆς σελήνης ὑπάρχειν. τὸ οὖν “βεκκεσέληνε” τὰς δύο μίξαν ἱστορίας, ἃς ἔφην, δηλοῖ τὸ “μωρέ”, ὡς οἱ ἐρευνῶντες περὶ τοῦ “βέκ” καὶ οἱ Ἀρκάδες ἐκεῖνοι οἱ τῆς σελήνης εἶναι πρότεροι λέγοντες. ἐγὼ δὲ προσελήνους τοὺς Ἀρκάδας φημὶ ὡς πρώτους ἁπάντων ἀνθρώπων αὐξιμειώσεις καὶ πάθη σελήνης ἐπιτηρήσαντας, καὶ ὅτι καὶ πρὸ μιᾶς ἡμέρας τοῦ μέλλειν γεννᾶσθαι σελήνην ὀπτῶντες πυρὶ βαλάνους κατήσθιον. (399—401) Σίμων, Κλεώνυμος, Θέωρος ἐπίορκοι. Σούνιον: ἀκρωτήριον

### book 398a

Ἀθηνῶν. οὐκ ἔχει τι περινενοημένον καὶ ἀσαφὲς τουτὶ τὸ χωρίον τοῦ λόγου.

### book 398b

Κρονίων] τῶν ἀνθρώπων τῶν ἐπὶ τοῦ Κρόνου ὡς μωρῶν.

### book 398c

βεκκεσέληνε] μωρέ.

### book 402a

παθών] βουλόμενος.

### book 402a,col 2

παθών] μαθών.

### book 402b

ἐπιορκεῖ] ἐπίορκοι.

### book 404a

ἄνεμος ξηρὸς: φησὶ φυσιολογῶν νῦν· καὶ πῶς ὁ κεραυνὸς γίνεται; ὅτι, ὅταν ξηρὸς ἄνεμος εἰς αὐτὰς ἐγκλεισθῇ λεπτυνθεὶς τῇ κινήσει, φυσσᾷ καὶ ἐξογκοῖ καὶ ἀνοιδαίνειν ταύτας ποιεῖ ὥσπερ κύστιν καὶ φύσκαν, ἥπερ τροπῇ τοῦ κ εἰς ἕτερον ς φύσσα λέγεται. εἶτα, φησί, ῥήξας αὐτὰς τῇ βίᾳ καὶ τῆς κινήσεως τῇ σφοδρότητι σοβαρὸς καὶ σευόμενος ἤτοι ὁρμῶν ῥᾳδίως ἐξέρχε‐ ται αὐτὸς ἑαυτὸν ἐκπυρῶν καὶ ἐκκαίων τῇ πυκνότητι τῇ τῶν νεφελῶν καὶ τῇ ῥύμῃ τῇ ἑαυτοῦ ἤγουν τῇ σφοδροτάτῃ καὶ οὐ μετρίᾳ φορᾷ καὶ κινήσει.

### book 404b

ἄνεμος ξηρὸς] θερμὴ ἀνα‐ θυμίασις.

### book 405

κῦστιν (sic)] φύσκαν.

### book 406

σοβαρὸς] σφόδρα ὁρμῶν, βαρέως σευόμενος.

### book 407

τοῦ ῥοίβδου] τοῦ ἤχου.

### book 408a

Διασίοισιν: ἐν τῇ ἑορτῇ τοῦ Διός.

### book 408b

νῦν οὐ δεῖται παραδείγματος Στρεψιάδης, αὐτὸς δέ φησιν, ὃ ἐπεπόνθει ἐν τῷ μὴ κατασχᾶν τὴν γαστέρα παράδειγμα.

### book 408c

ἀτεχνῶς] φανερῶς.

### book 408c,col 2

Διασίοισιν] ἑορτῇ τοῦ Διός.

### book 408d

Διασίοισιν] ἐν ἑορταῖς τοῦ Διὸς τοῦ Μειλιχίου.

### book 409

ἔσχων] ἔσχασα.

### book 409,col 2

γαστέρα] κοιλίαν.

### book 410a

λακίσασα: διαρραγεῖσα· λακῶ λακήσω, ἀττικὸν δὲ λακίζω φησὶ παραγώγως.

### book 410b

διαλακίσασα] διαρραγεῖσα.

### book 410b,col 2

διαλακήσασα] διαλα‐ κίσασα.

### book 410c

διαλακίσασα] ἀττικῶς.

### book 411

προσετίλησεν: θερμὸν ὑγρὸν ἐξηκόντισεν, ἐτζίλησεν.

### book 412

παρ’ ἡμῶν] τῆς.

### book 414

ταλαίπωρον] κοπηρόν, ὑπο‐ μονητικόν.

### book 414,col 2

ταλαίπωρον] ὑπομονικόν.

### book 415,col 2

μὴ] οὐ.

### book 416a

ἄχθει] ἄχθῃ.

### book 416b

ἄχθει] βαρύνῃ καὶ θλίβῃ.

### book 416c

ἀριστᾶν] τρώγειν.

### book 417a

οἴνου τ’ ἀπέχει: αἱ Νεφέλαι δῆθεν ζητητὴν τοιούτων πραγμάτων ὁρῶσαι Στρεψιάδην φασὶ πρὸς αὐτόν· ὦ ἐπιθυμητὰ μεγάλης σοφίας τῆς παρ’ ἡμῶν, εὐδαίμων ἔσῃ, εἰ ταλαιπωρεῖς καὶ γυμνιτεύεις χειμάζων τρίβωνι μόνῳ, ὡς οἱ φιλόσοφοι, καὶ ῥιγῶν οὐκ ἄχθῃ καὶ βαρύνῃ καὶ θλίβῃ λίαν, οὐδ’ ἀριστᾶν, νῦν τρυφᾶν, ἐπιθυμεῖς οἴνου τε ἀπέχῃ καὶ τῶν ἄλλων ἀνοήτων, πάντων ἡδέων καὶ τρυφαῖς ἀνηκόντων φησίν. δυσχέρειά τις οὐκ ἔστιν ἐνταυθοῖ νοημάτων. (420—’22) φησὶ δὲ ὁ Στρεψιάδης πρὸς ταῦτα· ἀλλ’ ἕνεκά γε καρτερικῆς ψυχῆς καὶ στερεᾶς, μερίμνης τε καὶ φροντίδος, τοῦ κακοκοιτεῖν ἐπὶ κλίνης κόρεων μεστῆς,

### book 417a,col 2

ἢ χόρτῳ βραχεῖ ἢ τροχμαλίῳ καὶ προδουλείῳ, καὶ μερίμνης φειδωλοῦ,

### book 417a

καὶ γαστρὸς τρυχούσης καὶ δαμαζούσης τὸν βίον καὶ τὴν ζωήν, καὶ θύμβρους θύμβρα ἐσθιούσης—ἔστι δὲ θύμβρος τὸ θρύμβον βοτάνη ἀγρία—θαρρῶν ἕνεκα τούτων, ἤτοι τοῦ γενέσθαι σοφός, ἐπιχαλκεύειν παρέχοιμ’ ἂν ἤτοι δίδωμι ἐμαυτὸν ὑπομένειν πᾶσαν κακοπάθειαν, ὥσπερ τις ἄκμων τὰς πληγὰς τῶν χαλκέων. τὸ δὲ “ἀμέλει” περιττῶς κεῖται.

### book 417b

ἀνονήτων (sic)] ἤγουν τῶν.

### book 418

ἄνδρα] νομίζειν.

### book 419

νικᾶν] ἔσῃ δεξιός.

### book 421a

τρυχούσης τὸν βίον.

### book 421b

τρυσιβίου] τρυχούσης.

### book 421c

θρυμβεπιδείπνου (sic) p.i.m.] εὐτελῆ ἐσθιούσης· θύμβρος εἶδος βοτάνης.

### book 422a

ἀμέλει] παρέλκον, ἢ ἀφρον‐ τίστει.

### book 422b

ἐπιχαλκεύειν ... ἄν] δίδω‐ μι ἑαυτὸν ὑπομένειν πᾶσαν κακοπά‐ θειαν, ὥσπερ ὁ ἄκμων.

### book 423a

ἀλλ’ ὅτι δῆτ’ οὖν νομιεῖς: καὶ ὁ Σωκράτης· οὐ ταῦτα τοσοῦτον ἐγὼ θέλω, ἀλλ’ ὅτι οὖν, καὶ δή, νομιεῖς θεῶν οὐδένα, ἢ ἀλλ’ ὅτι οὐ νομιεῖς εἶναι θεὸν οὐδένα, ἢ ἀπὸ τῶν θεῶν οὐδένα, πλὴν ἅπερ ἡμεῖς ἡγούμεθα θεούς. καὶ ὁ Στρεψιάδης ἐνστατικώτερον ὑπισχνεῖται ταῦτα φυλάξαι λέγων τοῖς ἄλλως δοξάζουσι παρὰ τὰ σοὶ δεδογμένα οὐδ’ ἂν ἀπαντῶν ἀτεχνῶς καὶ φανερῶς ἐν ταῖς ὁδοῖς διαλεχθείην ἤτοι οὐκ ἂν προσαγορεύσαιμι.

### book 423b

οὐ θέλω τοιαῦτα μόνον σε ποιεῖν.

### book 423c

ἀλλ’ ὅτι] σκόπει, ὅπως.

### book 423d

ἡμεῖς] διδάσκομεν.

### book 424a

τὸ Χάος] ἤγουν τὸν ἀέρα· ἀπὸ τοῦ διαχεῖσθαι.

### book 424a,col 2

τὸ Χάος] τὸν ἀέρα.

### book 424b

τὴν γλῶτταν] καὶ τὴν διδα‐ χήν· ἤγουν τὸ ὄργανον, δι’ ὅ τι δημη‐ γορεῖ καὶ βουλεύει.

### book 425

ἀτεχνῶς] διόλου.

### book 426a

λιβανωτόν: λίβανος ὄνομα ὄρους καὶ δένδρου, λιβανωτὸς δὲ τὸ δάκρυον τούτου, τὸ θυμίαμα.

### book 426b

θυσία ἐπὶ τῶν ξηρῶν, σπον‐ δὴ ἐπὶ τῶν ὑγρῶν.

### book 427a

ὅ τι] καὶ τί.

### book 427b

ὡς] ὅτι.

### book 427c

οὐκ ἀτυχήσεις] οὐκ ἀπο‐ τεύξῃ.

### book 428

δεξίος: ἀλλαχοῦ μὲν περιδέξιος, εὐφυής, νῦν δὲ σοφός.

### book 429a

ὦ δέσποιναι δέομαι: ὁ Στρεψιάδης πρὸς τὰς Νεφέλας φησί· δέομαι ὑμῶν τοῦτο μικρὸν πάνυ, εἶναι καὶ ὑπάρχειν ἐμὲ εἰς τὸ λέγειν ἄριστον καὶ ἀριστότερον τῶν Ἑλλήνων ἑκατὸν σταδίοις, ἢ δέομαι ὑμῶν—λείπει τὸ “ποιήσα‐ τε”—εἶναί με λέγειν ἀριστότερον τῶν Ἑλλήνων ρʹ σταδίοις. τὸ “δέομαι” γενικῇ συντάσσεται τῇ κοινῇ συνηθείᾳ, διαλέκτῳ, ἀττικῶς δὲ αἰτιατικῇ, ὡς νῦν. τὸ “ἄριστον” ἀριστότερον, ὑπερθετικὸν ἀντὶ συγκριτικοῦ.

### book 429b,col 2

πάνυ μικρόν] ἀστεῖον τοῦτο.

### book 430a

ἑκατὸν σταδίοισιν: δέον εἰπεῖν· ποιήσατέ με ὑπερφέρειν πολλῷ τῶν Ἑλλήνων ἐν τῷ λέγειν, ὡς ὢν γεωργικὸς γεωργικῇ χρῆται τροπῇ καί φησι· ποιήσατέ με ὑπερφέρειν ἐν τῷ λέγειν τῶν Ἑλλήνων ἑκατὸν σταδίοισιν. οἱ ἑπτὰ δὲ καὶ ἥμισυς στάδιος ποιοῦσι μίλιον ἕν. εἰ δὲ σαφέστερον βούλει μαθεῖν, τετρακόσιοι πήχεις ἐστὶν τὸ στάδιον. ὁ στάδιος.

### book 430b

τὸ μίλιον ποδῶν ͵δχʹ, τὸ στάδιον ποδῶν χʹ, τὸ βῆμα ποδῶν εʹ ἡμίσεος, ὁ ποὺς δακτύλων ιϛʹ.

### book 430c

λέγειν] εἰς τό.

### book 430d

ἄριστον] ἀριστότερον.

### book 431a

ἀλλ’ ἔσται σοι τοῦτο: ὁ “ἀλλά” περιττὸς τῇδε κεῖται. ὁ δὲ νοῦς· ὑπισχνοῦνται πάντα τούτῳ πληροῦν αἱ Νεφέλαι καί φασιν· ἔσται σοι τοῦτο παρ’ ἡμῶν, ὅπερ θέλεις, καὶ οὐδεὶς ἀπὸ τοῦ νῦν χρόνου νικήσει 〈σε〉 ἐν τῷ δήμῳ εἰς γνώμας καὶ συμβουλὰς περὶ μεγάλων ὑποθέσεων λεγομένας. (433/’34) καὶ ὁ Στρεψιάδης· οὐ γνωμῶν συμβουλευτικῶν μεγάλων τοιούτων ἐπιθυμῶ, ἀλλ’ ἐπιθυμῶ λέγειν ὅσα ἐμοὶ συναρεῖται παρατρέψαι τὰς δίκας καὶ τοὺς χρήστας καὶ δανειστὰς πεφευγέναι.

### book 431b

τοῦδε] καιροῦ.

### book 432a

γνώμας] λέγων.

### book 432b

γνώμας] συμβουλάς.

### book 432c

γνώμας] λείπει λέγων.

### book 433a

μή] ποιήσητε.

### book 433b

γνώμας] συμβουλάς.

### book 433,col 2

γνώμας] γνώμας ἔλεγον καὶ τὰς δημηγορίας.

### book 434a

στρεψοδικῆσαι: παρατρέψαι τὰς δίκας, ὅθεν ὁ γέρων καὶ Στρε‐ ψιάδης ἐκλήθη. χρήστης καὶ δανειστὴς πρὶν τί διαφέρουσιν εἶπον. νῦν δὲ παραχρη‐ στικῶς—λέγε, μὴ καταχρηστικῶς— χρήστας καλεῖ τοὺς δανείζοντας.

### book 434a,col 2

χρήστας καλεῖ τοὺς δανείζοντας παραχρηστικῶς.

### book 434b

διολισθεῖν: ἐκφυγεῖν, ἀποδράναι παραλογιζόμενος τοὺς ἀντιδίκους εὑρεσιλογήμασιν εὐστόμοις καὶ ὀλισθαίνουσιν.

### book 434c

ἐμαυτῷ στρεψοδικῆσαι] καὶ στρέψαι τὰς δίκας ἐν ἐμαυτῷ.

### book 434d

διολισθεῖν] καὶ ἐκφυγεῖν. πρὸς ταύτην τὴν λέξιν πεποίηται τῷ γέροντι τὸ ὄνομα.

### book 436a

ἡμετέροις προπόλοισι: δούλοις, ὑπηρέταις, προφήταις, ἡμῶν προοδεύουσι· νῦν δὲ τὸν Σωκράτην φησὶ καὶ τοὺς σὺν αὐτῷ.

### book 436b

τοῖς ... προπόλοισι] ἤγουν τῷ Σωκράτει καὶ τοῖς σὺν αὐτῷ.

### book 436b,col 2

τοῖς ... προπόλοισι] ἤτοι τοῖς φιλοσόφοις.

### book 437a

δράσω τοῦτο, φησὶν ὁ Στρεψιάδης, ἡ γὰρ ἀνάγκη καὶ βία πιέζει με (438) καὶ θλίβει διὰ τοὺς ἵππους καὶ τὸν γάμον ἤγουν διὰ τὴν ἱπποτροφίαν τοῦ ἐμοῦ παιδὸς καὶ τὴν ὑπερήφανον ἣν ἔγημα γυναῖκα, ἥ με συνέτριψε τὰ μὲν τοῦ ἐμοῦ βίου ταῖς τρυφαῖς αὐτῆς ἀναλοῦσα, τὰ δὲ συνωθοῦσα εἰς ἵππων ὠνὴν τῷ παιδὶ καταβάλλειν.

### book 437b

πιέζει] στενοχωρεῖ.

### book 439a

νῦν οὖν οἱ περὶ Σωκράτην φιλόσοφοι χρήσθων καὶ χρήσθωσαν— ἀττικῶς τοῦτο—τὸ ἐμὸν σῶμα εἰς ὅ τι βούλονται—τὸ “χρῶμαι” δὲ ἀττικῶς αἰτιατικῇ—ἢ χρήσθων ὅ τι βούλονται· τοῦτο τὸ ἐμὸν σῶμα παρέχω αὐτοῖς (442) εἰς τὸ καὶ τό· αὐχμοῦν: καὶ ἀλουτεῖν, ῥιγοῦν: ψύχος ὑπομένειν, ῥιγεῖν δὲ φοβεῖσθαι, ἀσκὸν δέρειν: δέρειν καὶ ἐκδέρειν ὡς ἀσκὸν ἢ δαίρειν καὶ (443) τύπτειν ὡς ἀσκὸν καὶ ἀναίσθητον δέρμα, εἴπερ ἐκφυγεῖν μέλλω τὰ χρέα. παραμιγνύει δὲ τοῖς σπουδαίοις καὶ ἀναγκαίοις καὶ τὰ γελοῖα. ὡς εἴ τις εἴποι· εἰ μέλλω τυχεῖν τινος ἀγαθοῦ καὶ τοῖς ἀνθρώποις ἄγεσθαι δι’ αἴνου, πάντα τὰ δυσχερῆ ἕτοιμός εἰμι καρτερεῖν, οὕτω καὶ οὗτος ἕνεκα τοῦ γελοίου φησίν· ὑπομενῶ τὰ καὶ τά, εἰ μέλλω ἐκφυγεῖν τὰ χρέα καὶ εἰ τοῖς ἀνθρώποις (445) νομίζεσθαι μέλλω θρασύς: ἀκατάστατος, ἀλόγιστος. ἴτης: νῦν ἰταμός,

### book 439a

(446/447) ὠμός, σκληρός. βδελυρός: μισούμενος ἢ αἱμοπότης. περίτριμμα (448) δικῶν: ἐντριβὴς ἐν ταῖς δίκαις, φιλοδικώτατος. κύρβις: ἐρευνητὴς παντὸς πράγματος, ἐρευνόβιος· κύρβις γὰρ σανὶς ἦν γεγραμμένα τινὰ δημόσια ἔχουσα. κρόταλον: λάλος, περιηχητικός, θορυβώδης· ἀπὸ τοῦ χαλκοῦ κρο‐ τάλου, ὅπερ φαμὲν χειροκύμβαλον. κίναδος: πόρνος, πανοῦργος· ἀπὸ τῆς ἀλώπεκος, ἥπερ κίναδος λέγεται. τρύμη: ἡ ὀπή· νῦν δὲ ἀνατρυπητὴς καὶ (449) ζητητὴς καὶ ἀναμοχλευτὴς λεπτοτάτων πραγμάτων. μάσθλης: ὁ μεμαλαγμένος ἐλαίῳ λῶρος· νῦν δὲ ἐντριβὴς καὶ μεμαλαγμένος καὶ ἔμπειρος θορύβων ἀγοραίων. εἴρων: ὑποκριτής, ἄλλος φαινόμενος, ἄλλος δὲ τὸν τρόπον ὑπάρχων. γλοιός: ῥυπαρός· γλοιὸς γὰρ ἡ τρὺξ καὶ ὁ ῥύπος τοῦ ἐλαίου. (450) ἀλαζών: ἄλῃ καὶ πλάνῃ ζῶν καὶ μηδὲν ὀρθὸν ἔχων βίῳ. κέντρων: ἔμπικρος, ὡς τὰ κέντρα σκορπίων. στρόφις: ἀναστρέφων πράγματα, θο‐ ρυβώδης ἢ κατά τινας εὐτράπελος καὶ εὔστρεπτος, τῇδε κἀκεῖσε περιστρε‐

### book 439a

φόμενος· ἀπὸ τῶν στροφίγγων τῶν ἐν ταῖς πύλαις ἢ ἀπὸ τῶν ὑδραγω‐ γικῶν στροφίγγων ἤτοι ἐπιτονίων. ἀργαλέος: χαλεπός, ἐργώδης, πικρός. (451) ματιολοιχός: φειδωλότατος, ὑπὸ φειδωλίας καὶ τὸν ὀβολὸν περι‐ λείχων· μάτιον γὰρ χαλκοῦν εὐτελέστατον νόμισμα.

### book 439b

χρήσθων] χρήσθωσαν· ἀτ‐ τικῶς.

### book 442a

αὐχμεῖν] ἀλουτεῖν.

### book 442a,col 2

αὐχμοῦν] αὐχμεῖν.

### book 442b

ἀσκὸν δαίρειν] ὡς παροιμία ἐπὶ τῶν πολλὰ τυπτομένων.

### book 442b,col 2

δέρειν] δαίρειν.

### book 444

δόξω] εἴπερ.

### book 445

ἴτης] ἰταμός, ὀξύς.

### book 446

βδελυρός] μισούμενος.

### book 447a

εὑρησιεπής] εὑρησιλόγος.

### book 447b

περίτριμμα δικῶν] ἐντριβὴς ἐν ταῖς δίκαις.

### book 447b,col 2

περίτριμμα δικῶν] πανοῦρ‐ γος εἰς δίκας.

### book 448a

κύρβις σανίς, ἐν ᾗ ἔγραφον τοὺς νόμους καὶ τὰ δημόσια· ἀπὸ τοῦ κεκορυφῶσθαι τὰ ἄνωθεν καὶ κάτω‐ θεν κύρφις καὶ κύρβις.

### book 448b

ἀντὶ τοῦ “εὔλαλος ὡς τὸ κρόταλον”.

### book 448c

πανοῦργος· ἐκ μεταφορᾶς τῆς ἀλώπεκος.

### book 448d

τρυπάνιον, ἀναμοχλευτὴς τῶν πραγμάτων.

### book 448e

κύρβις] ἔμπειρος τῶν νόμων, δικολόγος.

### book 448e,col 2

κύρβις] περίεργος.

### book 448f

κρόταλον] εὔστομος, στω‐ μύλος.

### book 448g

κίναιδος] εἶδος ἀλώπεκος.

### book 448h

τρύμη] †τα†.

### book 449

εἴρων] κόλαξ, ἐπιτήδειος καὶ ἔμπειρος πραγμάτων.

### book 449a,col 2

γλοιός] ῥυπαρός.

### book 449b

ἀλαζών] πλάνος.

### book 450

κέντρων] ποικίλος, ἔμπικρος.

### book 450,col 2

κέντρων: πικρός, κάκιστος, ὥσπερ σκορπίος. κέντρον καλεῖται καὶ τὸ σάγμα τῶν ὄνων.

### book 451a

φειδωλότατος· μάτιον γὰρ νόμισμα εὐτελέστατον ὀνομάζουσιν.

### book 451b

στρόφις] σκανδαλοποιός.

### book 451c

ἀργαλέος] λυπηρός.

### book 451d

ματιολοιχός] ἀπὸ τοῦ λεί‐ χειν οἱονεὶ τὸ μάτιον ἤγουν τὸ νόμισμα.

### book 451d,col 2

ματιολοιχός] ματαιολόγος.

### book 452a

ταῦτ’ εἴ με καλοῦς’ ἀπαντῶντες: εἰ συναντῶντες ἐμὲ τοιούτοις (453) καλεῖν βελτίστοις ὀνόμασι μέλλουσι, ποιείτωσαν ἀτεχνῶς καὶ φανερῶς (454/455) καὶ καθόλου, ὃ χρῄζουσι, καὶ εἰ βούλονται, νὴ τὴν Δήμητραν, καὶ (456) χορδὴν καὶ ἔντερον ἐμόν—δηλοῖ δὲ τὸ κοπραγωγόν—παραθέντων καὶ παραθέτωσαν τοῖς φροντισταῖς καὶ διδασκάλοις τοῖς περὶ Σωκράτη(ν). ταυτὶ μὲν τὰ τῆς εἰρωνείας καὶ τὰ κρυπτόμενα, τὸ φῶς δὲ τοῦ λόγου· φησί· τίνος ἕνεκα, ὦ τρισάθλιοι φιλόσοφοι τοσούτοις πόνοις καὶ ἀνιαρῷ καὶ σκληρῷ βίῳ ἐγκαρτερεῖτε, ἢ ἵνα τοιούτων κατήκοοι γίνοισθε κλήσεων, οἵας νῦν εἶπον αὐτός, καὶ αὐτοὶ δὲ ταύτας παρὰ πάντων καλεῖσθαι 〈ἴστε〉; πῶς δ’ ἂν ἐγὼ φρονῶν τὴν ὑμετέραν σκληρὰν διαγωγὴν ὑπομείναιμι, ἢ ἕνεκα τίνος; τοῦ λαβεῖν ὄνομα γλοιός, ἀλαζών, μιαρὸς καὶ τοιαῦτα; ὡς εὖγε τοῦ σκληροβίου ὑμῶν καὶ τῆς ἀμοιβῆς τούτου τῆς ἐπαξίας τῶν κλήσεων. ἀπὸ δὲ τοῦ “νῦν οὖν χρήσθων” μέχρι τοῦ “τοῖς φροντισταῖς παρα‐ θέντων” ὀκτωκαίδεκά εἰσι κῶλα ἀναπαιστικά,

### book 452a

ἅπερ διαρθροῦν οὐ χρεὼν εἰς βαρβάρους.

### book 452b

ἀπαντῶντες] γρ. ἅπαν‐ τες.

### book 453,col 2

δρώντων] δράτωσαν οἱ φιλό‐ σοφοι.

### book 455a

ἐκ μοῦ (sic)] ἐξ 〈ἐ–〉.

### book 455b

χορδὴν] τὸ ἔντερον τὸ κο‐ πραγωγόν.

### book 456

φροντισταῖς] διδασκάλοις.

### book 457a

λῆμα μὲν πάρεστι: λῆμα τὸ φρόνημα δι’ ἑνὸς μῦ· λῶ τὸ “θέλω”, καὶ ἐξ αὐτοῦ λῆμα. λῆμμα δὲ ἡ λῆψις καὶ τὸ δῶρον διὰ δύο μῦ· ἐκ τοῦ “λήβω, λήψω”. τί δὲ χρὴ λέγειν ἢ κατὰ τούτους ἢ καθ’ ἡμᾶς τὰ μέτρα, πόνοις μὲν τὰ πλημ‐ μελῆ τούτων ὀρθοῦντας, ὠσὶν δ’ ὄνων δοκοῦντας ἐγκρούειν λύραν; οἱ παλαιοί φασιν· “ἡ περίοδος ἑνδεκάκωλος, ὧν τὸ μὲν πρῶτον τροχαϊκὸν δίμετρον καταληκτικόν”· ἔστι δὲ καθ’ ἡμᾶς δίμετρον ἀκατάληκτον.

### book 457a

τὸ δεύτερον βέβρωτο τοῖς βιβλογράφοις τρίμετρον τροχαϊκὸν καταληκτικὸν καθ’ ἡμᾶς ὄν. “τὸ γʹ πενθημιμερὲς δακτυλικόν. τὸ δʹ ἀναπαιστικὸν πενθημιμερές. τὸ εʹ “ἐν βροτοῖσιν ἕξων” φερεκράτειον ἀτελές. τὸ ϛʹ ἰαμβικὴ βάσις” ἤτοι μονόμετρον ἰαμβικόν. “τὸ ζʹ ἀναπαιστικὴ προσοδιακὴ περίοδος δωδεκάσημος. τὸ ηʹ ὅμοιον τῷ ζʹ. τὸ θʹ” ἰαμβικὸν πενθημιμερὲς ὂν “δακτυλικὸν” λέγουσι. καὶ πρὸ τούτου ἕτερα τοιαῦτά τινα. “τὸ ιʹ δισύλλαβόν” φασι “κατὰ πόδα κρητικόν”· ὁ Τζέτζης δέ, ὡς ἔοικε, οὔτε ποιητικὰ μέτρα εἰδώς, οὔτε δὲ συλλαβῶν ἀριθμόν, φησὶ τρίμετρον εἶναι δακτυλικὸν καταληκτικὸν καὶ ὀκτασύλλαβον οἴεται τοῦτο, καὶ οὐ δισύλλαβον. “τὸ ιαʹ”, τὸ “ὄψομαι”, “τρισύλλαβον” ἐκεῖνοί φασι· καὶ κατά γε τοῦτο ἀλη‐ θεύουσιν, ὁποῖον δὲ τὸ μέτρον ἐστίν, οὔ φασιν. ὁ Τζέτζης δέ φησιν· εἰ τὸ “μαι”

### book 457a

βραχὺ δέξῃ, δακτυλικὸν ὑπάρχει μονόμετρον, εἰ δ’ ὡς μακρὸν δέξῃ τὸ “μαι”, γίνωσκε τοῦτο τροχαϊκὸν καταληκτικὸν κατὰ διποδίαν μονόμετρον. ἀλλὰ μάταιος, ὡς ἔφην, ἂν εἴην, εἰ κἀν τοιούτοις ἀκερδεῖς πόνους ὑφίσταμαι μηδὲ κἂν ψιλὴν καὶ λόγοις μόνοις ἔχοντας χάριν, ἀλλὰ πολλοῖς πολλάκις ὠφελημένοις ἡμῶν τοῖς συγγράμμασι καὶ φθόνον, ἐνίοτε δὲ καὶ λαθραίας τιμωρίας ἀντ’ ἀμοιβῶν.

### book 457b

ἀλλ’ ἤδη καὶ τὴν διάνοιαν ἡμῖν λεκτέον τῶν λέξεων. πρὸς τὰ εἰρημένα τῷ Στρεψιάδῃ φησὶν ὁ Σωκράτης· φρόνημα μὲν καὶ σύνεσις—ἀλλαχοῦ γὰρ καὶ ἡ κενοδοξία—τῷδε τῷ γέροντι τολμηρὸν καὶ καρτερικόν ἐστι καὶ (458—’64) πρόθυμον. εἶτ’ ἀποστρέψας τὸν λόγον φησὶ πρὸς αὐτόν· ἴσθι δὲ καὶ νόει, ὡς ταῦτα μαθὼν παρ’ ἐμοῦ τὸν πάντα χρόνον μετ’ ἐμοῦ ζηλωτότατον καὶ μακαριώτατον βίον καὶ ζωήν, ἀνθρώπων διάξεις ἐν βροτοῖσιν ἕξων κλέος οὐρανόμηκες. “οὐράνιον” ὀφείλων εἰπεῖν κατὰ τὸ ὁμηρικόν, ἤγουν πολὺ καὶ μέγα καὶ οὐρανοῦ μέχρις ἱκνούμενον, κεκινδυνευμένως “οὐρανόμηκες” εἶπεν ὁ ἀβλιβότυρος. τὸ “οὐρανόμηκες” γὰρ οὔ φησι τὸ οὐρανοϋψὲς ἢ μέχρις οὐρανοῦ ἐξικνούμενον, ἀλλὰ τὸ ἶσον τῷ μεγέθει τοῦ οὐρανοῦ. ἔχεις τὸν νοῦν τοῦ λόγου, καὶ τούτου δὲ τὴν συνέπειαν, ἀλλὰ καὶ κρίσιν βραχεῖαν τοῦ ποιητοῦ. (461) τὸ δὲ “τί πείσομαι” ὑποβολικὸν σχῆμά ἐστιν. πρινὴ γὰρ τὸν Σω‐ κράτην προενεγκεῖν εἰς τέλος τὸν λόγον, ὡς ἐγώ σοι παρέδειξα, ὑπέβαλεν ὁ Στρεψιάδης τὸν ἑαυτοῦ λόγον καὶ διατεμὼν τὸν Σωκράτους ἐποίησε τῇ

### book 457b

συνεπείᾳ τὸν θόρυβον.

### book 457c

πάρεστι] καὶ ἔνεστι.

### book 457c,col 2

λῆμα] φρόνησις.

### book 458,col 2

ἕτοιμον] τολμηρόν.

### book 459

οὐρανόμηκες] μέγα.

### book 460

ἕξεις] ἢ διάξεις.

### book 460,col 2

ἕξων] ἕξεις.

### book 461a

τί πείσομαι] ἐμπαράβολον.

### book 461b

πείσομαι] πάθω.

### book 465a

ἆρά γε: διαπορεῖ τὸ γερόντιον ταῦτα ἀκοῦσαν καί φησιν· ἆρα ἐγὼ τοῦτο θεάσομαι; καὶ εἴποι ἄν τις κεκινδυνεῦσθαι καὶ τοῦτο τῷ ποιητῇ. ὤφειλε γὰρ εἰπεῖν ὁ γέρων· ἆρά ποτε γενοίμην τοιοῦτος; οὐ μήν· ὄψομαι τοῦτο. ἐγὼ δὲ τοῦτο καλῶς ἔχειν φημί. ἔστι γὰρ τοῦτο σχῆμα ὃ καλεῖται· πρὸς τὸ σημαι‐ νόμενον. κλέος μὲν γὰρ καὶ φήμην οὐδεὶς ὁρᾷ, τοὺς δοξάζοντας δὲ καὶ τὴν δόξαν καὶ τὴν ἀξίαν, δι’ ἣν κλείζεται, δέδορκεν. καλεῖται δὲ καὶ μετάληψις.

### book 465b

τοῦτ’] τὸ ζῆσαι βίον ζη‐ λωτόν.

### book 470

ἀνακοινοῦσθαι] λέγειν τὰς ὑποθέσεις αὐτῶν.

### book 471a

πράγματα κἀντιγραφάς: ὑποθέσεις μεγάλας καὶ γραφῶν ἀντιλογί‐ ας. οὐδὲν δύσνουν ἐνταῦθα.

### book 476a

ἀλλ’ ἐγχείρει: ἀλλ’ ἐπιχείρει καὶ ἀπάρχου τοῦ πράγματος ἐκείνου, ὅτιπερ καὶ ὅπερ μέλλεις προδιδάσκειν καὶ διδάσκειν τὸν πρεσβύτην. ἡ “προ” δὲ περισσῶς ἀττικῶς κεῖται, ὥσπερ τὸ προΐαψε καὶ νῆάς τε προπάσας. καὶ ἁπλῶς Ἀττικοὶ μετὰ προθέσεων τὰ πλείω φασὶ καὶ συνάρθρως δὲ πόσα. καὶ ἀλλαχοῦ πάλιν ἐπὶ τῶν γνωρίμων ἀφαιροῦσι τὰ ἄρθρα, ὡς τὸ ἄνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει, ἀσύναρθρον ἀντὶ συνάρθρου, καὶ ἕτερα μυρία τοιαῦτα.

### book 476b

ἐγχείρει] κατάρχου τοῦ πράγματος.

### book 477a

καὶ διακίνει τὸν νοῦν αὐτοῦ: καὶ τὴν διάνοιαν αὐτοῦ κίνει καὶ ὀξυτέραν ποίει ταῖς ἐρωτήσεσι καὶ τῆς γνώμης καὶ τοῦ τρόπου τούτου ἀποπειρῶ, εἰ βαθυγνώμων ἐστὶ καὶ περίεργος ἢ ἀφελὴς καὶ ἁπλόης κρονικῆς ἀποπνέων. (478) ὁ δὲ καὶ ὁ Σωκράτης εὐθὺς αὐτὸν ἐρωτᾷ· ἄγε σὺ κάτειπέ μοι, καὶ εἰπὲ νῦν σύ, τὸν σαυτοῦ τρόπον—τὸ “κάτειπε” γὰρ κυρίως τὸ “κατά τινος εἰπέ” (479/480) σημαίνει—, ἵνα γνοὺς τὸν τρόπον τῆς διανοίας σου προσφέρω σοι προσφυεστάτους τοὺς λόγους, ὥσπερ καινάς τινας μηχανάς. ὁ ἀλιτήριος δὲ οὑτοσὶ κωμικὸς οἰκονομίᾳ καὶ μεθόδῳ δεινότητος ῥήτορος τροπικωτέραις ἐχρήσατο λέξεσι, πορθητηρίοις, τῇ “μηχανάς” φημι καὶ τῇ “προσφέρω”,

### book 477a

ἵνα κἀν ταύταις ταῖς λέξεσι βαθέως ὁμοῦ καὶ πικρῶς καὶ γελοίως λοιδορήσῃ Σωκράτη(ν) τῷ ἐσχηματισμένῳ καὶ τροπικῷ τῶν λέξεων ἄγαν σεμνῶς ἀντεπι‐ κρύπτων (481) τὴν ἄγαν αἰσχρότητα. φέρει γὰρ εὐθὺς Στρεψιάδην ἀκηκοότα “μηχανάς” καὶ “προσφέρω” λέγοντα· τί δέ; φοβῇ τοὺς θεούς, τειχομαχεῖν μοι διανοῇ; τί δέ: τὸ “δέ” ψιλὸν γράψον, μὴ διφθογγίσῃς· ἐπταισμένος γὰρ ὁ στίχος εὑρίσκεται τοῦ “δέ” γραφέντος διφθόγγου.

### book 477a,col 2

τριακονταδύο γὰρ ἐκ τοῦ “τί δέ;” στίχοι ἰαμβικοί εἰσι τραγικοὶ ἔκ τε δακτύλων καὶ ἀναπαίστων καὶ ἑτέρων συγκείμενοι τῶν ποδῶν, οἳ προσφυῶς ἔχουσι κεῖσθαι στίχοις ἰαμβικοῖς τραγικοῖς.

### book 477b

διακλίνει] ὀξύτερον ποίει.

### book 477c

διακλίνει] γρ. διακίνει.

### book 477d

γνώμης] διανοίας.

### book 478

ἄγε] φέρε.

### book 479a

ὅστις] ὁποῖος.

### book 479b

μηχανὰς] μαθήσεις ὑψηλάς.

### book 482a

οὐχὶ τειχομαχεῖν διανοοῦμαι, φησὶν ὁ Σωκράτης, ἀλλ’ ὡς φιλόσοφος τροπικωτέραις καὶ ὑψηλαῖς ἐχρησάμην ταῖς λέξεσι τὴν παρ’ ἐμοῦ διάπειραν τοῦ σοῦ λογισμοῦ οὕτως εἰπών. οὐ τειχομαχεῖν οὖν θέλω, ἀλλὰ βραχέα πυ‐ θέσθαι καὶ μαθεῖν ἀπὸ σοῦ βούλομαι, εἰ μνήμων καὶ εὐφυὴς εἶ. πυθέσθαι γράψον, μὴ πύθεσθαι. πύθεσθαι γὰρ μακρὸν τὸ “πυ” γίνωσκε, τὸ δὲ πυθέσθαι βραχύ· καὶ δύναται πίπτειν εἰς τετάρτην χώραν ἰαμβικοῦ, τὸ δὲ πύθεσθαι τὸ “πυ” μακρὸν ὂν εἰς τετάρτην οὐ πίπτει.

### book 482b

σοῦ (sic) πυθέσθαι] μαθεῖν ἀπὸ σοῦ.

### book 483a

εἰπόντος οὖν Σωκράτους· πυθέσθαι σου βούλομαι, εἰ μνημονικὸς εἶ, γελοίως καὶ χαριέντως ἀποκρίνεται Στρεψιάδης καί φησιν· δύο τρόπω εἰμί, νὴ τὸν Δία, καὶ μνήμων καὶ εὐφυὴς πάνυ καὶ ὁμοίως ἀφυὴς καὶ πάνυ ἐπιλήσμων· εἰ μὲν ὀφείλεται καὶ χρεωστεῖταί μοι τι, εὐφυής εἰμι πάνυ καὶ μνήμων, εἰ δ’ ὁ ταλαίπωρός τινί τι χρεωστῶ, ἀφυὴς πάνυ καὶ ἐπιλήσμων.

### book 483b

νὴ τὸν Δία] μνημονεύω.

### book 485

σχέτλιος] χαλεπός.

### book 486a

ἔνεστι δῆτά σοι λέγειν: πάλιν ὁ Σωκράτης αὐτὸν ἐρωτᾷ· ἔχεις (487) φυσικὴν εὐστομίαν εἰς τὸ λέγειν; καὶ ὅς· λέγειν μὲν εὐφυὴς οὔκ εἰμι, (488) ἀποστερεῖν δέ, εἰ παρά τινος λάβω τι, πάνυ δεξιώτατος. πῶς οὖν δυνήσῃ μαθεῖν; καὶ ὁ Στρεψιάδης λέγει· καλῶς. τὸ “ἀμέλει” δὲ περισσῶς κεῖται.

### book 486b

ἢ φυσικὴν εὐστομίαν ἔχεις.

### book 486c

486] ἤγουν εὐφυῶς ἔχεις διαλέγεσθαι.

### book 487a

ἔνεστ’] ἐμοί.

### book 487b

ἀποστερεῖν] τὰ πράγματα.

### book 488

ἀμέλει] ἀφρο〈ν〉τίστει· ἢ παρέλκον.

### book 489a

(490) ἄγε νῦν: φέρε νῦν, ἂν εἴπω τί σοι σοφὸν περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσεις, καὶ νοήσεις ταχέως; ἐπεὶ δὲ τὸ ἁρπάζειν ἐπὶ κυνῶν λέγεται, (491) ὁ Στρεψιάδης γελοίως φησί· τί δέ; ὡς οἱ κύνες μέλλω τὴν σοφίαν σιτεῖσθαι; “τί δαί” ἂν γραφῇ, καλῶς ἔχει.

### book 489b

προβάλωμαι] εἴπω.

### book 489c

σοφὸν] νόημα.

### book 490

καλῶς τὸ “ὑφαρπάσεις”, ἐπεὶ λέγουσι καὶ οἱ φιλόσοφοι· ὅτι θήρασαι τὸ νόημα.

### book 491

κυνηδὸν p.i.m.] ἔπαιξε πρὸς τὸ “ὑφαρπάσεις” αἰνιττόμενος τὴν κυνικὴν φιλοσοφίαν. ἴσως δὲ ἔλαβε τὸ “κυνηδόν” κἀκεῖνος ἀπὸ τῶν κυνικῶν φιλοσόφων.

### book 491,col 2

δέ] δαί.

### book 492

ἄνθρωπος ἀμαθὴς: ὁ ἄνθρωπος οὗτος ἀμαθής ἐστιν. εἶτα ὑποστρέψας φησί· πτοοῦμαί σε, γέρον, μὴ τύπτεσθαι μέλλῃς διὰ τὴν σὴν ἀφυΐαν.

### book 494a

τί δρᾷς: τί δράσεις, ἄν τις σε τύπτῃ; καὶ ὁ Στρεψιάδης· εἴπω πρῶτον· (495) ὅτι τύπτομαι, ἔπειτα καρτερήσας ὀλίγον ἐκμάρτυρον τοῦτο ποιήσομαι, (496) εἶτα αὖθις καὶ πάλιν, ἀκαρῆ καὶ βράχιστον μέρος χρόνου, λιπὼν δικα‐ ζοίμην. ἀκαρῆ δὲ τὸ βραχύ· ἀπὸ τῆς βραχυτάτης πάνυ τοῦ χρόνου ῥοπῆς, ἐν ᾗ οὐδὲ κεῖραί τις ἂν ἰσχύσειε τρίχα.

### book 494b

τύπτομαι] εἴπω.

### book 495a

ἐπισχὼν] καρτερήσας.

### book 495b

μαρτύρομαι] μάρτυρας κα‐ λῶ.

### book 496a

ἀκαρῆ] ὀλίγον χρόνον.

### book 496b

δικάζομαι] εἰς δικαστήριον ἕλκω.

### book 497a

ἴθι νῦν κατάθου: ἴθι νῦν, φησὶν ὁ Σωκράτης, ἀπόδυσαί σου τὸ ἱμάτιον κατὰ τὸ ἔθος τῶν τότε φιλοσοφούντων· χιτωνίῳ γὰρ μόνῳ ἡμίγυμνοι ἐφιδρυμένοι ἐφιλοσόφουν. κατὰ οὖν τοῦτο τὸ ἔθος τῷ Στρεψιάδῃ· ἀπόδυσαι, εἶπεν ὁ Σωκράτης. ὁ Στρεψιάδης δὲ ὑπολαβών, ὅτι ἀποδυθῆναι τοῦτον κελεύει, ἢ ἵνα τὸ ἱμάτιον τούτου δῆθεν ὑφέληται ἢ καὶ γυμνωθέντα τοῦτον ἱμάσι τυπ‐ τήσῃ· ἠδίκηκα, φησί, τὶ καὶ ἀφαιρεῖσθαι βούλει ἐμοῦ τὸ ἱμάτιον ἢ καὶ τυπτῆσαί με; οὐχί, φησὶν ὁ Σωκράτης, οὔτε ἠδίκηκας οὔτε τι ἐγὼ τοιοῦτον βούλομαι διαπράξασθαι, ἀλλὰ νομίζεται καὶ νόμιμόν ἐστι φιλοσόφοις εἰς τὸ φροντιστή‐ ριον γυμνοὺς εἰσιέναι.

### book 497b

κατάθου] ῥῖψον.

### book 498

νομίζεται p.i.m.] νόμιμόν ἐστι.

### book 499a

ἀλλ’ οὐχὶ φωράσων: ἀλλ’ ἔγωγε, φησὶ Στρεψιάδης, οὐκ εἰσέρχομαι φωράσων καὶ κλέψων, ἵνα τοῖς βουλησομένοις με κατασχεῖν δυσκράτητος ὦ.

### book 499a,col 2

ἢ ἀλλ’ οὐχὶ φωράσων καὶ κα‐ τασκοπήσων δημοσίων θησαυρῶν εἰσέρχομαι χρήματα, ἵνα γυμνὸς ὢν μηδὲν ἀποκρύψαιμι περὶ τοὺς κόλ‐ πους καὶ τὰ ἱμάτια.

### book 499a

(500) κατάθου, φησὶν ὁ Σωκράτης, σοῦ τὰ ἱμάτια. τί ληρεῖς ἤγουν χέεις λόγους καὶ πολυλογεῖς; λῆροι γὰρ οἱ ῥέοντες κρουνοὶ λέγονται.

### book 499b

ἐπεὶ οἱ κλέπτοντες γυμνοὶ ἔκλεπτον, ἵνα μὴ ἀφαιρεθῶσι τῶν ἱματίων.

### book 499c

φωράσων] κλέψων.

### book 500

κατάθου] ῥῖψον.

### book 501

ὦ] καὶ ὑπάρχω.

### book 502a

ἐμφερὴς: ἐρωτᾷ λοιπὸν ὁ Στρεψιάδης· εἰ προθύμως μανθάνω, τίνι ὅμοιος γενήσομαι τῶν σῶν μαθητῶν; εἰπόντος τοῦ Σωκράτους· οὐδὲν διαφέρων ἔσῃ τοῦ Χαιρεφῶντος, δέον τὸν Στρεψιάδην σκιρτᾶν τε καὶ χαίρειν, ὅτι πρὸς σοφίαν ὁμοιωθήσεται τοιούτῳ ἀνδρί, οὗτος τὸ ὁμοιωθῆναι Χαιρεφῶντι κατὰ τὴν μορφὴν δῆθεν ὑπολαβὼν σχετλιάζει καὶ ὀδύρεται λέγων· οἴμοι ὁ κακο‐ δαίμων καὶ τρισάθλιος, ἡμιθνὴς καὶ ἡμίνεκρος γενήσομαι. ἦν γὰρ οὗτος ὁ Χαιρεφῶν τὴν ἰδέαν μέλας, ἰσχνὸς καὶ ὠχρός, ὅθεν καὶ νυκτερὶς ἐκαλεῖτο καὶ πύξινος.

### book 502b

τῷ] τίνι.

### book 502c

ἐμφερὴς] ὅμοιος.

### book 503

διοίσεις] διαφορὰν ἕξεις.

### book 505a

οὔ μὴ λαλήσῃς: οὔ μὴ λάλει καὶ πολυλόγει, καὶ φλυάρει, ἀλλ’ ἀκολούθει μοι δευρὶ καὶ ἐνταῦθα, θᾶττον καὶ ταχέως, ἀνύσας καὶ σπουδάσας.

### book 505b

ἀλλ’ ἀκολουθήσεις] ἀλλὰ ἀκολούθησον.

### book 506a

ἐς τὼ χεῖρε νῦν: τὸ ζοφερὸν τῆς οἰκίας τῆς τοῦ φροντιστηρίου ὁ Στρεψιάδης ἰδὼν πτοίᾳ κατέχεται καὶ δῆθεν ζητεῖ μελιτοῦτταν λαβεῖν εἰς τὰς χεῖρας ὡς οἱ καταβαίνοντες εἰς τὸ ἐν Λεβαδείᾳ χάσμα τοῦ Τροφωνίου. ἀλλὰ καὶ τὴν Τροφωνίου λεκτέον νῦν ἱστορίαν σοι. ἱστορία: Ἐπικάστης καὶ Ἀπόλλωνος, κατ’ ἄλλους Διὸς καὶ Ἰοκάστης ἢ Ἐργίνου καὶ Ἰοκάστης, γίνεται παῖς Τροφώνιος. ὕστερον δὲ γήμας αὐτὴν Ἀγαμήδης ἄρχων Στυμφάλου πόλεως Ἀρκαδίας γεννᾷ Κερκυόνα. οὗτοι τοὺς πάντας ὑπερελάσαντες τεκτονι‐ καῖς, πλέον δὲ μᾶλλον κλεπτικαῖς εὐτεχνίαις, ναὸν μὲν ἐν Δελφοῖς ἐργάζονται τῷ Ἀπόλλωνι, ἐν Ἤλιδι δὲ Αὐγείᾳ τῷ βασιλεῖ τῶν Ἠλείων ταμεῖον χρυσοῦ κατεσκεύασαν ἐκ μονολίθων τῶν λίθων τὰς τῶν τοίχων ἔχον οἰκοδομάς. μίαν δὲ ἁρμογὴν λίθου παρεικότες, ὡς ὑπὸ δύο ἀνδρῶν τὸν λίθον ἐκεῖνον ῥᾳδίως εἰσάγεσθαι καὶ ἐξάγεσθαι, νυκτὸς εἰσιόντες ὁ Ἀγαμήδης, ὁ Κερκυὼν καὶ ὁ Τροφώνιος ἐσύλων οὕτω τοὺς θησαυρούς. Αὐγείας δὲ ταῖς ἀδήλοις κλοπαῖς ἀπορούμενος φεύγοντος Δαιδάλου τὸν Μίνωα κἀκεῖσε ἀφικομένου περὶ τούτου

### book 506a

δεῖται τούτου Αὐγείας. θηρατικὰς δὲ παγῖδας θέντος Δαιδάλου κρατεῖται Ἀγαμήδης ὁ πατρωὸς Τροφωνίου. Τροφώνιος δὲ τὴν κεφαλὴν τούτου τεμών, μή πως γνωσθεῖεν, ἀποδιδράσκει σὺν Κερκυόνι. καὶ ὁ μὲν Κερκυὼν εἰς Ὀρχο‐ μενὸν φεύγει, ἐκεῖθεν δὲ εἰς Ἀθήνας, ὁ δὲ Τροφώνιος Δαιδάλου κελεύσει ἐξιχνευόμενος ἐκ τῶν ῥανίδων τοῦ τῆς κεφαλῆς αἵματος περὶ Λεβάδειαν τῆς Βοιωτίας εἰς ὄρυγμα γῆς καταδύεται κἀκεῖ τελευτᾷ. λιμοῦ δὲ Βοιωτεῖς Βοιωτοὺς κατασχόντος χρησμὸς ἐδόθη παῦσιν λιμοῦ γεγονέναι, εἰ ὡς ἥρωα τοῦ λοιποῦ τιμῶσι Τροφώνιον. ἀπορούμενοι δέ, ποῦ ἂν εἴη τὸ μνῆμα αὐτοῦ, ἐντυχόντες μελισσῶν σμήνει ἀνιόντι ἀπὸ τοῦ χάσματος ἔγνωσαν τοῦτον εἶναι τὸν τόπον τοῦ μνήματος. καὶ πρῶτος πάντων Ἁρμάτιος ἐς Τροφωνίου κατέδυ. ἔκτοτε

### book 506a

δὲ οἱ ἐς Τροφωνίου μαντεύσασθαι κατερχόμενοι ἐκ μελισσείου κηρία καὶ πλακοῦντας κατεῖχον διὰ τὰς ἃς ἔφην μελίσσας, ἐξ ὧν καὶ ἐγνωρίσθη τὸ μνῆμα τοῦ ἥρωος. οἱ ἐκεῖσε δὲ κατερχόμενοι ἀγέλαστοι τοῦ λοιποῦ διετέλουν, ὅθεν ἐπὶ σκυθρωπαζόντων καὶ κατηφιώντων παροιμία τις φέρεται λέγουσα· “ἐς Τροφωνίου μεμάντευσαι”.

### book 506a,col 2

τούτῳ τῷ Τροφωνίῳ τότε θανόντι Ἄλκανδρος κλῆσιν υἱὸς κατελείφθη.

### book 506b

ἀνύσας] σπεύσας.

### book 506c

τι] λίαν.

### book 507

μελιτοῦτταν] μάζαν τῷ μέλιτι δεδευμένην.

### book 509a

χώρει: δειλιῶντος τοῦ Στρεψιάδου διὰ τὸ τοῦ φροντιστηρίου ζοφῶδες καὶ ὑποκύπτοντος· χώρει, φησὶν ὁ Σωκράτης, τί κυπτάζεις; τὸ δὲ “ἔχων” ἀττικῷ τρόπῳ περιττῶς κεῖται.

### book 509b

⟦ἐρινάζειν ἐστὶ τὸ ὀλύνθους κρεμᾶν ταῖς συκαῖς.⟧

### book 509c

ἔχων] περισσόν.

### book 509d

ἔχων] διαλογιζόμενος.

### book 510

ἀλλ’ ἴθι: παράβασις χοροῦ. ἀλλ’ ἴθι χαίρων: ὁ “ἀλλά” σύνδεσμος περισσῶς κεῖται· ἴθι χαίρων. ἕνεκα δὲ τῆς ἀνδρείας καὶ τῆς τόλμης ταύτης εὐτυχία σοι γένοιτο, ὅτι βαθεῖ γήρει χρωματίζεις, καὶ χρώζεις καὶ μορφάζεις, σαυτὸν εἰς νεωτέρων φύσιν καὶ τὴν φιλοσοφίαν ἐπασκεῖς.

### book 510,col 2

περὶ δὲ τῆς παραβάσεως εἶπον ἐν τῇ καταρχῇ τῆς ἐξηγήσεως τὰ παρὰ τῶν παλαιῶν εἰρημένα καὶ τἀμά.

### book 512

γένοιτο] εἴθε.

### book 513a

τἀνθρώπῳ] σοὶ τῷ.

### book 513b

προήκων] προβιβασθείς.

### book 514

προήκων ... ἡλικίας] ἤγουν γηράσας.

### book 516a

μεταμείβει.

### book 516b

χρωτίζεται] μιγνύει καὶ μορφάζει.

### book 517

ἐπασκεῖ] μανθάνει.

### book 518a

ὦ θεώμενοι κατερῶ πρὸς ὑμᾶς: ἐν τοῖς χοροῖς πᾶσι, μᾶλλον δὲ τοῖς ἐν παραβάσεσιν ἔλεγον οἱ κωμικοὶ ποιηταί, ἃ ἔχρῃζον γενέσθαι αὐτοῖς, ὡς οἰκείοις προσώποις τοῖς τῶν χορῶν κεχρημένοι, ὅπερ καὶ νῦν οὗτος ποιεῖ, καί φησιν· —ἀλλὰ πρῶτον τὸ ἔθος τῶν Ἀθηναίων, μᾶλλον δὲ τὸν νόμον αὐτῶν μοι ῥητέον καὶ τὰ προσυμβεβηκότα τῷ ποιητῇ, καὶ ταῦτα ῥᾳδίως εὐεπίγνωστα γένοιτο. νόμος ἦν Ἀθηναίοις μὴ τεσσαρακονταετῆ τινα γεγονότα μήτε δικηγορεῖν μήτε δημηγορεῖν, ἀλλὰ μηδὲ δράματα ὑπαναγινώσκειν ἐς θέατρον. τούτῳ τῷ νόμῳ καὶ ὁ κωμικὸς οὗτος εἰργόμενος πρότερον διὰ τὸ μὴ τεσσαρακονταετὴς τεσσαρακοντούτης ἔτι ὑπάρχειν τὰ ἑαυτοῦ τῶν κωμῳδιῶν δράματα διὰ Φιλωνίδου καὶ Καλλιστράτου τῶν ὕστερον οἰκείων ὑποκριτῶν ἀνεγίνωσκεν εἰς τὸ θέατρον. καὶ δὴ σὺν δράμασιν

### book 518a

ἑτέρων κωμῳδιῶν καὶ τοὺς Δαιταλεῖς δρᾶμα ἐδίδαξε δι’ αὐτῶν, ἐν ᾧ δράματι δύο εἰσήγαγε μειράκια, σῶφρον καὶ αἰσχρὸν λέγοντά τινα. καὶ πολλοῖς τῶν θεατῶν τοῦτο τὸ δρᾶμα ἐπῃνέθη ἕνεκα τοῦ νοήματος τῶν δύο τούτων μειρακίων. οὐ μέντοι καὶ νενίκηκεν ἐν τούτῳ ὁ ποιητής, ἀλλ’ ἡττήθη. ἐπιβὰς δὲ τοῦ τεσσαρακονταετοῦς ἔτους καὶ τοῦτο τὸ δρᾶμα τῶν Νεφελῶν δι’ ἑαυτοῦ διδάσκων ἐν τῷ θεάτρῳ, ἃ παρὰ τῶν θεατῶν αἰτεῖ αὑτῷ γεγονέναι, ἤγουν τὸ νικῆσαι, φησὶ πρὸς αὐτοὺς διὰ τοῦ χοροῦ δῆθεν τῶν Νεφελῶν αὐταῖς ὡς οἰκείῳ χρώμενος στόματι καὶ λέγων· ὦ θεαταί, πρὸς ὑμᾶς ἐλευθέρως εἴπω τἀληθῆ ναὶ μὰ τὸν Διόνυσον, δι’ ὃν ἐκτρέφονται καὶ γίνονται κωμῳδίαι καὶ τραγῳδίαι. εἶτα ὑποστροφῇ καὶ μεσεμβολήματι χρᾶται, ἐν ᾧ ζητεῖ, ὃ θέλει, τὸ γενέσθαι νικητὴς ἐν τῷ τῶν Νεφελῶν τῷδε τούτῳ δράματι καὶ λέγει· οὕτω νικήσαιμ’ ἐγὼ καὶ νομιζοίμην σοφός, ὡς ὑπάρχω νομίζων ὑμᾶς δεξιούς, εὐφυεῖς καὶ σοφούς. καὶ ὡς ἡγούμενος καὶ νομίζων καὶ ταύτην τὴν τῶν Νεφελῶν κωμῳδίαν δεξιώτατα

### book 518a

ἔχειν καὶ δεξιωτάτως, ἀπὸ τῶν ἐμῶν κωμῳδιῶν, ἠξίωσα πρώτους ὑμᾶς ἀνα‐ γεῦσαι καὶ δοῦναι φαγεῖν, ἤτοι ἀναγνῶναι καὶ διδάξαι, ἐν ᾗ κωμῳδίᾳ πολλὴν (524) ὑπέστην δυσχέρειαν, δηλονότι καὶ ἐν ταῖς πρίν. εἶτ’ ἀνεχώρουν καὶ ὑπέστρεφον οἴκαδε κριταῖς φορτικοῖς καὶ ἀσκόποις ἡττηθεὶς οὐκ ἄξιος ὢν οὐδὲ τότε ἡττηθῆναι. ταῦτα ὑμῖν τοῖς σοφοῖς αἰτιῶμαι, ὧν ἕνεκα ἔγραφον τὰ τοιαῦτα. ἀλλὰ καίπερ ἡττηθεὶς τότε τοῖς Δαιταλεῦσιν ὅμως ἑκουσίως οὐ καταφρονητὴς γενοίμην τῶν σοφῶν ὑμῶν ἀκροατῶν, παρ’ ὧν ἐπῃνέθη τῆς τότε κωμῳδίας τὸ νόημα, τὸ σῶφρον μειράκιον καὶ αἰσχρόν, ὅτε παρθένος ἤμην ἐγώ, ἤτοι ὅτε εἰργόμην ἐκ νόμου ἐν τῷ θεάτρῳ κωμῳδεῖν, ἐξεθέμην δὲ τὴν τότε κωμῳδίαν ὥσπερ βρέφος, ὡς νεᾶνις δὲ ἑτέρα Φιλωνίδης καὶ Καλλίστρα‐

### book 518a

τος ἀνέλαβον, ὑμεῖς δὲ τοῖς ῥηθεῖσιν ἐπαίνοις γενναίως ἐθρέψατε καὶ ἐπαιδεύσα‐ τε. ἐξ ἐκείνου τοῦ καιροῦ ἀραρότως, οὐ δισταγμῷ, ἐπίσταμαι ὑμᾶς δεξιοὺς καὶ μεγαλογνώμονας.

### book 518b

ἐν τοῖς χοροῖς, μᾶλλον δὲ ταῖς παραβάσεσιν ἐξέφαινον οἱ ποιη‐ ταί, ἃ ἠβούλοντο, διὰ στόματος τοῦ χοροῦ.

### book 518c

προοίμιον.

### book 518d

παράβασις [τὸ] σχῆμα.

### book 518e

518 sqq.] παράβασις. ἐξ εὐνοίας.

### book 518f

κατερῶ] λίαν ἐρωτήσω.

### book 518g

ἐλευθέρως] ἀληθῶς.

### book 519

διότι ἐτελοῦντο τὰ ποιήματα αὐτοῦ ἐν ταῖς ἑορταῖς τοῦ Διονύσου.

### book 520

νομιζοίμην] νομισθῶ.

### book 521a

ἡγούμενος] νομίζων.

### book 521b

θεατὰς] ἀκροατάς.

### book 522a

ταύτην] τὴν κωμῳδίαν.

### book 522b

σοφώτατ’] σοφῶς.

### book 522c

τῶν] ἀπό.

### book 523a

ἠξίως’] ἄξιον ἔκρινα.

### book 523b

ἀναγεῦς’] ἀναδιδάξαι, ἀνα‐ μνῆσαι.

### book 524a

ἔργον] κόπον.

### book 524b

ἔργον] ἤγουν δυσπραγίαν.

### book 524c

εἶτ’] τότε.

### book 524d

ἀνεχώρουν] αἰνίττεται ὅτε ἐποίησε τὸ δρᾶμα τῶν Δαιταλέων.

### book 524e

ἀνδρῶν φορτικῶν] κριτῶν φθονερῶν.

### book 525a

ἄξιος ὤν] ἡττηθῆναι.

### book 525b

ταῦτ’] διά.

### book 526

οὕνεκ’] χάριν.

### book 527a

ὣς] οὕτως.

### book 527b

ὑμῶν ... προδώσω] καὶ κατ’ αὐτὸν τὸν τρόπον φαυλίσω.

### book 528a

οἷς] ἤγουν σοφοῖς.

### book 528b

καὶ λέγειν] καὶ τὸ ἐπαινεῖν.

### book 529a

ἐν τῷ δράματι τῶν Δαιτα‐ λέων παρήγαγε μειράκια δύο σῶφρόν τε καὶ αἰσχρόν.

### book 529a,col 2

χ’ ὡ (sic) καταπύγων] ὁ μάχλος.

### book 529b

καταπύγων] πόρνος, αἰσχρός.

### book 529b,col 2

ἠκουσάτην] ηὐδοκίμησαν.

### book 529c

ἄριστ’] ἀρίστως.

### book 529d

ἠκουσάτην] ἐπῃνέθησαν.

### book 530,col 2

τυχεῖν] τεκεῖν.

### book 530a

παρθένος] νέος.

### book 530b

530] νόμος ἦν μὴ εἰσελ‐ θεῖν τινα καὶ εἰπεῖν μήπω πληρώσαν‐ τα μʹ ἔτη.

### book 531a

ἐξέθηκα] ἐξέπεμψα.

### book 531b

παῖς δ’ ἑτέρα] ἄλλος ἄνθρω‐ πος ἤγουν ὁ Φιλωνίδης καὶ ὁ Καλ‐ λίστρατος.

### book 531c

ἀνείλετο] ἐκ μεταφορᾶς τῶν ἐκριπτομένων βρεφῶν.

### book 532

γενναίως] τοῖς ἐπαίνοις.

### book 532,col 2

ἐξεθρέψατε] τὴν ποίησιν· ἀλληγορικῶς.

### book 533a

πιστὰ] φίλα.

### book 533b

ὅρκια] ἀσφάλεια ἀγάπης καὶ τὰ ἀσφαλίσματα.

### book 534a

νῦν οὖν Ἠλέκτρα: Σοφοκλῆς ἐν Ἠλέκτρᾳ δράματι Ἰσμήνην παράγει χοὰς ἐνεγκοῦσαν Ἀγαμέμνονος τάφῳ κείμενον πλόκαμον ἐκεῖσε γνωρίσαι Ὀρέστου. Αἰσχύλος δ’ ἐν δράματι Χοηφόροις Ἠλέκτραν φησὶ γνωρίσαι Ὀρέστου τὸν πλόκαμον. καὶ Ἀριστοφάνης δὲ νῦν λέγει πρὸς τοὺς ἐπαινέσαντας θεατὰς τὸ δρᾶμα τῶν Δαιταλέων· οἱ Δαιταλεῖς καὶ αἱ Νεφέλαι τὰ δράματα ἀμφότερα τέκνα ἐμά εἰσιν, ἀλλ’ οἱ μὲν Δαιταλεῖς ἐοίκασι τῷ Ὀρέστῃ τῷ ψευδῶς φημισθέντι θανεῖν, ἡ δὲ τῶν Νεφελῶν αὕτη κωμῳδία Ἠλέκτρᾳ. νῦν οὖν ἦλθε καὶ αὐτὴ ἐν τῷ θεάτρῳ κατ’ ἐκείνην τὴν Ἀγαμέμνονος Ἠλέκτραν. καὶ ὡς ἐκείνη ἐν τῷ τάφῳ Ἀγαμέμνονος Ὀρέστου τοῦ ἀδελφοῦ ἐγνώρισε τὸν πλόκαμον, οὕτω καὶ ἡ ἐμὴ Ἠλέκτρα, αἱ Νεφέλαι, ἦλθεν ἐν τῷ θεάτρῳ ζητοῦσα ἐφευρεῖν θεατὰς σοφούς, οἵτινες πλόκαμος καὶ κόσμος ἦσαν καὶ ἐπαινέται τοῦ τῶν Δαιταλέων δράματος, ὃ δρᾶμα Δαιταλέων Ὀρέστης ἦν αὐτῆς ἀδελφός. γνώσεται δὲ ῥᾳδίως, εἰ ἴδοι τὸν βόστρυχον καὶ τοὺς ἐπαινέτας τοῦ ἀδελφοῦ.

### book 534b

ἐκείνην] τὴν Ἠλέκτραν.

### book 535

θεαταῖς] ἀκροαταῖς.

### book 536

τὸν βόστρυχον] ἤγουν τοὺς ἐπαινέτας· τῆς κεφαλῆς γὰρ ἡ εὐ‐ πρέπεια οἱ βόστρυχοι.

### book 537a

ὡς δὲ σώφρων: ὅτι δὲ σώφρων ἐστὶ φύσει ἡ κωμῳδία τῶν ἐμῶν Νεφελῶν, Ἠλέκτρα, καὶ οὐ κατὰ τὰς τῶν ἑτέρων φλύαρος, σκέψασθε καὶ σκοπήσατε. πρῶτα μὲν γὰρ οὐκ εἰσῆλθε δέρμα ἐρυθρὸν ῥαψαμένη κεχαλασμένον καὶ μακρόν, ἐξ ἀκροῦ καὶ ἐν τῷ ἄκρῳ παχύ, εἰς τύπον παιδοσπόρου μορίου, ὅπως γελῶσι τὰ τοῦτο θεώμενα παιδάρια. τούτοις δὲ Ἕρμιππον τὸν κωμικὸν διασύρει καὶ Σιμέρμωνα τὸν ὑποκριτήν.

### book 537b

ὡς] πῶς.

### book 537c

ἐστὶ] ἡ κωμῳδία.

### book 538a

διασύρει τὸν Ἕρμιππον καὶ τὸν Σιμέρμωνα.

### book 538b

σκύτινον] αἰδοῖον.

### book 538c

καθειμένον] μακρόν.

### book 540a

οὐδ’ ἔσκωψε τοὺς φαλακρούς: νῦν Εὔπολιν λέγει τὸν κωμικόν. φησὶ γὰρ ὁ Εὔπολις δράματι Βάπταις· “καὶ συνεποίησα τοὺς Ἱππέας κἀδωρη‐ σάμην τῷ φαλακρῷ”.

### book 540b

οὐδὲ κόρδαχ’ εἵλκυσεν: τρία εἴδη ὀρχήσεων, ἐμμέλεια τραγική, σίκιννις σατυρική, ἡ κόρδαξ δὲ κωμικὴ αἰσχρῶς περιδινοῦσα τὴν ὀσφῦν.

### book 540c

κόρδαχ’] ἤγουν ἀπρεπῆ ὄρ‐ χησιν.

### book 541a

οὐδὲ πρεσβύτης: Σιμέρμων ὁ ὑποκριτὴς ἕνεκα τοῦ γελᾶν τοὺς θεωμένους τοὺς ἐγγὺς ἑστῶτας ἔτυπτε τῇ βακτηρίᾳ.

### book 541b

πρεσβύτης] ἤγουν ὁ Σι‐ μέρμων.

### book 541c

τἄπη] τῆς κωμῳδίας.

### book 542a

ἀφανίζων πονηρὰ σκώμματα: ἤτοι ἐν τῷ πλήττειν τοὺς παρεστῶ‐ τας ἀφανίζων καὶ συγκρύπτων τὰ φαῦλα καὶ ἀξιόσκωπτα πλημμελήματα τῶν ποιητῶν, ὧν ὑπῆρχεν ὑποκριτής.

### book 542b

ἀφανίζων] περικαλύπτων.

### book 543a

οὐδ’ εἰσῆξε δᾷδας ἔχουσα: τὸ “ἔχουσα” περιττῶς. οὐδ’ ἰοὺ ἰοὺ βοᾷ, ἀλλ’ αὑτῇ καὶ τοῖς ἔπεσιν: ἀλλὰ θαρροῦσα ἑαυτῇ ἤτοι τοῖς εὐμεθόδοις νοήμασι καὶ τῇ κωμικῇ εὐτεχνίᾳ καὶ τοῖς μέτροις ἐλήλυθεν. οἱ πρὸ ἡμῶν δέ φασιν· ὅτι “πάντα, ὅσα λέγει, εἰς ἑαυτὸν τείνει. τοὺς μὲν γὰρ φάλητας εἰσήγαγεν ἐν τῇ Λυσιστράτῃ, τὸν δὲ κόρδακα ἐν τοῖς Σφηξί, τοὺς δὲ φαλακροὺς ἐν Εἰρήνῃ, τὸν δὲ πρεσβύτην ἐν Ὄρνισι, τὰς δὲ δᾷδας καὶ τὸ “ἰοὺ ἰού” ἐν Νεφέλαις τῷ πρώτῳ”. οὕτω φασὶν οἱ πρὸ ἡμῶν, καὶ τάχα καλῶς. Πλὴν ἰστέον ὑμῖν, ὅτι πάντα ταῦτα καὶ οὗτος εἰσῆγεν, ἀλλὰ τὰ πλείω λόγοις μόνοις, τινὰ δὲ καὶ σχήμασι μέχρι τοῦ μετρίου προήκουσιν, οὐ μὴν δὲ δερμάτινα μόρια ἔχοντα, οὐδὲ δινοῦντας αἰσχρῶς τὴν ὀσφῦν, οὐδὲ δᾳσὶν ἡμμέναις τινὰ πυρακτοῦντας, οὐδὲ ἐς πολὺ θρηνῳδίας χωροῦντας ἐν τῷ λέγειν τὸ “ἰοὺ ἰού”, κἂν καὶ οὗτος πολλὰ πολλαχοῦ καταψεύδηται.

### book 543b

εἰσῇξε] ἡ κωμῳδία μου.

### book 544a

κἀγὼ μὲν: καὶ ἐγὼ μέν, φησί, τοιοῦτος ὢν ποιητὴς ἤτοι τεχνικώτατα καὶ λελογισμένα καὶ κόσμια γράφων οὐ κομῶ καὶ ἐπαίρομαι. οὐκ εἶπε δέ· οὐ κομπάζω, οὐδὲ ἁβρύνομαι, ἀλλά· οὐ κομῶ, ἵνα καὶ γέλωτα τοῖς ἀκροω‐ μένοις κινήσῃ· ἦν γὰρ φαλακρός.

### book 544b

αὑτῇ] ἐν ἑαυτῇ.

### book 544c

καὶ ... πιστεύους’] καὶ τοῖς εὐμεθόδοις θαρροῦσα νοήμασιν.

### book 545a

ἐπαίρομαι· ἕνεκα τοῦ γε‐ λοίου, φαλακρὸς γὰρ ἦν.

### book 545b

κομῶ] ἀλαζονεύομαι.

### book 546

οὐδ’ ὑμᾶς ζητῶ ’ξαπατᾶν: οὐδὲ ζητῶ καὶ σπεύδω ὑμᾶς ἐξαπατᾶν δὶς καὶ τρὶς τὰς αὐτὰς γράφων ἐννοίας, ἀεὶ δὲ σοφίζομαι καὶ σοφὸν πρᾶγμα ποιῶ καινὰς ἀεὶ καὶ ξενωτέρας εἰσφέρων ἐννοίας καὶ πάσας δεξιάς.

### book 547a

εἰσφέρων] εἰσάγων.

### book 547b

σοφίζομαι] ἐκσοφίζομαι ἢ σοφὸς φαίνομαι.

### book 548

δεξιάς] ἐπιτηδείους.

### book 549a

ὃς μέγιστον ὄντα Κλέωνα: ὁ Κλέων καὶ στρατηγὸς ἄριστος ἦν καὶ γενναιότατος στρατιώτης καὶ ἱππεὺς περιδέξιος καὶ τὸν θρυλλούμενον στρατηγὸν Βρασίδαν τὸν Λάκωνα ἱππομαχίᾳ ἀντεξελάσας ἀπέκτεινεν. ἦν δὲ καὶ ῥήτωρ ὁ ἀνὴρ πυρὸς ἀποπνέων. τὸ θυμελικὸν δὲ κάθαρμα τοῦτο διεχθρεῦ‐ σαν τοιούτῳ ἀνδρὶ τοὺς Ἱππέας τὸ δρᾶμα συνέγραψε κατ’ αὐτοῦ, οὗ καὶ νῦν μνημονεύει. μέγιστον ὄντα Κλέων’ ἔπαις’ ἐς τὴν γαστέρα: ὃς μέγαν στρατηγὸν ὄντα τὸν Κλέωνα ἐλάκτισα κατὰ τῆς γαστρός, τουτέστι γράψας κατ’ αὐτοῦ τὴν τῶν Ἱππέων κωμῳδίαν ἐποίησα πέντε ταλάντοις αὐτὸν ζημι‐ ωθῆναι, ἀνθ’ ὧν τὰ δημόσια κατήσθιε πράγματα, καὶ καταβαλὼν αὐτὸν οὐκέτι πάλιν ἐμπεπήδηκα αὐτῷ καὶ λελάκτικα, τουτέστι κωμῳδίαν πάλιν ἔγραψα ἑτέραν. οὗτοι δὲ οἱ λοιποὶ κωμικοὶ ἅπαξ δραξάμενοι τῆς κατὰ Ὑπερ‐ βόλου τοῦ στρατηγοῦ ἀφορμῆς τὸν δείλαιον κολετρῶσιν ἀεὶ καὶ τὴν τούτου μητέρα. τὸ “κολετρῶσιν” οἱ πρὸ ἡμῶν

### book 549a

λέγουσι “κατὰ τοῦ κώλου τύπτου‐ σιν”,

### book 549a,col 2

κολετρῶσιν: οἱ πρὸ ἡμῶν τὸ “κολετρῶσιν” ἀντὶ τοῦ “κατὰ τοῦ κώλου τύπτουσιν” λέγουσι,

### book 549a

καὶ ἕτερα ὅσα κενῶς μακρηγοροῦσιν· ὤφειλε γὰρ οὕτω τὸ “κω” γράφειν μέγα. ἡμεῖς δέ φαμεν· κολετρῶσι καὶ κολοβοποιοῦσι καὶ εὐτελίζουσι καὶ τρῶσι καὶ τιτρώσκουσι καὶ ὀδυνῶσι καὶ θλίβουσι ταῖς κωμῳδίαις. κῶλον γάρ, τὸ ὀστοῦν, μέγα· κόλον δέ, τὸ κολοβόν, μικρόν, ὡς τὸ πῆλ’ αὔτως ἐν χειρὶ κόλον δόρυ.

### book 549b

ἤγουν ἔγραψα κωμῳδίαν κατ’ ἐκείνου τὴν τῶν Ἱππέων.

### book 549c

Κλέων’] τόν.

### book 549d

εἰς τὴν γαστέρα] ὡς ἅρπαγα καὶ λαίμαργον.

### book 550

ἐσαῦθις] πάλιν, δισσῶς.

### book 551a

οὗτοι] ἕτεροι κωμικοί.

### book 551b

ἅπαξ] ποτέ.

### book 551c

Ὑπέρβολος] στρατηγὸς Ἀ‐ θηναίων.

### book 552a

τοῦ] χάριν.

### book 552b

κολετρῶς’] κολοβοποιοῦσι, ὑβρίζουσι, τιτρώσκουσι, εὐτελίζουσι.

### book 552c

τὴν μητέρα] ὡς ἀρτοπώλισ‐ σαν.

### book 553a

Εὔπολις μὲν τὸν Μαρικᾶν: ὁ Εὔπολις μὲν γάρ, φησί, τὸν Μαρικᾶν δρᾶμα παρείλκυσεν, παρέσυρεν, εἵλκυσεν, ἔγραψεν καθ’ Ὑπερβόλου ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας, ἤτοι τὸ νόημα τοῦ ἐμοῦ δράματος τῶν Ἱππέων, τὸ περὶ τῶν ἐγχέλεων, τό, ὅτι οἱ μέλλοντες ἐγχέλεις θηρᾶσαι, εἰ μὴ ταράξουσι τὸν ποταμόν, λαβεῖν αὐτὰς οὐκ ἰσχύουσιν.

### book 553b

Εὔπολις ... Μαρικᾶν] ποιη‐ τὴς κωμικὸς καὶ τὸ ποίημα.

### book 553c

Μαρικᾶν] ὄνομα δράματος.

### book 553d

παρείλκυσεν] παρήγαγεν.

### book 554a

ἐκστρέψας] μεταλλάξας.

### book 554a,col 2

ἐκστρέψας] συλήσας, μετα‐ βαλών.

### book 554b

κακὸς] ὤν.

### book 554c

κακῶς] δράσας.

### book 555a

προσθεὶς αὐτῷ: ὁ Εὔπολις, φησί, καθ’ Ὑπερβόλου τὸν Μαρικᾶν ἔγραψε μεταστρέψας μετατρέψας τὸ νόημα τῶν ἐμῶν ἐγχέλεων τῶν ἐν τοῖς Ἱππεῦσι καὶ προσθεὶς αὐτῷ, τῷ Μαρικᾷ δράματι, γραῦν μεθύσην, τὴν μητέρα δῆθεν Ὑπερβόλου, ἣν ἔλεγον ἀρτοπώλιδα εἶναι.

### book 555b

αὐτῷ] ἐν.

### book 555c

τοῦ κόρδακος] τοῦ γελοίου.

### book 556a

ἣν Φρύνιχος: ἣν γραῦν ὁ κωμικὸς Φρύνιχος προεποίησεν εἰς τύπον Ἀνδρομέδας παρὰ τοῦ κήτους ἐσθιομένην. γραῦν δὲ Ἀνδρομέδαν ἐποίησε Φρύνιχος ἕνεκα τοῦ κωμικοῦ γέλωτος, ὡς καὶ οὗτός φησι· τοῦ κόρδακος οὕνεκα καὶ τῆς γελοίας ὀρχήσεως. τὸ δὲ ὅλον τοιοῦτον· ὁ Εὔπολις ἐν τῷ Μαρικᾷ δράματι μεταστρέψας μετατρέψας τὸ ἐμὸν νόημα τῶν Ἱππέων ἐχρήσατο τούτῳ, προσέθετο δὲ καὶ γραῦν μεθύσην σφετερισάμενος ταύτην ἐκ δράματος Φρυνίχου. (557) εἶτα, φησί, καὶ ὁ Ἕρμιππος καὶ ἕτεροι κωμικοὶ ἐρείδουσι καὶ ἤρεισαν καὶ ἐπεστήριξαν λόγους καὶ κωμῳδίας κατὰ Ὑπερβόλου τὰς εἰκοῦς καὶ εἰκόνας καὶ τὰ νοήματα μιμούμενοι τῶν ἐμῶν ἐγχέλεων. ἃ δὲ λέγουσιν οἱ σχολιογράφοι περί τε τοῦ Μαρικᾶ δράματος καὶ τῶν Νεφελῶν καὶ χρόνου τελευτῆς Κλέωνος, κενολογίαι εἰσίν. ἐν τῷ εἰπεῖν γὰρ Ἀριστοφάνης· “κειμένῳ τῷ Κλέωνι”, καὶ “ἐκπεπτωκότι” δηλοῖ “τῆς ἀρχῆς” καὶ “τεθνηκότι”, καὶ οὐ μέμνηται, ὥς φασιν οὗτοι, τούτου ὡς ζῶντος, ἀλλ’ ὡς τεθνηκότος καὶ λοιπὸν λέλυται ἡ πανήγυρις καὶ ἡ πᾶσα τούτων μακρηγορία. τὸ δὲ “ὡς ξυνοίσει” καὶ συμφέρει,

### book 556a

“ἢν Κλέωνα 〈...〉 δώρων ἑλόντες καὶ κλοπῆς 〈...〉 φιμώσετε τού‐ του ξύλῳ τὸν αὐχένα, διδάξομαι” πανηγυρικῆς ἰδέας ἐστίν, ἣ χρᾶται τοῖς ἐνεστῶσι καὶ μέλλουσιν ἀντὶ χρόνων παρῳχημένων.

### book 556b

κωμῳδοποιητὴς ὁ Φρύνι‐ χος. εἰσῆγε δὲ γραῦν τινά ποτε ἐν κωμῳδίᾳ.

### book 558

ἐρείδουσιν] ἤρεισαν, ἐπεστή‐ ριξαν καὶ κωμῳδίαν ἔγραψαν κατὰ τοῦ Ὑπερβόλου.

### book 559a

ἐμνήσθη γὰρ ἐν τοῖς Ἱππεῦ‐ σι τῶν ἐγχέλεων. αἱ ἐγχέλυς γάρ, ὅταν μέλλωσι πιεῖν, ταράσσουσι τὸ ὕδωρ καὶ ἔπειτα πίνουσιν. δηλονότι ἐποίησαν καὶ ἐμὲ ἐκεῖνοι οὕτως· ἐτάραξαν τὰ ἐμὰ ποιήματα κλέπτον‐ τες ἀπ’ ἐκείνων τὰς ἐννοίας.

### book 559b

εἰκοῦς] εἰκόνας.

### book 560a

ὅστις οὖν τούτοισι γελᾷ: ὃς οὖν τοῖς τούτων ποιήμασιν ὡς δεξιοῖς εὐφραίνεται, τοῖς ἐμοῖς μὴ χαιρέτω· ἢν δ’ ἐμοὶ καὶ τοῖς ἐμοῖς εὑρήμασι καὶ νοήμασιν εὐφραίνησθε, εἰς τοὺς μετὰ ταῦτα ἐνιαυτοὺς λογισθείητε φρονοῦντες ἤτοι οὐ διαβληθείητε διαβληθήσεσθε ἐμοὶ κωμῳδούμενοι.

### book 560b

560] ὡραῖον.

### book 560c

τούτοισι] τοῖς ποιηταῖς.

### book 560d

γελᾷ] εὐφραίνεται.

### book 561

εὑρήμασιν] ποιήμασιν.

### book 562

ὥρας] πανηγύρεις.

### book 563a

ὑψιμέδοντα μὲν θεῶν: οἱ μὲν χοροῦ μέλος τοῦτό φασιν, οἱ δὲ ἐπίρρημα· ἐμοὶ δὲ περὶ τούτων ἐν τῷ προοιμίῳ ἐρρέθη ὡς οἶμαι οἴομαι σαφῶς, πλατέως, περιληπτικῇ συντομίᾳ καὶ κάλλιστα τὰ Διονυσίῳ καὶ Κράτητι καὶ Εὐκλείδῃ περὶ τούτων ῥηθέντα εἰκαῖα ἐλέγξαντι. ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω. περὶ δὲ τῶν τῇδε μέτρων πολλάκις ἔφην, ὡς οὐκ ἀνασχοίμην ἐπ’ αὐτοῖς πόνων ματαίων ἀνορθῶν ταῦτα, ὡς οὐ λύραν ὄνων ὠτίοις κρουσαίμην. ὁ νοῦς δὲ σύμπας τοῦ παρόντος χωρίου ἐστὶν οὗτος· ὁ χορὸς τῶν Νεφελῶν πρῶτα μὲν ἐν εὐχῆς μέρει εἰς πρὸς βοήθειαν ἐλθεῖν ἑαυτοῦ ἐπικαλεῖται Δία, Ποσειδῶνα,

### book 563a

Ἀέρα, Ἥλιον. εἶτα στραφεὶς τοῖς θεαταῖς διαλέγεται περὶ ὧν βούλεται. μέλος δὲ χοροῦ λέγουσι τοῦτο οἱ παλαιοὶ ⟦στίχων⟧ κώλων δεκατριῶν, τὰ δὲ ἐπιρρή‐ ματα ἀνὰ στίχων εἴκοσι τροχαϊκῶν τετραμέτρων καταληκτικῶν. ἀλλὰ φέρε, καὶ εἴ τι κατὰ λέξιν ἢ νοῦν δυσχερές ἐστιν ἐνταυθοῖ, σαφηνίσωμεν.

### book 563b

ᾠδὴ καὶ στροφή.

### book 563b,col 2

ἐπίρρημα 〈ἢ〉 μέλος χοροῦ.

### book 563c

μέλος.

### book 566a

μεγασθενῆ τριαίνης ταμίαν: τὸν μεγαλοδύναμον ταμίαν, φύλακα καὶ ἐξουσιαστὴν τῆς τριαίνης καὶ τῶν τρικυμιῶν, Ποσειδῶνα, τὸν μοχλευτὴν καὶ κινητὴν γῆς καὶ θαλάσσης. οἱ σεισμοὶ γὰρ κατὰ τὴν τῶν πλειόνων σοφῶν δόξαν ἐκ τοῦ ὕδατος γίνονται. καὶ οἱ λέγοντες τοὺς σεισμοὺς ἐκ πνεύματος γίνεσθαι καὶ οἱ ἄλλο τι τοιοῦτο φυσικευόμενοι ἐκ τοῦ ὕδατος ὁμολογοῦσι καὶ ἄκοντες τούτους γίνεσθαι· καὶ ὁ ἀὴρ γὰρ ὕδωρ ἀραιωθέν ἐστιν. κἂν κατασπάσει γῆς μερῶν τῶν ἐν ταῖς κοιλάσιν αὐτῆς, πάλιν ὕδωρ φασίν· ὑγρότητι γὰρ βαρυνθέντα τὰ κοῖλα τῆς γῆς κατασπᾷ. ἐῶ τὰ λοιπά.

### book 566b

τρίαινά ἐστιν ἀήρ, πνεῦμα ζωτικὸν διὰ πάσης χωρητικὸν οὐσίας.

### book 566c

566] τὸν Ποσειδῶνα.

### book 566d

τριαίνης] ἀλληγορικῶς τῶν τρικυμιῶν.

### book 566e

ταμίαν] φύλακα.

### book 568

μοχλευτήν] κινητήν.

### book 569

μεγαλώνυμον ἡμέτερον πατέρα: μεγαλώνυμον τὸν ἀέρα φασὶν ὡς πᾶσι περιθρυλλούμενον ἢ ὅτι καὶ αἱ φωναὶ πλήξει ἀέρος γίνονται.

### book 570a

Αἰθέρα: καταχρηστικῶς παραχρηστικῶς νῦν τὸν ἀέρα. σεμνότατον: τίμιον. βιο‐ θρέμμονα: ὅτι καὶ τὰ ἐκ γῆς φυόμενα καὶ πᾶν γένος ζῴων ἀναπνεόντων τρέφεταί τε καὶ ζῇ εἰσπνέον ἀέρα. πατὴρ δὲ νεφελῶν ὁ ἀήρ, ὅτι παχυνθεὶς εἰς νέφος μετατρέπεται.

### book 570b

Αἰθέρα] καταχρηστικῶς τὸν ἀέρα.

### book 571a

τόν θ’ ἱππονώμαν: καλῶς φησιν ὁ χορὸς νεφελῶν τὸν Δία, Ποσει‐ δῶνα, Ἀέρα καὶ τὸν ἱππονώμαν καὶ διφρευτὴν ἵππων, Ἥλιον, ὃς ὑπερλάμπροις ἀκτῖσι κατέχει τὸ πέδον τῆς γῆς, ἤγουν τὴν γῆν περιφραστικῶς, μέγας ὑπάρχων δαίμων καὶ θεός, ἔν τε θεοῖς καὶ στοιχείοις, καὶ ἐν ἀνθρώποις καὶ τοῖς ἀνθρωπίνοις πράγμασιν. ἱππονώμαν δὲ τὸν ἥλιον λέγει, ὅτι διὰ τὸ τάχος αὐτὸν μὲν ἵππων ἐμπύρων διφρευτὴν ζωγραφοῦσιν, ἵππων διὰ τὸ τάχος, ἐμπύρων διὰ τὸ ἔμπυρον τῆς αὐτοῦ φύσεως. τὴν δὲ σελήνην ὡς τούτου βραδυτέραν τὴν κίνησιν ἔχουσαν καὶ ὡς συνεργὸν γεωργοῖς διὰ τὴν ὑγρότητα ζωγραφοῦσιν ἐπὶ βοῶν ὀχουμένην.

### book 571b

βιοθρέμμονα] τὸν τρέφοντα τοὺς καρπούς.

### book 572a

τόν θ’ ἱππονώμαν] ἤγουν τὸν ἥλιον.

### book 572b,col 2

ἱππονώμαν] ἔμπυρον.

### book 573

γῆς πέδον] ἀττικὴ περίφρασις. τοιοῦτόν ἐστι καὶ τὸ λέγω λόγον.

### book 575a

ὦ σοφώτατοι θεαταί: μετὰ τὴν εὐχὴν στραφεὶς ὁ χορὸς πρὸς τοὺς θεατὰς λέγει· ὦ σοφώτατοι θεαταί, δεῦρο καὶ ἐνταῦθα, προσέχετε καὶ προσκολλᾶτε, τὸν ὑμέτερον νοῦν, ἤτοι προσέχετε τοῖς ἡμετέροις λόγοις. ἠδικη‐ μέναι γὰρ ὑμῖν καὶ παρ’ ὑμῶν, μεμφόμεθα καί φαμεν, ἐναντίον καὶ φανερῶς καὶ κατὰ πρόσωπον ὑμῶν, τὰ δι’ ἃ μεμφόμεθα ὑμῖν. οὐ θύετε γὰρ καὶ σφα‐ γιάζετε, ἡμῖν ζῷα, οὐδὲ σπένδετε καὶ ἐπιχέετε, οἶνον, μόναις ἐκ τῶν λοιπῶν θεαινῶν, αἵτινες ἡμεῖς πλεῖστα τῶν ἄλλων πάντων θεῶν ὠφελοῦμεν ὑμῖν καὶ τῇ πόλει καὶ φυλάσσομεν ὑμᾶς. ἢν γὰρ ᾖ καὶ ὑπάρχῃ καὶ γίνηται, τὶς ἔξοδος καὶ δαπάνη (ἢ ἔξοδος καὶ ἐκστρατεία), μηδενὶ ξὺν νῷ, ἤτοι μὴ μετὰ συνέσεως καὶ σκοποῦ, τότ’ ἢ βροντῶμεν ἢ ψεκάζομεν.

### book 575b

ἐπίρρημα.

### book 575b,col 2

στροφὴ 〈ἢ〉 ἐπίρρημα οἵδε.

### book 575c

θεαταί] ἀκροαταί.

### book 575d

δεῦρο ... προσέχετε] πρὸς τοῖς εἰρημένοις κέκτησθε τὸν νοῦν.

### book 576a

ὑμῖν] παρ’ ὑμῶν.

### book 576b

ἐναντίον] φανερῶς.

### book 578a

δαιμόνων] ἀπὸ τῶν.

### book 578b

σπένδετε] θυσιάζετε.

### book 579

ἔξοδος] δαπάνη ἢ ἐκστρατεία.

### book 580

μηδενὶ ξὺν νῷ] μὴ μετὰ συνέσεως καὶ σκοποῦ ἢ ἀβούλως καὶ ἀσυνέτως.

### book 581a

εἶτα τὸν θεοῖσιν ἐχθρὸν: τὸ “εἶτα” νῦν οὐ “μετὰ ταῦτα”, ἀργῶς δὲ ὡς παραπληρωματικὸς κεῖται σύνδεσμος. ὁ νοῦς δὲ τοῦ ἐνταῦθα χωρίου οὗτός ἐστιν· ὁπότε ᾑρεῖσθε καὶ προεκρίνετε καὶ ἐλαμβάνετε, στρατηγὸν τὸν Κλέωνα, τὸν θεοῖς ἐχθρὸν βυρσοδέψην, ἤτοι σκυτέα τὸν δεψοῦντα καὶ μαλάσσον‐ τα καὶ ἐργαζόμενον τὰς βύρσας, τὸν Παφλαγόνα καὶ παφλάζοντα καὶ λαῦρα τῇ γλώττῃ στωμυλλόμενον, οὐκ ἀνεχόμεναι τοῦτο βλέπειν ἡμεῖς τὰς ὀφρῦς συνήγομεν, ἤτοι ἐσκυθρωπάζομεν καὶ συννεφῆ τὸν οὐρανὸν ἐποιοῦμεν, βρονταὶ δὲ καὶ ἀστραπαὶ κατερρήγνυντο καὶ ὁ ἥλιος τοῖς νέφεσι τὰς ἀκτῖνας ἀπέκρυψεν, ἡ σελήνη δ’ ἐξέλιπεν, ἤτοι πέπονθεν ὑποσκίασιν. ἀλλ’ ὅμως ὑμεῖς τοῦτον εἵλεσθε στρατηγόν. οὗτος μέν ἐστιν ὁ νοῦς. λεκτέον δ’ ἡμῖν καὶ λέξεις καὶ ἱστορίας τινάς. ἐχθρῶς διακειμένοις ἀλλήλοις Ἀθηναίοις καὶ Λάκωσιν ὁ Ἀλκισθένους υἱὸς Δημοσθένης καὶ Νικίας οἱ στρατηγοὶ Λακεδαιμονίων χωρία πολιορκοῦντες, Πύλον, Κορυφάσιον καὶ Σφακτηρίαν, οὐδὲν ἤνυον. ἤνυττον. Κλέων δ’ ὑπέσχετο

### book 581a

Ἀθηναίοις, εἰ αἱρεθῇ στρατηγὸς εἰς τοῦτον τὸν πόλεμον, εἴσω τριάκοντα ἡμερῶν δουλαγωγῆσαι τῇ Ἀττικῇ Λάκωνας τοὺς ἐν οἷς ἔφην χωρίοις οἰκοῦντας καὶ πόλεσιν ἐκεῖνα πεπορθηκώς. ὃ καὶ πεποίηκεν ὁ γενναιότατος στρατηγός. οὗτος δὲ δυσμεναίνων τοιούτῳ ἀνδρὶ σχεδιάζει βροντὰς γεγονέναι καὶ ἀστραπὰς καὶ σεληναίαν δὲ ὑποσκίασιν τῇ χειροτονίᾳ τῆς στρατηγίας τοῦ Κλέωνος οἱονεὶ δῆθεν καὶ τῶν στοιχείων ἀγανακτούντων ἐπὶ τῇ τούτου εἰς στρατηγίαν προκρίσει. (587) ὅμως, φησί, τὰ δύσβουλα τῆς πόλεως Ἀθηναίων εἰς ἀποτέλεσμα εὔβουλον τρέπουσιν οἱ θεοί. ἀλλὰ πρότερον τοῦτο φραστέον μοι. ὁ μεμψιμοιρῶν ἄλλοις καὶ λέγων ἐκείνους μὲν ἀεὶ λέγειν καὶ γράφειν, καθ’ οὗ ἅπαξ συμβῇ τούτοις εἰπεῖν, ὥσπερ ἐποίησαν οὓς εἶπεν εἰς τὸν Ὑπέρβολον, ἐγὼ δὲ εἰς ἅπαξ

### book 581a

τοῦτο ποιῶ, πῶς τοσαῦτα τοσαυταχοῦ ληρεῖ κατὰ Κλέωνος; πρῶτα τοῦτο ῥητέον μοι, εἶτα ἔπειτα τὴν ἱστορίαν τῆς δυσβουλίας. ἐκείνους ὁ ἀλιτήριος ἴσως λέγει κατά τινων ὅλας κωμῳδίας πολλάκις ἐκτίθεσθαι, οὗτος δὲ ἅπαξ ἐκτίθησι κατά τινος κωμῳδίαν. δευτέραν δὲ ὅλην κατ’ αὐτοῦ κωμῳδίαν οὐκ ἐκτίθεται, ἐκείνου δὲ βραχυλογίαις τισὶ μνημονεύει πολλάκις. νῦν δὲ καὶ περὶ τῆς δυσβου‐ λίας λεκτέον μοι.

### book 581b

διασύρει τὸν Κλέωνα ἀπὸ τοῦ παφλάζειν καὶ λαῦρα στωμυ‐ λευόμενον.

### book 581c

εἶτα] ἀργὸν ὡς παραπλη‐ ρωματικὸς σύνδεσμος.

### book 581d

βυρσοδέψην] δεψῶ τὸ μα‐ λάσσω.

### book 582a

ᾑρεῖσθε] προεκρίνετε.

### book 582b

τὰς ... συνήγομεν] ἐστυ‐ γνάζομεν.

### book 583

ἐρράγη] ἐξεφωνήθη.

### book 583,col 2

βροντὴ ... ἀστραπῆς] πνεῦμα γὰρ κινεῖ τὰς νεφέλας, ὃ τῇ τριβῇ ἀστραπὴ γίνεται.

### book 585a

τὴν θρυαλλίδ’] ἤγουν τὸ φῶς, τὴν ἀκτῖνα.

### book 585a,col 2

τὴν θρυαλλίδ’] νῦν τὴν ἀκτῖνα.

### book 585b

ξυνελκύσας] συνάξας.

### book 586a

φανεῖν] λάμψειν.

### book 586b

Κλέων] ὁ.

### book 587a

φασὶ γὰρ 〈...〉 τῇ πόλει: ἄριστος ῥήτωρ ὢν ὁ μιαρώτατος οὗτος καὶ προτείνας, ὅτι τότε πόλλα σημεῖα γέγονε καὶ ἀπαίσια, καὶ ὥσπερ σκυθρωπά‐ ζοντα ἔλεγεν ἀγλώσσῳ τῷ λόγῳ· οὐ χρὴ Κλέωνα στρατηγὸν γεγονέναι—ἔδει δὲ τῇ προτάσει καὶ τὴν ἀπόδοσιν προσφυᾶ γεγονέναι, τὸ ἡττηθῆναι Κλέωνα καὶ τὰς Ἀθήνας αἰσχύνῃ περιβαλεῖν, γέγονε δὲ πᾶν τοὐναντίον—δεδιώς, μή πως τις αὐτῷ ἀπαντήσοι νέος ἢ παλαιὸς λέγων· ὦ ἀλιτήριε, εἰ σημεῖα ταῦτα ἦν τοῦ κακῶς βουλεύσασθαι Ἀθηναίους καὶ ἑλέσθαι στρατηγὸν Κλέωνα, ὤφειλε Κλέων μὲν ἡττηθῆναι κακῶς στρατηγήσας, ἀτιμία δὲ καὶ αἰσχύνη γενέσθαι τῇ πόλει τῇ τοῦτον στρατηγεῖν ἑλομένῃ, τοῦτο γοῦν δαιμονίως τὸ ἀντιπίπτον ὁ ἀλιτήριος λύει ἀφ’ ἱστορίας τοιᾶσδε. ἱστορία: Ἀθηνᾶ καὶ Ποσειδῶν ἐκρίνοντο, τίς αὐτῶν ἄρξει τῆς Ἀττικῆς. ἡττηθεὶς οὖν Ποσειδῶν ἐποίησε βουλεύεσθαι κακῶς Ἀθηναίους, Ἀθηνᾶ δὲ τούτοις χαριζομένη τὰς δυσβουλίας τούτων μετέστρεψε βέλτιστον ἔχειν τὸ ἀποτέλεσμα.

### book 587b

εἵλεσθε] στρατηγόν.

### book 587c

φασὶ] μυθεύονται.

### book 588a

ταῦτα] διὰ τοῦτο.

### book 588b

τοὺς θεοὺς] εὐχόμεθα.

### book 590a

ὡς] πῶς.

### book 590b

ξυνοίσει] καὶ ὠφελήσει.

### book 591a

ἢν Κλέωνα τὸν λάρον: βορόν, φάγον· ὁ λάρος γὰρ ὁλοκλήρους ἰχθύας καταβροχθίζει. εἰ τοῦτον οὖν ἑλόντες καὶ κατασχόντες, δωροληψιῶν, καὶ φιμὸν καὶ δεσμὸν ξύλινον, ἐπιβάλητε τῷ αὐχένι αὐτοῦ καὶ τῇ χειρί, ἐπὶ τὸ βέλτιον πάλιν ἡ πόλις καταστῇ.

### book 591b

λάρον] ἅρπαγα.

### book 591c

δώρων] διά.

### book 592

ξύλῳ] κύφωνι.

### book 594

ξυνοίσεται] ἀποβήσεται.

### book 594,col 2

συνοίσεται] εἰσαχθῇ.

### book 595a

ἀμφί μοι αὖτε Φοῖβε: ὁ χορὸς τῇ ἐπικλήσει τῶν θεῶν κατέληξεν εἰς τὸν ἥλιον. εἶτα μεταστραφείς, ἃ εἶπεν, εἶπε τοῖς θεαταῖς. νῦν οὖν πάλιν ἐπανακάμπτει καί φησι πρὸς τὸν ἥλιον τὸν αὐτὸν λεγόμενον καὶ Ἀπόλλωνα, ὡς καὶ τὴν σελήνην Ἄρτεμιν· ὦ Ἥλιε, Δήλιε ἄναξ καὶ θεέ, Φοῖβε φῶς βίου, ὁ ἔχων καὶ κατοικῶν, τὴν ὑψικέρατα καὶ ὑψικέρατον καὶ ὑψηλήν, πέτραν τῆς Κύνθου ἤτοι τὴν Κύνθον αὐτήν—ἡ δὲ Κύνθος ὄρος τῆς Δήλου ἐστίν—, ἀμφί μοι ἀντὶ τοῦ “ἀμφὶ ἐμοί” ἤτοι παρ’ ἐμοί, ἵστασο καὶ βοήθει μοι. ἡ Ἄρτεμίς τε καὶ ἡ σελήνη, ἡ μάκαιρα καὶ μακαρία, ἥτις ἐν Ἐφέσῳ ἔχεις καὶ οἰκεῖς, πάγχρυσον ἤτοι πολύχρυσον, οἶκον καὶ ναόν, ἐν ᾧ ναῷ σε τιμῶσιν αἱ λυδικαὶ κόραι ἤτοι παρθένοι. οὐ Λυδίας ἡ Ἔφεσος ἦν. Κροίσου δὲ πολιορκεῖν αὐτὴν μέλλοντος Ἐφέσιοι σπαρτίον ἐξάψαντες ἀπὸ τοῦ ἱεροῦ τῆς Ἀρτέμιδος μέχρι τῆς πόλεως ἱκανοὺς σταδίους ἀπέχοντος τὴν πόλιν ἀνέθεντο τῇ Ἀρτέμιδι. καὶ οὕτω Κροῖσος μετὰ Λυδῶν ἀπέστη πολιορκίας Ἐφέσου. ἔκτοτε δὲ μετ’ Ἐφεσίων κοινῇ Λυδοὶ

### book 595a

καὶ Λυδαὶ ὁλοκαυστώμασι, σπονδαῖς, θυηλαῖς καὶ λοιποῖς ἐτίμων τὴν Ἄρτεμιν.

### book 595b

ἀντιστροφή.

### book 595c

μέλος.

### book 595d

ἀμφί μοι] περιΐστασο καὶ βοήθει μοι.

### book 595e

ἄναξ] ὦ.

### book 596a

Δήλιε] ὦ.

### book 596b

Κυνθίαν] ὄρος Δήλου.

### book 596c

ἔχων] ὁ.

### book 597a

ὑψικέρατα] ὑψικέρατον.

### book 597b

πέτραν] τήν.

### book 598a

ἥ τ’] ἥτις.

### book 598b

μάκαιρα] ἡ Ἄρτεμις ἤγουν ἡ σελήνη.

### book 599

ἐν ᾧ] ἐν τῷ οἴκῳ.

### book 600

σέβουσιν] τιμῶσιν.

### book 601

ἥ τ’ ἐπιχώριος: οὐδὲν ἐνταῦθα περινενοημένον οὐδὲ βαθύ, τὸ πᾶν δὲ λίαν σαφέστατον. ἥ τ’ ἐπιχώριος ἡμῶν θεὸς Ἀθηνᾶ, ἡ πολιοῦχος καὶ συνέχουσα καὶ φρουροῦσα τὴν πόλιν, ἡ ἡνίοχος τῆς αἰγίδος ἡ περιστρέφουσα καὶ κινοῦσα τὸ τοῦ Διὸς ὅπλον, τὴν αἰγίδα. ἀπὸ κοινοῦ τὸ “παρίστασο” καὶ βοήθει ἡμῖν.

### book 602

ἡνίοχος] ὁ κυβερνήτης.

### book 603

ὁ Διόνυσός τε ὁ τοὺς κώμους καὶ τὰ συμπόσια ποιῶν, ὃς οἰκῶν τὴν παρνασίαν πέτραν ἤτοι τὸν Παρνασόν—ὁ δὲ Παρνασὸς ὄρος Φωκίδος ἐστί—σὺν πεύκαις καὶ δᾳσὶ σελαγεῖ καὶ λαμπρὸν φῶς ὑπανάπτει ἐμπρέπων καὶ διαπρεπῶς καὶ λαμπρῶς ὁρώμενος ταῖς δελφικαῖς Βάκχαις ταῖς οὔσαις ἐκ Παρνασοῦ καὶ Δελφῶν καὶ Φωκίδος.

### book 605

Βάκχαις] δούλαις.

### book 607a

ἡνίχ’ ἡμεῖς: πάλιν πρὸς τοὺς θεατάς φησιν ὁ χορός· ἡνίκα παρε‐ σκευάσμεθα ἐνταῦθα ἐλθεῖν, ἡ σελήνη συναντήσασα ἡμῖν ἐπέστειλε καὶ ἐπέτειλε καὶ ἐνετείλατο, φράσαι καὶ εἰπεῖν, πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις, εἶτα ὀργίζεσθαι ἔφασκεν ὑμῖν. λυσιτελοῦσαν γὰρ εἰς πολλὰ καὶ ὠφελοῦσαν ὑμᾶς βλάπτεσθαι ταύτην παρ’ ὑμῶν μὴ τηρούντων τὰς σεληναίας ἡμέρας, ἀλλὰ συγχεόντων, ἐξ ἧς συγχύσεως ἡμερῶν μὴ λαμβάνοντες οἱ θεοὶ τὰς θυσίας ἐν ταῖς προσφόροις αὐτῶν ἑορταῖς ἀγανακτοῦσι κατ’ αὐτῆς. καὶ ὅταν

### book 607a

θύειν ἁρμόδιον, ὑμεῖς στρεβλοῦτε καὶ δικάζετε. τὰς τοιαύτας δαιμονίας τοῦ δαιμονίου τούτου σὺν παιγνίοις παραινέσεις ὑπερθειάζω καὶ ὑπεράγαμαι. ἡ τῇδε διάνοια πᾶσα ἐρρέθη μοι σχεδὸν καὶ αἱ λέξεις, ῥητέον δ’ ἡμῖν ὅ τι εἴ τι παραλέλειπται.

### book 607b

⟦παράβασις.⟧

### book 607b,col 2

ἀντεπίρρημα.

### book 607c

δεῦρ’ ἀφορμᾶσθαι] ἐνταῦθα ἐλθεῖν.

### book 608a

συντυχοῦς’] συναντήσασα.

### book 608b

ἐπέστειλε] ὥρισε καὶ προσ‐ έταξε.

### book 609

πρῶτα μὲν χαίρειν: ἀρχαῖον ἔθος ἦν ταῖς ἐπιστολαῖς τὸ “χαίρειν” προτάσσειν Κλέωνος μετὰ τὴν πόρθησιν Πύλου, Κορυφασίου καὶ Σφακτηρίας οὕτω γράψαντος πρώτου· Κλέων χαίρειν Ἀθηναίοις καὶ τοῖς ξυμμάχοις, μᾶλλον δέ· Κλέων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν.

### book 610

πεπονθέναι] παρ’ ὑμῶν τῶν Ἀθηναίων.

### book 611a

ὠφελοῦς’] ἡ σελήνη.

### book 611b

ἐμφανῶς] ἐμπράκτως.

### book 612a

δραχμήν: δραχμή ἐστιν ἓξ ὀβολοὶ ἤτοι σταθμὸς κερατίων ὀκτωκαί‐ δεκα· ὁ ὀβολὸς γὰρ σταθμῷ ἐστι τρία κεράτια.

### book 612b

μὲν] οὖν.

### book 612c

δραχμήν] ἀνηλίσκετο.

### book 614a

μὴ πρίῃ: μὴ ὠνήσῃ. “μὴ ἀγοράσῃς” δὲ τεχνικῶς καὶ κυρίως “μὴ ἐν ἀγορᾷ διατρίψῃς” φησίν.

### book 614b

πρίῃ] ἀγόρασαι.

### book 614c

παῖ] ὦ.

### book 615a

ἄλλα τ’ εὖ δρᾶν φησιν ὑμᾶς: καὶ ἄλλα μυρία ἀγαθά φησιν ἡ σελήνη ποιεῖν ὑμᾶς καὶ ὑμῖν ἢ εἰς ὑμᾶς, καὶ οὐκ ἄγειν καὶ ἀριθμεῖν, ὑμᾶς τὰς ἡμέρας ὀρθῶς κατ’ οὐδέν, ἀλλ’ ἄνω καὶ κάτω ἤτοι πεφυρμένως, κυδοιδοπᾶν καὶ θορυβεῖν καὶ κύδους καὶ λοιδορίας, ὄπα καὶ φωνήν, λέγειν· καὶ διπλασιασμῷ ἀττικῷ κυδοιδοπᾶν.

### book 615b

ὑμᾶς] εἰς.

### book 615c

ὑμᾶς] ὑμῖν.

### book 615d

τὰς ἡμέρας] τῆς σελήνης.

### book 616a

[τὴν] τοῦ κύδους καὶ λοι[δο]‐ ρίας, ὄπα καὶ φωνήν, [λέ]γειν· καὶ διπλα[σια]σμῷ ἀττικῷ κυδοιδοπᾶν.

### book 616b

ὥσπερ λέγεται ὁ ὕμνος ἐπὶ καλοῦ καὶ ἐπὶ κακοῦ, οὕτω καὶ τὸ κῦδος. ἔστι δὲ ἐνταῦθα κυδοπᾶν καὶ συγχέειν· τὸ δὲ “δοι” πλεονάζει.

### book 616c

ἄνω τε καὶ κάτω] πεφυρ‐ μένως.

### book 616d

κυδοιδοπᾶν] θορυβεῖν, πα‐ λάσσειν.

### book 617

ὥστ’ ἀπειλεῖν 〈...〉 αὐτῇ τοὺς θεοὺς ἑκάστοτε: σαφῆ τὰ πάντα· ὥστε, φησὶν ἡ σελήνη, ἑκάστοτε καθ’ ἑκάστην, νῦν δὲ συνεχέστερον, αὐτῇ ἀπειλεῖν τοὺς θεούς, ἂν ψευσθῶσι καὶ ἀπατηθῶσι, μὴ τυχόντες δείπνου καὶ θυσίας, καὶ ἀπίωσιν οἴκαδε νήστεις τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον καὶ τάξιν, τῶν ἡμερῶν ἐν τῷ ψευδῶς ὑμᾶς συγχέειν καὶ μὴ ἀκριβῶς ἀριθμεῖν καὶ εἰδέναι καλῶς, τὰς ἡμέρας τῶν ἑορτῶν.

### book 618

ψευσθῶσι] ἀποτύχωσι.

### book 619

λόγον] ἀριθμόν, μέτρον, τάξιν.

### book 620a

δέῃ] χρεία ὑπάρχει.

### book 620b

δέῃ] δέον.

### book 620c

στρεβλοῦτε καὶ δικάζετε] πρωθύστερον.

### book 621a

πολλάκις δ’ ἡμῶν: πολλάκις δὲ ἡμῶν τῶν θεῶν ἀπαστίαν καὶ νηστείαν ἀγόντων ἐν τῷ πενθεῖν Μέμνονα τὸν τῆς Ἠοῦς παῖδα βασιλέα ὄντα Αἰθιόπων, ὃν Ἀχιλλεὺς ἀνεῖλε συμμαχοῦντα Πριάμῳ, ἢ τὸν Σαρπηδόνα· ὁ Σαρπηδὼν τῆς θυγατρὸς Βελλεροφόντου Λαοδαμείας καὶ Διὸς παῖς ὑπῆρχεν, οὗ ὑπὸ Πατρόκλου ἀνῃρημένου αἵματι δακρύσας ἐχύθη πατρώιος ἀήρ.

### book 621b

ἀπαστία ἀπὸ τοῦ α στε‐ ρητικοῦ μορίου καὶ τοῦ σπῶ, τὸ μεταλαμβάνω. δι’ εὐφωνίαν δὲ ἔγρα‐ ψεν ἀπαστίαν.

### book 621c

ἀπαστίαν] νηστείαν.

### book 622

Μέμνον’] τὸν Τιθωνοῦ καὶ Ἡμέρας υἱόν, ὃν ἔκτεινεν Ἀχιλλεύς.

### book 623

ἀνθ’ ὧν λαχὼν Ὑπέρβολος τῆτες: Πυλαία τόπος ἐστὶν ἐν Δελφοῖς, ὅτι ἐκεῖ, φασί, πρῶτος Πυλάδης ἐκρίθη ὡς συμμετασχὼν Ὀρέστῃ τοῦ φόνου τῆς Κλυταιμνήστρας. ἔπεμπον δὲ εἰς Δελφοὺς Ἀθηναῖοι καὶ εἰς τὴν Πυλαίαν πυλαγόρας πυλαγόρους καὶ ἱερομνήμονας ἐπισκόπους τῶν ἀναλισκομένων ἐν ταῖς θυσίαις. λαχὼν δὲ καὶ Ὑπέρβολος εἰς τὴν σύνοδον τῶν Ἀμφικτυόνων πεμφθῆναι εἰς τὴν Πυλαίαν ἢ τὰ τῶν θυσιῶν οὐ καλῶς ἐπεσκόπει ἢ τῆς ἀρχῆς καὶ τῆς δημαγωγίας ἐκπέπτωκεν, ὅθεν οὗτός φησιν· ἀνθ’ ὧν λαχὼν Ὑπέρβολος τῆτες καὶ πρὸ μικροῦ, ἱερομνημονεῖν ἀφῃρέθη παρ’ ἡμῶν τὸν στέφανον τῆς ἱερομνημοσύνης.

### book 624a

πρὸ μικροῦ.

### book 624b

[ἐπε]ὶ εἰς ἡμᾶς τοῦτο [τ]ὸ ὀφφίκιον.

### book 624c

τῆτες ἱερομνημονεῖν] ἰστέον, ὅτι ἐκ τούτων ἐπεραιώθη.

### book 624d

κἄπειθ’] περισσόν.

### book 625

εἴσεται] γνωρίσῃ.

### book 626

ὡς] ὅπως.

### book 627a

μὰ τὴν Ἀναπνοήν, μὰ τὸ Χάος, μὰ τὸν Ἀέρα: ἀγανακτῶν ὁ Σωκράτης εἰσάγεται διὰ τὴν ἀφυΐαν τοῦ Στρεψιάδου, καὶ ὀμνύει Ἀναπνοήν, Ἀέρα καὶ Χάος, ἃ δὴ καὶ θεοὺς ἐνόμιζεν εἶναι κατὰ τοῦτον τὸν ἀλιτή‐ ριον, μὴ ἰδεῖν πώποτε ἀφυέστερόν τινα Στρεψιάδου μηδ’ ἐπιλησμονέστερον. (628) ἄγροικον: ἀμαθῆ· ἀγροῖκον δὲ τὸν χωριτικῷ βίῳ ζῶντα. χρᾶται δὲ καὶ (629) λέξεσι πάνυ φιλοσόφοις ἀλαζόσι πρεπούσαις. ἄπορον: ἀφυῆ. σκαιὸν: (630—’33) ἀνεπιτήδειον. σκαλαθυρμάτια: σκαλεύματα, παίγνια. ὅμως καλῶ καὶ καλέσω, αὐτὸν ἔξω, δεῦρο καὶ ἐνταῦθα, πρὸς τὸ φῶς. ποῦ Στρε‐ ψιάδης; ἔξει καὶ ἔξελθε, τὸν ἀσκάντην καὶ τὸν σκαμβόποδα θρόνον, λαβών.

### book 627a

(634) Στρεψιάδης δέ· ἀλλ’ οὐκ ἐῶσί με, φησίν, ἐξενεγκεῖν τοῦτον οἱ κόρεις· πεπληρωμένος γάρ ἐστι κόρεων.

### book 627b

Χάος] σκότος.

### book 627b,col 2

ἴαμβοι.

### book 629

σκαιὸν] ἀμαθῆ.

### book 630a

σκαλίσματα, εὐτελῆ παί‐ γνια, ἤγουν εὐτελῆ μαθήματα.

### book 630b

σκαλαθυρμάτι’] εὐτελῆ νοή‐ ματα.

### book 630c

ἄττα] τινά.

### book 631

ταῦτ’] τούτων· ἀττικόν.

### book 633a

ἔξει] ἔξελθε.

### book 633b

τὸν ἀσκάντην] τὸν σκαμβό‐ ποδα θρόνον.

### book 634

οἱ κόρεις] ἡ εὔθεια ἡ κόρις, ὡς ὄφις.

### book 635a

ἀνύσας κατάθου: σπουδάσας θὲς τοῦτον τὸν ἀσκάντην. καὶ ὁ Στρεψιάδης αὐτὸν τεθεικώς φησιν· ἰδοὺ καὶ ἄρτι, σοὶ πεισθεὶς τοῦτον τέ‐ θεικα. “ἰδού” τὸ “ἄρτι” καὶ νῦν, βαρύνεται ἢ ὀξύνεται πρὸς τὴν τοῦ λόγου συνέπειαν, “ἰδοῦ” δὲ ἀντὶ τοῦ “ἴδε” ἀττικῶς περισπᾶται, ὡς τὸ ἰδοῦ με κἀνάθρησον, οἷ’ ἔχω κακά.

### book 635b

ἀνύσας] σπεύσας.

### book 635c

κατάθου] θὲς τὸν ἀσκάντην.

### book 636

ἄγε δή, τί βούλει: τοῦ κοριῶντος θρόνου τεθέντος ἐρωτᾷ τὸν Στρεψιά‐ δην Σωκράτης, τί βούλεται μαθεῖν, περὶ μέτρων ἢ ἐπῶν ἢ ῥυθμῶν. βαττο‐ λογοῦσιν ἐνταῦθα οἱ πρὸ ἡμῶν, ἡμῖν δὲ μάθε σαφῶς καὶ συντόμως διδάσκουσιν. μέτρα μὲν πάντα τὰ εἴδη καλεῖται τῶν στίχων, ἔπη δὲ τὰ ἡρωϊκά, ῥυθμὸς δέ ἐστιν ἡ εὐρυθμία καὶ τοῦ λόγου τὸ δίαρμα. διαβάλλει δέ, μᾶλλον δὲ κωμῳδεῖ, κἀνταῦθα τοὺς φιλοσόφους ὡς φθονεροὺς καὶ ὑπερθέτας καὶ μελλητάς, ἔτι δὲ καὶ ὑποσχομένους διδάσκειν ἅπερ οὐκ ἴσασιν. ποῦ γὰρ ὁ Σωκράτης ἢ μετρικὸς ἢ ἐποποιὸς ὑπῆρχεν ἢ πρὸς λύραν τινὰ μέτρα λέγειν εἰδώς; ἐγὼ δέ, εἰ μὴ καὶ Ἀριστοφάνης κατωτέρω ἐφαίνετο οὕτω ταῦτα νοῶν, ἠβουλόμην οὕτω ἑρμηνεῦ‐ σαι αὐτά· περὶ μέτρων καὶ γεωμετρίας βούλει μαθεῖν ἢ περὶ ἐπῶν, εὑρεσιεπείας

### book 636

ῥητορικῆς, ἢ ῥυθμικῆς καὶ μουσικῆς; ἀλλὰ τὰ κατωτέρω κείμενα τῆς γραφῆς οὐκ ἐᾷ ταῦτα οὕτω νοεῖσθαι, ἀλλ’, ὡς προεῖπον, εἶπον, ἔπη καὶ μέτρα καὶ ῥυθμοὺς ποιητικούς.

### book 638a

μέτρων] ἰαμβείων.

### book 638b

ῥυθμῶν ἢ ἐπῶν] ἡρωϊκῶν τῶν ἀμφοτέρων.

### book 638b,col 2

ῥυθμῶν] εὐρυθμίας λόγου.

### book 639a

περὶ τῶν μέτρων ἔγωγε: περὶ μέτρων ἀκούσας ὁ Στρεψιάδης ὡς ἄγροικος τάχα καὶ ἄπειρος μέτρων ποιητικῶν, σιτομετρούντων δὲ μετέ‐ χων καὶ τοιούτων μέτρων, ἀρταβῶν, μεδίμνων, χοινίκων· περὶ τῶν μέτρων, φησί, βεστίτζη Σώκρατες ἀνιπτόπου, μαθεῖν βούλομαι· ἔναγχος γὰρ καὶ πρὸ βραχέος καὶ πρὸ μικροῦ, ἀλευροπράτῃ ἀνθρώπῳ ἠπατήθην καὶ παρε‐ μετρήθην ἄλευρα ὠνούμενος διχοινίκῳ, ἤτοι εἰκοστῷ τετάρτῳ τοῦ μεδίμνου· ὁ μέδιμνος γὰρ χοίνικας ἔχει μηʹ.

### book 639b

639/40] ἐμπαίζει τοὺς φι‐ λοσόφους ὡς μὴ τοιαῦτα μέτρα γινώσκοντας.

### book 640a

ἀλφιταμοιβοῦ] ἀλευροπρά‐ του ἤγουν σιτοπώλου.

### book 640a,col 2

ἀλφιταμοιβοῦ] μετρητοῦ.

### book 640b

παρεκόπην διχοινίκῳ] παρ‐ εκρούσθην, ἠδικήθην δύο ταγάρια.

### book 640b,col 2

παρεκόπην] ἐζημιώθην.

### book 641

οὐ τοῦτ’ ἐρωτῶ σε· οὐ περὶ τοιούτων μέτρων ἐρωτῶ σε, ἀποκρίνεται Σωκράτης, ἀλλ’ ὅπερ νομίζεις κάλλιστον μέτρον, τὸ τρίμετρον ἢ τὸ τετράμετρον. τρίμετρον μέτρον τὸ τρεῖς πόδας ἔχον ἢ κατὰ μονοποδίαν ἢ διποδίαν μεμετρη‐ μένους, τετράμετρον δὲ τὸ τέσσαρας. (643) πάλιν ὁ Στρεψιάδης τῶν γεωργικῶν μέτρων ἔμπειρος ὤν, ποιητικὸν δὲ μὴ γινώσκων μέτρον γελοιωδῶς ἀποκρίνεται· οὐδὲν νομίζω πρότερον καὶ τιμιώτερον καὶ κάλλιστον, ἀφ’ ὧν μοι λέγεις μέτρων, ἀλλὰ τὸ ἡμιεκτέον (644) ἤγουν τὸ τετραχοίνικον κάλλιστον δοκῶ. καὶ ὁ Σωκράτης μέτρον ἡμιεκ‐ τέον ἀκούσας σιτομετρικὸν βάρβαρον· οὐδέν, φησίν, ὦ ἄνθρωπε, λέγεις περὶ ὧν μέτρων ἐγὼ λέγω, ἀλλὰ δηλονότι φλυαρεῖς. καὶ ὃς πάλιν γελοίως παραλογί‐ ζεται Σωκράτη(ν) λέγων· λέγεις με λέγειν οὐδέν, μηδέν, ὦ Σώκρατες, ἀλλὰ φλυαρεῖν. περιδοῦ νῦν ἐμοί, ῥήτραν καὶ συνθήκην καὶ συμφωνίαν μετ’ ἐμοῦ ποίησον καὶ ἀποδώσω τὸ συμφωνηθὲν πρόστιμον, εἰ μὴ τὸ τετράμετρόν ἐστιν ἡμιεκτέον. πῶς δὲ ὁ Στρεψιάδης λέγει· τὸ τετράμετρόν ἐστιν ἡμιεκτέον, ἤγουν τὸ τετρα‐

### book 641

χοίνικον, νῦν ἄκουε. ἔφην τεσσαράκοντα ὀκτὼ χοινίκων εἶναι τὸν μέδιμνον. οἱ ὀκτὼ χοίνικες ἕκτον εἰσὶ μεδίμνου· τῶν ὀκτὼ χοινίκων ἤτοι τοῦ ἕκτου τοῦ με‐ δίμνου 〈ἥμισυ ἤτοι〉 ἡμιεκτέον ἐστὶ τὸ τετράμετρον, τουτέστι τὸ τετραχοίνικον. (646) ἀκούσας δὲ Σωκράτης τὸ τετράμετρον εἶναι ἡμιεκτέον δυσφορεῖ κατὰ Στρε‐ ψιάδου καί· ἐς κόρακας καὶ ἐς ἀφανισμὸν ἄπιθι, φησίν, ὅτι ἄγροικος καὶ βάρ‐ βαρος, εἶ καὶ δυσμαθής. καὶ κατειρωνευόμενος λέγει· τάχυ γ’ ἂν σὺ δυνηθῇς (648) περὶ εὐρυθμίας λόγου μαθεῖν. καὶ ὅς· τί δέ με ὠφελήσουσι ταῦτα πρὸς τὰ (649) ἄλευρα ἤτοι πρὸς τὸ ἔχειν ἄρτον καὶ ζῆν; πάλιν δὲ ὁ Σωκράτης· πρῶτόν σε ὠφελήσουσιν οἱ ῥυθμοὶ εἶναι κομψὸν καὶ σοφὸν καὶ ὑψηλόν, ἐν συνουσίαις (650/’51) καὶ ὁμιλίαις καὶ ταῖς μετ’ ἄλλων συλλαλιαῖς. εἶτα γινώσκειν, ποῖος

### book 641

ῥυθμός ἐστι κατ’ ἐνόπλιον, ποῖός τε κατὰ δάκτυλον. κατ’ ἐνόπλιον ῥυθμὸς δύο δάκτυλοι καὶ σπονδεῖος· οἷς δὲ νῦν Ἀριστοφάνης φησί, φαίνεται λέγων τὸ πυρριχιακὸν τὸ ἀπὸ Πύρρου κληθέν, ὃ σὺν ὅπλοις κινούμενοι ἔλεγον. ἐπάγει γὰρ “χ’ὡποῖος κατὰ δάκτυλον”. σῴζει δὲ καὶ πρὸς τὸ πρότερον· εἰ γὰρ κἀκεῖνο δακτύλους ἔχει, ἀλλ’ ὅμως ἔχει καὶ σπονδεῖον σὺν αὐτοῖς· κατὰ δάκτυλον δέ φησι τὸν καθαρῶς δακτυλικόν. (652) καὶ πάλιν παράγεται Στρεψιάδης ἀκούσας τὸ “κατὰ δάκτυλον” ὡς ἄγροικος γελοῖα λέγων καὶ βάρβαρα. νομίζων γὰρ τὸν λόγον περὶ δακτύλων χειρός· νὴ τὸν Δία, φησίν, ἀλλ’ οἶδα τὸν δάκτυλον καὶ οὐ βούλομαι μαθεῖν (653) περὶ τούτου. καὶ ὁ Σωκράτης θυμῷ δείξας τὸν τῆς χειρὸς αὐτοῦ δάκτυλον·

### book 641

(654) σύ, φησίν, ἄλλον ἐπίστασαι δάκτυλον ἄνευ τοῦδε; καὶ ὁ Στρεψιάδης πρὸς ταῦτα· ὅτε παῖς ἤμην καὶ νῦν ἐγήρασα, αὐτὸς ἐλέγετο δάκτυλος.

### book 642a

τὸ τρίμετρον] τὸ ἰαμβεῖον δὶς τρίς.

### book 642b

τὸ τετράμετρον] τὸ δι‐ ιαμβικὸν δὶς δίς.

### book 643a

ὁ μέδιμνος ἔχει χοίνικας μηʹ. τούτων δὲ τὸ ϛʹ τὰ ηʹ· τὸ ἥμισυ τοῦ ϛʹ, τουτέστι τῶν ηʹ, τὰ δʹ, ὃ κα‐ λεῖται τετράμετρον. ὁ γοῦν ἡμιεκτέος τέσσαρας ἔχει χοίνικας.

### book 643b

πρότερον] τιμιώτερον, καλ‐ λιώτερον.

### book 643c

ἡμιεκτέου] χρῄζω μαθεῖν· ἢ τοῦ τετραχοινίκου.

### book 644a

οὐδὲν λέγεις] ἀλλὰ φλυαρεῖς.

### book 644b

περιδοῦ ... ἐμοί] συμφω‐ νίαν μετ’ ἐμοῦ ποίησον.

### book 645

ἡμιεκτέον] τὸ τετραχοίνικον.

### book 646a

ἐς κόρακας] βάλε.

### book 646b

ὡς] λίαν.

### book 647

ταχύ] εἰρωνεία.

### book 647,col 2

ταχύ] ἐν εἰρωνείᾳ.

### book 649a

κομψὸν] δημηγόρον.

### book 649b

συνουσίᾳ] ὁμιλίᾳ.

### book 650

ἐπαΐειν] ἀκούειν.

### book 651

ἐνόπλιον] πυρρίχιον.

### book 654a

654] οὗτος ἦν ὁ δάκτυλος, ὃν εἶχον καὶ πρῴην παῖς ὢν καὶ νῦν γέρων ὤν.

### book 654b

οὑτοσί] ὁ δάκτυλος.

### book 655a

οὐ γάρ, ὦζυρέ, καὶ ὀϊζυρὲ καὶ ταλαίπωρε Σώκρατες βεστίτζη χεζοβράκη, τούτων χρῄζω μαθεῖν οὐδέν. ὁ Σωκράτης πάλιν· τί δαὶ θέλεις μαθεῖν; καὶ πάλιν ὁ Στρεψιάδης ἀγανακτῶν· ἐκεῖνο ἐκεῖνο, φησί, θέλω μαθεῖν, ὅπερ σοι πολλάκις εἶπον, τὸν ἀδικώτατον λόγον. καὶ πάλιν ὁ Σωκράτης φθονερῷ καὶ ὑπερθετικῷ τρόπῳ φιλοσοφούντων φησίν· ἀλλ’ ἕτερα δεῖ σε πρὸ τοῦ ἀδίκου λόγου μαθεῖν, τίνα τῶν τετραπόδων ἐστὶν ἄρρενα ὀρθῶς, ἀκριβῶς, ἀληθῶς, καὶ μὴ ὀνόματι μόνον. ὁ θρόνος γὰρ καὶ ἡ θύρα καὶ τὸ δένδρον οὐδέ‐ τερα τοῖς φιλοσόφοις καλοῦνται πρὸς τὸ σημαινόμενον· ξύλα γάρ εἰσι, κἂν ὁ θρόνος ἀρσενικὸν ὄνομα τῇ κλήσει ἐστίν, ἡ δὲ θύρα θηλυκόν. ἢ καὶ ἄλλως·

### book 655a

ὀρθῶς ἄρρενα εἶπεν ὁ βδελυρὸς κωμικὸς τὰ μὴ ἀνδρικῇ κλήσει τισὶ τιθέμενα, οὖσι δὲ δειλοῖς καὶ ἀπολέμοις τρόπῳ γυναικῶν ἢ καὶ ἑτέρως· κωμῳδῆσαι γὰρ τοιούτους ὁ βδελυρὸς βούλεται.

### book 655b

ἀγρεῖος] ἀγρότης.

### book 655b,col 2

ἀγρεῖος] ἄγροικος.

### book 655c

σκαιός] ἀμαθής.

### book 655c,col 2

σκαιός] ἀπαίδευτος.

### book 655d

ὦζυρέ] ἐπίπονε, ταλαίπωρε.

### book 656

δαί] ἄρα.

### book 658

δεῖ] πρέπει.

### book 659a

ἅττ’] ὁποῖα.

### book 659b

ὀρθῶς] κατ’ ἀλήθειαν.

### book 660a

καὶ ὁ Στρεψιάδης· ἀλλ’ οἶδα ἐγὼ τἄρρενα,

### book 660a,col 2

ἀλλ’ οἶδ’ ἐγὼ τἄρρενα, φησὶν ὁ Στρεψιάδης,

### book 660a

εἰ μὴ ἔξω φρενῶν εἰμι· κριός, ταῦρος, τράγος, ἀλεκτρυών. οὐχ ὡς οἱ παλαιοὶ δέ φασι τοῦ γέλωτος ἕνεκα τὸν ἀλεκτρυόνα τοῖς τετράποσι κατέμιξε, δεινότητι δὲ καὶ οἰκονομίᾳ τοῦ κωμικοῦ τούτου ῥήτορος πρὸς τὸ “ὀρθῶς ἄρρενα” ἀπήντησε, καὶ δείξας εἰπὼν ἄρρενα ὀνόματα τετραπόδων νῦν περιουσιαστικῶς, ἐν συντομίᾳ τοῦ λέγειν ἄρρεν ὄνομα, καὶ δίποδα δεικνύων εἶπεν· ἀλεκτρυών, τρόπον τινὰ λέγων Σωκράτει· ἄρρενά με ὀνόματα εἰπεῖν ἐν τετράποσιν ἠνάγ‐ κασας, ἐγὼ δ’ ἐν τετράποσιν εἰπὼν περιουσιαστικῶς εἶπον καὶ ἐκ διπόδων ἕν, ὅτι ἄρρεν καὶ ἐν δίποσιν, ὁ ἀλεκτρυών, ἵνα μὴ μακρηγορῶ. τοῦτο δὲ τῆς οἰκονομίας ἦν πάντως τοῦ κωμικοῦ καὶ μεθόδου δεινότητος. ὕστερον τὸν ἀλεκτρυόνα ἐτήρησεν, ἵνα προφάσεις καὶ ἀφορμὰς ἐντεῦθεν πάλιν εὑρὼν ἀναβλύσῃ νοήματα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά.

### book 660a

αὐτίκα γὰρ τοῦ “ἀλεκτρυών” ῥήματος ἐπιλαβόμενός φησιν ὁ Σωκράτης· ὁρᾷς, ἃ πάσχεις; τὸ ἄρσεν καὶ θῆλυ τούτων τῶν ζῴων ὁμοίως λέγεις ἀλεκτρυών. καὶ ὁ Στρεψιάδης· ναὶ μὰ τὸν Ποσειδῶνα, φησίν, οὕτω καλῶ ταῦτα. εἰ δ’ ἐπται‐ σμένως καὶ πλημμελῶς ταῦτα καλῶ, νῦν δίδαξόν μοι, πῶς χρή με ταῦτα καλεῖν. καὶ ὁ Σωκράτης· τὴν θήλειαν κάλει ἀλεκτρύαιναν, τὸν ἄρρενα δὲ ἀλέκτορα.

### book 660a

πάλιν ὁ Στρεψιάδης· τὴν θήλειαν ἀλεκτρύαιναν δεῖ καλεῖν; εὖγε, νὴ τὸν Ἀέρα. ὁρᾷς, ὅπως πῶς ὁ ἀλεκτρυὼν οὗτος νοημάτων βλύειν ἤρξατο χύσεις, ἤπερ χύσεις ὑδάτων ὁ ἀλεκτρυὼν ὁ ἐν τῷ τοῦ Ἀρεοβίνδου λουτρῶνι ἑστώς; εἶπε γὰρ εὐθὺ Στρεψιάδης· ἀλεκτρύαιναν δεῖ χρὴ καλεῖν; εὖ γε, νὴ τὸν Ἀέρα, ὥστε ἀντὶ τοῦ μαθεῖν με τοῦτο μόνον, ὅτι τὴν θήλειαν χρὴ καλεῖν ἀλεκτρύαιναν, διαλφιτώσω καὶ ἀλεύρου πληρώσω, τὴν κάρδοπον ἤτοι τὴν ἀλευροδόχον σκάφην. τὸ δὲ “κύκλῳ” περισσόν. ἔχεις ἐκ τοῦ ἀλεκτρυόνος ἐκρεῦσαν νῦν ἓν νόημα διπλοφυὲς κενταυρόμορφον. γελᾷ γὰρ πρώτως τὴν περὶ ὀνόματα τῶν φιλοσόφων ἀκρίβειαν, τὴν περὶ τὸ θεῖόν τε καταφρόνησιν τούτων, καὶ τρίτως αὐτῶν τὸ σκληρόβιον καὶ τὸ μηδ’ ἄρτου κἂν αὐτοὺς εὐπορεῖν, μονονοὺ φάσκων· κατωφρυωμένα καὶ

### book 660a

ὑπότυφα ἀνθρωπάρια, οὐ πολλῷ κρεῖττον ἦν τοῦ ἀλεκτρύαιναν λέγειν καὶ σκαλαθυρμάτια καὶ ἃ ἕτερα ὁμοίως ληρεῖτε, καὶ τοῦ ἀσεβεῖν εἰς τὸ θεῖον, καὶ μηδ’ ἄρτου κορέννυσθαι, φρονεῖν μετριώτερα καὶ ἔχειν τὰ ζωαρκῆ; τόσα μὲν ὁ ἀλεκτρυὼν ἔβλυσε τὰ νοήματα τῷ παραγαγεῖν τὴν ἀλεκτρύαιναν, ὥσπερ ἤκουσας· ἡ παραγωγὴ ταύτης τὸν Ἀέρα δυσσεβῶς ἐπομνύμενον καὶ τὰ ἄλφιτα, τὰ ἄλφιτα δὲ τὴν κάρδοπον, ἡ κάρδοπος δὲ τὸν Κλεώνυμον παρήγαγεν. καὶ ἄλλο ἐξ ἄλλου νοήματος οὑτωσὶ πλημμυρεῖ. οὐ μὴν δὲ κατὰ τοὺς πρὸ ἡμῶν ἕνεκα τοῦ γελοίου ὁ ἀλεκτρυὼν κατετάγη τετράποσιν.

### book 660b

μαίνομαι] δαιμονίζομαι.

### book 663

κατ’ αὐτὸ] ὁμοίως.

### book 664a

ἀλεκτρυὼν] ὁ.

### book 664b

κἀλεκτρυών] καὶ ἡ.

### book 665

νὴ] ναί.

### book 669a

διαλφιτώσω] ἄλευρα γεμίσω.

### book 669b

τὸν κάρδοπον] τὴν σκάφην.

### book 670a

τὴν κάρδοπον: ἐπιλαμβάνεται πάλιν Σωκράτης τοῦ Στρεψιάδου εἰπόντος· τὴν κάρδοπον, καὶ ἀρσενικῶς αὐτὴν λέγει καλέσαι κάρδοπον, ὡς Κλεώνυμον. καὶ ὁ Στρεψιάδης· πῶς λέγεις τὴν κάρδοπον ἄρρενα; καί φησιν ὁ Σωκράτης· τὸ αὐτὸ δύναταί σοι ἡ κάρδοπος τῷ Κλεωνύμῳ; τί ἐστι “τὸ αὐτὸ δύναται”; ἤτοι ἀμφότερα εἰς –ος λήγουσι καί εἰσιν ὁμοιοκατάληκτα Κλεώνυμος, κάρδοπος· ἢ καὶ οὕτως ἔστι νοῆσαι· “ταὐτὸ δύναταί σοι κάρδοπος καὶ Κλεώνυμος” ἤτοι ἀμφότερα ἐναντίας ἔχουσιν αὐτὰ ἑαυτοῖς τὰς κλήσεις, ὡς σὺ τέως αὐτὰ ὀνομάζεις· θήλειαν γὰρ οὖσαν τὴν κάρδοπον ἀρσενικῶς ταύτην καλεῖς καὶ τὸν Κλεώνυμον ὁμοίως οὐδὲν διαφέροντα γυναικῶν ἄρρενα καλεῖς. διαβάλλει δὲ τὸν Κλεώνυμον ἢ κωμῳδεῖ, ἕνα τῶν τῆς πολιτείας ὄντα, ὡς γυναικώδη ἤτοι ῥιψάσπιδα καὶ δειλόν, ἢ ὡς γυναικιζόμενον καὶ κίναιδον καὶ ἀδδηφάγον καὶ παράσιτον καὶ ἠπορημένον τοσοῦτον καὶ ἐνδεῆ, ὡς μηδὲ

### book 670a

μάκτραν ἢ κάρδοπον ἔχειν, ἀλλ’ ἐν θυείᾳ πέττειν καὶ ζυμοῦν τὰ ἑαυτοῦ ἄλευρα καὶ ὅσα οὗτος καὶ οἱ ἕτεροι δὲ ἀλιτήριοι βούλονται. μάκτρα δὲ καὶ κάρδοπος τὸ αὐτό· κενολογοῦσι γὰρ περὶ τούτων οἱ παλαιοί. τὴν μεγάλην γὰρ σκάφην, ἐν ᾗ ζυμοῦσι τὰ ἄλευρα, δηλοῦσιν ἀμφότερα. θυεία δὲ κυρίως ἡ ἴγδη καλεῖται, καὶ πᾶν ᾧ χρήσεταί τις ἀντὶ θυείας.

### book 670b

ἕτερον] πταῖσμα.

### book 671

τῷ] ἐν τίνι.

### book 673

φράσον] εἰπέ.

### book 674

ταὐτὸν] ὅμοιον.

### book 675a

ἀλλ’ ὦγάθ’ οὐδ’ ἦν κάρδοπος Κλεωνύμῳ: ἀλλ’, ὦ ἀγαθὲ Σώκρατες, οὐδ’ ἦν κάρδοπος καὶ μάκτρα καὶ μεγίστη ἀλεύρων σκάφη, τῷ Κλεωνύμῳ, ἀλλ’ ἐν στρογγύλῃ θυείᾳ, ἴγδῃ καὶ τριπτηρίᾳ, ἀνεμάττετο καὶ ἐζύμου, τὰ ἄλευρα. ὁρᾷς ἀλλεπάλληλον χύσιν τῶν νοημάτων ἐκ τοῦ ἀλεκτρυών.

### book 675b

675] σκώπτει τὸν Κλεώ‐ νυμον ὡς φειδωλόν.

### book 675c

Κλεωνύμῳ] τῷ.

### book 676a

θυείᾳ] ἴγδῃ ξυλίνῃ.

### book 676b

ἀνεμάττετο] ἐζύμου.

### book 677a

ἀτάρ] δέ.

### book 677b

τὸ λοιπὸν] μετὰ ταῦτα.

### book 678

Σωστράτην] διαβάλλεται ὡς γυναικώδης.

### book 679

ὀρθότερον λέγεις: πάνυ ἠθικώτατος καὶ ἀστεῖος ὁ λόγος, τὸ φέρειν ἄνθρωπον ἄγροικον φιλοσόφῳ λέγοντα· ὀρθότερον λέγεις ἐμοῦ σὺ τὸ τῆς λέξεως ὄνομα. νῦν γὰρ τὸ “ὀρθότερον” συγκριτικὸν ἀντὶ τοῦ ἁπλοῦ ἀττι‐ κῶς οὐκ ἐρρήθη, ἤτοι ὀρθόν.

### book 680a

ἐκεῖνο δ’ ἦν ἄν: ἐκεῖνο δὲ τὸ ῥῆμα πάλιν ἂν ἦν ἰσοκατάληκτον, εἰ εἶπον· καρδόπη, Κλεωνύμη. πάλιν σύρει τὸν Κλεώνυμον, καὶ Σώστρατον δέ τινα Σωστράτην λέγων. τὰ τῶν λοιπῶν ὀνομάτων σαφῆ.

### book 680b

αὖ ἂν] καλέσῃς.

### book 680c

καρδόπη, Κλεωνύμη] ἰσοκα‐ τάληκτον.

### book 680d

Κλεωνύμη] ὥσπερ.

### book 689a

πῶς ἂν καλέσῃς: πῶς κατὰ κλητικὴν πτῶσιν καλέσεις Ἀμυνίαν; καὶ ὁ Στρεψιάδης· ἐρωτᾷς, πῶς ὅπως ἂν καλέσω κατὰ κλητικὴν Ἀμυνίαν; ὡδὶ καὶ οὕτω· δεῦρο δεῦρο Ἀμυνία, ἤτοι ἐλθέ. καὶ ὁ Σωκράτης πρὸς τὴν κατάληξιν τοῦ ὀνόματος· ὁρᾷς, φησί, γυναῖκα τὴν Ἀμυνίαν καλεῖς; καὶ ὁ Στρεψιάδης· δικαίως γυναῖκα τὸν Ἀμυνίαν καλῶ, ἄνθρωπον δειλὸν καὶ μὴ στρατευόμενον. οὗτος μὲν ὡς δειλὸν τὸν ἄνδρα διαβάλλει, ἄλλοι δ’ Κρατῖνος δὲ ὡς ἀλαζόνα καὶ κόλακα καὶ συκοφάντην, Εὔπολις δὲ ὡς παραπρεσβευτήν.

### book 689a,col 2

τὸ “δεῦρο” δὲ ἴσθι, ὡς παρ’ Ὁμήρῳ καὶ πᾶσι τοῖς παλαιοῖς, καὶ τῷ Ἀριστοφάνει δὲ τουτωὶ ἀντὶ τοῦ “ἐνταῦθα” λαμβάνεται, παρὰ δὲ τοῖς νεωτέροις ἀντὶ τοῦ “ἐλθέ”, ὡς παρὰ τῷ νεωτέρῳ Μουσαίῳ. καὶ νῦν δὲ καὶ οὗτος ἀντὶ τοῦ “ἐλθέ” ⟦νῦν⟧ ἐχρήσατο, οὐκ οἶδα πῶς φάναι, δοκῶ δὲ κατ’ ἔλλειψιν ἀττι‐ κήν· δεῦρο δεῦρο Ἀμυνία, ἀντὶ τοῦ “ἐνταῦθα” ἐλλείψει τοῦ “ἐλ‐ θέ”. ὡς καὶ ἡμεῖς ποτέ φαμεν κοι‐ νοτέρως· ὡδὶ ὡδὶ ὦ ἀγαθέ, τὸ “ἐλθέ” παρεῶντες.

### book 689b

Ἀμυνίᾳ] τῇ γυνῇ.

### book 690

ὡδί] οὕτως.

### book 692,col 2

ὅστις] ὁ Ἀμυνίας.

### book 693

ἀτὰρ] δέ.

### book 694a

οὐδὲν μὰ Δία: ὁ Σωκράτης· Στρεψιάδη, φησίν, οὐδέν, οὔ μὰ τὸν Δία, δράσεις ἑστώς, ἀλλὰ κατακλινεὶς καὶ κατακλιθείς, δευρὶ καὶ ἐνταῦθα, τί ποιήσω; φησὶ Στρεψιάδης. καὶ πάλιν ἀμείβεται ὁ Σωκράτης· φρόντισόν τι περὶ τῶν σεαυτοῦ πραγμάτων. ἀλλ’ εἰπόντες περὶ τοῦ “κατακλινείς”, ἵνα μὴ τῆς τῶν παλαιῶν λύμης μετάσχητε, χωρήσομεν ἐπὶ τοὔμπροσθεν. τὸ “κλιθείς” κοινόν, “κλινθείς” ἰωνικόν, “κλινείς” ἀττικόν.

### book 694a,col 2

οὕτω γίνωσκέ μοι ταυτί.

### book 694b

οὐδέν] γινώσκεις.

### book 694c

κατακλινεὶς] ἀττικόν.

### book 694d

δευρί] ἐν τῷ ἀσκάντῃ.

### book 695a

τι] εἰς.

### book 695b

τῶν] ἀπό.

### book 696a

μὴ δῆθ’ ἱκετεύω ς’ ἐνθάδε: εἰρηκότος Στρεψιάδῃ Σωκράτους· οὐδὲν δράσεις ἑστώς, ἀλλὰ κατακλιθεὶς ἐν τῷ ἀσκάντῃ καὶ σκαμβόποδι θρόνῳ, φρόντισον περὶ πραγμάτων τῶν σῶν, πεισθεὶς ἐπέκλινεν ἑαυτὸν εἰς τὸ ἱδρυθῆναι. ἱδρυνθῆναι. εὐθέως δὲ μεστωθεὶς κόρεων δεῖται Σωκράτους, ὡς ἂν μὴ ἐν τῷ κοριῶντι σωκρατικῷ θρόνῳ, ἀλλ’ ἐν τῇ γῇ καθήμενος φροντίσῃ. Σωκράτους δὲ οὐκ ἐῶντος, ἐν δὲ τῷ θρόνῳ φροντίζειν κελεύοντος δεινοπαθεῖ Στρεψιάδης καὶ σχετλιάζει ὡς ἤδη μέλλων ἀπολωλέναι ὑπὸ τῶν κόρεων. ὁ δὲ ἐφεστὼς αὐτῷ φησι· φρόντιζε καὶ διάθρει καὶ σκόπει τῷ νῷ, καὶ πάντα τρόπον σαυτὸν στρόβει καὶ μετακίνει, πυκνώσας ἐν νοήμασιν· ἀπορήσας δὲ νοήματός τινος εἰς ἄλλο νόημα μεταπήδα καὶ μετατρέπου, καὶ μὴ κάθευδε. ἐπιτεταμενώτερον δὲ τῶν

### book 696a

κόρεων ἐπιθεμένων καὶ κατεσθιόντων αὐτὸν σχετλιάζει καὶ βοᾷ μέγα· ἰατταταῖ, ἰατταταῖ. ἐρωτῶντος δὲ Σωκράτους· τί πάσχεις; ἀπόλλυμαι, φησίν· ἐκ τοῦ θρόνου σου ἐξέρποντες γὰρ καὶ ἐξερχόμενοι, δάκνουσί με οἱ Κορίνθιοι καὶ οἱ κόρεις, παίζων. ἔοικε δὲ καὶ τοῖς τότε καιροῖς τοὺς Κορινθίους ἐχθρῶς ἔχειν τοῖς Ἀθηναίοις.

### book 696b

ἐνταῦθ’] καθίσω.

### book 696c

χρή] καθίσαι.

### book 698

ταῦτ’] ἅπερ σοι λέγω.

### book 699

δίκην] τιμωρίαν.

### book 700a

φρόντιζε] ἐρεύνα.

### book 700b

ἄθρει] βλέπε.

### book 702a

στρόβει] καὶ διέγειρε.

### book 702b

πυκνώσας] ἐν τοῖς νοή‐ μασιν

### book 703a

ταχὺς] ἔσο.

### book 703b

ἄπορον] νόημα δηλονότι.

### book 705

ὀμμάτων] ἀπό.

### book 706

706] ὑπὸ τῶν κόρεων δακνό‐ μενος στενάζει.

### book 710

710 p.i.m.] ἅμα μὲν παίζει καὶ πρὸς τὰς κόρεις λέγων τὸ “Κορίν‐ θιοι”, ἅμα δὲ καὶ ὅτι ἐπέκειντο τοῖς Ἀθηναίοις οἱ Κορίνθιοι πολεμοῦντες αὐτοὺς τῷ τότε.

### book 711a

καὶ τὰς πλευρὰς δαρδάπτουσι: καὶ κατεσθίουσιν. γίνεται δὲ τὸ δαρδάπτειν ἀπὸ τοῦ δεροδαπτεῖν καὶ ἐσθίειν τὸ δέρμα, ἢ ἀπὸ τοῦ δαίρειν καὶ τύπτειν καὶ δάπτειν καὶ κατεσθίειν.

### book 711b

δαρδάπτουσι] κατεσθίουσι.

### book 712a

καὶ τὴν ψυχὴν ἐκπίνουσιν: οἱ θνητὴν δοξάζοντες τὴν ψυχὴν αἷμα αὐτὴν οἴονται εἶναι, ὡς Μάρκος ὁ βασιλεὺς ἡμῖν ὑποδείκνυσιν ἐμφανῶς οὕτω γράφων· “τὸ δὲ ψυχάριόν ἐστιν ἀναθυμίασις ἀφ’ αἵματος”.

### book 712b

καὶ τὴν ψυχὴν ἐκπίνου‐ σιν: ἤτοι τὸ αἷμα. οἱ γὰρ δοξάζοντες τὴν ψυχὴν θνητὴν ψυχὴν τὸ αἷμα λέγουσιν.

### book 712c

τὴν ψυχὴν] τὸ αἷμα· διασύ‐ ρει τοὺς φιλοσόφους ὡς δοξάζοντας τὴν ψυχὴν αἷμα.

### book 713

καὶ τοὺς ὄρχεις ἐξέλκουσιν: οἰκειότατα πάνυ ταῖς προτάσεσι τὰς ἀποδόσεις εἰσφέρει. καὶ προτάσεις μέν εἰσιν ἐνταυθοῖ τὰ προτεθέντα πράγματα, πλευρά, ψυχή, ὄρχεις, πρωκτός· ἀποδόσεις δὲ τὰ ἑκάστῳ τούτων συμβάντα, ἐκδαρῆναι μὲν καὶ καταβρωθῆναι πλευράς, ποθῆναι δὲ τὴν ψυχήν—ἔφην γὰρ αὐτὴν αἷμα τοῖς τεθνηψύχοις δοξάζεσθαι—, ἕλκονται δὲ οἱ ὄρχεις, ὁ δὲ πρωκτὸς ἔχων ὀπὴν ἐξορύττεται.

### book 713,col 2

τοῦτο τὸ σχῆμα, ὡς ἔφην, ἀπό‐ δοσις καλεῖται, ἀλλὰ καὶ ἀντίθετον καλεῖται. οὐχ οἷον ἐν ταῖς Εὑρέσεσί φησιν Ἑρμογένης παραληρῶν· “εἰ μὲν γὰρ μὴ ἦν ἡμέρα”, ἀλλ’ οἷον ἐν τῷ Περὶ μεθόδου δεινότητος ἀνανή‐ ψας φησίν· “ἐδίδασκες γράμματα, ἐγὼ δὲ ἐφοίτων”, οὕτω τὸ σχῆμα ἀπόδοσίς τε καὶ ἀντίθετον καλεῖται· ἀποδίδωσι γὰρ ἑκάστῳ τῶν προτε‐ θέντων καί, ὥσπερ εἶπον, ἀντιτίθησι τὰ οἰκεῖα καὶ πρόσφορα. τὰ τοιαῦτα δὲ σχήματα ἀγωνιστικὰ καὶ δικανι‐ κώτατα.

### book 714

διορύττουσι] κοιλαίνουσι.

### book 716

μὴ νῦν βαρέως ἄλγει: σαφῆ τὰ πάντα. φροῦδα τὰ χρήματα: ἠφανισμένα τῇ ἱππικῇ τοῦ υἱοῦ, οὐ μὴν ὡς Σωκράτει δοθέντα. φρούδη χροιά: ὅτι καὶ αὐτὸς ὠχρὸς γέγονεν ὡς φιλόσοφος φροντίζων. φρούδη ψυχή: ἀφανισθήσεται ἡ ψυχή μου ὡς αἷμα ποθεῖσα τοῖς κόρεσιν. Σωκράτης δὲ ἀθάνα‐ τον ἐδόξαζε τὴν ψυχήν. φρούδη δ’ ἐμβάς: ἀφανῆ τὰ ὑποδήματα γέγονεν ἀποβληθέντα αὐτῷ ἀφανισθέντα αὐτῷ ἤγουν ἀποβληθέντα τῷ ζοφερῷ δῆθεν τῷ τῆς σχολῆς.

### book 717

ἀναπαιστικὸν μονόμετρον.

### book 718

φροῦδα] ἀφανῆ.

### book 718,col 2

δίμετρον.

### book 719a

τὸ ὑπόδημα. τοῦτο εἶπεν ὡς ὅτι ἀπεδύετο τὰς ἐμβάδας εἰσερχό‐ μενος εἰς τὸ φροντιστήριον.

### book 719a,col 2

ὅμοιον.

### book 719b

ψυχή] τὸ αἷμα.

### book 720

δίμετρον ὑπερκατάληκτον.

### book 721a

φρουρᾶς ᾄδων: ἐπαγρυπνῶν καὶ λαλῶν ὡς οἱ ᾄδοντες ἐπὶ τῆς φρουρᾶς. φρουροὶ γὰρ καὶ φύλακες, ἵνα μὴ καθευδήσωσι καὶ λάθωσιν εἰσιόντες οἱ πολέμιοι, ᾄδουσιν.

### book 721b

παροιμία “ἐπὶ φρουρᾶς ᾄδειν”· εἰώθασι γὰρ οἱ καθήμενοι ἐπὶ φυλακῆς πρὸς παρηγορίαν λέγειν τι. ἢ ᾄδων ἐπὶ φρουρᾶς ὥσπερ οἱ βιγλάτορες.

### book 721b,col 2

μονόμετρον.

### book 721c

φρουρᾶς] ὡς ἐπί.

### book 721d

ᾄδων] ψάλλων.

### book 722a

ὀλίγου φροῦδος γεγένημαι: παραμικρὸν ἀφανὴς ἐγενόμην.

### book 722b

ὀλίγου] μικροῦ δεῖν.

### book 722b,col 2

δίμετρον καταληκτικόν.

### book 722c

φροῦδος] ἀφανής.

### book 722d

γεγένημαι] γενήσομαι.

### book 723a

τοῦ Σωκράτους δ’ εἰπόντος; οὐ φροντίζεις; ὁ Στρεψιάδης· ἐγώ, φησί, νὴ τὸν Ποσειδῶνα, ἐφρόντισα. κἀκείνου πάλιν εἰπόντος· καὶ τί ἐφρόντισας; ὁ Στρεψιάδης λέγει· εἰ μέλος ἢ μέρος ἐμοῦ τι περιλειφθῇ μὴ καταβρωθὲν ὑπὸ τῶν κόρεων τῶν τοῦ θρόνου σου. καὶ πάλιν ὁ Σωκράτης ἀντὶ τοῦ “μαστιχθήσῃ δεινῶς”· ἀπολεῖ κάκιστα, εἶπεν. καὶ ὁ Στρεψιάδης δὲ πρὸς αὐτόν· οὐ ψεύδῃ ὦ ’γαθέ· ἀπόλωλα γὰρ ὑπὸ τῶν κόρεων. καὶ ὁ Σωκράτης· οὐ μαλθακιστέα, οὐ δεῖ χαυνότητος καὶ τρυφῆς, περικάλυψον δὲ σαυτὸν καὶ εὑρὲ διάνοιαν καὶ ἀπαιόλημα, συστροφὴν καὶ παραλογισμὸν ἀποστερητικὸν τῶν δανείων. ἀχθό‐ μενος δὲ Στρεψιάδης τῷ μὴ εὑρίσκειν ἀποστερητικὴν γνώμην· οἴμοι, φησί, τίς ἀρνητικὴν καὶ στερητικὴν γνώμην ἐπιβάλῃ μοι ὡς ἱμάτιον ἐκ δορᾶς ἀρνῶν; καὶ πάλιν ὁ Σωκράτης δῆθεν περιδραμεῖν μέλλων καὶ τοὺς μαθητὰς ἐπισκέ‐ ψασθαι ἐκ τούτου κατάρχεται καί φησι· τί καθεύδεις; ὁ δέ· οὔ, φησίν, οὔ μὰ τὸν Ἀπόλλωνα· τίς γὰρ δύναιτό κ’ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθῆναι; τίς Σωκράτους δὲ τοῖς βεβήλοις σκαμνίοις;

### book 723b

οὗτος] ὦ.

### book 723c

ἐγώ] φροντίζω.

### book 725

περιλειφθήσεται] ὅπερ οὐκ ἔφαγον.

### book 726

ἀπολεῖ] ἀντὶ τοῦ “μαστιχθή‐ σῃ”, τύψειν σε θέλω.

### book 728a

ἐξευρετέος] †πορημώτατος†.

### book 728b

ἀποστερητικὸς] τῶν δα‐ νείων.

### book 729a

κἀπαιόλημ’] συστροφήν.

### book 729b

κἀπαιόλημ’] πανούργημα.

### book 729c

κἀπαιόλημ’] ἔστι σοι.

### book 729d

ἐπιβάλοι] ἐπενδύσῃ.

### book 730

ἀρνακὶς λέγεται τὸ τοῦ ἀρνὸς κῴδιον. ἀντὶ γοῦν τοῦ εἰπεῖν· σισύ‐ ρας, εἶπεν· ἀρνακίδας, ὥστε ἀρνεῖ‐ σθαι καὶ ἀποστερεῖν τοὺς δανειστάς.

### book 731a

νῦν] δή.

### book 731b

ἀθρήσω] ἴδω.

### book 732

οὗτος] ὦ.

### book 733a

ἔχεις τι: ἐφίσταται αὐτῷ πάλιν ὁ Σωκράτης καί φησιν· ἔχεις τι; ὡς ἐπὶ ἰχθυοθηρῶν ἢ ἰξευτῶν, ἀντὶ τοῦ “ἐνόησάς τι;” τροπικωτέρως εἰπών· ἐκράτησας. ὁ δὲ ὑπ’ ἀμηχανίας καὶ συννοίας τοῦ μὴ δύνασθαι ἀποστερητικὸν νόημα ἐνθυμηθῆναι παράγεται τῷ ἀλιτηρίῳ τὸ ἑαυτοῦ κατέχειν αἰδοῖον καὶ ἀκηκοὼς τὸ “ἔχεις τι;” εἶπεν· οὔ. ὡς δὲ πάλιν αὐτὸν ἤρετο· παντελῶς οὐδὲν ἔχεις; φησίν· οὐδέν γε πλὴν μόνον κατέχω τῇ δεξιᾷ χειρὶ τὸ αἰδοῖον.

### book 733b

ἔχεις τι] ἐνόησάς τι.

### book 734

τὸ πέος] τὸν ὄρχιν.

### book 735

οὐκ ἐγκαλυψάμενος: οὐ συστείλας καὶ ἀπασχολήσας σεαυτὸν τοῦ τῇδε κἀκεῖσε ὁρᾶν φροντίσεις ταχέως, ἀποστερητικόν τι νοῆσαι δηλονότι; μὴ εἰπόντος δὲ τοῦ Σωκράτους τὸ “ἀποστερητικόν τι νοῆσαι”, ἀλλὰ μόνον· οὐ φροντίσεις; Στρεψιάδης φησί· περὶ τίνος φροντίσω; σύ μοι εἰπὲ τοῦτο, Σώκρατες. οὐδὲν δυσχερές ἐστιν οὐδὲ τῷ παρόντι χωρίῳ. καὶ ὁ Σωκράτης πάλιν αὐτῷ· αὐτὸς ὅ τι βούλει πρῶτον ἐξευρεῖν λέγε. καὶ ὁ Στρεψιάδης· εἶπον, ὦ Σώκρατες, εἶπόν σοι μυριάκις, ὅτι βούλομαι μήτε τόκους ἀποδοῦναι οἷς χρεωστῶ, ἀλλὰ μηδὲ χρέα.

### book 736

τοῦ] καὶ τίνος.

### book 740a

ἴθι νῦν καλύπτου: σύστελλε μὲν σεαυτὸν ἀπὸ τοῦ τῇδε κἀκεῖσε ὁρᾶν καὶ γενοῦ ἐν συννοίᾳ τοῦ περὶ οὗ σκοπεῖς. καὶ σχάσας, ἀλλαχοῦ μὲν κατα‐ σχών, νῦν δὲ λύσας, χαλάσας καὶ ἀφείς, τὴν φροντίδα καὶ τὸ νόημα, λεπτὸν περιφρόνει ἤτοι φρόνει καὶ σκόπει καὶ κρίνε καὶ νόει, τὰ πράγματα. καὶ ὁ Στρεψιάδης διὰ τὸ μηδὲν ῥᾳδίως δύνασθαι ἐφευρεῖν· οἴμοι, φησὶ σχετλιάζων. καὶ ὁ Σωκράτης· ἔχε καὶ φέρε, ἀτρέμα καὶ ἡσύχως, καὶ ἀπορῶν εἴς τι νόημα ἀφεὶς αὐτὸ ἄπελθε καὶ ἀποπήδησον, ἀπ’ αὐτοῦ· καὶ εἶτα κατὰ τὴν σὴν γνώμην καὶ διάνοιαν, κίνησον καὶ πείρασον καὶ ζήτησον, πάλιν αὐτὸ καὶ ζυγώθρισον καὶ ζυγοστάτησον αὐτὸ ταῖς τοῦ νοὸς πλάστιγξιν ἠκριβωμένως.

### book 740b

σχάσας] ἁπλώσας, πυκνώ‐ σας, κρατήσας.

### book 741

περιφρόνει] περιεργάζου, σκόπει.

### book 741a,col 2

λεπτὴν] ἀκριβῆ.

### book 741b,col 2

περιφρόνει] ἐρεύνα.

### book 743

ἔχ’ ἀτρέμα] φέρε ἥσυχος.

### book 744

τὴν γνώμην] τὴν βουλήν.

### book 745

ζυγώθρισον] στάθμησον, ζυ‐ γοστάτησον ταῖς τοῦ νοὸς πλά‐ στιγξιν.

### book 746

ὦ Σωκρατίδιον: πεποίηται τῷ ἀλιτηρίῳ ὁ Στρεψιάδης γελοίως νενοηκὼς νόημα χρεῶν καὶ τόκων ἀποστερητικὸν καὶ ἄνεισι χαίρων καί φησι τῷ Σωκράτει· ἔχω καὶ νενόηκα, γνώμην καὶ διανόημα, ἀποστερητικὸν τόκου. καὶ ὁ Σωκράτης· ἐπίδειξόν μοι καὶ εἰπὲ καὶ φανέρωσον, τὸ τί πρᾶγμά ἐστιν ἡ σὴ γνώμη καὶ τὸ ἐννόημα. καὶ ὁ Στρεψιάδης φησίν· εἰ ὠνησάμενος γυναῖκα φαρμακίδα ἐκ Θετταλίας γοήτων καὶ μάγων ἔργα ἐπιτελοῦσαν—αἱ Θετταλαὶ γὰρ τοιαῦται διεβάλλοντο εἶναι, ὡς οἱ Θετταλοὶ ἀνδραποδισταί—καθέλοιμι καὶ καταβιβάσαιμι, δι’ αὐτῆς τὴν σελήνην καὶ ἔχοιμι καὶ φυλάττοιμι, εἴρξας καὶ ἐγκλείσας καὶ ἐμβαλών, αὐτὴν ἐς λοφεῖον καὶ θήκην κατόπτρου, ὡς κάτοπ‐ τρον διὰ τὸ κατοπτροειδῆ τὴν σελήνην ὁλόκυκλον φαίνεσθαι. ταῦτα μὲν οὕτω. ῥητέον δ’ ὑμῖν καὶ ἅπερ αὐτὸς οὐκ οἶδα, οἱ δὲ πρὸ ἡμῶν ἐξηγηταὶ γράφουσιν. φασίν· ὅτι “οἱ Ἀττικοὶ τὴν Θετταλὴν βαρυτόνως Θεττάλην φασίν, ὡς Δαιδάλην.” καὶ τοῦτο δὲ οὐκ ἐμόν, ἀλλὰ

### book 746

τούτων ἐστίν. “εἶναί” φασι “τοῦ Πυθαγόρου παίγνιον

### book 746,col 2

φασὶ δὲ καὶ “τοῦ Πυθαγόρου παίγνιον εἶναι

### book 746

διὰ κατόπτρου τοιοῦτον· πληροσελήνου τῆς σελήνης οὔσης εἴ τις εἰς ἔσοπτρον ἐπιγράψειεν αἵματι ὅσα βούλοιτο, καὶ προειπὼν ἑτέρῳ, σταίη κατόπιν αὐτοῦ, δείκνυσι πρὸς τὴν σελήνην τὰ γράμματα, κἀκεῖνος πλησίον ἀτενίσας εἰς τὸν τῆς σελήνης κύκλον ἀναγνοίη πάντα τὰ ἐν τῷ κατόπτρῳ γεγραμμένα ὡς τῇ σελήνῃ ἐγγεγραμμένα.” πάντα τὰ τῇδε, οἷα ἂν καὶ ὦσι, τῶν παλαιῶν εἰσιν αὐταῖς λέξεσιν. ἔπεισι δέ μοι διαπορεῖν καὶ θαυμάζειν, εἰ Πυθαγόρας αἵματι ἔγραψεν, ὃς καὶ κυάμων ἀπείχετο ὡς ὄντων γεννητι‐ κῶν αἵματος.

### book 747a

ἔχω] ἐνόησα.

### book 747b

γνώμην] νόημα.

### book 748

τί] εὗρες.

### book 750

καθέλοιμι] καταβιβάσω.

### book 751a

λοφεῖον: λοφεῖον λέγεται καὶ ἡ θήκη τῆς περικεφαλαίας καὶ ἡ θήκη τῶν κατόπτρων.

### book 751b

ταύτην] τὴν σελήνην.

### book 751c

λοφεῖον] θήκην κατόπτρου.

### book 751d

λοφεῖον] λοφία τὰ ἔχοντα τοὺς λόφους.

### book 752

τηροίην] φυλάσσοιμι.

### book 753a

τί δῆτ’ ἂν ὠφελήσειέ σε: οὐδὲν ἐν τῇδε τῇ σελίδι ὑψήγορον καὶ δύσνουν ἐστίν, ἀλλὰ πάντα σαφῆ. ῥητέον δὲ τούτων τὸν νοῦν. τί δή σοι ὄφελος γένοιτο, φησὶν ὁ Σωκράτης, κατασχόντι καὶ κρύψαντι τὴν σελήνην ἐν θήκῃ κα‐ τόπτρου; καὶ ὁ Στρεψιάδης φησίν· ὅτι σελήνης μὴ ἀνατελλούσης μηδὲ φαινο‐ μένης οὐκ ἂν ἀποδοίην, οὐ χρέα, ἀλλ’ οὐδὲ τόκους· οἶδας γάρ, ὅτι κατὰ μῆνα τῆς σελήνης καὶ δανειζόμεθα καὶ τοὺς τόκους τοὺς τῶν δανείων ἀποτιννύομεν. καὶ ὁ Σωκράτης ἀρεσκόμενος τούτῳ τῷ νοήματι· εὖ γε, φησί, καὶ καλῶς, τοῦτο ἐσκόπησας. ἕτερον δέ σοι προβαλῶ καὶ πρόβλημα καὶ ζήτημα προθήσω καὶ ἐρωτήσω, δεξιὸν καὶ κάλλιστον. εἴ σοι γράφοιτο, εἰ κατὰ σοῦ γραφὴ καὶ

### book 753a

κατηγορία δοθῇ καὶ λίβελλος, πεντετάλαντος ἀττικῶς, πεντατάλαντος δὲ κοινῶς, πῶς τοῦτον ἀφανίσειας ἤτοι μηδὲν λέγοντα καὶ ἄκυρον δείξειας, εἰπέ μοι. καὶ ὁ Στρεψιάδης φησίν· ἐρωτᾷς, ὅπως ἀφανίσω, ὅπως καὶ πῶς τοῦτο ποιήσω; οὐκ οἶδα· ἀτὰρ καὶ δή, ζητητέον καὶ σκοπητέον μοι. καὶ ἅμα συννοίᾳ κατασχεθέντος καὶ σκοπουμένου Σωκράτης φησὶ θαρσύνων αὐτόν· μὴ νῦν ἴλλε καὶ σύγκλειε καὶ σύσφιγγε, τὴν γνώμην καὶ τὴν διάνοιαν, περὶ σεαυτὸν ἤτοι μὴ δειλία, ἀλλ’ ἀποχάλα τὴν φροντίδα καὶ τὸ νόημα, εἰς τὸν ἀέρα, ὥσπερ οἱ παῖδες τὴν μηλολόνθην ἤτοι τὸν χρυσοκάνθαρον, δεσμοῦντες ἐκ τοῦ ποδὸς ἐν τῷ παίζειν ἀφιᾶσιν εἰς τὸν ἀέρα· ἤτοι μὴ δειλία καὶ περὶ σεαυτὸν σφίγγε τὸ νόημα, ἀλλ’ εὐθαρσῶς ἄλλο ἐπ’ ἄλλῳ προπέμπων νόημα λογίζου.

### book 753a

καὶ ὁ Στρεψιάδης σκοπήσας, ὡς, εἰ ὠνήσαιτο ὕαλον τὴν κρύσταλον καλουμένην, στὰς πρὸς τὸν ἥλιον καὶ τὴν ἐκείνου ἀκτῖνα δεξάμενος ἐν αὐτῇ οὕτως ἀνυπόπτως πυρπολήσει τὸν λίβελλον καὶ τὴν κατ’ αὐτοῦ πεντετάλαντον δίκην διαδρασκά‐ σειεν, ἀνίσταται δῆθεν τεθαρρηκὼς καὶ τῷ διδασκάλῳ χαίρων φησίν· εὕρηκα, διδάσκαλε Σώκρατες, ἐπίνοιαν σοφωτάτην, ἐν ᾗ ῥᾳδίως ἀφανίσω τὴν πεντετά‐ λαντον δίκην, ὥστε οὐδὲ σὺ αὐτός μοι ἀντιτείνεις, διδάσκαλε, λέγων αὐτὴν μὴ εἶναι σοφωτάτην ἐπίνοιαν. καὶ ἐρωτήσαντος Σωκράτους ἀμοιβαίως κομματικῶς τὴν περὶ τοῦ κρυστάλου ἣν εἶπον ὑπόθεσιν λέγουσιν.

### book 753b

ὅ τι] καὶ κατὰ τί.

### book 755

τίη τί δή] διὰ τί.

### book 756

δανείζεται] αὐξάνει.

### book 757a

εὖ γ’] τοῦ ἐνθυμήματος.

### book 757b

προβαλῶ] πρόβλημα καὶ ζήτημα παρεισάξω.

### book 758a

γράφοιτο] κατηγοροίη.

### book 758b

δίκη] κρίσις, τιμωρία.

### book 761

εἵλλε (sic)] στρέφε, σύγκλειε, σύσφιγγε.

### book 762

ἀποχάλα] ἔνδιδε.

### book 762,col 2

ἀποχάλα] δίδου.

### book 763a

λινόδετον] ὥσπερ ποιοῦσιν οἱ παῖδες.

### book 763b

μηλονόνθην (sic) p.i.fast.] χρυσοκάνθαρον· ἀπὸ τοῦ “μήλῳ ὁμοίαν ποιεῖν τὴν ὄνθον” ἤγουν τὴν κόπρον. ἢ ἀπὸ τοῦ μῆλον, ὅ ἐστι τὸ πρόβατον, καὶ τοῦ ὄνθη, ἡ κόπρος· ἡ ποιοῦσα τὰς τῶν προβάτων κόπρους σφαίρας.

### book 765a

ὁμολογῶ τὸ φανερῶ καὶ τὸ συναινῶ, ἀπὸ τοῦ ὁμοῦ λέγειν.

### book 765b

ὁμολογεῖν] συγκατατίθε‐ σθαι, συναινεῖν.

### book 766a

φαρμακοπώλαις: φαρμακοπῶλαι κυρίως οἱ τὰ φάρμακα πιπράσκον‐ τες τά τε λυσιτελοῦντα καὶ τὰ θανάσιμα, τοῖς παλαιοῖς δὲ καὶ οἱ τοὺς τιμαλφεῖς λίθους πιπράσκοντες φαρμακοπῶλαι ἐλέγοντο· οὐδεὶς γὰρ τῶν τοιούτων λίθων ὃς οὐκ ἔχει ξενωτέρας δυνάμεις.

### book 766b,col 2

τὴν λίθον] τὴν κρύσταλον.

### book 768

ἀφ’ ἧς τὸ πῦρ ἅπτουσι: τὴν κρύσταλον λέγει, ἣ προσβαλλούσης ἀκτῖνος ἡλίου πρῶτα μὲν προπέμπει καπνόν. περὶ ταύτης Ὀρφεύς τε φησὶ καὶ τὰ πράγματα σαφέστερον δείκνυσιν.

### book 769a

τί δῆτ’ ἄν: ἐλλιπῶς ἀττικῶς φησιν ὁ Σωκράτης· τί δῆτ’ ἄν σοι λυσιτελὴς ἡ κρύσταλος γένοιτο; καὶ ὅς· ταύτῃ φλέξαιμι τὸν λίβελλον οὕτω· καὶ σχῆμα μέλλει δεικνύειν ἐκ τῶν ἀκτίνων ἀνάπτοντος κρύσταλον καὶ τὸν λίβελλον φλέγοντος.

### book 769b

ἔγωγε] ναί.

### book 769c

τί δῆτ’ ἄν] σοὶ λυσιτελὴς ἡ κρύσταλος.

### book 770

δίκην] ἀπόφασιν.

### book 771

ἀπωτέρω] ἐναντίον.

### book 772

ἐκτήξαιμι] ἀφανίσαιμι.

### book 773a

σοφῶς γε, νὴ τὰς Χάριτας: τῷ μὲν φαινομένῳ ἀρεσθεὶς ὁ Σω‐ κράτης δεικνύεται τῷ τοῦ Στρεψιάδου ἐπινοήματι καὶ ὄμνυσι τὰς Χάριτας, ὅτι σοφῶς τοῦτο τὸ νόημα ἐπενόησε τὸ τῆς τοῦ χάρτου τεφρώσεως· Χαρίτων γὰρ δῶρα καθέστηκε καὶ ἔργων σοφία καὶ νοημάτων καὶ λόγων καὶ ἐφευρέσεων. ἐσχηματισμένως δὲ καὶ τοῦ Σωκράτους καθάπτεται καὶ κωμῳδεῖ τοῦτον ὡς λιθοξόον. Σωφρονίσκου γὰρ λιθοξόου υἱὸς ὢν ὢν υἱὸς ὁ Σωκράτης καὶ τῆς λαξευτικῆς τῶν λίθων μετέσχηκε τέχνης καὶ ἀνδριάντας λιθίνους ἐλάξευε· καὶ ἀγάλματα δὲ τῶν τριῶν Χαρίτων εἰργάσατο, Πειθοῦς, Ἀγλαΐας, Θαλείας, ἃ ἦσαν ὄπισθεν ὄπισθε τῆς Ἀθηνᾶς ἐγγεγλυμμένα τῷ τοίχῳ. ἐγὼ δέ φημι·

### book 773a

ἔργον 〈δ’〉 οὐδὲν ὄνειδος, ἀεργίη δέ τ’ ὄνειδος.

### book 773b

οἴμοι, φησὶν ὁ Στρεψιάδης χαίρων, ὅτι διαγέγραπταί μοι καὶ ἐξεκόπη καὶ κατεφλέγη, χάρτης καὶ λίβελλος πεντεταλάντου μοι δίκης. καὶ τοῦτο δὲ ἀστεϊζόμενος πρὸς γέλωτα οὗτος γράφει τῶν φιλοσόφων μονονοὺ καὶ τοῦτο λέγων αὐτοῖς· ἆρα, ὦ μάταιοι, ἐκ τοῦ εἰδέναι ὑμᾶς διεντέρευμα ψύλλης ἢ κώνω‐ πος ἢ περί τε ἀστραπῆς καὶ βροντῆς ψυχροφυσικεύεσθαι καὶ τοῦ εἰδέναι, ὡς ἡ κρύσταλος ὕελος ἀκτῖσιν ἡλίου βληθεῖσα προΐησι φλόγα, καὶ ἕτερα ἅττα τοιαῦτα, σχοίητε ἂν ἢ τροφῶν εὐπορίαν, εὐερμίαν, ὡς γραμματεῖς, ἰατροί, γεωμέτραι ἐκ τεχνῶν οἰκείων τρεφόμενοι, ἢ χρέα ἢ δίκην ἂν ἀποφύγοιτε, ὥσπερ πολλάκις δρῶσιν εὐγλωττοῦντες οἱ ῥήτορες;

### book 773c

οἴμ’ p.i.m.] οὐ θρηνητικὸν τὸ “οἴμοι”, 〈ἀλλ’〉 ἐκπληκτικόν.

### book 774

διαγέγραπταί] ἠφάνισται, δια‐ κεχώρισται.

### book 774,col 2

διαγέγραπταί] ἀντὶ τοῦ κατέξεσται.

### book 775

συνάρπασον] ἀπὸ μεταφορᾶς τῶν κυνῶν. ἐμπαίζει δὲ φιλοσόφους λέγοντας· ἅρπασον τὸ νόημα, θή‐ ρασαι.

### book 776a

ἀντιδικῶν: κατηγορῶν καὶ ἐναντιούμενος. τοῖς γὰρ γραψαμένοις καὶ μὴ ἀποδεικνύουσιν ἐπεβάλλετο χρηματικὴ ζημία, καὶ εἰ μὴ κατὰ τὸ ὡρι‐ σμένον ἐξέτισεν, ὑπερήμερος ἀπεδίδου τετραπλοῦν, οἱ δὲ μὴ ἔχοντες τῖσαι καθείργνυντο εἰς τὸ δεσμωτήριον. πολλοὶ δὲ τοῦτο πεπόνθασι καὶ ὁ τοῦ ῥήτορος τοῦ Ἀριστογείτονος πατήρ.

### book 776b

ὅπως] πῶς.

### book 776c

ἀντιδικῶν] ἀντιδικάζων, κα‐ τηγορῶν δικαστικῶς.

### book 777a

μέλλων ὀφλήσειν μὴ παρόντων μαρτύρων: τὸ “μή” καθ’ ἡμᾶς περιττὸν ἀττικῶς, ὡς τὸ ἀλλ’ οὐδὲ νῦν σε μὴ παρόντ’ ἴδῃ πέλας. εἰ γὰρ μὴ παρῆσαν μάρτυρες, οὐ δυσχερὲς ἦν ἀποτρέψαι τὴν δίκην.

### book 777b

μὴ] περισσόν.

### book 777c

μὴ] παρέλκον.

### book 778a

φαυλότατα καὶ ῥᾷστα: συντόμως καὶ ῥᾳδίως, φησίν, ἀποστρέψω τοιαύτην δίκην, πρὸς τὸν ἐρωτήσαντα Σωκράτη ὁ Στρεψιάδης. εἰπόντος δὲ Σωκράτους· εἰπέ, πῶς ἀποστρέψῃς; ἕνεκα τοῦ γελοίου φησὶ χαριέντως· πρὸ μιᾶς δίκης τοῦ κληθῆναί με δικασθῆναι δραμὼν ταχέως καὶ σχοῖνον προσάψας μου τῷ τραχήλῳ ἀγχόνῃ ἐμαυτὸν παραδοίημι. καὶ ὁ Σωκράτης· οὐδὲν λέγεις πρὸς τὴν ὑπόθεσιν. καὶ οὗτος πρὸς αὐτὸν πάλιν· νὴ τοὺς θεοὺς ἔγωγε, φησί, λέγω, καὶ πάνυ κάλλιστα λέγω· οὐδεὶς γὰρ κατ’ ἐμοῦ τεθνηκότος κινήσει δίκην.

### book 778b

φαυλότατα] δύο σημαίνει τὸ φαῦλον, τὸ αἰσχρὸν καὶ τὸ βραχύ.

### book 779

μιᾶς] ἡμέρας.

### book 780a

τὴν ἐμὴν] δίκην.

### book 780b

ἀπαγξαίμην] πνίξομαι.

### book 782

δίκην] τιμωρίαν.

### book 783a

ὑθλεῖς: φλυαρεῖς, φησὶν ὁ Σωκράτης· ἄπερρε καὶ φθείρου καὶ (784) ἀπότρεχε· οὐκέτι διδαχθῇς παρ’ ἐμοῦ. ὁτιὴ τί: διὰ τί, ὦ ναὶ Σώκρατες, δί‐ δαξον (785). ἀλλ’ εὐθὺς ἐπιλήθῃ ἐκείνων ὧν μεμάθηκας. ἐπεὶ εἰ μὴ ἐπιλήσμων εἶ, εἰπέ, τί νῦν ἐδιδάσκου. λέγει δὲ περὶ τῆς καρδόπου. καὶ αὐτίκα πρόεισι τέλειος βεστίτζης ὁ Στρεψιάδης παιδάριον γραμματικὸν ἐκμιμούμενος ἀποστη‐ θίζον ἐπαγγελίαν τινὰ καὶ ἐπιλαθόμενόν τινων ῥήσεων καὶ δυσφοροῦν ἐπὶ (787) τῇ ἀνευρέσει αὐτῶν. καί φησι· φέρ’ ἴδω, τί ἦν; καὶ ὅσα ὁ δαιμόνιος δαιμονίως μιμούμενος λέγοντα τοῦτον παρεισάγει. παράγει.

### book 783b

ἄπερρ’] φθείρου.

### book 784

Σώκρατες] δίδαξον.

### book 787

787] λέγει περὶ τῆς καρδόπης.

### book 789a

οὐκ ... ἀποφθερεῖ] οὐκ ἀποδράμῃ.

### book 789b

ἀποφθερεῖ] ἀποφθερῇ.

### book 790a

ἐπιλησμότατον 〈...〉 γερόντιον: ἐπὶ τούτοις εἰσάγεται καὶ Σωκράτης δυσφορῶν ἐπὶ τῇ ἀφυΐᾳ τοῦ γέροντος, κἀκ τοῦ φροντιστηρίου αὐτὸν ἀπελαύνων. φησὶ γάρ· οὐκ ἐς κόρακας καὶ ἐρημίας καὶ χάη ἀποφθερῇ ἤτοι πόρρω γεγονὼς ἡμῶν τῆς σχολῆς ἀπορραγῇς τῶν τῇδε ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον. οὔτε δὲ βεστίτζης τις οὕτως ἂν αὐτὸς ἑαυτὸν ἐμιμήσατο οὔτε φιλοσοφίδιόν τι κομψολεξιφόρητον αὐτὸ ἑαυτό, ὡς προσφυέστατα οὗτος ὁ ἀλιτήριος ἀπομιμεῖται, ὃ ἂν θελήσῃ μιμεῖσθαι. ἐπιλησμότατον μὲν λέγεται ἀπὸ τοῦ “ἐπιλήσμη”, ἐπιλησμονέστατον δὲ ἀπὸ τοῦ “ἐπιλήσμων”.

### book 790b

σκαιότατον] ἀμαθέστατον.

### book 791

οἴμοι: σχετλιάζει καὶ δεινοπαθεῖ τὸ γερόντιον ἐπὶ τῇ εἰς αὐτὸν δικαίᾳ καταμομφῇ τοῦ Σωκράτους, καί φησιν· οἴμοι, ὁ κακοδαίμων καὶ δυστυχής, τί πάθω; ἀπολωλέναι γὰρ μέλλω διὰ τὰ χρέα ἐξ ἄλλου ἄλλῳ τῶν δανειστῶν καθελκόμενος. τοῦτο δέ μοι συμβήσεται πάντως διὰ τὸ μὴ εὐφυᾶ με καὶ εὔγλωττον εἶναι. ἀλλ’ ὦ Νεφέλαι, συμβουλεύσατέ μοι τι χρηστόν. αἵ φασι πρὸς αὐτόν· εἰ ἔχεις υἱόν, ἀνθ’ αὑτοῦ μαθησόμενον τοῦτον ἄγε πρὸς Σω‐ κράτην. ὁ δὲ Στρεψιάδης· ἔστι μοι, φησίν, υἱός, ὁ δέ· υἱός ἐστί μοι, ἀλλ’ οὐ θέλει μανθάνειν. καὶ αἱ Νεφέλαι δὲ αὖθις πρὸς Στρεψιάδη(ν)· σὺ δ’ ἐπιτρέπεις, παραχωρεῖς, ἐᾷς αὐτὸν μὴ μανθάνειν; καὶ ὁ Στρεψιάδης ἐλλειπτικῶς· ναί, φησίν, ἐῶ πτοούμενος,

### book 791

μὴ παρακελευσάμενος μανθάνειν οὐ θέλοντι τυπτηθῶ παρ’ αὐτοῦ. εὐσωματεῖ γὰρ καὶ σφριγᾷ ἤτοι εὔρωστος καὶ νεάζων ἐστίν. τὰ ἐλλειπτικὰ δὲ τῶν σχημά‐ των ἰδέας εἰσὶ συντομίας. εὐσωματεῖ γὰρ καὶ σφριγᾷ, φησί, καὶ ἔστιν ἐκ γυναικῶν εὐπτέρων καὶ εὐγενῶν, τῶν ἀπὸ τῆς πλειστάκις ῥηθείσης Κοισύρας, ὑψηλῆς γυναικός, τὸ γένος καταγουσῶν. αἱ τροπικαὶ δὲ καὶ μεταφορικαὶ λέξεις τοῦ ὕψους εἰσὶ καὶ μεγέθους καὶ ἀξιώματος, ποτὲ δὲ καὶ τοῦ ἤθους, ἂν τοῦ ἤθους τῶν λεγόντων στοχάζοιντο καὶ προσφυέας τοῖς λέγουσι ταύτας εἰσφέρωσιν, ἐνίοτε μὲν φιλοσό‐ φοις, ἄλλοις δὲ ἀλλαχοῦ, ὡς νῦν τῷ Στρεψιάδῃ ἡ λέξις ἡ τῶν εὐπτέρων. ἢ γὰρ ὡς μιμητὴς φιλοσόφων χρᾶται αὐτῇ τροπικῇ οὔσῃ καὶ ὑψηλῇ, ἢ ὡς ἀγρότης ἀπὸ φασιανῶν ἢ ταώνων ὀρνέων λέγων αὐτὴν διὰ τὸ συνήθη καὶ γνώριμα τὰ ὄρνεα ταῦτα ὑπάρχειν ἀγρόταις, μονονοὺ λέγων (ἀντὶ τοῦ εἰπεῖν· εὐγενοῦς μητρός)· φασιανοπτέρου ἢ ταωνοπτέρου ἐστὶ καὶ καθελκουσῶν τὴν γένους σειρὰν ἐκ Κοισύρας.

### book 792

γλωττοστροφεῖν] καὶ μνη‐ μονεύειν, ὧντινων ἔμαθον.

### book 793

συμβουλεύσατε] μοι.

### book 795

ἐκτεθραμμένος] ἀνατεθραμ‐ μένος.

### book 799a

ἐπιτρέπεις] ἐᾷς αὐτὸν μὴ μανθάνειν· ἢ ἐπιτρέπεις καὶ οὐκ ἀκούει σου.

### book 799b

εὐσωματεῖ ... σφριγᾷ] εὔρωστος καὶ νεάζων ἐστὶ καὶ ἀ‐ κμάζει.

### book 800a

εὐπτέρων] εὐγενῶν.

### book 800b

τῶν] τὸ γένος καταγουσῶν.

### book 800c

Κοισύρας] ὑψηλῆς γυναικός.

### book 800d

Κοισύρας] τῆς.

### book 801a

ἀτὰρ καὶ δή, μέτειμι αὐτόν, μετὰ αὐτὸν καὶ εἰς αὐτὸν εἶμι καὶ πορεύο‐ μαι. λείπει “καὶ παραινέσω μανθάνειν ἀντ’ ἐμοῦ”. ἢν δὲ μὴ θέλῃ, οὐκ ἔστιν ὡς οὐ διώξω αὐτὸν ἐκ τῆς οἰκίας. ἀλλ’ ὀλίγον χρόνον εἰσελθών, Σώκρατες, ἀνάμεινόν με καὶ ἄξω σοι αὐτόν. ταῦτα εἰπὼν ἄπεισι πρὸς τὸ τὸν υἱὸν ἀγαγεῖν.

### book 801b

ἀτὰρ] δέ.

### book 801c

μέτειμί] μετέρχομαι εἰς.

### book 802

ἐξελῶ] ἐκβάλω.

### book 803a

803] ταῦτα εἰπὼν ἄπεισι πρὸς τὸν υἱόν.

### book 803b

εἰσελθὼν] †ὥστε†.

### book 804a

αἱ Νεφέλαι δὲ Σωκράτει φασίν· ἆρα νοεῖς, ὡς ἕξεις δι’ ἡμᾶς νῦν ἀγαθά; ἕτοιμος γὰρ οὗτος πάντα ποιεῖν, ἃ λέγεις. σὺ δὲ ἀπολάψεις καὶ κερδή‐ σεις, ἀπὸ ἀνδρὸς ἐκπεπληγμένου καί σε θαυμάζοντος, καὶ φανερῶς ἐπηρμένου καὶ ἀνεπτερωμένου εἰς σὸν σέβας καὶ τῆς σῆς στοργῆς ἐξεχομένου. ἀπολάψεις δὲ καὶ κερδήσεις ταχέως, γνοὺς καὶ νοήσας αὐτόν· δύνασαι γὰρ ὅτι πλεῖστον ἀντὶ τοῦ λίαν. ἢ ἀπολάψεις ταχέως ὅτι πλεῖστον· δύνασαι γάρ.

### book 804b

αἰσθάνει] γνωρίζεις. αἱ Νε‐ φέλαι δὲ πρὸς τὸν Σωκράτην φασίν.

### book 805a

ἕξων] μέλλων λαβεῖν.

### book 805b

θεῶν] ἀπό.

### book 809a

ἀνδρὸς] ἀπό.

### book 809b

ἐκπεπληγμένου] καὶ σὲ θαυ‐ μάζοντος.

### book 810

ἐπηρμένου p.i.m.] ἀνεπτερω‐ μένου εἰς σὸν σέβας καὶ τῆς σῆς στοργῆς ἐξεχομένου.

### book 811a

ἀπολάψεις] κερδήσεις.

### book 811b

ὅτι πλεῖστον] λίαν.

### book 812a

φιλεῖ γάρ πως: φιλεῖ γὰρ καὶ φίλον ἥγηται, τὰ τοιαῦτα τρέπεσθαι εἰς ἕτερα ἢ ἑτέρᾳ καὶ ἑτέρως τρέπεσθαι. ὁ δὲ νοῦς τοιοῦτος, ὃν οὐκ ἐνόησαν οἱ παλαιοί· τὰ δὲ τοιαῦτα ἤτοι τὰ τῶν ἐρώντων καὶ ποθούντων ὁπωσδήποτε κινοῦνται καὶ μεταφέρονται εἰς τοὺς ἐρωμένους καὶ ὧν πόθον ἔχουσιν. ἕτεροι δὲ οἱ ἐρώμενοι καὶ ἕτεροι οἱ ἐρῶντες.

### book 812b

φιλεῖ] ἔθος ἔχει.

### book 812c

τὰ τοιαῦθ’] ἤθη.

### book 813a

ἕτερα] εἰς.

### book 813b

ἕτερα] ἄλλως.

### book 814

οὔ τοι μὰ τὴν Ὀμίχλην: πεφθακὼς Στρεψιάδης ὁ βεστίτζης πρὸς τὴν οἰκίαν τὴν ἑαυτοῦ ὡς ἐκ Σωκράτους ἤδη μετατραπεὶς εἰς ἀσέβειαν ὄμνυσιν τῷ υἱῷ οὐκέτι κατὰ Διὸς ἢ ἑτέρου θεοῦ, ἀλλὰ κατὰ τῆς ὀμίχλης, ὥσπερ φι‐ λόσοφος, λέγων· οὐκέτι μενεῖς ἐνταυθοῖ, οὔ μὰ τὴν Ὀμίχλην, ἀλλ’ ἔσθι’ ἐλθὼν τοὺς Μεγακλέους κίονας: ἀλλ’ εἰσελθὼν εἰς τὴν αὐλὴν τοῦ πρὸς μητρός σοι θείου Μεγακλέους κατέσθιε τοὺς κίονας αὐτῆς, οὓς ἐκεῖνος μόνους καταλέλοιπε καταβεβρωκὼς ἅπαντα τἄλλα. καὶ ὁ υἱὸς ἀκηκοὼς θεὰν ξενω‐ τέραν ὀμνυμένην τῷ πατρὶ νομίσας αὐτὸν παρανοεῖν ἐξεστηκότα τῶν φρενῶν· ὦ δαιμόνιε, φησίν, ὦ πάτερ δαίμοσιν ἀλιτηρίοις κατάσχετε, τί χρῆμα πάσχεις;

### book 814

τίνα νόσον νοσεῖς; οὐκ εὖ φρονεῖς μὰ τὸν Δία τὸν ὀλύμπιον. καὶ ὁ βεστίτζης ὡς ἤδη φιλοσοφοδίδακτος γεγονὼς καὶ γνοὺς ἀπὸ φυσικῶν ⟦καὶ⟧ συλλογισμῶν καὶ ἀποδεικτικῶν λόγων Δία μὴ εἶναι—τέσσαρα γάρ εἰσι τῆς θυραίας φιλοσο‐ φίας ταῦτα διδάγματα· ψεῦδος, τῦφος, πατραλοιότης, ἀσέβεια—· ἰδοὺ ἰδού, φησί, Δία ὀλύμπιον. λείπει τὸ “ὤμοσας”.

### book 815

ἐξηνάλωσε γὰρ καὶ αὐτὸς τὴν περιουσίαν αὐτοῦ καὶ ἀπέμειναν μόνοι οἱ κίονες.

### book 816

δαιμόνιε] ἄθλιε.

### book 818a

τῆς μωρίας: καὶ τοῦτο ἐλλιπῶς ἀττικῶς· φεῦ τῆς μωρίας, τὸν Δία νομίζειν δηλονότι θεόν, ἢ ὅτι ἔτι βασιλεύει θεῶν.

### book 818b

Δί’ ὀλύμπιον] λείπει ὀ‐ μνύεις.

### book 818c

τῆς μωρίας] φεῦ.

### book 819a

ὄντα σε τηλικουτονί: ἤτοι πεφθακότα σε πρὸς ἡλικίαν τελείου ἀνδρός. τί δέ, φησὶ Φειδιππίδης, διὰ τοῦτο ἐγέλασας ἐτεὸν καὶ ἀληθές, εἰπέ. ὅτι παιδάριον, φησίν, ὑπάρχεις καὶ φρονεῖς ἀρχαϊκά. οὐκ ἐπαινετῶς κατ’ Αἰσχύλον τοῦτόν φησι γέροντα τὸν νοῦν, σάρκα δ’ ἡβῶσαν φύσει, ἀλλ’ οὕτω φησίν· ὅτι ὢν παιδάριον, νῦν νέος σφριγῶν καὶ ἀκμάζων, φρονεῖς ἀρχαϊκὰ καὶ μωρά· ἀρχαῖοι γὰρ οἱ μωροὶ ἐκαλοῦντο ἀπὸ τῶν ἐπὶ τοῦ Κρόνου ἐκείνων ἀρχαίων ἀπραγμόνων ἀνδρῶν. ὅμως ἐλθέ, ἵνα σοι φράσω πρᾶγμα, ὃ μαθὼν ἀνὴρ ἔσῃ ἤτοι στερρόνους καὶ ἔμφρων.

### book 819b

τὸν Δία] θεόν.

### book 819c

νομίζειν] τό.

### book 819d

νομίζειν] σε.

### book 819e

τηλικουτονί] τουτέστι μέγαν.

### book 820a

τί δὲ] εἰς.

### book 820b

ἐγέλασας] διέσυρας.

### book 820c

ἐτεόν] κατὰ ἀλήθειαν.

### book 821

ἀρχαϊκά] μωρά.

### book 822

εἰδῇς] γνωρίσῃς.

### book 823

ἔσει] ὑπάρξῃ.

### book 824a

ὅπως δὲ τοῦτο μὴ διδάξῃς μηδένα: λείπει τὸ “ἐθέλω δέ”, ὅπως τοῦτο μὴ διδάξῃς μηδένα, ἢ “οὕτω δέ σοι λέγω”, ὅπως τοῦτο μὴ διδάξῃς μηδένα. ἀπομιμεῖται τὸ φθονερὸν καὶ οὗτος δῆθεν τῶν φιλοσόφων καὶ τὸν υἱὸν διδάσκει μηδενὶ ταῦτα λέγειν. ὁ δὲ υἱὸς Φειδιππίδης πλησίον στὰς τούτου· τί, φησί, πάτερ, ἰδοὺ ἐγώ. καὶ ὁ βεστίτζης Στρεψιάδης φιλοσόφως· ὁρᾷς, ὦ τέκνον, οἷον ἀγαθὸν τὸ μανθάνειν; οὐκ ἔστι, Φειδιππίδη, Ζεύς, ὁ Δῖνος δὲ καὶ τὸ ὀστρακοῦν ποτήριον, νῦν βασιλεύει τὸν Δία τῆς ἀρχῆς ἐξελάσας.

### book 824b

ὅπως] ὅρα.

### book 824c

τοῦτο] μαθών.

### book 824d

διδάξεις] διδάξῃς.

### book 826a

ἔγωγ’] ναί.

### book 826b

ὡς] ὅτι.

### book 828

ἐξεληλακώς] ἀποδιώξας.

### book 829a

πρὸς ταῦτα σχετλιάζων Φειδιππίδης· αἰβοῖ, φησί, τί ληρεῖς, πάτερ; τίς ταυτὶ λέγει; καὶ ὁ Στρεψιάδης· Σωκράτης ὁ Μήλιος λέγει ταῦτα, καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη, ἤτοι σοφοὶ ἄνδρες (εἰρωνικῶς) καὶ περὶ πάντων λεπτῶς φυσιολογοῦντες μέχρι καὶ αὐτῶν τῶν ἰχνῶν τῶν ψυλλῶν. Ἀθηναῖον δὲ ὄντα Σωκράτη(ν) τοιῶσδε Μήλιον λέγει· ὡς ἄθεον ἀπὸ Διαγόρου τοῦ Μηλίου, ὃς πρότερον θεοσεβὴς ὢν ἀποστερηθεὶς παρακαταθήκης ὑπό τινος ὀμωμοκότος θεοὺς καὶ δυσχερὲς μηδὲν πεπονθότος εἰς ἐσχάτην ἐτράπη ἀσέβειαν· ὃς καὶ εἰσελθὼν εἰς πανδοκεῖόν ποτε καὶ φακὸν ἕψειν μέλλων, ὡς ξύλα οὐχ εὕρισκε, ξύλινον ἀνδριάντα τοῦ Ἡρακλέος εὑρὼν ἀξίνῃ τοῦτον λεπτοτομήσας ἐλεπτοτόμησε καὶ ὑποκάτω εἰς τὸ κάτω τῆς χύτρας τῆς τοῦ φακοῦ εἰς τὸ πῦρ ἐμβαλών· δώδεκα, εἶπεν, ἄθλους, ὦ Ἥρακλες, ἐξετέλεσας, νῦν δὲ καὶ τρισκαιδέκατον ἐπιτέλεσον ἆθλον καὶ ἕψησον τὸν φακόν. δι’ ὃν Ἀθηναῖοι τὴν Μῆλον πολέμῳ κατέσχον καὶ ψήφισμα ἔγραψαν ἐν στήλῃ λευκῇ· χαλκῇ· ὃς ἀνέλῃ Διαγόραν τὸν Μήλιον, λαμ‐ βανέτω ἀργυρίου τάλαντον, δύο δὲ τάλαντα ἀργυρίου, ὃς Ἀθηναίοις ἀγάγῃ

### book 829a

τουτονὶ ζῶντα. ηὐτέλιζε γὰρ καὶ τὰ τῆς Δήμητρος μυστήρια καὶ τούτων κατε‐ γέλα πρὸς ἀμυήτους ἐκφέρων αὐτά. οὕτω Μήλιον νῦν τὸν Σωκράτην καλεῖ. ἐνταῦθα οἱ παλαιοὶ μακρηγοροῦντες λέγουσι μήλια μιλίων πολλῶν· ἢ ὅτι δασὺς ἦν ὁ Σωκράτης, ὡς τὰ μῆλα καὶ πρόβατα· ἢ ὅτι ἡμέρου τὰς ψυχάς, καὶ ἕτερα τοιαῦτα μυρία.

### book 829b

αἰβοῖ] φεῦ.

### book 830a

Ἀρισταγόρας ὁ Μήλιος ἄ‐ θεος ἦν. ἀντὶ γοῦν τοῦ εἰπεῖν· ἄθεος, Μήλιος λέγει.

### book 830b

Μήλιος] ἄθεος.

### book 832

σὺ δ’ εἰς τοσοῦτον 〈τῶν〉 μανιῶν ἐλήλυθας: σὺ δὲ εἰς τοσοῦτον, ὦ πάτερ, μανιῶν ἐλήλυθας, ὡς πείθεσθαι ἀνδράσι μελαγχολῶσι καὶ μαινο‐ μένοις; “μανιῶν” ἀντὶ τοῦ “τῆς μανίας” ἀττικῶς τὸ πληθυντικὸν ἀντὶ ἑνικοῦ. καὶ τὰ ἑνικὰ δὲ ἀντὶ πληθυντικῶν, ὡς τὸ “παίζει τὰ παιδία”,(.) τῶν Ἀττικῶν ἐστι. καὶ ὡς ἀμφότερα διαλέκτου εἰσὶν ἀττικῆς,

### book 832,col 2

καὶ ὡς ἀμφότερα τῶν Ἀττικῶν εἰσι, καὶ ἀμφότερα ῥητορικῆς ἰδέας εἰσὶ μεγέθους καὶ ἀξιώματος· ἐνιαχοῦ δὲ καὶ ἤθους ἂν γένοιτο, εἰ τεχνικὸς ῥήτωρ ὁ γράφων ἐστὶ καὶ τεχνικῶς αὐτὰ μεθο‐ δεύσειεν.

### book 833a

εὐστόμει, φησὶν ὁ Στρεψιάδης, καὶ μηδὲν εἴπῃς φλαῦρον καὶ φαῦλον καὶ βλάσφημον εἰς ἄνδρας δεξιοὺς καὶ σοφούς.

### book 833b

πείθει] καταπειθὴς γένῃ.

### book 833c

χολῶσιν] μαινομένοις.

### book 833d

εὐστόμει] καλῶς λέγε.

### book 834a

φλαῦρον] ἄτοπον.

### book 834b

ἄνδρας] εἰς.

### book 835a

ὧν ὑπὸ τῆς φειδωλίας: ἕνεκα τοῦ γελοίου ταῦτά φησιν· ὧν οὐδεὶς ἀπὸ φειδωλίας οὔτε ἐκείρατο οὔτε ἐλαίῳ ἠλείψατο, οὔτε λουτροῖς προσωμίλησε, δέον εἰπεῖν· ὧν οὐδεὶς δι’ ἀρετὴν οὐδὲν τοιοῦτον ἐποίησεν. πεποίηκεν.

### book 835b

τῆς ταπεινώσεως· ὑπὸ τῆς εὐλαβείας ὤφειλεν εἰπεῖν.

### book 835c

νοῦν] φρόνησιν.

### book 835d

ὧν] ἀφ’.

### book 835e

φειδωλίας] φιλοσοφίας· παρ’ ὑπόνοιαν.

### book 837

σὺ δὲ ὥσπερ τεθνεῶτος καταλούει μου τὸν βίον: σὺ δὲ ὥσπερ τεθνεῶτος ἐμοῦ ἐξαντλεῖς μου τὴν περιουσίαν εἰς λουτρὰ καὶ τρυφὰς καὶ δαπάνας ἑτέρας. εἰώθασι γὰρ οἱ πλείους τῶν νέων τεθνηκότων αὐτοῖς τῶν γονέων ἀναλίσκειν ἀσώτως τὰς περιουσίας τοιούτοις. ἢ ὅτι, καθά τινες ἀγνοοῦν‐ τές φασι, μετὰ τὴν ἐκφορὰν τοῦ νεκροῦ οἱ κατὰ τὴν οἰκίαν ἐλούοντο καθαρμοῦ χάριν· οὐ γὰρ ἐλούοντο, πρὸ τῶν θυρῶν δὲ χερνίβων ἑστώτων ἀποθριξάμενοι βραχύ τι τῆς κόμης τὰς χεῖρας ἀπένιζον, ὡς καὶ ἐν Ἀλκήστιδί πως Εὐριπίδης φησί· “χαίτας τ’ οὔτις ἐπὶ προθύροις τομαῖος βόστρυχος χέρνιβα θ’ ὡς νομί‐ ζεται”.

### book 838a

ἔθος γὰρ ἦν ἀποθανόντων τῶν γονέων καταναλίσκειν τὰ πράγ‐ ματα τοὺς κληρονόμους τῷ λούεσθαι καὶ σπαταλᾶν. ἐδήλωσε δὲ ἐν ταὐτῷ δύο ἐννοίας.

### book 838b

καταλούει] ἐξαντλεῖς, κα‐ ταναλίσκεις.

### book 839

ὑπὲρ] ἀντί.

### book 841

ἄληθες] εἰρωνεία.

### book 842a

γνώσει δὲ σαυτὸν: νοήσεις δὲ σαυτόν, ὦ Φειδιππίδη, ὡς εἰ ἀμαθής. ἀλλὰ καρτέρησον μικρὸν χρόνον. ταῦτα εἰπὼν ὁ Στρεψιάδης εἰς τὴν οἰκίαν ἀπέρχεται, εἰσέρχεται, ἵνα ἐξαγάγῃ ἀλεκτρυόνα καὶ ἀλεκτρύαιναν, καὶ δείξας ταῦτα ἐρωτήσῃ τὸν υἱὸν τὰς κλήσεις αὐτῶν, καὶ μὴ εἰπόντα αὐτὰς προσφυῶς τῷ ὄντι δείξῃ αὐτὸν ἀμαθῆ καὶ παχύν. εἰσερχομένου δὲ πρὸς τὴν οἰκίαν τοῦ γέροντος ἐκτὸς ὁ Φειδιππίδης ἑστὼς καὶ παραφρονεῖν τὸν πατέρα οἰόμενος· οἴμοι, φησί, τί δράσω; τοῖς σοροπηγοῖς εἴπω νεκροφόρον τούτῳ κατασκευάσαι γλωσσόκομον; ἔοικε γὰρ ἐπιθανατίου παραφροσύνης ῥήματα φθέγγεσθαι. ἢ παραφρονοῦντα μὲν τοῦτον, οὐκ ἐπιθανάτια δέ, ἑλκύσω πρὸς δικαστήριον καὶ νικήσω αὐτόν; τὸ παλαιὸν γὰρ κατὰ πατρὸς οὐκ ἐξῆν κινεῖν δικαστήριον,

### book 842a

εἰ μὴ παρὰ τῶν δικαστῶν ὁ κινῶν αἰτήσει συγγνώμην.

### book 842a,col 2

πλὴν παρανοίας μόνης.

### book 842b

παχύς] τὸν νοῦν δηλονότι.

### book 845a

παρανοίας] ἕνεκα.

### book 845b

εἰσαγαγὼν] εἰς δικαστήριον.

### book 845c

ἕλω] νικήσω, κρατήσω.

### book 846

σοροπηγοῖς] νεκροθάπταις, τοῖς ποιοῦσι κιβώτια.

### book 847

φέρ’ ἴδω, σὺ τουτονὶ τίνα νομίζεις: τοιαῦτα λέγοντος Φειδιππίδου ἐξέρχεται Στρεψιάδης χερσὶ κατέχων ἀλεκτρύαινάν τε καὶ ἀλέκτορα, καὶ δείξας πρότερον τὸν ἀλέκτορα ἐρωτᾷ, πῶς τοῦτον καλεῖ. καὶ εἰπόντος· ἀλέκτορα, καλῶς εἶπας, φησί, περὶ τούτου. εἰπόντος δὲ καὶ τὴν ἀλεκτορίδα ἀλέκτορα· καταγέλαστος εἶ, φησί, καὶ ἀμαθής· ἀλλὰ διδάχθητι παρ’ ἐμοῦ ἔκ γε τοῦ νῦν χρόνου ταύτην καλεῖν ἀλεκτρύαιναν, τουτονὶ δὲ ἀλέκτορα. τοῦ Φειδιππίδου δὲ εἰπόντος· ἀλεκτρύαιναν δεῖ με ταύτην καλεῖν; ταῦτα ἔμαθες τὰ δεξιὰ καὶ σοφά, παρὰ τοῖς γηγενέσιν ἢ τοῖς δίκην μυρμήκων ἐν καταγέοις κατωγέοις οὖσιν ἢ τοῖς ὠχροῖς καὶ νεκρόχρωσιν—ὅμοιοι γὰρ νεκροῖς οἱ περὶ Σωκράτη(ν)—ἢ τοῖς θεομάχοις, ὡς οἱ Γίγαντες;

### book 853a

ἤτοι θεομάχους· οἱ γὰρ Γίγαντες πόλεμον κατὰ θεῶν ἦραν.

### book 853b

γηγενεῖς] φιλοσόφως ζῶν‐ τας.

### book 854a

χ’ ἅτερά γε πολλά: καὶ ἕτερα πολλά, φησὶ Στρεψιάδης, ἔμαθον, ἐπελανθανόμην δὲ τῷ γήρει. ὄντα δὲ αὐτὸν καὶ ἀνυπόδετον καὶ γυμνὸν ἰδὼν ὁ υἱὸς λέγει· διὰ ταῦτα, διὰ τὸ μαθεῖν δύο ἢ καὶ τρεῖς λέξεις ἀθλίας, ἀλέκτορα καὶ ἀλεκτρύαιναν, καὶ τὸ ἱμάτιόν σου ἀπώλεσας; ὁ δέ· οὐκ ἀπώλεσα, φησίν, ἀλλὰ καταπεφρόντικα καὶ τοῖς φροντισταῖς καὶ διδασκάλοις κατέλειψα.

### book 854b

γε] ναί.

### book 854c

μάθοιμ’] ἂν ἔμαθον.

### book 856a

διὰ ταῦτα] διὰ τὴν μάθησιν.

### book 856b

ἀπώλεσας] κατηνάλωσας.

### book 857

καταπεφρόντικα] τοῖς φρον‐ τισταῖς κατέλειψα.

### book 858a

τὰς δ’ ἐμβάδας καὶ τὰ ὑποδήματα, ποῖ τέτροφας, παρέτρεψας, ἀπέρ‐ ριψας, καταλέλοιπας, ὦ ἀνόητε; καὶ ὁ Στρεψιάδης· ὥσπερ Περικλῆς εἰς τὸ δέον ἀνήλωσα. Περικλῆς ὁ Ἀθηναίων ῥήτωρ καὶ στρατηγὸς λογισμοὺς τῶν χρημάτων ἀπαιτούμενος, ὧν διῴκησε τήν τε χρυσῆν Ἀθηνᾶν διὰ Φειδίου πεποιηκὼς καὶ ὧν εἰς τὸν πόλεμον ἀνήλωσε, τῶν μὲν δέδωκεν ἔδωκεν ἀπολόγους· ἐπεὶ δὲ καὶ αὐτὸς πολλὰ ἐσφετερίσατο καὶ οὐκ ἠδύνατο ἢ οὐκ ἐβούλετο ταῦτα καταβαλεῖν, ἔγραψεν εἰς τὸ δέον ἀνηλωκέναι πεντήκοντα τάλαντα. ἔκτοτε δὲ ἐπὶ τῶν πράγματα καταβιβρωσκόντων καὶ μὴ εὐλόγους ἐχόντων αἰτίας εἰπεῖν παροιμία λέγεται τὸ “εἰς τὸ δέον ἀνηλωκέναι”.

### book 858b

τέτροφας] κατέφαγες, ἔρρι‐ ψας.

### book 858b,col 2

τέτροφας] ἔφαγες.

### book 859a

859 p.i.m.] παροιμία “εἰς δέον ἀνήλωσα νʹ τάλαντα”.

### book 859b

εἰς τὸ δέον] εἰς τὸ διδα‐ σκαλεῖον.

### book 859c

ἀπώλεσα p.i.m.] ἠνάλωσα· παρ’ ὑπόνοιαν ἀντὶ τοῦ “καταπε‐ φρόνηκα ὑπὸ φιλοσοφίας, εἰς τοὺς φροντιστὰς ἠνάλωσα” λέγει.

### book 860a

ἀλλ’ ἴθι: ἀλλ’ ἐλθέ, βάδιζε, ὦ Φειδιππίδη, ἴωμεν παρὰ τὸ σωκρατικὸν φροντιστήριον. κακῶς φῆς λέγειν ἐμέ. πείσθητί μοι, πατρί σοι ὄντι, καὶ ἅμαρτε ἤτοι ποίησον τὸ ὃ ἐγώ σοι λέγω κακὸν καὶ πλημμελὲς καὶ ἐπταισμένον.

### book 860b

ἴωμεν] εἰσίωμεν.

### book 861a

κἀγώ τοι ποτέ: κἀγὼ οἶδα καὶ γινώσκω, ὅτι ποτὲ ἥμαρτον πειθόμενός σοι ἑξαετεῖ ὄντι καὶ ἤδη τὴν βρεφικὴν ἡλικίαν παρατρέχοντι, καὶ τραυλίσαντι καὶ ὑποψέλλως καὶ παιδαριωδῶς αἰτοῦντι ὃν πρῶτον ἔλαβον ὀβολὸν ἡλιαστικὸν ἐκ τοῦ τῆς ἡλιαίας δικαστηρίου. τριώβολον γὰρ ἐν ὁδῷ δικαστηρίου τῷ δικαστηρίῳ ἑστῶτες οἱ γέροντες ἐλάμβανον. διὰ τούτου τοῦ ὀβολοῦ ἤτοι δοὺς αὐτόν, ὠνησάμην σοι ἁμαξίδα ἐκ τῆς πανηγύρεως τῆς ἐν τοῖς Διασίοις, τῇ ἑορτῇ τοῦ Διός, γινομένης. καὶ ἁμαξίδα τινὲς λέγουσιν εἶδος εἶναι πλακοῦντος, οἱ δέ, οἷς κἀγὼ συντίθεμαι, τὸ μικρὸν ἁμαξίδιον, ὃ Ῥωμαίοις καροῦχα καλεῖται.

### book 861b

ἐξάμαρτε] ἔξω ἁμαρτίας γίνου.

### book 861c

τοι] δήτοι.

### book 862a

ἑξέτει] καὶ ἓξ ἐτῶν ὄντι.

### book 862b

τραυλίσαντι] παιδαριωδῶς αἰτοῦντι.

### book 863

ἡλιαστικόν] δικαστήριον τῶν Ἀθηνῶν ἡ ἡλιαία.

### book 864a

τούτου] διά.

### book 864b

πριάμην (sic)] ἐπριάμην.

### book 864c

Διασίοις] ἐν τῇ ἑορτῇ τοῦ Διός.

### book 864d

ἁμαξίδα] καροῦχαν καὶ εἶδος πλακοῦντος.

### book 865a

ἦ μὴν σὺ: πείθεται τῷ πατρὶ Φειδιππίδης ἀπελθεῖν, προαναφωνεῖ δὲ τῷ πατρὶ τὰ συμβησόμενα.

### book 865b

ἦ μὴν] προαναφώνησις.

### book 865c

ἀχθέσει] λυπηθῇς.

### book 866a

εὖ γ’ ὅτι ἐπείσθης: ἐπαινεῖ τὸν υἱὸν ὁ Στρεψιάδης αὐτῷ πεπεισμένον, καὶ ἀπαγαγὼν τοῦτον εἰς τὸ σωκρατικὸν φροντιστήριον περιχαρῶς καλεῖ τῷ Σωκράτει· τὸν Σωκράτη· δεῦρο, δεῦρο καὶ ἐνταῦθα ἔξελθε, Σώκρατες, λέγων· ἀναπείσας γὰρ αὐτὸν ἤγουν τὸν υἱὸν τὸν υἱὸν ἤγαγον. καὶ ὁ Σωκράτης ἰδὼν Φειδιππίδην ὑψηλο‐ λεκτῶν πρὸς κατάπληξιν λέγει· ἔτι νηπύτιος καὶ νήπιος, ἐστὶ καὶ οὐ τρίβων καὶ ἀτριβής, τῶν ἐνθάδε κρεμαθρῶν.

### book 866b

εὖ γ’] εὖ σοι γένοιτο.

### book 866c

δεῦρο ... Σώκρατες] παρε‐ πιγραφή.

### book 868a,col 2

νηπύτιος: ἄφρων, ἀνόη‐ τος· παρὰ τὸ “νη” στερητικὸν καὶ τὸ “πινυτόν” γέγονε “νηπινύτιος” καὶ συγκοπῇ τοῦ ἰῶτα καὶ ν “νηπύτιος”·

### book 868b

πῶς δὲ ἔτι νήπιος εἶναι λέγεται, ὃν προεῖπεν ἱππέα εἶναι καὶ διφρευ‐ τὴν ὁ ἀλιτήριος οὗτος; βαθύς ἐστι καὶ δεινῶς περιδέξιος καὶ δυσχερῶς καὶ μόλις καὶ Τζέτζῃ χειρούμενος. νηπύτιον δὲ καὶ νήπιον τοῦτον ἐνταῦθα καλεῖ ἐνταῦθα καλεῖ τοῦτον οὐχὶ βρεφώδη τῇ ἡλικίᾳ, ὡς δῆθεν δὲ ἄφρονα. τὸ “νήπιος” γάρ, ὥσπερ τὸ “πέπων” καὶ τὸ “δαιμόνιος” καὶ “ἀντίθεος” σὺν πολλοῖς πόσοις ἑτέροις λέξις τῶν μέσων ἐστί, καὶ ὁτὲ μὲν νήπιος λέγεται ὁ νεαροῦ ἡλικίαν ἔχων παιδός, παρὰ τὸ νοῦν καὶ φρένας ἥπιον ἔχειν—πρᾳότατα γὰρ τὰ βρεφώδη παιδάρια—, ὁτὲ δὲ νήπιος ὁ ἄφρων ὡς νοῦ ἄπο ἰὼν καὶ

### book 868b

πορευόμενος.

### book 868b,col 2

ὡς νοῦ ἄπο ἰὼν καὶ πορευόμενος, ἤγουν ὁ ἄφρων.

### book 868c

ἄκοντ’] μὴ βουλόμενον.

### book 868d

νηπύτιος] μικρός.

### book 868e

νηπύτιος ... ἔτι] κατὰ φρόνησιν· πινυτὸν γὰρ ἔλεγον τὸν φρόνιμον.

### book 869a

τῶν κρεμαθρῶν] τῶν δια‐ γωγῶν.

### book 869b

τρίβων] ἐντριβής, ἔμπειρος.

### book 870a

ἀλλὰ σὺ αὐτός: πρὸς τὸ “οὐ τρίβων” Φειδιππίδης φησὶ πρὸς Σωκράτην· ἀλλ’ αὐτὸς καὶ σύ, ὦ Σώκρατες, τρίβων καὶ ἔμπειρος ἂν εἴης τῶν κρεμαθρῶν, εἰ οὕτω κρέμαιό γε καὶ συντριβείης ἂν οὕτω κρεμάμενος. καὶ ὁ Στρεψιάδης ἐπιτιμᾷ τῷ υἱῷ καί· οὐκ ἐς κόρακας, φησί, καὶ διαφθορὰν γενήσῃ καὶ χάος; καταρᾷ τῷ διδασκάλῳ, ἤτοι ἀνταίρῃ καὶ ἀντιλέγεις αὐτῷ;

### book 870b

τρίβων] ἔμπειρος.

### book 870c

τρίβων] τετριμμένος ὡσανεὶ ἐκ τῶν κρεμαθρῶν.

### book 872a

ἰδοὺ κρέμαιό γε: διασύρει Σωκράτης δῆθεν τὸ τοῦ “κρέμαιο” ἐκφώνημα Φειδιππίδου, ὅτι μὴ λαμυρὰν εἶχεν ἐκφώνησιν κορακίζουσάν τε καὶ ὑποστομφάζουσαν, ἀνειμένοις δὲ καὶ διερρυηκόσιν καὶ χαύνοις ἐλέχθη τοῖς χείλεσιν. καὶ ἀπομιμούμενος καὶ αὐτὸς τὴν τοιαύτην ἐκφώνησίν φησι· πῶς ἂν ὁ οὕτως ἠνεῳγμένῳ τῷ στόματι καὶ χαυνοχειλῶς χαυνοχείλως τὴν προφορὰν τοῦ λόγου ποιούμενος μάθοι ἄν ποτε ἀπόφευξιν δίκης ἤτοι συλλογισμοῖς ἢ παραλογισμοῖς καὶ πιθανολογίαις ἀποσοβῆσαι καὶ ἀποκρούσασθαι τὸν ἀντίδικον;

### book 872b

ὡς] λίαν.

### book 873

διερρυηκόσιν] ἠνεῳγμένοις.

### book 874

ἀπόφευξιν δίκης] ἀποφυγὴν καταδίκης.

### book 875a

ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν: κλῆσιν μὴ νόει τὴν μαρτυρίαν, ἀλλά· πῶς ἂν γνοίη ὁ τοιόσδε, φησί, τὸ ἢ τό, ἢ κλῆσιν δίκης, ὡς ἡ μὲν στοχασμός ἐστιν, ἡ δὲ ὅρος ἢ οἱαδήτις στάσις ἑτέρα;

### book 875b

χαύνωσιν ἀναπειστηρίαν: χαυνοῦν καὶ ἀποστομίζειν πιθανολογίαις, ὡς ἔφην, τὸν ἀντιλέγοντα. ἰστέον δέ, ὡς κἀν ταῖς λέξεσι ταύταις ὁ ἀλιτήριος, ὡς καὶ τοῖς λοιποῖς ἅπασιν, ἁπλῶς μὲν καθόλου φιλόσοφον ἀρίστως ἀπεμιμήσατο, τοῦ σωκρατικοῦ δὲ ἤθους πολὺ διημάρτηκεν. Σωκράτης γὰρ καὶ ἠριθμημένοι τινὲς φιλόσοφοι ἕτεροι, ὡς καὶ ὕστερον ὁ Πλωτῖνος, οὐ συμπεφορημέναις καὶ ἀνθηραῖς καὶ διηρμέναις ὁμιλοῦντες ἐχρῶντο ταῖς λέξεσιν, ἀλλὰ πάνυ πεζαῖς καὶ κοιναῖς καὶ ἀγυρτίσι ἀγυρτρίσι καὶ ἰδιώτισιν.

### book 875c

κλῆσιν στάσεως, ἢ ἀντίληψιν ἢ μετάστασιν ἢ ἄλλην ἀπὸ τῶν δεκατριῶν στάσεων.

### book 875d

κλῆσιν ὀνομασίαν δίκης. πολλὰ γὰρ τὰ τῶν δικῶν ὀνόματα, ὡς τὰ τῶν στάσεων. χαυνοῦν δὲ καὶ ἀναπείθειν τοὺς ἀντιδίκους. καὶ τὸν Ὑπέρβολον δὲ διασύρει.

### book 875e

κλῆσιν] μαρτυρίαν ἢ ὅρον.

### book 875f

χαύνωσιν] λύσιν τοῖς ὅρκοις.

### book 875g

ἀναπειστηρίαν] ἀναπείθου‐ σαν.

### book 876a

καίτοι ταλάντου τοῦτ’ ἔμαθεν Ὑπέρβολος: οὐχ ὡς σοφὸν νῦν καὶ πιθανὸν σοφίᾳ παρεισφρεῖ τὸν Ὑπέρβολον, ἀλλὰ κωμῳδῶν ἐκεῖνον ὥς τινας ἄκοντας πείθοντα χρήματα τούτῳ διδόναι.

### book 876b

ταλάντου] διά.

### book 876c

876] διασύρει τὸν Ὑπέρ‐ βολον.

### book 877a

ἀμέλει δίδασκε: τὸ “ἀμέλει” περισσῶς καὶ παρολκή. δίδασκε, φησί, μὴ πρὸς τὸ χαῦνον τῆς τούτου φωνῆς ἀπιδών· θυμόσοφος γάρ ἐστι φύσει καὶ ἐκ φύσεως ἔχει σοφίαν, νῦν ἐπιτηδειότητα. καὶ εὐθὺς καταλέγει ἃ Φειδιππίδης κατεσκεύαζε παιδάριον ὄν.

### book 877b

παρέλκον· ἀφροντίστει.

### book 877c

ἐκ φύσεως δέχεται τὰ μα‐ θήματα, ἐκ φύσεως ἔχει τὴν σοφίαν, οὐκ ἐκ διδαχῆς.

### book 878

τυννουτοΐ: σμικρότατον τοιοῦτον· συσφίγξας τοὺς τῆς χειρὸς δακτύ‐ λους ὑποδείκνυσιν.

### book 879,col 2

ἔπλαττεν ... οἰκίας] ἀντὶ τοῦ “οἰκίας ἐποίει”.

### book 881a

κἀκ τῶν σιδίων: σίδια τὰ λέπυρα καὶ ἔλυτρα καὶ καλύμματα τῶν ῥοιῶν. σιδίων δ’ οὐκ οἶδα τὸ “σι” πῶς βραχὺ οὕτως ἐδέξατο. τὸ “πῶς δοκεῖς” θαυμαστικὸν τῆς εὐφυΐας τοῦ Φειδιππίδου.

### book 881b

σίδιον ὁ τοῦ καρποῦ τῆς ῥοιᾶς φλοιός.

### book 881c

σιδίων] φλοιῶν τοῦ ῥοϊδίου.

### book 881d

πῶς δοκεῖς] θαυμαστικόν· σκόπει, πῶς δὴ δοκεῖς.

### book 882a

ὅπως δ’ ἐκείνω καὶ ἐκείνους τοὺς λόγους, νομίζεις, μαθήσεται, τὸν κρείττονα καὶ τὸν ἥττονα. καὶ ὁ Σωκράτης πρὸς ταῦτα· αὐτὸς ὁ Φειδιππίδης, φησί, μαθήσεται παρ’ αὐτοῖν τοῖν λόγοιν ἤτοι ἀκούσας ἀμφοτέρων αὐτῶν ἀντιλεγόντων.

### book 882b

τὼ λόγω] τοὺς λόγους.

### book 885

ἐὰν δὲ μή] εἰ μὴ μάθῃ τὸν δίκαιον.

### book 886

αὐτὸς μαθήσεται: τοὺς παρόντας τρεῖς στίχους τινές φασι πάντας τὸν Σωκράτην λέγειν. ἀμέλει καὶ τὸ “μέμνησο” ἐσχηματισμένον πρὸς τὸν Στρεψιάδην, ὅτι ποτὲ μα‐ θὼν ὁ υἱός σου καὶ ἀντιλέγων τυπτή‐ σει σε.

### book 887a

ἐγὼ δ’ ἀπέσομαι: καὶ πόρρω ἐσοίμην τοῦ διδάσκειν αὐτὸν ἀρκούντων τῶν λόγων αὐτῶν διδασκάλων αὐτῷ γεγονέναι. τοῦτο γοῦν μέμνησο, ὅπως καὶ ὅτι, πρὸς πᾶν δίκαιον ἀντιλέγειν δυνήσεται. τοῦτο ἔστιν ἐσχηματισμένη προκατάστασις· προκαθιστᾷ γὰρ καὶ προλέγει Στρεψιάδῃ· ὅτι πρόσσχες, ὦ Στρεψίαδες, Στρεψιάδη, ἐπιθυμητὰ ἀδικίας, μὴ καὶ πρὸς σέ ποτε ἀντιλέγων ὁ υἱὸς τυπτήσῃ σε. καὶ εὐθὺς ἐκ τῆς ἠθοποιΐας, ἐν ᾗ μεμίμηται Σωκράτην, Στρεψιάδην καὶ Φειδιππίδην, εἰσέβαλεν εἰς προσωποποιΐαν καὶ ὡς πρόσωπά τινα τοὺς δύο λόγους εἰσάγει ἀντιλέγοντας ἀλλήλοις. δίκην δὲ περδίκων οἱ λόγοι προκεί‐ μενοι τῆς σκηνῆς μέσον ἐν οἰκιδίοις πλεκτοῖς ἀντιλέγουσιν ἀλλήλοις. τοῦ δὲ

### book 887a

χοροῦ τὸ πρόσωπον ἐκλέλοιπεν, ἐπιγραφὴ δὲ φέρεται χοροῦ.

### book 887b

ἀπέσομαι] ἀπέρχομαι. προ‐ κατάστασις· ἔμελλε καὶ ὕστερον τυπτῆσαι τὸν πατέρα ὁ Φειδιππίδης.

### book 888

ἐπιγραφὴ δ’ ἐνταῦθα φέρεται χοροῦ· ἐκλέλοιπε μέντοι.

### book 891a

ἴθι ὅποι χρῄζεις: τῶν παλαιῶν τοῦτ’, οὐκ ἐμόν· “ἐκ Τηλέφου Εὐριπίδου ἴθι ὅποι χρῄζεις, οὐκ ἀπολοῦμαι τῆς σῆς Ἑλένης οὕνεκα.”

### book 891b

τοῦτο ἐκ τοῦ Τηλέφου Εὐριπίδου· ἴθ’ ὅποι χρῄζεις, οὐκ ἀπολοῦμαι τῆς σῆς Ἑλένης οὕνεκα.

### book 891c

ἴθ’] πρὸς τὸν δίκαιον.

### book 891d

πολὺ] κατά.

### book 892a

τοῖς πολλοῖσι] θεαταῖς χυ‐ δαίοις.

### book 892b

ἀπολῶ] ἐγώ.

### book 895,col 2

σοφὸν] δίκαιον.

### book 896a

γνώμας καινὰς ἐφευρίσκων καὶ ἐνθυμήματα καινότερα νικῶ σε. καὶ ὁ δίκαιος πρὸς ταῦτα· ταῦτα γάρ, ἤτοι αἱ εὑρεσιλογίαι αἱ κεναί καιναί τε καὶ καιναί, κεναί, ἀνθοῦσι καὶ πληθύνουσι, πλήθουσι, διὰ τουτουσὶ τοὺς ἀνοήτους. καπήλους τινὰς καὶ χυδαῖον δῆμον ὑποδεικνὺς “διὰ τούτους” φησὶ “τοὺς ἀνοήτους”, οὐ μὴν δὲ ἅπαντας Ἀθηναίους ὡς παραβάτας ὄντας τοῦ δικαίου, ὥς τινες ᾠήθησαν, καὶ διὰ τοῦτο ἐνόμισαν καὶ μωροὺς αὐτοὺς λέγειν.

### book 896b

γνώμας] ὑπολήψεις.

### book 897a

ταῦτα] αἱ καιναὶ γνῶμαι.

### book 897b

γὰρ] ναί.

### book 897c

διὰ ... ἀνοήτους] διασύρει τοὺς ἀνοήτους Ἀθηναίους.

### book 901a

ἀναστρέψω] γρ. ἀντι‐ στρέψω.

### book 901b

ἀναστρέψω] ἀφανίσω.

### book 902a

οὐδὲ γὰρ εἶναι πάνυ φημὶ δίκην: ἤτοι δίκαιον.

### book 902b

δίκην] δικαιοσύνην, δίκαιον.

### book 902b,col 2

δίκην] δίκαιον.

### book 903a

δίκαια] εἶναι.

### book 903b

ποὔστιν] τὸ δίκαιον.

### book 904

παρὰ ... θεοῖς] ἐπιχείρημα ἀπὸ τοῦ μείζονος.

### book 905a

ἀπόλωλεν] ἐφθάρη.

### book 905b

τὸν πατέρ’] τὸν Κρόνον.

### book 906

δήσας: ὅτι παιδοκτόνος ὁ Κρόνος καὶ Οὐρανοῦ τοῦ σφοῦ πατρὸς τὰ παιδογόνα ἐξέτεμεν.

### book 907a

λέβητα, χέρνιβα, ἵνα ἐμέσῃ τεταραγμένος τῶν λόγων τῇ ναυτίᾳ.

### book 907b

ὡς ναυτιῶν ὑπὸ τῆς ἐκείνου ψυχρολογίας τοῦτό φησιν.

### book 907c

χωρεῖ] χώραν καὶ ὁρμὴν ἔχει.

### book 907d

λεκάνην] ἵνα ἐμέσω.

### book 908a

τυφογέρων: ἀλαζὼν ὑπάρχεις καὶ ἀνάρμοστος, ἄρρυθμος, οὐκ εὐπερίστροφος.

### book 908b

γρ. κουφογέρων.

### book 908c

τυφογέρων] ἀλαζών.

### book 908d

κἀνάρμοστος] μωρός.

### book 909a

καταπύγων: αἰσχρός. ῥόδα μ’ εἴρηκας: τοῖς αἰσχροῖς γὰρ αἱ ὕβρεις ῥόδα δοκοῦσιν.

### book 909b

καταπύγων] πόρνος καὶ αἰσχρός.

### book 910a

βωμολόχος: λάλος, φλύαρος· ἀπὸ τῶν παίδων τῶν τοῖς βωμοῖς ἐκ τῶν σχολῶν δραπετευόντων, ἵνα ἐκ τῶν θυσιῶν τι λαμβάνοντες τρέφοιντο. ἢ ἀπὸ τῶν ὀρνέων τῶν ἐν βωμοῖς διαγόντων καὶ θορυβούντων.

### book 910b

βωμολόχος ἐκαλεῖτο παρὰ τοῖς παλαιοῖς ὁ ἐκ τοῦ ναοῦ ἀφαιρῶν τι, νῦν δὲ βωμολόχον καλοῦμεν τὸν παραφράζοντα τὰ ἱερὰ λόγια καὶ ἐν αἰσχρῷ τιθέμενον.

### book 910c

βωμολόχος] κακοῦργος, ἱερόσυλος.

### book 911a

κρίνεσιν: ἀπὸ εὐθείας εἶπε νῦν τῆς μὴ λεγούσης τὸ κρίνον, ἀλλὰ τὸ κρίνος.

### book 911b

μεταπλασμὸς τὸ “κρίνε‐ σι”· “κρίνοις” γὰρ ἔδει.

### book 911c

κρίνεσι] ἡ εὐθεῖα· τὸ κρῖνος, ὡς τὸ τεῖχος.

### book 911d

στεφανοῖς] ἐμέ.

### book 912

πάττων] ποικίλλων.

### book 913a

μολίβδῳ καὶ ἀτιμίᾳ ὡς νυνὶ μᾶλλον τῶν κακῶν ἀνθούντων.

### book 913b

πρὸ τοῦ γ’] ἔπαττον ἐν χρυσῷ.

### book 913c

μολίβδῳ] ἐν.

### book 913d

μολίβδῳ] καὶ ἀτιμίᾳ.

### book 914

τοῦτ’] τὸ πάττειν μολίβδῳ.

### book 915a

πολλοῦ] πάνυ, κατὰ πολύ.

### book 915b

ἀρχαῖος] μωρός.

### book 916a

διὰ σὲ φοιτᾶν: διὰ τὴν διὰ σὲ κρατήσασαν τῶν κακῶν φαύλην συνήθειαν οὐδεὶς ἐθέλει φοιτᾶν ἐς τὰ χρήσιμα μαθήματα. “οὐδὲν” δὲ “τῶν μειρακίων” ὀφείλων εἰπεῖν “οὐδεὶς τῶν μειρακίων” ἀττικῶς πρὸς τὸ σημαινό‐ μενον εἶπεν, ἤτοι οὐδεὶς τῶν νεωτέρων· οἱ νεώτεροι γὰρ μειράκια. τοῖς δὲ μὴ εἰδόσι τοῦ γαληνοῦ καὶ ἀκαλαρρείτου ποταμοῦ τούτου τὰ βάθη βάρβαρον ἂν νομισθῇ.

### book 916b

σὲ] ὦ ἄδικε.

### book 916c

φοιτᾶν] εἰς τὸ διδασκαλεῖον.

### book 917

μειρακίων] ἀπό.

### book 920a

αὐχμεῖς αἰσχρῶς: ὡς τῶν δικαίων καὶ στενουμένων τοῖς πράγμασι καὶ αὐχμηρῶν ὄντων. σὺ δέ γε εὖ πράττεις, ἄδικε, ἐκ τοὐναντίου. τοῦ ἐναντίου. καίτοι πρότερόν γ’ ἐπτώχευες: ὅτε τὰ δίκαια τιμιώτερα τῶν φαύλων ἐνομίζετο. φάσκων εἶναι Μυσὸς Τήλεφος: ἤτοι οὕτως ἐπτώχευες, οἷον πτωχὸν Εὐριπίδης συσκευάζει τὸν Τήλεφον στρατηγὸν ὄντα Μυσίας μετὰ πηριδίου ἐλθόντα προσαίτην εἰς τὴν Ἑλλάδα καὶ τῆς Ἀγαμέμνονος αὐλῆς μόλις ποτὲ πυλωρὸν γεγονότα· δι’ ὃν καὶ κωμῳδεῖται.

### book 920b

αὐχμεῖς] ξηραίνεσαι ἤγουν πένης εἶ.

### book 921

πρότερόν] ὅτε ἐπολιτεύετο τὸ δίκαιον.

### book 923

πηριδίου] σακουλίου.

### book 924a

γνώμας τρώγων πανδελετίους: ἤτοι διαζῶν ἐκ συκοφαντιῶν, ὥσπερ ὁ ἐν Ἀθήναις ῥήτωρ Πανδελέτιος πένης ὢν καὶ συκοφαντῶν καὶ ψηφίσματα γράφων καὶ οὕτω διατρεφόμενος.

### book 924b

ζῶν ἐκ συκοφαντίας, ὡς ὁ Πανδέλετος.

### book 924c

πανδελετίους: ἤτοι ζῶν ἀπὸ συκοφαντιῶν· Πανδέλετος γὰρ ῥήτωρ ἀθηναῖος καὶ συκοφάντης.

### book 925

ὤ μοι] φεῦ.

### book 928a

λυμαινόμενον τοῖς μειρακίοις: λυμαίνοντα τὰ μειράκια, ἀττικῶς, τοῖς ἀδίκοις, ἀτέχνοις, ψευδέσι διδάγμασιν.

### book 928b

λυμαινόμενον] τουτέστι λυ‐ μεῶνα, ἢ ἀττικῶς τὸ λυμαίνω.

### book 929a

Κρόνος ὢν: παλαιός, εὐήθης, μωρός, ἄφρων.

### book 929b

τοῦτον] τὸν Φειδιππίδην.

### book 929c

Κρόνος] μωρός.

### book 930a

εἴπερ αὐτὸν σωθῆναι χρὴ: εἰ τέως αὐτῷ ποθητὸν σωτηριώδεις πόλεως λόγους μαθεῖν, τεχνικούς τε καὶ σώφρονας, ἀλλὰ μὴ φλυαρίαν καὶ στωμυλίαν εἰκαίαν τέχνας καὶ ἤθη καὶ πόλεις ὀλλύουσαν.

### book 930b

930] διδάξω.

### book 931a

λαλιὰν] φλυαρίαν, τὸ λέγειν.

### book 931b

ἀσκῆσαι] μαθεῖν.

### book 933

κλαύσει] λυπηθῇς.

### book 935a

σαφῆ τὰ πάντα· τί κενῶς γράφειν θέλω; σύ τε: δίκαιε. ὁ χορός φησιν, οὐχ ὁ Στρεψιάδης, ταῦτα. ὅπως 〈...〉 κρίνας φοιτᾷ: ὁ Φειδιππίδης· οὐ φοιτᾶν ποιήσω, ὥς φασιν οἱ παλαιοί.

### book 935b

ἀλλ’ ἐπίδειξαι] πρὸς τὸν δίκαιον.

### book 936a

σύ τε] πρὸς τὸν ἄδικον.

### book 936b

τὴν καινὴν] τῷ ἀδίκῳ.

### book 937a

ἀκούσας] ὁ νεανίας.

### book 937b

σφῶϊν] ὑμῶν.

### book 938

φοιτᾷ] φοιτήσει ἀττικῶς.

### book 940

πρότερος] πρότερον.

### book 941

δώσω] ἐπιτρέψω.

### book 944

κατατοξεύσω] καταβάλω.

### book 947a

ἀνθρήνη: οἱ μὲν εἶδος μελίσσης σφηκὶ ὅμοιόν φασιν εἶναι τὴν ἀν‐ θρήνην, οἱ δὲ τὴν μέλισσαν αὐτὴν λέγουσιν.

### book 947b

Ἀριστοτέλης συγγενῆ τὴν ἀνθρήνην τῇ μελίσσῃ φησίν, ὁμοίαν σφηκί. κοινοτέρως δὲ ἐπὶ τῶν με‐ λισσῶν.

### book 947c

ἀνθρήνων] μελισσῶν. ἀν‐ θρήν, ἀνθρῆνος, ἀπὸ τοῦ ἐρᾶν τῶν ἀνθέων.

### book 949a

νῦν δείξετον καὶ δείξουσιν οἱ δύο λόγοι, φησὶν ὁ χορός, ἐν λόγοις προφορικοῖς καὶ συλλαβαῖς καὶ λέξεσι μετρουμένοις καὶ μερίμναις ἀποτυπούσαις γνώμας καὶ διανοίας, ἢ τυπτούσαις καὶ πληττούσαις ἐν διανοίαις, ὁποῖος αὐτῶν κρείττων φανήσεται. (954) νῦν γὰρ ἀνεῖται καὶ καταλέλειπται πᾶς κίνδυνος τῆς σοφίας ἐνθάδε, ἤτοι νῦν ἐστιν ὁ ἔσχατος καὶ κριτὴς σοφίας ἀγών· περὶ ἧς σοφίας ἐστὶ μεγίστη φροντὶς τοῖς ἐμοῖς φίλοις, ἢ τοῖς δυσὶ τούτοις προσωποποιηθεῖσι λόγοις, φησί, τῷ κρείττονι καὶ τῷ ἥττονι· φίλοι γὰρ τοῖς Ἀττικοῖς οἱ λόγοι καὶ τὰ νοήματα. ἢ αἱ Νεφέλαι φίλους καλοῦσι τοὺς τῶν νοημάτων κριτικοὺς θεατάς,

### book 949a

οὓς καὶ βόστρυχον ὄπισθεν εἶπεν Ὀρέστου. ἢ φίλους καλοῦσι Σωκράτην καὶ Στρεψιάδη(ν).

### book 949b

νῦν δείξετον: τῆς στρο‐ φῆς ταύτης μέχρι τοῦ “ἀγὼν μέγιστος” ἀντίστροφός ἐστι τὸ “ὦ καλλίπυργον” μέχρι τοῦ “εὐδοκίμησεν ἀνήρ”.

### book 949c

δείξετον] δείξουσι.

### book 949d

δείξετον] δείξετε.

### book 949e

τὼ πισύνω] οἱ θαρροῦντες.

### book 949b,col 2

τὼ πισύνω: ἀντὶ τοῦ “θαρροῦντες”.

### book 950

περιδεξίοισι] ἐπιτηδείοις.

### book 953

αὐτοῖν] ὑμῶν.

### book 955

κίνδυνος] πόλεμος.

### book 956

ἀνεῖται] ἀνάκειται, ἐξήπλω‐ ται, δέδοται, φαίνεται.

### book 959a

ἀλλ’ ὦ πολλοῖς: ἐντεῦθεν τετράμετρα ἀναπαιστικὰ καταλη‐ κτικά, ἃ καλεῖται καὶ ἀριστοφάνεια, ὅτι τούτοις αὐτὸς εὐδοκίμησεν.

### book 959b

959] πρὸς τὸν δίκαιον.

### book 960a

οὐδὲ τῇ ἐννοίᾳ ἢ τῇ συνεπείᾳ τοῦ λόγου ἐστί τι δυσχερὲς πάρεξ βραχί‐ στων τινῶν. “ᾗ τινι” περίσπα, μὴ ὄξυνε· δύο γὰρ μέρη λόγου εἰσίν, “ᾗ” καὶ “τινί”.

### book 960b

καλῶς τὸ “ῥῆξον”, διότι ὁ τοῦ δικαίου λόγος ἔοικε βροντῇ.

### book 960c

ῥῆξον φωνὴν] βόησον.

### book 961a

διέκειτο: ἀντὶ τοῦ “ἦν, ἐγίνετο”.

### book 961b

παιδείαν] γρ. σοφίαν.

### book 961c

ὡς διέκειτο] κατάστασιν.

### book 962

ἤνθουν] ἤκμαζον.

### book 964a

εἰς κιθαριστοῦ: καὶ ἐς κιθαριστοῦ. καὶ ἁπλῶς ἡ ἐς πρόθεσις μετὰ γενικῆς συντάσσεται ἀττικῶς· ἐλλειπτικῶς γὰρ λέγεται· ἐς τὰ δώματα τοῦδε καὶ τοῦδε.

### book 964b

βαδίζειν] ἔδει.

### book 964c

κιθαριστοῦ] τὰ δώματα.

### book 965a

τοὺς κωμήτας: κωμῆται ἀλλαχοῦ μὲν οἱ ἀπὸ τοῦ αὐτοῦ χωρίου, νῦν δὲ οἱ ἐκ τῆς αὐτῆς ἀμφόδου καὶ τοῦ αὐτοῦ ῥεγεῶνος, οἱ γείτονες. ἅθρουν “ὁμοῦ” δάσυνε, τὸ “θροὸς δ’ ἄνευ” ψιλῶν ἁμάρτῃς οὐδαμῶς τέχνης λόγων. τοὺς βουβάλους δ’ ἔασον ἀσκόπως γράφειν.

### book 965b

κεἰ κριμνώδη κατανίφοι: μέγιστα καὶ παχέα, δίκην κριθῶν. οἱ δὲ κρίμνον φασὶ τὸ παχύτερον τῶν ἀλεύρων. καὶ πάλιν εἰς τὴν κυρὰν ἐκκλησίαν ὑπάγομεν· τὰ παχύτερα γὰρ τῶν ἀλεύρων πιτυρώδη καὶ κριθώδη.

### book 965b,col 2

ὃ πιτυρῶδες καὶ κριθῶδές ἐστιν.

### book 965b

σπουδαζόμενον δὲ πρὶν ὑπῆρχε κιθαρῳδεῖν Ἀττικοῖς.

### book 965c

κωμῆται ἢ οἱ ἀπὸ τῆς αὐτῆς κώμης, ὅτι τὸ παλαιὸν κατὰ κώμας ᾤκουν Ἀθηναῖοι· ἢ καὶ ἀπὸ τῆς αὐτῆς ἀμφόδου. ἐσπούδαζον δὲ οἱ Ἀθηναῖοι περὶ κιθαρῳδίαν.

### book 965d

ἁθρόον ἀντὶ τοῦ “ὁμοῦ” δασύνεται, ἀθρόον δὲ ἀντὶ τοῦ “ἐξαίφνης” ψιλοῦται. ἀπὸ α στερητι‐ κοῦ καὶ τοῦ “θεωρῶ”· ὁμοίως καὶ τὸ “αἴφνης” οἱονεὶ “ἀφανές”.

### book 965e

ἁθρόως ὁμοῦ, ἀθρόως ἐξαί‐ φνης.

### book 965f

κριμνώδη: μέγιστα καὶ παχέα, δίκην κριθῶν. οἱ δὲ κρίμνον φασὶ τὸ παχύτερον τῶν ἀλεύρων· τὰ παχύτερα γὰρ τῶν ἀλεύρων πιτυρώδη καὶ κριθώδη.

### book 965g

κωμήτας] πολίτας.

### book 965h

τοὺς κωμήτας] τοὺς γείτο‐ νας.

### book 965i

ἁθρόους] ὁμοῦ.

### book 965k

κριμνώδη] πολλά.

### book 965l

κατανίφοι] βρέχοι.

### book 966a

τὼ μηρὼ μὴ ξυνέχοντας: ἀνειμένους καὶ ἀφέτους καὶ μέσως διεστῶτας καὶ μὴ ξυνεστῶτας καὶ συνεσφιγμένους ἔχοντας τοὺς μηροὺς καὶ συνθλίβοντας τὰ μόρια. ἐδίδασκε δὲ αὐτοὺς ὁ κιθαριστὴς ᾆσμα καὶ ᾠδάριον καὶ ψαλμῳδίαν, οὐ κάπηλον, ἀγοραῖον, ἀσωτίας καὶ ἀναιδείας ἀνάμεστόν τε καὶ βάρβαρον τὰ χέρια τοῦ κλωστομάλλου νὰ θάψουν τὴν τζερδέλαν, ἀλλ’ οἷον τὸ Λαμπροκλέους τοῦ ἀθλητοῦ, υἱοῦ Μίδωνος Παλλάδα περσέπολιν κλῄζω πολεμαδόκον ἁγνὰν παῖδα Διὸς μεγάλου δαμάσιππον ἄϊστον 〈Ἀθάναν〉 παρθένον ἢ οἷον τὸ τηλέπορον βόαμα λύρας, ὃ ἦν Κυδίδου ἢ Κυδίππου Ἑρμιονέως. τηλέπορον δὲ τὸ ἐξάκουστον.

### book 966b

τὼ μηρὼ ἀνειμένους, διεστῶ‐ τας πρὸς τὸ μὴ θλίβειν τὸ μόριον.

### book 966c

εἶτ’ αὖ] ὅτε ἔδει.

### book 966d

ἐδίδασκεν] ὁ κιθαριστής.

### book 966e

τὼ μηρὼ] τοὺς μηρούς.

### book 966f

ξυνέχοντας] συσφίγγοντας.

### book 967a

ᾆσμα ἦν Λαμπροκλέους τοῦ Μίδωνος Παλλάδα περσέπολιν κλῄζω πολε‐ μαδόκον ἁγνὰν παῖδα Διὸς μεγάλου δαμάσιππον ἄϊστον Ἀθάναν.

### book 967b

τὸ δὲ τηλέπορον βόαμα λύρας ἤτοι ἐξάκουστον, Κυδίππου ἦν ᾆσμα Ἑρμιονέως.

### book 967c

διασύρει τὸν Κύδιππον.

### book 967d

τὴν ἀνδρείαν.

### book 967e

τηλέπορον ... βόημα] καὶ ὧδε τὸν Στρατοκλῆν.

### book 967f

τηλέπορον] ἐξάκουστον.

### book 968a

ἐντειναμένους] ἁρμόσαντας ἤγουν σύντονον μέλος ᾄδοντας.

### book 968b

τὴν ἁρμονίαν] ἤγουν τὴν μουσικήν.

### book 969a

βωμολοχεύσαιτο: φλυαρήσειεν· ἀπὸ τῶν ἐν βωμοῖς λάλων ὀρνέων.

### book 969b

ἢ πολυσύστρεπτον ᾆσμα ᾄσειεν, ὡς οἱ περὶ Φρῦνιν.

### book 969c

βωμολοχεύσαιτο: ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς βωμοῖς λο‐ χώντων ἤτοι καθημένων, ὡς ἐκεῖθεν ἁρπάζοιέν τι, καὶ φλυαρούντων πολ‐ λά.

### book 969d

ὅταν ψάλλῃ τις καλῶς καὶ ἀναβαίνῃ ἡ φωνὴ αὐτοῦ, τότε λέγεται εὐθεῖα· ὅταν δὲ ἀνακόπτῃ καὶ συν‐ τρίβῃ, τότε λέγεται κάμπτειν τὴν φωνήν.

### book 969e

βωμολοχεύσαιτο] φλυαρή‐ σειε.

### book 969f

κάμψειέν] φθείρει〈εν〉 ἢ κλάσειεν.

### book 969g

καμπήν] ἁρμονίαν.

### book 969c,col 2

καμπήν] κεκλασμένην φω‐ νήν.

### book 971a

Φρῦνις κιθαρῳδὸς μιτυλη‐ ναῖος ὃς πρότερον αὐλητὴς ὢν ὕστε‐ ρον κιθαρῳδὸς γέγονε, πρῶτος και‐ νουργήσας καὶ κλάσας τὴν ᾠδὴν ἐπὶ τὸ μαλθακώτερον. ἦν δὲ γύννις καὶ ψυχρός.

### book 971b

Φρῦνιν] τὸν ποιητήν.

### book 972a

ἐπετρίβετο καὶ κατεξαίνετο τὸ σαρκίον, τυπτόμενος πολλὰς πληγὰς ὡς τὰς Μούσας καὶ τὴν μουσικὴν εὐτεχνίαν, ἀφανίζων καὶ καταισχύνων. ἦν δὲ ὁ Φρῦνις κιθαρῳδὸς τῷ γένει μιτυληναῖος, ὃς πρῶτος δοκεῖ Παναθηναί‐ οις κιθαρῳδίᾳ νικῆσαι ἄρχοντος Καλλίου. αὐλητὴν δὲ πρότερον τοῦτον ὄντα τοῦτον ὄντα τὸν Φρῦνιν πρότερον Ἀριστόκλειτος κιθαρῳδὸς λέσβιος ἀπὸ Τερπάνδρου τὸ γένος κατάγων ἐν τῇ Ἑλλάδι κατὰ τοὺς μηδικοὺς χρόνους ἀκμάζων μαθητὴν ἔσχε καὶ ἀντ’ αὐλητοῦ τοῦτον κιθαρῳδὸν ἐπαίδευσεν.

### book 972b

ἐπετρίβετο] ἐξαίνετο τὸ σαρκίον.

### book 972c

πολλὰς] μάστιγας.

### book 972d

τὰς Μούσας] τὴν μουσικὴν εὐτεχνίαν.

### book 973a

ἐν παιδοτρίβου δὲ καθίζοντας: κἀν τῇ παρούσῃ δὲ σελίδι βραχέα εἰσὶν ἃ δεῖται ἐπεξηγήσεως ⟦ὡσ⟧· χρὴ δὲ καὶ ταῦτα ἐπιδρομάδην ἐρεῖν. ἐν δώμασι δὲ παιδοτρίβου ἔδει τοὺς παῖδας καθημένους ὑφαπλοῦν τοὺς μηροὺς καὶ τὰ ἱμάτια, ἵνα μὴ τοῖς ἔξωθεν δείξειάν τι ἀπηνές. νῦν ἀπηνὲς οὐ τὸ ἄγριον, ἀλλ’ αἰσχυντηλόν, ἀπρεπές, οἷον οὐ δεῖ καὶ ἄπο τοῦ αἴνου. καὶ πάλιν ἀνισταμένους ἔδει συμψῆσαι, περιστεῖλαι, συσφίγξαι τὰ ἱμάτια καὶ τοὺς πόδας περιστεῖλαι κοσμίως καὶ προνοῆσαι καὶ φροντίσαι, εἴδωλον καὶ τύπον, τῆς ἥβης καὶ τοῦ μορίου, ἐν τῇ συσφίγξει τῶν ἱματίων μὴ καταλείπειν τοῖς ἐρασταῖς.

### book 973b

προβαλέσθαι: ἀντὶ τοῦ “πρόβλημα θεῖναι τῶν μηρῶν”, ὡς ἂν μὴ τὰ τοῦ παιδὸς μόρια φαίνηται. (974) ἀπηνὲς δὲ νῦν τὸ αἰσχρόν, τὸ “ἄπο αἴνου”.

### book 973c

ἐν παιδοτρίβου] τῇ σχολῇ.

### book 973d

καθίζοντας] βαδίζοντας.

### book 973e

προβαλέσθαι] καλύψαι, ὑφα‐ πλῶσαι.

### book 974a

ἀπηνές] ἀναίσχυντον, αἰ‐ σχυντηλόν.

### book 975a

συμψῆσαι: συγχέαι τὴν κόνιν, ὡς μὴ σημεῖον ἢ τύπον ἀπολεί‐ πεσθαι ταῖς καθέδραις. ἐν γὰρ ψάμ‐ μῳ λεπτοτάτῃ καθήμενοι ἐγυμνά‐ ζοντο.

### book 975b

συμψῆσαι] ἀφανίσαι τὴν κόνιν.

### book 975c

συμψῆσαι] περιστεῖλαι τὰ ἱμάτια.

### book 976a

εἴδωλον] λείψανον, τύπον, φαντασίαν.

### book 976b

τῆς ἥβης] τοῦ μορίου.

### book 977a

ἠλείψατο δ’ ἂν: ἐκ τῶν ἄνωθεν δὲ μερῶν μέχρι τοῦ ὀμφαλοῦ ἐλαίῳ οἱ παῖδες ἠλείφοντο, οὐ κατωτέρω.

### book 977b

ὑπένερθεν] κάτωθεν.

### book 978a

χνοῦς ἐπήνθει: ὥσπερ μήλοις—νῦν μήλοις κυδωνίοις—χνοῦς ἐπίκειται, τοῖς ἀθιγέσιν.

### book 978b

μήλοις: τοῖς κυδωνίοις, ὅταν ἀθιγῆ ὦσιν ἔτι.

### book 978c

μήλοισιν] ὀπώραις, κυδω‐ νίοις.

### book 979a

μαλακὴν φυρασάμενος φωνὴν: ἐς τὸ θηλυπρεπὲς καὶ χαῦνον καὶ μαλακὸν φυρασάμενος καὶ μαλάξας καὶ μεταποιήσας αὐτήν.

### book 979b

μαλακὴν ... φωνὴν] θηλυ‐ πρεπῆ πλάσας τὴν φωνήν, μαλάξας, συγκεράσας.

### book 980

προαγωγεύων] μαυλίζων· προαγωγὸς γὰρ ὁ μαυλιστής.

### book 981a

οὐδ’ ἀνελέσθαι: οὐδὲ δειπνοῦντα καὶ συνεσθίοντα νέον γέρουσιν, ἐξῆν τῷ νέῳ ἀναιδεύεσθαι καὶ ἁρπάζειν μηδὲ τὸ τυχὸν ἐκ τῶν γερόντων ἢ κεφάλαιον ῥαφανίδος ἢ ἄνηθον ἢ σέλινον. ἐκ δὲ τοῦ λέγειν· κεφάλαιον ῥαφανίδος, δείκνυσιν, ὅτι πρώην κυκλικῶς ἔτεμνον τὰς ῥαφανίδας, καὶ τὸ πρὸς τοῖς φύλλοις ἐκάλουν κεφάλαιον.

### book 981b

δειπνοῦντα: ἤτοι συν‐ δειπνοῦντα τοῖς γέρουσιν. κεφάλαιον δὲ τὸ μετὰ τῶν φύλλων τμῆμα τῆς ῥαφανίδος. οὐκ ἤσθιον δὲ τοῦτο οἱ νέοι διὰ τὸ θερμὸν εἶναι καὶ κινη‐ τικὸν πρὸς ἀφροδίσια.

### book 981c

κεφάλαιον] ἰστέον, ὅτι ἡ κεφαλὴ τῆς ῥαφανίδος θερμή.

### book 982

ἄνηθον] ἀπὸ τοῦ “ἄνω θέειν”.

### book 983a

οὐδ’ ὀψοφαγεῖν: τρυφᾶν τραπέζαις ἁβρὰ ὄψα ἐχούσαις.

### book 983b

κιχλίζειν: κίχλας ἐσθίειν ἢ γελᾶν ἀτάκτως.

### book 983c

ἴσχειν τὼ πόδε ἐναλλάξ: σταυρικῶς περιπλέκειν.

### book 983d

ὀψοφαγεῖν τὸ τρυφᾶν. κιχλί‐ ζειν δὲ ἀτάκτως γελᾶν.

### book 983e

ὀψοφαγεῖν] καὶ λιπαροὺς ὄρτυγας ἐσθίειν.

### book 983f

κιχλίζειν] καὶ ἀτάκτως γελᾶν.

### book 983g

ἴσχειν ... ἐναλλάξ] ἤγουν ἔχειν ἕνα ἐπάνω τοῦ ἄλλου.

### book 984a

ἀρχαῖα καὶ διϊπολιώδη: ἀρχαῖα ἦσαν τὸ μὴ τρυφᾶν, μὴ κιχλίζειν καὶ τὰ τοιαῦτα. ἀρχαῖα καὶ διϊπολιώδη: τὰ Διϊπόλια γὰρ ἦν ἑορτὴ τοῦ Διὸς ἀρχαία. ἀρχαιοτάτη. καὶ τεττίγων ἀνάμεστα: οἱ τέττιγες αὐτόχθονές εἰσι καὶ γῆς παῖδες. τὸ παλαιὸν δὲ οἱ Ἀθηναῖοι τῶν εὐγενῶν παίδων τὰς κόμας ἀνέπλεκον χρυσοῦν τοῖς πλεκτῆρσιν ἐπιτιθέντες τὸν τέττιγα δεικνύντες, ὅτι αὐτόχθονες.

### book 984b

Διϊπόλια ἑορτὴ τοῦ Διὸς ἀρχαία. οἱ τέττιγες δὲ αὐτόχθονες καὶ γῆς παῖδες. τὸ παλαιὸν δὲ Ἀθηναῖοι τῶν εὐγενῶν παίδων τὰς κόμας ἀνέπλεκον ἐπιτιθέντες τοὺς τέττιγας δεικνύντες, ὅτι καὶ αὐτοὶ αὐτόχθονές εἰσιν.

### book 984c

οἱ Ἀθηναῖοι πλέκοντες τοὺς πλοκάμους τῶν παίδων αὐτῶν ἐκρέ‐ μων χρυσοῦς τέττιγας, ἵνα ἐκ τούτων φαίνονται, ὅτι αὐτόχθονές εἰσιν.

### book 984d

ἀρχαῖα] μωρά.

### book 984e

διϊπολιώδη] καὶ παλαιὰ καὶ μωρά.

### book 985a

καὶ Κηκείδου καὶ Βουφονίων: ἀρχαῖος ἦν διθυραμβοποιὸς ὁ Κηκείδης. τὰ Βουφόνια ἑορτὴ παλαιὰ ἐν Βράβρωνι τῆς Ἀττικῆς γινομένη ἐξ αἰτίας τοιᾶσδε· τὸ πόπανον γὰρ τὸ πρὸς τὴν τότε θυσίαν παρεσκευασμένον κατέφαγε βοῦς. Βράβρων δέ τις παρατυχὼν ἐκεῖ τότε σὺν πελέκει ἑστὼς πλήξας ἐκεῖνον ἀνεῖλεν,

### book 985a,col 2

ὡς Ἀνδροτίων φησίν.

### book 985b

ἀλλ’ οὖν ταῦτ’ ἐστὶν ἐκεῖνα: πρὸς τὸ “ἀρχαῖα καὶ διιπολιώδη” ὁ δίκαιος λόγος φησίν· ἀλλ’ οὖν τὰ ἀρχαῖα ταῦτά εἰσι τὰ παιδεύσαντα καὶ ποιήσαντα καὶ ἐκθρέψαντα ἄνδρας μαραθωνομάχους, μαραθωνομάχας, οἳ ἐννακισχίλιοι ὄντες συμμαχησάντων αὐτοῖς καὶ Πλαταιέων χιλίων τριακοσίας χιλιάδας ἐτρέψαντο καὶ ἀνεῖλον Περσῶν.

### book 985c

Κηκείδης ἀρχαῖος διθυραμ‐ βοποιός, οὗ μέμνηται Κρατῖνος ἐν Πανόπταις.

### book 985d

Βουφόνια δὲ παλαία ἑορτή, ἣν ἦγον μετὰ τὰ μυστήρια, ὅτε καὶ βοῦν ἔθυον εἰς ὑπόμνησιν τοῦ φονευ‐ θέντος βοὸς ἐν Ἀκροπόλει ἁψαμένου τοῦ πελάνου ἐν τῇ ἑορτῇ τῶν Διονυσίων.

### book 985e

τὶς ἄνθρωπος ὄνομα Βρά‐ βρων ἔθηκε πόπανα εἰς τὸν βωμόν. ἐλθὼν δὲ ὁ βοῦς ἐγεύσατο τούτων. εἰσελθὼν δὲ ὁ ἄνθρωπος ἐκεῖνος ἀνεῖλε αὐτὸν καὶ ἔκτοτε ἐκλήθησαν Βουφόνια.

### book 985f

Κηκείδου] διθυραμβοποιοῦ.

### book 986a

μαραθωνομάχους: Ἀθη‐ ναῖοι ἐν Μαραθῶνι ͵θ ὄντες συμμα‐ χησάντων αὐτοῖς καὶ Πλαταιέων ͵α τριακοσίας χιλιάδας ἐτρέψαντο Περ‐ σῶν.

### book 986b

μαραθωνομάχους] Μαρα‐ θὼν τόπος Ἀττικῆς.

### book 988

ὅταν ὀρχεῖσθαι: ὠρχοῦντο γὰρ τοῖς Παναθηναίοις πυρρίχην, ἐνόπλιον ὄρχησιν.

### book 989a

τὴν ἀσπίδα τῆς Τριττογενείας: Τριτογενείης: τῆς Ἀθηνᾶς, προέχων τῆς κωλῆς: νῦν τοῦ μακροῦ αἰδοίου, ἵνα μὴ φαίνοιτο, ἀμελῇ: τῆς ὀρχήσεως. ἢ ὅταν προέχων τὴν ἀσπίδα τῆς κωλῆς ἀμελῇ τῆς Τριττογενείας Τριτογενείης καὶ Ἀθηνᾶς, ἤγουν τῆς παναθηναϊκῆς πυρρίχης. οὐ γὰρ κατεῖχον τῆς θεοῦ τὴν ἀσπίδα.

### book 989b

κωλῆς νῦν τοῦ μακροῦ αἰ‐ δοίου. Τριττογενείας δὲ τῆς ἐπὶ τῇ Ἀθηνᾷ πυρρίχης ὀρχήσεως. ἐν γὰρ τοῖς Παναθηναίοις ἐν ὅπλοις ὠρ‐ χοῦντο οἱ παῖδες, διὰ δὲ τὸ ἀπρεπὲς προΐσχοντο τῶν αἰδοίων τὴν ἀσπίδα.

### book 989c

τῆς παναθηναϊκῆς πυρρίχης.

### book 989d

κωλῆς] γαστρός.

### book 989e

προέχων] ἐξέχων.

### book 989f

προέχων] τις.

### book 989g

Τριτογενείας] ὀρχήσεως.

### book 991

κἀπιστήσει] μαθήσῃ ἀκρι‐ βῶς.

### book 992a

σκώπ〈τ〉ῃ] ὑβρίζῃ.

### book 992b

φλέγεσθαι] ἐρυθριᾶν ἀπὸ τῆς αἰδοῦς.

### book 993,col 2

τῶν] ἀπό.

### book 994a

παρὰ τοὺς ἑαυτοῦ γονέας: παρὰ τὰς τῶν σῶν προγόνων ἀρετάς.

### book 994b

περὶ ... γονέας] παρὰ τὴν γνώμην τῶν γονέων.

### book 995a

ὅτι τῆς αἰδοῦς: ὅτι ὡς ἄριστος ἀνδριαντουργὸς μέλλεις σεαυτὸν εἰκόνα καὶ ἀνδριάντα κοσμιότητος ἀναπλήσειν, πληρῶσαι καὶ ἐργάσασθαι.

### book 995b

ὅτι σεαυτὸν ὥσπερ ἄγαλμα καὶ στήλην τῆς αἰδοῦς καὶ κοσμιότη‐ τος ἀναστήσεις.

### book 995c

μέλλεις] τηρήσας ταῦτα.

### book 995d

μέλλεις] σαυτόν.

### book 995e

ἀναπλήσειν] ἀναπληρώσειν, ἐργάσασθαι.

### book 996a

μηδ’ εἰς οἰκίαν ὀρχηστρίδος εἰσάγειν σαυτόν, ἵνα μὴ μήλῳ βληθεὶς ἐκ‐ πέσῃς τῆς εὐκλείας, ἵνα μὴ διαβληθεὶς ἐρωτικῶς πορνείοις διάγων κωμῳδῇ.

### book 996b

εἰς ὀρχηστρίδος] οἰκίαν.

### book 996c

εἰσιέναι] σεαυτόν.

### book 997a

ἢ μήλῳ ἢ ἔρωτι. ἔστι δὲ καὶ τὸ μῆλον ἱερὸν Ἀφροδίτης.

### book 997b

μήλῳ] καὶ τῷ ἔρωτι.

### book 997c

βληθεὶς] ἤγουν δελεασθείς.

### book 997d

ἀποθραυσθῇς] ἀποτύχῃς.

### book 998a

μηδ’ ἀντιλογεῖν κατὰ μηδὲν τῷ πατρί.

### book 998a,col 2

μηδ’ ἀντιλογεῖν τῷ πατρὶ μηδέν, ἀντὶ τοῦ “κατὰ μηδέν”.

### book 998b

μηδ’ Ἰαπετὸν καλές’ αὐτὸν: παλαιόν, Κρόνον· Ἰαπετὸν τυμβο‐ γέροντα, ἐσχατόγηρων.

### book 998c

ἀρχαῖον, μωρόν· ἀπό τινος Ἰαπετοῦ.

### book 998c,col 2

Ἰαπετὸν] λῆρον.

### book 998d

Ἰαπετὸν] ἐσχατόγηρων.

### book 998e

καλέσαντα] τὸν πατέρα.

### book 998f

καλέσαντα] σέ.

### book 999a

μνησικακῆσαι τὴν ἡλικίαν: μὴ ἐπὶ κακῷ καὶ ὕβρει καὶ λοιδορίᾳ μνησθῆναι τῆς γηραιᾶς πατρικῆς ἡλικίας, ἀλλ’ ἐπὶ θειασμῷ καὶ τιμῇ καὶ σεβάσματι.

### book 999b

ἐπὶ κακῷ μνησθῆναι τῆς ἡλικίας.

### book 999c

μνησικακῆσαι τὴν ἡλικίαν] ἐπὶ κακῷ μνησθῆναι τῆς γεροντικῆς ἡλικίας.

### book 999b,col 2

ἐνεοτροφήθης (sic)] ἐτράφης.

### book 1000a

εἰ ταῦτ’, ὦ μειράκιον: ὁ ἄδικος λόγος ἀντιτείνων πρὸς ταῦτά φησιν· εἰ τούτῳ πείσῃ, εἴξεις καὶ ὅμοιος γενήσῃ, τοῖς Ἱπποκράτους παισὶ καί σε ἂν καλῶσι βλιτομάμμαν, ἤτοι μωρόν. τρεῖς δὲ Ἱπποκράτει Ἀθηναίῳ τινί, οὐ τῷ ἰατρῷ, παῖδες ἦσαν οἵδε· Τελέσιππος, Δημοφῶν, Περικλῆς, διαβαλ‐ λόμενοι ὡς συώδεις καὶ ἀνόητοι. βλιτομάμμας δὲ ὁ μωρὸς, ἀπὸ “βλίτου” εὐτελοῦς λαχάνου καὶ “μαμμάν”, ὁ ἄρτος.

### book 1000b

ταῦτ’] εἰς.

### book 1000c

τούτῳ] τῷ δικαίῳ.

### book 1001a

Ἱπποκράτει τινὶ Ἀθη‐ ναίῳ τρεῖς ἦσαν υἱοὶ συώδεις καὶ ἀνόητοι. βλιτομάμμαν δὲ ἤτοι ἀνόη‐ τον ἀπὸ τοῦ “βλίτου”, λαχάνου εὐτε‐ λοῦς, καὶ τοῦ “μαμμᾶν”, ὃ δηλοῖ τὸν ἄρτον. καὶ Εὔπολις ἐν Δήμοις· Ἱπποκράτους παῖδες ἐμβόλιμοί τινες, βληχητὰ τέκνα καὶ οὐδαμῶς τοῦ τρόπου.

### book 1001b

εἴξαις (sic)] ἤγουν γένῃ καὶ σὺ μωρός, ὥσπερ ἐκεῖνοι.

### book 1001c

εἴξαις] ὁμοιωθῇς.

### book 1001d

βλιτομάμμαν] ἀπὸ τοῦ “βλίτου” καὶ τοῦ “μαμμάν”, ὁ ἄρτος.

### book 1002a

ἀλλ’ οὖν λιπαρός γε: πρὸς ταῦτα ὁ δίκαιος λόγος· εὐτραπελίαν μὲν καὶ στωμυλίαν καὶ φλυαρίαν, ἣν οὗτός φησιν, οὐκ ἀσκήσεις, ἀλλ’ οὖν λιπαρὸς καὶ κατάλειπτος ἐλαίῳ ἤτοι παλαιστὴς καὶ ἀγωνιζόμενος ἐν γυμνασίοις διατριβὴν ποιήσῃ καὶ διάξεις οὐ φλυαρῶν κατὰ τὴν ἀγορὰν καὶ κατὰ τὰ τῶν ὠνίων πρατήρια, κατατετριμμένα, ἐκτράπελα καὶ ἔξω τοῦ πρέποντος λόγια.

### book 1002b

λιπαρός] κατάλειπ〈τ〉ος ἐλαίῳ, παλαιστής.

### book 1003a

δίκην τριβόλων κεντοῦντα, πικρὰ καὶ ἐκτράπελα, ἄσεμνα ἤτοι ἔξω τοῦ δέοντος τετραμμένα.

### book 1003b

στωμύλλων] φλυαρῶν.

### book 1003c

τριβολεκτράπελ’] σκληρά, ἀπόβλητα, τετριμμένα, ἔξω τοῦ πρέ‐ ποντος τραπέντα.

### book 1004a

οὐδ’ ἑλκόμενος: οὐδὲ ἔσῃ ἑλκόμενος περὶ πράγματος γλίσχρου καὶ φευκτέου, ἀντιλογίαν ἐπίτριπτον καὶ βδελυρὰν ἔχοντος, καὶ ἀξίου ἀξίαν ἐπιτρι‐ βῆς καὶ ἀπωλείας.

### book 1004b

γλίσχρου καὶ φειδωλοῦ καὶ ἀντιλογίαν ἐπίτριπτον καὶ ἀξίαν ὀλέθρου ἔχοντος.

### book 1004c

οὐδ’] οὐδ’ ἔσῃ.

### book 1004d

γλισχραντιλογεξεπιτρί‐ πτου] ἀξίου ἐπιτρίψεως.

### book 1004e

γλισχραντιλογεξεπιτρί‐ πτου] ἐπιτριβῆς καὶ ἀπωλείας ἀξίαν.

### book 1005a

ἀλλ’ εἰς Ἀκαδημίαν: Ἀκαδημία γυμνάσιον ἦν ἐν ταῖς Ἀθήναις ἀπὸ Ἀκαδήμου τὴν κλῆσιν λαβόν, ὃς κατέλειψε τὴν κτῆσιν αὐτοῦ εἰς τὴν τοῦ γυμνασίου οἰκοδομήν. περὶ δὲ τὴν Ἀκαδημίαν αὐτὴν καὶ αἱ ἱεραὶ ἦσαν ἐλαῖαι, μορίαι καλούμεναι, ἐξ ὧν ἦν τῶν Παναθηναίων τὸ ἔλαιον. μορίας δὲ τὰς ἐλαίας ταύτας ἐκάλουν, ἀνθ’ ὧν ἐκεῖ Ἁλιρρόθιος ὁ Ποσειδῶνος υἱὸς ἀνῃρέθη πελέκει ὑπ’ Ἄρεος ὡς φθείρας Ἀλκίππην τὴν θυγατέρα τοῦ Ἄρεος, ὅθεν ἐκεῖ καὶ πρώτως οὗτοι ἐκρίθησαν οἱ δύο θεοί, ὁ Ποσειδῶν καὶ ὁ Ἄρης.

### book 1005b

Ἀκαδημία γυμνάσιον Ἀ‐ θήνησιν, ἔνθα καὶ ἱεραὶ ἦσαν ἐλαῖαι, μορίαι καλούμεναι διὰ τὸ ἐκεῖ γεγο‐ νέναι Ἁλιρροθίου μόρον, ἐξ ὧν ἦν τῶν Παναθηναίων τὸ ἔλαιον.

### book 1005c

μορίαις] ἐλαῖαι οὕτω κα‐ λούμεναι.

### book 1005d

ὑποθρέξει] δράμῃς, πη‐ δήσῃς.

### book 1006

καλάμῳ λευκῷ: καλάμῳ λευκῷ, φησί, στεφανωθήσῃ, ἁπλῷ στεφάνῳ, ὄζων: καὶ μῦρον καὶ εὐωδίαν ἀπραγμοσύνης ἐκπνέων. ἢ ὅτι καὶ οἱ Διόσκουροι καλάμῳ ἐστέφοντο διὰ τὸ ὑπερβάλλον τῆς δικαιότητος, ἄνακτες ἤτοι θεοὶ καὶ σωτῆρες τοῖς Ἀθηναίοις κληθέντες. ἁρπαγείσης γὰρ ἑπταετοῦς τῆς Ἑλένης ὑπὸ Θησέως μετά τινα καιρὸν κατ’ Ἀθηναίων στρατεύσαντες ἐν Ἀφίδναις τῆς Ἀττικῆς, ἐπεὶ τὸν Θησέα ἔτυχεν ἐκεῖ μὴ παρεῖναι, Ἑλένην λαβόντες τὴν ἑαυτῶν ἀδελφὴν καὶ μόνην τὴν Θησέως μητέρα Αἴθραν αἰχμάλωτον, ἕτερον δὲ μηδαμῇ μηδαμοῦ τῶν Ἀθηναίων μηδένα κακοποιήσαντες ὑπέστρεψαν οἴκαδε πᾶσι τῆς τόσης φιλανθρωπίας καὶ δικαιό‐ τητος κηρυττόμενοι.

### book 1007a

ἥντινα βάλλουσιν αἱ γυ‐ ναῖκες ἐν τῇ μαστίχῃ.

### book 1007b

ἀπραγμοσύνη φυτόν, ὡς Ἀριστοφάνης φησὶν ὁ γραμματικός, ἐν Ἀκαδημίᾳ φυόμενον· ἢ ἀντὶ τοῦ “οὐ πολυπραγμοσύνης”.

### book 1007c

σημείωσαι, ὅτι τὰ μὲν τῶν δένδρων εἰσὶ φυλλοβόλα, τὰ δὲ ἀειθαλῆ, τὰ δὲ κρυψίφυλλα. φυλλο‐ βόλα μὲν οἷον συκῆ, ῥοία, καρέα καὶ ἕτερα, ἀειθαλῆ δὲ οἷον μυρσίνη, δάφνη καὶ ἕτερα. κρυψίφυλλα δὲ οἷον ἐλαία, φοίνιξ, κυπάριττος καὶ τὰ τούτοις ὅμοια.

### book 1007d

μίλακος] εἶδος βοτάνης κοκκίνης.

### book 1007e

λεύκης p.i.m.] ἔοικεν ἡ λεύκη πλατάνῳ, μεταφυτευθεῖσα ὑπὸ Ἡρακλέος ἀπὸ τοῦ Ἅιδου εἰς τὰ Ὀλύμπια.

### book 1007a,col 2

ἡ λεύκη ὁμοία πλατάνῳ.

### book 1012a

στῆθος λιπαρόν: ἀθλητοῦ ἀνδρὸς ἀγῶσιν ἀεὶ διάγοντος καὶ ἀγωνιζομένου καὶ τὸ στῆθος ἐλαίῳ κεχρισμένου, ὡς διολισθάνοι τοὺς ἀντιπάλους, οὐ μὴν δὲ ἀνδρὸς ἀργοῦ διάγοντος ἐν ταῖς ἀγοραῖς καὶ πορνείοις, οἳ καὶ λιπαρώ‐ τερον τῶν συνεχῶν λουτρῶν ταῖς ἐλαιοχρισίαις ἐλαιοχυσίαις τῶν ἀθλητῶν στῆθος ἔχουσιν.

### book 1012b

χροιὰν λαμπρὰν: ἢ χαίρων ταῖς νίκαις τῶν ἀγώνων, ἢ ὅτι ἁπλῶς ἔργον μετέρχῃ, ἢ ὅτι τὰ γυμνάσια πέττει τὰ περιττὰ καὶ εὔχρουν καὶ κόσμιον καὶ εὔρρωστον τὸ σῶμα ποιεῖ, ἀργία δὲ πᾶν τοὐναντίον.

### book 1013a

ὤμους μεγάλους: τοιοῦτοι γὰρ οἱ τῶν ἀθλητῶν.

### book 1013b

γλῶτταν βαιάν: βραχυλογίαν, σημεῖον σωφροσύνης καὶ κοσμι‐ ότητος. τὰ μέτρα, εἰ βούλει, γράφε ὡς κεῖται τοῖς παλαιοῖς. ἀλλὰ νῦν τίς χρεία μέτρων, εἴτε ἐκείνων εἴτε τῶν ἐμῶν; ἅ φησιν οὗτος, ταῦτα † καὶ νῦν καὶ χρειώδη μέτρα καθέστηκεν ἕτερα †. καὶ πάντα, ὅσα ὁ δίκαιος λόγος νῦν φησιν, ἄριστα· πᾶν δὲ ἢ τέχνης ἐχόμενον ἢ ἀρετῆς ἢ κοσμιότητος νομίζεται καὶ ἄρτι λῆρός τε καὶ οὐδέν.

### book 1013c

βαιάν: βραχυλόγον.

### book 1013c,col 2

μικράν, ὥς γε μὴ φλυαρεῖν.

### book 1013d

μεγάλους] οἷοι τῶν γυμνα‐ ζομένων.

### book 1013e

βαιάν] βραχυλόγον, σώ‐ φρονα λαλοῦσαν.

### book 1014a

πυγὴν μεγάλην: τὰ ἑδραῖα νῦν μέρη. οὕτω δέ φησιν ἢ ἕνεκα τοῦ κινῆσαι γέλωτα ἢ ὅτι οἱ ἀθληταὶ διὰ τὴν εὐτροφίαν καὶ εὐεξῆ εὐαξῆ καὶ γενναῖα τὰ σώματα ἔχουσιν. εἴποι δ’ ἄν τις· πῶς οὐ μεγίστην καὶ τὴν ποσθήν; ὅτι τὰ γυμναζόμενα μέρη λαμβάνει τὴν αὔξησιν, αὔξην, τὰ δὲ τοιαῦτα μέρη τούτοις ἀγύμναστα ἔργων γυμνασίων καὶ σωφροσύνης μεμελημένοις· τοὐναντίον δὲ τοῖς κιναίδοις καὶ ἀργοῖς καὶ ἀπράκτοις.

### book 1014b

πόσθην] μόριον, αἰδοῖον.

### book 1015a

οἱ νῦν] ἄνθρωποι.

### book 1015b

ἐπιτηδεύῃς] πράττῃς.

### book 1016

χροιὰν ὠχράν: τοιοῦτοι γὰρ οἱ ἀργοὶ καὶ ἀδηφάγοι καὶ ἀγύμναστοι ὡς τῆς τροφῆς πέπανσιν καὶ πέψιν μὴ λαβούσης τῇ ἀργίᾳ.

### book 1018

γλῶτταν μεγάλην: πολυλογίαν, φλυαρίαν.

### book 1019a

κωλὴν μεγάλην: ἣν εἶπε ποσθήν, νῦν κωλὴν λέγει.

### book 1019b

ψήφισμα μακρὸν: μακρὰ γράψεις ψηφίσματα, ὡς οἱ ἐν Ἀθήναις οὗτοι ἡμέτεροι ῥήτορες.

### book 1019c

ψήφισμα] κατηγορίαν.

### book 1022a

τῆς Ἀντιμάχου καταπυγοσύνης: βδελυρίας, αἰσχρότητος. πέντε δὲ ἦσαν Ἀντίμαχοι, νῦν δὲ τὸν ἱστοριογράφον ποιητὴν λέγει ὡραίαν ἔχοντα τὴν μορφήν.

### book 1022b

ὁ Ἀντίμαχος οὗτος 〈ὡσ〉 κίναιδος καὶ εὔμορφος καὶ θηλυμα‐ νὴς κωμῳδεῖται· δεύτερος ὁ ἐπὶ πονηρίᾳ κωμῳδούμενος· τρίτος ὁ δάκτυλος λεγόμενος· τέταρτος ὁ τραπεζίτης· πέμπτος ὁ ἱστοριογρά‐ φος, τάχα δὲ ὁ αὐτός ἐστι τῷ εὐ‐ μόρφῳ. ⟦? μωρῶν παλαιῶν ἔργα καὶ ⸏κλήσεις τάδε. Μακκὼ καὶ Μαργίτης τις καὶ Μελιτίδης καὶ Κόρυβος, σὺν οἷς καὶ Μαμμάκουθος καὶ Βουταλίων μωροί, 〈ὁ〉 Ὀρέστης τε ὁ παῖς τοῦ Ἑρμο‐ κράτους υἱεῖς Ἱπποκράτους τε ἄλλοι τε ⸏πλείονες. Μακκὼ τῷ κατόπτρῳ μὲν

### book 1022b

τῷ ἑαυτῆς διελέγετο. Μαργίτης ἠρώτα τε· τίς ὁ γεννήσας ἐμέ; Μελιτίδης δὲ συζύγῳ τῇ ἰδίᾳ ⸏οὐδόλως ἐμίγνυτο ὡς πενθερόφοβος. ἐάσθω μοι Κόρυβος, ὅστις ἠρίθμει τὰ κύματα, ἕν, δύο καὶ τρία τε καταριθμῶν δεξιῶς, καὶ συγχέων δὲ ἀρχῆθεν ἀπηρίθμει. ἐάσθων καὶ ξύμπαντες, οὓς προειρή‐ καμεν.⟧

### book 1024a

ὦ καλλίπυργον σοφίαν: ὁ χορὸς τῶν Νεφελῶν τῷ δικαίῳ φησὶ λόγῳ· ὦ ἐπασκῶν καὶ μετερχόμενος, ἢ ἄλλοις διδάσκων, τὴν καλλίπυργον κλεινοτάτην σοφίαν. καλλίπυργον δὲ τὴν καλλίστως πυργοῦσαν καὶ ὑψοῦσαν τοὺς ταύτην μετερχομένους. αἰωνία γάρ ἐστιν ἡ ἐκ σοφίας ὕψωσις καὶ δόξα. παραμένει γὰρ καὶ μετὰ τὴν ἐνθένδε μετάβασιν καὶ οὐκ ἔστιν ἀκαριαία καὶ εὐμετάτρεπτος, ὡς ἡ χρηματικὴ καὶ τυχαία, ἧς καὶ ἐνταῦθα πολλῷ ὑπερτέρα ἡ ἐκ σοφίας τοῖς τέως ὀρθῶς τὰ πράγματα κρίνουσιν. καὶ πῶς γὰρ οὔ, ὅταν μὲν οὖν βούληται, ἀνδριάντας ἢ ξυλίνους ἢ ἐκ χαλκῆς ὕλης ἢ ἄλλης κεκοινω‐ μένους καὶ φθεγγομένους ποιοῦσα, καὶ βάθη καὶ μήκη πελαγῶν ἐκμετροῦσα τοῖς μηχανήμασι, καὶ κινοῦσα βάρη ἀλλόκοτα, ὡς καὶ τὴν γῆν πᾶσάν τινας μετόχους αὐτῆς ὑπισχνεῖσθαι κινεῖν, εἰ δοθῇ τις αὐτοῖς ἕτερος τόπος ἔξω τῆς γῆς, ἐν ᾧ τὴν βαρυουλκὸν μηχανὴν ἐπιστήσεται; τὸ περαιοῦσθαι ποταμοὺς

### book 1024a

πρὸς ἀνάρρουν, τομῇ ῥυθμιζόμενα πλοῖα τεκταίνεσθαι, τὸ δὲ μυριάδας στρατῶν ὑπερτρεχούσας ἀριθμοὺς τῶν δακτύλων διά τε γῆς καὶ θαλάσσης ἐστρατευ‐ μένους ἑνὸς ἀνθρωπαρίου γηρανδραρίου ἡττᾶσθαι τοῖς μηχανήμασιν, οἷος ἦν ὁ ἡμέτερος καὶ πάντων, ὧν εἴπω, πρεσβύτερος, ὁ βυζάντιος Φίλων, Ἀρχιμήδης καὶ Σώστρατος, Ἥρων καὶ Πάππος καὶ μυριάδες λοιπαί.

### book 1024b

χορὸς πρὸς τὸν δίκαιον.

### book 1024c

καλλίπυργον] μεγάλην.

### book 1024d

ἐπασκῶν] διδάσκων.

### book 1025

σῶφρον] γρ. σοφόν.

### book 1026a

τότ’] ὅτε ἐδίδασκες τὰ τοιαῦτα.

### book 1026b

ἐπὶ τῶν προτέρων] χρόνων.

### book 1030a

ὦ κομψοπρεπῆ: ὦ λόγε ἀδικώτατε καὶ ἥττων κεκλημένε πανούργοις τοῖς κομψεύμασιν ἐπιμορφῶν τὴν μοῦσαν.

### book 1030b

πρὸς τὸν ἄδικον.

### book 1030c

ὦ] ἄδικε λόγε.

### book 1030d

κομψοπρεπῆ] ὑπερήφανον.

### book 1030e

ἔχων] ὁ.

### book 1031a

ὡς] ὅτι.

### book 1031b

ἀνήρ] ἤγουν ὁ δίκαιος.

### book 1034a

ἐντεῦθέν εἰσιν ἀμβικὰ τε‐ τράμετρα καταληκτικὰ μέχρι τοῦ “εὐρύπρωκτος εἶναι”.

### book 1034b

ἔοικε δεῖν] δέον ἐστί.

### book 1034c

δεῖν] χρείαν ὑπάρχει〈ν〉.

### book 1035a

ὑπερβαλεῖ] νικήσεις.

### book 1035b

γέλωτ’ ὀφλήσεις] ἤγουν γελασθῇς.

### book 1035c

ὀφλήσεις] ἀποδώσεις.

### book 1036a

καὶ μὴν πάλαι ἔγωγε ἐπνιγόμην: καὶ μὴν ἐγὼ πάλαι ἐπνιγόμην καὶ ἐβιαζόμην τὰ ἐντὸς καὶ ἐστενοχωρούμην καὶ ἔχρῃζον ταῦτα πάντα, τὰ τοῦ δικαίου δηλονότι λόγου, συνταράξαι καὶ ἀνατρέψαι, ἐναντίαις γνώμαις καὶ ἀντιλογήμασιν ἑτέρων ἐννοιῶν.

### book 1036b

ἐπνιγόμην] ἐφλεγόμην.

### book 1037

συνταράξαι] ἀνατρέψαι.

### book 1038

ἥττων] ὁ ἄδικος.

### book 1039a

ἐν τοῖσι φροντισταῖσιν: τοῖς ἐρευνηταῖς τοῖς περὶ πάντων φροντίζουσιν. παίζων δὲ τοὺς φιλοσόφους λέγει.

### book 1039b

φροντισταῖσιν] φιλοσόφοις.

### book 1041a

καὶ τοῦτο: τὸ ἀντιλέγειν τοῖς δικαίοις καὶ νικᾶν, πλεῖν καὶ πλέον, ἢ μυρίων στατήρων, ἀντὶ τοῦ πλέον ὑπὲρ μυρίους στατῆρας καὶ νομίσματα, ἐστὶν ἄξιον. κἀνταῦθα τοῦ ἤθους Σωκράτους διεψεύσθη, Πρωταγόραν δὲ τὸν Ἀβδηρίτην μιμεῖται. οὗτος γὰρ σύγχρονος ὢν Σωκράτους πρῶτος εὑρεῖν λέγεται μελέτην τοῦ ἥττονος λόγου, καίτοι πρὸ πόσων ἐτῶν Ὁμήρου μελετήσαν‐ τος τοῦτον τοῦ μηδὲν περί τινος λέγειν δοκοῦντος, λέγοντος δὲ περὶ πάντων;

### book 1041b

τοῦτο] τό τινα λαβόντα δίκην τῷ ἀδίκῳ λόγῳ νικᾶν.

### book 1041c

πλεῖν] πλέον.

### book 1043

πέποιθεν] θαρρεῖ ὁ δίκαιος.

### book 1044

λοῦσθαι] λούεσθαι.

### book 1045

γνώμην] ἔννοιαν.

### book 1046

ὅτι κάκιστόν ἐστι: τὸ θερμὸν λουτρόν· ἐκλύει ἀραιοῦν τοὺς ἀδήλους πόρους καὶ χαῦνον καὶ δειλὸν ποιεῖ τὸν ἄνθρωπον, ὥς που καὶ Πίνδαρος γράφει· “οὐδὲ θερμόν γε τόσσον ὕδωρ γυῖα μαλθακὰ τεύχει, τόσσον εὐλογία”. καὶ γῆρας δὲ συντόμως ἐπάγειν φασί, τινὲς δὲ καὶ θάνατον, ὡς ἐξ Ἀπολλωνίου Φιλόστρατος ἐν τῷ τοῦ Ἀπολλωνίου βίῳ φησίν. κλεῖσαι τοὺς ἐν Ἀντιοχείᾳ λέγει λουτρῶνας δι’ οἰκητόρων †† καὶ περὶ τῆς κλῄσεως τῶν λουτρώνων λεγόν‐ των εἶπεν· “ὁ βασιλεὺς ὑμῖν κακοῖς οὖσι μακροχρονίαν χαρίζεται.”

### book 1047a

μέσον ἔχω σε λαβὼν: ἀπὸ τῶν ἐν παλαίστρᾳ κρατησάντων τὸν ἀντίπαλον ἐκ μέσου καὶ μὴ ἐώντων ἔξω φευκτεῖν.

### book 1047b

μέσον ... ἄφυκτον] ἡ με‐ ταφορὰ ἀπὸ τῶν παλαιόντων.

### book 1048

τῶν] ἀπό.

### book 1049

ψυχὴν] κατ’ ἀνδρείαν.

### book 1051a

ποῦ ψυχρὰ: τὰ θερμὰ λουτρὰ ἡράκλεια οὕτω λέγονται· Ἡρακλεῖ πεπονηκότι πολλὰ τῷ γῆν καθαίρειν καὶ θάλασσαν Ἀθηνᾶ χαριζομένη θερμὰ λουτρὰ ἐν Θερμοπύλαις ἀνέδωκεν, ὥς φησι Πείσανδρος τῷ δ’ ἐν Θερμοπύλῃσι θεὰ γλαυκῶπις Ἀθήνη ποιεῖ θερμὰ λοετρὰ παρὰ ῥηγμῖνι θαλάσσης.

### book 1051b

Ἴβυκός φησι τὸν Ἥφαι‐ στον κατὰ δωρεὰν ἀναδοῦναι ἡρά‐ κλεια λουτρὰ θερμῶν ὑδάτων, ἐξ ὧν τὰ θερμά τινές φασιν ἡράκλεια λέ‐ γεσθαι. οἱ δέ φασιν, ὅτι τῷ Ἡρακλεῖ πολλὰ μογήσαντι Ἀθηνᾶ λουτρὰ θερμὰ ἐπαφῆκεν, ὡς Πείσανδρος τῷ δ’ ἐν Θερμοπύλῃσι θεὰ γλαυ‐ κῶπις Ἀθήνη ποιεῖ θερμὰ λοετρὰ παρὰ ῥηγμῖνι θαλάσσης.

### book 1052a

“ἀνδρειότερος” εἶπεν, οὐ “ῥωμαλεώτερος”, κάλλιστα τὴν ἀπόδοσιν ἐπαγαγὼν πρὸς τὸ “δειλότατον”. ψυχῆς τὸ τολμᾶν, ἡ δὲ ῥώμη σωμάτων.

### book 1052b

ταῦτ’ ἐστί, ταῦτ’ ἐκεῖνα: ὁ δίκαιός φησι λόγος τούτων τῶν γελοίων ἀκούσας εὑρεσιλογιῶν (διὰ γὰρ πόνους ἀμέτρους καὶ νόσον ἅπαξ ἢ δὶς ὁ Ἡρακλῆς ἐφάνη χρησάμενος τοῖς θερμοῖς τούτοις λουτροῖς)· ταῦτ’ ἐστὶν ἃ καθ’ ἑκάστην ἡμέραν φλυαρούντων τῶν νέων τὰ βαλανεῖα μεστὰ βοῆς γίνονται καὶ θορύβων, κενοῦνται δὲ αἱ παλαῖστραι καὶ οὐ σεμνόν τι διδάσκεται δίδαγμα.

### book 1052c

ἀνδρειότερος] ἀνδρειότα‐ τος.

### book 1053

δι’ ἡμέρας] ὅλην τὴν ἡμέραν.

### book 1055a

εἶτα ἐν ἀγορᾷ, φησὶν ὁ ἄδικος λόγος, ψέγεις διάγειν· ἐγὼ δὲ καὶ Ὅμηρος ἐπαινῶ ἀγορητὴν καλῶν τὸν Νέστορα καὶ ἑτέρους. ἀστείως καὶ χαριέντως παρὰ τὴν ὁμωνυμίαν τῆς ἀγορᾶς κατασοφίζεσθαι καὶ παραλογίζεσθαι βούλεται.

### book 1055b

ἀγορᾷ] συναθροίσει.

### book 1056

ἐποίει] ποιητικῶς ἔγραφε.

### book 1057

ἀγορητὴν] δημηγόρον.

### book 1058a

ἄνειμι δὴ ἐντεῦθεν ἐπὶ τὴν γλῶτταν: ἕνεκα τοῦ γελοίου ταῦτα πάντα πάντα ταῦτα προφέρει πραγματικωτέρως δεικνύων, ὅτι πᾶς ἀλιτήριος, ἀγο‐ ραῖος, ἀκόλαστος, ἄρρυθμος καὶ κίναιδος ἄνθρωπος ἐπίπροσθέν εἰσι πόσῳ τῶν κοσμίων καὶ συνετῶν.

### book 1058b

ὁδὶ] ἤγουν ὁ δίκαιος.

### book 1059a

νέους] γρ. νεανίσκους.

### book 1059b

φημι] καλὸν εἶναι μαν‐ θάνειν.

### book 1060

χρῆναι] τοῖς νέοις.

### book 1061a

ὁ ἄδικός φησι λόγος· διὰ σωφροσύνην τίνι ποτὲ εἶδες γενόμενον ἀγαθόν; καὶ ὁ δίκαιος· πολλοῖς εἶδον ἀγαθὰ γεγονότα διὰ τὸ σωφρονεῖν. ὁ γοῦν Πηλεύς, φησί, διὰ τοῦτο τὴν μάχαιραν ἔλαβεν. (1064) ὁ ἄδικος λόγος τὴν μάχαι‐ ραν ἐπαναλαμβάνων φησί· μάχαιραν ἔλαβεν ὁ τρισάθλιος; ἀστεῖον καὶ θαυμαστὸν κέρδος· Ὑπέρβολος δὲ λυχνοπράτης ὢν οὐ διὰ μοχθηρίαν ἔλαβε τάλαντα πολλά, ἀλλ’ οὐ μάχαιραν; Τζέτζης δέ· νῦν τὸ πλεῖν καὶ πλέον, εἰ μὴ περισσῶς ἀττικῶς κεῖται, λέγει, οὐ μικρῶς αἰτιῶμαι.

### book 1061b

τῷ] ἐν τίνι.

### book 1063a

ὁ Πηλεὺς ἐγένετο σωφρονέ‐ στατος. καί ποτε Ἱππολύτης τῆς Ἀκάστου γαμετῆς ἐρασθείσης αὐτοῦ καὶ μὴ δυνηθείσης πεῖσαι καὶ δὴ διαβολῇ χρησαμένης, ὡς ἐπεχείρει βιάσασθαι αὐτήν, Ἄκαστος τοῦτο μαθὼν καὶ λαβὼν εἰς ἐρημίαν καὶ τῶν ὅπλων γυμνώσας ἀφεὶς αὐτὸν ἀνεχώρησεν εἰπών· εἰ δίκαιος εἶ, σωθήσῃ. ὡς δὲ ἔμελλεν ὑπὸ θηρίων διαφθείρεσθαι, οἱ θεοὶ μάχαιραν ἡφαιστότευκτον αὐτῷ ἐχαρίσαντο δι’ Ἑρμοῦ καὶ οὕτως ἔφυγε τὸν κίνδυνον. οἱ δέ φασιν, ὡς Ἄκαστος τὴν Πηλέ‐ ως μάχαιραν ὑπὸ κόπρον βοῶν ἔκρυ‐ ψεν, Χείρων δὲ ταύτην εὑρὼν δίδωσιν αὐτῷ.

### book 1063b

πολλοῖς] ἐν.

### book 1063c

πολλοῖς] ἀνθρώποις.

### book 1063d

διὰ τοῦτο] διὰ τὸ σωφρο‐ νεῖν.

### book 1065

πλεῖν] πλέον.

### book 1066

εἴληφε] κέρδος.

### book 1067a

καὶ τὴν Θέτιν ἔγημε: ὑποβολικὸς ὁ λόγος ἐγένετο νῦν. τοῦ δικαίου γὰρ λέγοντος, ὡς ὁ Πηλεὺς διὰ τὸ σωφρονεῖν μάχαιραν ἔλαβε, μέλλοντος εἰπεῖν· καὶ τὴν Θέτιν ἔγημεν, ὑπολαβὼν καὶ μεταξυλογήσας καὶ εἰπὼν τὸν ἴδιον λόγον τὸν περὶ τοῦ Ὑπερβόλου ὁ ἄδικος ἐπέσχεν αὐτὸν εἰπεῖν καὶ τὸ περὶ τοῦ γάμου τῆς Θέτιδος. αἱ δὲ ὑποβολαὶ ἤθους ἰδέας εἰσίν. νῦν δὲ τοῦ δικαίου ἐπενεγκόντος· καὶ τὴν Θέτιν ἔγημε διὰ σωφροσύνην, πάλιν, ἵνα τὸ ἠθικὸν ἀγωνιστικώτερον γένηται, καὶ πρὸς τοῦτο ἐπάγει ἀντίθετον ὑπερβαλ‐ λούσης χάριτος καὶ γλυκύτητος. καὶ τοιούτοις παικτέοις ὁ ἀλιτήριος παρα‐ δείκνυσι τῷ Τζέτζῃ ῥήτορος δύναμιν ὑπὲρ δύναμιν. εἰπόντος γὰρ τοῦ δικαίου· “καὶ τὴν Θέτιν ἔγημε διὰ τὸ σωφρονεῖν”, αὐτὸς γελοίως χάριεν καὶ εὐσθενέστατον ἐπάγει ἀντίθετον λέγων· καὶ εἶτα ἡ Θέτις αὐτὸν ὡς σώφρονα μισήσασα ἀπολιποῦς’ ἀπολιποῦσα καὶ ὡς σώφρονα μισήσασα ᾤχετο. σωφρονῶν γὰρ οὐκ ἠδύνατο παννυχί‐ ζειν καὶ τελεῖν ἑορτὴν στρώμασι πρόσφορον· γυνὴ γὰρ χαίρει τοιούτοις. ἔπεισι δέ μοι θαυμάζειν, πῶς κἀνταῦθα ὁ ἀλιτήριος οὐκ ἐμνήσθη παλαιοῦ ὄντος τοῦ

### book 1067a

Τουλίου Σερβίου καὶ εἶπε· τὸν Τούλιον δὲ Σέρβιον γεγονότα δοῦλον αἰχμάλωτον ἡ Ταρκυνίου γυνὴ τοῦ βασιλέως Ῥωμαίων ὡς ἀσελγέστατον καὶ ἡδὺν παννυχί‐ ζειν οὐ μόνον οὐκ ἀπέλιπεν, ἀπολέλοιπεν, ἀλλὰ καὶ βασιλέα Ῥώμης πεποίηκεν. σὺ δέ, ὦ ἥλιε, ἠνέσχου ταῦτα ὁρᾶν. ταῦτα κἀκεῖνος, εἰ καὶ δοκεῖ γελοιάζειν, ὀδυνωμένῃ καρδίᾳ φησίν, ἵνα μὴ μακρηγορῶ, ὁρῶν ὅτι ἀεὶ τὰ χερείονα νικᾷ καὶ ῥεῖ τὰ χρηστά, Μίνδαρος δ’ ἀπερρύ[η]. ἀλλὰ καὶ ἱστορίας καὶ λέξεις τὰς ἐαθείσας ῥητέον μοι. αἱ ἐαθεῖσαι ἱστορίαι εἰσὶν αὗται. ἱστορία: Πηλεὺς ὢν Αἰακοῦ καὶ Αἰγίνης υἱὸς σὺν Τελαμῶνι ὁμομητρίῳ Φῶκον τὸν ἐκ Ψαμάθης τῆς Νηρηΐδος ἀνεῖλον αὑτῶν ἀδελφόν. ὧν ὁ Πηλεὺς εἰς Φθίαν ἐλθὼν καθαίρεται ὑπὸ Εὐρύτου τοῦ Ἄκτορος. ἐν τῇ τοῦ καλυδωνίου δὲ κάπρου θηρεύσει ἀνελὼν ἄκων καὶ αὐτὸν τὸν καθήραντα Εὔρυτον εἰς Ἰωλκὸν φεύγει ἐκ Φθίας καὶ καθαίρεται ὑπ’ Ἀκάστου. Ἱππολύτη δὲ ἢ Ἱπποδάμεια ἡ Ἀκάστου γυνὴ ἐρασθεῖσα αὐτοῦ

### book 1067a

καὶ μὴ πεισθέντος κατεῖπε μᾶλλον αὐτοῦ ψευδῶς πρὸς τὸν Ἄκαστον. ὁ δὲ ὃν ἐκάθηρε κτεῖναι μὴ λογισάμενος ὅσιον ὡς ἐπὶ θήραν ἀγαγὼν εἰς τὸ Πήλιον καθεύδοντα τοῦτον κατέλειψε κρύψας τούτου τὴν μάχαιραν, ὡς ὑπὸ τῶν Κενταύρων ἀναιρεθῇ. Χείρων δὲ σῴζει τοῦτον ἐπιφανείς, εὑρὼν δὲ καὶ τὴν τούτου μάχαιραν δίδωσιν. (1068) κᾆτ’ ἀπολιποῦσά γ’ αὐτὸν: ἡ Θέτις τοὺς γεννωμένους παῖδας αὐτῇ ἐκ Πηλέως εἰς τὸ πῦρ βάλλουσα ἠθανάτου. ὡς δὲ καὶ τὸν Ἀχιλλέα τεκοῦσα ἐπέθηκεν εἰς τὸ πῦρ, ἰδὼν ὁ Πηλεὺς ἐβόησεν. καὶ Θέτις μὲν δια‐ ζευχθεῖσα Πηλέως πρὸς θάλασσαν ἐς τὰς ἀδελφὰς ἄπεισι Νηρηΐδας. Ἀχιλλέα δὲ οὕτω συνέβη παῖδα καταλειφθῆναι Πηλεῖ ἀφ’ ἑπτὰ παίδων φεψάλῳ σποδουμένων μοῦνον φλέγουσαν ἐξαλύξαντα σποδόν. (1070) σιναμωρουμένη: ἀνδρὶ πλησιάζουσα· σῖνος γὰρ τὸ αἰδοῖον. κρόνιππος: μωρὸς μέγιστος. τὸ “Κρόνος” γὰρ μωρός, τὸ “ἵππος” δὲ μέγιστος.

### book 1067b

Θέτιν] ἡ ἰδέα τοῦ ἤθους.

### book 1068

ὑβριστὴς λάγνος.

### book 1069a

ἐν τοῖς στρώμασιν] συν‐ ουσιαστής.

### book 1069b

τὴν] κατά.

### book 1069c

παννυχίζειν] ὥστε ἀγρυ‐ πνεῖν.

### book 1070a

ὡραῖον.

### book 1070b

γυνὴ] ἡ.

### book 1070c

σιναμωρουμένη] συνουσι‐ αζομένη.

### book 1070d

κρόνιππος] ἀρχαῖος.

### book 1071

ἅπαντα] τὰ κακά.

### book 1072a

ἄνεστιν (sic)] ἃ ἔνεστιν.

### book 1072b

ἀποστερεῖσθαι] εἰ σω‐ φρονεῖς.

### book 1073a

κότταβος εἶδος παιγνίου συμποσιαστικοῦ τοιόνδε· ὄρθιον ἵστατο ξύλον ἐν τῷ κωμαστηρίῳ ζυγὸν ἔχον ἐπικείμενον ῥᾳδίως καταφερόμενον. περὶ δὲ πλάστιγγα τοῦ ζυγοῦ ἑκατέραν ἵστατο λεκανίσκη ἀνδριαντάριον ἔχουσα μέσον αὐτῆς προσφυές. βραχὺ δὲ τῶν πλαστίγγων αἱ κεφαλαὶ τῶν ἀνδριανταρίων ἦσαν κατώτεραι, ὡς καταρρεψάσας τὰς πλάστιγγας ταῖς κεφαλαῖς τούτων προσκρούειν καὶ ἦχον ἀποτελεῖν. πληροῦντες οὖν οἴνου τὸ στόμα οἱ κωμασταὶ ἐξαπέπτυον εἰς τὴν πλάστιγγα καὶ αὕτη πληγεῖσα τοῦ οἴνου τῷ βάρει, ὃ ὑγρὸν καὶ λατάγην ἐκάλουν, ὡς καὶ τὸ ταύτης ἐκτίναγμα, ἐς κορυφὴν ἔπαιε τὸ ζῳδάριον. καὶ τοῖς κωμασταῖς νικητὴς ὁ τοιοῦτος εἶναι ἐκρίνετο.

### book 1073b

κοττάβων] ἤχων.

### book 1075a

εἶεν] ἔστωσαν.

### book 1075b

πάρειμ’] ἔρχομαι.

### book 1077

λέγειν] εἰς τό.

### book 1080a

ὡς] ὅτι.

### book 1080b

ἐπανενεγκεῖν] τὴν αἰτίαν.

### book 1081

ὡς] ὅτι.

### book 1082a

ἐργασία ἀπὸ μείζονος.

### book 1082b

μεῖζον] εἶναι.

### book 1083a

τί δ’ ἢν ῥαφανιδωθῇ: μοιχοὶ πρὶν οἱ πλούσιοι ἁλισκόμενοι ἀπελύον‐ το χρήμασι, τοὺς πένητας δὲ πανδήμως τιθέμενοι μέσον τῆς ἀγορᾶς τὰς τῶν διδύμων τρίχας ἀνέσπων ἐκ πυρὸς θερμὴν στακτὴν ἐπιπάττοντες καὶ ῥαφανίδων οὐραῖα ἐνέβαλλον εἰς τὰς ὀπὰς τῶν πρωκτῶν ἄλλα πολλὰ προτιμωρησάμενοι.

### book 1083b

σοι] τινι.

### book 1083c

τιλθῇ] κατασπασθῇ.

### book 1084

γνώμην] διάνοιαν.

### book 1086

μεῖζον] κακόν.

### book 1087

τοῦτο] εἰς.

### book 1088a

ἄλλο] εἴπω.

### book 1088b

φράσον] συνηγοροῦσιν ἐκ τίνων;

### book 1095

οὐδὲν] ἀγαθόν.

### book 1096

τῶν] ἀπό.

### book 1101

τουτονί] τὸν Σωκράτην.

### book 1102a

τί δῆτ’ ἐρεῖς: τί δῆτα, φησίν, εἴπῃς, ἐὰν εἰς τοῦτο νικηθῇς ὑπ’ ἐμοῦ; ἐκ τῶν παλαιῶν, εἰ θέλεις, γράφε τῇδε τὰ μέτρα.

### book 1102b

ἡττήμεθ’ ὦ κινούμενοι: ἄδηλον οἱ παλαιοί φασι τοῦτο, τίνος ἐστίν, ἢ τοῦ κρείττονος λόγου ἢ Φειδιππίδου. Τζέτζης δὲ τὸ μὲν “ἡττήμεθα” τοῦ κρείττονος λόγου φησὶν εἶναι, τὸ δὲ “ὦ κινούμενοι” τῷ Φειδιππίδῃ προσάπτει. κινουμένους δὲ νοεῖν λέγει τοὺς προφερομένους ἐκ τοῦ ἥττονος λόγους ὡς εὐτραπέλους τῷ ὄντι καὶ εὐκινήτους.

### book 1102c

κινούμενοι] χορέ.

### book 1103

δέξασθέ] †δεύα†.

### book 1105a

τί δῆτα; πότερον: οὐδεμία δυσχέρεια ἐνταυθοῖ, ἐπιδρομάδην δέ μοι λεκτέον ἃ χρή. τί δῆτα, δή; βούλει λαβών σου τὸν υἱὸν ἐπάγεσθαι οἴκαδε, ἢ διδάσκω λέγειν; καὶ ὁ Στρεψιάδης· δίδασκε καὶ κόλαζε καὶ παίδευε καὶ μέμνησο, ὅπως στομώσῃς, ἢ ὅπως καὶ πῶς στομώσεις καὶ εὔστομον αὐτὸν ποιήσειας, τὴν μὲν ἑτέραν καὶ μίαν, αὐτοῦ γνάθον καὶ σιαγόνα καὶ παρειάν, οἵαν καὶ ὁποίαν ἢ δυνατήν, ἐν ταῖς σμικραῖς δίκαις, τὴν δὲ ἑτέραν ἐς τὰ μείζονα ἤτοι ἐς πολιτικὰς καὶ δημοσίας ὑποθέσεις.

### book 1105

τὸ δὲ “στομώσεις”, ὀξυνεῖς, πάν‐ τες παλαιοί τε καὶ νέοι μεταφορικήν φασιν

### book 1105a,col 2

τὸ “στομώσεις” ἀντὶ τοῦ “ὀξυ‐ νεῖς” πάντες παλαιοί τε καὶ νέοι φασί, μεταφορικὴν λέγοντες

### book 1105a

εἶναι τὴν λέξιν ἀπὸ τῶν ὀξειῶν μαχαιρῶν. Τζέτζης δὲ πᾶσι τοὐναντίον φησὶν ἀπὸ στομάτων μᾶλλον ἀνθρώπων ἢ καὶ θηρίων μαχαίρας λέγεσθαι στόμα.

### book 1105b

πότερον] ἆρα.

### book 1106

βούλει] θέλεις.

### book 1107

ὅπως] καὶ πῶς.

### book 1108a

εὖ μοι στομώσεις] εὔστο‐ μον αὐτὸν ποιήσειας.

### book 1108b

ἐπὶ μὲν θατέραν] τὴν μὲν μίαν γνάθον.

### book 1109a

οἵαν] δυνατήν.

### book 1109b

δικιδίοις] μικραῖς δίκαις.

### book 1110a

οἵαν] δυνατήν.

### book 1110b

τὰ μείζω πράγματα] πολι‐ τικὰς καὶ δημοσιακὰς δίκας.

### book 1111a

παρέλκει τὸ “ἀμέλει”. δεξιὸν λάβῃς τοῦτον σοφιστήν. σοφιστὴν ἢ σοφὸν ἁπλῶς ἢ παραλογιστὴν καὶ κατασοφιζόμενον τοὺς ἀντιλέγοντας. (1112) πρὸς ταῦτα ὁ Φειδιππίδης· κομιεῖται μὲν οἶμαι οὐ σοφόν, ὠχρὸν δέ, οἷος καὶ ὁ Χαιρεφῶν, καὶ τρισάθλιον.

### book 1111b

ἀμέλει] ἀφροντίστει.

### book 1111c

κομιεῖ] λάβῃς.

### book 1111d

δεξιόν] ἐπιτήδειον.

### book 1112

κακοδαίμονα] λάβῃς.

### book 1114

ταῦτα] εἰς.

### book 1115a

τοὺς κριτὰς ἃ κερδανοῦσιν: ὁ χορὸς τῶν Νεφελῶν φησι πρὸς τοὺς θεατάς· διὰ τοὺς κριτὰς βουλόμεθα ὑμῖν φράσαι, ἃ κερδανοῦσιν ἐκ τῶν δικαίων, ἢ βουλόμεθα ὑμῖν τοῖς θεαταῖς φράσαι, ἃ τοὺς κριτὰς καὶ οἱ κριταὶ κερδανοῦσιν ἐκ τῶν δικαίων, ἤν τι τόνδε τὸν χορὸν ὠφελῶσιν. ὁ νοῦς τοῦ παρόντος χωρίου τοιοῦτός ἐστιν· ἃ βούλονται οἱ ποιηταὶ αὐτοῖς γίνεσθαι, ὑπεμφαίνουσι καὶ λέγουσι τοῖς χοροῖς αὐτοῖς χρώμενοι ὡς οἰκείοις προσώποις. νῦν οὖν ὁ Ἀριστοφάνης ἐφιέμενος νίκης διὰ τοῦ χοροῦ φησι πρὸς τοὺς θεατάς· βουλόμεθα ὑμῖν φράσαι, ὅσα κερδανοῦσιν οἱ κρινοῦντες ἡμᾶς τῶν ἀκροατῶν νίκης ἀξίους. πρῶτα γὰρ ἐὰν ἐν καιρῷ τοῦ ἀρότρου ἀροτριᾶτε,

### book 1115a

πρώτοις ὑμῖν ὕσομεν, καὶ ὅσα φησὶ τροπικῶς γεωργικῶς. τὸ δὲ φανερὸν τῆς ἐννοίας καὶ ἀσχημάτιστον τοιοῦτόν ἐστιν· οἳ ἐμὲ τῶν ἀκροατῶν ἄξιον νίκης ἐροῦσι τῇ παρούσῃ κρίσει, κἀγὼ αὐτῶν ποτε ὑπερλαλήσω μυρία, εἴτε δημοσίαν ἀρχὴν μέλλουσιν ἐγχειρίζεσθαι ἢ ἐπιγαμίας ποιεῖν. κἂν κατ’ αὐτῶν τις χολᾷ, ἐγὼ ἐκείνῳ ἀντιπεσοῦμαι καὶ ὑπερμαχήσω αὐτοῦ. ἢν δ’ ἀτιμάσῃ ἐμὲ καὶ ἡττηθῆναι ποιήσῃ, διαβαλῶ αὐτὸν κωμῳδῶν, ὡς μήτ’ ἀρχῆς ἐπαξίας μήτε γάμου προσφόρου τυχεῖν. ὁ νοῦς οὗτος σύμπας ἐστίν, ἵνα μὴ μακρηγορῶ.

### book 1115b

τοὺς] διά.

### book 1115c

τοὺς κριτὰς] οἱ κριταί.

### book 1115d

1115] παράβασις.

### book 1116a

ἐκ τῶν δικαίων] κατὰ τὸν τοῦ δικαίου λόγον.

### book 1116a,col 2

ὑμεῖς] ἡμεῖς.

### book 1116b

τῶν δικαίων] τοῦ δικαίου.

### book 1120a

πιέζειν] ἀφανίζειν.

### book 1120b

ἐπομβρίαν] ὥστε πιέζειν τοὺς ἀγρούς.

### book 1122

οἷα] ὁποῖα πάθη.

### book 1125a

ἀποκεκόψονται] ἀποθραυ‐ σθήσονται.

### book 1125b

σφενδόναις] στρογγυλαῖς χαλάζαις.

### book 1127

χαλάζαις] διαλέξεσι, ὑβρί‐ σεσι.

### book 1129a

ὕσομεν τὴν νύκτα πᾶσαν: ἀεὶ λαθραίως κατ’ αὐτοῦ λέγοιμεν.

### book 1129b

ὕσομεν τὴν νύκτα] ἤγουν ὕβρεις ἐπάγειν αὐτῷ λαθραίως.

### book 1130a

τυχεῖν ὢν: ἀντὶ τοῦ “εἶναι”· παρέλκον.

### book 1130b

ἐν Αἰγύπτῳ] διότι οὐ βρέχει, ἢ ὅτι ἔχει λῃστάς.

### book 1130c

τυχεῖν ὢν] ἀντὶ τοῦ “εἶ‐ ναι”.

### book 1131a

πέμπτη, τετράς, τρίτη: ἐντεῦθεν μετὰ τοὺς τετραμέτρους ἰαμβικὰ τρίμετρα κγʹ. ὁ Στρεψιάδης δὲ τοὺς δανειστὰς πτοούμενος καὶ τὴν καταβολὴν τῶν χρεῶν καὶ τῶν τόκων, ἀριθμεῖ τὰς τῆς σελήνης ἡμέρας καὶ σκοπεῖ, πότε αὐτῆς ἡ τριακοστὴ ἐπισταίη, ἡ καὶ ἕνη καὶ νέα καλουμένη, ὅτε εἰς δικαστήρια τοὺς χρεώστας εἷλκον οἱ τότε δανείζοντες, καί φησιν ἀριθμῶν· ἡ δεῖνα καὶ δεῖνα καὶ δεῖνα ἡμέρα, εἶτα ἡ ἕνη τε καὶ νέα τῆς σελήνης, ἣν καὶ πτοοῦμαι καὶ μισῶ. τότε γὰρ οἱ τοκογλύφοι καὶ δανεισταὶ κινοῦντες δικαστήρια ἕλκουσι καὶ ἀπολέσαι με ἀπειλοῦσιν. ἐμοῦ δὲ μικρὰ καὶ δίκαια αἰτουμένου, εἰς τὰ μὲν βραχὺν ἀναμεῖναι, τὸ δὲ λαβεῖν, τὸ δὲ συγχωρῆσαι, οὐ θέλουσιν, οὐδὲ πείθονται,

### book 1131a

ἀλλὰ λοιδοροῦσί με ὡς ἄδικον. νῦν οὖν δικαζέσθωσαν, εἰ Φειδιππίδης μεμάθηκεν. καὶ ταῦτα εἰπὼν ἄπεισιν ἐς τοῦ Σωκράτους σάκκον ἀλεύρου ἐκείνῳ κομίσας, καὶ μεμαθηκότα τὸν υἱὸν λαβὼν ὑποστρέφει σκιρτῶν. οὗτος ὁ σύμπας νοῦς τοῦ παρόντος χωρίου λόγου ἐστίν.

### book 1131b

οὕτω ἠρίθμουν οἱ Ἀθη‐ ναῖοι. τὰς μὲν ἀπὸ νεομηνίας ὁμοίως ἡμῖν ἀριθμοῦσιν· αʹ, βʹ, γʹ, δʹ καὶ καθεξῆς ἕως δεκάτης, εἶτα ιαʹ, ιβʹ, ιγʹ ἕως εἰκάδος, εἶτα, ἣν ἡμεῖς καʹ, θʹ φθίνοντος αὐτοί φασιν, εἶτα ηʹ ἕως ἕνης τε καὶ νέας. τὴν δὲ κβʹ Ἀθηναῖοι θʹ φθίνοντος ἐκάλουν καὶ τὴν εἰκοστὴν τρίτην ηʹ φθίνοντος καὶ τὴν κδʹ ζʹ καὶ 〈τὴν〉 κεʹ ϛʹ καὶ τὴν κϛʹ εʹ καὶ τὴν κζʹ δʹ φθίνοντος καὶ τὴν κηʹ γʹ καὶ τὴν κθʹ βʹ φθίνοντος, εἶτα τὴν τριακο‐ στὴν ἕνην τε καὶ νέαν.

### book 1131b,col 2

νῦν δὲ τὸ περὶ τῶν ἡμερῶν τῆς σελήνης σαφηνιστέον μοι. πέμπτη, τετράς: Ἀθηναῖοι τὰς σεληναίας ἡμέρας εἰς τρεῖς δεκάδας διῄρουν. καὶ τὰς μέχρι μὲν τῆς πρώτης δεκάδος οὕτως ἠρίθμουν, ὥσπερ ἡμεῖς, ἢ πρώτη ἱσταμένου καὶ κα‐ θεξῆς, πρώτη, βʹ, τριάς, ἕως δεκά‐ της, ἣν πρώτην δεκάδα καὶ δεκάτην ἱσταμένου ἐκάλουν. ἐντεῦθεν δὲ μέχρι τῆς εἰκοστῆς, ἥτις ἐστὶ καὶ δευτέρα δεκάς, οὕτω· τὴν ἑνδεκάτην λέγοντες πρώτη ἐπὶ δέκα ἢ πρώτη ἐπὶ δεκάδι, δευτέρα ἐπὶ δεκάδι, τρίτη ἐπὶ δέκα, τετάρτη ἐπὶ δέκα, εʹ ἐπὶ δέκα, καὶ τὴν ἑκκαιδεκαταίαν μέχρι τῆς ἐν‐ νεακαιδεκάτης, ἢ ϛʹ, ζʹ, ηʹ, θʹ πρὸς δέκα. ἢ τὴν ἑκκαιδεκαταίαν μὲν ἕκτην δευτέραν, τὴν ιζʹ ἑβδόμην δευτέραν, ὀγδόην δευτέραν, θʹ δευτέ‐ ραν. τὴν δὲ εἰκοστὴν μεγάλην εἰκάδα καὶ δεκάδα φθίνοντος. ἐκ δὲ τῆς καʹ μέχρι τῆς κθʹ οὕτως ἔλεγον καὶ ἠρίθμουν· ἐννάτη φθίνοντος ἡ εἰκο‐

### book 1131b,col 2

στὴ πρώτη, ὀγδόη φθίνοντος, ζʹ φθίνοντος, ϛʹ φθίνοντος, εʹ φθίνοντος, δʹ φθίνοντος, γʹ φθίνοντος, βʹ φθί‐ νοντος, πρώτη φθίνοντος ἡ εἰκοστὴ ἐννάτη, ἕνη δὲ καὶ νέα ἡ λʹ. ταῦτα μὲν εἶπον, ὡς οἱ πρίν· νῦν δὲ καὶ τοῦτο τζετζικώτερον διδακ‐ τέον μοι. Ἀθηναῖοι τὰς τῆς σελήνης ἡμέρας εἰς τρεῖς δεκάδας διῄρουν, πρώτην, δευτέραν καὶ τρίτην. καὶ ἀπὸ μονά‐ δος αὐτῆς μέχρι δεκάδος πάντας τρισσῶς τοὺς ἀριθμοὺς ἔλεγον· πρώ‐ τη μονὰς, δευτέρα μονὰς ἡ ἑνδεκάτη, τρίτη μονὰς ἡ καʹ· πρώτη δυὰς ἡ δευτεραία τῆς σελήνης, δευτέρα δυὰς ἢ μέση δυὰς ἡ δωδεκάτη, τρίτη δυὰς ἡ εἰκοστὴ δευτέρα. οὕτω καὶ πάντας τοὺς ἀριθμοὺς μέχρι τῶν δέκα τριπλῶς ἠρίθμουν. ἢ πρώτας, δευτέ‐ ρας καὶ τρίτας μονάδας, δυάδας, τριάδας καὶ τὰ λοιπὰ λέγοντες, ὡς καὶ πρώτην δεκάδα, δευτέραν δεκάδα τὴν κʹ, τρίτην δεκάδα τὴν τριακοστήν, ἤτοι τὴν ἕνην καὶ νέαν. ἢ τὰς ἀπὸ

### book 1131b,col 2

τῆς πρώτης μονάδος μέχρι καὶ ὅλης αὐτῆς τῆς πρώτης δεκάδος πρώτας μονάδας, δυάδας, τριάδας, δεκάδας ἢ ἱσταμένου ἔλεγον. τὰς ἀπὸ ἕνδεκα δὲ καὶ μέχρι τέλους αὐτῆς κʹ ἢ ὡς καὶ ἡμεῖς ταύτας ἐκάλουν· πρώτη ἐπὶ δέκα, βʹ ἐπὶ δέκα, ἐννάτη ἐπὶ δέκα, ἢ δευτέρας ἢ μέσας μονάδας, ἐννάδας, ὡς καὶ τὰς εἰκάδας αὐτῆς ἢ δευτέρας ἢ μέσας δεκάδας ἢ μεγάλας εἰκάδας ἢ δεκάδας φθίνοντος. ἀπὸ γὰρ ἑκκαιδεκαταίας μέχρι καὶ κθʹ τὸ “φθίνοντος” προσετίθουν. τὴν κʹ οὖν, ὡς ἔφην, ἢ μεγάλην εἰκάδα ἐκάλουν ἢ δευτέραν δεκάδα ἢ μέσην δεκάδα ἢ δεκάδα φθίνοντος. τὴν καʹ δὲ οὐχὶ ἐννάτ〈ην〉 φθίνοντος, ὡς οὗτοι εἰπεῖν ἠπατήθησαν ἐκ τοῦ πέμπτη, τετράς, γʹ, βʹ, ἕνη, καὶ τὰς λοιπὰς ἐντεῦθεν, ὥσπερ ἐνόμισαν·

### book 1131b,col 2

ἀλλὰ πρώτης ἱσταμένου λεγομένης τῆς πρώτης καὶ τῆς ιαʹ, τὴν καʹ πρώτην φθίνοντος, τὴν κβʹ δευτέραν φθίνοντος καὶ καθεξῆς, ὡς καὶ τὴν κθʹ ἐννάτην φθίνοντος ἔλεγον, τὴν δὲ τριακοστὴν ἔννην καὶ νέαν, ἔνην ὡς πάλιν πρώτην μονάδα, νέαν ὡς ἀρχηγὸν ἑτέρου κύκλου σελήνης, οὕνεκεν ὀλλυμένη περ ἀέλπτως γίνεται αὖθις, ὡς Ὀρφεὺς ἐν Ἐφημερίσι φησίν. ὃ δέ φησι Στρεψιάδης, καὶ αὐτοὺς ἀπατῆσαν τοιαῦτα εἰπεῖν καὶ ἡμᾶς φλυαρῆσαι μακρηγοροῦντας, τοιοῦ‐ τόν ἐστιν. εἰς κϛʹ σελήνης παράγεται τῷ κωμικῷ Στρεψιάδης λέγων ταυτί· πέμπτη, τετρὰς καὶ τὰ λοιπά. ἤτοι ἐκ τῆσδε τῆς σεληναίας εἰκοστῆς ἕκτης, ἀριθμουμένης καὶ αὐτῆς, μέχρι τῆς λʹ, τῆς καὶ ἕνης καὶ νέας,

### book 1131b,col 2

ἀπολείπονταί μοι πέντε ἡμέραι, ἐκ τῆς αὔριον δὲ τέσσαρες, εἶτα τρεῖς, δύο καὶ ἡ ἕνη, ἣν καὶ πέφρικα καὶ βδελύττομαι. οὕτως ἡ ἀλήθεια ἐξη‐ γηθῆναι καὶ σαφὴς ἦν καὶ σύντομος.

### book 1131c

πέμπτη] κϛʹ.

### book 1131d

τετράς] κζʹ.

### book 1131e

τρίτη] κηʹ.

### book 1131f

δευτέρα] κθʹ.

### book 1131g

δευτέρα] †εἶναι†.

### book 1133

βδελύττομαι] μισῶ.

### book 1134

ἕνη τε καὶ νέα] ἤγουν ἡ τριακοστή.

### book 1135

οἷς] ἀπ’ ἐκείνων.

### book 1136a

πρυτανεῖα: ἐκβιβαστήρια δίκης. ἐλάμβανον δὲ ταῦτα οἱ πρυτάνεις. ὁ δὲ νοῦς· λέγει· ἐκβιβαστήρια δίκης ποιήσει με δοῦναι τοῖς πρυτάνεσι βαρύτατα.

### book 1136b

θήσειν (sic)] κινήσας.

### book 1136c

πρυτανεῖ’] δημόσια ἢ πα‐ λάτια.

### book 1138

τὸ μέν τι] τοῦ χρέους.

### book 1145a

ἠμί] γρ. φημὶ ἠμί πως.

### book 1145b

Στρεψιάδην ἀσπάζομαι] φιλόσοφος χαιρετισμός.

### book 1146a

τουτονὶ: θύλακον ἀλεύρου μεστὸν δίδωσι τῷ Σωκράτει. λαβέ: λάβε· ἀττικῶς.

### book 1146b

τουτονὶ] τὸν θύλακα μεστὸν ἀλεύρου.

### book 1147a

χρὴ γὰρ ἐπιθαυμάζειν τὸν διδάσκαλον: ἤτοι θαυμάζοντα αὐτὸν καὶ διδόναι τι.

### book 1147b

ἐπιθαυμάζειν τι] μεταδι‐ δόναι τι.

### book 1149

ὃν ἀρτίως: ἀττικῶς ἄρτι ἀντὶ τοῦ “νῦν”, ἀρτίως δὲ ἀντὶ τοῦ “πρὸ μικροῦ”. ἡμεῖς δὲ ἄρτι κυρίως τὸ “νῦν” φαμεν, ἀρτίως δὲ τὸ “ὑγιῶς καὶ ὁλοκλήρως”.

### book 1150a

ὦ παμβασίλεια: δαίμονά τινα Ἀπαιόλην ἤτοι παραλογιστικὴν καὶ ἀπατητικὴν ὁ Στρεψιάδης πλάττει καὶ ταύτῃ χαίρει θαρρῶν καὶ τὰς ἐλπίδας ἀνατιθείς.

### book 1150b

ἀδικία· ἀπὸ τοῦ “ἀπαι‐ ολεῖν” καὶ κινεῖν καὶ στερεῖν.

### book 1150c

παραλογισμός.

### book 1150d

Ἀπαιόλη] ἀπάτη.

### book 1153

παρῆσαν] παρῶσι.

### book 1154a

τὰν] τήν.

### book 1154b

ὑπέρτονον] μεγαλόηχον, τὴν ὑπὲρ τὸν ἐμὸν τόνον.

### book 1155

ὀβολοστάται] καμπανισταί.

### book 1156a

ἀρχεῖα: χάρται, λίβελλοι, δικαστήρια. καὶ τόκοι τόκων: ὑπερηυ‐ ξημένων γὰρ τῶν τόκων καὶ πολλῶν γινομένων καὶ ὑπὲρ τούτων οἱ δανεισταὶ καὶ ἐνέχυρα καὶ τόκους ἀπῄτουν.

### book 1156b

ἀρχεῖα] χάρται καὶ λίβελλοι.

### book 1160a

ἀμφήκει γλώττῃ: ἀμφοτερόγλωσσος, εὔστομος, περιδέξιος (1161) γεγονώς. πρόβολος: προεστώς, βοηθὸς ἐμοῦ, πύργος, ἀσφάλεια. (1162) λυσανίας: λύων θλίψεις πολλῶν δυσχερῶν πατρικῶν. τὰ δὲ τοιαῦτα δριμέα γελαστά εἰσι καὶ ψυχρὰ καὶ καταφοραῖς καὶ σφοδρότησι πρέποντα καὶ γελοιώδεσι καὶ κωμικοῖς λόγοις. ἀλλαχοῦ δὲ πανταχοῦ ἀθυρματώδη τε καὶ γελοῖα, οὗτος δὲ τὰ Σοφοκλέους διασύρων ταῦτά φησιν. λέγει γὰρ Σοφοκλῆς· “Ζεὺς ἄνοστος ἄγοιτο νικομάχαν καὶ παυσανίαν καὶ Ἀτρείδαν”.

### book 1160b

ἀμφήκει] ἀμφοτέρωθεν ἠκονημένῃ.

### book 1161

πρόβολος] βοηθός.

### book 1162

λυσανίας] λύων τὰς ἀνίας.

### book 1165

ὦ τέκνον: ὡς χρειώδη νῦν τῷ καιρῷ τὰ τοῦ Εὐριπίδου παραλαμβάνει, ἅμα καὶ διασύρων αὐτὰ εἰς εὐτέλειαν.

### book 1166

ἄϊε] ἄκουε.

### book 1170a

ἰοῦ ἰοῦ: ἐπὶ χαρᾶς περισπᾶται, σχετλιαστικὸν δὲ ὀξύνεται. πᾶσα γὰρ δίφθογγος τελικὴ εἰς υ λήγουσα καὶ ἐφ’ ἑαυτῆς ἔχουσα τὸν τόνον περισπᾶ‐ ται. σεσημείωται τρία ταῦτα· τὸ “ἰδού” ἀντὶ τοῦ “ἄρτι”, τὸ “ἰού” σχε‐ τλιαστικόν, τὸ “οὔ” ἀπαγορευτικόν. ἐκεῖνα δὲ ὀξύνεται πρὸς ἀντιδιαστολὴν τούτων· τοῦ “ἰδοῦ” ἀντὶ τοῦ “θέασαι” ἀττικῶς, “ἰοῦ” τοῦ βέλους καὶ τῆς ἰώσεως, καὶ “ἰοῦ” τοῦ “ἑνός”, καὶ “ἰοῦ”, ὡς νῦν, χαρμοσύνου ἐπιρρήματος, καὶ “οὗ” τοῦ “οὕτινος”.

### book 1170b

ἰοῦ p.i.m.] τὸ “ἰοῦ” ἐπὶ χαρᾶς περισπᾶται, [τὸ] δὲ σχετλια‐ στικὸν [ὀ]ξύνεται.

### book 1171

τὴν χροιὰν ἰδών: θεασάμενός σε ὠχρὸν ὡς φιλόσοφον. τὰ διὰ τοῦ οια καθαρὰ δισύλλαβα θηλυκὰ διφθόγγῳ μὲν παραληγόμενα ὀξύνεται· χροιά, ῥοιά, ποιὰ καὶ τὰ ὅμοια, μονοφθόγγῳ δὲ βαρύνεται· χρόα, ῥόα, πόα. Ἀττικοὶ δὲ καὶ τὰ διφθόγγῳ παραληγόμενα βαρύνουσιν ἤτοι παροξύνουσι· χροία γὰρ καὶ ῥοία καὶ ποία φασίν.

### book 1172a

ἰδεῖν] κατὰ τὸ εἶδος.

### book 1172b

ἐξαρνητικὸς] ἀρνεῖσθαι δυ‐ νάμενος.

### book 1173

καὶ τοῦτο τοὐπιχώριον ἀτεχνῶς καὶ φανερῶς, ἐπανθεῖ καὶ ἐπιφαίνεται, τῇ χροιᾷ σου, ἤτοι ἐκ τῆς χροιᾶς σου καὶ φιλοσόφου ὠχρότητος φαίνῃ, ὅτι ἐξαρνητικὸς καὶ ἀποστερητικὸς γέγονας καὶ πρὸς τοὺς δόντας σοί τι μέλλεις ἀπαρνούμενος καὶ ἀποτρέπων αὐτοὺς καὶ ἀποσοβῶν προσποιεῖσθαι αὐτοὺς μὴ γινώσκειν καὶ τῷ καθενὶ αὐτῶν λέγειν· τί λέγεις σύ; ὅπερ ἐπιχωριάζει καὶ γίνεται πολὺ ἐν ταῖς Ἀθήναις.

### book 1174a

ἀτεχνῶς] ἀκριβῶς.

### book 1174b

ἐπανθεῖ] ἀκμάζει.

### book 1175

κακουργοῦντ’ οἶδ’] γρ. κακουργοῦνθ’ οἷα.

### book 1176a

ἀττικὸν βλέπος: ἔνεστι δὲ καὶ τῷ προσώπῳ σου βλέπος καὶ βλέμμα, ἀττικὸν καὶ ἀθηναῖον, ἤτοι πανοῦργον. τὸ “βλέπος” δέ, τὸ βλέμμα, μεταπλασμός· πάντες δὲ οἱ μεταπλασμοὶ ἀττικῆς εἰσι διαλέκτου.

### book 1176b

[δι]ασύρει τοὺς [Ἀτ]τι‐ κοὺς ὡς πανούργους.

### book 1176c

προσώπου] σου.

### book 1176d

ἀττικὸν βλέπος] πανοῦρ‐ γον βλέμμα.

### book 1177a

νῦν οὖν ὅπως σώσεις με: νῦν οὖν—ἀττικῶς λείπει τὸ “φρόντι‐ σον”—ὅπως καὶ ἵνα σώσεις με, σώσῃς με ἀντὶ τοῦ “ἵνα σώσῃς με”, ἢ φρόντισον, ὅπως καὶ πῶς σώσεις ἐμέ, ἐπεὶ καὶ ἀπώλεσας. διὰ σὲ γὰρ πρὶν ἁρματηλατοῦντα τόσοις περιπέπτωκα χρέεσιν.

### book 1177b

ὅπως] φρόντιζε.

### book 1177c

κἀπώλεσας] σύ.

### book 1178

φοβεῖ δὲ δὴ τί: καὶ ὁ Στρεψιάδης· “τὴν ἕνην τε καὶ νέαν”. καὶ (1179) ὁ Φειδιππίδης· ἔστι τις ἡμέρα διττοῖς ὀνόμασι καλουμένη; παραγράφεται τὴν ἡμέραν ἐκ τῆς διπλῆς αὐτῆς κλήσεως λέγων· τί φής, ὦ πάτερ; ἔστι τις ἡμέρα διοκλητιανὴ καὶ κλήσεις ἔχουσα δύο, ἵνα καὶ Τζέτζης, ὡς Παῦλος τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς Ἕλλησιν ὡς Ἕλλην, τοῖς παίζουσιν ὡς παίζων καὶ τοῖς κωμικοῖς ὡς κωμικὸς φαίνοιτο γράφων. καὶ ὁ Στρεψιάδης ἐλλιπῶς (1180) διὰ συντομίαν φησὶν ἀττικῶς· ναὶ τέκνον, ἔστιν ἡμέρα ἕνη καὶ νέα, εἰς ἥν γε θήσειν λέγουσί μοι πρυτανεῖα, χάρτας, δικαστήρια, μᾶλλον δέ, ὡς πρὸ βραχέος εἰρήκειν, εἰς ἣν οἱ δικασταὶ ἀπειλοῦσί μοι, ὡς μέλλω δοῦναι βαρύτατα σπόρτουλα, ἤτοι τῆς δίκης ἐκβιβαστήρια, τοῖς πρυτάνεσιν· οἵτινες πρυτάνεις (1181) τῷ τότε δημοσίου τύπον καὶ τόπον ἐπεῖχον. ἀπολοῦνται, φησὶν ὁ Στρεψιάδης, καὶ ζημιωθήσονται, αὐτοὶ θέντες καὶ κινήσαντες τὰ τοιαῦτα, ἢ ἀπολοῦνται καὶ ζημιωθήσονται, αὐτοὶ οἱ ταῦτα κινήσαντες.

### book 1180a

ἥν] ἤγουν τὴν ἕνην τε καὶ νέαν.

### book 1180b

γε] ναί.

### book 1180c

τὰ πρυτανεῖά] τοὺς χάρτας.

### book 1180d

τὰ πρυτανεῖά] καὶ εἰς τὰ δημόσια.

### book 1181a

ἀπολοῦντ’] ζημιωθήσονται.

### book 1181b

αὖθ’] αὐτά.

### book 1181c

θέντες] θέντε: τὸ δυϊκὸν ἀντὶ πληθυντικοῦ.

### book 1184

γυνή] ἡ.

### book 1185a

καὶ μὴν νενόμισται: ὁ Στρεψιάδης εἰπόντος τοῦ Φειδιππίδου μὴ δύνασθαι εἶναι μίαν ἡμέραν δύο, ὥσπερ οὐ δύναται ἡ αὐτὴ καὶ μία γυνὴ γραῦς τε εἶναι καὶ νέα, φησί· καὶ μὴν νενόμισται εἶναι ἕνην καὶ νέαν. καὶ πάλιν ὁ Φειδιππίδης τῷ ἀλιτηρίῳ ἄριστα μεμιμημένος ῥήτορα δικηγόρον φησίν· οὐ γὰρ ἴσασιν ὀρθῶς, ὅ τι νοεῖ, ἤγουν οὐ γινώσκουσιν ὀρθῶς, ὅ τι σημαίνει, ἀντὶ τοῦ “τί σημαίνει”. καὶ ὁ Στρεψιάδης· νοεῖ δὲ καὶ σημαίνει τί; κἀκεῖνος πάλιν, ὡς οἱ ῥήτορες οἱ τὰ νομοθετῶν μόνα εἰδότες ὀνόματα, τοὺς νόμους δὲ οὐδαμοῦ, κομψεύεται καὶ λαμυρῷ λαβράζει τῷ στόματι λέγων πρὸς τοὺς ἀκούοντας· “ὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος τὴν φύσιν”.

### book 1185a

(1188) τὸ “οὐδὲν πρὸς τὴν ἕνην” ὑποβολὴ Στρεψιάδου ἐστὶ λέγοντος· οὐδὲν ὃ λέγεις λυσιτελεῖ πρὸς τὴν ἕνην καὶ νέαν. οὕτω δ’ εἶχεν ἀνυποβλήτως ἡ τοῦ λόγου συνέπεια· ὁ Σόλων ὁ παλαιὸς ἦν τό· ἐκεῖνος οὖν τὴν ἕνην καὶ νέαν τῇ μιᾷ τέθεικεν ἡμέρᾳ, ἵνα αἱ θέσεις τῶν δικῶν καὶ τὰ δικαστήρια γίνοιντο τῇ νουμηνίᾳ. βούλεται γὰρ δύο ἡμέρας ταῦτα δεῖξαι ὄντα, οὐ μίαν, ἕνην μὲν τὴν τριακοστήν, νέαν δὲ τὴν νουμηνίαν.

### book 1185b

νενόμισταί] τοῖς νόμοις δοκεῖ.

### book 1185c

οἶμαι] ὑπολαμβάνω.

### book 1186a

ὀρθῶς] κατὰ ἀλήθειαν.

### book 1186b

νοεῖ (pr.)] νοεῖν δίδωσι.

### book 1186c

νοεῖ (alt.)] σημαίνει.

### book 1187

τὴν φύσιν] κατά.

### book 1188a

τουτὶ] τοῦτο.

### book 1188b

πω] ὁποῖον.

### book 1188c

πρὸς] ἁρμόζει.

### book 1191a

αἱ θέσεις] αἱ καταβολαί, τὰ δικαστήρια.

### book 1191b

τῇ] ἐν.

### book 1192

ἵνα δὴ τί τὴν ἕνην προσέθηκεν· ὁ Στρεψιάδης· ἵνα τί δή, διὰ τί, φησί, τὴν ἕνην προσέθηκεν; καὶ Φειδιππίδης· ἵνα, ὦ μάταιε, παρόντες καὶ παραστάντες, οἱ φεύγοντες καὶ κατηγορούμενοι, ἐν τῷ δικαστηρίῳ ἡμέρᾳ μιᾷ πρότερον καὶ πρὸ μιᾶς ἡμέρας, ἤτοι τῇ τριακοστῇ, συμβάσεσιν ἑκουσίαις διαλύοιντο, εἰ δὲ μή, τῇ νουμηνίᾳ νεομηνίᾳ δικαζόμενοι βιαίως ἀπαιτούμενοι ἀποδιδοῖεν ἃ κεχρεωστήκασιν.

### book 1193a

παρόντες] ὑπάρχοντες.

### book 1193b

οἱ φεύγοντες] οἱ κατηγο‐ ρούμενοι.

### book 1195a

ἕωθεν] συνήθεια ἦν.

### book 1195b

ὑπανιῷντο] θλίβοιντο.

### book 1195c

τῇ] ἐν.

### book 1196a

πῶς οὐ δέχονται τὰ πρυτανεῖα, φησί, τῇ νουμηνίᾳ, ἀλλὰ τῇ ἕνῃ καὶ νέᾳ, ἤτοι τῇ τριακοστῇ; τουτέστι πῶς τὸ ἔθος ἐκεῖνο τὸ παλαιόν, μᾶλλον δὲ ὁ νόμος ἐκεῖνος, οὐ κρατεῖ νῦν καὶ πρὸ μιᾶς ἡμέρας τῆς νουμηνίας ἤτοι τῇ τριακοστῇ ἑκόντες ἀλλήλοις συνέρχονται καὶ ἢ διαλύονται ἢ τῇ ἐπαύριον ἤτοι τῇ νουμηνίᾳ ἕλκονται καὶ ἀποδιδοῦσι τὰ ὀφειλόμενα, ἀλλ’ εὐθέως ἐν μιᾷ ἡμέρᾳ, τῇ τριακοστῇ, πάντα γίνονται;

### book 1196b

τῇ] ἐν.

### book 1197a

ἕνην λέγει τὴν λʹ, νέαν δὲ τὴν νουμηνίαν.

### book 1197b

ἀρχαὶ] καὶ ἐξουσίαι.

### book 1197c

πρυτανεῖ’] διδόμενα.

### book 1197d

ἕνῃ τε καὶ νέᾳ] ἤγουν τῇ λʹ.

### book 1198a

καὶ πάλιν πρὸς αὐτό φησι Φειδιππίδης· δοκοῦσί μοι παθεῖν ὅπερ οἱ προτένθαι. ὁ “γάρ” σύνδεσμος περιττός. προτένθαι δὲ λέγονται οἱ γαστρί‐ μαργοι καὶ ὀξυπεινεῖς. οὕτω, φησί, καὶ οἱ νῦν δικασταὶ τοὺς προτένθας τούτους μιμούμενοι καὶ θέλοντες τὰ πρυτανεῖα καὶ τὰ διδόμενα ὑπὲρ δικῶν ἐκβιβάσεως τάχιον λαμβάνειν καὶ πρὸ τοῦ νενομισμένου καιροῦ προὐτένθευσαν καὶ ὥσπερ προελαιμάργησαν καὶ προεζήτησαν καὶ προζητοῦσιν ἀεὶ ταῦτα καὶ προαρπά‐ ζουσιν, ἡμέρᾳ μιᾷ ἤτοι τῇ ἕνῃ τῇ καὶ τριακοστῇ μὴ καρτεροῦντες ἐνστῆναι τὴν νουμηνίαν.

### book 1198b

ὅπερ] ποιοῦσιν.

### book 1198c

δοκοῦσί] φαίνονται.

### book 1198d

παθεῖν] ποιεῖν.

### book 1199a

πρυτανεῖ’] διδόμενα.

### book 1199b

ὑφελοίατο] κλέπτοιεν.

### book 1200

προὐτένθευσαν] ἐλαιμάρ‐ γησαν.

### book 1201a

εὖ γ’ ὦ κακοδαίμονες: ὁ Στρεψιάδης τῆς εὐστομίας καὶ τῶν λαμυρῶν λόγων ἀκηκοὼς Φειδιππίδου εὐδαιμονίζει μὲν ἑαυτόν, ταλανίζει δὲ τοὺς δεδανεικότας αὐτῷ καί φησιν· εὖγε καὶ καλῶς, ἐμοὶ δηλονότι. εἶτα καὶ πρὸς τοὺς δανειστὰς ἀπόντας ὡς πρὸς παρόντας διαλεγόμενος, ὃ τοῦ ἤθους ἐστί, λέγει· τί κάθησθε ἀβέλτεροι, ἀπαίδευτοι, ἀμαθεῖς, ἀφυεῖς, ἀνεπιτήδειοι, μὴ τοῦ σκοποῦ ἐπιτυγχάνοντες ὡς οἱ καλῶς βάλλοντες τοξόται, ἀλλὰ πόρρω, μηδ’ ἴκταρ σκοποῦ τὰς ἐπαφέσεις τῶν τοξευμάτων ποιούμενοι, τί κάθησθε καὶ οὐ συγκροτεῖτε καθ’ ἡμῶν δικαστήρια;

### book 1201b

εὖ γ’] καλῶς ὑπάρχει ἐμοί.

### book 1201c

κακοδαίμονες] πρὸς τοὺς δανειστάς.

### book 1201d

ἀβέλτεροι] ἀνόητοι.

### book 1202a

ἡμέτερα κέρδη τῶν σοφῶν: οἵτινες εἰς κέρδος ἐμοὶ δεδανείκατε τὰ ὑμέτερα πράγματα. τῇ γὰρ σοφίᾳ καὶ λόγων ταῖς πιθανότησι τοῦ ἐμοῦ υἱοῦ Φειδιππίδου κέρδος ἐμὸν ταῦτα πάντα ποιήσομαι μηδὲν τῶν χρεῶν ὑμῖν ἀποδούς.

### book 1202b

ὦ ὄντες ὄντε τῷ ἀριθμῷ μόνον ἄνθρωποι, Πασίας, Ἀμυνίας καὶ ἕτεραι κλήσεις, νοῦν δὲ ἀνθρώπων μὴ ἔχοντες, ἀλλὰ κτήνη, πρόβατα, ἀμφορεῖς καὶ κέραμοι οἴνου μεστοί, λίθοι. τὰ μέτρα χρῄζων γράφε, ὡς οἱ πρὸ ἡμῶν γράφοντες.

### book 1202c

ἡμέτερα κέρδη] οἵτινες εἰς κέρδη ἐμοὶ δεδανείκατε.

### book 1202d

τῶν σοφῶν] ἡμῶν.

### book 1202e

ὄντες] ὦ.

### book 1203a

ἀριθμός p.i.m.] μόνον τῷ ἀριθμῷ ἄνθρωποι, νοῦν δὲ ἀνθρώπων μὴ ἔχοντες.

### book 1203b

ἄλλως] γρ. ἄλως.

### book 1203c

ἀμφορεῖς] ἀμφορῆς.

### book 1203d

ἀμφορεῖς νενησμένοι] κέρα‐ μοι οἴνου μεστοί.

### book 1204

ὥστ’ εἰς ἐμαυτὸν: ὥστε ἐγκώμιον δεῖ με ᾆσαι ἐμαυτῷ καὶ τῷ (1211) υἱῷ μου. ἡνίκα, ὦ τέκνον, τοῖς δανεισταῖς ἀντιλέγων δικαστηρίοις ἐν εὐγλωττίαις καὶ πιθανότησι λόγων τὰς δίκας νικᾷς, ζηλοῦντες ἐμὲ οἱ δημόται, γείτονες καὶ φίλοι, ἢ ζηλοῦντες καὶ φθονοῦντες καταχρηστικῶς, παραχρηστικῶς, ἢ κυρίως ζηλοῦντες καὶ μιμούμενοι, ἢ θαυμάζοντες φήσουσι καὶ εἴπωσιν· ὦ Στρεψίαδες, ἀντὶ τοῦ “ὦ Στρεψιάδη”· οὐ γὰρ ἦν ἡ γενικὴ εἰς ους, Στρεψιάδους, ὡς τὴν κλητικὴν εἶναι Στρεψίαδες, ἀλλὰ τῆς γενικῆς εἰς ου ληγούσης—Στρεψιάδου γὰρ κλίνεται—ἡ κλητικὴ “ὦ Στρεψιάδη” ἐστίν. οὗτος δὲ μεταπλασμῷ οὕτως ἔκλινεν, ὡς ἀπὸ περισπωμένης εὐθείας τῆς Στρεψιαδέης Στρεψιαδῆς, ὡς

### book 1204

Ἡρακλέης Ἡρακλῆς, Στρεψίαδες καὶ Ἥρακλες.

### book 1205a

ᾀστέον] ἡδύ, θαυμαστόν.

### book 1205b

ᾀστέον] δεῖ με ᾆσαι ἐμαυ‐ τῷ καὶ τῷ υἱῷ μου.

### book 1205c

μοὐγκώμιον] γρ. μοι.

### book 1205d

μοὐγκώμιον] ἐγκώμιον.

### book 1206a

μάκαρ] ὦ.

### book 1206b

ὦ] ὑπερβατόν.

### book 1207a

ἔφυς] ὑπάρχεις.

### book 1207b

ὡς] λίαν.

### book 1208

οἷον] ποταπόν.

### book 1209

φήσουσι] εἴπωσι.

### book 1212

ἀλλ’ εἰσαγαγὼν πρῶτον ἑστιάσω σε ἤτοι ἑστιάσει καὶ λαμπρᾷ τραπέζῃ ὑποδέξομαι.

### book 1214a

εἶτ’ ἄνδρα: Πασίας ἢ Ἀμυνίας ὁ δανειστὴς μετὰ μάρτυρος ἐς Στρεψιάδου ἐλθών φησι πρὸς τὸν μάρτυρα· εἶτα—περισσῶς ἀττικῶς—χρὴ ἄνθρωπον προϊέναι καὶ διδόναι καὶ δανείζειν τι τῶν ἑαυτοῦ; καὶ πάλιν μόνος φησίν· οὐδέποτε, ἀλλὰ κρεῖττον ἦν τότε μὴ αἰδεσθῆναι, ἀλλ’ ἀποπέμψασθαι αὐτὸν καὶ μὴ δανεῖσαι ἢ νῦν ἔχειν πράγματα καὶ θορύβους, καὶ σὲ ἄγειν τοῦτον καλέσοντα εἰς δικαστήριον καὶ γενέσθαι με καὶ ἐχθρὸν ἀνδρὶ φίλῳ καὶ συμπολίτῃ καὶ γείτονι. ἀλλὰ καλοῦμαι εἰς δικαστήριον Στρεψιάδη(ν) εἰς τὴν ἕνην τε καὶ νέαν. (1222) καὶ ὁ Στρεψιάδης· μαρτύρομαι καὶ μάρτυρας καλῶ, ἵνα καὶ οὗτοι καταγνοῖεν τῆς ἀμαθίας τοῦτον καὶ τῆς ἀβελτερίας, ὅτι ἐς δύο ἡμέρας εἶπεν ἤτοι τὴν μίαν δύο καλεῖ. (1223) τοῦ χρήματος: βαβαὶ τῆς ἀμαθίας. ταῦτα δὲ ἦν, ἃ μεμάθηκεν ἐκ τοῦ Φειδιππίδου.

### book 1214b

εἶτ’] περισσόν.

### book 1214c

τῶν] ἀπό.

### book 1214d

1214] δανειστὴς πρὸς τὸν μάρτυρα.

### book 1214e

προϊέναι] δανεῖσαι.

### book 1215

1215] καὶ πάλιν μόνος εἰς ἑαυτόν φησιν.

### book 1216a

καὶ σὲ ἄγειν τοῦτον καλέ‐ σοντα εἰς δικαστήριον καὶ γενέσθαι με ἐχθρὸν ἀνδρὶ δημότῃ.

### book 1216b

ἀπερυθριᾶσαι] ἀποπέμ‐ ψασθαι.

### book 1216c

πράγματα] ὀχλήσεις.

### book 1218

κλητεύσοντα] μαρτυρήσοντα.

### book 1219a

πρὸς] σύν.

### book 1219b

δημότῃ] συμπολίτῃ.

### book 1220a

ἀτὰρ] δέ.

### book 1222a

τὴν ... νέαν] ἤγουν τὴν λʹ.

### book 1222b

μαρτύρομαι] ἐκμάρτυρα ποιῶ.

### book 1223a

“τοῦ χρήματος” εἴπομεν ἀντὶ τοῦ “βαβαὶ τοῦ χρήματος” καὶ τοῦ πράγματος, ὅτι τὴν μίαν ἡμέραν δύο ἐκάλεσεν. ἢ οὕτω συντακτέον· Πασίου τοῦ δανειστοῦ εἰπόντος αὐτὸν ἐς τὴν ἕνην καὶ νέαν ἐλθεῖν ἐς τὸ δικαστήριον οὗτός φησι· τοῦ χρήματος; ἀντὶ τοῦ “ἕνεκα τίνος πράγματος;” καὶ ὁ Πασίας· ἕνεκα τῶν δώδεκα μνῶν. ἡ μνᾶ ἑκατόν εἰσι δραχμαί, ἑκάστη δὲ δραχμὴ ὀβολοὶ ἕξ, ὁ ὀβολὸς δὲ κεράτια τρία.

### book 1223b

ἡμέρας] καλεῖν.

### book 1223c

τοῦ χρήματος] φεῦ.

### book 1224

τῶν] περί.

### book 1225a

ψαρὸν: ἢ ὁ ταχύς· ψαυρὸς καὶ ψαρὸς ὁ ψαίρων ψαύων καὶ πλησιάζων καὶ ἰσοδρομῶν τῷ τάχει ταῖς αὔραις καὶ ταῖς πνοαῖς. ἢ ὁ ποικίλος τὴν χροιάν, ὥσπερ οἱ ψᾶρες.

### book 1225b

τὸν ταχύν, ἀπὸ τοῦ ψαί‐ ρειν· ἢ τὸν χρῶμα τοιοῦτον ἔχοντα.

### book 1227a

καὶ νὴ Δία: τοῦ Στρεψιάδου λέγοντος· οὐκ ἀκούετε; ἵππον ὠνησάμην ἐγώ; φησὶν ὁ Πασίας· ναί, καὶ μὰ τὸν Δία ὤμνυες τοὺς θεοὺς ἀποδοῦναί μοι τὸ δάνειον. καὶ ὁ Στρεψιάδης· οὔ, φησί, μὰ τὸν Δία. οὔπω γὰρ ὁ Φειδιππίδης τὸν ἥττονα ἀκατάβλητον ἤγουν τὸν ἀνίκητον λόγον μεμάθηκεν.

### book 1227b

ὄμνυμι, καὶ ὁ παρατατικὸς ὤμνυν, ὤμνυς.

### book 1227c

ἀποδώσειν] τὸ χρέος.

### book 1229

τὸν ἀκατάβλητον] τὸν μη‐ δενὶ κατακλώμενον ἤγουν τὸν ἀήττη‐ τον.

### book 1230

ἔξαρνος: ἀρνητικός. τί γὰρ ἀπολαύσαιμι καὶ κερδήσαιμι ἐκ τοῦ μαθήματος Φειδιππίδου τοῦ υἱοῦ μου;

### book 1232a

καὶ ταῦτ’ ἐθελήσει: καὶ ὁ δανειστής· καὶ διὰ ταῦτα ἂν ὑπακούσῃς ἐμοὶ καὶ ὀμόσῃς τοὺς θεούς, ὅπου γ’ ἂν αὐτὸς εἴπω σοι; καὶ ὁ Στρεψιάδης φησί· ποίους θεοὺς θέλεις ἐπομόσαι σοι; κἀκείνου εἰπόντος· τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ, πάλιν ὁ Στρεψιάδης φησί· νὴ τὸν Δία, ὀμόσω καὶ τρεῖς ἂν ἀποδώ‐ σω σοι ὀβολοὺς ἕνεκα τοῦ ὀμόσαι. Ζεὺς γὰρ οὐκ ἔστιν οὐδ’ ἄλλοι θεοί, Δῖνος δὲ βασιλεύει. καὶ ὁ Πασίας· ἀπόλοιο ἔτι καὶ νῦν ἕνεκα τῆς εἰς τοὺς θεοὺς τόσης ἀναιδείας καὶ ἀσεβείας.

### book 1232b

ἀπομόσαι] τό.

### book 1235a

ὥσπερ ἔχω ζημιωθῆναι τριώβολον, οὕτως ἔχω καὶ τὸ ὀμόσαι· κατ’ οὐδὲν ἥγημαι τοῦτο. ἢ οὕτως· νὴ τὸν Δία, ὀμόσω καὶ τρεῖς ἂν ἀποδώσω σοι ὀβολοὺς ἕνεκα τοῦ ὀμόσαι.

### book 1235b

προσκαταθείην] ζημιω‐ θείην.

### book 1236

ἔτι] πλέον.

### book 1237a

ἁλσὶ διασμηχθεὶς: τοῦ δανειστοῦ ὡς ἀσεβῆ καὶ καταφρονητὴν τῶν θεῶν αἰτιωμένου τὸν Στρεψιάδην ὁ Στρεψιάδης ὡς ἄφρονα καὶ ἀνόητον ἢ παχύδερμον ἢ μεθύοντα τοῦτον διαπαίζων, ὅτι οἴεται εἶναι θεοὺς καὶ ὅτι χρέα δοκεῖ λαβεῖν ἐξ αὐτοῦ· ἁλσί, φησί, καὶ ἐλαίῳ οὗτος περιχρισθεὶς ὄναιτο ἂν καὶ ὠφεληθείη. τουτέστιν εἰ ἐμβροχὴ γένοιτο περὶ τὴν κεφαλὴν αὐτοῦ, τῆς μέθης καὶ τῆς καταφορᾶς καὶ τοῦ κώματος καὶ τῆς παρακοπῆς ἂν τῶν φρενῶν μικρόν τι ἀνασφήλειεν. οὕτω γὰρ ποιοῦντές ποτε τοὺς καταφορικοὺς ἀνακτῶνται. (1238) καὶ τοῦ Πασίου τοῦ δανειστοῦ πρὸς ταῦτα εἰπόντος· οἴμοι ὅτι καταγελᾷς, πάλιν ὁ Στρεψιάδης αὐτὸν διαπαίζων καὶ ἢ ὅλον τὸ σῶμα αὐτοῦ ἀσκῷ παραβάλλων καὶ ὁμοιῶν ἢ μόνην τὴν κεφαλὴν τούτου αὐτοῦ ἀμφορεῖ ὀστρακίνῳ φησίν· ἓξ χοὰς χόας ὅλος οὗτος ὁ ἀσκὸς χωρήσεται. ἢ ἡ κεφαλὴ τούτου ἴδε ὁπόση ἐστίν· ὥσπερ κεραμεοῦς ἀμφορεὺς εὐμεγέθης ἓξ χοὰς χόας χωρήσεται. ὁ δὲ χοῦς

### book 1237a

εἶδος μέτρου ἐστίν, ὡς Διοσκουρίδης ὁ Ἀναζαρβεὺς καὶ μυρίοι ἕτεροι γράφουσιν.

### book 1237b

διασμηχθεὶς] καθαρθείς.

### book 1237c

οὑτοσί] οὗτος.

### book 1238a

ἓξ ... χωρήσεται] πάλιν χλευάζει· ἐπὶ ἀμφορέως γὰρ τοῦτο.

### book 1238b

χοὰς] μέτρα.

### book 1238c

χωρήσεται] ἡ κεφαλὴ ἢ τὸ σῶμα τούτου.

### book 1240a

καταπροΐξει: ἐκφύγῃς, παραδράμῃς, ἀποδρασκάσεις ἄνευ τιμωριῶν καὶ ποινῶν δικαστικῶν. τὸ δὲ “προΐξει”, τὸ “ἐκφύγῃς”, λέγεται ἀπὸ τῶν προϊόντων καὶ προτρεχόντων τιμῶν. καὶ ἡ γαμικὴ δὲ προὶξ προῖξ ἀπὸ τοῦ πρὸ τῶν γάμων ἰέναι καὶ προπορεύεσθαι καὶ δίδοσθαι προὶξ προῖξ λέγεται.

### book 1240b

θαυμασίως ἥσθην θεοῖς: τοῦ δανειστοῦ ἐν τῷ ἐπομνύειν εἰπόντος· μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεούς, ὁ Στρεψιάδης ὡς μαθὼν ἐκ Σωκράτους μὴ εἶναι Δία, ἀλλὰ τὸν Δῖνον αἴτιον κεραυνοῦ καὶ βροντῆς ἀνακαγχάζει διάτο‐ ρον. καὶ τοῦ δανειστοῦ ὡς κομιδῇ ἀμαθεστάτου καὶ ἀνουστάτου καταγελῶν οἰομένου Δία καὶ τοὺς λοιποὺς εἶναι θεοὺς καὶ ὀμνῦντος αὐτούς φησι· “θαυ‐ μασίως”· λείπει τὸ “ὤμοσας”. εἶτα “ἥσθην θεοῖς”, ἤτοι ηὐφράνθην ἐπὶ τοῖς σοι ὀμωμοσμένοις θεοῖς ἀνοήτως, ὦ ἀναίσθητε ἀγοραῖε καὶ βαναυσότατε. εἶτα πάλιν· καὶ ὁ Ζεὺς ὀμνύμενος γελοῖός ἐστι τοῖς εἰδόσιν, ὅτι Ζεὺς οὐκ ἔστι, Δῖνος δὲ βασιλεύει. δηλονότι καὶ σὺ γελοῖος· ὁ γὰρ “καί” σύνδεσμος δηλωτικός ἐστι καὶ ἑτέρων. (1242) καὶ ὁ δανειστὴς πρὸς μὲν τὰ ἀσεβῆ φησι Στρεψιάδου ληρήματα· ὄντως δὴ σὺ τῆς ἀσεβείας τούτων δώσεις ἐκ θεῶν τιμωρίαν. ἀποκριθεὶς δὲ ἐμοί, εἴτε δώσεις τὸ δάνειον εἴτε μή, ἀπόπεμψον. καὶ ὁ Στρεψιάδης εἰπών· ἔχε καὶ καρτέρει ἥσυχος καὶ ἀποκρινοῦμαί σοι αὐτίκα, εἴσεισιν εἰς τὴν οἰκίαν,

### book 1240b

(1246) ἵνα καρδόπην ἤτοι σκάφην ἐξάγῃ. εἰσελθόντος οὖν οὕτω τοῦ Στρεψιάδου ἐρωτᾷ ὁ δανειστὴς ὃν ἔφερε, μᾶλλον δ’ ἤγαγε, μάρτυρα καὶ κλήτορα· τί, δοκεῖς, μέλλει ποιῆσαι; καὶ ὁ μάρτυς δοκεῖ· ἀποδώσειν μέλλει σοι τὰ χρέα. ταῦτα μὲν οὗτοι. (1247) εἶτα ἔξεισι Στρεψιάδης φέρων καρδόπην καί φησι· ποῦ ἐστιν ὁ ἀπαιτῶν με χρήματα; εἰπέ, τουτὶ τί ἐστιν; (1248) ὡς δὲ ὁ δανειστής· κάρδοπός ἐστιν, ἀπεκρίνατο, πάλιν ὁ Στρεψιάδης φησίν· ἔπειτα—περισσὸς κεῖται ὁ “ἔπειτα”—τοιοῦτος ἀμαθέστατος ὢν καὶ βάρβαρος ἀπαιτεῖς χρέα καὶ τόκους; οὐκ ἂν ἀποδοίην οὐδέν, ὅστις κάρδοπον καλεῖ τὴν καρδόπην. τούτοις δὲ πᾶσι διαπαίζει τῶν φιλοσόφων τὸ ἀσυντελὲς εἰς βιωφελῆ καὶ ἀχρήσιμον καὶ ἐπὶ τούτοις τὸ ἀκροκόρυφον τούτων κεφάλαιον, τὴν ἀσέβειαν.

### book 1240c

ἀποφύγῃς, καταφύγῃς. ἀπὸ τοῦ προΐημι.

### book 1240d

ἐμοῦ] ἀπ’.

### book 1240e

καταπροΐξει] ἐκφύγῃς.

### book 1240f

θαυμασίως] ὤμοσας.

### book 1241

τοῖς εἰδόσιν] παρὰ τοῖς φιλοσόφοις.

### book 1242

ἤγουν βλασφημίας.

### book 1246a

δοκεῖ (pr.)] φαίνεται.

### book 1246b

δράσειν] πράξειν.

### book 1246c

ἀποδώσειν] τὸ χρέος.

### book 1248

τουτὶ] δεικνύει τὴν καρ‐ δόπην.

### book 1250

οὐδενί] ἀνθρώπῳ.

### book 1252

οὐκ ἄρ῍ ἀποδώσεις: εἰπόντος τοῦ δανειστοῦ· λέγεις μοι, Στρεψιάδη, ὅτι οὐκ ἀποδώσεις τὰ χρέα; ὁ Στρεψιάδης φησίν· οὐκ ἀποδώσω, ὅσον γέ με εἰδέναι, ἤτοι τέως, ὡς ἐγὼ νοῶ.

### book 1253a

εἶτά φησιν· οὐ ταχέως ἀπολιταργιεῖς καὶ ἀποδράμῃς καὶ ἐκστῇς ἐκ τῆς θύρας; λιταργιεῖν δὲ τὸ ταχέως ὑποχωρεῖν, ἀπὸ τοῦ λίαν καὶ ἀργῶς καὶ ταχέως ᾄττειν, λιατταργιεῖν καὶ λιτταργεῖν.

### book 1253b

λιταργισμοὺς ἐκάλουν τὰ σκιρτήματα.

### book 1253c

ἀνύσας] σπεύσας.

### book 1253d

ἀπολιταργιεῖς] ἀπὸ τοῦ “λίαν ᾄττειν ἀργῶς” καὶ ταχέως, ἢ “ὀργᾶν” καὶ ὁρμᾶν.

### book 1253e

ἀπολιταργιεῖς] ἀποφύγῃς, ἀποχωρήσεις.

### book 1254

ἄπειμι, πρὸς ταῦτα ὁ δανειστὴς λέγει, τοῦτο δὲ ἴσθι, ὅτι οὐκ ἂν ζῴην, εἰ μὴ θείην εἰς τὰ πρυτανεῖα γραφὴν καὶ κατηγορίαν κατὰ σοῦ ἀδικίας, ἢ εἰ μὴ θείην πρυτανεῖα ἤτοι σπόρτουλα καὶ ἐκβιβαστήρια δίκης βαρύτατα, ἃ ἐδίδοντο τοῖς πρυτάνεσιν, οὗ ἕνεκα καὶ πρυτανεῖα ἐλέγοντο.

### book 1255a

θήσω] γραφήν.

### book 1255b

πρυτανεῖ’] εἰς τά.

### book 1255c

μηκέτι ζῴην] εἴθε.

### book 1256a

καὶ πάλιν ὁ Στρεψιάδης· ἀπολεῖς ἄρα πρὸς ταῖς δώδεκα μναῖς καὶ τὰ ἐν τοῖς πρυτανείοις δοθησόμενα τῆς δίκης ἐκβιβαστήρια. καίτοι, μὰ τὴν ἀλήθειαν, οὐ βούλομαι τοῦτό σε παθεῖν, ὅτι ἁπλοῦν καὶ ἀμαθὲς ἀνθρώπιον εἶ καὶ τὴν καρδόπην εὐηθικῶς καὶ ἀφελῶς καὶ βαρβάρως καὶ ἀνοήτως, ἐκά‐ λεσας κάρδοπον.

### book 1256b

προσαποβαλεῖς] ζημιωθῇς.

### book 1256c

πρὸς] σύν.

### book 1257

οὐχὶ] περισσὸν τὸ “οὐχί”.

### book 1259a

ἰώ μοι μοι: ἕτερος δανειστὴς πρόσεισιν Ἀμυνίας καὶ ἠνωτισμένος, ὁπόσα ἔλαβεν ὁ πρὸ αὐτοῦ ἐλθὼν δανειστής, συμφοράζει καὶ βοᾷ καὶ ὁ Στρε‐ ψιάδης πρὸς τοὺς τούτου σχετλιασμοὺς ἐκπλαγείς· ἔα, βοᾷ ἐκπληκτικὸν ἐπίρρημα λέγων, τίς ὁ θρηνῶν ἐστιν; ἆρα τῶν Καρκίνου δαιμόνων τις ἐφθέγξατο; Καρκίνου δαιμόνων ἀντὶ τοῦ “παίδων”.

### book 1259b

1259] ἕτερος.

### book 1260

οὔ τι που] ἆρα.

### book 1261a

τοῦ Καρκίνου τρεῖς ἦσαν παῖδες, Ξενοκλῆς, Ξενότιμος καὶ Δημότιμος. ὧν ὁ μὲν Ξενοκλῆς τραγῳδιῶν ἦν ποιητής, οἱ δὲ ἀδελφοὶ ὑποκριταὶ τούτου ὀξυφωνότατοι. ἐπεὶ δὲ καὶ ὁ δανειστὴς τραγικώτερον ὀξυφώνως τὸ “οἴμοι” ἐβόησε, τούτου ἕνεκα ἔφη ὁ Στρεψιάδης· ἆρα Καρκίνου παῖς ὁ βοήσας ἐστὶν ὀξυφωνότατος ὑποκριτὴς τραγῳδίας; καὶ ὁ δανειστής· τί δὲ βούλεσθε εἰδέναι, ὅστις εἰμί; εἶτα λέγει· ἀνὴρ κακοδαίμων. τοῦτο δέ φησιν ὡς ἀκηκοώς, ὅτι Στρεψιάδης ἀποστερεῖ τῶν δανείων τοὺς δανειστάς, καὶ εἰδώς, ὡς οὐδ’ αὐτὸς λήψεταί τι. εἰπόντος δὲ τοῦ δανειστοῦ, ὡς ἔστιν ἀνὴρ κακοδαίμων, ὁ Στρεψιάδης φησίν· εἰ κακοδαίμων εἶς, κατὰ σαυτὸν καὶ εἰς τὴν σὴν κεφαλὴν τρέπου, ἡμῖν δ’ εἴη βίος εὐδαίμων.

### book 1261b

διασύρει τὸν Καρκίνον. ἦν δὲ τραγῳδίας ποιητὴς καὶ εἶχεν υἱοὺς τρεῖς. ὁ μὲν Φιλόδημος καὶ αὐτὸς τραγῳδίας ποιητής, οἱ δὲ ἕτεροι ἀδελφοὶ αὐτοῦ ἦσαν ὑποκριταὶ αὐτοῦ.

### book 1261c

δαιμόνων] ἀπό.

### book 1261d

δαιμόνων] παιδῶν· τῶν υἱῶν ὤφειλεν εἰπεῖν.

### book 1263

σαυτὸν] σαυτοῦ.

### book 1264

ὦ σκληρὲ δαῖμον: τοῦτο ἐκ Τληπολέμου δράματος Ξενοκλέους, ᾧ ἀνεῖλε Τληπόλεμος Λικύμνιον τὸν ἀδελφὸν Ἀλκμήνης τῆς αὐτοῦ πατρομή‐ τορος. ὅθεν εἶπε καὶ τὸ “τί σε Τληπόλεμος εἴργασται κακόν;”

### book 1265a

Παλλάς] ἡ Ἀθηνᾶ.

### book 1265b

ὥς] λίαν.

### book 1269

κακῶς πεπραγότι: δυστυχοῦντι.

### book 1271

κακῶς ἄρα εἶχες: εἰπόντος τοῦ δανειστοῦ· κέλευσον τὸν υἱόν σου ἀποδοῦναί μοι τὰ χρήματα ἄλλως τε καὶ κακῶς ἔχοντι, ἤτοι δυστυχοῦντι, ἐρωτήσας ὁ Στρεψιάδης· ποῖα χρήματα; καὶ ἀκούσας· ὅτι ἃ ἐδανείσατο ὁ σὸς υἱός· ὄντως, φησί, κακῶς εἶχες. οὐχ ὡς ἐκεῖνος εἶπε τὸ κακῶς ἔχειν ἐπὶ τοῦ δυστυχεῖν, ἀλλά· ὄντως κακῶς εἶχες καὶ παρεφρόνεις, ὅτι τῷ ἐμῷ υἱῷ Φειδιππίδῃ χρήματα ἐδάνειζες.

### book 1272a

ἵππους γ’ ἐλαύνων ἐξέπεσον: Στρεψιάδου εἰπόντος τῷ δανειστῇ ἔχειν κακῶς καὶ σεσεῖσθαι τὰς φρένας φησὶν ὁ δανειστὴς εἰρωνικῶς πρὸς αὐτόν· ἀληθῶς, φησίν, ἵππους ἐλαύνων ἐξέπεσον, καὶ τῇ σφοδρᾷ δῆθεν ῥύμῃ τῇ δρόμου βιαίας περὶ τὴν κεφαλὴν πληγῆς γεγονυίας οὐκ οἶδα, τί φθέγγομαι· ἢ ἱππηλάταις δανείζων ἐμὰ χρήματα ἐξέπεσον τούτων, ἤτοι ἐστέρημαι αὐτῶν.

### book 1272b

ἐξέπεσον] τούτων, ἤγουν τῶν χρημάτων.

### book 1273a

τί δῆτα ληρεῖς: εἰ ἐλαύνων ἵππους, φησὶ Στρεψιάδης, ἐκπέπτωκας, τί δὴ παραληρεῖς καὶ παραπαίεις καὶ φλυαρεῖς, ὥσπερ λέγονται παραληρεῖν καὶ φλυαρεῖν καὶ παραφρονεῖν οἱ πεσόντες ἀπ’ ὄνου; λέγεται γὰρ ἡ πτῶσις ἡ ἀπὸ ὄνων γίνεσθαι βαρυτάτη, καὶ μᾶλλον εἰ συμβῇ τινι τῶν πεσόντων πληγῆναι τὴν κεφαλήν. τινὲς δὲ περισπῶσι λέγοντες· ὥσπερ καταπεσὼν ἀπὸ νοῦ.

### book 1273b

ἀπ’ ὄνου καταπεσών p.i.m.] διασύρει τὸν Πλάτωνα· λέγουσι γὰρ αὐτὸν ἀπ’ ὄνου πεσεῖν καὶ τελευτῆσαι.

### book 1275

τί δαί] οὐχ ὑγιαίνω.

### book 1276

τὸν ἐγκέφαλον ὅπως: ὅπως καὶ πῶς δοκεῖς μοι τὸν ἐγκέφαλον σεσεῖσθαι, ἤτοι μὴ φρονεῖν.

### book 1277a

σὺ δὲ νὴ τὸν Ἑρμῆν: ὁ δανειστὴς λέγει· δοκεῖς μοι κεκλήσεσθαι, ἤτοι ὑπὸ κλητόρων καὶ μανδατώρων ἀχθῆναι εἰς δικαστήριον καὶ ἄκων ἀποτίσαι τὰ ὀφειλόμενα, ἢ τοῖς δεσμοφύλαξι τῷ ἀναγκαίῳ εἰρχθεὶς βαρυτέραν λήψῃ τὴν τιμωρίαν.

### book 1277b

προσκεκλήσεσθαί] δοκεῖς.

### book 1277c

προσκεκλήσεσθαί] καλέσαι εἰς δικαστήριον.

### book 1278

κάτειπε νῦν: ὁ Στρεψιάδης φιλοσόφως τὸν δανειστὴν τοῦτον καὶ συλλογίσασθαι καὶ παραλογίσασθαι βούλεται, ὅτι οὐ δεῖ τόκους λαμβάνειν ἐπὶ τοῖς χρέεσι, καί φησι· κάτειπε καὶ εἰπέ νῦν, ἆρα νομίζεις ἀεὶ τὸν Δία καινότερον ὕδωρ ὕειν, ἢ τὸν ἥλιον τὸ αὐτὸ ὕδωρ κάτωθεν ἀνάγοντα ὕειν; καὶ ὁ δανειστής· οὐκ οἶδα, φησί, περὶ τούτων, οὐδὲ τούτων ἔχω φροντίδα. καὶ ὁ Στρεψιάδης διλημμάτως ἐρωτήσας ἀποκριθέντος τοῦ δανειστοῦ πρὸς τὸ ἕν· πῶς οὖν ἄξιος εἶ λαβεῖν, φησί, χρέα, εἰ μηδὲν τοιοῦτο φυσικὸν οὐδὲ μετέωρον οἶδας; καὶ ὁ δανειστής· ἀλλ’ εἰ σπανίζεις—ὁ “ἀλλά” περισσός—εἰ σπανίζεις καὶ ἐνδεὴς εἶ ἀργυρίου, ἤτοι τοῦ κεφαλαίου τοῦ χρέους, κἂν τὸν τόκον μοι (1286) πάρασχε. τί δὲ θηρίον καὶ ζῷόν ἐστιν ὁ τόκος; τοῦ Στρεψιάδου εἰπόν‐ τος, καὶ ἀνταποκρινομένου τοῦ δανειστοῦ· ἡ αὔξησις τοῦ ἀργυρίου, ἤτοι τῶν νομισμάτων τοῦ χρέους, τοῦτό ἐστιν ὁ τόκος· ἀεὶ γὰρ καθ’ ἑκάστην ἡμέραν αὔ‐ ξεται (1289) καὶ κατὰ μῆνα, καλῶς λέγεις: συλλογισμῷ τοῦτον ὁ Στρεψιάδης ἀποπαῦσαι πειρᾶται καὶ δεῖξαι ληροῦντα καί φησι πρὸς αὐτόν—πυρπνόου

### book 1278

γὰρ ἀλιτηρίου τυγχάνει ῥήτορος τάδε—πρῶτα μὲν θετικῶς συντρέχων αὐτῷ καὶ οὐκ ἐναντιούμενος· καλῶς λέγεις. εἶτα ἐρωτᾷ τοῦτον, καὶ συλλογισμῷ πείσας αὐτὸν ὁμολογῆσαι ὃ ἐκεῖνος ἐζήτει, ἔπειτα χρᾶται τῇ ἄρσει καὶ ἀναιρέσει, καὶ φανερῶς ἀντιπίπτων ἐκείνῳ καὶ ἀπορράψας τὸ στόμα αὐτοῦ ὡς κἀκεῖνον ὁμολογεῖν, ὅτι οὐ δίκαιόν ἐστι τόκους ζητεῖν, τέλος σφοδρότερον καὶ ἐπιπληκτι‐ κώτερον αὐτὸν ἐκ τῆς οἰκίας ἐκβάλλει.

### book 1279

πότερα] πῶς.

### book 1283

ἀπολαβεῖν] ζητεῖς.

### book 1284

οἶσθα] γινώσκεις.

### book 1285a

σπανίζεις] καὶ σπάνιν ἔχεις.

### book 1285b

ἀργυρίου] τινός.

### book 1289

ὑπορρέοντος] παρερχομένου.

### book 1291

πρὸ τοῦ] καὶ πρὸ τούτου.

### book 1292

πλείον’] περισσοτέραν νῦν.

### book 1293

οὐδὲν] κατ’ οὐδέν.

### book 1294

πλείων] περισσοτέρα.

### book 1296

1296] πρὸς τὸν ἵππον τοῦ δανειστοῦ.

### book 1297a

φέρε μοι τὸ κέντρον: ἀποσοβῶν ἐκ τῆς θύρας ὁ Στρεψιάδης τὸν δανειστὴν ζητεῖ καὶ ἱππικὸν κέντρον καὶ ὥσπερ ἵππον τούτῳ κεντρίζει αὐτόν. καί φησιν· ὕπαγε, τί βραδύνεις; οὐκ ἐλαύνεις, οὐ τρέχεις, ὦ σαπφόρα; ὁ δανειστὴς δὲ μάρτυράς τε ἀνακαλεῖται πρὸς ταῦτα καὶ δεινοπαθεῖ.

### book 1297b

φέρε ... κέντρον] πρὸς τὸν δοῦλον.

### book 1298a

ἐλᾷς] ἐλαύνεις αὐτόν.

### book 1298b

σαμπφόρα] μωρέ.

### book 1298b,col 2

σαπφόρα] ὄνομα δούλου.

### book 1299a

ἄξεις ἐπὶ ἅλω: παίζων νῦν ὁ Στρεψιάδης τὸν δανειστὴν ὥσπερ ἵππον ἀπελαύνει καί φησιν· ἄξεις καὶ ἀπάξεις καὶ ἀποκομίσεις σαυτὸν ἐπὶ ἅλω καὶ ἅλωνα καὶ μύλωνα, ὥς φασιν, ἵν’ ἐκεῖθεν ἔχῃς διατραφῆναι· ἐντεῦθεν γὰρ λήψῃ οὐδέν. ἓν τοῦτο ἀπᾷδον ἐμοί. δεύτερον ἄλλο, ὃ συμπεφυρμένως αὐτῶν λεγόντων διαρθρώσω. ἄξεις καὶ ἀπάξεις σαυτὸν ἐντεῦθεν. εἰ οὐκ ἀποστῇς, ἐπιαλῶ τὸ κέντρον. τρίτον πεφυρμένως καὶ τὸ “ἀλῶ” φασιν “ἐλάσω, διώξω”. ταῦτά εἰσιν ἅ φασιν οὗτοι. ἡμεῖς δὲ οὕτως· ἄξεις καὶ ἀποδιώξεις ἐνταῦθα σαυτὸν ἤτοι διώχθητι καὶ ἀπόδραμε, ἐπεὶ εἰ μὴ τοῦτο ποιήσεις, ἀλῶ καὶ συντρίψω σε τὸν σειραφόρον κεντῶν ὑπὸ τὸν πρωκτόν. δευτέρως δὲ οὕτω φαμέν· ἄξεις καὶ ἄξον σὲ αὐτὸν τὸν σειραφόρον ἐπὶ ἄλω καὶ κυλίστραν κόνεως. ἄξον δέ πως κεντῶν ὑπὸ τὸν πρωκτόν. εἰώθασι γὰρ οἱ ἱππεῖς καὶ ἁρματηλάται μετὰ τὸν δρόμον ἄγειν τοὺς ἵππους εἰς κόνεως τόπον καὶ ἀπολύειν κυλίεσθαι. οὕτω καὶ νῦν ὁ Στρεψιάδης τὸν δανειστὴν ὡς πολλὰ δραμόντα καὶ κοπιάσαντα κελεύει καὶ εἰς κονίστραν ἀποδραμόντα κυλίεσθαι.

### book 1299b

ἀλῶ καὶ συντρίψω καὶ καταβαλῶ.

### book 1299c

ἄξεις] ἄξον.

### book 1299d

ἐπὶ ἅλω] γρ. ἐπεὶ ἀλῶ.

### book 1299e

ἅλω] ἅλωνα.

### book 1300

σειραφόρον] ἵππον.

### book 1301a

ἐπιβάλλων σοι τὴν μάστιγα καὶ δαίρων τὸν πρωκτὸν ἄξω σε.

### book 1301b

κινήσειν] καταβαλεῖν.

### book 1302

αὐτοῖς] σύν.

### book 1303a

οἷον τὸ πραγμάτων ἐρᾶν: τῶν ὑποκριτῶν ὑποχωρησάντων ὁ χορὸς τῶν Νεφελῶν ἐν τῇ σκηνῇ ὢν ταῦτά φησι περὶ τοῦ Στρεψιάδου καὶ προαναφωνεῖ ὅσα μέλλει τούτῳ συμβῆναι, ἐραστῇ κακῶν γενομένῳ, ὑπὸ τοῦ υἱοῦ.

### book 1303b

οἷον] ὁποῖον, ποταπόν.

### book 1303c

φλαύρων] ἀδίκων.

### book 1307

τήμερον] σήμερον.

### book 1308

ὃ] ὅπερ.

### book 1309,col 2

τὸν σοφιστήν] τὸν παραλο‐ γιστήν, τὸν πανοῦργον.

### book 1310

ὧν] ἀνθ’ ὧν, ἕνεκα.

### book 1313

οἱ] αὐτοῦ.

### book 1314

λέγειν] ὥστε ἀντιλέγειν.

### book 1317

ξυγγένηται] ὁμιλήσῃ, ἀν‐ τιλέξῃ.

### book 1319a

ἴσως ἴσως: ὁ χορός φησιν· ὁ Στρεψιάδης χαίρει τοῦ υἱοῦ αὐτοῦ πᾶσι δικαίοις ἀντιλέγοντος κἀκ τούτου μανθάνων καὶ αὐτὸς κακοτροπεῖν ἀποστερεῖ τοὺς δανειστὰς τῶν χρεῶν. ἀλλ’ ἴσως ἴσως, τάχα τάχα, τοιοῦτόν τι πρᾶγμα συμβαίη αὐτῷ ὑπὸ τοῦ υἱοῦ, ὥστε πολὺ αἱρετώτερον ἂν αὐτῷ νομι‐ σθῆ〈ναι〉 τοῦ πᾶσι δικαίοις ἀντιλέγειν τὸ παντελῶς ἄφωνον αὐτὸν εἶναι.

### book 1319b

βουλήσεται] θελήσει.

### book 1320a

τὸν υἱὸν αὐτοῦ.

### book 1320b

αὐτὸν] τὸν Φειδιππίδην.

### book 1321a

ἰοὺ ἰού: τυπτόμενος ὑπὸ τοῦ υἱοῦ ἔξεισιν ὁ Στρεψιάδης καὶ βοᾷ. “ταῦτα δὲ πάντα” φασὶν οἱ παλαιοὶ “πεπλάσθαι τῷ κωμικῷ πρὸς διαβολὴν τοῦ Σωκράτους δεικνῦναι διὰ τούτων φιλοτιμουμένῳ, ὅτι μηδὲν χρηστὸν διδάσκει τοὺς νέους, ἀλλὰ τοὐναντίον πονηρούς, ὁπότε καὶ περὶ τοὺς γεγεννη‐ κότας τοιοῦτοι γίνονται, 〈καθίστησιν〉.” γίνωσκε δέ, ὡς δʹ εἰσὶ τῆς ἐκτὸς φιλοσοφίας τὰ διδάγματα· ψεῦδος, τῦφος, πατραλοιότης καὶ τέταρτον, ὁ κολοφὼν αὐτῆς, τὸ ἀκροκόρυφον, ἡ ἀσέβεια.

### book 1321b

ἰοὺ ἰού] προαναφώνησις.

### book 1323a

πάσῃ τέχνῃ: παντὶ τρόπῳ ἀμυνάθετέ μοι καὶ ἀμύνατε καὶ βοηθεῖτε.

### book 1323b

ἀμυνάθετέ] βοηθήσατε.

### book 1323b,col 2

ἀμυνάθετέ μοι] ἀμύνασθέ μοι.

### book 1323c

πάσῃ τέχνῃ] ἐν παντὶ τρόπῳ.

### book 1324

τῆς] ἕνεκεν.

### book 1326

καὶ μάλα] λίαν τύπτω.

### book 1330

λακκόπρωκτε: ἀπερραφανιδωμένε καὶ ἐκ τῆς αἰτίας ταύτης εὐρύπρωκτε.

### book 1331

κἀποφανῶ] εἴπω.

### book 1332

ὡς] ὅτι.

### book 1335

πολύ] κατά.

### book 1336a

ὁπότερον] ποῖον.

### book 1336b

τοῖν] ἀπό.

### book 1336c

λόγοιν] λόγων.

### book 1338a

ἐδιδαξάμην σε: ἐδίδαξα· παθητικὸν ἀντὶ ἐνεργητικοῦ. δύναται δὲ εἶναι καὶ μεσότητος ἀντὶ τοῦ “ἐξεπαίδευσα”.

### book 1338b

ἐδιδαξάμην] ἀντὶ τοῦ “ἐδί‐ δαξα”.

### book 1339

εἶτ’ (sic)] εἰς.

### book 1341

1341] οὐκ αἰσχρόν ἐστιν; ἀναπόδοτον.

### book 1343

ἀκροασάμενος] ἀκούσας.

### book 1344

ὅτι] ὅπερ.

### book 1345a

σὸν ἔργον: σοὶ πρέπον ἐστί, Στρεψιάδη, μεγάλῃ σκέψασθαι φροντίδι, ὅπως νικήσειας τὸν υἱόν σου. οὗτος γάρ, εἰ μή τινι μεγάλως ἐθάρρει, οὐκ ἂν ἦν οὕτως ἀκόλαστος καὶ θρασύς. ἀλλ’ ἔστι τι πρᾶγμα, ἐν ὅτῳ θρασύνεται. δῆλον τὸ λῆμα καὶ τὸ φρόνημα, νῦν ἡ ἀλαζονεία, ἐστὶ τἀνθρώπου· ἤτοι δῆλόν ἐστι τὸ φρόνημα καὶ ὁ τῦφος αὐτοῦ, ὅτι ἔν τινι θαρρῶν θρασύνεται. ἀλλ’ ἐξ ὅτου καὶ ἐκ ποίας ἀφορμῆς, διαπληκτίζεσθαι ἤρξασθε, λέγειν ἁρμόδιον.

### book 1345b

ὅπῃ] ποίῳ τρόπῳ.

### book 1346

κρατήσεις] νικήσεις.

### book 1347a

ὡς] ὅτι.

### book 1347b

τῳ] καί τινι.

### book 1347c

πεποίθει] ἐθάρρει.

### book 1348

ἀκόλαστος] θρασύς.

### book 1349

ὅτῳ] ἐν.

### book 1350

λῆμ’] φρόνημα καὶ ὁ τῦφος.

### book 1351

ἐξ ὅτου] ἐκ τίνος.

### book 1354a

εἱστιώμεθα: ἐπεί, φησίν, εἱστιώμεθα καὶ ἀνακείμενοι τῇ τραπέζῃ ἐτρεφόμεθα, εἶπον αὐτῷ λαβόντι λύραν ᾆσαι Σιμωνίδου ᾆσμα, τὸν Κριόν. λύραν κελεύει τοῦτον λαβεῖν, ὅτι λυρικὸς ἦν ὁ Σιμωνίδης, τὰ δὲ τῶν λυρικῶν πρὸς λύραν ἐλέγοντο. ὁ δὲ Κριὸς ἦν Αἰγινήτης παλαιστὴς διάσημος, οὗ νικήσαν‐ τος ἐν Ὀλυμπίᾳ γράφει ᾆσμα ὁ Σιμωνίδης, καὶ ὡς ἐπὶ μήλου κριοῦ τὰς τρίχας πλακέντος ἐν δένδρῳ, οὕτω τῷ ᾄσματι τούτῳ τὴν ἐν Ὀλυμπίᾳ συμπλοκὴν τῆς παλαίστρας Κριοῦ τοῦ παλαιστοῦ λέγει· ἐπέξαθ’ ὁ Κριὸς οὐκ ἀεικέως ἐλθὼν εἰς δένδρον ἀγλαόν, Διὸς τέμενος.

### book 1354b

ἑστιώμεθα (sic)] ἐτρεφό‐ μεθα.

### book 1356a

διασύρει τὸν Σιμωνίδην καὶ τὸν Κριόν.

### book 1356b

ἐπλέχθη καὶ ὡς παίγνιον ἐγένετο.

### book 1356c

τὸν] εἰς.

### book 1356d

τὸν Κριὸν] ὁ Κριός.

### book 1356e

ὡς] πῶς.

### book 1356f

ἐπέχθη] ἐπαίχθη.

### book 1357a

ἀρχαῖον: μωρόν, τὸ κιθαρίζειν ἐπὶ τραπέζης καὶ ᾄδειν πίνοντας, ὡς γυναῖκα ἀλοῦσαν καὶ ἀλήθουσαν κάγχρυς καὶ κριθάς, ἢ ὡς τέττιγα μεμε‐ θυσμένον ἀκτῖσιν ἡλιακαῖς.

### book 1357b

ἀρχαῖον] μωρόν.

### book 1358a

κάγχρυς: κριθὰς πεφρυγ‐ μένας. κάγχρυς κάγχρυος ἡ κριθή, ἐξ οὗ καὶ καγχρυδίας, ἄρτος ὁ κρίθινος.

### book 1358b

ᾄδειν] μωρὸν τὸ ψάλλειν.

### book 1358c

πίνονθ’] τινά.

### book 1358d

κάγχρος] κάγχρυς.

### book 1358e

κάγχρος] πίσον ἢ κριθάς.

### book 1358f

ἀλοῦσαν] ἀλήθουσαν.

### book 1359a

χρῆν] ἔπρεπε.

### book 1359b

τύπτεσθαι] τύπτειν.

### book 1360a

ᾄδειν] ψάλλειν.

### book 1360b

ἑστιῶντα] με.

### book 1363a

ἠνεσχόμην] καὶ ὑπέμεινα.

### book 1363b

τὸ πρῶτον] κατὰ.

### book 1364a

ἀλλὰ μυρρίνην λαβόντα: κἂν μυρρίνην λαβόντα τῶν Αἰσχύλου τι λέξαι. μυρρίνης γὰρ κλάδον κατέχοντες ᾖδον τὰ Αἰσχύλου. καὶ ὅτι παλαιὸν ἔθος ἦν τοὺς ᾄδοντας ἐν συμποσίῳ κλῶνα δάφνης ἢ μυρρίνης κατέχοντας ᾄδειν.

### book 1364b

οἱ λέγοντες τὰ τοῦ Αἰ‐ σχύλου ἐκράτουν καὶ μυρσίνην.

### book 1364c

ἀλλὰ] κἄν.

### book 1365a

κᾆθ’ οὗτος: καὶ εἶτα οὗτος εὐθέως εἶπεν· ἐγὼ γάρ—ὁ “γάρ” περιττός—ἐγὼ νομίζω τὸν Αἰσχύλον τὸν πρῶτον ἐν ποιηταῖς ψόφου πλέων: γέμοντα τῶν κομπασμάτων.

### book 1365b

τῶν] ἀπό.

### book 1367a

ἀξύστατον: πεφυρμένον, τὰς ἐννοίας δι’ ὅλου μὴ τηροῦντα.

### book 1367b

στόμφακα: στομφαστήν, λαρυγγιῶντα τῷ κρότῳ τῶν ῥημάτων.

### book 1367c

κρημνοποιόν: κεχρημένον κρημνώδεσι λέξεσι καὶ διηρμέναις.

### book 1367d

κρημνώδεσι λέξεσι χρώ‐ μενον, μετέωρον.

### book 1367e

ψόφου] κενοῦ κτύπου.

### book 1367f

πλέων] πεπληρώμενον.

### book 1367g

ἀξύστατον] πεφυρμένον.

### book 1367h

στόμφακα] λαρυγγιῶντα.

### book 1368a

ὀρεχθεῖν: σφαδάζειν, κινεῖσθαι, θυμοῦσθαι. ὅμως τὸν θυμὸν δακὼν καὶ κεντήσας ἔφην· σὺ δέ—ἔλλειψις, σχῆμα δὲ συντομίας—ἐπεὶ τούτων οὐ βούλει τι ᾆσαι, ἀλλὰ ἤτοι κἄν, λέξον τι τούτων τῶν νεωτέρων, ἅττα καὶ ἅτινά ἐστι τὰ σοφὰ ταῦτα.

### book 1368b

κἀνταῦθα] ὅτε ἔψεγεν Αἰσχύλον.

### book 1368c

ὀρεχθεῖν] κινεῖσθαι.

### book 1369a

δακὼν] κρατήσας.

### book 1369b

τούτων] ἀπό.

### book 1371a

ὁ δ’ εὐθὺς ᾖσεν Εὐριπίδου ῥῆσιν: Αἰόλος δρᾶμά ἐστιν Εὐριπίδου, ἐν ᾧ φέρονται οἱ ἓξ τούτου υἱοὶ τὰς ἓξ αὐτῶν ἀδελφὰς ὡς νομίμους σχόντες συζύγους, ὡς καὶ Ὅμηρος περὶ τούτων ἐν Ὀδυσσείᾳ οὕτω πως λέγει· “ἔνθ’ ὅ γ’ υἱᾶς θυγατράσιν πόρεν εἶναι ἀκοίτας”. Εὐριπίδης δὲ οὕτω διασκευάζει τούτων γενέσθαι τὸν γάμον· φησὶ τὸν Μακαρέα προφθείραντα Κανάκην τὴν ἀδελφὴν συμβουλῇ πεῖσαι τὸν πατέρα Αἰόλον συζεῦξαι αὐτόν τε καὶ τοὺς λοιποὺς ἀδελφοὺς ταῖς ἀδελφαῖς ταῖς οἰκείαις. τοῦτο οὖν, φησὶν ὁ Στρεψιάδης, τὸ δρᾶμα τὸ βδελυρὸν ἀναλεξάμενος Φειδιππίδης ἤρξατο ᾄδειν ῥῆσιν ἐκείνου, ὅπως ἔτι πρὸ γάμων λαθραίως ἦν φθείρων τὴν Κανάκην ὁ Μακαρεύς.

### book 1371b

ἐκίνει: διεπαρθένευε συνουσίᾳ λαθραίᾳ καὶ ἔφθειρεν.

### book 1371c

ὀψὲ καὶ μόλις ὁ ἀλιτήριος εἶπεν εὔφημον λέξιν.

### book 1371d

τὸ “ὡς” ἀντὶ τοῦ “ὅπως”.

### book 1371e

ἐκίνει] ἐμοίχευεν, ἐμίγνυτο.

### book 1372a

ὦ ’λεξίκακε: σχετλιάζων ἐπ’ ἀρρητουργίᾳ τοιᾷδε καὶ ἐπ’ αἰσχρότητι ἀνακαλεῖται καὶ μέγα βοᾷ· ὦ Ἄπολλον, ἢ ὦ Ἥρακλες, ἀλεξίκακε, ἐλατήριοι καὶ ἀποδιῶκται παντοίων κακῶν καὶ αἰσχρῶν, μακρὰν ἀφ’ ἡμῶν τοιαύτην ἀρρητουργίαν ἀποσοβήσατε καὶ ἐλάσατε. καὶ τότε “ἀδελφὴν ὁμομητρίαν ἐκίνει”· φιλόσοφοι μὲν τὴν ἐκ πατρὸς ἀδελφότητα μεγίστην οἴονται εἶναι καπνοὺς ἐρευγόμενοι. οὗτος δὲ νῦν καὶ πᾶς ὁ φρονῶν καὶ τὰ πράγματα διαιρῶν κριτικώτατά τε καὶ ἀκριβέστατα, καὶ πειθόμενος τῷ ἀδαεῖ γέροντι, παντὸς καὶ λόγου καὶ ἔργου καὶ πράγματος τὴν κατὰ μητέρα μεγίστην φησὶν ἀδελφότητα, ὥσπερ ἐκεῖνος οὑτωσὶ λέγων·

### book 1372a

μή με κτεῖναι, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι, ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.

### book 1372b

ὦ ’λεξίκακε] ὦ Ἄπολλον.

### book 1373a

ἐξαράττω: πλήττω, λοιδορῶ, βάλλω.

### book 1373b

ἠνεσχόμην] ὑπέμεινα.

### book 1373c

εὐθὺς] γρ. εὐθέως.

### book 1373d

ἐξαράττω] λοιδορῶ.

### book 1374a

πολλοῖς] ἐν.

### book 1374b

οἷον] ὥσπερ.

### book 1375

ἠρειδόμεθα: ἐφιλονεικοῦμεν—ἐγὼ δὲ ἠρειδόμεθα τὸ ρει δίφθογγον γράφω—ἤτοι ἐπεστηριζόμεθα τοῖς οἰκείοις λόγοις, καὶ ἐνιστάμεθα καὶ ἀντετείνομεν ἀλλήλοις. καὶ δύναται ταὐτὸν τῷ ἠριδόμεθα τῷ ρι ἰῶτα.

### book 1376a

ἔφθλα: ἔθλα ἀττικῶς. κἀσπόδει: καὶ ἔτυπτε καὶ σποδιᾷ καὶ κόνει προσεκύλιε.

### book 1376b

ἔφλα] συνέτριβε.

### book 1377

δικαίως] ἐτύπ〈τ〉ου.

### book 1381a

τραυλίζοντος: νηπίως ὑποψελλίζοντος καὶ λαλοῦντος σοῦ, ὡς λαλεῖ τὰ παιδάρια. [para]βρῦν: οἶνον κατὰ τὴν νηπίων παίδων φωνήν. μαμμᾶν: τὸν ἄρτον παιδικῶς πάλιν νόει. κακκᾶν: [para]ἐκτὸς κενῶσαι κοπρίαν τὴν ἐντέρων. προυσχόμην: [para]κατεῖχον ἐκκρίνειν σε καὶ προϊσχόμην μακρὰν ἐντείνων τὰς ἐμὰς χεῖρας τότε, μὴ Στρεψιάδην πως λαθὼν τὸν σὸν χέσῃς.

### book 1381b

γρ. αἰσθόμενος.

### book 1381c

αἰσθανόμενος] ἀκούων.

### book 1381d

νοοίης] ἐν τῷ νῷ ἔχοις.

### book 1382a

βρῦν] οἶνον κατὰ τὴν παι‐ δαριώδη φωνήν.

### book 1382b

ἐπέσχον] παρεῖχον, ἔδιδον.

### book 1383a

αἰτήσαντος] σοῦ.

### book 1383b

ἧκόν] ἦλθον.

### book 1385a

προὐσχόμην] ἔξω τῶν χειρῶν εἶχον.

### book 1385b

ἀπάγχων] πνίγων.

### book 1391a

οἶμαί γε τῶν νεωτέρων: τὸ σφριγῶν καὶ νέον 〈τὸ〉 τῶν νεωτέρων αἷμα τὸ θερμὸν τῆς ταλαίνης καρδίας κινῆσαν ἀνάψαν τε τὸν θυμὸν πλέον πρὸς τὰς ἀμύνας ἐξεγείρει καὶ λόγους.

### book 1391b

νεωτέρων] ἀκροατῶν.

### book 1392

ὅ τι] εἰς.

### book 1393

οὗτος] ὁ υἱός.

### book 1395a

τὸ δέρμα: ὁ χορὸς τῶν Νεφελῶν πρὸς Στρεψιάδη φησίν· εἰ τοιαῦτα ἐξειργασμένος ὁ Φειδιππίδης ἤτοι πατροτυπτήσας σε λαλῶν καὶ πολυλογῶν ἀναπείσει, ὅτι δίκαιόν ἐστι πατροτυπτεῖν, καὶ τὴν δορὰν τῶν γερόντων λάβοιμεν ἂν ἐκδείραντες αὐτούς.

### book 1395b

λάβοιμεν] ἅψοιμεν.

### book 1396a

ἀλλ’ οὐδ’ ἐρεβίνθου: ἀλλ’ οὐδέ—τοῦ δέρματος λείπει—τοῦ ἐρεβίνθου, νῦν τοῦ αἰδοίου φησί, φεισαίμεθα ἄν, ἀλλὰ κἀκεῖνο ἐκδείραιμεν. ὁ “ἀλλά” παρέλκει.

### book 1396b

ἐρεβίνθου] τῶν αἰδοίων φεισόμεθα.

### book 1397a

σὸν ἔργον: σοὶ πρέπει, ὦ γέρον ζητητὰ καὶ ἐπιθυμητὰ καινοτέρων πραγμάτων, πιθανόν τι εὑρήσειν εἰς ἀποσόβησιν τῶν τοιούτων κακῶν.

### book 1397b

κινητὰ] ὦ ἐρευνητά.

### book 1398

δόξεις] νομισθῇς.

### book 1399a

ὡς ἡδὺ: χαίρει ὁ Φειδιππίδης ὡς πατροτυπτήσας καὶ δυνάμενος περιουσίᾳ τῶν λόγων γεγονὸς δεῖξαι τοῦτο καὶ καλῶς καὶ δικαίως, καὶ ἐπαινεῖ δῆθεν φιλοσοφίαν λέγων· γλυκὺ λίαν ἐστὶ καινοῖς πράγμασι καὶ σοφοῖς ὁμιλεῖν, καὶ τῶν καθεστώτων καὶ κειμένων καὶ ἐστηριγμένων, νόμων ὑπερφρονεῖν. ἐγὼ γὰρ ἱππεὺς ὢν πρινὴ μετῆλθον φιλοσοφίαν δύο ἢ τρία ῥήματα ἀβαρβάρως καὶ μὴ διεφθαρμένως εἰπεῖν οὐκ ἴσχυον.

### book 1399b

ὡς] λίαν.

### book 1399c

ἡδὺ] γλυκύ.

### book 1400a

καθεστώτων] ὡρισμένων διὰ τοῦ λόγου.

### book 1400b

ὑπερφρονεῖν] καταφρονεῖν.

### book 1400c

δύνασθαι] τό.

### book 1402

οἷος] δυνατός.

### book 1403

τούτων] ἀπό.

### book 1404a

γνώμαις λεπταῖς: λεπτογνωμοσύναις καὶ λόγοις φιλοσόφοις.

### book 1404b

ξύνειμι] συνυπάρχω.

### book 1407a

ἐπιτριβῆναι: συντριβῆναι, ἀπολωλέναι, ἀποθανεῖν.

### book 1407b

ἵππων] ἵππον.

### book 1407c

τυπτόμενον] ἐμέ.

### book 1407d

ἐπιτριβῆναι] ἀφανισθῆναι.

### book 1408a

ἐκεῖσε δ’ ὅθεν: ἐκεῖσε καὶ ἐκεῖθε μέτειμι καὶ κατάρχομαι τοῦ λόγου, ὅθεν με ἀπέσχισας, ἀπεκώλυσας, ἀπέσπασας, ἐξήγαγες· παῖδά μ’ ὄντα ἔτυπτες; καὶ ὁ Στρεψιάδης· ναί, φησίν, ἐγώ σε ἔτυπτον, εὐνοῶν. καὶ ὁ Φειδιππίδης· καὶ οὐ δίκαιόν ἐστι κἀμὲ εὐνοεῖν τύπτειν τε σέ; ἐπεὶ κατὰ σὲ τὸ τύπτειν ἐστὶν εὐνοεῖν.

### book 1408b

ἀπέσχισας] ἀπέκοψας.

### book 1410a

ἔγωγέ] ναί.

### book 1410b

ς’] σοῦ.

### book 1410c

κηδόμενος] φροντίζων.

### book 1412

εὐν〈ο〉εῖν] τό.

### book 1413

ἀθῷον] ἀμέτοχον.

### book 1414

ἔφυν] ἐγεννήθην.

### book 1415a

κλάουσι παῖδες: ἤτοι δαιρόμενοι παρὰ τῶν πατέρων καὶ διδασκά‐ λων κλαίουσιν οἱ παῖδες, τοὺς πατέρας δὲ οὐ δοκεῖς ἁρμόδιον κλάειν; λύσις τοῦ ἀντιπίπτοντος. φήσεις νομίζεσθαι καὶ νόμιμον εἶναι τοῦτο τὸ ἔργον, ἤτοι τὸ τύπτεσθαι, παιδός. ἐγὼ δὲ ἀντιλέγω, ὡς δὶς παῖδες οἱ γέροντες· εἰκὸς δὲ τούτους μᾶλλόν ἐστι κλάειν παρόπερ τοὺς παῖδας, καθ’ ὅσον οὐδαμῶς ἔδει τοὺς γέροντας ἁμαρτάνειν ἐμπειρίαν σχόντας πολλὴν τῶν πραγμάτων, καὶ ὅμως ἁμαρτάνοντας ἐπίσης παισὶ τοῖς μὴ σχοῦσι πεῖραν πραγμάτων καὶ ἁμαρ‐ τάνουσι καὶ ὅμως ἀδίκως τυπτομένοις καὶ κλαίουσι συγγνώμης οὖσιν ἀξίοις. τὸ δὲ “κλάουσι παῖδες πατέρα δ’ οὐ κλάειν δοκεῖς” παρῳδηθέν ἐστιν ἐξ Εὐριπίδου Ἀλκήστιδος. ἐκεῖσε γὰρ ὁ Φέρης φησὶν Ἀδμήτῳ τῷ υἱῷ αὐτοῦ χαίρεις ὁρῶν φῶς, πατέρα δ’ οὐ χαίρειν δοκεῖς;

### book 1415b

τίη δή (sic)] διὰ τί.

### book 1416

τοῦτο τοὖργον (sic)] τὸ πάθος, τὸ τύπτεσθαι.

### book 1419a

ἧττον] οὐδαμῶς.

### book 1419b

δίκαιον] ἐστίν.

### book 1419c

αὐτούς] τοὺς γέροντας.

### book 1420a

ἀλλ’ οὐδαμοῦ: οὐδόλως, φησὶ Στρεψιάδης, νομίζεται καὶ τοῖς νόμοις δοκεῖ, δίκαιον τὸν πατέρα τοῦτο πάσχειν, τὸ κλαίειν τυπτόμενον. καὶ ὁ Φειδιππίδης· οὐκ ἀνὴρ ἦν καὶ ἄνθρωπος ὁ πρῶτον θεὶς τοῦτον τὸν νόμον, τὸ κλαίειν τοὺς παῖδας ἐν τῷ δαίρεσθαι, εἴ που τι ἁμάρτοιεν; ἧττον δή τι ἔξεστι κἀμοὶ τοῦ νομοθέτου τοῦ παλαιοῦ τοῦ θέντος τὸν νόμον ἐκεῖνον;

### book 1420b

νομίζεται] νενομισμένον ἐστί.

### book 1423a

τὸ δὲ “ἧττον” μικρόν τι, καινότερον νόμον θεῖναι τοῦτο αὐτό, τὸ τοὺς πατέρας ἀντιτύπτεσθαι ὑπὸ τῶν υἱέων.

### book 1423b

ἧττον] οὐδέν.

### book 1425

τὸν νόμον] τὸν νῦν.

### book 1427a

σκέψαι δὲ τοὺς ἀλεκτρυόνας: τοῦτο ἔστιν ἐργασία ἀπὸ παρα‐ βολῆς. θεὶς γὰρ τὸ κεφάλαιον ἐπήγαγεν ἐπιχείρημα, καὶ τῷ ἐπιχειρήματι νῦν ἐπήνεγκεν ἐργασίαν ἀπὸ παραβολῆς. τὸ γὰρ ῥητορικὸν κεφάλαιον οὕτω τέλειον γίνεται, ἂν αὐτῷ μὲν ἐπενεχθῇ ἐπιχείρημα, ἐργασία δὲ τῷ ἐπιχειρήματι, τῇ ἐργασίᾳ δὲ ἂν ἐπενεχθῇ τι ἐνθύμημα. τὸ ἐνθύμημα δὲ οὗτος ἑκουσίως παρῆκεν· οὐ γὰρ τοσοῦτον ἐνθάδε ῥητορεύειν αὐτῷ σκοπὸς ἦν τεχνικώτατα, ὅσον κινεῖν τοὺς ἀκούοντας γελᾶν εὐτερπέστερον.

### book 1427b

βοτὰ: τὰ βοσκόμενα.

### book 1427c

ἐργασία ἀπὸ παραβολῆς· θεὶς γὰρ τὸ κεφάλαιον ἐπήγαγεν ἐπιχείρημα.

### book 1427d

ἡ παραβολὴ ἀπὸ τοῦ ἐλάτ‐ τονος.

### book 1429

πλήν γ’ ὅτι ψηφίσματα οὐ γράφουσιν: οὐ κροτοῦσι καὶ συνιστῶσι δικαστήρια. διασύρει δὲ τῶν Ἀθηναίων τὸ φιλόδικον συνωθῶν τούτους καὶ ἄκοντας εἰρανεῖν.

### book 1431a

οὐκ ἐσθίουσι τῶν κόπρων: “οὐ πίνουσιν οἴνων”, “οὐ τρώγουσιν ἄρτων” γενικὰ ἀττικῶς. κἀμοὶ δοκοῦσι κυριώτερα· ἀπὸ τῆς κόπρου γὰρ ἐσθί‐ ουσιν, οὐ πᾶσαν τὴν κόπρον, καὶ πίνουσιν οἴνου ὁμοίως, καὶ ἐπὶ τῶν λοιπῶν.

### book 1431b

τὸν] τήν.

### book 1432a

οὐ ταυτόν, ὦ τᾶν: οἱ μαθηταὶ Πυθαγόρου, ἂν ἐρωτώμενοι φυσικήν τινα αἰτίαν οὐκ εἶχον εἰπεῖν, προεῖπε δὲ περὶ ταύτης ὁ Πυθαγόρας τι ἀνα‐ πόδεικτον, αὐτοὶ καταφεύγοντες εἰς τὸ τοῦ διδασκάλου ἀξίωμα· αὐτὸς ἔφατο, ἔλεγον. ἀπορηθεὶς νῦν καὶ ὁ Φειδιππίδης, πῶς, ἐπεὶ ἀλεκτρυόνας μιμεῖται, οὐχὶ καὶ κόπρου ἐσθίει κἀπὶ ξύλου κάθηται ἢ καθεύδει, τὰ ὅμοια τοῖς Πυθαγο‐ ρείοις μικρόν τι παρατρέπων φησίν· οὐ ταυτόν ἐστιν, ὦ τᾶν, καὶ ὦ φίλος, οὐδ’ ἂν τῷ Σωκράτει δοκοίη.

### book 1432b

τᾶν· εἰς τὸ “ταν” κἄν τε ὀξεῖαν θείη τις κἄν τε περισπωμένην, οὐχ ἁμαρτάνει. ὀξεῖαν μὲν διὰ τὸ “τὰ εἰς αν καὶ ὀξύνεται καὶ μακρὸν ἔχει τὸ α”· περισπωμένην, ὅτι πᾶν ὄνομα μονοσύλλαβον πλὴν τοῦ “τίς” μακρόν ἐστι καὶ περισπᾶται πλὴν τῶν γινομένων ἀπὸ μελλόντων δισυλλάβων.

### book 1433

πρὸς ταῦτα μὴ τύπτε: οἱ παλαιοὶ τὸν ἔχοντα στίχον, τὸν “οὐ ταυτόν”, καὶ τὸν “πρὸς ταῦτα μὴ τύπτε με” τῷ Φειδιππίδῃ προσάπτουσι, τὸν δὲ “καὶ πῶς” ὅλον τῷ Στρεψιάδῃ. ὅπως δ’ ὁ Τζέτζης φησίν, ἄκουε. Φει‐ διππίδου φαμένου· τὸ ἐσθίειν κόπρου κἀπὶ ξύλου καθεύδειν οὐκ ἂν Σωκράτει δοκοίη, φησὶ Στρεψιάδης· πρὸς ταῦτα μὴ τύπτε. εἰ κατὰ τοὺς ἀλεκτρυόνας πατροτυπτεῖν θέλεις, κάθευδε κἀπὶ ξύλου καὶ τῆς κόπρου ἔσθιε κατ’ αὐτούς. πρὸς ταῦτα, ἃ λέγω, μὴ τύπτε τριτημόριον ὢν ἀλεκτρυόνος καὶ οὐχ ὁλόκληρος ἀλεκτρυών. εἰ δὲ μή, σαυτόν ποτε αἰτιάσῃ ἤτοι σωφρονισθήσῃ, ὡς οἱ πατραλοῖαι. καὶ πάλιν κατὰ τὸν Τζέτζην τὸ “καὶ πῶς” μόνον φησὶν ὁ Φειδιππίδης, ὁ Στρεψιάδης δέ· ἐπεὶ σὲ μὲν δίκαιός εἰμ’ ἐγὼ κολάζειν, σὺ δὲ κολάσεις τὸν υἱόν, ἢν γένηταί σοι. οὕτω γράφων ὁ Τζέτζης ὀρθοῖ καὶ τὰ πρόσωπα καὶ νοῦν τὸν τοῦ λόγου.

### book 1436a

ἐγχανὼν: γελάσας.

### book 1436b

ἐγχανὼν] καταγελάσας.

### book 1438

συγχωρεῖν δοκεῖ τὰ ἐπιεικῆ: ἐᾶν δοκεῖ μοι τοὺς παῖδας τὰ ἐπιεικῆ καὶ μέτρια καὶ δίκαια δρᾶν καὶ τύπτειν τοὺς πατέρας ἁμαρτάνοντας.

### book 1452

ταυτὶ δι’ ὑμᾶς: ὁ Στρεψιάδης τὰς Νεφέλας ὑπαιτίους ποιεῖται τῆς παρὰ τοῦ παιδὸς αὑτοῦ Φειδιππίδου πατροτυψίας, καὶ τῆς ἀσεβείας, ἣν ἠσέβη‐ σεν εἰς θεοὺς πιστεύσας αὐταῖς ὡς μόναις οὔσαις θεαῖς. αἱ δὲ τὸν τρόπον αὐτοῦ αὐτῷ ὑπαίτιον τῶν κακῶν φασι γεγονέναι σκαιότητος ὄντα καὶ κακουργίας μεστόν. καὶ πάλιν οὑτοσὶ πρὸς αὐτάς· τί δέ μοι, φησί, τοῦτο οὐ προηγορεύετε, ἀλλ’ ἀγροδίαιτον ἄνδρα καὶ γέροντα ἀνεπείσατε καὶ ἀνεπτερώσατε εἴς τε ἀδικίαν τοσαύτην καὶ εἰς ἀσέβειαν, καὶ τέλος εἰς ἀχανὲς συμφορῶν κατεσείσατε βάραθρον; αἱ δέ· ἡ σὴ τροφός, γερόντιον, οὐ προεῖπε καταμυθολογοῦσά σοι, πόσα ὁ δαίμων σανδάλια ὑποπέζια, περιβαρίδας, ἁπλᾶς, καλτίους, πέδιλα καὶ ἄλλα εἴδη ἐμβάδων περιρρηγνύει, ὡς τοὺς φίλους αὐτῷ εἰς τὸ δίκρουν ξύλον μετεωρήσειεν; οὕτω καὶ ἡμεῖς δρῶμεν τοὺς πονηρούς, ὦ Στρεψιάδη, βεστίτζη καλέ.

### book 1457

ἐπήρατε] ἀνεπείσατε καὶ ἀνεπτερώσατε.

### book 1457,col 2

ἐπήρατε] ἐπλανήσατε διὰ τὸν λόγον.

### book 1458

ἀεὶ] ἡμεῖς.

### book 1462

πονηρά] λυπηρά.

### book 1464a

νῦν οὖν ὅπως: μετατρέπει τὸν λόγον πρὸς Φειδιππίδην καί φησι· νῦν οὖν, ὦ φίλτατε—λείπει τὸ “φρόντισον”—ὅπως καὶ πῶς ἀπολεῖς μετ’ ἐμοῦ Σωκράτην καὶ Χαιρεφῶντα.

### book 1464b

ὅπως] φρόντισον.

### book 1468

πατρῷον Δία: τινὲς μακρηγορήματι πόσῳ πατρῷον Ἀπόλλω καὶ Δία φασὶν ἐν ταῖς Ἀθήναις τιμᾶσθαι. ἡμεῖς δὲ συντόμως φαμέν· ναὶ ναί, καταιδέσθητι τὸν πατρῷον Δία καὶ τὴν πατρῴαν παράκλησιν. ὁ Ζεὺς γὰρ πολλοῖς τιμᾶται ὀνόμασιν ἄλλοις, καὶ μυρία δὲ ⟦ὀνόματα⟧ ἕτερα πρὸς τὰς παρακλήσεις ἔχει ὀνόματα, πατρῷος, ὁμόγνιος, φίλιος καὶ τὰ ὅμοια. Δῖνος καὶ τἄλλα σαφῆ· ἃ γὰρ Φειδιππίδην πρὶν αὐτὸς ἐδίδασκεν ὡς σπουδαῖα, νῦν γελοίως ἀκούει.

### book 1474a

χυτραιοῦν ὄντα: χύτρα χυτραιοῦς. τὸν δῖνον λέγει τὸν ὀστρακοῦν ποτῆρα. Σωκράτους γὰρ τήν τε βροντὴν καὶ τὸν κεραυνὸν ἐκ δίνου καὶ συστρο‐ φῆς, ἀλλ’ οὐ Διός, διδάσκοντος αὐτῷ γίνεσθαι οὐ Δῖνόν τινα κλῆσιν ὁ Στρε‐ ψιάδης ἐκβάλλειν τὸν Δία τῆς ἀρχῆς ὑπετόπασε καὶ ἀντὶ Διὸς ἄρχειν ἐκεῖνον, ἀλλ’ ἀγροικικώτερον ἕνεκα τοῦ πλείονος γέλωτος ποτῆρά τινα κεραμεοῦν καὶ ὀστράκινον.

### book 1474b

ἤγουν πήλινον· πρὸς τὸν δῖνον ταῦτα λέγει.

### book 1474c

χυτρεοῦν] πήλινον· ἀπὸ χύτρας.

### book 1480a

ἀδολεσχίᾳ: φλυαρίᾳ· ἀπὸ τοῦ ἄδην καὶ αὐτάρκως, ἠθροισμένων ἀπόρων καὶ προσαιτῶν ἐν λέσχαις καὶ πτωχοδόκοις οἴκοις ἐμπύροις.

### book 1480b

ἀδολεσχία σημαίνει δʹ· ἡ φιλοσοφία, ἡ ὀλιγωρία, ἡ φλυαρία καὶ τὸ παίγνιον.

### book 1481a

μου] μοι.

### book 1481b

γραφὴν] τιμωρίαν.

### book 1482a

διωκάθω] διώξω.

### book 1482b

γραψάμενος] κατηγορήσας.

### book 1483a

ὀρθῶς παραινεῖς: ὡς δῆθεν ἀνανεύσαντος τοῦ ὑποκριτοῦ τοῦ εἰς τύπον ὄντος εἰδώλου Ἑρμοῦ.

### book 1483b

1483] πρὸς ἑαυτὸν λέγει ταῦτα.

### book 1485

ἀδολεσχῶν: ἀπὸ εὐθείας τῆς “ὁ ἀδολέσχης”· ὁ ἀδόλεσχος δὲ “ἀδολέσχων”.

### book 1486a

σμινύην: δίκελλαν.

### book 1486b

σμινύδα (sic)] ἀξίνην.

### book 1489a

ἕως] ὅπως.

### book 1489b

αὐτοῖς] αὐτῶν.

### book 1489c

ἐμβάλῃς] ῥίψῃς.

### book 1490a

δᾷδα: πῶς ὄπισθεν αἰτιώμενος τὸ εἰσάγειν δᾷδας καὶ λέγειν· ἰου ἰού, νῦν αὐτὸς λέγει ταῦτα; ὅτι καὶ δᾳσὶν ἐκεῖνοι ἐμπύροις τινὰ ἐνεπίμπρων καὶ ἐπὶ πολὺ τὸ “ἰου ἰού” εἰς θρηνῳδίαν παρέτεινον καὶ ἀτερπῆ σύγχυσιν, οὗτος δὲ λόγοις φησὶ ταῦτα ἢ καὶ δρᾷ μετρίῳ καὶ σώφρονι, οὐκ ἀγοραίῳ μιμήματι.

### book 1490b

ἡμμένην] ἁπτομένην.

### book 1496

1496] ὡς καὶ Σωκράτης ἔφη.

### book 1498

ἐκεῖνος] ἐστίν.

### book 1500

1500] εἰ οὐ συντριβῇ ἡ ἀξίνη.

### book 1500,col 2

μὴ ... ἐλπίδας] μὴ κλασθῇ.

### book 1502

ἐτεόν] ἀληθῶς.

### book 1506

ὑβρίζετον] ὑβρίζετε.

### book 1507

καὶ τῆς σελήνης τὴν ἕδραν: τὸν στηριγμόν, ἤτοι ἐν ποίᾳ σφαίρᾳ ἐστί· χάριν γέλωτος, τὴν πυγὴν δ’ οὗτος λέγει.

### book 1509,col 2

ὡς] ὅτι.

### book 1510a

ἡγεῖσθ’ ἔξω: τοῦτο ἔστιν ἡ καλουμένη ἔξοδος τοῦ χοροῦ. παρακε‐ λευόμενοι δὲ ἀλλήλους οἱ τοῦ χοροῦ, ὡσαύτως δὲ καὶ τοὺς θεατάς, φασίν· ἤδη ἔξω πορεύεσθε· σήμερον γὰρ συμμέτρως κωμῳδήσαντες ἐχορεύσαμεν.

### book 1510b

1510] ἔξοδος τοῦ χοροῦ.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aristophanes-scholia-clouds-ag-mlw-ag.json (sha256:d43d3277dfc543d2c0ad72d2ba38968ffa117a94b067a19b15a68e06a774dc4b). Cite as `eul_wid: mlw-ag`.
