---
title: Scholia-Acharnians
title_greek: Σχόλια εἰς Ἀχαρνῆς
author: Aristophanes Scholia
eul_wid: mlw-ad
eul_aid: mlw
canonical: "https://eulogikon.org/grc/aristophanes-scholia/acharnians-ad"
canonical_json: "https://eulogikon.org/data/works/grc/aristophanes-scholia-acharnians-ad-mlw-ad.json"
sha256: "1cb5f91ef46d45f1f16dece98c60991fe9e95d64fdb71ceaac75d60f6c6bac2b"
period: Hellenistic
dialect: Technical Koine
domain: Grammar
format: Prose
license: CC0-1.0
---

# Scholia-Acharnians

*Σχόλια εἰς Ἀχαρνῆς*

**Author:** Aristophanes Scholia

**eul_wid:** `mlw-ad` · [HTML page](https://eulogikon.org/grc/aristophanes-scholia/acharnians-ad) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aristophanes-scholia-acharnians-ad-mlw-ad.json)

## Text

### hyp ach 1

ΥΠΟΘΕΣΕΙΣ Ἐκκλησία ὑφέστηκεν Ἀθήνησιν ἐν τῷ φανερῷ, καθ’ ἣν πολεμοποιοῦντας τοὺς ῥήτορας καὶ προφανῶς τὸν δῆμον ἐξαπατῶντας Δικαιόπολίς τις τῶν αὐτουργῶν ἐξελέγχων παρεισάγεται. τούτου δὲ διά τινος, Ἀμφιθέου καλουμένου, σπεισαμένου κατ’ ἰδίαν τοῖς Λάκωσιν, Ἀχαρνικοὶ γέροντες πεπυσμένοι τὸ πρᾶγμα προσέρχονται διώκοντες ἐν χοροῦ σχήματι· καὶ μετὰ ταῦτα θύοντα τὸν Δικαιόπολιν ὁρῶντες, ὡς ἐσπεισμένον τοῖς πολεμιωτάτοις καταλεύσειν ὁρμῶσιν· ὁ δὲ ὑποσχόμενος ὑπὲρ ἐπιξήνου τὴν κεφαλὴν ἔχων ἀπολογήσασθαι, ἐφ’ ᾧτε, ἂν μὴ πείσῃ τὰ δίκαια λέγων, τὸν τράχηλον ἀποκοπήσεσθαι, ἐλθὼν ὡς Εὐριπίδην αἰτεῖ πτωχικὴν στολήν. καὶ στολισθεὶς τοῖς Τηλέφου ῥακώμασι παρῳδεῖ τὸν ἐκείνου λόγον, οὐκ ἀχαρίτως καθαπτόμενος Περικλέους περὶ τοῦ Μεγαρικοῦ ψηφίσματος. παροξυνθέντων δέ τινων ἐξ αὐτῶν ἐπὶ τῷ δοκεῖν συνηγορεῖν τοῖς πολεμίοις, εἶτα ἐπιφερομένων, ἐνισταμένων δὲ ἑτέρων ὡς τὰ δίκαια αὐτοῦ εἰρηκότος, ἐπιφανεὶς Λάμαχος θορυβεῖν πειρᾶται. εἶτα γενομένου διελκυσμοῦ κατελεγχθεὶς ὁ χορὸς ἀπολύει τὸν Δικαιόπολιν καὶ πρὸς τοὺς θεατὰς διαλέγεται περὶ τῆς τοῦ ποιητοῦ ἀρετῆς καὶ ἄλλων τινῶν. τοῦ δὲ Δικαιοπόλιδος ἄγοντος καθ’ ἑαυτὸν εἰρήνην τὸ μὲν πρῶτον Μεγαρικός τις παιδία ἑαυτοῦ διεσκευασμένα εἰς χοιρίδια φέρων ἐν σάκκῳ πράσιμα παραγίνεται· μετὰ δὲ τοῦτον ἐκ Βοιωτῶν ἕτερος ἐγχέλεις τε καὶ παντοδαπῶν ὀρνίθων γόμον ἀνατιθέμενος εἰς τὴν ἀγοράν. οἷς ἐπιφανέντων τινῶν συκοφαντῶν συλλαβόμενός τινα ἐξ αὐτῶν ὁ Δικαιόπολις καὶ βαλὼν εἰς σάκκον, τοῦτον τῷ Βοιωτῷ ἀντίφορτον ἐξάγειν ἐκ τῶν Ἀθηνῶν παραδίδωσι, καὶ προσαγόντων αὐτῷ πλειόνων καὶ δεομένων μεταδοῦναι τῶν σπονδῶν, καθυπερηφανεῖ. παροικοῦντος δὲ αὐτῷ Λαμάχου, καὶ ἐνεστηκυίας τῆς τῶν Χοῶν ἑορτῆς, τοῦτον μὲν ἄγγελος παρὰ τῶν στρατηγῶν ἥκων κελεύει ἐξελθόντα μετὰ τῶν ὅπλων τὰς εἰσβολὰς τηρεῖν· τὸν δὲ Δικαιόπολιν παρὰ τοῦ Διονύσου τοῦ ἱερέως τις καλῶν ἐπὶ δεῖπνον ἔρχεται. καὶ μετ’ ὀλίγον ὁ μὲν τραυματίας καὶ κακῶς ἀπαλλάττων ἐπανήκει, ὁ δὲ Δικαιόπολις δεδειπνηκὼς καὶ μεθ’ ἑταίρας ἀναλύων. Τὸ δὲ δρᾶμα τῶν εὖ σφόδρα πεποιημένων, καὶ ἐκ παντὸς τρόπου τὴν εἰρήνην προκαλούμενον. ἐδιδάχθη ἐπὶ Εὐθύνου ἄρχοντος ἐν Ληναίοις διὰ Καλλιστράτου· καὶ πρῶτος ἦν· δεύτερος Κρατῖνος Χειμαζομένοις. οὐ σώζονται. τρίτος Εὔπολις Νουμηνίαις. ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΓΡΑΜΜΑΤΙΚΟΥ Ἐκκλησίας οὔσης παραγίνονταί τινες πρέσβεις παρὰ Περσῶν καὶ παρὰ Σιτάλκους πάλιν, οἱ μὲν στρατιὰν ἄγοντες, οἱ δὲ χρυσίον· παρὰ τῶν Λακεδαιμονίων τε μετὰ τούτους τινὲς σπονδὰς φέροντες, οὓς Ἀχαρνεῖς οὐδαμῶς εἴασαν, ἀλλ’ ἔβαλλον.

### epigr ach 1 (1t)

ὧν καθάπτεται σκληρῶς ὁ ποιητής, αὐτὸ τὸ ψήφισμά τε Μεγαρικὸν ἱκανῶς φησὶ καὶ τὸν Περικλέα οὐ τὸν Λάκωνα τῶνδε πάντων αἴτιον, σπονδὰς λύσιν τε τῶν ἐφεστώτων κακῶν. (ad vv.

### sch ach 1a

1—203) τὰ περὶ τῶν μέτρων ταῦτα ἡμέτερά ἐστι Δημητρίου τοῦ Τρικλινίου. ἡ εἴσθεσις τοῦ παρόντος δράματος ἄρχεται ἐκ συστηματικῆς περιόδου καὶ ἑξῆς ἐκ προσώπων ἀμοιβαίων. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι σαʹ, ὧν τελευταῖος “ ἐγὼ δὲ φεύξομαί γε τοὺς Ἀχαρνέα ς” . μεταξὺ δὲ τούτων κατ’ εἰσβολὴν κῶλα δʹ· μετὰ τὸν μβʹ στίχον κῶλον ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον ἤτοι πενθημιμερὲς τὸν αʹ ἔχον πόδα ἀνάπαιστον· μετὰ τὸν νθʹ κῶλον ἰαμβικὸν δίμετρον καταληκτικὸν ὃ καλεῖται 〈ἑφ〉θημιμερὲς ἐκ δακτύλου καὶ χορείου· μετὰ τὸν ριαʹ μονόμετρον βραχυκατάληκτον ἐξ ἀναπαίστου· μετὰ τὸν ριβʹ ἕτερον ὅμοιον· καὶ μετὰ τὸν ρκʹ κῶλον ὅμοιον τῷ μετὰ τὸν μβʹ ἤτοι πενθημιμερές. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος. ἐπὶ δὲ τῷ τέλει τῶν στίχων κορωνίς. Lh (i) ὅσα δὴ δέδηγμα ι : θαυμαστικὸν τὸ “ ὅσ α” , ἀντὶ τοῦ πολλά.

### sch ach 1b

ὁ δὲ “ δ ή ” σύνδεσμος παραπληρωματικὸς αὔξησιν δηλοῖ. ἐχρήσατο δὲ αὐτῷ καὶ Θουκυδίδης ἐν τῷ προοιμίῳ· “κίνησις γὰρ αὕτη δὴ μεγίστη”. δύναται δὲ λείπειν ἡ “κατά” πρόθεσις, ἵν’ ᾖ κατὰ τὴν ἐμαυτοῦ καρδίαν· ὃ καὶ βέλτιον. ὅτι μεταφέρει ἀπὸ τοῦ βίου ἐπὶ τὴν καρδίαν. ἀντὶ γὰρ τοῦ εἰπεῖν κατὰ τὴν ἐμαυτοῦ ζωήν, κατὰ τὴν ἐμαυτοῦ καρδίαν φησί. “ δέδηγμα ι ” δὲ ἀντὶ τοῦ ἠνίαμαι, λελύπημαι. καὶ Ὅμηρος· “δάκε δὲ φρένας Ἕκτορι μῦθος” καὶ “θυμοδακὴς μῦθος”. REΓ (ii) ἄλλω ς : καλῶς ἔφη “ δέδηγμαι τὴν καρδία ν” , παρόσον περὶ τὴν καρδίαν συνίσταται τὰ τοῦ θυμοῦ καὶ τὰ τῆς ἡδονῆς, ὡς καὶ παρ’ Ὁμήρῳ Ὀδυσσεὺς θυμούμενος κατὰ τῶν μνηστήρων· “στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ, τέτλαθι δὴ κραδίη” φάσκων. REΓLh ὅσ α : τὸ μόριον τοῦτο ἀόριστον ὂν πλῆθος ἀριθμοῦ σημαίνει.

### sch ach 1c

RE ὅσα] θαυμαστικὸν τὸ “ ὅσ α ” ἀντὶ τοῦ πολλά.

### sch ach 1d

πλῆθος γὰρ ἀριθμοῦ σημαίνει τὸ τοιοῦτον μόριον. Lh ἥσθην δὲ βαιά] εὐφράνθην ὀλίγα.

### sch ach 2

Lh (i) ψαμμοκοσιογάργαρ α : οἷον πολλὰ καὶ ἀναρίθμητα.

### sch ach 3a

τὸ γὰρ ψαμμοκόσια καθ’ ἑαυτὸ ἐπὶ πλήθους ἐτίθετο, παρὰ μὲν Εὐπόλιδι ἐν Χρυσῷ Γένει οὕτως· “ἀριθμεῖν θεατὰς ψαμμοκοσίους”, παρὰ τὸ ἑξακοσίους 〈ἢ〉 ἑπτακοσίους, ἀπὸ τῆς ψάμμου ἀριθμητικῶς γεγενημένον. καὶ τὰ γάργαρα δὲ ἐπὶ πλήθους ἐτίθετο, ὡς ἐν Λημνίαις· “ἀνδρῶν ἐπακτῶν πᾶς’ ἐγάργαιρ’ ἑστία”. καὶ παρὰ Ἀριστομένει ἐν Βοηθοῖς· “ἔνδον γὰρ ἡμῖν 〈ἐστιν ἀνδρῶν〉 γάργαρα”. καὶ παρὰ τῷ Σώφρονι δέ· “ἁ δὲ οἰκία τῶν ἀργυρωμάτων 〈ἐ〉γάργαιρε”. καὶ ἐν τῇ τραγῳδίᾳ· “χρημάτων τε γάργαρα”. θέλουσι δέ τινες καὶ τὸ παρὰ τῷ ποιητῇ “κάρκαιρε δὲ γαῖα πόδεσσι” τὴν πολλὴν κίνησιν τῶν ποδῶν σημαίνειν, οἷον γάργαιρε, καὶ τὸν καρκίνον δὲ οὕτως ὀνομάζεσθαι διὰ τὸ πλῆθος τῶν ποδῶν. EΓ (ii) εἰς τὸ αὐτ ό : ἀπὸ δύο λέξεων τὸ σύνθετον ἐγένετο δηλουσῶν πολλά. σύγκειται γὰρ ἀπό τε τῆς ψάμμου καὶ τῶν γαργάρων. ὁ γὰρ Πύθιος νεανιεύεται τῆς ψάμμου τὸν ἀριθμὸν εἰδέναι αὐχῶν ἐν οἷς λέγει “οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης”. καὶ Εὔπολις ἐπεσημήνατο τὴν λέξιν, εἰπὼν “ἀριθμεῖν θεατὰς ψαμμοκοσίους”. δύναται γὰρ ἐγκεῖσθαι τῇ λέξει τὸ ”–κόσια”, ἥτις ἐστὶ κατάληξις τῶν μετὰ τὸν ἑκατὸν ἀριθμῶν μέχρι τῶν χιλίων· ⟦ ὃς πλήθους ἐστὶ πολλοῦ σημαντικός· ⟧ οἷον διακόσια, τριακόσια καὶ τὰ ἑξῆς. τὸ δὲ γάργαρα καὶ αὐτὸ ἐπὶ πλήθους λαμβάνεται διὰ τὴν συγγένειαν τοῦ γ πρὸς τὸ κ. εἴρηται δὲ ἀντὶ τοῦ ἄφατα καὶ ἀναρίθμητα. τὸ δὲ κάρκαιρε παρὰ τῷ ποιητῇ ἐστι· “κάρκαιρε δὲ γαῖα πόδεσσι”. μέμνηται δὲ καὶ Κρατῖνος· “ἀνδρῶν ἀρίστων πᾶσα γαργαίρει πόλις”, οἷον πλήθει. RE εἴρηται δὲ ἀντὶ τοῦ ἄφατα καὶ ἀναρίθμητα.

### sch ach 3b

μέμνηται καὶ Κρατῖνος· “ἀνδρῶν κρατίστων μάρμαιρε πόλις”, οἷον πλήθει. Γ ἀπὸ δύο λέξεων ἡ σύνθεσις τῆς λέξεως.

### sch ach 3c

σύγκειται γὰρ ἀπὸ τῆς ψάμμου καὶ τοῦ γάργαρα, ὃ σημαίνει τὰ πολλά. τὸ μὲν γὰρ Εὔπολις ἐπεσημήνατο λέγων “ἀριθμεῖν θεατὰς ψαμμοκοσίους”, ὡς εἰ ἔλεγεν ἑξακοσίους ἢ ἑπτακοσίους. τούτων γὰρ τῶν ἀριθμῶν τὴν κατάληξιν ἔχει. τὸ δὲ γάργαρα Ἀριστομένης· “ἔνδον γὰρ ἡμῖν γάργαρα”. ἔστι δὲ καὶ ἐν Λίμναις “ἀνδρῶν ἐπακτῶν πᾶσα γάργαρ’ ἑστία”. Lh ὠδυνήθην] ἐλυπήθην.

### sch ach 3d

Lh ψαμμακοσιογάργαρα] ἤγουν πολλά, νικῶντα καὶ τῆς ψάμμου τὸν ἀριθμόν.

### sch ach 3e

Lh ἄξιον χαιρηδόνο ς : ἀντὶ τοῦ χαρᾶς.

### sch ach 4a

τῷ τόνῳ δὲ ὡς ἀλγηδόνος. ὡς γὰρ ἀπὸ τοῦ ἀλγήσω μέλλοντος ἀλγηδών, ἀλγηδόνος, οὕτω καὶ ἀπὸ τοῦ χαιρήσω χαιρηδών, χαιρηδόνος. REΓ 2 χαιρηδόνος] χαρᾶς καὶ ἡδονῆς.

### sch ach 4b

Lh τὸ κέαρ εὐφράνθη ν : σαφῶς Ἀριστοφάνης τὴν καρδίαν εἶπε κέαρ.

### sch ach 5a

ἄνω γὰρ εἰπὼν “ ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδία ν ” νῦν φησιν “ ἐ φ ’ ᾧ τὸ κέαρ εὐφράνθη ν” . EΓΓ 2 τὴν καρδίαν εἶπε κέαρ ὡς καὶ ἄνω “ ὅσα δὴ δέδηγμαι τὴν καρδία ν ” εἴρηκεν.

### sch ach 5b

Lh ἐγᾦδα] ἐγὼ οἶδα.

### sch ach 5c

Lh τοῖς πέντε ταλάντοι ς : ἀπλήστως ἀλλότρια καταφαγὼν ἐξήμεσεν αὐτά.

### sch ach 6a

ἀντὶ τοῦ κλέψας καὶ καταπιὼν ἀπέδωκεν. ἐζημιώθη γὰρ ὁ Κλέων πέντε τάλαντα διὰ τὸ ὑβρίζειν τοὺς ἱππέας. παρὰ τῶν νησιωτῶν γὰρ ἔλαβε πέντε τάλαντα ὁ Κλέων, ἵνα πείσῃ τοὺς Ἀθηναίους κουφίσαι αὐτοὺς τῆς εἰσφορᾶς. αἰσθόμενοι δὲ οἱ ἱππεῖς ἀντέλεγον καὶ ἀπῄτησαν αὐτὸν ταῦτα. μέμνηται Θεόπομπος. REΓΓ 2 Lh. ἐξήμεσεν] ἀπέδωκεν.

### sch ach 6b

Lh ταῦ θ ’ ὡς ἐγανώθη ν : ἀντὶ τοῦ ἐχάρην, ἐφαιδρύνθην.

### sch ach 7a

⟦ ἀπὸ τοῦ γάνυμαι. Ὅμηρος· “γάνυται δέ τε φρένα ποιμήν.” ⟧ ἀπὸ μεταφορᾶς τῶν λαμπρυνομένων χαλκωμάτων. REΓΓ 2 Lh ὡς] λίαν.

### sch ach 7b

Lh ἄξιον γὰρ Ἑλλάδ ι : τοῦτο παρῳδία καλεῖται, ὅταν ἐκ τραγῳδίας τι μετενεχθῇ εἰς κωμῳδίαν.

### sch ach 8a

ἔστι δὲ τὸ ἡμιστίχιον ἐκ Τηλέφου Εὐριπίδου ἔχον οὕτως· “κακῶς ὄλοιτ’ ἄν· ἄξιον γὰρ Ἑλλάδι”. εἰς τὸ δρᾶμα οὖν τῶν Ἱππέων ἀποτείνεται. διὰ τοῦτο γὰρ φαίνεται καταδικασθεὶς ὁ Κλέων τάλαντα εʹ. ἄξιον οὖν φησιν Ἑλλάδος τὸ καταδικασθῆναι τὸν Κλέωνα. EΓLh ἄξιον οὖν φησιν Ἑλλάδος τὸ καταδικασθῆναι τὸν Κλέωνα.

### sch ach 8b

R τοῦτο τοὖργο ν] τὸ καταδικασθῆναι τὸν Κλέωνα.

### sch ach 8c

Lh τραγῳδικό ν : ἀντὶ τοῦ ἐμπαθές.

### sch ach 9a

ἐπείπερ καὶ ἡ τραγῳδία ἐμπαθῶν πραγμάτων ἀπαγγελτική· ἢ ἐπεὶ περὶ τραγῳδιῶν μέλλει λέγειν. RE τραγῳδικόν] ἀντὶ τοῦ ἐμπαθές.

### sch ach 9b

Lh (i) ὅτε δὴ κεχήν η : ἡ συναίρεσις τοῦ “ κεχήν η ” Ἀττική.

### sch ach 10a

τὸ γὰρ ε καὶ α εἰς η συναιροῦσιν. EΓ (ii) εἰς τὸ αὐτ ό : συναλοιφή, ἀντὶ τοῦ κεχήνεα. ἔστι δὲ τὸ κεχήνεα Ἰακόν· †οἱ γὰρ Ἴωνες ἀπὸ τοῦ αὐτοῦ συμφώνου ἄρχονται.† οἱ δὲ σφόδρα προσέχοντές τινι κεχήνασι. δύναται δὲ εἶναι κατὰ μεταφορὰν τῶν ὀρνίθων τῶν ἔτι νεοττῶν προσδεχομένων τὴν τροφὴν καὶ κεχηνότων. οἷον οὖν τροφή μοι ἦν τὸ ἀκοῦσαί τι τῶν Αἰσχύλου τραγῳδιῶν. EΓ κεχήν η : συναλείφεται ἀπὸ τοῦ κεχήνεα Ἀττικῶς.

### sch ach 10b

τὸ γὰρ ε καὶ α εἰς η. ἀπὸ μεταφορᾶς τῶν ὀρνίθων τῶν νεοττῶν τὴν τροφὴν προσδεχομένων καὶ κεχηνότων. R προσδοκῶν τὸν Αἰσχύλο ν : ἀντὶ τοῦ τὰς Αἰσχύλου τραγῳδίας.

### sch ach 10c

ὥσπερ καὶ ἡμεῖς ἔχοντες τὰ Αἰσχύλου Αἰσχύλον λέγομεν ἔχειν. οὐ γὰρ ἔζη κατ’ ἐκεῖνον τὸν χρόνον· ἐτελεύτησε γὰρ ἐπὶ ἄρχοντος Καλλίου τοῦ μετὰ Μνησίθεον ⟦ τούτοισ ⟧ πρὸ ἐνιαυτῶν 〈λʹ〉. τιμῆς δὲ μεγίστης ἔτυχε παρὰ Ἀθηναίοις ὁ Αἰσχύλος, καὶ μόνου αὐτοῦ τὰ δράματα ψηφίσματι κοινῷ καὶ μετὰ θάνατον ἐδιδάσκετο. REΓLh ’κεχήνη] ἀτενῶς ἔβλεπον.

### sch ach 10d

Lh ὁ δ’ ἀνεῖπ ε : ἀνηγόρευσεν.

### sch ach 11

ὁ κῆρυξ δὲ δηλονότι. Θέογνις δὲ οὗτος τραγῳδίας ποιητὴς πάνυ ψυχρός, εἷς τῶν τριάκοντα, ὃς καὶ χιὼν ἐλέγετο. REΓLh πῶς τοῦ τ ’ ἔσεισέ μο υ : εὔσειστον οὖσαν ⟦ τῇ ⟧ φύσει μᾶλλον ἐπέσεισε.

### sch ach 12

κέχρηται δὲ τῇ ὑπερβολῇ τῇ ἐπὶ τῆς καρδίας καὶ Θουκυδίδης τὸ νόσημα 〈ἐκ〉φράζων. REΓLh (i) ἡνί κ ’ ἐπὶ Μόσχῳ ποτ έ : ἀντὶ τοῦ μετὰ τὸν Μόσχον.

### sch ach 13a

ἦν δὲ οὗτος φαῦλος κιθαρῳδός, πολλὰ ἀπνευστὶ ᾄδων. REΓ (ii) εἰς τὸ αὐτ ό : ὁ Μόσχος κιθαρῳδὸς Ἀκραγαντῖνος. τινὲς οὕτως, ὅτι ὁ νικήσας ἆθλον ἐλάμβανε μόσχον. τὸ δὲ Βοιώτιον μέλος οὕτω καλούμενον, ὅπερ εὗρε Τέρπανδρος, ὥσπερ καὶ τὸ Φρύγιον. ὁ δὲ Δεξίθεος ἄριστος κιθαρῳδὸς καὶ πυθιονίκης. οἱ δὲ ψυχρὸν αὐτὸν εἶναί φασιν. REΓ οὗτος ὁ Μόσχος φαῦλος ἦν κιθαρῳδὸς Ἀκραγαντῖνος.

### sch ach 13b

ἐκλήθη δὲ οὕτω διὰ τὸ λαμβάνειν ἐν τῇ νίκῃ μόσχον ἆθλον. Lh ἐπὶ Μόσχῳ] ἀντὶ τοῦ μετὰ τὸν Μόσχον.

### sch ach 13c

Lh Δεξίθεος] ἄριστος κιθαρῳδὸς καὶ πυθιονίκης.

### sch ach 14a

οἱ δὲ ψυχρὸν αὐτόν φασιν. Lh Βοιώτιον] μέλος οὕτω καλούμενον ὅπερ εὗρε Τέρπανδρος.

### sch ach 14b

Lh (i) τῆτες δ ’ ἀπέθανο ν : ἐπὶ ἔτος, ὅπερ οἱ Δωριεῖς τᾶτες λέγουσιν.

### sch ach 15a

RE (ii) εἰς τὸ αὐτ ό : ἀντὶ τοῦ ἐπ’ ἔτος. οἱ Δωριεῖς δὲ διὰ τοῦ δ λέγουσι τῆδες. E τῆτες] εἰς τὸ αὐτὸ ἔτος, ὅπερ οἱ Δωριεῖς διὰ τοῦ δ τῆδες λέγουσιν.

### sch ach 15b

Lh ὅτε δὴ παρέκυψε Χαῖρι ς : καλῶς τὸ “ παρέκυψ ε” .

### sch ach 16a

ὁ δὲ Χαῖρις οὗτος κιθαρῳδὸς καὶ αὐλῳδὸς φαῦλος. ὁ δὲ ὄρθιος αὐλητικὸς νόμος οὕτω καλούμενος διὰ τὸ εἶναι ἔντονον καὶ ἀνάτασιν ἔχειν, ὡς δηλοῖ καὶ Ὅμηρος “ἔνθα στᾶς’ ἤϋσε θεὰ μέγα τε δεινόν τε ὄρθι’· Ἀχαιοῖσι δὲ μέγα σθένος ἔμβαλ’ ἑκάστῳ”. REΓ Χαῖρις] κιθαρῳδὸς καὶ οὗτος φαῦλος.

### sch ach 16b

Lh ἐξ ὅτου ’γὼ ῥύπτομα ι : ἀντὶ τοῦ σμήχομαι, τουτέστι ζῶ, μεταφορικῶς.

### sch ach 17a

τῷ γὰρ ζῶντι ἕπεται τὸ ῥύπτεσθαι, ὅ ἐστι τὸ σμήχεσθαι· ῥύμματα γὰρ τὰ σμήγματα. καὶ Ὅμηρος· “ῥύμματα πάντα κάθηρε”. ῥύπτεσθαι οὖν τὸ σμᾶσθαι, παρεμπτώσει τοῦ τ, τὸ ῥύπον ἀφαιρεῖσθαι. ὁ δὲ ῥύπος κατὰ ἀφαίρεσιν τοῦ χ· ῥύπος γὰρ ὁ τῷ χρωτὶ ὑπὼν σπίλος. REΓ ῥύπτομαι] ἀντὶ τοῦ σμήχομαι, τουτέστι ζῶ, μεταφορικῶς.

### sch ach 17b

Lh (i) ὑπὸ κονίας τὰς ὀφρῦ ς : παρ’ ὑπόνοιαν.

### sch ach 18a

δέον γὰρ εἰπεῖν ὑπὸ λύπης τὴν καρδίαν, ὡς καὶ ἐν ἀρχῇ ἔφη, “ ὑπὸ κονίας τὰς ὀφρῦ ς ” εἶπεν, ὅτι καὶ οἱ κονίᾳ σμώμενοι δάκνονται τὰς ὀφρῦς. REΓΓ 3 ( ii) ἄλλω ς : ὑπερβατόν· “ ἀλ λ ’ οὐδεπώποτε οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς ἐξ ὅτου ’γὼ ῥύπτομα ι” . ΓΓ 3 τοῦτο ὑπερβατόν· “ ἀλ λ ’ οὐδεπώπο θ ’ οὕτως ἐδήχθην ὑπὸ κονίας γε τὰς ὀφρῦς ἐξ ὅτου ῥύπτομα ι” , ὡς καὶ νῦν, καὶ τὰ ἑξῆς.

### sch ach 18b

δέον δὲ ὑπὸ λύπης εἰπεῖν· ὁ δὲ “ ὑπὸ κονία ς ” εἶπε ν , ὅτι καὶ οἱ κονίαν ἤτοι ἄσβεστον ὀσμώμενοι δάκνονται τὰς ὀφρῦ ς . Lh κυρίας ἐκκλησία ς : ἐν ᾗ ἐκύρουν τὰ ψηφίσματα.

### sch ach 19a

εἰσὶ δὲ νόμιμοι ἐκκλησίαι αἱ λεγόμεναι κύριαι τρεῖς τοῦ μηνὸς Ἀθήνησιν. ἡ πρώτη καὶ ἡ δεκάτη καὶ ἡ τριακάς. εἰσὶ δὲ καὶ πρόσκλητοι συναγόμεναι κατά τινα ἐπείγοντα πράγματα. αἱ μὲν οὖν νόμιμοι καὶ ὡρισμέναι ἐκκλησίαι κύριαι λέγονται, ὡς ἔφαμεν, αἱ δὲ πρὸς τὰ κατεπείγοντα συναγόμεναι σύγκλητοι. REΓ νόμιμαι ἐκκλησίαι ἦσαν αἱ λεγόμεναι κύριαι, τρὶς τοῦ μηνὸς Ἀθήνησι γινόμεναι, ἐν τῇ πρώτῃ, τῇ δεκάτῃ καὶ τῇ τριακοστῇ, ἐν αἷς ἐκύρουν τὰ ψηφιζόμενα.

### sch ach 19b

ἦσαν δὲ καὶ ἕτεραι κατά τινα ἐναγόμενα γινόμεναι πράγματα, αἳ καὶ ἐκαλοῦντο σύγκλητοι. ἀπὸ γὰρ προσκλήσεως ἐγίνοντο, ἐκτὸς οὖσαι τῶν ὡρισμένων ἡμερῶν. Lh κυρίας] ἐν ᾗ ἐκύρουν τὰ ψηφίσματα.

### sch ach 19c

Lh ἡ πνὺξ αὑτη ΐ : ἡ ἐκκλησία, παρὰ τὴν τῶν λίθων πυκνότητα.

### sch ach 20a

ἢ ἀπὸ τοῦ πυκνοῦσθαι τοὺς ἄνδρας ἐν τῇ ἐκκλησίᾳ, ὡς αὐτὸς ἐν Σφηξίν· “ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ πυκνὶ 〈ἐκκλησιάζειν πρόβατα συγκαθήμενα〉”. REΓ πνὺξ τὸ δικαστήριον παρὰ τὴν τῶν λίθων πυκνότητα, ἢ παρὰ τὸ πυκνοῦσθαι τοὺς ἄνδρας ἐν αὐτῇ· πλῆθος γὰρ συνήρχετο δικαστῶν ἐν αὐτῷ καὶ ἑτέρων ἀκροωμένων.

### sch ach 20b

Lh οἱ δ ’ ἐν ἀγορᾷ λαλοῦσ ι : διάφορα δηλοῖ ἡ λέξις.

### sch ach 21

νῦν μὲν τὴν ἐκκλησίαν, ὅθεν ὁ Νέστωρ ἀγορητής, καὶ τὸν τόπον ἔνθα πιπράσκεται τὰ ὤνια, καὶ αὐτὰ τὰ ὤνια σημαίνει. REΓ (i) τὸ σχοινίον φεύγουσι ν : ὑπὲρ τοῦ ἐξ ἀνάγκης αὐτοὺς εἰς τὰς ἐκκλησίας συνιέναι τοῦτο ἐμηχανῶντο καὶ πολλὰ ἄλλα.

### sch ach 22a

ἀνεπετάννυσαν γὰρ τὰ γέρρα καὶ ἀπέκλειον τὰς ὁδοὺς τὰς μὴ φερούσας εἰς τὴν ἐκκλησίαν καὶ τὰ ὤνια ἀνῄρουν ἐν ταῖς ἀγοραῖς, ὅπως μὴ περὶ ταῦτα διατρίβοιεν. ἔτι μὴν καὶ μεμιλτωμένῳ σχοινίῳ περιβάλλοντες αὐτοὺς συνήλαυνον εἰς τὰς ἐκκλησίας. τοῦτο δὲ ἐποίουν ὑπὲρ τοῦ μὴ βραδῦναι· ὅσοι γὰρ ἐχρίοντο, ζημίαν ἐξέτινον. REΓ (ii) ἄλλω ς : ἐπεὶ ὀκνηρῶς εἶχον οἱ Ἀθηναῖοι πρὸς τὰς συνόδους, εἰώθεσαν ὑπηρέται δύο μεμιλτωμένον σχοινίον ἐκτείνοντες διὰ τῆς ἀγορᾶς διώκειν τὸν ὄχλον εἰς τὴν ἐκκλησίαν, ὥς φησι Πλάτων ὁ κωμικός· “ὅσοι δ’ ἐχρίοντ’ ἐξέτινον ζημίαν”. Γ εἰώθασι δύο ὑπηρέται κεχρισμένον σχοινίον μίλτῳ ἤγουν βάμματι κοκκίνῳ ἐκτείνειν διὰ τῆς ἀγορᾶς καὶ τὸν ὄχλον διώκειν εἰς τὴν ἐκκλησίαν, ὥς φησι καὶ Πλάτων ὁ κωμικός· “ὅσοι δὲ ἐχρίοντο ἐξέτινον ζημίαν”.

### sch ach 22b

τοῦτο δὲ ἐποίουν ἐπεὶ ὀκνηρῶς εἶχον Ἀθηναῖοι πρὸς τὰς συνόδους. ἀφῄρουν δὲ καὶ τὰ περὶ τὴν ἐκκλησίαν ἐν τῇ ἀγορᾷ κείμενα ὤνια, ἵνα περὶ ταῦτα διατρίβοιεν. Lh σχοινίον] τὸ κοκκίνῳ βεβαμμένον.

### sch ach 22c

Lh ἀλ λ ’ ἀωρίαν ἥκοντε ς : ἀντὶ τοῦ ἀωρίᾳ καὶ μεθ’ ἡμέραν καὶ ἐπὶ τῶν νυκτῶν.

### sch ach 23a

ὁ δὲ νοῦς, ἀκαίρως καὶ παρὰ τὸν δέοντα καιρόν· ἄωρα γὰρ τὰ παρὰ τὸν καιρὸν τρυγώμενα. REΓ οἱ πρυτάνεις] οἱ ἄρχοντες.

### sch ach 23b

Lh ἀωρίαν] παρὰ τὸν πρέποντα καιρόν.

### sch ach 23c

Lh ὠστιοῦντα ι : διωθήσονται.

### sch ach 24a

ἀπὸ ἐνεστῶτος τοῦ ὠστίζω. ὁ δὲ λόγος ὡς πρός τινά ἐστι λεγόμενος, ὡς καὶ Ὅμηρος· “φαίης κ’ ἀκμῆτας καὶ ἀτειρέας”, καὶ “ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις”. REΓ ὠστιοῦνται] διωθίζονται.

### sch ach 24b

Lh πρώτου ξύλο υ : περὶ τῆς προεδρίας, ὡς ξυλίνων οὐσῶν τῶν καθεδρῶν.

### sch ach 25a

ὅτι δὲ καὶ ἐκ λίθων παντί που δῆλον, ὅταν λέγῃ “ἐπὶ τῆς πέτρας κάθηνται”. REΓ περὶ πρώτου ξύλου] ἤγουν περὶ τῆς προεδρίας.

### sch ach 25b

Lh ἅθροοι καταρρέοντε ς : ἀντὶ τοῦ ὁμοῦ.

### sch ach 26a

προπαροξύνειν δὲ δεῖ τὸ ὄνομα καὶ δασύνειν τὴν πρώτην συλλαβὴν Ἀττικῶς. “ καταρρέοντε ς ” δὲ ἀντὶ τοῦ ἀθρόως ἐπερχόμενοι. ἡ μεταφορὰ ἀπὸ τῶν ποταμίων ῥευμάτων. καὶ Ὅμηρος· “τὰ δ’ ἐπέρρεεν ἔθνεα πεζῶν”. REΓ ἀθρόοι] ὁμοῦ.

### sch ach 26b

Lh καταρρέοντες] δίκην ῥεύματος ἐπανερχόμενοι.

### sch ach 26c

καὶ Ὅμηρος· “τὰ δ’ ἐπέρρεεν ἔθνεα”. Lh νοστῶν κάθημα ι : ἁπλῶς ἀντὶ τοῦ ἐρχόμενος καὶ ἐπανερχόμενος.

### sch ach 29

EΓLh στένω κέχην α : πάλιν τὸ κέχηνα, ἐν ἴσῳ τῷ προσδέχομαι, ἢ δέομαι τῆς εἰρήνης, ὥσπερ οἱ νεοσσοὶ κεχήνασι δεόμενοι τῆς τροφῆς.

### sch ach 30a

τὸ δὲ “ σκορδινῶμα ι ” ἀντὶ τοῦ κλῶμαι καὶ σπασμῷ συνέχομαι. οἱ γὰρ ἀπὸ πληθώρας σκορόδων ἐμοῦντες διὰ τὴν δριμύτητα μᾶλλον σπῶνται. τὸ δὲ ἐμεῖν καὶ τὸ ὁπωσοῦν κενοῦσθαι σκορδινᾶσθαί ἐστιν. οἱ δὲ κυρίως τὸ σκορδινᾶσθαί φασιν ἐπὶ τῶν κυνῶν τῶν ἐξ ὕπνου ἀνισταμένων, ὅταν τὰ μέλη καὶ ὅλους αὐτοὺς διατείνωσι. σκορδινᾶσθαι οὖν ἐστι τὸ ἀνακλᾶσθαι μετὰ χάσμης. γίνεται δὲ ἀπὸ ἀλογίας τὸ τοιοῦτον. EΓ σκορδινᾶσθαι οὖν ἐστιν τὸ ἀνακλᾶσθαι μετὰ χάσμης.

### sch ach 30b

γίνεται δὲ ἀπὸ ἀλογίας τὸ τοιοῦτον. κυρίως ἐπὶ τῶν κυνῶν ἐξ ὕπνου ἀνισταμένων, ὅταν τὰ μέλη καὶ ὅλους αὐτοὺς διατείνωσιν. R τοῦτο ἐκ μεταφορᾶς εἴρηκε τῶν κυνῶν.

### sch ach 30c

οὗτοι γὰρ ἐξ ὕπνου ἀνιστάμενοι ἀνακλῶσι τὴν κεφαλὴν καὶ τοὺς πόδας ἐκτείνουσι καὶ πέρδονται. καὶ οἱ προσδοκῶντες οὖν τι καὶ τὸν χρόνον ἀργὸν διαβιβάζοντες τοιαῦτα εἰώθασι ποιεῖν μόνοι καθήμενοι, ἀποροῦντες τί δήποτε βραδύνει τὸ προσδοκώμενον. Lh κέχηνα] ἤγουν προσδέχομαί τινα ἐλθεῖν.

### sch ach 30d

Lh σκορδινῶμαι] ἀνακλῶμαι, ἤγουν ἐκτείνω τὰς χεῖρας καὶ τὸ λοιπὸν σῶμα.

### sch ach 30e

Lh γράφ ω , παρατίλλομα ι : “ γράφ ω ” μὲν ἀντὶ τοῦ καταγράφω· ἢ ζωγραφῶ, ἐπὶ τῆς γῆς ξύων τῷ δακτύλῳ ἤ τινι τοιούτῳ παιδιᾶς τινος 〈ἕνεκα〉.

### sch ach 31a

“ παρατίλλομα ι ” δὲ τὰς ἐκ τῶν μυκτήρων τίλλω τρίχας ἢ τῶν μασχαλῶν. ταῦτα δὲ πάντα ποιοῦσιν οἱ προσδεχόμενοι μέν τι, τὸν δὲ χρόνον δαπανῶντες εἰς ἀπορίαν καὶ ἀμηχανίαν, μὴ τυγχάνοντες τοῦ προσδοκωμένου λογισμοῦ. ὅτε γὰρ αὐτοὶ ἐφ’ ἑαυτῶν διατίθενται ἀλύοντες, καὶ ἐπὶ γῆς γράφουσιν. EΓ γράφ ω : ζωγραφῶ, ἐπὶ τῆς γῆς ξύων τῷ δακτύλῳ.

### sch ach 31b

“ παρατίλλομα ι” , τὰς ἐκ τῶν μυκτήρων ἢ τῶν μασχαλῶν τρίχας. ἃ ποιοῦσιν οἱ προσδεχόμενοι μέν τι καὶ τὸν χρόνον δαπανῶντες ὑπὸ ἀδημονίας. R γράφω] ἐν γῇ ζωγραφῶ, ἢ γράφω τῷ δακτύλῳ.

### sch ach 31c

Lh παρατίλλομαι] ἐκ τῶν μυκτήρων ἢ τῶν μασχαλῶν τίλλομαι τρίχας.

### sch ach 31d

Lh λογίζομαι] λογαριάζω.

### sch ach 31e

Lh ἀποβλέπω ν : οἱ γὰρ πολιορκούμενοι ⟦ καὶ πολεμούμενοι ⟧ ἀεὶ εἰς τὸν ἀγρὸν ἀποβλέπουσιν, ἐπιθυμοῦντες ἐν αὐτῷ εἶναι.

### sch ach 32

REΓLh ὁ στίχος ἐκ τραγῳδίας.

### sch ach 33

ELh ἄνθρακας πρί ω : τοῦτο Ἀχαρνέων ἴδιον, τὸ λέγειν πρίασο πρίω καὶ ἵστασο ἵστω.

### sch ach 34a

ἦν γὰρ ὁ Δικαιόπολις Ἀχαρνεύς. οὗτοι δὲ πολυάνθρακες καὶ οὐ δεόμενοι παρ’ ἄλλων πρίασθαι. REΓLh πολυάνθρακες γὰρ Ἀχαρνεῖς καὶ οὐ δεόμενοι παρ’ ἄλλων πρίασθαι.

### sch ach 34b

Lh οὐ δ ’ ᾔδει πρί ω : οὐδὲ ἐγίνωσκε τὸ πρίω ῥῆμα.

### sch ach 35

οὐ γὰρ ἐδεῖτο ἀγοράσαι, ἔχων οἴκοι. REΓLh χὠ πρίων ἀπῆ ν : τοῦτο παιδιὰ καλεῖται.

### sch ach 36

ἀπὸ γὰρ τοῦ πρίω ῥήματος ὄνομα τὸ “ πρίω ν” . R ἀτεχνῶς] ἀσφαλῶς.

### sch ach 37a

R ἀτεχνῶς] φανερῶς.

### sch ach 37b

Lh βοᾶ ν : ἀντιφθέγγεσθαι, ἀντιλέγειν ἁπλῶς καὶ ὡς ἔτυχε.

### sch ach 38a

τὸ δὲ “ ὑποκρούει ν ” ἐπὶ τῶν θορυβούντων λέγεται, ὅπερ ἡμεῖς φαμὲν ἐκκρούειν καὶ κωλύειν. τὸ δὲ “ λοιδορεῖ ν” , ἄμφω ῥητέον, καὶ λοιδορεῖν καὶ λοιδορεῖσθαι. REΓ τὸ “ ὑποκρούει ν ” κυρίως ἐπὶ τῶν θορυβούντων λέγεται, ὅπερ ἡμεῖς ἐκκρούειν καὶ κολούειν φαμέν.

### sch ach 38b

Lh βοᾶν] ἀντιφθέγγεσθαι, ἀντιλέγειν.

### sch ach 38c

Lh λοιδορεῖν] ἤγουν καὶ λοιδορεῖν καὶ λοιδορεῖσθαι.

### sch ach 38d

Lh οὑτοι ΐ : δεικτικῶς.

### sch ach 40a

REΓLh μεσημβρινο ί : οὐκ ὀρθρίσαντες.

### sch ach 40b

REΓLh ὠστίζετα ι : συνωθεῖ, συνθλίβεται.

### sch ach 42

R εἰς τὸ πρόσθε ν : εἴσθεσις· κωλάριον ἀπ’ ἐλάσσονος.

### sch ach 43a

EΓ πρόσθεν] ἔμπροσθεν.

### sch ach 43b

Lh (i) καθάρματο ς : εἰώθασιν οἱ Ἀθηναῖοι θύειν δέλφακα καὶ ῥαίνειν τὰς καθέδρας τῷ αἵματι αὐτοῦ εἰς τιμὴν τῆς Δήμητρος, ἐπειδὴ τοὺς καρποὺς αὐτῆς βλάπτει.

### sch ach 44

REΓLh (ii) ἄλλω ς : ὅτι καθαίρονται οἱ ἐν τῇ ἐκκλησίᾳ χοίρου σφαζομένου καὶ ὁ ῥήτωρ φησίν· “ἐπειδὰν τὸ καθάρσιον περιενεχθῇ καὶ ὁ κῆρυξ τὰς πατρίους εὐχὰς εὔξηται, τότε δὴ κελεύει δημηγορεῖν”. τὸ δὲ θυόμενον χοιρίδιον ἐπὶ καθάρσει τῶν τόπων κάθαρμα ἐκαλεῖτο, ὁ δὲ περικαθαίρων καθαρτής. καὶ παρὰ μὲν τοῖς κωμικοῖς κάθαρμα ἐκαλεῖτο. Αἰσχίνης δὲ ἐν τῷ κατὰ Τιμάρχου καθάρσιον καλεῖ. REΓLh (i) ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦ ν : ἱερεὺς Δήμητρος καὶ Τριπτολέμου ὁ Ἀμφίθεος.

### sch ach 47

πέπαικται κωμικῶς ταῦτα, Κελεοῦ γεγονέναι αὐτὸν καὶ Τριπτολέμου. ταῦτα δὲ λέγει ἐν παιδιᾷ σκώπτων τὸν Εὐριπίδην ἀεὶ ἡδέως ἀπαγγέλλοντα τὰ γένη. τοῦ δὲ Κελεοῦ μέμνηται Βακχυλίδης διὰ τῶν ὕμνων. REΓ (ii) ἄλλω ς : τὸν πρόπαππον ἑαυτοῦ λέγει, ὃς Ἀμφίθεος ὁμωνύμως ἐκαλεῖτο. REΓLh σκώπτει ἐνταῦθα Εὐριπίδην ἀεὶ ἡδέως ἀπαγγέλλοντα τὰ γένη.

### sch ach 48

Lh τήθην ἐμή ν : τήθας ἐκάλουν τὰς μάμμας, καὶ τηθελὰς τοὺς μαμμοθρέπτους.

### sch ach 49

REΓLh σπονδὰς ποιεῖσθα ι : οὗτος ὁ σκοπὸς τοῦ δράματος, ὥστε σπονδὰς ποιεῖσθαι πρὸς Λακεδαιμονίους.

### sch ach 52

REΓLh ἐφόδ ι ’ οὐκ ἔχ ω : ὅτι ἐκ τοῦ πολέμου πένης εἰμί.

### sch ach 53a

διὸ εἰρήνης ἐπιθυμῶ. REΓ ἐφόδι’] ἀναλώματα.

### sch ach 53b

Lh (i) οἱ τοξότα ι : τοῦτό φησιν εἷς τῶν πρυτάνεων, κελεύων ἐκβαλεῖν τὸν Ἀμφίθεον ὡς ὑβριστήν.

### sch ach 54

RELh (ii) εἰς τὸ αὐτ ό : τοῦτο ἐκ τῶν πρυτάνεων τίς φησι, κελεύων ἀπελαύνειν τὸν Ἀμφίθεον ὡς ὑβριστήν. εἰσὶ δὲ οἱ τοξόται δημόσιοι ὑπηρέται, φύλακες τοῦ ἄστεος, τὸν ἀριθμὸν χίλιοι, οἵτινες πρότερον μὲν ᾤκουν τὴν ἀγορὰν μέσην σκηνοποιησάμενοι, ὕστερον δὲ μετέβησαν εἰς Ἄρειον πάγον. ἐκαλοῦντο δὲ οὗτοι καὶ Σκύθαι καὶ †Πευσίνιοι, Πευσῖνός† τινος τῶν πάλαι πολιτευομένων συντάξαντος τὰ περὶ αὐτούς. EΓLh ὦ Τριπτόλεμ ε : τοὺς ἑαυτοῦ προγόνους ἐπικούρους ὥσπερ καὶ συμμάχους ἐπικαλεῖται.

### sch ach 55a

REΓLh περιόψεσθε] παραβλέψετε.

### sch ach 55b

Lh ἀπάγοντε ς : ἀπωθοῦντες, ἀπελαύνοντες.

### sch ach 57

REΓ 3 Lh καὶ κρεμάσαι τὰς ἀσπίδα ς : ἐν γὰρ εἰρήνῃ κρέμανται αἱ ἀσπίδες.

### sch ach 58a

REΓLh σπονδὰς] ἤγουν εἰρήνην.

### sch ach 58b

Lh ἢν μὴ περὶ εἰρήνης πρυτανεύσητέ μο ι : ἀντὶ τοῦ χρηματίσητε, σκέψησθε, πράξητε.

### sch ach 60

πάντα γὰρ ὑπὸ τῶν πρυτάνεων διεπράττετο. ἐχρήσατο δὲ τῇ λέξει καὶ Δημοσθένης. REΓLh οἱ πρέσβεις 〈οἱ παρὰ βασιλέως 〉: οὕτως ὁ Περσῶν βασιλεὺς κατ’ ἐξοχήν.

### sch ach 61a

τοὺς δὲ ἄλλους ἔλεγον προστιθέντες καὶ τῶν ἀρχομένων τὰ ὀνόματα, οἷον βασιλεὺς Λακεδαιμονίων, βασιλεὺς Μακεδόνων. διαφορὰ δέ ἐστι πολλὴ βασιλέως καὶ τυράννου. βασιλεὺς μὲν γὰρ ἐκ προγόνων κατὰ διαδοχὴν ἔχει τὴν ἀρχήν, ἐπὶ ῥητοῖς λαβὼν γέρασι· τύραννος δὲ τὸ ἄρχειν βιαίως σφετερίζεται. χρῶνται δὲ ἀδιαφόρως ἔνιοι τοῖς ὀνόμασιν. Ἱέρωνα μὲν γὰρ βασιλέα Πίνδαρος καλεῖ τὸν Συρακουσίων τύραννον. Εὔπολις δὲ ἐν Δήμοις εἰσάγει τὸν Πεισίστρατον βασιλέα. ἀλλὰ καὶ τοὺς βασιλέας πολλάκις τυράννους λέγουσι. πρέσβεις δὲ οὗτοί εἰσιν οἱ περὶ τὸν Μόρυχον ἐμπλησθέντες τρυφῆς. EΓLh οἱ παρὰ βασιλέω ς : οὗτος Περσῶν βασιλεὺς κατ’ ἐξοχήν, τοὺς δὲ ἄλλους ἔλεγον προστιθέντες τῶν ἀρχομένων τὰ ὀνόματα, οἷον βασιλεὺς Μακεδόνων, βασιλεὺς Λακεδαιμονίων.

### sch ach 61b

R καὶ τοῖς ταῶσ ι : τοῖς κόλποις τοῖς πεποικιλμένοις, ἐπεὶ ὁ ταὼς ποικίλος.

### sch ach 63a

ἢ ὅτι πορφύρας ἔχουσι καὶ τιάρας, ὡς αὐτός φησι. τιάραι δέ εἰσι περικεφαλαῖαι Περσικαὶ ταώνων πτερὰ ἔχουσαι. ἢ ὅτι ἥκοντες ἀπὸ Περσίδος ταὼς ἔχοντες ἐληλύθασιν. REΓ ἐπεὶ ὁ ταὼς ποικίλος, εἰσῆλθον δὲ καὶ οὗτοι ποικίλα φοροῦντες ἐνδύματα, τοῦτο λέγει.

### sch ach 63b

ἢ ὅτι τιάρας ἐφόρουν, αἵ εἰσι περικεφαλαῖαι Περσικαὶ ταώνων πτερὰ ἔχουσαι. ἢ ὅτι ταὼς ἔχοντες ἧκον ἐκ τῆς Περσίδος. Lh ταῶσι] τοῖς κόλποις τοῖς πεποικιλμένοις, ὅτι πορφύρας ἔχουσι καὶ τιάρας· τοιοῦτοι γὰρ Πέρσαι ἀλαζόνες.

### sch ach 63c

Lh ὦ ’κβάτανα τοῦ σχήματο ς : ἐξίασι γὰρ οἱ πρέσβεις κεκαλλωπισμένοι ὡς ἀπὸ Ἐκβατάνων, ἥτις ἐστὶ Περσικὴ πόλις.

### sch ach 64

REΓLh μισθὸν φέροντα ς : διὰ τούτων παρίστησι τὴν τῶν Ἀθηναίων μαλακίαν, ἄλλως ἀναλισκόντων τοὺς χρόνους ἕνεκα κέρδους.

### sch ach 66

πρὸ δώδεκα δὲ ἐτῶν ἦρχεν ὁ Εὐθυμένης Ἀθήνησι. καθάπτεται οὖν τῶν πρεσβευτῶν ὡς ἐπίτηδες χρονοτριβούντων ἐν ταῖς πρεσβείαις, ὑπὲρ τοῦ πλείονα μισθὸν λαμβάνειν. REΓLh ἐ π ’ Εὐθυμένους ἄρχοντο ς : οὗτός ἐστιν ὁ ἄρχων, ἐφ’ οὗ κατελύθη τὸ ψήφισμα τὸ περὶ τοῦ μὴ κωμῳδεῖν γραφὲν ἐπὶ Μορυχίδου.

### sch ach 67

ἴσχυσε δὲ ἐκεῖνόν τε τὸν ἐνιαυτὸν καὶ τοὺς δύο ἑξῆς ἐπὶ Γλαυκίνου τε καὶ Θεοδώρου, μεθ’ οὓς ἐπ’ Εὐθυμένους κατελύθη. REΓLh διὰ τῶν Καϋστρίω ν : Καΰστριος ποταμὸς τῆς Λυδίας περὶ Μίλητον †πλησίον τῆς Λυδίας† παρ’ ᾧ καὶ ὁ Ἄσιος λειμών.

### sch ach 68

ἔνθα καὶ χῆνές εἰσι πολλοὶ διαιτώμενοι. καὶ Ὅμηρος· “χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων 〈Ἀσίῳ ἐν λειμῶνι, Καϋστρίου ἀμφὶ ῥέεθρα〉.” REΓLh ἐσκηνημένο ι : κέκλιται τὸ ῥῆμα ἀπὸ τῆς πρώτης τῶν περισπωμένων.

### sch ach 69a

εἰ γὰρ ἦν ἀπὸ τῆς τρίτης, ἦν ἂν διὰ τοῦ ω, ὡς κεχρυσωμένοι. REΓ ὁδοιπλανοῦντες] ἐν ὁδοῖς πλανώμενοι ὡς ξένοι.

### sch ach 69b

Lh ἐσκηνημένοι] ἀπὸ τοῦ σκηνέω, σκηνῶ.

### sch ach 69c

Lh σφόδρα γὰρ ἐσωζόμην ἐγ ώ : ἐκ τοῦ ἐναντίου ἀπήντησεν ἀγανακτῶν.

### sch ach 71a

εἰ γὰρ ὑμεῖς ἀπώλλυσθε οὕτω διάγοντες, ἐσωζόμην ἄρα ἐγὼ πολιορκούμενος ὑπὸ Λακεδαιμονίων, κατακείμενος καὶ καθεύδων ἐν τῷ τείχει ἐπὶ φρυγάνων καὶ καλάμης καὶ συρφετῶν. τὸ οὖν “ ἐσωζόμη ν ” ἐν εἰρωνείᾳ λέγει. REΓ σφόδρα γὰρ ἐσωζόμην] κατ’ εἰρωνείαν λέγει ἀγανακτῶν.

### sch ach 71b

Lh φορυτὸς ψιαθῶδές τι πλέγμα ἐν ᾧ τοὺς στάχυας ἐμβάλλουσιν.

### sch ach 72a

ἢ φορυτῷ τῇ ἐκ φρυγάνων στρωμνῇ. R τὴν ἔπαλξιν] τὸ τεῖχος.

### sch ach 72b

Lh φορυτῷ] τῷ ἐκ φρυγάνων καὶ καλάμης συρφετῷ.

### sch ach 72c

Lh ξενιζόμενοι δέ: προτρεπόμενοι εἰς τὰ ξένα βρώματα τοῦ βασιλέως τῶν Περσῶν.

### sch ach 73a

E ξενιζόμενοι δὲ πρὸς βίαν] φιλοφρονούμενοι ὡς ξένοι πολυτελέσι βρώμασι καὶ πόμασι καὶ ἄκοντες ἐπίνομεν, κινούμενοι ὑπὸ τῶν Περσῶν.

### sch ach 73b

Lh χρυσίδω ν : χρυσῶν φιαλῶν.

### sch ach 74a

R χρυσίδων] τῶν ἐκ χρυσοῦ ποτηρίων.

### sch ach 74b

Lh ὦ Κραναὰ πόλι ς : τοῦτο τέτριπται ὑπὸ τῶν παλαιῶν.

### sch ach 75a

καὶ Αἰσχύλος γὰρ καὶ Σοφοκλῆς ἐχρήσαντο τῇ λέξει. λέγει δὲ Κραναὰς τὰς Ἀθήνας, ἤτοι τὰς τραχείας. λεπτόγεως γὰρ ἡ Ἀττική. ἢ ἀπὸ Κραναοῦ τινος, ὃς ἦν τῶν αὐτοχθόνων εἷς. EΓ Κραναὰς τὰς Ἀθήνας λέγει, ἤτοι τὰς τραχείας.

### sch ach 75b

ἢ ἀπὸ Κραναοῦ τινος. R Κραναὰς λέγει τὰς Ἀθήνας ἢ ὡς τραχείας, λεπτόγεως γὰρ ἡ Ἀττική, ἢ ἀπὸ Κραναοῦ τινος, ὃς ἦν τῶν αὐτοχθόνων εἷς.

### sch ach 75c

ἐχρήσαντο δὲ τῇ λέξει καὶ Αἰσχύλος καὶ Σοφοκλῆς. Lh ὦ Κραναὰ πόλις] ἤγουν ὦ Ἀθῆναι.

### sch ach 75d

Lh οἱ βάρβαροι γὰρ ἄνδρα ς : ἄνδρας νῦν ἀντὶ τοῦ ἀνδρείους καὶ γεννάδας.

### sch ach 77a

RE ἄνδρας] ἀνδρείους, γενναίους.

### sch ach 77b

Lh καταφαγεῖν] ἐμφατικῶς ἡ κατὰ ὥσπερ καὶ τὸ ἐμφαγεῖν.

### sch ach 78

EΓ 2 Lh λαικαστά ς : πόρνους.

### sch ach 79a

REΓ 2 λαικαστάς τε καὶ καταπύγονας] καὶ ἀμφότερα τοὺς πόρνους σημαίνει.

### sch ach 79b

Lh ἀλ λ ’ εἰς ἀπόπατο ν : ἀπόπατος λέγεται ἡ ἄφοδος τῆς ἐκδεδιῃτημένης τροφῆς, παρὰ τὸ ἐκτρέπεσθαι τῆς ὁδοῦ.

### sch ach 81a

πάτος γὰρ ἡ κοινὴ ὁδός. καὶ Ὅμηρος· “πάτον ἀνθρώπων ἀλεείνων”. ἀντὶ δὲ τοῦ εἰπεῖν ἐπὶ πόλεμον ᾤχετο, ἔφη “ εἰς ἀπόπατον ᾤχετ ο” . REΓLh εἰς ἀπόπατον] ἤγουν εἰς πόλεμον ὤφειλεν εἰπεῖν.

### sch ach 81b

ἔπαιξε δέ. Lh ἐπὶ χρυσῶν ὀρῶ ν : παρόσον ἱστόρηται 〈χρηματίζειν〉 ὁ τῶν Περσῶν βασιλεὺς ὑπὸ χρυσῆν πλάτανον καθεζόμενος, ἔπαιξεν εἰπὼν “ ἐπὶ χρυσῶν ὄρω ν” .

### sch ach 82a

ὄρος γὰρ ἡ ἀμίς. ἢ διὰ τὰ ἐν Περσίδι χρυσοῦ μέταλλα. REΓ δύο ταῦτα ἐδήλωσε διὰ τοῦ εἰπεῖν “ ἐπὶ χρυσῶν ὀρῶ ν” , τά τε οὐροδόχα ἀγγεῖα, ἅ φασιν ἀμίδας, καὶ τὰ τῆς Περσίδος ὅρια, ἐν οἷς φασι γίγνεσθαι τὸν χρυσόν.

### sch ach 82b

ὅθεν ἱστοροῦσι τὸν Ξέρξην ὑπὸ χρυσῆν πλάτανον καθεύδειν ὅτε κατὰ τῶν Ἀθηναίων ἐστράτευσεν. Lh κἄχεζεν] ἤγουν ἀπεδήμει.

### sch ach 82c

Lh χρυσῶν ὀρῶν] ἤγουν ἀμίδων, οὐροδόχων ἀγγείων.

### sch ach 82d

Lh ξυνήγαγεν] συνήρμοσεν.

### sch ach 83a

REΓ 2 Lh τὸν πρωκτὸν] τὸν στρατὸν ὤφειλεν εἰπεῖν.

### sch ach 83b

Lh τῇ πανσελήν ῳ; : οἱ γὰρ Ἕλληνες πάντα ἔπραττον πρὸς τὴν σελήνην ἀποβλέποντες, καὶ μάλιστα οἱ Λακεδαιμόνιοι.

### sch ach 84a

Δάτιδος γοῦν καὶ Ἀρταφέρνους τῶν στρατηγῶν τοῦ Περσῶν βασιλέως εἰς Μαραθῶνα ἐμβεβληκότων, περιέμενον τὴν πανσέληνον ἐπὶ τῷ τότε ἐξελθεῖν ἐπὶ τὸν πόλεμον. πρὶν δὲ ἐκείνους παραγενέσθαι, κατώρθωσαν οἱ Ἀθηναῖοι τὸν πόλεμον. παίζει οὖν πρὸς τὸ τοιοῦτον ἔθος. REΓLh τῇ πανσελήνῳ;] ὅπου ἦν τεσσαρεσκαιδεκαταία ἡ σελήνη· τότε γάρ ἐστι πανσέληνος.

### sch ach 84b

Lh ὅλους] ὁλοκλήρους.

### sch ach 85

Lh ἐκ κριβάνο υ : οὐδετέρως λέγεται τὸ κρίβανον, ὡς μαρτυρεῖ Φερεκράτης· “τουτὶ τί ἐστιν; ὡς ἀνεκὰς τὸ κρίβανον.

### sch ach 86a

” οὕτω δὲ λέγεται οἱονεὶ κρίβαυνον, ἐν ᾧ αἱ κριθαὶ ὀπτῶνται. βαύνους δὲ ἔλεγον τὰς καμίνους. REΓ καὶ τίς εἶδε πώποτ ε : λείπει τὸ οὐδείς, ὡς καὶ παρ’ Ὁμήρῳ· “τίς ἂν τάδε γηθήσειεν ἰδών;” προσυπακούεται γὰρ τὸ οὐδείς.

### sch ach 86b

REΓ βαύνους ἔλεγον τὰς καμίνους.

### sch ach 86c

κρίβανον οὖν ἐν ᾧ τοὺς κριθίνους ἕψουσιν ἄρτους, οἱονεὶ κρίβαυνον, ἀπὸ τοῦ βαύνειν καὶ ἕψειν τὸ κρῖ. Lh κριβάνου] οὕτω φασὶ τὸ σκεῦος ἐν ᾧ τοὺς κριθίνους ἕψουσιν ἄρτους.

### sch ach 86d

Lh τίς] προσυπακούεται οὐδείς.

### sch ach 86e

Lh τῶν ἀλαζονευμάτων] βαβαί.

### sch ach 87

Lh τριπλάσιον Κλεωνύμο υ : ὅτι ὡς μέγα ἔχων σῶμα καὶ δειλὸς διεβάλλετο ὁ Κλεώνυμος.

### sch ach 88

ἑτέρωθι δὲ καὶ ἀδηφάγος εἴρηται. νῦν δὲ καὶ φενακιστὴν αὐτὸν καλεῖ χαριεντιζόμενος. REΓLh ταῦ τ ’ ἄ ρ ’ ἐφενάκιζες σ ύ : ἀντὶ τοῦ διὰ ταῦτα.

### sch ach 90a

“ φέρω ν ” δέ, τουτέστιν λαμβάνων, κομιζόμενος. REΓ φέρων] λαμβάνων.

### sch ach 90b

Lh Ψευδαρτάβα ν : γελοίως ἔπαιξε.

### sch ach 91

παίζει δὲ ὡς τοιούτων ὄντων ὀνομάτων παρὰ Πέρσαις, Ἀρταβάζου καὶ Ἀρταξέρξου. καὶ τὸ “ Ψευδαρτάβα ν ” ἐποίησε παρὰ τὴν ἀρτάβην. Περσικὸν δὲ καὶ Αἰγύπτιον τὸ ὄνομα. REΓLh τὸν βασιλέως ὀφθαλμό ν : ἀντὶ τοῦ τὸν μέγα δυνάμενον παρὰ βασιλεῖ.

### sch ach 92a

οὕτω δὲ ἐκάλουν τοὺς σατράπας, δι’ ὧν πάντα ὁ βασιλεὺς ἐπισκοπεῖ· ὡς βασιλέως ὦτα τοὺς ὠτακουστάς, δι’ ὧν ἀκούει τὰ πραττόμενα ἑκάστῳ πανταχοῦ. REΓ τοὺς σατράπας οὕτως ἐκάλουν βασιλέως ὀφθαλμούς, δι’ ὧν πάντα ὁ βασιλεὺς σκοπεῖ, ὡς καὶ βασιλέως ὦτα τοὺς ὠτακουστάς, δι’ ὧν ἀκούει τὰ παρ’ ἑκάστου πραττόμενα πανταχοῦ.

### sch ach 92b

Lh τὸν βασιλέως ὀφθαλμόν] τὸν μέγα δυνάμενον παρὰ βασιλεῖ.

### sch ach 92c

Lh τοῦ πρέσβεω ς : προπαροξυτόνως, ὡς μάντεως.

### sch ach 93a

ἀπὸ εὐθείας τῆς ὁ πρέσβις. οἱ δὲ παροξυτόνως ὡς χαλκέως, ἀπὸ εὐθείας τῆς ὁ πρεσβεύς· οἵτινες ἁμαρτάνουσιν· οὐ γάρ ἐστιν ὁ πρεσβεύς. REΓ τόν γε] ὀφθαλμόν· ἔπαιξε δέ.

### sch ach 93b

Lh ὁ βασιλέως] οὕτως ἐκάλουν οἱ κήρυκες ἐξ ὀνόματος.

### sch ach 94

Lh (i) πρὸς τῶν θεῶν ἄνθρωπε 〈ναύφρακτον βλέπεις 〉: ἐξεπίτηδες μέγαν ὀφθαλμὸν ἐσκεύασται ἔχων ὁ πρεσβευτής.

### sch ach 95a

“ ναύφρακτο ν ” δέ, ἤτοι ναύσταθμον, ὡς περιβλέποντος ἐν κύκλῳ τοῦ πρεσβευτοῦ καὶ ἀξιωματικῶς εἰσιόντος. τινὲς δὲ “ ναύφρακτο ν ” τὴν ἐν ναυσὶ στρατιάν· οἷον οὖν στρατιὰν βλέπεις ὅλην· ἐπειδὴ μεγάλοι ταῖς τριήρεσιν ὀφθαλμοὶ γίνονται, δι’ ὧν τὰς κώπας ἐμβάλλοντες ἐκωπηλάτουν. ἐφράττοντο δὲ καὶ δερματίνοις τροποῖς πρὸς τὸ μὴ τρίβεσθαι τὰ σανιδώματα. EΓ (ii) ἄλλω ς : ὁ ναυτικὸς στρατὸς ναύφρακτος καλεῖται. σκώπτων οὖν αὐτὸν διὰ τὸ σοβαρῶς καὶ μόλις προσιέναι ταῦτά φησι, πότερον ἐν ὀφθαλμοῖς τὸ ναυτικὸν ἔχων οὕτω βαδίζεις, ἢ ναῦν ἀκρωτήριον κάμπτουσαν; ἐπειδὴ δεδοικότες οἱ ἐμπλέοντες, ὅταν πλησίον ὦσι τῆς γῆς, ἠρέμα καὶ ἐπιστημόνως ἰθύνουσι, μὴ προσπταίσωσι τῇ γῇ. ἐσκευασμένος δὲ ἦν ὁ Πέρσης, δέρμα ἔχων καθειμένον εἰς τύπον τοῦ τε πώγωνος καὶ τοῦ στόματος ὡς ἂν προσωπεῖον. EΓ (iii) ἄλλω ς : ἔξεισι τερατώδης τις γελοίως ἐσκευασμένος καὶ ὀφθαλμὸν ἔχων ἕνα ἐπὶ παντὸς τοῦ προσώπου. EΓ ναύφρακτο ν : ναύσταθμον, ὡς περιβλέποντος ἐν κύκλῳ τοῦ πρεσβευτοῦ καὶ ἀξιωματικῶς εἰσιόντος.

### sch ach 95b

τινὲς δὲ “ ναύφρακτο ν ” τὴν ἐν ναυσὶ στρατιάν· οἷον οὖν στρατιὰν βλέπεις ὅλην, ἢ ναῦν ἀκρωτήριον κάμπτουσαν. ἐπειδὴ δεδοικότες οἱ ἐμπλέοντες, ὅταν ὦσι πλησίον τῆς γῆς, ἠρέμα καὶ ἐπιστημόνως ἰθύνουσι, μὴ προσπταίσωσι τῇ γῇ. ἔξεισι τερατώδης τις γελοίως ἐσκευασμένος καὶ ὀφθαλμὸν ἔχων ἕνα ἐπὶ παντὸς τοῦ προσώπου. R ἐξεπίτηδες μέγαν ὀφθαλμὸν ἔχων κατεσκευάσθη ὁ πρεσβίς, ὃν ἰδὼν περιβλέποντα καὶ ἀξιωματικῶς ἰόντα ἐξεπλάγη.

### sch ach 95c

φησὶ γοῦν στρατιὰν ὅλην βλέπεις ναυτικὴν (αὐτὴν γὰρ καλεῖ “ ναύφρακτο ν”) καὶ διὰ τοῦτο μέγιστον ἔχεις ὀφθαλμὸν καὶ περιβλέπεις πανταχοῦ. ἢ ἐπεὶ μεγάλοι ταῖς τριήρεσιν ὀφθαλμοὶ γίνονται δι’ ὧν τὰς κώπας ἐμβάλλουσιν. Lh ναύφρακτον] ναύσταθμον.

### sch ach 95d

ὡς περιβλέποντος ἐν κύκλῳ λέγει. Lh ἢ περὶ ἄκραν κάμπτω ν : τηνικαῦτα γὰρ μάλιστα εἰώθασι προορᾶν καὶ φυλάττειν τὴν ναῦν, ὁπόταν ἄκραν τινὰ κάμπτωσι.

### sch ach 96a

νεώριον οὖν, φησί, περιβλέπεις ἐν ᾧ νεωλκήσεις; †οἶκον δὲ νεώς, ὃν καλοῦσιν ἀγκῶνα.† ἢ μᾶλλον ὑποκρύφους τόπους διὰ τὸν ἄνεμον, ἔνθα ὑπὸ σκέπην εἰσίν. EΓ οἶκον δὲ λέγει νεώς, τόπον τινὰ σκέπην ἔχοντα καὶ ὑποκεκρυμμένον διὰ τοὺς ἀνέμους, ἔνθα εἰσέρχονται τούτων πνευσάντων.

### sch ach 96b

Lh εἰώθασι προορᾶν καὶ φυλάττειν τὴν ναῦν, ὁπόταν ἄκραν τινὰ κάμπτωσι.

### sch ach 96c

Lh (i) ἄσκω μ ’ ἔχει ς : ὡς τοῦ δέρματος ἐξηρτημένου τοῦ μύστακος αὐτοῦ καὶ τῆς ῥινός, καὶ οὕτως ἐσκευασμένου γέλωτος χάριν.

### sch ach 97a

ἄσκωμα δέ, ὁ ἱμὰς ὁ συνέχων τὴν κώπην πρὸς τῷ σκαλμῷ. REΓ (ii) ἄλλω ς : ὁ τῆς κώπης ὀφθαλμὸς ἔχει τὸ ἄσκωμα. κώπης δὲ ὀφθαλμὸς τὸ τρῆμα. RE ἄσκωμα ὁ ἱμὰς ὁ συνέχων τὴν κώπην.

### sch ach 97b

δέρμα δὲ εἶχεν ἐξηρτημένον τοῦ μύστακος καὶ τῆς ῥινὸς αὐτοῦ. Lh ἀπισονασάτρ α : παίζει ὡς τῇ Περσικῇ διαλέκτῳ χρώμενος.

### sch ach 100

RELh ξυνήκαθ’] ἔγνωτε.

### sch ach 101

Lh totus versus] τοῦτο ὁ κῆρυξ ἢ ὁ πρύτανις.

### sch ach 102

E χαυνόπρωκτ ε : ἀντὶ τοῦ ἔκλυτε.

### sch ach 104a

Ἴαον δὲ ἀντὶ τοῦ Ἀθηναῖε. Ἴωνες γὰρ Ἀθηναῖοι ἀπὸ Ἴωνος τοῦ Ξούθου. ὡς βάρβαρος δὲ τὸ αυ ἔφη, βαρβαρικὸν ἀντὶ τοῦ ἑλληνιζομένου. REΓ Ἴωνας τοὺς Ἀθηναίους λέγει ἀπὸ Ἴωνος τοῦ Ξούθου.

### sch ach 104b

ὡς βάρβαρος δὲ τὸ αυ ἔφη, Δωρικὸν ὂν ἀντὶ τοῦ ἑλληνιζομένου. Lh totus versus] ἔκλυτος ⟦ ὁ στίχοσ ⟧ .

### sch ach 104c

Lh ὡς σαφῶς] λέγει.

### sch ach 105

Lh ὅτι χαυνοπρώκτου ς : ὅτι πάντας τοὺς Ἕλληνας Ἰάονας ἐκάλουν οἱ βάρβαροι προείρηται.

### sch ach 106

καὶ Ὅμηρος· “Ἰάονας ἑλκεχίτωνας”. RE οὐκ, ἀλλ’ ἀχάνας: ἀχάνη μέτρον ἐστὶ Περσικόν, ὥσπερ ἡ ἀρτάβη παρ’ Αἰγυπτίοις.

### sch ach 108a

ἐχώρει δὲ μεδίμνους Ἀττικοὺς μεʹ, ὡς μαρτυρεῖ Ἀριστοτέλης. ἄλλοι δέ φασιν ὅτι κίστη ἐστίν, εἰς ἣν κατετίθεντο τοὺς ἐπισιτισμοὺς οἱ ἐπὶ τὰς θεωρίας στελλόμενοι. REΓLh ἀχάνας] μέτρον Περσικόν.

### sch ach 108b

Lh ἄγε δὴ σὺ φράσον 〈ἐμοὶ σαφῶς πρὸς τουτονί 〉: ἀντὶ τοῦ πρὸς ἐμαυτόν.

### sch ach 111

Ἀττικὸν δὲ τὸ τοιοῦτο σχῆμα. ὡς μὴ συνιέντος δὲ αὐτοῦ δείκνυσι τῷ δακτύλῳ “ ἐμο ὶ ” λέγων καὶ “ τουτον ί” . REΓLh βάψω βάμμα Σαρδιανικό ν : ἵνα μή σε ἐρυθρὸν ποιήσω τῷ βάμματι μαστίξας, οἱονεὶ ἵνα μή σε φοινίξω.

### sch ach 112a

νῆσος γάρ ἐστι μεγίστη ἡ Σαρδὼ ⟦ ἡ ⟧ πρὸς τῇ Ἰταλίᾳ. γίνονται δὲ ἐν αὐτῇ πορφύραι διάφοροι καὶ ὀξύταται. βούλεται οὖν δηλοῦν, ἵνα μή σοι πληγὰς ἐντρίψω. RΓ νῆσός τίς ἐστι μεγάλη ἡ Σαρδὼ πρὸς τῇ Ἰταλίᾳ, ἐν ᾗ γίνονται πορφύραι διάφοροι καὶ ὀξύταται.

### sch ach 112b

ἢ ὅτι εἰς τὴν Σαρδὼ τῆς Λυδίας πυρρὰ βάμματα γίνεται. βούλεται οὖν δηλοῦν ὅτι εἰ μὴ εἴποις τἀληθές, μαστίζων σε ἐρυθρὸν ποιήσω τοῖς αἵμασιν. Lh totus versus] ἤγουν μαστίζων ἐρυθρὸν ποιήσω τῷ αἵματι.

### sch ach 112c

Lh ἀνανεύε ι : τοῦτό ἐστι παρεπιγραφή, ὑπὲρ τοῦ σαφὲς γενέσθαι ὅτι ἀρνούμενος ἀνένευσεν.

### sch ach 113a

REΓΓ 2 ἀνανεύει] ἀρνούμενος γὰρ ἀνένευεν.

### sch ach 113b

Lh (ad ἀνανεύει et ἐπινεύει) ἰαμβικὰ μονόμετρα βραχυκατάληκτα.

### sch ach 113c

Lh ἄλλω ς : ἠλιθίως καὶ ματαίως, ὡς καὶ Ὅμηρος “Σπέρχει’, ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς”.

### sch ach 114a

οἱ δὲ Ἀττικοὶ εἰώθασι προστιθέναι τὴν την, λέγοντες τηνάλλως. REΓ ἄλλως] μάτην.

### sch ach 114b

Ἀττικοὶ γὰρ τηνάλλως φασὶ προστιθέντες τὴν την. Lh Ἑλληνικόν γ ’ ἐπένευσα ν : τοῦτο εἶπεν ὡς διαφέροντος καὶ τοῦ νεύματος τοῦ Ἑλληνικοῦ.

### sch ach 115a

ἐπένευσε δὲ μετὰ τὸ περιάγειν τὴν κεφαλήν. χρὴ μέντοι εἰδέναι ὅτι ἕνα καλέσας μικρῷ πρότερον, νῦν ὡς περὶ δύο τὸν λόγον ποιεῖται. ⟦ δῆλον οὖν ὅτι δι’ ἑνὸς τοῦ ἐνδοξοτέρου τοὺς δύο καλεῖ. ⟧ REΓ χρὴ εἰδέναι ὅτι ἕνα πρέσβιν καλέσας ἄνω νῦν ὡς περὶ δύο τὸν λόγον ποιεῖται.

### sch ach 115b

⟦ δῆλον δὲ ὅτι δι’ ἑνὸς τοῦ ἐνδοξοτέρου τοὺς δύο καλεῖ, ἐπεὶ καὶ πρότερον “ οἱ παρὰ βασιλέως πρέσβει ς ” εἴρηκεν. ⟧ Lh αὐτόθε ν : ἀπὸ τῆς Ἀττικῆς, ἐντεῦθεν.

### sch ach 116

REΓ 2 Lh ἐγᾦ δ’ : τὸ “ ἐγᾦδ α ” ἀντὶ τοῦ ἐγὼ οἶδα.

### sch ach 118

οὗτος δὲ ὁ Κλεισθένης ἀεὶ τὸ γένειον ἐξυρᾶτο πρὸς τὸ ἀεὶ φαίνεσθαι νέος. διὰ τοῦτο εὐνούχῳ αὐτὸν εἰκάζει. REΓLh ὦ θερμόβουλο ν : παρῳδίᾳ χρῆται.

### sch ach 119

ἔστι γὰρ ἐν Τημενίδαις Εὐριπίδου, “ὦ θερμόβουλον σπλάγχνον”. οὗτος οὖν σκώπτων Εὐριπίδην προσέθηκε “ πρωκτὸ ν ” παρὰ προσδοκίαν. REΓLh τοιόνδε δ ’ ὦ πίθηκ ε : καὶ τοῦτο παρῴδηκεν ἐκ τῶν Ἀρχιλόχου ἐπῳδῶν· “τοιάνδε δ’ ὦ πίθηκε τὴν πυγὴν ἔχεις”.

### sch ach 120

ELh οὐ δήπου Στράτω ν : καὶ οὗτος κωμῳδεῖται ὡς λωβώμενος τὸ γένειον καὶ λειαίνων τὸ σῶμα ὡς ὁ Κλεισθένης, ὥς φησιν αὐτὸς Ἀριστοφάνης ἐν ταῖς Ὁλκάσι· “παῖδες ἀγένειοι, 〈Κλεισθένης τε καὶ〉 Στράτων”.

### sch ach 122

REΓLh πάλιν ἐν μέσῳ ἰαμβικὸν πενθημιμερές.

### sch ach 123

EΓ 2 Lh πάλιν ἐν ἐκθέσει στίχοι ἰαμβικοὶ τρίμετροι.

### sch ach 124

E εἰς τὸ πρυτανεῖο ν : ὥστ’ ἐκεῖ εἶναι τοὺς πρέσβεις παρ’ Ἀθηναίοις.

### sch ach 125a

RELh ταῦτα δῆ τ ’ οὐκ ἀγχόν η : ἡ διαφορὰ τοῦ ὀνόματος ἐν 〈τῷ〉 τόνῳ.

### sch ach 125b

ὀξυτόνως μὲν γὰρ τὸ πάθος, βαρυτόνως δὲ τὸ σχοινίον καὶ ὁ βρόχος. EΓ ἀγχονὴ τὸ πάθος, ἀγχόνη τὸ σχοινίον.

### sch ach 125c

R οὐκ ἀποπνιγήσομαι, φησί, τῇ λύπῃ, οὐ τυγχάνων καὶ αὐτὸς ξενίας; τοὺς μὲν γὰρ πρέσβεις ξένους ὄντας καλοῦσι καὶ ξενίζουσιν ἐν τῷ πρυτανείῳ, ἐμὲ δὲ τὸν ὑπὲρ τῆς πόλεως στρατευόμενον καὶ πονοῦντα οὐ ξενίζουσιν.

### sch ach 125d

Lh ταῦτα δῆτ’ οὐκ ἀγχόνη] ἀγανακτῶν ὡς ξενιζομένων τῶν πρέσβεων τοῦτο λέγει.

### sch ach 125e

Lh (i) τοὺς δὲ ξενίζει ν : παροιμία ἐπὶ τῶν πολλοὺς ξένους ὑποδεχομένων “οὐδέποτ’ ἴσχει ἡ θύρα”.

### sch ach 127a

μέμνηται καὶ Εὔπολις ἐν Φίλοις “νὴ τὸν Ποσειδῶ οὐδέποτ’ ἴσχει 〈γ’〉 ἡ θύρα”. καὶ Καλλίμαχος ἐν Ἑκάλῃ “τῖον δέ ἑ πάντες ὁδῖται ἦρα φιλοξενίης· ἔχε γὰρ τέγος ἀκλήϊστον”. καὶ Πίνδαρος “ἔνθ’ ἄρα πεπταμέναιν ξείνων ἕνεκεν ταῖν θύραιν”. λέγει δὲ περὶ τῶν πρυτάνεων, διότι αὐτὸν μὲν ὑπὲρ τῆς πόλεως στρατευόμενον καὶ πονοῦντα οὐ δέχονται 〈ἐν τῷ πρυτανείῳ〉, τοὺς δὲ πρέσβεις ξένους ὄντας καλοῦσι καὶ ξενίζουσιν ἐν αὐτῷ. “ ἴσχε ι ” δὲ ἀντὶ τοῦ κωλύει ἢ ἀποκλείει. EΓLh (ii) ἄλλω ς : οὐδέποτε ἐκώλυσεν ἢ ἀπέκλεισεν. ὁ δὲ λόγος ἐπὶ τῶν πρυτάνεων, καθὸ ἐπὶ ξενίαν καλοῦσι τοὺς ἀφικνουμένους. E οὐδέποτ’ ἴσχει γ’ ἡ θύρα] παροιμία ἐπὶ τῶν πολλοὺς ξένους ἀποδεχομένων.

### sch ach 127b

RLh ἴσχει] κωλύει ἢ ἀποκλείει.

### sch ach 127c

Γ 2 καὶ τῇ πλάτιδ ι : τῇ γυναικί· παρὰ τὸ πελάζειν τῷ ἀνδρὶ κατὰ τὴν κοίτην.

### sch ach 132

REΓLh πρεσβεύεσθ ε : ἀντὶ τοῦ πρέσβεις πέμπετε.

### sch ach 133

τὸ δὲ “ κεχήνατ ε” , ἐξαπατᾶσθε καὶ ἐνεοί ἐστε. REΓLh προσίτω Θέωρο ς : οὗτος ἐπὶ κολακείᾳ κωμῳδεῖται.

### sch ach 134

ὁ κῆρυξ καλεῖ ἄλλον πρεσβευτὴν ἐλθόντα παρὰ Σιτάλκους τοῦ Θρᾳκῶν βασιλέως, πρὸς ὃν ἦσαν ἀποστείλαντες αὐτὸν Ἀθηναῖοι· οὗτος δὲ ἐκαλεῖτο Θέωρος. μέμνηται δὲ αὐτοῦ ποτὲ μὲν ὡς ἐπιόρκου, ὡς καὶ ἐν ταῖς Νεφέλαις· φησὶ γὰρ “εἴπερ βάλλει τοὺς ἐπιόρκους, πῶς δῆτα οὐχὶ Σίμων’ ἐνέπρησεν οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον· καίτοι σφόδρα γ’ εἰς’ ἐπίορκοι;”, ποτὲ δὲ ὡς κόλακος, ὡς ἐν τοῖς Σφηξίν. REΓLh οὗτος εἰσκηρύττετα ι : ἀντὶ τοῦ καλεῖται ὑπὸ τοῦ κήρυκος.

### sch ach 135a

EΓΓ 2 ἀλαζὼν] φοβερῶς εἰσῆλθε καὶ οὗτος ἐσκευασμένος.

### sch ach 135b

Lh εἰσκηρύττεται] εἴσω καλεῖται παρὰ τοῦ κήρυκος.

### sch ach 135c

Lh οὐκ ἄ ν , εἰ μισθόν γε μὴ ’φερες 〈πολύν 〉: τοῦτο διὰ μέσου ὁ Δικαιόπολις· οὐκ ἂν ἔτριψας τὸν χρόνον εἰ μὴ πολὺν μισθὸν ἐλάμβανες.

### sch ach 137a

τὸ γὰρ “ ἔφερε ς ” ἀντὶ τοῦ ἐλάμβανες, ἐβάσταζες. RE totus versus] τοῦτο διὰ μέσου.

### sch ach 137b

Lh ’φερες] ἐλάμβανες.

### sch ach 137c

διὰ τοῦτο γὰρ πολὺν χρόνον διέτριβον ἐν τῇ πρεσβείᾳ ἵνα πλείω μισθὸν λάβωσι. δύο γάρ, ὡς ἔφη, δραχμὰς εἶχον τῆς ἡμέρας μισθόν. Lh κατένειψε] ἐπλήρωσε.

### sch ach 138

Lh ὅ τ ’ ἐνθαδὶ Θέογνι ς : οὗτος ὁ Θέογνις τραγῳδίας ποιητὴς ψυχρός.

### sch ach 140a

κωμῳδῶν οὖν αὐτὸν παρίστησιν ἡμῖν τὴν πολλὴν χιόνα διὰ τῆς τούτου περὶ τὰ ποιήματα ψυχρότητος. τὸν ψυχρὸν οὖν τῷ ψυχρῷ παρέβαλε. πάνυ δὲ χαριέντως ἔσκωψε. REΓΓ 2 κωμῳδῶν τὸν Θέογνιν ὡς ψυχρὸν ὄντα ποιητὴν δείκνυσιν τὴν τοῦ τότε χειμῶνος ψυχρότητα, πάνυ χαριέντως ψυχρῷ τὸ ψυχρὸν παραβάλλων.

### sch ach 140b

Lh Θέογνις] οὗτος τραγῳδίας ποιητὴς πάνυ ψυχρός.

### sch ach 140c

Lh Σιτάλκους] τῶν Θρᾳκῶν βασιλέως πρὸς ὃν ἀπέστειλαν αὐτὸν Ἀθηναῖοι.

### sch ach 141

Lh καὶ δῆτα φιλαθήναιο ς : τὸ “ φιλαθήναιο ς ” προπαροξύνειν δεῖ, ἐπεὶ τὰ εἰς ος λήγοντα προπερισπώμενα ἁπλᾶ ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον· οἷον δῆμος Ἀριστόδημος, πῶλος ἐχέπωλος ⟦ καὶ Ὅμηρος “Θαλυσιάδην ἐχέπωλον” ⟧ , κνεφαῖος ἀκροκνέφαιος, ὀμφαῖος πανόμφαιος, ἀρχαῖος φιλάρχαιος· οὕτω καὶ φιλαθήναιος.

### sch ach 142

EΓ 2 Lh ἐν τοῖσ〈ι〉 τοίχοι ς : ἴδιον ἐραστῶν ἦν τὸ τὰ τῶν ἐρωμένων ὀνόματα γράφειν ἐν τοῖς τοίχοις ⟦ ἢ δένδροισ ⟧ ἢ φλοιοῖς δένδρων οὕτως “ὁ δεῖνα καλός”.

### sch ach 144

καὶ παρὰ Καλλιμάχῳ “ἀλλ’ ἐνὶ δὴ φλοιοῖσι κεκομμένα τόσσα φέροιτε γράμματα, Κυδίππην ὅσς’ ἐρέουσι καλήν”. καὶ ἐν τοῖς Σφηξίν· “ἰὼν παρέγραψε ‘κημὸς καλόσ‘”. REΓLh ὁ δ ’ υἱό ς , ὃν Ἀθηναῖο ν : τοῦτον πολίτην ἐποίησαν Ἀθηναῖοι, τοῦ πατρὸς στρατιὰν αὐτοῖς παραπέμποντος.

### sch ach 145a

ἐλέγετο δὲ οὗτος Τήρης. ἔνιοι δέ φασιν ὅτι ὁμώνυμος ἦν τῷ πατρὶ Σιτάλκει, 〈ὃσ〉 σύμμαχος 〈ἦν〉 Ἀθηναίοις. μέμνηται Θουκυδίδης, προστίθησι δὲ ἄλλο ὄνομα λέγων οὕτω· “καὶ Σάδοκον τὸν υἱὸν αὐτοῦ Ἀθηναῖον.” EΓ τοῦτον πολίτην ἐποίησαν Ἀθηναῖοι.

### sch ach 145b

R τὸν υἱὸν Σιτάλκους Ἀθηναῖοι πολίτην ἐποίησαν ἐν τῇ ἑορτῇ τῶν Ἀπατουρίων.

### sch ach 145c

ἐλέγετο δὲ Λήρης· ἔνιοι δέ φασιν αὐτὸν ὁμώνυμον τῷ πατρί. Lh ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίω ν : χαριέντως ὡς ἐξαπατωμένων τῶν Ἀθηναίων.

### sch ach 146a

λέγει δὲ νῦν περὶ Ἀπατουρίων, ἑορτῆς ἐπισήμου καὶ δημοτελοῦς, ἀγομένης παρὰ τοῖς Ἀθηναίοις κατὰ τὸν Πυανεψιῶνα μῆνα. ἐν δὲ τοῖς Ἀπατουρίοις ἀνεγράφη τῇ πολιτείᾳ ὁ υἱὸς Σιτάλκους. REΓ ἑορτὴ ἦν τῶν Ἀπατουρίων ἐπίσημος καὶ δημοτελὴς ἀγομένη παρ’ Ἀθηναίοις κατὰ τὸν Πυανεψιῶνα μῆνα, ἤγουν τὸν Δεκέμβριον, ἐν ᾗ ἐνεγράφη τῇ πολιτείᾳ ὁ υἱὸς Σιτάλκους.

### sch ach 146b

Lh totus versus] χαριέντως λέγει ὡς ἐξαπατωμένων τῶν Ἀθηναίων.

### sch ach 146c

Lh ἠντεβόλει] παρεκάλει, ἱκέτευε.

### sch ach 147a

Lh τῇ πάτρᾳ] τῇ πατρίδι αὐτοῦ.

### sch ach 147b

Lh ὅσον τὸ χρῆμ α : ὡς πολλῶν ὄντων παρνόπων ἐν τῇ Ἀττικῇ.

### sch ach 150

βούλεται δὲ πολὺ πλῆθος σημᾶναι. εἶδος δὲ ἀκρίδων οἱ πάρνοπες. εἰσὶ δὲ οὗτοι ἀττέλεβοι, Ἀττικοὶ πάρνοπες. REΓLh μαχιμώτατο ν : τοῦτο ψεύδεται, ὡς ἀσθενῶν ἢ ὀλίγων ὄντων.

### sch ach 153

REΓ 2 Lh Ὀδομάντων στρατό ς : Ὀδόμαντες ἔθνος Θρᾳκικόν· φασὶ δὲ αὐτοὺς Ἰουδαίους εἶναι.

### sch ach 156

REΓΓ 2 Lh ἀποτεθρ〈ί〉ακε ν : ἀπέτιλεν.

### sch ach 158

κυρίως δὲ ἀπεφύλλησε συκᾶς· θρῖα γὰρ τὰ φύλλα τῆς συκῆς. ἐλειαίνοντο δὲ καὶ ἀπετίλλοντο οἱ Θρᾷκες τὰ αἰδοῖα καὶ ἀποσεσυρμένα εἶχον αὐτά. REΓLh καταπελτάσοντα ι : κατακοντίσουσι, καταπολεμήσουσι.

### sch ach 160a

πέλτη γὰρ εἶδος μηχανῆς, ἀφ’ ἧς ἀκόντια καὶ ἄλλα τινὰ ἀφιᾶσιν. ἢ καταδραμοῦνται. πέλτη γὰρ ἀσπὶς μικρὰ μὴ ἔχουσα ἱμάντα. ἐχθροὶ δὲ ἦσαν καὶ οἱ Βοιωτοὶ τοῖς Ἀθηναίοις. REΓ πέλτη μηχανή τίς ἐστιν ἀφ’ ἧς ἀκόντια καὶ ἄλλα τινὰ ἀφιᾶσιν, οἱ δὲ ἀσπίς φασιν ἐστί τις μὴ ἔχουσα ἱμάντα.

### sch ach 160b

Lh καταπελτάσονται] κατακοντίσουσι, καταπολεμήσουσι.

### sch ach 160c

Lh Βοιωτίαν] ἐχθροὶ γὰρ ἦσαν Βοιωτοὶ τοῖς Ἀθηναίοις.

### sch ach 160d

Lh ὁ θρανίτης λεώ ς : ἀντὶ τοῦ ὁ ναυτικός.

### sch ach 162a

ἐκ μέρους δὲ τὸ πᾶν εἶπε. τῶν γὰρ ἐρεττόντων οἱ μὲν ἄνω ἐρέττοντες θρανῖται λέγονται, οἱ δὲ μέσοι ζυγῖται, οἱ δὲ κάτω θαλάμιοι. ὁ δὲ λόγος, εἰ οἱ Ὀδόμαντες τοσαῦτα λαμβάνουσι, πᾶν τὸ παρ’ ἡμῖν ναυτικὸν πλῆθος ἀγανακτήσει, πολλὰ μὲν ἐν ταῖς τριήρεσι κάμνοντες, ὀλίγα δὲ λαμβάνοντες. REΓ τῶν ἐρεσσόντων οἱ μὲν ἀνωτέρω καθήμενοι θρανῖται λέγονται, οἱ δὲ μέσοι ζυγῖται, οἱ δὲ κάτω θαλάμακες.

### sch ach 162b

μέμνηται τούτων καὶ ἐν Βατράχοις “νὴ τὸν Ἀπόλλω καὶ προσπαρδεῖν γ’ ἐς τὸ στόμα τῷ θαλάμακι”. Lh ὁ θρανίτης] ὁ ναυτικός, ἀπὸ μέρους, ἐὰν οἱ Ὀδόμαντες τοσαῦτα λάβωσιν.

### sch ach 162c

Lh οἴμοι τάλας ἀπόλλυμα ι : δεῖ νοεῖν ὅτι ἐκ τῶν ἀγρῶν ἔρχεται ὁ Δικαιόπολις, ἔχων φορτίον σκορόδων, καὶ ἐπηρεάζεται ὑπὸ τῶν ξένων, ὡς ἐκείνων λιμωττόντων καὶ ἁρπαζόντων τὰ σκόροδα.

### sch ach 163a

τοῦτο δὲ εἶπε πορθούμενος, παρόσον καὶ οἱ πορθούμενοι ἀπόλλυνται. ἀρέσκονται δὲ τοῖς σκορόδοις οἱ Θρᾷκες, οὐκ ἀπεικότως· θερμὰ γὰρ τὰ σκόροδα φυσικῶς, οἱ δὲ Θρᾷκες ψυχρὰν χώραν νέμονται. REΓ δεῖ νοεῖν ὅτι ἐξ ἀγροῦ ἐρχόμενος ἀφῃρέθη ὅπερ ἔφερε φορτίον σκορόδων ὑπὸ τῶν Ὀδομάντων.

### sch ach 163b

πεινῶντες γὰρ τοὺς ἐν ὁδοῖς ἐπηρεάζοντες ἦσαν. ἀρέσκονται δὲ τοῖς σκορόδοις οἱ Θρᾷκες, θερμοῖς οὖσι φυσικῶς, οἱ δὲ ψυχρὰν χώραν νέμονται. Lh ὁ σωσίπολις] ὁ ταῖς τριήρεσι σώζων τὴν πόλιν.

### sch ach 163c

Lh οἴμοι τάλας] ἐξ ἀγροῦ ἦν ἐρχόμενος.

### sch ach 163d

Lh τῶν Ὀδομάντων] τῶν Θρᾳκῶν.

### sch ach 164a

Lh πορθούμενος] ἀφαιρεθείς.

### sch ach 164b

Lh ἀποβαλεῖτε] ἀποδώσετε.

### sch ach 165a

Lh σύ] Δικαιόπολις.

### sch ach 165b

Lh (i) οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοι ς : ⟦ οὐ καταβαλεῖτε ⟧ .

### sch ach 166a

ὁ Θέωρος δὲ ἐπιπλήττει τοῖς βαρβάροις ἁρπάσασι τὰ σκόροδα καὶ τῷ Δικαιοπόλιδι ὁμοίως ἐπιπλήττει ἐρεθίζοντι αὐτούς. REΓ (ii) εἰς τὸ αὐτ ό : ἀντὶ τοῦ σφοδροῖς οὖσι καὶ πικροῖς γενομένοις, μετειληφόσι τῶν σκορόδων, ἀπὸ μεταφορᾶς τῶν ἀλεκτρυόνων. τούτοις γὰρ ὅτε μέλλουσι μάχεσθαι σκόροδα δίδοται ἐσθίειν, ἵνα θερμανθέντες ὀξύτεροι γένωνται, ὡς καὶ ἐν Ἱππεῦσί φησιν “ἵν’ ἄμεινον, ὦ τᾶν, ἐσκοροδισμένος μάχῃ.” REΓ ἀπὸ μεταφορᾶς τῶν ἀλεκτρυόνων εἴρηκε τὸ “ ἐσκοροδισμένοι ς” .

### sch ach 166b

ἐν Ἱππεῦσι δὲ τὰ περὶ τούτων εἴρηται. μέμνηται γὰρ τῆς λέξεως καὶ ἐν τούτοις λέγων “ἵν’ ἄμεινον, ὦ τᾶν, ἐσκοροδισμένος μάχῃ”. Lh πρόσει] προσέλθῃς.

### sch ach 166c

Lh ἐσκοροδισμένοις] τῶν σκορόδων ἐμφορηθεῖσι καὶ θυμοῦ πλησθεῖσι.

### sch ach 166d

μή τι πάθῃς κακόν, δηλονότι. Lh διοσημί〈α〉 ’στ ί : παρεφυλάττοντο γὰρ οἱ Ἀθηναῖοι τὰς διοσημίας καὶ διέλυον τὰς ἐκκλησίας διοσημίας γενομένης, ἢ ἄλλο τι μέλλοντες ἀνύειν.

### sch ach 171a

διοσημία δέ ἐστιν ὁ παρὰ καιρὸν χειμών. REΓLh διοσημία] ἤγουν χειμὼν παρὰ καιρόν.

### sch ach 171b

Lh παρεῖναι δ ’ εἰς ἕνη ν : οἷον εἰς τρίτην.

### sch ach 172

〈καὶ Ἡσίοδος·〉 “μὴ δ’ ἀναβάλλεσθαι ἔς τ’ αὔριον ἔς τε ἔνηφι”. τινὲς δὲ εἰς τριακάδα. διαλυθείσης δὲ τῆς ἐκκλησίας συνήγοντο πάλιν βουλευσόμενοι περὶ τῶν αὐτῶν. Ἀττικοὶ καλοῦσιν ἕνην καὶ τὴν παλαιάν. καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος “τὰς ἕνας ἀρχὰς ταῖς νέαις ὑπεξιέναι”. REΓLh μυττωτό ν : ἀντὶ τοῦ σκόροδα, ἐξ ὧν ὁ μυττωτὸς γίνεται.

### sch ach 174a

κατασκευάζεται δὲ ἀπὸ τυροῦ καὶ σκορόδων καὶ ᾠοῦ. ἀπὸ τοῦ παντὸς οὖν κατασκευάσματος τὸ μέρος ἐδήλωσε, τουτέστι τὰ σκόροδα. REΓ μυττωτόν] ἤγουν σκόροδα, ἀπὸ μέρους.

### sch ach 174b

κατασκευάζεται δὲ ὁ μυττωτὸς ἀπὸ τυροῦ, σκορόδων καὶ ᾠῶν. Lh μήπω γ ε : γελοίου χάριν εἶπε πρὸς τὸ “ χαῖρ ε ” τὸ “ μήπ ω” .

### sch ach 176

REΓLh ὤσφροντ ο : ἀντὶ τοῦ ᾔσθοντο εἶπε τὸ “ ὤσφροντ ο” , ὅτι δι’ οἴνου εἰσὶν αἱ σπονδαί, ὡς ἐκ τῶν μετὰ ταῦτα δῆλον.

### sch ach 179a

δι’ ὀσφρήσεως δὲ ἡ αἴσθησις τῆς ἀναφορᾶς τοῦ οἴνου. EΓ ὤσφροντο] ᾔσθοντο.

### sch ach 179b

“ ὤσφροντ ο ” δὲ εἶπεν ὅτι δι’ οἴνου αἱ σπονδαί. Lh στιπτοὶ γέροντε ς : ἀντὶ τοῦ πυκνοί· εἴρηται δὲ ἀπὸ τῶν ἐσθήτων, αἵτινες ὑφανθεῖσαι εἰς πυκνότητα συμπατοῦνται.

### sch ach 180a

ἢ ἀντὶ τοῦ στερεοὶ καὶ πεπιλημένοι ἀπὸ τοῦ στείβειν, ὅ ἐστι πατεῖν. REΓ πρίνινο ι : στερεοὶ καὶ σκληροί.

### sch ach 180b

ἰσχυρὸν γὰρ τὸ τῆς πρίνου ξύλον. καὶ Ἡσίοδος “πρίνου δὲ γύην”. καὶ πάλιν “πρίνινον, ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν”. REΓ ἀπὸ μεταφορᾶς τῶν ἐσθήσεων εἴρηται τὸ “ στιπτο ί” , αἵτινες ὑφανθεῖσαι εἰς πυκνότητα συνάπτονται.

### sch ach 180c

ἢ ἀντὶ τοῦ στερεοὶ καὶ πεπιλημένοι, ἀπὸ 〈τοῦ〉 στείβειν, ὅ ἐστι πατεῖν. πατούμενα γὰρ ἐν τῷ πλύνεσθαι τὰ ἱμάτια συμπεπιλημένα πλέον γίγνεται. Lh στιπτοί] πυκνοί.

### sch ach 180d

Lh πρίνινοι] σκληροί, ἰσχυροί.

### sch ach 180e

Lh ἀτεράμονε ς : λίαν σκληροί, μὴ τειρόμενοι, ἀνένδοτοι.

### sch ach 181a

κυρίως δὲ τὰ μὴ ἑψόμενα τῶν ὀσπρίων ἀτεράμονα λέγεται, οἷον οὐχ ἁπαλά. REΓ (i) σφενδάμνινο ι : ἰσχυροί· τοιοῦτον γὰρ τὸ τῆς σφενδάμνου ξύλον.

### sch ach 181b

ἀντὶ τοῦ σφενδονῆται. REΓLh (ii) ἄλλω ς : τὸ “ σφενδάμνινο ι ” ταὐτόν ἐστι τῷ “ πρίνινο ι” . σφένδαμνος γὰρ εἶδος ἰσχυροῦ ξύλου. ἔστι δὲ καὶ εἶδος καννάβεως ἡ σφένδαμνος· ἡ γὰρ σφενδόνη ἀπὸ καννάβεως γίνεται. EΓ τὰ μὴ ἑψόμενα τῶν ὀσπρίων κυρίως οὕτω λέγονται ἀτεράμονα, οἷον οὐχ ἁπαλά, ἀπὸ τοῦ μὴ τείρεσθαι καὶ δαμάζεσθαι.

### sch ach 181c

Lh ἀτεράμονες] λίαν σκληροί, μὴ τειρόμενοι.

### sch ach 181d

Lh Μαραθωνομάχαι] προείρηται ἡ ἱστορία.

### sch ach 181e

Lh ἀμπέλων τετμημένω ν : οἱ γὰρ Πελοποννήσιοι εἰσβάλλοντες εἰς τὴν Ἀττικὴν ἔτεμνον τὴν γῆν τῶν Ἀχαρνέων.

### sch ach 183

EΓLh κἀς τοὺς τρίβωνα ς : Ἀττικὸν τὸ σχῆμα, ἀντὶ τοῦ εἰς τοὺς τρίβωνας συνέλεγον τοὺς λίθους.

### sch ach 184

EΓLh τρία γε ταυτὶ γεύματ α : ἔπαιξε παρὰ τὰς σπονδάς, ἐπεὶ δι’ οἴνου γίνονται αἱ δι’ ὅρκων συνθῆκαι.

### sch ach 187a

EΓ ἔπαιξεν, ἐπεὶ δι’ οἴνου αἱ σπονδαὶ καὶ αἱ δι’ ὅρκων συνθῆκαι γίνονται.

### sch ach 187b

Lh γεῦσαι] ἀντὶ τοῦ ἀνάγνωθι.

### sch ach 188

EΓ 2 Lh αἰβοῖ] φεῦ.

### sch ach 189

Lh ὄζουσι πίττη ς : κοινὸν ἐπὶ οἴνου καὶ νεὼς τὸ πίσσης ὄζειν.

### sch ach 190a

ἔστι γὰρ πισσίζων οἶνος. ὁ δὲ λόγος, ὄζουσιν αἱ σπονδαὶ αὗται κατασκευῆς τριήρων, διὰ τὸ ὀλιγοχρόνιον αὐτῶν. REΓLh ὄζουσι, φησίν, αἱ σπονδαὶ πίττης καὶ κατασκευῆς νεῶν, διὰ τὸ ὀλιγοχρόνιον.

### sch ach 190b

τὰ γὰρ νεωστὶ χρισθέντα τῶν ἀγγείων ὄζουσι πίττης. ὁμοίως δὲ καὶ τὰ πλοῖα καὶ πᾶν ἀγγεῖον νεωστὶ κατασκευασθὲν ὀσμήν τινα φυσικὴν ἀποπέμπει, εἴτε ἐκ ξύλου ἐστὶν εἴτε καὶ ἑτέρας ὕλης. καὶ Θεόκριτος “ἀμφῶες, νεοτευχές, ἔτι γλυφάνοιο ποτόσδον.” Lh τὰς πόλεις] τῶν συμμάχων δηλονότι.

### sch ach 192a

EΓ 2 ἀντὶ τοῦ μόναι πρεσβεῖαι ἔσονται περὶ τῶν συμμάχων, ὥστε μένειν ἐν ταῖς πόλεσι καὶ συμμαχεῖν.

### sch ach 192b

Lh (i) ὀξύτατον ὥσπερ διατριβῆ ς : ἀντὶ τοῦ ἀπωλείας καὶ συντριβῆς.

### sch ach 193a

ἢ ἀντὶ τοῦ μόναι πρεσβεῖαι ἔσονται περὶ τῶν συμμάχων, ὥστε μένειν αὐτοὺς καὶ μὴ μεθίστασθαι, ἀλλὰ συμμαχεῖν τῇ πόλει. REΓ (ii) ἄλλω ς : ἀπὸ μεταφορᾶς τοῦ τραπέντος οἴνου εἰς ὄξος. καὶ 〈γὰρ ὄξοσ〉 τῶν οἴνων τὸ ὀξύτατον. EΓ ὀξύτατον] ἀπὸ τοῦ τραπέντος οἴνου εἰς ὄξος.

### sch ach 193b

Lh διατριβῆς] ἢ ἀντὶ τοῦ ἀπωλείας καὶ συντριβῆς.

### sch ach 193c

Lh ὦ Διονύσι α : θαυμάζων ταῦτα λέγει, προσδοκῶν εἰρήνης οὔσης τὴν τῶν Διονυσίων πανήγυριν ἔσεσθαι.

### sch ach 195a

ἀντὶ τοῦ ἥδισται, ἄξιαι τῶν Διονυσίων. REΓ ὦ Διονύσια] θαυμάζων ταῦτα λέγει.

### sch ach 195b

Lh totus versus] ἤγουν ἥδισταί εἰσι καὶ ἄξιαι τῶν Διονυσίων.

### sch ach 196a

Lh ἀμβροσίας καὶ νέκταρος] τρυφῆς καὶ εὐφροσύνης, διὰ τὴν εἰρήνην· ταύτης γὰρ οὔσης καὶ πανηγύρεις γίνονται.

### sch ach 196b

Lh καὶ μὴ ἐπιτηρεῖν σιτί α : εἴ ποτε γὰρ ἔξοδος ἐπὶ στρατιὰν ἐγένετο, εἰώθεσαν οἱ στρατηγοὶ προλέγειν τοῖς στρατιώταις ὥστε τριῶν ἡμερῶν παρασκευάζεσθαι σιτία.

### sch ach 197a

σκώπτει οὖν τοῦτο τὸ στρατηγικὸν παράγγελμα ὡς ἀηδὲς καὶ βαρὺ τοῖς εἰρήνης ἐπιθυμοῦσιν. EΓ ὅτι ἐξερχόμενοι οἱ στρατιῶται πρὸς μάχην τροφὰς ἡμερῶν τριῶν φέρουσιν.

### sch ach 197b

Lh (i) κἀν τῷ στόματι λέγουσ ι : ὡς γυναῖκας εἰδωλοποιεῖ τὰς σπονδάς· στόμα γοῦν αὐτοῖς προστίθησιν.

### sch ach 198a

ἢ ἐν τῷ ἡμετέρῳ στόματι γευσαμένων ἡμῶν μονονουχὶ φωνὴν ἀφιᾶσιν. REΓ (ii) ἄλλω ς : λέγουσι, φησίν, αἱ σπονδαὶ “ἄπιθι ὅπου θέλεις”, εἰκότως. ἐν γὰρ πολέμῳ διὰ τὰς ἐπιδρομὰς τῶν πολεμίων καὶ τὰς πολιορκίας οὐκ ἔστιν ἀπελθεῖν ὅπου τις βούλεται. EΓ ὡς γυναῖκας εἰδωλοποιεῖ τὰς σπονδὰς καὶ στόμα αὐταῖς περιτίθησιν.

### sch ach 198b

ἢ γευσαμένων ἡμῶν, φησί, διὰ τοῦ ἡμετέρου στόματος μονονουχὶ βοῶσιν “ἄπιθι ἔνθα βούλει”. εἰρήνης γὰρ οὔσης τοιοῦτό τι γίνεται, καὶ ὅπου ἄν τις βουληθείη ἄπεισι. πολέμου δὲ ἐπικειμένου πάντες ἐντός εἰσι τῶν πόλεων διὰ τὰς τῶν πολεμίων ἐπιδρομάς. Lh χαίρειν κελεύω ν : κατ’ εὐφημισμὸν τὸ “ χαίρει ν” : τοῦτο δὲ τὸ “ χαίρειν κελεύω ν ” τὸν Ἀμφίθεον 〈λέγειν〉 οἴονταί τινες, ἵνα γραφῇ τὸ “κελεύω” χωρὶς τοῦ ν.

### sch ach 200

τὸ δὲ ἑξῆς “ ἐγὼ δὲ πολέμο υ ” τὸν Δικαιόπολιν. REΓ ἄξω τὰ κα τ ’ ἀγρού ς : τὰ Λήναια λεγόμενα.

### sch ach 202

ἔνθα καὶ ὁ ἐπιλήναιος ἀγὼν τελεῖται τῷ Διονύσῳ. Λήναιον γάρ ἐστιν ἐν ἀγροῖς ἱερὸν τοῦ Διονύσου διὰ τὸ πλεκτοὺς ληνοὺς ἐνταῦθα γεγονέναι. ἢ διὰ τὸ πρῶτον ἐν τούτῳ τῷ τόπῳ ληνὸν τεθῆναι. Μένανδρος· “τραγῳδὸς ἦν ἀγών, Διονύσια”. EΓLh (i) τῇδε πᾶς ἕπου δίωκ ε : ἐντεῦθεν ἡ πάροδος γίνεται τοῦ χοροῦ, ὃν συμπληροῦσιν οἱ Ἀχαρνεῖς.

### sch ach 204a

παράγονται δὲ συντόνως καὶ μετὰ σπουδῆς διώκοντες τὸν Ἀμφίθεον σπονδὰς ποιησάμενον πρὸς τοὺς Λακεδαιμονίους. γέγραπται δὲ τὸ μέτρον τροχαϊκόν, πρόσφορον τῇ τῶν διωκόντων γερόντων σπουδῇ. ταῦτα δὲ ποιεῖν εἰώθεσαν οἱ τῶν δραμάτων ποιηταὶ κωμικοὶ καὶ τραγικοί, ἐπειδὰν δρομαίως εἰσάγωσι τοὺς χορούς, ἵνα ὁ λόγος συντρέχῃ τῷ δράματι. τὸ δὲ τῇ τοπικόν ἐστιν ἐπίρρημα καὶ κεῖται ἐν ἴσῳ τῷ ἐνταῦθα. καὶ ἔχει παρὰ τοῦ ποιητοῦ “τῇ ἴμεν, ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύεις”. σημαίνει δέ ποτε καὶ ῥῆμα προστατικόν· “Κύκλωψ, τῆ πίε οἶνον”. ἐχρήσατο δὲ καὶ τῷ πληθυντικῷ ὁ Σώφρων εἰπὼν “τῆτε τοι κορῶναί εἰσιν”. REΓ (ii) ἄλλω ς : κορωνίς· εἰσέρχεται γὰρ ὁ χορὸς διώκων τὸν Ἀμφίθεον. καὶ ἔστι μεταβολικὸν τὸ μέλος, ἐκ δύο δυάδων μονοστροφικῶν· ὧν ἡ μὲν πρώτη ιδʹ κώλων ἔχει τὰς περιόδους, ὧν δʹ μὲν ἐν ἐκθέσει τροχαϊκοὶ καταληκτικοὶ τετράμετροι, εἶτα ἐν εἰσθέσει κῶλα γʹ παιωνικὰ δίρρυθμα. EΓ καὶ τὸν ἄνδρα πυνθάνο υ : ἀντὶ τοῦ περὶ τοῦ ἀνδρός· ὅμοιον γάρ ἐστι τῷ “ἄνδρα μοι ἔννεπε Μοῦσα”.

### sch ach 204b

ELh ξυλλαβεῖν τὸν ἄνδρ α : διττή ἐστιν ἡ χρῆσις τοῦ συλλαβεῖν παρὰ τοῖς ἀρχαίοις· πρὸς γὰρ διάφορον κλίσιν, διάφορος καὶ ἡ διάνοια.

### sch ach 206

ἐὰν μὲν γὰρ πρὸς αἰτιατικὴν ἡ σύνταξις ᾖ, ἔχθραν καὶ δυσμένειαν παρίστησι τοῦ συλλαμβάνοντος, κακουργίαν δὲ τοῦ συλλαμβανομένου, ὥσπερ καὶ νῦν. καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου “οὐχὶ συλληψόμεθα αὐτόν;” ἐὰν δὲ πρὸς δοτικήν, σημαίνει φιλίαν καὶ συμμαχίαν, ὡς Ἰσοκράτης ἐν ταῖς παραινέσεσιν· “ὁρῶ δὲ καὶ τὴν τύχην ἡμῖν συλλαμβάνουσαν”, ἴσον τῷ συναγωνιζομένην. ἐπάγει γοῦν “καὶ τὸν παρόντα καιρὸν συναγωνιζόμενον”. καὶ Δημοσθένης ἐν τῷ πρώτῳ Φιλιππικῶν. ELh εἴ τις οἶ δ ’ ὅποι τέτραπτα ι : ἀστεία καὶ καθαρὰ εἰς ὑπερβολὴν ἡ σύνταξις, τὸ λέγειν οὐκ εἰς ποίαν γῆν πέφευγεν ἀλλὰ “ ποῖ γῆ ς; ” δόξαν γὰρ πεπαιδευμένου καρπώσαιτο ἄν τις οὕτως εἰπών.

### sch ach 207

REΓ 2 Lh τῶν ἐτῶν τῶν ἐμῶ ν : οὐκ ἀπόβλητον οὐδὲ τοῦτό μοι δοκεῖ.

### sch ach 210a

σφόδρα γὰρ Ἀττικὴ ἡ φράσις· λείπει γὰρ τὸ ἕνεκα. τὸ κατ’ ἔλλειψιν οὖν ῥηθὲν κοινὸν αὐτῷ πεποιηκὼς λέγοις ἂν καὶ σὺ παραπλησίως “οἴμοι τῆς τύχης”, “μακάριος τῆς ἐμῆς παιδείας”. EΓ 2 τῶν ἐτῶν] καὶ τοῦτο Ἀττικόν· λείπει γὰρ τὸ ἕνεκα.

### sch ach 210b

Lh οὐκ ἂν ἐ π ’ ἐμῆς γε νεότητο ς : ὁ μὲν χορὸς συνέστηκεν ἐξ κδʹ ἀνδρῶν.

### sch ach 211

ἔστι δὲ νῦν γεροντικός. πάνυ δὲ ἐμμελῶς καὶ μετὰ πάσης ἀρετῆς ὁ ποιητὴς ἐμιμήσατο τοὺς γερόντων τρόπους καὶ λόγους· τρόπους μὲν ἐκ τῆς ἀκροχολίας, λόγους δὲ ἐκ τῆς τῶν παλαιῶν ἔργων ὑπομνήσεως. τοιοῦτος ἡμῖν καὶ ὁ Νέστωρ δοκεῖ λέγων “ἡβῷμ’ ὡς ὅτ’ ἐπ’ ὠκυρόῳ” καὶ πάλιν “εἴθ’ ὣς ἡβῴοιμι 〈βίη τε μοι ἔμπεδος εἴη〉· τῷ κε τάχ’ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ”. ὁ μὲν οὖν Ὅμηρος ἡρωϊκὸς ὢν ἡρωϊκῶν πράξεων μέμνηται, Ἀριστοφάνης δὲ ὡς μετρίοις ἀνδράσι καὶ βαναύσοις περιέθηκεν ἄνθρακας καὶ φορτία βασταζόμενα. REΓLh ἀνθράκων φορτίο ν : καὶ πάλιν ἐν εἰσθέσει κῶλα ἕξ, ὧν δίρρυθμον τό τε πρῶτον καὶ τὸ τρίτον 〈καὶ τὸ πέμπτον〉, τὰ δὲ λοιπὰ τρίρρυθμα.

### sch ach 213

EΓ Φαΰλλ ῳ : ὁ Φάυλλος δρομεὺς ἄριστος Ὀλυμπιονίκης, ὁπλιτοδρόμος περιώνυμος, ὃν ἐκάλουν ὁδόμετρον· ἦν δὲ καὶ πένταθλος.

### sch ach 214

ἐφ’ οὗ καὶ ἐπίγραμμα τοιόνδε· “πέντ’ ἐπὶ πεντήκοντα πόδας πήδησε Φάυλλος, δίσκευσεν δ’ ἑκατὸν πέντ’ ἀπολειπομένων”. ἐγένετο δὲ καὶ ἕτερος ἀθλητής, ὀγδόην Ὀλυμπιάδα νικήσας· καὶ τρίτος λωποδύτης. REΓLh ὧδε φαύλως ἄ ν : ἀντὶ τοῦ εὐχερῶς καὶ μετὰ ῥᾳστώνης.

### sch ach 215

δηλοῦται δὲ ἐκ τῆς λέξεως καὶ τὸ ἁπλοῦν καὶ τὸ κακόν. τὸ δὲ ἑξῆς, οὐκ ἂν ὧδε φαύλως. RELh ἀπεπλίξατ ο : ἀπεσείσατο, ἀπέφυγεν.

### sch ach 218a

πλὶξ γὰρ τὸ βῆμα, καὶ πλίγματα τὰ πηδήματα. ἔνθεν καὶ τὸ περιβάδην ἀμφιπλὶξ παρὰ Σοφοκλεῖ ἐν Τριπτολέμῳ. καὶ Ὅμηρος “αἱ δ’ εὖ μὲν τρώχων, εὖ δ’ ἐπλίσσοντο πόδεσσιν”. ἔλεγον δὲ πλὶξ καὶ τὸ ἀπὸ τοῦ ἀντίχειρος εἰς τὸν λιχανὸν δάκτυλον διάστημα, καὶ τὸ μεταξὺ τῶν μηρῶν ὀστοῦν. EΓ 2 ἐλαφρῶς] κούφως.

### sch ach 218b

Lh ἀπεπλίξατο] ἀπεπήδησε· πλὶξ γὰρ τὸ πήδημα.

### sch ach 218c

καὶ Ὅμηρος· “εὖ δ’ ἐπλίσσοντο πόδεσσιν”. Lh νῦν δ ’ ἐπειδὴ στερρό ν : σκληρόν.

### sch ach 219a

ἀντὶ τοῦ γεγηρακὸς καὶ αὖον. ὥσπερ κατὰ ἀντίθεσιν ἐπὶ τῶν ἀκμαζόντων τὸ χλωρόν. Θεόκριτος· “ποιεῖν τι δεῖ ἇς γόνυ χλωρόν”, ἀντὶ τοῦ ἀκμαῖον, νέον, ἀπὸ μεταφορᾶς τῶν καλάμων, οἱ ὄντες μὲν χλωροὶ ἁπαλοί εἰσι, ξηραινόμενοι δὲ σκληροὶ γίνονται. εὐφήμως οὖν εἶπε “ στερρὸ ν ” ἀντὶ τοῦ σκληρόν. EΓ στερρόν] ἀντὶ τοῦ γεγηρακὸς καὶ αὖον.

### sch ach 219b

R σκληρὸν καὶ γεγηρακός, ὥσπερ ἐπὶ τῶν ἀκμαζόντων χλωρόν.

### sch ach 219c

καὶ Θεόκριτος “ποιητὴς λόγων χλωρῶν”, ἤγουν ἀκμαίων. Lh Λακρατίδ ῃ : Λακρατίδης ἀρχαῖος ἄρχων Ἀθήνησιν, ὡς καὶ Φιλόχορος.

### sch ach 220a

ἦρξε δὲ ἐπὶ τῶν χρόνων Δαρείου. ἐφ’ οὗ πλείστη χιὼν ἐγένετο καὶ ἀπέπηξε πάντα, ὡς μὴ δύνασθαί τινα προϊέναι. διόπερ τὰ ψυχρὰ πάντα Λακρατίδας† ἐκάλουν. δηλοῦνται δὲ καὶ νῦν τὸ ψυχρὸν καὶ γεροντικόν. λέγει οὖν ὅτι διὰ τὸ γῆρας οὐχ οἷός τ’ εἰμι θᾶττον βαδίζειν. REΓ 2 Lh Λακρατίδῃ] ἀρχαῖος ἄρχων οὗτος ἐν Ἀθήναις.

### sch ach 220b

οἷον καὶ οὐκέτι οἷός τ’ εἰμι βαδίζειν θᾶττον. Lh ἐγχάνῃ] καταγελάσῃ.

### sch ach 221

Lh ἐχθοδοπός] ἐχθρός.

### sch ach 226

Lh τῶν ἐμῶν χωρίων] λείπει τὸ ἕνεκα ἐνταῦθα ὡς καὶ ἄνω.

### sch ach 228a

E τῶν ἐμῶν χωρίων] ἕνεκα.

### sch ach 228b

Lh πρὶν ἂν σχοῖνο ς : εἶδος φυτοῦ κατὰ τὸ ἄκρον ὀξέος καὶ πληκτικοῦ, προσεοικότος βελόνῃ.

### sch ach 229a

παρατηρεῖν δὲ δεῖ ὅτι ἀρσενικῶς λέγουσι τὸν σχοῖνον. ὁ δὲ λόγος, πρὶν αὐτοὺς τρώσω ὡς σχοῖνος ὀξὺς καὶ ὀδυνηρός. REΓ 2 σχοῖνος] εἶδος φυτοῦ τὸ ἄκρον ἔχοντος ὀξύ, ἐοικὸς βελόνῃ.

### sch ach 229b

Lh ἐμπαγῶ] ἤγουν πρὶν τρώσω αὐτοὺς ὡς σχοῖνος ὀξύς.

### sch ach 229c

Lh ἐπίκωπο ς : ἀντὶ τοῦ διὰ νεὼς καὶ ναυτικὸς ὢν ἐπίω αὐτοῖς.

### sch ach 231a

ναυτικοὶ δὲ οἱ Ἀθηναῖοι καὶ προσέχοντες τῷ ναυτικῷ. ἡ δὲ ὁμώνυμος λέξις ἐστὶ καὶ παρ’ Ὁμήρῳ “οὐ γάρ μοι νέες εἰσὶν ἐπήρετμοι”. ἐπίκωπος οὖν ἤτοι ὅπερ ἔφην, ναυτικός, ἤτοι ⟦ ὁ ⟧ ξιφηρής· κώπη γὰρ ἡ τοῦ ξίφους λαβή. REΓ 2 ἐπίκωπος] ναυτικός, ἤγουν διὰ νεώς, ἢ ξιφηρής· κώπη γὰρ ἡ τοῦ ξίφους λαβή.

### sch ach 231b

Lh ἵνα μήποτε πατῶσι ν : εἰώθασι σκόλοπάς τινας ἐγκρύπτειν ἐν ταῖς ἀμπέλοις, ἵνα μηδεὶς ἐξ ἐπιδρομῆς καὶ εὐχερῶς κακουργῇ.

### sch ach 232

ἐπειδὴ οὖν προεῖπε σκόλοψ καὶ “ σχοῖνος αὐτοῖς ἅ τ ’ ἐμπαγ ῶ” , εἰκότως ἐπήνεγκε τοῦτο, “ ἵνα μηκέτι πατῶσι τὰς ἐμὰς ἀμπέλου ς” . EΓ 2 (i) Παλληνάδ ε : οἱ Παλληνεῖς δῆμός ἐστι τῆς Ἀττικῆς, ἔνθα Πεισιστράτῳ βουλομένῳ τυραννεῖν καὶ Ἀθηναίοις ἀμυνομένοις αὐτὸν συνέστη πόλεμος.

### sch ach 234a

συγκέκοπται δὲ ἡ λέξις· τὸ γὰρ ὁλόκληρόν ἐστι Παλληναίαδε, ὑπήλλακται δὲ ἡ κυριότης τῆς διανοίας. δέον γὰρ εἰπεῖν “ ζητεῖν τὸν ἄνδρα καὶ βλέπειν Παλληνικόν”, τουτέστι γενναῖον, εἶπε “ Παλληνάδ ε” . ὃ δὲ εἰπεῖν βούλεται τοῦτό ἐστιν· ὁμοίως διακεῖσθαι καὶ τραχέως ἔχειν πρὸς τὸν σπεισάμενον Λακεδαιμονίοις, ὡς πάλαι πρὸς Πεισίστρατον τὸν τύραννον, ἡνίκα συνεστήσαμεν ἐν Παλλήνῃ τὴν μάχην. μέμνηται δὲ τούτου καὶ Ἀνδροτίων καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων Πολιτείᾳ. REΓ 2 ( ii) ἄλλω ς : Παλλήνη δῆμος τῆς Ἀττικῆς. νῦν δὲ διὰ τοῦ β γραπτέον κατὰ συγγένειαν τοῦ β εἰς τὸ π. εἴρηται δὲ ἀπὸ τοῦ βάλλειν λίθοις. θέλει γὰρ εἰπεῖν ὅτι δεῖ ζητεῖν τὸν ἄνδρα καὶ λιθολευστεῖν αὐτόν. EΓ 2 οἱ Παλληνεῖς δῆμός ἐστι τῆς Ἀττικῆς, ἔνθα συνέστη πόλεμος Πεισιστράτῳ μὲν βουλομένῳ τυραννεῖν, Ἀθηναίοις δὲ ἀμυνομένοις αὐτόν.

### sch ach 234b

δέον δὲ εἰπεῖν βλέπειν Παλληνικόν, τουτέστι γενναῖον, εἶπε “ Παλληνάδ ε” , ὑπαλλάξας τὴν λέξιν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὁμοίως δεῖ ἡμᾶς ὁρμῆσαι πρὸς τὸν σπεισάμενον Λακεδαιμονίοις, ὥσπερ πάλαι πρὸς Πεισίστρατον τὸν τύραννον ἐν Παλλήνῃ συνεκροτήσαμεν μάχην. Lh ἐμπλείμην λίθοι ς : κορεσθείην.

### sch ach 236a

εὐκτικῆς ἐγκλίσεως τετύχηκε τὸ “ ἐμπλείμη ν” . ἔστι γὰρ ἐμπιπλῶ, ὃ κατὰ ἀναδιπλασιασμὸν κέκλιται, ἀφ’ οὗ παραγωγὸν τὸ ἐμπίπλημι. ἀπὸ τούτου γίνεται τὸ “πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου”. τὸ δὲ 〈πλῶ〉 ἑτέρᾳ παραγωγῇ, ἀφ’ οὗ τὸ πλήθω, ὡς ἀπὸ τοῦ νῶ τὸ νήθω. ἀπὸ δὴ τοῦ πλῶ πλείμην, ὡς ἀπὸ τοῦ βλῶ βλείμην, οὗ τὸ δεύτερον “εἴπερ γάρ κε βλεῖο”. REΓ 2 τὸ “ ἐμπλείμη ν ” εὐκτικῆς ἐστιν ἐγκλίσεως.

### sch ach 236b

ἀπὸ γὰρ τοῦ πλῶ τὸ πληρῶ γίνεται εἰς –μι πλῆμι καὶ τὸ παθητικὸν πλέμαι καὶ τὸ εὐκτικὸν πλείμην, ὡς τιθείμην. ὡς καὶ ἀπὸ τοῦ βλῶ βλῆμι καὶ τὸ εὐκτικὸν βλείμην βλεῖο, ὡς τὸ “εἴπερ γάρ κε βλεῖο”. ἀπὸ τούτου γίνεται κατ’ ἀναδιπλασιασμὸν τὸ πιμπλῶ, ὡς τὸ “πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου”. καὶ τὸ πλήθω ὡς ἀπὸ τοῦ νῶ τὸ νήθω. Lh ἐμπλείμην] ἐμπλησθείην.

### sch ach 236c

Lh εὐφημεῖτε] Δικαιόπολις μέλλων ποιεῖν θυσίαν τοῦτο λέγει· τοῦτο γὰρ ἦν ἔθος.

### sch ach 237

RELh σίγα πᾶ ς : ἐπ’ αὐτῷ τούτῳ δυσχεραίνουσι καὶ διάκεινται χαλεπῶς, ὅτι οὐ μόνον εἰρήνην ἐποίησεν, ἀλλὰ καὶ θυσίας ἐπιτελεῖ.

### sch ach 238

EΓLh οὗτος αὐτός ἐστιν ὃν ζητοῦμε ν : τῷ δὶς τὸν αὐτὸν λόγον ἐπιφθέγξασθαι παρίστησιν ἐκ μετατροπῆς† ἀλήθειαν βεβαιούμενος.

### sch ach 239a

EΓLh ἀλλὰ δεῦρο πᾶ ς : πρὸς ὀλίγον χρόνον ὑποστείλασθαι βούλονται, ἵνα μὴ προϊδόμενος ὁ σπονδοφόρος φύγῃ, ἀλλὰ δυνηθῶσιν αὐτὸν χειρώσασθαι.

### sch ach 239b

τοιαῦται ἦσαν καὶ αἱ Ὀδυσσέως πρὸς Διομήδην παρακελεύσεις· “ἀλλ’ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο 〈τυτθόν〉, ἔπειτα δέ 〈κ’ αὐτὸν〉 ἐπαΐξαντες ἕλοιμεν”. REΓ βούλεται ὑποστείλασθαι μικρὸν ἵνα μὴ προϊδόμενος ὁ σπονδοφόρος φύγῃ.

### sch ach 239c

δι’ ὃ “ δεῦρο πᾶ ς , φησίν, ἐκποδώ ν” . οὕτω καὶ Ὀδυσσεὺς πρὸς Διομήδην παρακελεύεται· “ἀλλ’ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο 〈τυτθόν〉, ἔπειτα δέ 〈κ’ αὐτὸν〉 ἐπαΐξαντες ἕλοιμεν”. Lh πρόϊ θ ’ ὡς τὸ πρόσθε ν : κατὰ τὴν τῶν Διονυσίων ἑορτὴν παρὰ τοῖς Ἀθηναίοις αἱ εὐγενεῖς παρθένοι ἐκανηφόρουν· ἦν δὲ ἐκ χρυσοῦ πεποιημένα τὰ κανᾶ, ἐφ’ ὧν τὰς ἀπαρχὰς ἁπάντων ἐτίθεσαν.

### sch ach 242a

REΓLh διπλῆ δὲ μετὰ κορωνίδος, ὅτι εἰσίασιν οἱ ὑποκριταί, καὶ ἔστιν ἰαμβεῖα.

### sch ach 242b

EΓ ὁ Ξανθίας τὸν φαλλό ν : φαλλὸς ξύλον ἐπίμηκες ἔχον ἐν τῷ ἄκρῳ σκύτινον αἰδοῖον ἐξηρτημένον.

### sch ach 243a

ἵσταται δὲ ὁ φαλλὸς τῷ Διονύσῳ κατά τι μυστήριον. περὶ δὲ αὐτοῦ τοῦ φαλλοῦ τοιαῦτα λέγεται. Πήγασος ἐκ τῶν Ἐλευθερῶν—αἱ δὲ Ἐλευθεραὶ πόλις εἰσὶ τῆς Βοιωτίας—λαβὼν τοῦ Διονύσου τὸ ἄγαλμα ἧκεν εἰς τὴν Ἀττικήν. οἱ δὲ Ἀττικοὶ οὐκ ἐδέξαντο μετὰ τιμῆς τὸν θεόν, ἀλλ’ οὐκ ἀμισθί γε αὐτοῖς ταῦτα βουλευσαμένοις ἀπέβη. μηνίσαντος γὰρ τοῦ θεοῦ νόσος κατέσκηψεν εἰς τὰ αἰδοῖα τῶν ἀνδρῶν καὶ τὸ δεινὸν ἀνήκεστον ἦν. ὡς δὲ ἀπεῖπον πρὸς τὴν νόσον κρείττω γενομένην πάσης ἀνθρωπείας μαγγανείας καὶ τέχνης, ἀπεστάλησαν θεωροὶ μετὰ σπουδῆς· οἳ δὴ ἐπανελθόντες ἔφασαν ἴασιν ταύτην εἶναι μόνην, εἰ διὰ τιμῆς ἁπάσης ἄγοιεν τὸν θεόν. πεισθέντες οὖν τοῖς ἠγγελμένοις οἱ Ἀθηναῖοι φαλλοὺς ἰδίᾳ τε καὶ δημοσίᾳ κατεσκεύασαν, καὶ τούτοις ἐγέραιρον τὸν θεόν, ὑπόμνημα ποιούμενοι τοῦ πάθους. ἴσως δὲ καὶ ὅτι παίδων γενέσεως αἴτιος ὁ θεός· ἡδονὴν γὰρ καὶ ἀφροδίσια μέθη ἐξανίστησι. τοιγαροῦν καὶ ὁ Λάιος ἐνδοὺς ἑαυτὸν μέθῃ “εἴς τε βακχεῖον πεσὼν” ἐφύτευσε παῖδα. φαλλὸς δὲ τὸ πέος. παίζει δὲ πρὸς τὸν οἰκέτην. Ξανθίας γὰρ οἰκετικὸν ὄνομα. κέχρηται δὲ αὐτῷ καὶ ἐν Βατράχοις· “Ξανθίας γὰρ ποῦ ’στιν;” εἰσὶ δὲ καὶ ἐν τῇ κωμῳδίᾳ οἰκέται Ξανθίας, Τίβιος, Σωσίας, Δᾶος, Γέτας. REΓ 2 Lh Ξανθίας] δοῦλος.

### sch ach 243b

Lh τὴν ἐτνήρυσι ν : τὴν ζωμάρυστρον, ἐν ᾗ τὸ ἔτνος ἀρύονται.

### sch ach 245a

καθάριον δὲ εἰς ὑπερβολὴν τὸ ὄνομα. ἔστι δὲ καὶ τοῦτο ἀστεῖον καὶ πεπαιδευμένῳ ἁρμόζον, μηδὲ τῶν κατὰ τὴν οἰκίαν σκευῶν τῆς καθημερινῆς χρείας ἀγνοεῖν τὰ ὀνόματα. ἐτνήρυσιν οὖν ἐκάλεσαν παρὰ τὸ ἐν αὐτῇ ἀρύεσθαι τὸ ἔτνος. λέγομεν δὲ ἐτνήρυσιν πᾶν τὸ τάρασσον. ἔτνος δὲ ἔλεγον τὴν ἀθάραν καὶ τὸ πίσσινον ἀφέψημα, ὡς καὶ ἐν Βατράχοις· “ἤδη ποτ’ ἐπεθύμησας ἔτνους;” REΓ ἐτνήρυσι ν : τὴν ζωμάρυστ〈ρ〉ον, ἐν ᾗ τὸ ἔτνος ἀρύονται.

### sch ach 245b

R ἐτνήρυσιν] ἀγγεῖον ἐν ᾧ ἀρύουσι τὸ ἔτνος.

### sch ach 245c

Lh τοὐλατῆρο ς : ἐλατήρ ἐστι πλακουντῶδες πέμμα πλατύ.

### sch ach 246a

ἔνθεν καὶ ἡ ἐπωνυμία παρὰ τὸ ταῖς χερσὶν ἐλαύνεσθαι εἰς πλάτος. “ ἐλατῆρο ς ” οὖν τοῦ πέμματος. ἔστι δὲ ἄρτος πλατύς, ἐν ᾧ τὸ ἔτνος ἐτίθεσαν καὶ προσῆγον τῷ βωμῷ. ἐλατὴρ δὲ πᾶν τὸ πλατύ. εἰσὶ δὲ καὶ λαγαρώδεις παρὰ τὸ λαγαρόν. καὶ πέλανοι παρ’ Εὐριπίδῃ. EΓ ἐλατή ρ : πλακουντῶδες πέμμα πλατύ.

### sch ach 246b

R τοῦ ’λατῆρος] πλακουντώδους πέμματος, ἐν ᾧ τὸ ἔτνος.

### sch ach 246c

Lh τὸν φαλλὸν λέγει.

### sch ach 248

R οἰκετῶν] οἰκείων.

### sch ach 249

R ὅπως] σκόπει.

### sch ach 253

Lh θυμβροφάγο ν : ἤτοι ἀγροικικὸν καὶ ἐλευθέριον, παρόσον οἱ ἐν ἀγρῷ διατρίβοντες ἀφελέστεροι καὶ ἐπιεικέστεροι.

### sch ach 254a

τὸ δὲ θύμβρον ἐν ἀγρῷ γίνεται. ἔστι δὲ τοῦτο ἄγριον φυτόν. ἢ πικρὸν καὶ δριμὺ κατὰ τῶν ἐχθρῶν· δριμὺ γὰρ τὸ φυτόν. οἱ δὲ ἀντὶ τοῦ δριμὺ καὶ ἱλαρόν. τινὲς δέ φασι τῷ θύμῳ εἶναι παραπλήσιον. ἢ ἁπαλόν, ἡδύ. κωμικῶς δὲ ἔπαιξεν. REΓ ὅτι οἱ ἐν ἀγροῖς διατρίβοντες ἀφελέστεροι καὶ ἐπιεικέστεροι.

### sch ach 254b

τὸ δὲ θύμβρον ἐν ἀγρῷ γίνεται. “ θυμβροφάγο ν ” οὖν ἀντὶ τοῦ ἁπαλὸν καὶ ἐπιεικές. οἱ δὲ ἀντὶ τοῦ δριμύ. τοιοῦτον γὰρ καὶ τὸ φυτόν, θύμῳ ὥς φασι παραπλήσιον. Lh θυμβροφάγον] ἤγουν ἀγροικικὸν καὶ ἐλευθέριον.

### sch ach 254c

Lh κἀκποιήσεται γαλᾶ ς : ἀντὶ τοῦ παῖδας δριμυτάτους.

### sch ach 255a

τοῦτο δὲ τὸ σχῆμα καλεῖται παρὰ προσδοκίαν. ἔδει γὰρ φάναι ἐκποιήσεται παῖδας νεανίας. REΓ ὀπύσει] τρυπήσῃ ἤγουν συγγένηται μετὰ σοῦ.

### sch ach 255b

Lh γαλᾶς] παῖδας δριμυτάτους· ἔπαιξε δὲ “ γαλᾶ ς ” εἰπών.

### sch ach 255c

Lh ἐπειδὰν ὄρθρος ᾖ: παρόσον ἐν τῷ ὄρθρῳ δοκοῦσιν οἱ ἄνθρωποι συνεχῶς βδέειν, διὰ τὸ τότε τὰς πέψεις γίνεσθαι.

### sch ach 256

REΓLh πρόβαινε κἀν τῷ ὄχλ ῳ : ὡς ἐπὶ ὄχλου πομπευόντων αὐτῶν λέγει.

### sch ach 257a

φυλάττεσθαι δὲ ἀντὶ τοῦ παρατηρεῖν, φυλάττειν. REΓ φυλάττεσθαι] θέλε.

### sch ach 257b

Lh περιτράγ ῃ : περικόψῃ, περιφάγῃ, ἀντὶ τοῦ κλέψῃ.

### sch ach 258a

EΓ περιτράγῃ] περικόψας καταφάγῃ.

### sch ach 258b

Lh ὀρθὸς ἑκτέο ς : ὑμῖν δ’ ἐστὶν ὁ φαλλὸς κατασχετέος, βαστακτέος, ἑπομένοις τῇ κανηφόρῳ.

### sch ach 259a

ἅμα δὲ καὶ πρὸς τὸ κακέμφατον, ὅτι ὁ φαλλὸς ἵστατο πρὸς μίμησιν τοῦ αἰδοίου. καὶ τοῦτο δὲ παίζει κωμικῶς, λέγων τὸν φαλλὸν ὀρθὸν κατέχειν ὄπισθεν τῆς παρθένου. EΓ σφῶιν] συνίζησις.

### sch ach 259b

Lh ἑκτέος] ἤγουν λαβώμεθα τοῦ φαλλοῦ.

### sch ach 259c

Lh totus versus] παίζει κἀνταῦθα.

### sch ach 260

Lh ᾄσομαι τὸ φαλλικό ν : ᾄσματα λέγεται φαλλικὰ τὰ ἐπὶ τῷ φαλλῷ ᾀδόμενα μέλη.

### sch ach 261

ἔστι δὲ εἰς Διόνυσον ἢ εἰς ἄλλον καρπόν. REΓLh (ad vv.

### sch ach 263a

263—70) Φαλῆς ἑταῖρ ε : διπλῆ καὶ μέλος, ὃ βʹ ἡγεῖται παρόδῳ. ἡ περικοπὴ κώλων ιζʹ τοῦ ὑποκριτοῦ, ἧς πρῶτα μέν εἰσιν ηʹ ἐν εἰσθέσει ἰαμβικὰ δίμετρα, ἀκατάληκτα μὲν βʹ, τὸ δὲ γʹ καταληκτικόν, τὰ δ’ ἄλλα εʹ ἀκατάληκτα. EΓ περισπωμένως δὲ τὸ “ Φαλῆ ς ” ἀναγνωστέον, ὡς Ἑρμῆς.

### sch ach 263b

οὕτως δὲ Ἀττικοί. παρὰ Δωριεῦσι δὲ βαρυτόνως.† “ἡ δ’ ἀμφάλητα κυπτάζει”.† οὕτως Σώφρων ἐχρήσατο. ὥσπερ δὲ Ὅμηρος ἥρμοσε κατάπληξιν τῇ φυγῇ καὶ ἑταίραν αὐτῆς ἔφησεν εἶναι “θεσπεσίη ἔχε φύζα”, εἰπών, “φόβου κρυόεντος ἑταίρη”, οὕτως καὶ ὁ κωμικὸς ἐκεῖθεν λαβὼν τὰς ἀφορμὰς Διονύσῳ Φαλῆν ἑταῖρον εἶναί φησιν. ἀκόλουθα γὰρ Διονυσιακῷ ποτῷ τὰ ἀφροδίσια. μαρτυρεῖ δὲ ἡμῖν καὶ Εὐριπίδης· “ὁ δ’ ἡδονῇ δοὺς εἴς τε βακχεῖον πεσὼν 〈ἔσπειρεν ἡμῖν παῖδα〉”. EΓLh Φαλῆς] ὦ φαλλέ.

### sch ach 263c

Lh νυκτοπεριπλάνητ ε : οἰκείας ἐντίθησι φωνὰς ψυχῇ ἀνειμένῃ καὶ ἤδη μεθυούσῃ.

### sch ach 264a

ἡδίστην δὲ τὴν σύνθεσιν τὴν τοῦ “ νυκτοπεριπλάνητ ε ” ἡ περὶ πρόθεσις εἰργάσατο. EΓ 3 totus versus] οἰκείας φωνὰς ψυχῇ ἀνειμένῃ τῇ μέθῃ τίθησιν.

### sch ach 264b

Lh νυκτοπεριπλάνητε] ἥδιστον τὴν σύνθεσιν ἡ περὶ ἀπειργάσατο.

### sch ach 264c

Lh μοιχ έ : διὰ τὸ τοὺς μεθύοντας γίνεσθαι περὶ τὰ ἀφροδίσια.

### sch ach 265

δεῖ δὲ νοεῖν ὅτι ταῦτα οὐχ ὡς ἐν βλασφημίᾳ λέγεται τὸ “ μοιχ ὲ ” καὶ τὸ “ παιδεραστ ά” , ἀλλὰ πρὸς διάχυσιν καὶ ἱλαρότητα τοῦ φαλλοῦ, ὡς καὶ παρ’ Ὁμήρῳ πρὸς διάθεσιν ψυχῆς· “Ἆρες Ἄρες βροτολοιγέ”. REΓ 3 Lh ἕκτῳ ς ’ ἔτει προσεῖπο ν : ἕκτον γὰρ ἦν λοιπὸν ἔτος, ἀφ’ οὗ ὁ πόλεμος Ἀθηναίοις πρὸς Πελοποννησίους συνέστη.

### sch ach 266a

“ δῆμο ν ” δὲ ἔφη τὴν κώμην, οὐχ ὡς παρ’ Ὁμήρῳ “δῆμον Ἐρεχθῆος”. REΓ 3 ἕκτῳ ς’ ἔτει] ἀφ’ οὗ ἡ πρὸς Πελοποννησίους ἡμῖν συνέστη μάχη.

### sch ach 266b

Lh εἰς τὸν δῆμον] ἤγουν εἰς τὴν κώμην.

### sch ach 267

Lh καὶ Λαμάχω ν : ὁ Λάμαχος οὗτος Ἀθηναίων στρατηγός, υἱὸς Ξενοφάνους, ὃν ὅτε εἰς Σικελίαν ἔπλεον οἱ Ἀθηναῖοι ἐχειροτόνησαν.

### sch ach 270a

ἦν δὲ μετ’ Ἀλκιβιάδου καὶ Νικίου, ὡς ἱστορεῖ Θουκυδίδης διὰ τῆς ϛʹ· ἦν δὲ φιλοπόλεμος οὗτος. REΓ 3 Lh Λαμάχων] οὗτος Ἀθηναίων στρατηγός.

### sch ach 270b

Lh ὡρικὴν ὑληφόρο ν : ἀντὶ τοῦ ὡραίαν καὶ ἀκμαίαν.

### sch ach 272a

ὥρα γὰρ ἡ ἀκμή. καὶ ὡραῖόν φασιν οἱ τραγικοὶ τὸ ἀκμαῖον· κοινὰ δὲ τὰ τοιαῦτα ὀνόματα. ὡρικὸν δὲ μειράκιον καὶ κόρη, ὡς ἐν Δαιταλεῦσιν αὐτός· ἡ δὲ λέξις ἀπόδεκτος. EΓ 3 ὡρικὴν] ὡραίαν.

### sch ach 272b

R ὑληφόρον] ξυληφόρον.

### sch ach 272c

R ὡρικὴν ὑληφόρον] ἀντὶ τοῦ ὡραίαν καὶ ἀκμαίαν.

### sch ach 272d

Lh τὴν Στρυμοδώρου Θρᾷττα ν : ἤτοι κοινῶς δούλην, ἢ οὕτως καλουμένην, τὴν ἐκ Θρᾴκης, ὡς τὴν ἀπὸ Φρυγίας καὶ Παφλαγονίας.

### sch ach 273a

φελλεῖς δὲ ἔλεγον οἱ Ἀττικοὶ τοὺς πετρώδεις τόπους, οἵτινες κάτωθεν μέν εἰσι πετρώδεις, ἐπιπολῆς δὲ ὀλίγην ἔχουσι γῆν. μέμνηται δὲ καὶ ἐν Νεφέλαις τοῦ φελλέως. οἱ δὲ ὅτι ὄρος Φελλεὺς οὕτω καλούμενον. REΓ 3 τὴν Στρυμοδώρου Θρᾷτταν] δούλην, ἢ τὴν ἀπὸ Στρύμονος ποταμοῦ Θρᾴκης.

### sch ach 273b

Lh Φελλέως] ὄρος Ἀττικῆς ὁ Φελλεύς.

### sch ach 273c

Lh (ad vv.

### sch ach 274

274—6) μέσην λαβόν τ ’ ἄραντ α : ἐν εἰσθέσει κῶλα τρία ἰσάριθμα, ὧν τὰ βʹ ἰαμβικὰ δίμετρα, τὸ δὲ ἓν μονόμετρον. EΓ 3 καταγιγαρτίσα ι : ἀντὶ τοῦ κατὰ τῶν γεωργικῶν γιγάρτων βαλεῖν καὶ διαμηρίσαι.

### sch ach 275a

γεωργικῶς δὲ παίζει. ἢ ὅτι τὸ ῥῆμα πρόσκαιρον, ἵνα ἀπὸ τῶν γιγάρτων τὸ μόριον ᾖ πεπλασμένον. οὐ γὰρ διὰ παντὸς συνουσιάσαι δηλοῖ τὸ “ καταγιγαρτίσα ι” . γίγαρτα δὲ τὰ ἐντὸς τῆς σταφυλῆς ὀσπριώδη. ἢ ἀντὶ τοῦ συνουσιάσαι. γίγαρτον γὰρ τὸ αἰδοῖον. ἢ καταθλῖψαι, ἀπὸ μεταφορᾶς τῶν γιγάρτων. REΓ 3 γεωργικῶς παίζει τηρῶν τὴν τροπήν.

### sch ach 275b

γίγαρτα γὰρ τὰ ἐντὸς τῆς σταφυλῆς κοκκία. ἐνταῦθα δὲ τὸ αἰδοῖον λέγει. “ καταγιγαρτίσα ι ” οὖν ἐπὶ συνουσίας ἀντὶ τοῦ συγγενέσθαι αὐτῇ. Lh καταγιγαρτίσαι] συγγενέσθαι.

### sch ach 275c

Lh ἐκ κραιπάλη ς : ἡ ἐξ ἑωθινοῦ μέθη κραιπάλη καλεῖται, ἡ ἀπὸ χθιζῆς οἰνοποσίας.

### sch ach 277a

EΓ κραιπάλη ἐστὶ τὸ ἀπόζειν οἴνου ἐκ τῆς χθιζῆς οἰνοποσίας ἕωθεν.

### sch ach 277b

Lh ἐν τῷ φεψάλ ῳ : ἐν τῷ καπνῷ.

### sch ach 279

φέψαλοι γὰρ οἱ σπινθῆρες, ὡς καὶ ἀλλαχοῦ δηλοῖ· “ἀλλ’ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ”. καὶ παρὰ Ἀρχιλόχῳ δὲ κεῖται· “πυρὸς δ’ ἦν† αὐτῷ φεψάλυξ”. διὰ δὲ τὸ μὴ δεῖσθαι ἀσπίδος εἰρήνης γενομένης, ἔφη “ ἐν φεψάλῳ κρεμήσεται ἡ ἀσπί ς” , παρὰ τὸ Ἡσιόδειον “αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο”. καὶ τί δεῖ περὶ ἀσπίδος καὶ πηδαλίου λέγειν, ὅπου γε καὶ περὶ ἀχρήστων βουλευμάτων ταύτην ἐξήνεγκε τὴν γνώμην ὁ ποιητὴς εἰπὼν “ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν”. περὶ δὲ ὅπλων ἐπιμελείας ἀξιουμένων τοὐναντίον ἔθηκεν· “ἐκ καπνοῦ κατέθηκ’, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει”. REΓLh οὗτος] ὁ Δικαιόπολις.

### sch ach 280

EΓ 3 Lh (ad vv.

### sch ach 284a

284—346) Ἡράκλει ς : διπλῆ· εἶτα ἕπεται δυὰς μονοστροφικὴ ἀμοιβαία τὰς περιόδους ἔχουσα δεκακώλους, ἐκ στίχων δύο τροχαϊκῶν τετραμέτρων καταληκτικῶν καὶ κώλων ηʹ· ὧν τοὺς μὲν στίχους ὁ ὑποκριτὴς λέγει, τὰ δὲ κῶλα ὁ χορός. πρῶτος τοίνυν ἐστὶ 〈στίχοσ〉 ἐν ἐκθέσει †κατὰ τὸ ἴσον τοῖς χορικοῖς ἃ ποιεῖ δοχμὸν συζυγίαν καὶ παίωνας τρεῖς καὶ διαίρεσιν†. τῷ δὲ δικώλῳ τούτῳ 〈ἀντιστροφικὸν〉 τὸ μὲν πρῶτόν ἐστιν “ ἀπολεῖς ἄρα τὸν ἥλικα τόνδε φιλανθρακέ α” , τὸ δὲ τῆς δευτέρας “ οὗτοι ἴσοι χαμα ί” . ἕπεται δὲ τοῖς δυσὶ κώλοις στίχος τροχαϊκὸς ὅδε “ ἀντὶ ποίας αἰτία ς ” καὶ ἐν εἰσθέσει τὰ λοιπὰ κῶλα ϛʹ, παιωνικὰ δίρρυθμα. EΓ βαλλόμενος λίθοις ὁ Δικαιόπολις ὑπὸ τοῦ χοροῦ φησιν “ Ἡράκλει ς” .

### sch ach 284b

ὡς ἀλεξίκακον τὸν Ἡρακλέα καλεῖ. γελοίου δὲ χάριν τῆς μὲν κεφαλῆς οὐ φροντίζει, τῆς δὲ χύτρας προνοεῖται. R Ἡράκλει ς : βαλλόμενος λίθοις ὁ Δικαιόπολις ὑπὸ τοῦ χοροῦ ὡς ἀλεξίκακον τὸν Ἡρακλέα καλεῖ.

### sch ach 284c

πάνυ δὲ κινεῖ γέλωτα, τῆς μὲν κεφαλῆς αὐτοῦ ἀφροντιστῶν, τῆς δὲ χύτρας προνοούμενος, ἐν ᾗ τὸ ἔτνος ἦν. τῷ δὲ συντρίβειν καὶ Μένανδρος κέχρηται ἐν Λευκαδίᾳ καὶ ἐν Ἀσπίδι “ἔχων τὴν ἀσπίδα ἔκειτο συντετριμμένην”. σχετλιαστικὴ δὲ ἡ τοῦ “ Ἡράκλει ς ” φωνή. οὗτος γὰρ ὁ θεὸς εἰς ἐπικουρίαν ἐκαλεῖτο ὡς ἀλεξίκακος τοῖς σχέτλια πάσχουσιν. EΓ 3 οὗτος ὁ θεὸς εἰς ἐπικουρίαν ἐκαλεῖτο, ὡς ἀλεξίκακος τοῖς σχέτλια πάσχουσιν.

### sch ach 284d

Lh γέλωτα πάνυ κινεῖ τῆς μὲν κεφαλῆς ἀφροντίστως ἔχων, τῆς δὲ χύτρας προνοούμενος, ἐν ᾗ τὸ ἔτνος ἦν.

### sch ach 284e

Lh ὦ μιαρὰ κεφαλ ή : ἐκ τοῦ ἡγεμονικοῦ μέρους τοῦ σώματος δηλοῖ τὸν ἄνδρα, παραπλησίως Ὁμήρῳ “Τεῦκρε φίλη κεφαλὴ” καὶ “τοίην γὰρ κεφαλήν”.

### sch ach 285a

καὶ παρὰ Δημοσθένει “καὶ ταῦτ’ ἔλεγες, ὦ μιαρὰ κεφαλή”. REΓ ἐκ τοῦ ἡγεμονικωτέρου μέρους τοῦ σώματος δηλοῖ τὸν ἄνδρα.

### sch ach 285b

Lh ὅστις ἡμῶν μόνο ς : χωρὶς ἡμῶν τῶν Ἀθηναίων· ἢ μόνος ἐξ ἡμῶν.

### sch ach 290

REΓΓ 3 Lh ἴστε] γινώσκετε.

### sch ach 292

Lh χώσομεν τοῖς λίθοι ς : τοιοῦτο καὶ τὸ Ὁμηρικὸν “λάινον ἕσσο χιτῶνα”.

### sch ach 295a

ἐν ἤθει δὲ αὐτὸ μετεποίησεν. Ἀλέξανδρος μὲν γὰρ ἄξιος τῶν λίθων, Λακεδαιμονίας ἐρασθεὶς γυναικὸς ἐπὶ συμφορᾷ τῆς πατρίδος· οὗτος δὲ εἰρήνης ἐρᾷ ἐπ’ ἀγαθῷ τῆς πατρίδος. REΓLh χώσομεν τοῖς λίθοις] παρὰ τὸ Ὁμηρικὸν “λάινον ἕσσο χιτῶνα”.

### sch ach 295b

Lh μηδαμῶς πρὶν ἄν γ ’ ἀκούση τ’ : μεγαλοφρόνως καὶ γενναίως οὐ παραιτεῖται τὸν θάνατον, ἀλλὰ πρῶτον εἰπεῖν ἀξιοῖ, καὶ τότε ἀποθανεῖν ἐὰν ᾖ δίκαιον.

### sch ach 296

REΓLh οὐκ ἀνασχήσομα ι : ὅτι τινὲς τὸ “ἀνασχήσομαι” ὡς ἔκφυλον νομίζουσιν.

### sch ach 297

ἐχρήσατο δὲ αὐτῷ καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. οὐ δεῖ οὖν μόνον λέγειν ἀνέξομαι. REΓ 3 ἐμισεῖτο γὰρ ὁ Κλέων ὡς συνταράττων τὰ κοινά.

### sch ach 298

RE κατατεμῶ τοῖσιν ἱππεῦσι 〈πο τ ’ ἐς καττύματα 〉: ἐνταῦθα πάλιν περιττεύει τὸ “ποτὲ” διὰ τὴν μετροποιΐαν, καὶ ἔτι πρὸς τὴν ἐξήγησιν· οὐ ποτὲ τέμνει τὸν Κλέωνα Ἀριστοφάνης ἀλλ’ ἀεί.

### sch ach 300a

ὡς οὖν ἄνω τὸ “νῦν” περιττεύει, οὕτως ἐνταῦθα τὸ ποτέ. ἔστι γὰρ τοῦ αὐτοῦ μέτρου τὸ κῶλον. καττύματα δέ ἐστι δέρματά τινα ἰσχυρὰ καὶ σκληρά, ἅπερ τοῖς σανδαλίοις καὶ τοῖς ἄλλοις ὑποδήμασιν ὑποβάλλεται. οἰκεία δὲ ἡ ἀπειλὴ κατὰ τοῦ Κλέωνος· βυρσοδέψης γὰρ οὗτος. ὅτι δὲ τοῖς ἱππεῦσιν ἦν τις ἔχθρα πρὸς Κλέωνα, καὶ διὰ τῆς ἀρχῆς δεδήλωκε “ καὶ φιλῶ τοὺς ἱππέας διὰ τοῦτο τοὖργο ν” . REΓ ὅτι ἔχθρα ἦν τοῖς ἱππεῦσι πρὸς Κλέωνα δεδήλωται διὰ τοῦ τῶν Ἱππέων δράματος, ἀλλὰ καὶ διὰ τούτου “ καὶ φιλῶ τοὺς ἱππέας διὰ τοῦτο τοὖργο ν” .

### sch ach 300b

Lh σοῦ δ ’ ἐγὼ λόγους λέγοντο ς : ἕπεται τῇ δυάδι δίστιχον, ὃ τοῖς μέλεσιν ἐξ ἔθους ὑπάγουσιν, ὅπερ ἐστὶ τετράμετρον τροχαϊκὸν καταληκτικόν.

### sch ach 303

οὐ λέγει δὲ ὅτι τοὺς μὲν μακροὺς οὐ προ〈σ〉ήσομαι, ἀκούσομαι δὲ τοὺς διὰ συντομίας λεγομένους, ἀλλ’ ὅτι πάντες ⟦ οἱ ⟧ λόγοι μακροὶ πεφύκασι κρινόμενοι πρὸς πρᾶξιν, εἰ πέπρακται. REΓ 3 τῶν δ ’ ἐμῶν σπονδῶ ν : λείπει ἡ περί.

### sch ach 306

οὐ βούλεται δὲ αὐτοὺς τῶν Λακεδαιμονίων μνημονεύειν διὰ τὸ ἐνθυμουμένους τὰ ὑπ’ αὐτῶν γεγενημένα ὀργίλους καθίστασθαι. REΓ 3 Lh 〈 οὔτε βωμὸσ〉 οὔτε πίστις οὔ θ ’ ὅρκο ς : ἐπὶ ἀπιστίᾳ γὰρ διεβάλλοντο οἱ Λακεδαιμόνιοι.

### sch ach 308

καὶ Εὐριπίδης ἐν Ἀνδρομάχῃ “Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια”. τρία δὲ ἐγκλήματα παραβασίας προσέθηκεν αὐτοῖς. αἱ γὰρ συνθῆκαι διὰ τριῶν τελοῦνται, λόγων, ἔργων, χειρῶν· λόγων μέν, οἷον δι’ ὅρκων, ἔργων δέ, διὰ τῶν ἐν βωμοῖς θυσιῶν, χειρῶν δέ, ἐπειδὴ αἱ πίστεις διὰ τῶν δεξιῶν γίνονται. καὶ Ὅμηρος· “καὶ δεξιαί, ᾗς ἐπέπιθμεν”. REΓ 3 Lh 〈 οὐχ ἁπάντω ν , οὐχ ἁπάντων 〉: πάνυ δεινῶς καὶ τεθαρρηκότως ἐχρήσατο τῇ ἐπαναλήψει, καὶ οὐ κατέπτηξεν οὐδ’ ηὐλαβήθη ἐν τοσούτοις ὑπὲρ τῶν ἐχθρῶν εἰπὼν ὅτι οὐ μόνον οὐκ ἠδίκησαν κατὰ πάντα, ἀλλ’ ὅτι καὶ ἐν τοῖς ἀδικηθεῖσι ταχθεῖεν ἄν.

### sch ach 313

RγLh ταραξικάρδιο ν : αὐξήσει κέχρηται εἰπὼν “ καὶ ταραξικάρδιο ν” .

### sch ach 315a

ἔστι γάρ τι δεινόν, ὃ μὴ οὕτως ἐστὶ δεινόν, ὡς δάκνειν καὶ ταράττειν τὴν καρδίαν. ὅπερ δὲ τῇ καρδίᾳ ταραχὴν ἐμποιήσειεν ἄν, τοῦτο ἀναμφιβόλως δεινότατον νομίζοιτ’ ἄν. REΓ εἰσὶ καὶ ἄλλα δεινά, τὸ δὲ τὴν καρδίαν ταράττον τοῦτ’ ἂν εἴη κυρίως δεινὸν καὶ ἀναμφιβόλως νομίζοιτο.

### sch ach 315b

Lh κἄν γε μὴ λέγω δίκαι α : τοῦτο δεινὸν καὶ προσκρουστικόν, ἐπειδὴ οἱ στρατηγοῦντες καὶ δημαγωγοῦντες κωλυταὶ τῆς εἰρήνης ἐγίνοντο.

### sch ach 317

EΓLh ὑπὲρ ἐπιξήνου 〈θελήσω τὴν κεφαλὴν ἔχων λέγει ν : ἐὰν μὴ λέγω, φησί, δίκαια, τῆς κεφαλῆς ἀφαιρεθείην〉.

### sch ach 318a

ἐπίξηνος καλεῖται ὁ μαγειρικὸς κορμός, ἐφ’ οὗ τὰ κρέα συγκόπτουσιν. REΓ 2 ἐπιξήνου] τοῦ μαγειρικοῦ κορμοῦ, ἐφ’ οὗ τὰ κρέα τιθέντες κόπτουσιν.

### sch ach 318b

Lh μὴ οὐ καταξαίνειν τὸν ἄνδρ α : μὴ οὐχὶ λίθοις αὐτὸν αἱμάσσειν ὥστε φοινικοῦν αὐτῷ ποιῆσαι τὸ σῶμα· τὸ δὲ καταξαίνειν ὡς ἐπὶ ἐρίων ἔθηκεν· διὸ καὶ “ φοινικίδ α ” εἶπεν, ὡς ἐπὶ ἱματίου.

### sch ach 320a

Ἀριστοτέλης δέ φησιν ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ χρῆσθαι Λακεδαιμονίους φοινικίδι πρὸς τοὺς πολέμους, τοῦτο μὲν διὰ τὸ τῆς χρόας ἀνδρικόν, τοῦτο δὲ ὅτι τὸ τοῦ χρώματος αἱματῶδες τῆς τοῦ αἵματος ῥύσεως ἐθίζει καταφρονεῖν. τὸ οὖν ἐν φοινικίδι ἀντὶ τοῦ ἐν τάξει πολεμίων ἀπὸ τοῦ φορήματος δηλώσειεν ἂν εἰκότως, ἐπεὶ τὸ φοινιχθῆναι αἱμαχθῆναι. τὸ δὲ “ ξαίν ω ” ῥῆμα καὶ παρὰ Δημοσθένει κεῖται ἐν τῷ κατ’ Αἰσχίνου περὶ τῆς παραπρεσβείας· “εἰπούσης τι καὶ δακρυσάσης ἐκείνης, περιρρήξας τὸν χιτῶνα ὁ οἰκέτης ξαίνει κατὰ τοῦ νώτου πολλάς”. REΓ ὡς ἐπὶ ἐρίων ἔθηκε τὸ “ καταξαίνει ν” · διὸ καὶ “ φοινικίδ α ” εἶπεν, ὡς ἐπὶ ἱματίου.

### sch ach 320b

Ἀριστοτέλης γάρ φησιν ἐν τῇ τῶν Λακεδαιμονίων πολιτείᾳ χρῆσθαι Λακεδαιμονίους φοινικίδι πρὸς τοὺς πολεμίους, τοῦτο μὲν ἐπὶ τὸ τῆς χρόας ἀνδρικόν, τοῦτο δὲ ὅτι τὸ τοῦ χρώματος αἱματῶδες τῆς τοῦ αἵματος ῥύσεως ἐθίζει καταφρονεῖν. ἐν τάξει οὖν πολεμίων ἀπὸ τοῦ ἐνδύματος εἴρηκε τὸ φοινιχθῆναι, ἤγουν αἱμαχθῆναι δίκην φοινικοβαφοῦς ἐνδύματος. Lh μὴ οὐ] συνίζησις.

### sch ach 320c

Lh εἰς φοινικίδα] ἤγουν μὴ 〈οὐ〉 λίθοις αὐτὸν αἱμάσσειν ὥστε φοινικοῦν γενέσθαι αὐτοῦ τὸ σῶμα.

### sch ach 320d

Lh θυμάλω ψ : ὁ διακεκαυμένος ἀναβάτης.

### sch ach 321

χαριέντως δὲ εἶπεν, ἐπεὶ ἀνθρακεῖς εἰσιν οἱ Ἀχαρνεῖς. ἀντὶ γὰρ τοῦ εἰπεῖν οἵως ἐξεκαύθητε “ οἷο ς” , εἶπε, “ θυμάλωψ ἐπέζεσε ν” . REΓLh ὦχαρνηΐδα ι : τὴν Ὁμηρικὴν περίφρασιν πολιτικῶς μιμεῖται· “ὦ υἷες Ἀχαιῶν”, ἐν μιᾷ λέξει προενεγκάμενος τὸ ὄνομα ὅλον, ὦ Ἀχαρνέων παῖδες.

### sch ach 322

REΓLh ἐξελύμην ἢν ἀκούσ ω : καὶ παρ’ Ὁμήρῳ “νῦν ἐλύμην τρὶς τόσσα πορών”.

### sch ach 324

Γ ἀνταποκτεν ῶ : ταῦτα λέγει τινὸς τῶν Ἀχαρνέων ἁρπάσας κόφινον γερόντων, ἐν ᾧ τοὺς ἄνθρακας φέρουσιν, ὃν βούλεται ξίφει διαχρήσασθαι.

### sch ach 326

σκώπτει δὲ τοὺς Ἀχαρνέας ὡς ἀνθρακοκαύστας. REΓLh ὁμήρου ς : ὅμηρα ἐκάλουν τὰ ἐπὶ συνθήκαις διδόμενα ἐνέχυρα.

### sch ach 327

REΓ 2 Lh ἔνδον εἵρξα ς : ἀποκλείσας.

### sch ach 330a

δασέως δὲ τὸ “ εἵρξα ς ” Ἀττικοί. τὸ μέντοι παρ’ Ὁμήρῳ “ἐρχθέντ’ ἐν μεγάλῳ ποταμῷ” ψιλῶς. τὸ δὲ “ εἵρξα ς ” δασέως ἀναγινώσκομεν, ὅταν τὸ πράξας δηλοῖ· “ἡ μὲν ἄρ’ ὣς ἕρξας’ ἀπεβήσατο δῖα θεάων”. τὸ δὲ ἐπὶ τῆς εἱρκτῆς δασέως Ἀττικοί. REΓ ἔνδον εἵρξας] ἐντὸς οἰκίας καθείρξας.

### sch ach 330b

Lh εἴσομαι δ ’ ὑμῶν τάχ α : ψίαθον ἀνθράκων προενήνοχεν, ὅν φησι παῖδα εἶναι τῶν Ἀχαρνέων, πάνυ κωμικώτατα.

### sch ach 332a

τὰ δὲ μεγάλα πάθη ὑποπαίζει τῆς τραγῳδίας, ἐπεὶ καὶ ὁ Τήλεφος κατὰ τὸν τραγῳδοποιὸν †Αἰσχύλον, ἵνα τύχῃ παρὰ τοῖς Ἕλλησι σωτηρίας, τὸν Ὀρέστην εἶχε συλλαβών. παραπλήσιον δέ τι καὶ ἐν ταῖς Θεσμοφοριαζούσαις ἐποίησεν. ὁ γὰρ Εὐριπίδου κηδεστὴς Μνησίλοχος, ἐπιβουλευόμενος παρὰ τῶν γυναικῶν, ἀσκὸν ἁρπάσας παρά τινος γυναικός, ὡς ἂν παιδίον ἀποκτεῖναι βούλεται. τὸ δὲ “ εἴσομα ι ” ἀντὶ τοῦ γνώσομαι, ὡς καὶ παρ’ Ὁμήρῳ “εἴσομ’ αἴκε μ’ ὁ Τυδεΐδης”. EΓLh εἴσομαι δ ’ ὑμῶ ν : ἀντὶ τοῦ γνώσομαι.

### sch ach 332b

ψίαθον ἀνθράκων προσενήνοχεν, ὅν φησι παῖδα εἶναι τῶν Ἀχαρνέων, πάνυ κωμικώτατα. R εἴσομαι] γνώσομαι.

### sch ach 332c

Lh ὁ λάρκος δημότη ς : ὁ λάρκος πλέγμα τι κοφινῶδες ἢ ψιαθῶδες, ἐν ᾧ φέρουσι τοὺς ἄνθρακας.

### sch ach 333

REΓLh μηδαμῶς ὦ μηδαμῶ ς : τοῦτο ἀποσιώπησις καλεῖται.

### sch ach 334

ἔχεις καὶ παρὰ Δημοσθένει τὸ ὅμοιον· “ἀλλ’ ὦ τί ἄν σέ τις εἰπὼν ὀρθῶς προσείποι;” 〈εἰρηκότος γὰρ αὐτοῦ “ μηδαμῶ ς ” εἶπεν “ ὦ μηδαμῶ ς” . 〉 REΓ 3 Lh ἀπολεῖς ἄρα τὸν ἥλικ α : ἤτοι τὸν λάρκον, ἢ ἐμὲ τὸν σοῦ αὐτοῦ ἥλικα, διὰ τῆς τοῦ λάρκου σφαγῆς.

### sch ach 336a

REΓLh (ad vv.

### sch ach 336b

335—46) διπλαῖ δὲ δύο, ὅτι ἡ ἑτέρα ἕπεται δυάς, ἡ ἀντιστρέφουσα τῇ προαποδεδομένῃ, ἧς ἡ ἀρχὴ “ ὡς ἀποκτενῶ κέκραχθ ε” , τέλος δὲ τῆς πρώτης “ οὐ προδώσω ποτ έ” , τῆς δὲ δευτέρας “ τῇ στροφῇ γίνεται”. EΓ ἀλλὰ νῦν λέ γ ’ εἴ σο ι : ἐπιτρέπουσιν αὐτῷ λέγειν μόνον ἵνα ἀφῇ τὸν λάρκον.

### sch ach 338

RELh ὅτι τῷ τρόπῳ σοὐστὶ 〈φίλος 〉: ἀντὶ τοῦ εἰπὲ καὶ ὅτῳ τρόπῳ ὁ Λακεδαιμόνιός ἐστί σοι φίλος.

### sch ach 339a

ἢ οὕτως· εἰπὲ τί σου τῷ τρόπῳ φίλον ἐστὶ περὶ Λακεδαιμονίων. τὸ δὲ ἑνικὸν ἀντὶ τοῦ πληθυντικοῦ προηνέγκατο, ἀντὶ τοῦ περὶ Λακεδαιμονίων. τὸ ὅμοιον καὶ παρὰ τῷ ῥήτορι ἐν τῷ 〈πρώτῳ〉 τῶν Φιλιππικῶν· “ἀλλὰ μὴ τόν γε Παίονα καὶ Ἰλλύριον”. REΓ λέγ’] ἤγουν εἰπὲ τί σου τῷ τρόπῳ φίλον ἐστὶ περὶ Λακεδαιμονίων.

### sch ach 339b

Lh ἐξεράσατ ε : ἀντὶ τοῦ ἐκκενώσατε, ἐκβάλετε, ἀπορρίψατε.

### sch ach 341

πεποίηται δὲ ἡ λέξις ἀπὸ τῆς ἔρας, τουτέστι τῆς γῆς. REΓLh οὑτοιΐ σοι χαμα ί : κωμῳδεῖ καὶ διασύρει τοὺς Ἀθηναίους ὡς καὶ ταχέως θυμουμένους καὶ ταχέως παυομένους.

### sch ach 342

REΓLh ἐγκάθηνταί που λίθο ι : ἐγκεκρυμμένοι εἰσίν· οἱ γὰρ κρυπτόμενοι ὑποκάθηνται.

### sch ach 343a

REΓ 2 Lh ὅπως] σκοπεῖτε.

### sch ach 343b

Lh ἐκσέσεισται] ἢ ὁ κόλπος ἢ ὁ τρίβων.

### sch ach 344a

RELh σειόμενον] τὸ τριβώνιον.

### sch ach 344b

RΓ 3 ἀλλὰ κατάθου τὸ βέλο ς : σημειωτέον ὅτι ἐπὶ ξίφους τὸ βέλος τέθεικε.

### sch ach 345

καὶ Ὅμηρος πᾶν τὸ βαλλόμενον. REΓ 2 Lh ὡς ὅδε γε σειστό ς : χορεύουσιν ἅμα καὶ κόρδακα ἐνδείκνυνται, τὸ λεγόμενον οὕτως ἐπὶ τῆς κωμικῆς ὀρχήσεως.

### sch ach 346a

ἀναστρεφόμενοι δὲ ἀποτινάσσουσι τοὺς χιτῶνας, ἀποδεικνύντες ὡς μηδένα τῶν λίθων ἐγκεκρυμμένον ἔχουσι. λέγεται δὲ στροφὴ τῶν κώλων τὸ σύστημα. REΓLh σειστὸς] ἐσείοντο γὰρ τὰ ἱμάτια ὀρχούμενοι.

### sch ach 346b

Lh ἐμέλλε τ ’ ἄρ α : ἠθικώτατα καὶ ἥδιστα πρὸς τοὺς ἐν τῷ λάρκῳ ἄνθρακας διαλέγεται, λέγων ὅτι ἐμέλλετε μετὰ βοῆς ἀνασείειν, ὡς τῆς τοῦ λάρκου ῥήξεως μετὰ βοῆς μελλούσης γίνεσθαι.

### sch ach 347a

REΓ 2 Lh ἐμέλλε τ ’ ἄρα πάντε ς : ὑφ’ ὃ διπλῆ καὶ ἐν εἰσθέσει στίχοι ἰαμβικοὶ ιαʹ.

### sch ach 347b

EΓ 2 Παρνάσσιοι] ἀντὶ τοῦ μεγάλοι, ἀπὸ Πάρνηθος τοῦ ὄρους τῆς Ἀττικῆς.

### sch ach 348a

R ἄνθρακες Παρνάσσιο ι : ἀντὶ τοῦ μεγάλοι.

### sch ach 348b

Πάρνης γὰρ ὄρος τῆς Ἀττικῆς, χορηγίαν ἔχον πολλῶν ξύλων. ἔπαιξεν οὖν Παρνασσίους εἰπών, ὡς ἀπὸ τόπου Παρνασσοῦ, τὴν λέξιν παραγαγὼν ἵνα ὑποδηλώσῃ αὐτοὺς ἱερούς· ὁ γὰρ Παρνασσὸς ὄρος Φωκίδος ἐστίν, ἱερὸν Ἀπόλλωνος καὶ Διονύσου. EΓ Παρνάσσιο ι : ἀντὶ τοῦ μεγάλοι.

### sch ach 348c

τὸ γὰρ Παρνάσσιον ἐπὶ τοῦ μεγάλου ἐτίθεσαν. οἱ δὲ τοὺς ἀπὸ Πάρνηθος τοῦ ὄρους τῆς Ἀττικῆς ἄνθρακας. EΓ 2 Παρνασὸς ὄρος τῆς Ἀττικῆς ἱερὸν ἔχων Ἀπόλλωνος καὶ Διονύσου.

### sch ach 348d

ὡς χορηγίαν δὲ ἔχοντος ξύλων πολλῶν παίζει Παρνασίους ἄνθρακας εἰπών, ἤγουν καὶ μεγάλους. οἱ δὲ τοὺς ἀπὸ Πάρνηθος ὄρους τῆς Ἀττικῆς ἄνθρακας φασὶ λέγειν. Lh Παρνήσσιοι] ἤγουν μεγάλοι.

### sch ach 348e

Lh ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλη ς : ἡ ἐξ ἀνθράκων τέφρα μαρίλη λέγεται.

### sch ach 350a

“ μαρίλη ς ” οὖν ἀντὶ τοῦ τῆς ἀπὸ τῶν ἀνθράκων σποδιᾶς. ἐπαφῆκεν ὁ λάρκος ὑπὸ ἀγωνίας, ὥσπερ ἡ σηπία τὸ μέλαν. θηρώμεναι γὰρ αἱ σηπίαι ἐπαφιᾶσιν ἐκ τοῦ προσόντος αὐταῖς μέλανος, ταράττειν βουλόμεναι τὸν παρ’ αὐταῖς τόπον, ἵνα μὴ καταφανεῖς ὦσι τοῖς θηρῶσιν. REΓ ὑπ’ ἀγωνίας ἀπὸ τῆς τῶν ἀνθράκων σποδιᾶς ἐπαφῆκεν ὁ λάρκος, ὥσπερ ἡ σηπία ἐπαφίησι τὸ μέλαν θηρευομένη.

### sch ach 350b

αἱ γὰρ σηπίαι θηρευόμεναι ἐπαφιᾶσιν ἐκ τοῦ προσόντος αὐταῖς μέλανος, ταράττειν βουλόμεναι τὸν παρ’ αὐταῖς τόπον, ἵνα μὴ καταφανεῖς ὦσι τοῖς θηρεύουσιν. Lh μαρίλης] τῆς ἀπὸ τῶν ἀνθράκων σποδιᾶς ἢ τέφρας.

### sch ach 350c

Lh ὀμφακία ν : ἀντὶ τοῦ ὠμὸν καὶ σκληρόν, μεταφορικῶς ἀπὸ τῶν ὀμφάκων.

### sch ach 352

οὕτω δὲ αἱ σταφυλαὶ δριμεῖαι οὖσαι καὶ οὔπω πέπειροι. ἐκ γὰρ τοῦ ἐναντίου πέπανον τὸ ὥριμον καὶ ἡδύ. θηλυκῶς δὲ καὶ τὰς ὄμφακας λέγουσιν. ἔχεις παρὰ Πλάτωνι τῷ κωμικῷ ἐν δράματι Ἑορταῖς “καὶ τὰς ὀφρῦς σχάσασθε καὶ τὰς ὄμφακας”. REΓLh μηδὲν ἴσον ἴσῳ φέρο ν : ἀντὶ τοῦ δίκαιον καὶ ἐξ ἴσου, ἀπὸ μεταφορᾶς τοῦ κιρναμένου οἴνου πρὸς ἴσον ὕδωρ.

### sch ach 354a

λέγει δὲ κατ’ ἴσον εἰπεῖν τε καὶ ἀκοῦσαι. REΓ ἴσον ἴσῳ] ἤγουν εἰπεῖν τι καὶ ἀκοῦσαι· εἴρηται δὲ ἀπὸ μεταφορᾶς τοῦ κιρναμένου οἴνου ὕδατι ἴσῳ.

### sch ach 354b

Lh ἐμοῦ θέλοντο ς : τὸ ἑξῆς οὕτως· ἐμοῦ θέλοντος λέγειν ὑπὲρ ἐπιξήνου πάντα ὅσα ἂν λέγω ὑπὲρ Λακεδαιμονίων.

### sch ach 355

REΓLh (ad vv.

### sch ach 358a

358—65) τί οὖν λέγει ς : διπλῆ καὶ εἴσθεσις εἰς περίοδον τοῦ χοροῦ πεντάκωλον δοχμίαν, ὄντων διπλῶν μὲν τῶν δύο πρώτων, ἁπλῶν δὲ τῶν τριῶν τὸ λοιπόν. EΓ 2 ἐπίξηνον] τὸν μαγειρικὸν κορμὸν ἐν ᾧ τὰ κρέα τιθέντες κόπτουσιν.

### sch ach 358b

Lh τί οὖν οὐ λέγει ς;: εἴσθεσις χοροῦ προῳδικὴ στροφῆς λόγον ἔχουσα.

### sch ach 358c

ἔχει γὰρ καὶ ἀντίστροφον τὴν “ τί ταῦτα στρέφει ς” , καὶ ἔστιν ἐκ κώλων παιωνικῶν ϛʹ ἐπιμεμιγμένων κρητικοῖς καὶ βακχείοις, ὧν τὸ αʹ τρίμετρον καταληκτικὸν ἐκ βακχείων, τὸ βʹ δίμετρον ἀκατάληκτον ἐκ κρητικῶν, τὸ γʹ δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, τὸ δʹ ἡμιόλιον ἤτοι δίμετρον βραχυκατάληκτον, τὸ εʹ δίμετρον καταληκτικὸν ἐκ βακχείου, τὸ ϛʹ ἡμιόλιον ὅμοιον τῷ δʹ. ἐν ἐκθέσει δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι βʹ ὅμοιοι τοῖς ἑξῆς. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλῆ ἔσω νενευκυῖα. Lh λείπει τὸ μαθεῖν, ἵνα ᾖ “ πάνυ γὰρ πόθος μ ’ ἔχε ι ” μαθεῖν “ ὅτι φρονεῖ ς ” καὶ δίκαια λογίζῃ.

### sch ach 362

R ἀλ λ ’ ᾗπε ρ : τὸ “ ᾗπε ρ ” ἀντὶ τοῦ ὥσπερ, καθάπερ.

### sch ach 364a

REΓ καὶ ἐν ἐκθέσει στίχοι ἰαμβικοὶ δύο.

### sch ach 364b

ὑφ’ ὃ διπλῆ, διότι ἐπιφέρεται ἐπὶ τῇ διστιχίᾳ στίχους ἰαμβικοὺς ιθʹ. EΓ ᾗπερ] καθά, ὥσπερ.

### sch ach 364c

Lh ἰδοὺ θεᾶσθ ε : ἀφ’ ἑαυτοῦ ταῦτα ὁ Δικαιόπολις λέγει.

### sch ach 366a

διὰ δὲ τῶν λελεγμένων ὁ κωμικὸς ἡμᾶς παιδεύει ὡς χρὴ τοὺς λέγοντας οὐκ ἀπὸ τοῦ μεγέθους τῶν σωμάτων σκοπεῖν, ἀλλ’ ἐπ’ ἐκεῖνα †ἀφ’ ὧν λέγειν ἔμελλον. τὸ δὲ “ τυννουτοσ ὶ ” δεικνὺς τὸν δάκτυλον τὸν μικρὸν λέγει. REΓ διὰ τούτων ἡμᾶς ὁ ποιητὴς παιδεύει, ὡς χρὴ τοὺς λέγοντας οὐκ ἐπὶ τοῦ μεγέθους τῶν σκωμμάτων σκοπεῖν, ἀλλ’ ἐπ’ ἐκεῖνα ἀφ’ ὧν λέγειν ἔμελλον.

### sch ach 366b

Lh τυννουτοσί] δεικνὺς τὸν δάκτυλον τὸν μικρὸν λέγει παρὰ τὴν κοινὴν συνήθειαν.

### sch ach 367

Lh οὐκ ἐνασπιδώσομα ι : ἀντὶ τοῦ οὐ καθοπλίσομαι, οὐκ ἀσπίδι περιβαλοῦμαι σεμνυνόμενος, ἢ σκευασθήσομαι, ἐπειδὴ βραχύς εἰμι.

### sch ach 368a

βούλεται δὲ εἰπεῖν ὅτι οὐ παρασκευάσομαι ἐπὶ πολύ. REΓ τὸ “ ἐνασπιδώσομα ι ” εἴρηκεν ἀντὶ τοῦ οὐκ ἀσπίδας περιβαλοῦμαι σεμνυνόμενος.

### sch ach 368b

βούλεται δὲ εἰπεῖν ὅτι οὐ παρασκευάσομαι ἐπὶ πολύ. Lh ἀνὴρ ἀλαζών] οἷον οἱ ῥήτορες.

### sch ach 373

REΓ 2 Lh ἀπεμπολώμενο ι : πιπρασκόμενοι διὰ τῆς κολακείας.

### sch ach 374

τοῦτο δέ φησι διὰ τὸ εὐχερῶς πείθεσθαι τοῖς ῥήτορσι τοὺς Ἀθηναίους ἀπατῶσιν αὐτούς. REΓLh τῶν τ ’ αὖ γερόντων οἶδ α : τῆς τῶν γερόντων φιλοδικίας καὶ τῆς περὶ τὸ καταγινώσκειν ἑτοιμότητος †ὅλον.

### sch ach 375

REΓ ψήφῳ δακεῖ ν : οἷον καταδικάζειν.

### sch ach 376a

πανταχοῦ δὲ ὡς φιλοδίκους καὶ πρὸς τὸ καταδικάζειν ἑτοίμους τοὺς Ἀθηναίους κωμῳδεῖ. REΓLh ψήφῳ δακεῖν] καταδικάζειν.

### sch ach 376b

EΓ 2 ψήφῳ δακεῖν] ἤγουν τὰς φιλοδικίας καὶ τὸ καταδικάζειν.

### sch ach 376c

Lh αὐτός τ ’ ἐμαυτό ν : ὡς ἀπὸ τοῦ προσώπου τοῦ ποιητοῦ ὁ λόγος οὗτος.

### sch ach 377

REΓ 2 Lh διὰ τὴν πέρυσι κωμῳδία ν : τοὺς Βαβυλωνίους λέγει.

### sch ach 378

τούτους γὰρ πρὸ τῶν Ἀχαρνέων Ἀριστοφάνης ἐδίδαξεν, ἐν οἷς πολλοὺς κακῶς εἶπεν. ἐκωμῴδησε γὰρ τάς τε κληρωτὰς καὶ χειροτονητὰς ἀρχὰς καὶ Κλέωνα, παρόντων τῶν ξένων. καθῆκε γὰρ δρᾶμα τοὺς Βαβυλωνίους 〈ἐν〉 τῇ τῶν Διονυσίων ἑορτῇ, ἥτις ἐν τῷ ἔαρι ἐπιτελεῖται, ἐν ᾧ ἔφερον τοὺς φόρους οἱ σύμμαχοι. καὶ διὰ τοῦτο ὀργισθεὶς ὁ Κλέων ἐγράψατο αὐτὸν ἀδικίας εἰς τοὺς πολιτάς, ὡς εἰς ὕβριν τοῦ δήμου καὶ τῆς βουλῆς ταῦτα πεποιηκότα, καὶ ξενίας δὲ αὐτὸν ἐγράψατο καὶ εἰς ἀγῶνα ἐνέβαλεν. τὰ δὲ Λήναια ἐν τῷ μετοπώρῳ ἤγετο, ἐν οἷς οὐ παρῆσαν οἱ ξένοι, ὅτε τὸ δρᾶμα τοῦτο, οἱ Ἀχαρνεῖς, ἐδιδάσκετο. REΓLh κατεγλώττιζέ μου] κατελάλει μου ψευδῆ· χαριεντίζεται δὲ κωμικῶς.

### sch ach 380

Lh κἀκυκλοβόρε ι : ἐνταῦθα κατέμιξε τὴν κωμῳδιακὴν χάριν καὶ τὰ δικαστικὰ ῥήματα· τὸ μὲν γὰρ διαβάλλειν καὶ λέγειν ψευδῆ καὶ πλύνειν εἴποι τις ἂν τῶν περὶ τὰ δικαστήρια ταῦτα λέγειν δεινῶν, τὸ δὲ κυκλοβορεῖν καὶ καταγλωττίζειν χαριεντίσματά ἐστι κωμῳδίας.

### sch ach 381a

REΓ 2 Lh κἀκυκλοβόρει] κατέβαλεν· Κυκλοβόρος δὲ ποταμὸς ἐν Ἀθήναις χείμαρρος ἄγαν ἠχῶν.

### sch ach 381b

Lh μολυνοπραγμονούμενος] πολυπραγμονούμενος ὤφειλεν εἰπεῖν.

### sch ach 382

Lh ἐνσκευάσασθαί μ ε : ἀντὶ τοῦ πτωχικὴν ἀναλαβεῖν ἐσθῆτα, ὡς ἀπὸ τοῦ σχήματος ἐλεεινότατον καὶ ἀθλιώτατον εἶναί με δοκεῖν.

### sch ach 384a

τὰ γὰρ σεμνὰ τῶν σχημάτων καὶ φθόνον ἐπάγει. REΓ 3 Lh ἐνσκευάσασθαι] σκευὴν ἀναλαβεῖν.

### sch ach 384b

EΓ 2 τί ταῦτα στρέφε ι : ἀντὶ τοῦ τεχνάζῃ, μεταβάλλῃ, καὶ μετὰ τέχνης καὶ ποικιλίας προσέρχῃ.

### sch ach 385

EΓ 3 Lh πα ρ ’ Ἱερωνύμο υ : οὗτος ὁ Ἱερώνυμος μελῶν ἐστι ποιητὴς καὶ τραγῳδοποιὸς ἀνώμαλος καὶ ἀνοικονόμητος, διὰ τὸ ἄγαν ἐμπαθεῖς γράφειν ὑποθέσεις καὶ φοβεροῖς προσωπείοις χρῆσθαι.

### sch ach 388a

ἐδόκει δὲ κροτεῖσθαι. ἐκωμῳδεῖτο δὲ ὡς πάνυ κομῶν. διόπερ Ἄϊδος κυνῆν ἔφη αὐτὸν παίξας κωμικῶς ὡς κουριῶντα. REΓ 3 Lh Ἱερωνύμου] οὗτος μελῶν ἦν ποιητής.

### sch ach 388b

Lh Ἄϊδος κυνῆν] παρὰ τὸ Ὁμηρικόν, “Ἄϊδος κυνέην”.

### sch ach 390a

EΓ 3 Lh Ἄϊδος] συνίζησις.

### sch ach 390b

Lh τὰς Σισύφο υ : δριμύν τινα καὶ πανοῦργον παραδεδώκασιν οἱ ποιηταὶ τὸν Σίσυφον, διὰ μιᾶς λέξεως παρ’ Ὁμήρῳ δεδιδαγμένοι “ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ’ ἀνδρῶν”.

### sch ach 391a

REΓLh Σισύφου] δριμύν τινα καὶ πανοῦργον τοῦτόν φησιν.

### sch ach 391b

Lh καί μοι βαδιστ έ ’ ἐστί ν : μεταβολὴ γέγονεν τόπου ὡς ἐπὶ τὴν οἰκίαν Εὐριπίδου.

### sch ach 394a

“ βαδιστέ α ” δὲ ἀντὶ τοῦ βαδιστέον. τὰ γὰρ τοιαῦτα σχηματίζουσι καὶ πληθυντικῶς λεγόμενα. καὶ ἐν Πλούτῳ “συνεκποτέ’ ἐστί 〈σοι〉 καὶ τὴν τρύγα”. καὶ Θουκυδίδης “πολεμιστέα τοῖς Ἀθηναίοις εἶναι”. REΓ totus versus] ὡς ἐπὶ τὴν οἰκίαν Εὐριπίδου μεταβολὴ γέγονε.

### sch ach 394b

Lh τοῦ Δικαιοπόλιδος κρούσαντος τὴν θύραν Εὐριπίδου Κηφισοφῶν ὑπακούει.

### sch ach 395

R οὐκ ἔνδο ν : οἰκείως ἐξομοιοῖ τὸν οἰκέτην τῷ δεσπότῃ.

### sch ach 396a

⟦ διὰ δὲ τοῦ δοκοῦντος ἐπαίνου διαβάλλει τὸν Εὐριπίδην ὅτι δεινοὺς ἐπιδείκνυσι τοὺς δούλους καὶ ἐν ταῖς τραγῳδίαις. ⟧ τὸ δὲ “ εἰ γνώμην ἔχει ς ” ἀντὶ τοῦ εἰ φρόνιμος εἶ καὶ συνετός. REΓLh εἰ γνώμην ἔχεις] εἰ φρόνιμος εἶ.

### sch ach 396b

Lh (i) ὁ νοῦς μὲν ἔξω συλλέγω ν : σκώπτει πάλιν τὸν Εὐριπίδην διὰ τὸ ἐν τοῖς λόγοις εἶναι συλλογιστικόν, καὶ οὗ ἂν λέγῃ τὸ ἐναντίον πάλιν κατασκευάζοντα, οἷον “ἡ γλῶσς’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος”.

### sch ach 398a

οἷον αὐτὸς μὲν ἔσω ἐστίν, ὁ δὲ νοῦς αὐτοῦ συλλογίζεται τῶν ἔξω τι καὶ μετεωρίζεται. παρατηρητέον δὲ ὅτι 〈τὰ〉 Εὐριπίδου ἰαμβεῖα ἐπύλλια λέγονται. EΓ (ii) ἄλλω ς : Ὁμηρικῶς. ὁ γὰρ ποιητὴς διώρισε τὰς ψυχὰς πρὸς τὰ σώματα εἰπὼν “πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν 〈ἡρώων〉, αὐτοὺς δὲ ἑλώρια τεῦχε 〈κύνεσσιν〉”. οὕτως καὶ Ἀριστοφάνης. εἶπε γὰρ “ ὁ νοῦς μὲν ἔξ ω , αὐτὸς δὲ ἔνδο ν” . τὸ δὲ “ ἀναβάδη ν” , ἐπὶ ὑψηλοῦ τόπου καθήμενος. κακοσχόλως δὲ εἶπε. τρυγῳδίαν δὲ ἀντὶ τοῦ κωμῳδίαν, διὰ τὸ τοῖς νικῶσι κωμικοῖς τρύγα δίδοσθαι, τουτέστι νέον οἶνον. EΓ οἷον αὐτὸς μὲν ἔσω ἐστίν, ὁ δὲ νοῦς αὐτοῦ συλλογίζεται τῶν ἔξω τι καὶ μετεωρίζεται.

### sch ach 398b

τὰ Εὐριπίδου ἰαμβεῖα ἐπύλλια ἔφη εἶναι. R σκώπτει πάλιν τὸν Εὐριπίδην διὰ τὸ ἐν τοῖς λόγοις συλλογιστικὸν εἶναι.

### sch ach 398c

“ ἐπύλλι α ” δὲ εὐτελῶς οὕτω τὰ Εὐριπίδου ἰαμβεῖά φησι. ταῦτα δέ φησι διὰ τὸ εἰρημένον τῷ Εὐριπίδῃ “ἡ γλῶσς’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος”. Lh ξυλλέγων] συλλογιζόμενός τι τῶν ἔξωθεν.

### sch ach 398d

Lh ἀναβάδη ν : ἄνω τοὺς πόδας ἔχων, ἐπὶ ὑψηλοῦ τόπου καθήμενος.

### sch ach 399a

R ἀναβάδην] ἐπὶ ὑψηλοῦ τόπου καθήμενος, ἢ ἄνω τοὺς πόδας ἔχων.

### sch ach 399b

τοῦτο γὰρ τὸ “ ἀναβάδη ν ” δηλοῖ. Lh ὦ τρισμακάρι ε : θαυμάζων τὸν Κηφισοφῶντα ὁ Δικαιόπολις ἐφ’ οἷς εἶπε τοῦτό φησιν.

### sch ach 400

καὶ Ὅμηρος “τρισμάκαρες Δαναοί”. REΓ ὅ θ ’ ὁ δοῦλος οὑτοσ ί : διὰ τοῦ δοκοῦντος ἐπαίνου διαβάλλει τὸν Εὐριπίδην ὅτι δεινοὺς εἰσάγει τοὺς δούλους ἐν ταῖς τραγῳδίαις.

### sch ach 401

EΓLh Εὐριπίδιο ν : ἐρωτικὰς μιμεῖται φωνάς· οἱ γὰρ ἐρῶντες εἰώθασι τοὺς ἐρωμένους ἐρωτικῶς δι’ ὑποκοριστικῶν καλεῖν.

### sch ach 404a

EΓLh totus versus] ἰαμβικὸν δίμετρον ἀκατάληκτον.

### sch ach 404b

Lh εἴπερ πώποτ’] ὑπήκουσας δηλονότι.

### sch ach 405

RLh Χολλίδης ἐγ ώ : δῆμος τῆς Αἰγηΐδος φυλῆς.

### sch ach 406

ἢ παίζει διὰ τὸ χώλους εἰσάγειν. REΓLh ἀλ λ ’ οὐ σχολ ή : ἐν εἰσθέσει μονόμετρον ἰαμβικόν, μεθ’ ὃ ἔκθεσις εἰς στίχους ἰαμβικοὺς ἀκαταλήκτους τριμέτρους παʹ.

### sch ach 407a

EΓ ἀλλ’ οὐ σχολή] ἰαμβικὸν μονόμετρον ἀκατάληκτον.

### sch ach 407b

Lh ἀλ λ ’ ἐκκυκλήθη τ’ : εἰ μὴ σχολὴν ἔχεις 〈κατελθεῖν, ἀλλ’ ἐκκυκλήθητι, τουτέστι〉 συστράφηθι.

### sch ach 408

ἐκκύκλημα δὲ λέγεται μηχάνημα ξύλινον τροχοὺς ἔχον, ὅπερ περιστρεφόμενον τὰ ἔνδον ὡς ἐν οἰκίᾳ δοκοῦντα διαπράττεσθαι καὶ τοῖς ἔξω ἐδείκνυε, λέγω δὴ τοῖς θεαταῖς. βούλεται οὖν εἰπεῖν ὅτι κἂν φανερὸς γενοῦ. διὸ ἐπήνεγκεν “ ἀλ λ ’ ἐκκυκλήσομα ι , καταβαίνειν δ ’ οὐ σχολ ή” . REΓLh ἀναβάδην ποιεῖ ς : φαίνεται γὰρ ἐπὶ τῆς σκηνῆς μετέωρος.

### sch ach 410a

τὸ δὲ “ ἀναβάδη ν ” ἀντὶ τοῦ ἄνω τοὺς πόδας ἔχων. REΓLh λέλακα ς : ἀντὶ τοῦ κέκραγας.

### sch ach 410b

RLh ἀτὰρ τί τὰ ῥάκ ι’ : οὕτως αὐτὸν ἐσκευοποίησεν ἐν ῥακίοις καθεζόμενον καὶ ποιοῦντα τὰς τραγῳδίας.

### sch ach 412

κωμῳδεῖ οὖν αὐτὸν ὡς πτωχοὺς καὶ ταπεινοὺς εἰσάγοντα τοὺς ἥρωας. REΓLh παλαιοῦ δράματο ς : τοῦ Τηλέφου.

### sch ach 415a

ἀμφίβολον δέ πως τὸ παλαιὸν ἔφη. δηλοῖ γὰρ καὶ τὸ πρὸ πολλοῦ χρόνου παρ’ Ὁμήρῳ “ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός”. δηλοῖ δὲ καὶ τὸ διερρυηκός, ὡς τὸ “πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ ⟦ ἠμὲν ⟧ νέαι ἠδὲ παλαιαί”. τοῦτο δὲ νῦν δηλοῖ. EΓ δράματος] τοῦ Τηλέφου.

### sch ach 415b

RLh παλαιὸν λέγει τὸ δρᾶμα ἢ ὡς πρὸ πολλοῦ γεγονὸς αὐτῷ, ἢ διὰ τὸ παλαιὰ ῥάκια περιβαλεῖν αὐτὸν τὸν Τήλεφον.

### sch ach 415c

Lh ῥῆσιν μακρά ν : τὸ μακρὸν οὐκ ἀργῶς αὐτῷ λέλεκται, ἀλλ’ ἐπειδὴ τοὺς ἀγγέλους καὶ τοὺς προλόγους μακρηγοροῦντας εἰσάγει Εὐριπίδης, πρὸς αὐτὸν ὁ λόγος ἀποτείνεται.

### sch ach 416a

EΓ μακράν] τοῦτο λέγει διὰ τὸ εἰσάγειν τὸν Εὐριπίδην μακρηγοροῦντα τὰ πρόσωπα.

### sch ach 416b

Lh τὰ ποῖα τρύχ η : γέγραπται τῷ Εὐριπίδῃ δρᾶμα Οἰνεύς.

### sch ach 418a

μετὰ δὲ τὸν θάνατον Τυδέως καὶ ἐπιστράτευσιν Διομήδους κατὰ Θηβαίων ἀφῃρέθη τὴν βασιλείαν Οἰνεὺς διὰ τὸ γῆρας ὑπὸ τῶν Ἀγρίου παίδων καὶ περιῄει ταπεινός, ἄχρις οὗ ἐπανελθὼν ὁ Διομήδης Ἄγριον μὲν ἀνεῖλε, τὴν βασιλείαν δὲ Οἰνεῖ παραδέδωκε. τρύχη δὲ τὰ ῥάκη, τραγικῶς. REΓLh τρύχη] τὰ ῥάκη, τραγικῶς.

### sch ach 418b

Lh Οἰνεὺς ὁδί] ὡς προκειμένου τοῦ προσώπου Οἰνέως.

### sch ach 418c

Lh Φοίνικος] Φοίνικα λέγει τὸν Ἀμύντορος.

### sch ach 421

Lh λακίδας] διερρωγότα ἱμάτια.

### sch ach 423

RLh Φιλοκτήτου] εἰσήγαγε τὸν Φιλοκτήτην ἐν τῇ Λήμνῳ πενόμενον.

### sch ach 424

RLh πτωχιστέρου] συνήθως αὐτὸ παρεσχημάτισεν ὡς λαλιστέρου, ψευδιστέρου, πτωχιστέρου.

### sch ach 425

Lh τὰ δυσπινῆ] τὰ ἐρρυπωμένα, τὰ ῥυπαρά.

### sch ach 426

πίνος γὰρ ὁ ῥύπος. εἰσήγαγε δὲ καὶ τοῦτον καταβληθέντα ἐκ τοῦ Πηγάσου καὶ ἐρρυπωμένα ἱμάτια ἔχοντα. RLh χωλό ς , προσαιτῶ ν : οὐκ εἶπεν ἐπαιτῶν ἀλλὰ “ προσαιτῶ ν” .

### sch ach 429a

οὕτω γὰρ λέγεται. †ἔκειτο γὰρ καὶ πλησίον τοῦ Βελλεροφόντου. REΓLh ἐπίτηδες τοῦτο ἐποίησεν ἵνα διέλθῃ πάντας ὅσους ἐποίησε πτωχοὺς ῥάκι’ ἐνδεδυμένους.

### sch ach 429b

Lh οἶδ’, ἄνδρα Μυσόν] μόλις εὗρε τοῦτον.

### sch ach 430

Lh τὰ σπάργανα] τὰ ἱμάτια.

### sch ach 431

κυρίως δὲ τὰ ῥάκη. ὡς ἐπὶ βιβλίων τινῶν ἢ ῥακῶν. RLh τῶν Θυεστείων ῥακῶ ν : ἢ τῶν Κρησσῶν ἢ αὐτοῦ τοῦ Θυέστου.

### sch ach 433

EΓLh ἐξήγαγεν ὁ θεράπων τὰ ῥάκη.

### sch ach 434

R ὦ Ζεῦ διόπτ α : ταῦτά φησιν ἐπεὶ πολύτρητα ἦν τὰ ῥάκη, δι’ ὧν ἦν πάντα ἐπισκοπῆσαι.

### sch ach 435

καὶ ὁ Ζεὺς δὲ παντεπόπτης λέγεται. REΓLh ἐνσκευάσασθαί μ ε : λείπει τὸ ποίησον.

### sch ach 436

διασύρει δὲ ὅτι οὐκ ἐχρῆν τοιαῦτα ἐπὶ σκηνῆς ἄγειν. REΓLh Εὐριπίδη, ἐπειδήπερ] συνίζησις.

### sch ach 437

Lh τὸ πιλίδιο ν : πρὸς τοὺς νῦν ὑποκριτάς, ὅτι χωρὶς πίλου εἰσάγουσι τὸν Τήλεφον.

### sch ach 439a

τὸ δὲ τοῦ Τηλέφου πιλίδιον, τὸ νῦν λεγόμενον καμαλαύκιον. REΓ πρὸς τοὺς νῦν ὑποκριτὰς ὁ λόγος.

### sch ach 439b

καθάπτεται δὲ αὐτῶν ὅτι χωρὶς πιλίου ἤτοι περικεφαλαίας εἰσάγουσι τὸν Τήλεφον. Lh πιλίδιον] περικεφαλαίαν τινά, τὸ νῦν λεγόμενον καμελαύκιον.

### sch ach 439c

Lh δεῖ γάρ με δόξαι] οἱ δύο στίχοι οὗτοι ἐκ Τηλέφου Εὐριπίδου.

### sch ach 440

Lh φαίνεσθαι δὲ μ ή : τουτέστι μὴ ἀλλάξαι τὴν φύσιν, ἀλλὰ τὴν μορφήν.

### sch ach 441

REΓLh τοὺς μὲν θεατά ς : ἵν’ εἴπῃ τῶν μὲν θεατῶν τὸ εὐπαίδευτον, τῶν δὲ χορευτῶν τὴν ἀμουσίαν.

### sch ach 442

REΓLh τοὺς δ ’ αὖ χορευτά ς : καὶ διὰ τούτων τὸν Εὐριπίδην διασύρει.

### sch ach 443

οὗτος γὰρ εἰσάγει τοὺς χοροὺς οὔτε τὰ ἀκόλουθα φθεγγομένους τῇ ὑποθέσει, ἀλλ’ ἱστορίας τινὰς ἀπαγγέλλοντας, ὡς ἐν ταῖς Φοινίσσαις, οὔτε ἐμπαθῶς ἀντιλαμβανομένους τῶν ἀδικηθέντων ἀλλὰ μεταξὺ πίπτοντας. EΓLh σκιμαλίσ ω : ἐξουθενίσω ἢ χλευάσω, τῷ μικρῷ δακτύλῳ ὡς τῶν γυναικείων πυγῶν ἅψωμαι.

### sch ach 444a

εἴρηται δὲ ἡ λέξις καὶ ἐν Εἰρήνῃ. ἐλέγετο δὲ σκιμαλίζειν κυρίως τὸ τῷ μικρῷ δακτύλῳ τῶν ὀρνίθων ἀποπειρᾶσθαι εἰ ᾠοτοκοῦσιν. REΓ σκιμαλίζειν ἐστὶ τὸ τῷ μικρῷ δακτύλῳ τῶν ὀρνίθων ἀποπειρᾶσθαι εἰ ᾠοτοκοῦσιν.

### sch ach 444b

ἐνταῦθα δὲ παίζει, οἷον τῶν γυναικείων πυγῶν ἅψομαι λέγων. Lh σκιμαλίσω] ἐξουθενίσω, χλευάσω, ψηλαφήσω.

### sch ach 444c

Lh εὐδαιμονοίη ς : παρὰ τὰ ἐκ Τηλέφου Εὐριπίδου “καλῶς ἔχοιμι, Τηλέφῳ δ’ ἁγὼ φρονῶ”.

### sch ach 446

EΓLh γλίσχρο ς : ἀντὶ τοῦ ταπεινὸς κόλαξ.

### sch ach 452a

“ προσαιτῶ ν ” δὲ ἀντὶ τοῦ πολλὰ αἰτῶν. τοῦ δὲ λιπαρεῖν τὸ ι ἐκτείνεται· ἔστι γὰρ τὸ λίαν παρεῖναί τινι. REΓ γλίσχρος] ταπεινὸς κόλαξ.

### sch ach 452b

Lh προσαιτῶν] ἀντὶ τοῦ πολλὰ αἰτῶν.

### sch ach 452c

Lh τοῦ λιπαρεῖν τὸ ι ἐκτείνεται, εἰ καὶ ἔστιν ἐκ τοῦ λίαν παρεῖναί τινι.

### sch ach 452d

τοῦτο γὰρ συστέλλεται. Lh διακεκαυμένον λύχν ῳ : ὅτι οἱ πρεσβῦται διὰ τὸ μόλις βαδίζειν ἐν σπυρίδι κρύπτουσι τὸν λύχνον, ὥστε σώζειν τὸ πῦρ.

### sch ach 453

REΓLh πλέκους χρέο ς : τοῦ σπυριδίου, τοῦ πλέγματος.

### sch ach 454a

καὶ τοῦτο δὲ παρὰ τὰ ἐκ Τηλέφου Εὐριπίδου· “τί δ’ ὦ τάλας σοὶ τῷδε πείθεσθαι μέλει;” REΓLh πλέκους] τοῦ πλεκτοῦ σπυριδίου.

### sch ach 454b

Lh χρέος μὲν οὐδέ ν , βούλομαι δ ’ ὅμως λαβεῖ ν : μιμεῖται τὸν Εὐριπίδου χαρακτῆρα τῷ λόγῳ.

### sch ach 455

REΓLh φεῦ] ἰδίᾳ τὸ “φεῦ” γραπτέον.

### sch ach 457a

EΓ 3 εὐδαιμονοίης 〈ὥσπερ ἡ μήτηρ ποτέ 〉: σκώπτει αὐτὴν ὡς λαχανόπωλιν, τὴν Κλειτώ.

### sch ach 457b

REΓ 3 Lh νυν] δή.

### sch ach 458a

Lh μἀλλὰ] συνίζησις.

### sch ach 458b

Lh κυλίσκιο ν : ποτήριον.

### sch ach 459a

REΓΓ 3 Lh ἀποκεκρουσμένο ν : ἀποκεκλασμένον, REΓΓ 3 Lh οὔπω μὰ Δ ί ’ 〈οἶσ θ’ : 〉 οἷον οὐκ οἶδας ὅπως βαρὺς εἶ ἐν τοῖς δράμασι καὶ ἀποκναίεις τοὺς θεατάς.

### sch ach 461a

EΓLh ο ἷ ’ αὐτὸς ἐργάζει κακ ά : ἐργάσῃ κακῶς αὐτὸς ἑαυτὸν χαριζόμενός μοι ταῦτα δι’ ὧν σε κακῶς λέγω.

### sch ach 461b

EΓ 3 Lh κακά] λείπει τὸ μὴ δούς.

### sch ach 461c

RE οὐκ οἶσθ’] οὐκ οἶδας.

### sch ach 461d

Lh δός μοι χυτρίδιο ν : ἢ ὅτι χύτραν φέρουσιν, ἐν ᾗ ἐστι σπόγγος πεπληρωμένος μέλιτος, ὃν ἐτίθεσαν ἐν τῷ στόματι τῶν παιδίων ὅπως σιωπήσωσι καὶ μὴ κλαύσωσι ζητοῦντες τροφήν· ἢ ὅτι οἱ πένητες τὰ τρήματα τῆς χύτρας σφηνοῦσι τοῖς σπόγγοις.

### sch ach 463a

ἢ τετρημένον ἁπανταχοῦ ὥσπερ οἱ σπόγγοι. καὶ τοῦτο δὲ ὑπερβολὴ πενίας, τὸ κεχρῆσθαι τοῖς τετρημένοις. μιμεῖται δὲ τὸν Τήλεφον. EΓ 3 Lh τετρημένον ἁπανταχοῦ ὥσπερ οἱ σπόγγοι.

### sch ach 463b

R βεβυσμένον] σπόγγῳ κεκλεισμένον.

### sch ach 463c

Lh τὴν τραγῳδία ν : οἷον τὰ σκεύη τῆς τραγῳδίας.

### sch ach 464

REΓ 3 Lh ταυτηνί] τὴν χύτραν δηλονότι.

### sch ach 465

REΓ 3 ἰσχνά μοι φυλλεῖ α : τὰ ἀπολεπίσματα τῶν λαχάνων.

### sch ach 469a

“ ἰσχν ὰ ” δὲ οἷον μεμαραμμένα καὶ εὐτελῆ τῶν λαχάνων φύλλα. τοιαῦτα γὰρ οἱ πτωχοὶ ἐσθίουσι. καὶ ἐν Πλούτῳ “ἀντὶ δὲ μάζης φύλλ’ ἰσχνῶν ῥαφανίδων”. καλεῖται δὲ φυλλεῖα καὶ τὰ τῆς θριδακίνης φύλλα. σκώπτει δὲ αὐτὸν ὡς λαχανοπώλιδος υἱόν. REΓ ἰσχνά μοι φυλλεῖα] τὰ εὐτελῆ καὶ μεμαραμμένα φύλλα τῶν λαχάνων.

### sch ach 469b

τοιαῦτα γὰρ οἱ πτωχοὶ ἐσθίουσιν. Lh φυλλεῖα καλεῖται καὶ τὰ τῆς θριδακίνης φύλλα.

### sch ach 469c

ἢ πάντων τῶν λαχάνων λέγει τὰ φύλλα, ὡς καὶ ἐν Πλούτῳ “ἀντὶ δὲ μάζης φύλλ’ ἰσχνῶν ῥαφανίδων”. σκώπτει δὲ αὐτὸν ὡς λαχανοπώλιδος υἱόν. Lh ὀχληρό ς , οὐ δοκῶν με κοιράνους 〈στυγεῖν 〉: τοῦτο πεπαρῴδηται ἀσήμως ἐξ Οἰνέως Εὐριπίδου.

### sch ach 472

ὁ δὲ Σύμμαχος καὶ ἐκ Τηλέφου φησὶν αὐτό. EΓLh σκάνδικά μοι δό ς : καὶ ἐν τοῖς Ἱππεῦσι δεδήλωται ὅτι ἡ μήτηρ Εὐριπίδου πωλεῖν ἐλέγετο σκάνδικας.

### sch ach 478a

θηλυκῶς δὲ ἡ σκάνδιξ ἔλεγον. ἔστι δὲ λάχανον ἄγριον εὐτελές. REΓ σκάνδικα] λάχανόν ἐστιν ἄγριον εὐτελέστατον πάνυ.

### sch ach 478b

Lh μέμνηται ταύτης τῆς λέξεως καὶ ἐν Ἱππεῦσι λέγων “μή μοί γε, μή μοι, μὴ διασκανδικίσῃς”.

### sch ach 478c

σκώπτει δὲ αὐτὸν αὖθις ὡς λαχανοπώλιδος υἱόν. Lh πηκτὰ δωμάτω ν : τὰς θύρας.

### sch ach 479a

Ὅμηρος· “θύρας πυκινῶς ἀραρυίας”. REΓLh πρὸς τὰς ἔμπροσθεν τῶν θυρῶν ἱσταμένας κιγκλίδας πηκτὰς τὰς θύρας εἶπε διὰ τὸ διόλου ἀσφαλίζειν καὶ ἀποκλείειν τὰς ὄψεις 〈καὶ〉 μὴ ὁρᾶν 〈τινὰ δύνασθαι〉 τὰ ἔνδον ὥσπερ ἀπὸ τῶν κιγκλίδων.

### sch ach 479b

Lh θύμ’] θυμέ.

### sch ach 480

Lh γραμμὴ δ ’ αὑτη ΐ : ἀρχή, ἀφετηρία, ἡ λεγομένη βαλβίς.

### sch ach 483

ἐκ μεταφορᾶς οὖν τῶν δρομέων. REΓLh ἕστηκα ς : ἀντὶ τοῦ ἐπὶ συννοίᾳ μένεις καὶ οὐκ εἶ, ὥσπερ Εὐριπίδην ὅλον μετασχηματισάμενος καὶ ἀναλαβὼν ἐν σεαυτῷ.

### sch ach 484

REΓLh ἐκεῖ] εἰς τὸ ἐπίξηνον.

### sch ach 486

EΓ 3 Lh παράσχες εἰποῦ ς ’ ἅτ τ ’ ἂν αὐτῇ σοι 〈δοκῇ 〉: εἴ τι δοκεῖ σοι αὐτῇ, ὦ καρδία, εἰπέ, παρασχοῦσα τὴν κεφαλὴν εἰς τὸ ἐπίξηνον.

### sch ach 487

REΓLh ἄγαμαι καρδία ς : Ἀττικῶς ἀντὶ τοῦ θαυμάζω.

### sch ach 489

Su. Α 138 (ad vv.

### sch ach 490

490—5) τί δράσει ς : διπλῆ καὶ τριὰς μεσῳδική, ἧς αἱ μὲν ἑκατέρωθέν εἰσι δίκωλοι διπλῶν δοχμίων, ἡ δὲ μέση δίστιχος ἰαμβικὴ τρίμετρος ἀκατάληκτος. EΓ σιδηροῦς ἀνή ρ : στερρὸς ἀνὴρ καὶ ἀτέραμνος.

### sch ach 491

REΓ 3 Lh εἷς λέγειν τἀναντί α : λείπει τὸ ὤν, ἵν’ ᾖ εἷς ὤν.

### sch ach 493

REΓ 3 νυν] δή.

### sch ach 494

Lh αἱρε ῖ : ἀντὶ τοῦ βούλει.

### sch ach 495a

R αἱρεῖ] λέγειν δηλονότι.

### sch ach 495b

Lh μή μοι φθονήση τ ’ ἄνδρε ς : ἐκ Τηλέφου Εὐριπίδου “μή μοι φθονήσητ’, ἄνδρες Ἑλλήνων ἄκροι, εἰ πτωχὸς ὢν τέτληκ’ ἐν ἐσθλοῖσιν λέγειν”.

### sch ach 497

EΓLh τρυγῳδίαν ποιῶ ν : κωμῳδίαν· ἤτοι διὰ τὸ τρύγα ἔπαθλον λαμβάνειν, τουτέστι νέον οἶνον, ἢ διὰ τὸ μὴ ὄντων προσωπείων τὴν ἀρχὴν τρυγὶ χρίεσθαι τὰς ὄψεις.

### sch ach 499a

REΓ τρυγῳδίαν τὴν κωμῳδίαν φησίν, ἢ διὰ τὸ τρύγα ἔπαθλον λαμβάνειν τοὺς κωμῳδούς, τουτέστι νέον οἶνον, ἢ διὰ τὸ τὴν ἀρχὴν τρυγὶ χρίεσθαι τὰς ὄψεις τοὺς κωμῳδοῦντας μὴ ὄντων τῶν προσωπείων· ὕστερον γὰρ ἐπενοήθη τὰ προσωπεῖα.

### sch ach 499b

Lh τρυγῳδίαν] ἤγουν κωμῳδίαν.

### sch ach 499c

Lh οὐ γάρ με] ὡς ἐκ τοῦ ποιητοῦ τοῦτο· προείρηται δὲ τὰ περὶ τούτου.

### sch ach 502

Lh ξένων παρόντω ν : διὰ τὸ ἐν τοῖς Βαβυλωνίοις πολλῶν παρόντων ξένων εἰρηκέναι κατὰ πολλῶν τὸν Ἀριστοφάνην· διὸ καὶ κατηγορήθη ὑπὸ Κλέωνος.

### sch ach 503

EΓ 3 αὐτοὶ γάρ ἐσμε ν : οἷον μόνοι Ἀθηναῖοι χωρὶς τῶν συμμάχων καὶ ξένων.

### sch ach 504a

χειμῶνος γὰρ λοιπὸν ὄντος εἰς τὰ Λήναια καθῆκε τὸ δρᾶμα τοῦτο. εἰς δὲ τὰ Διονύσια ἐτέτακτο Ἀθήναζε κομίζειν τὰς πόλεις τοὺς φόρους, ὡς Εὔπολίς φησιν ἐν Πόλεσιν. REΓ οὑπὶ Ληναίῳ τ ’ ἀγώ ν : ὁ τῶν Διονυσίων ἀγὼν ἐτελεῖτο δὶς τοῦ ἔτους, τὸ μὲν πρῶτον ἔαρος ἐν ἄστει, ὅτε καὶ οἱ φόροι Ἀθήναζε ἐφέροντο, τὸ δὲ δεύτερον ἐν ἀγροῖς, ὁ ἐπὶ Ληναίῳ λεγόμενος, ὅτε ξένοι οὐ παρῆσαν Ἀθήνησι· χειμὼν γὰρ λοιπὸν ἦν.

### sch ach 504b

REΓ αὐτοί] μόνοι.

### sch ach 504c

Lh οὑπὶ Ληναίῳ τ’ ἀγών] ἑορτὴ Διονύσου τὰ Λήναια.

### sch ach 504d

Lh περιεπτισμένο ι : οἷον ξένων ἀπηλλαγμένοι καὶ καθαροὶ ἀστοί.

### sch ach 507a

κυρίως δὲ πτίσσειν ἐστὶ τὸ κριθὰς ἢ ἄλλο τι λεπίζειν καὶ καθαροποιεῖν. ἔνθεν καὶ πτισάνη, ἡ λελεπισμένη κριθή. REΓ κυρίως περιεπτισμένα λέγονται τὰ κεκαθαρμένα τῶν λεπιστῶν σπέρματα, οἷον κριθαὶ ἢ ἄλλο τι τοιοῦτον.

### sch ach 507b

ὅθεν καὶ ἡ πτισσάνη λέγεται. Lh περιεπτισμένοι] κεκαθαρμένοι, ξένων ἀπηλλαγμένοι.

### sch ach 507c

Lh μέρος γάρ ἐστι τῶν πολιτῶν οἱ μέτοικοι εὐτελὲς ὡς τὰ ἄχυρα τῶν κριθῶν.

### sch ach 508

R οὑπὶ Ταινάρῳ θεό ς : ὁ αὐτῶν τῶν Λακεδαιμονίων.

### sch ach 510a

Ταίναρον γάρ ἐστι τῆς Λακωνικῆς ἀκρωτήριον, ἐν ᾧ στόμιον ἦν κατάγον εἰς Ἅιδου. ἐνταῦθα δὲ ἦν καὶ Ποσειδῶνος ἱερὸν Ἀσφαλείου. τοῦτο δὲ εἶπεν, ἐπειδὴ τοὺς Εἵλωτας ἱκέτας καθεσθέντας ἐν τῷ ἱερῷ τοῦ Ποσειδῶνος τοῦ Ταιναρίου οὐδὲν δείσαντες ἀνεῖλον Λακεδαιμόνιοι, καὶ διὰ τοῦτο ἐδόκουν ἐναγεῖς εἶναι. REΓ οὑπὶ Ταινάρῳ] ἦν γὰρ ἐπὶ τῷ Ταινάρῳ ἀκρωτηρίῳ τῆς Λακωνικῆς ἱερὸν Ποσειδῶνος Ἀσφαλείου.

### sch ach 510b

Lh τοῦτο λέγει ἐπειδὴ τοὺς Εἵλωτας καθεσθέντας ἐν τῷ ἱερῷ τοῦ Ποσειδῶνος τοῦ Ταιναρίου οὐδὲν δείσαντες ἀνεῖλον Λακεδαιμόνιοι καὶ διὰ τοῦτο ἐδόκουν ἐναγεῖς εἶναι.

### sch ach 510c

Lh totus versus] ἤγουν διὰ σεισμοῦ καταχώσειε αὐτοὺς 〈ἐν〉 ταῖς οἰκίαις.

### sch ach 511

Lh κἀμοὶ] ὡς καὶ αὐτοῖς τοῖς Ἀχαρνεῦσι.

### sch ach 512

REΓ 3 Lh παρακεκομμέν α : μηδὲν ἐντελὲς ἔχοντα.

### sch ach 517a

ἀπὸ μεταφορᾶς τῶν ἀδοκίμων νομισμάτων, ἅπερ παράτυπα λέγεται καὶ παρακεκομμένα. καὶ νῦν δὲ εἰώθασι λέγειν τοὺς παραχαράκτας παρακόπτοντας· ὅθεν καὶ παρὰ Ἀθηναίοις παράσημος ῥήτωρ. REΓ παρακεκομμένα] μηδὲν ἐντελὲς ἔχοντα.

### sch ach 517b

Lh ἐκ μεταφορᾶς τῶν ἀδοκίμων νομισμάτων εἴρηται τὸ “ παρακεκομμέν α” , ἅτινα οὐδὲ τῷ κόμματι καλῶς ἔχουσι.

### sch ach 517c

λέγονται δὲ παρὰ τὴν κοινὴν συνήθειαν παράτυπα, ὡς καὶ παραχαράκται οἱ κακῶς κόπτοντες τὰ νομίσματα λέγονται. Lh παρ’ Ἀθηναίοις καὶ παράσημοί τινες ὀνομάζονται ῥήτορες διὰ τὸ σεσημειωμένοι εἶναι εἰς κακουργίαν.

### sch ach 518

Lh Μεγαρέων τὰ χλανίσκι α : οἱονεὶ ἐξετίνασσον αὐτοὺς παραγινόμενοι.

### sch ach 519a

ἢ τοιοῦτό τι λέγει· ἐσυκοφάντουν οὐ μόνον τοὺς Μεγαρέας ἀλλὰ καὶ τὰ χλανίσκια αὐτῶν, ἀντὶ τοῦ τὴν ὕπαρξιν αὐτῶν, τὴν οὐσίαν. ἢ περιφραστικῶς τοὺς Μεγαρέας. REΓ ἤγουν τὴν περιουσίαν αὐτῶν ἢ τὰ ἐνδύματα αὐτῶν ζητῶν, εἴ που εὕροι σίκυον ἤ τι τῶν ἑξῆς.

### sch ach 519b

Lh σίκυον] ἀπὸ εὐθείας τῆς ὁ σίκυος.

### sch ach 520

REΓ 3 ἢ χόνδρους ἁλό ς : οὕτως οἱ Ἀττικοί· πολλοὶ δὲ ἦσαν παρὰ Μεγαρεῦσιν ἅλες.

### sch ach 521

EΓLh ταῦ τ ’ ἦν Μεγαρικ ά : ταῦτα λέγοντες εἶναι Μεγαρικὰ πάντα διήρπαζον.

### sch ach 522a

REΓLh 〈 κἀπέπρα τ ’ 〉: ὑπὸ τῶν συκοφαντούντων καὶ τῶν μικρολόγων.

### sch ach 522b

REΓLh πόρνην δὲ Σιμαίθα ν : οἱ ἀπὸ τῶν Ἀθηναίων Μεγαρικὴν γυναῖκα ἥρπασαν Σιμαίθαν.

### sch ach 524

Δωρικώτερον δὲ εἶπε “ Σιμαίθα ν” . ταύτης δὲ καὶ Ἀλκιβιάδης ἠράσθη, ὃς καὶ δοκεῖ ἀναπεπεικέναι τινὰς ἡρπακέναι τὴν πόρνην. REΓLh μεθυσοκότταβο ι : 〈.

### sch ach 525a

...〉 λάταξ, χαλκὴ φιάλη, ἣν μεταξὺ τοῦ δείπνου ἐτίθεσαν οἴνου πεπληρωμένην. εἶτα εἰς μικρὰ ποτήρια ἐμβαλόντες οἶνον, εἰς ταύτην ἀπὸ ὕψους ἔρριπτον ἐπὶ τῷ ψόφον ἐκτελέσαι, ὃς ἐκαλεῖτο κότταβος. ἐπῃνεῖτο δὲ ὁ μείζονα ψόφον ποιῶν. EΓ σημείωσαι περὶ τοῦ κοττάβου.

### sch ach 525b

εἶδος παιδιᾶς ὁ κότταβος, ἐν συμποσίοις γινόμενος. ἐτελεῖτο δὲ οὕτω. μέσον τῆς τραπέζης ζυγὸς ἀπῃώρητο, ὑπὸ δὲ ἑκάστην πλάστιγγα τοῦ ζυγοῦ βραχύ τι ἀνδράριον ἵδρυτο χαλκοῦν. πληροῦντες οὖν οἱ συμπίνοντες τὰ οἰκεῖα αὐτῶν στόματα ἐκ τῆς φιάλης ἐνέπτυον ἐν ταῖς πλάστιγξι. μία δὲ τῶν πλαστίγγων τῷ σφοδροτέρῳ πτύσματι βαρυνομένη κατελθοῦσα καὶ πλήξασα τὸ ἀνδράριον ἦχόν τινα ἀπετέλει, ὃς ἐκαλεῖτο κότταβος. ὁ δὲ τῶν χειλέων κτύπος ὁ γινόμενος ἐκ τοῦ πτύσματος ἐκαλεῖτο λάταγος. ἐπῃνεῖτο δὲ ὁ μείζονα κτύπον ποιήσας, ὁ δὲ ἡττώμενος ἐζημιοῦτο τὴν τοῦ συμποσίου δαπάνην. Lh πεφυσιγγωμένο ι : πεφυσημένοι.

### sch ach 526a

φύσιγξ λέγεται τὸ ἐκτὸς λέπισμα τῶν σκορόδων, ἡ φυσίγγη. ἔπαιξεν οὖν καὶ τοῦτο εἰς Μεγαρέας ὅτι πολλὰ σκόροδα ἔχουσιν. ἢ πεπλησμένοι, ἀπὸ μεταφορᾶς τῶν τὸν ἄνεμον δεχομένων ἀσκῶν ἢ φυσῶν. ἢ ἐκκεκαυμένοι, οἰδοῦντες. REΓ πεφυσιγγωμένοι] ἐξωγκωμένοι ἐκ μεταφορᾶς τῶν ἀσκῶν.

### sch ach 526b

Lh Ἀσπασίας πόρνα δύ ο : τῇ μιᾷ τούτων ἐκέχρητο ὁ Περικλῆς· δι’ ἣν ὀργισθεὶς ἔγραψε τὸ κατὰ Μεγαρέων ψήφισμα ἀπαγορεύων δέχεσθαι αὐτοὺς εἰς τὰς Ἀθήνας.

### sch ach 527

ὅθεν ἐκεῖνοι εἰργόμενοι τῶν Ἀθηνῶν προσέφυγον τοῖς Λακεδαιμονίοις. ἡ δὲ Ἀσπασία Περικλέους ἦν σοφίστρια καὶ διδάσκαλος λόγων ῥητορικῶν· ὕστερον δὲ καὶ γαμετὴ αὐτοῦ γέγονεν. REΓ 3 Lh κἀντεῦθεν ἀρχὴ τοῦ πολέμο υ : ἐνταῦθα εἰς τὸν Περικλέα βούλεται ἀγαγεῖν τὴν αἰτίαν τοῦ πολέμου, ὡς οὐκ εὐπρεπῆ αὐτῷ προσάπτων πρόφασιν.

### sch ach 528

REΓ 3 Lh λαικαστριῶν] πορνῶν.

### sch ach 529

Lh Περικλέης οὑλύμπιο ς : πρὸς τὸ “ Ὀλύμπιο ς” , ὅτι ὁ Ζεὺς Ὀλύμπιος καλεῖται, ἐπήγαγε τὸ “ἤστραπτεν, ἐβρόντα”.

### sch ach 530

EΓ 3 Lh ἐτίθει νόμου ς : μιμούμενος τὸν τῶν σκολίων ποιητήν.

### sch ach 532

Τιμοκρέων δὲ ὁ Ῥόδιος μελοποιὸς τοιοῦτον ἔγραψε σκόλιον κατὰ τοῦ Πλούτου, οὗ ἡ ἀρχὴ “ὤφελέν ς’ ὦ τυφλὲ Πλοῦτε μήτε γῇ μήτ’ ἐν θαλάσσῃ μήτ’ ἐν ἠπείρῳ φανῆμεν, ἀλλὰ Τάρταρόν τε ναίειν κ’Ἀχέροντα· διὰ σὲ γὰρ πάντ’ αἰὲν ἀνθρώποις κακά.” τούτοις ἔοικε καὶ τὰ ὑπὸ Περικλέους εἰσηγηθέντα, ἐπεὶ ὁ Περικλῆς γράφων τὸ ψήφισμα εἶπε Μεγαρέας μήτε ἀγορᾶς μήτε θαλάττης μήτ’ ἠπείρου μετέχειν. ἐπεὶ οὖν ὅμοια τοῖς Τιμοκρέοντος ἔγραψε, διὰ τοῦτο εἶπεν ὅτι “ ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένου ς” . ἐνεκάλεσε δὲ ὁ Περικλῆς τοῖς Μεγαρεῦσιν ὅτι τὴν ἱερὰν γῆν τὴν ὀργάδα ἐγεώργησαν. REΓLh ὅτε δὴ ’πείνω ν : ἀντὶ τοῦ ἐλίμωττον, ὑπὸ λιμοῦ διεφθείροντο.

### sch ach 535a

“ βάδη ν ” δὲ ἀντὶ τοῦ κατὰ βραχὺ αὐξανομένου τοῦ λιμοῦ καὶ ἐπίδοσιν λαμβάνοντος, προϊόντος ἐπὶ τὸ μεῖζον. REΓ 3 Lh ’πείνων] ἤγουν ὑπὸ τοῦ λιμοῦ διεφθείροντο.

### sch ach 535b

Lh λαικαστρίας] πόρνας.

### sch ach 537

EΓ 3 ἐρεῖ τι ς , οὐ χρῆ ν : ἐρεῖ τις ὅτι οὐκ ἐχρῆν πόλεμον κινῆσαι τοὺς Λακεδαιμονίους.

### sch ach 540a

τί οὖν ἐχρῆν αὐτοὺς ποιεῖν εἴπατε. EΓLh ἐρεῖ τις, οὐ χρῆν] καὶ τοῦτο ἀπὸ Τηλέφου Εὐριπίδου παραγέγραπται.

### sch ach 540b

EΓ 3 φέ ρ ’ εἰ ⟦ καὶ ⟧ Λακεδαιμονίων 〈τισ 〉 : ὡς συγγυμνάζων τὸ πρᾶγμά φησιν, εἴ τις τῶν Λακεδαιμονίων πλεύσας εἰς Σέριφον καὶ τὸ τυχὸν αὐτοὺς ἀδικήσας καὶ λαβὼν παρ’ αὐτῶν τοῦτο ἀπέδοτο, εἶτα ἐκεῖνοι κατέφυγον πρὸς ὑμᾶς δεόμενοι βοηθείας, ἤγετε ἄρα ἡσυχίαν; λέγει ὅτι οὐδαμῶς, ἀλλὰ κατὰ τάχος ἐβοηθεῖτ’ ἄν.

### sch ach 541

ταὐτὸ καὶ Λακεδαιμόνιοι ἐποίησαν ἀδικούντων ὑμῶν Μεγαρέας. πικρῶς δὲ οὐκ εἶπεν, εἴ τις συκοφαντήσας ἀπέδοτο ἀπὸ τῶν Ἀθηναίων λαβών, τοῦτο γὰρ οὐδὲν μέγα αὐτῶν τινὰ καὶ εἰς τὸ ἐλάχιστον ἀδικούμενον ἀμύνασθαι, ἀλλά φησιν ὅτι τῆς Σερίφου τῆς εὐτελεστάτης νήσου τῶν Ἀθηναίων, καὶ οὐχὶ εἰ ἔλαβέ τι ἄξιον λόγου κτῆμα ἀλλὰ κυνίδιον, ἠνέσχεσθε ἄν; REΓLh φήνα ς : συκοφαντήσας, φενακίσας.

### sch ach 542

ἡ δὲ Σέριφος νῆσός ἐστιν εὐτελεστάτη πρὸς τῇ Θρᾴκῃ. REΓLh ἦ πολλοῦ γε δε ῖ : ἀντὶ τοῦ οὐδὲ ὅλως.

### sch ach 543

καὶ τοῦτο δὲ ἐκ Τηλέφου. EΓ 3 Lh θορύβου στρατιωτῶ ν : τοῦ θορύβου τῶν πραττόντων, τῶν βοώντων περὶ τοῦ δεῖν τριηράρχους εἶναι.

### sch ach 546a

REΓ 3 περὶ τριηράρχου] ὅτι δεῖ τριηράρχους εἶναι.

### sch ach 546b

Lh μισθοῦ διδομένο υ : μισθοῦ μὲν τοῦ διδομένου τοῖς ἐμβαίνουσιν εἰς τὰς ναῦς.

### sch ach 547a

παλλάδια δὲ ἐν ταῖς πρῴραις τῶν τριήρων ἦν ἀγάλματά τινα ξύλινα τῆς Ἀθηνᾶς καθιδρυμένα, ὧν ἐπεμελοῦντο μέλλοντες πλεῖν. REΓLh μισθοῦ διδομένου] τοῦ διδομένου τοῖς ἐμβαίνουσιν εἰς τὰς ναῦς.

### sch ach 547b

Lh παλλαδίων] ἀγαλμάτων τῆς Παλλάδος.

### sch ach 547c

Lh χρυσουμένων] καλλωπιζομένων.

### sch ach 547d

Lh στοᾶς στεναχούση ς : τῆς λεγομένης ἀλφιτοπώλιδος, ἣν ᾠκοδόμησε Περικλῆς, ὅπου καὶ 〈ὁ〉 σῖτος ἀπέκειτο τῆς πόλεως.

### sch ach 548a

ἦν δὲ περὶ τὸν Πειραιᾶ. “στεναχούσης” δὲ διὰ τὸ πλῆθος τῶν ἐκεῖ συναγομένων ἐπὶ σιτισμῷ. EΓ στοᾶς] τῆς λεγομένης ἀλφιτοπώλιδος ἔνθα ὁ σῖτος ἀπέκειτο τῆς πόλεως.

### sch ach 548b

Lh Περικλῆς στοάν τινα πεποίηκε περὶ Πειραιᾶ εἰς ἣν ὁ τῆς πόλεως ἀπέκειτο σῖτος.

### sch ach 548c

ἐκστρατείας οὖν μελλούσης γενέσθαι καὶ πλοῦ συνήγετο τὸ ναυτικὸν ἐν αὐτῇ ἐπὶ σιτισμῷ, καὶ τῷ πλήθει θροῦς ἦρτο μέγιστος. τούτου χάριν τὸ “στεναχούσης” τῆς στοᾶς εἴρηκεν. Lh τροπωτήρω ν : τῶν ἱμάντων τῶν συνδεόντων πρὸς τὸν πάτταλον, λέγω δὴ τὸν σκαλμόν, τὴν κώπην.

### sch ach 549a

Ὅμηρος· “τροποῖς ἐν δερματίνοισι”, τουτέστι τοῖς τροπωτῆρσιν. REΓ τροπωτήρων] τῶν ἱμάντων τῶν συνδεόντων τὰς κώπας ἐν τῷ σκαλμῷ.

### sch ach 549b

Lh σκορόδω ν , ἐλαῶ ν : οἱ γὰρ ἐπὶ πόλεμον ἐξιόντες ταῦτα ὠνοῦντο καὶ ἐν λίνοις ἔβαλλον.

### sch ach 550

REΓLh στεφάνω ν , τριχίδω ν : ταῦτα μὲν πάντα ὡς εὐωχουμένων τῶν μελλόντων ἐμβαίνειν εἰς τὰς ναῦς.

### sch ach 551a

τριχίδες δὲ εἶδος ἰχθύων, ἴσως οὓς καὶ ἡμεῖς καλοῦμεν θρίσσας, ἐπεὶ θριξὶν ὅμοια ἔχουσιν ὀστᾶ. REΓ ὑπωπίω ν : τῶν τύλων τῶν γινομένων ἐν ταῖς χερσὶν ἀπὸ τῆς τοῦ σιδήρου ἐργασίας.

### sch ach 551b

λέγεται δὲ ὑπώπια καὶ τὰ ἀφ’ οἱασδηποτοῦν πληγῆς τραύματα. REΓ 3 τριχίδων] εἶδος ἰχθύος, ἴσως ἣν καλοῦμεν ἡμεῖς θρίσσαν διὰ τὸ ὅμοια θριξὶν ἔχειν ὀστᾶ.

### sch ach 551c

Lh κωπέων πλατουμένω ν : τῶν εἰς κώπας ξύλων ἐπιτηδείων.

### sch ach 552

EΓLh τύλων] τῶν ξυλίνων ἥλων.

### sch ach 553a

E θαλαμιῶν] τῶν ναυτῶν.

### sch ach 553b

Lh τροπουμένων] τὰς κώπας ἁρμοζόντων ἵνα ἴδωσιν εἰ συντρέχουσι τοῖς τρήμασιν.

### sch ach 553c

EΓLh νιγλάρω ν : ὁ νίγλαρος κροῦμά ἐστι καὶ μέλος μουσικὸν παρακελευστικόν.

### sch ach 554

REΓLh τὸν δὲ Τήλεφον] καὶ ταῦτα ἐκ Τηλέφου Εὐριπίδου.

### sch ach 555

E ἄληθες ὦπίτριπτ ε : ἐνταῦθα διαιρεῖται ὁ χορὸς εἰς δύο μέρη, καὶ τὸ μὲν ὀργίζεται ἐφ’ οἷς λέγει ὁ Δικαιόπολις, τὸ δὲ καὶ ἀποδέχεται.

### sch ach 557

†ἐν εἰσθέσει δὲ ἰαμβικὴν τὴν “ ἄληθες ὦπίτριπτ ε” . REΓLh καὶ συκοφάντη ς : καὶ εἰ ἐτύγχανέ τις ἡμῶν συκοφάντης ὤν, τοῦτο ἔσκωψας καὶ οὐκ ἀπεκρύψω; τοῦτο οὖν μετὰ ἠθικῆς ἐρωτήσεως, οἷον καὶ τὸ Ὁμηρικὸν “ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις· ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο”.

### sch ach 559

REΓLh εἶ τ ’ εἰ δίκαι α : κατ’ ἐρώτησιν ὁ λόγος· εἰ καὶ δίκαια ἦν, φησίν, ἐχρῆν τοῦτον αὐτὰ εἰπεῖν; REΓLh τὸ ἡμιχόριον τὸ συναγωνιζόμενον αὐτῷ λέγει ὅτι μὴ ἀναχωρήσῃς ἀλλ’ ἄντειπε· βελτίων γὰρ ἔσῃ.

### sch ach 564a

R θενεῖς] ἀντὶ τοῦ τύψεις.

### sch ach 564b

REΓ 3 ἀρθήσει] καταληφθήσῃ.

### sch ach 565a

EΓ 3 Lh ἀρθήσει] καταβληθήσῃ.

### sch ach 565b

R (ad vv.

### sch ach 566a

566—71) ἰὼ Λάμα χ ’ ὦ : ὑφ’ ὃ διπλῆ καὶ εἴσθεσις εἰς περίοδον ὀκτάκωλον, ἧς τὰ μὲν ἄλλα ἐστὶ δόχμια, ἁπλοῦν δὲ τὸ τέταρτον, διπλοῦν δὲ τὸ ἕκτον, τὸ δὲ πέμπτον ἰαμβικὸν δίμετρον ἀκατάληκτον. EΓ 3 Λάμαχ’] τὸν φιλοπόλεμον.

### sch ach 566b

EΓ 3 γοργολόφα] φοβερώτατε.

### sch ach 567

REΓ 3 ἔχομαι μέσο ς : ἀντὶ τοῦ ἥττημαι, ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν τῶν τὰ μέσα ληφθέντων.

### sch ach 571a

REΓ ἀπὸ τῶν ἀθλητῶν τῶν τὰ μέσα ληφθέντων τοῦτο εἴρηκεν.

### sch ach 571b

οἱ γὰρ παλαίοντες τὰ μέσα ληφθέντες οὐκ εὐκόλως ἔχουσιν ἐκφυγεῖν τοὺς ἀντιπαλαίοντας, ὁρῶντες αὐτοὺς ἰσχυροτέρους ἑαυτῶν. Lh τίς Γοργό ν ’ ἐξήγειρε ν : ὡς τοῦ Λαμάχου ἔχοντος ἐντετυπωμένην ἐν τῇ ἀσπίδι Γοργόνα.

### sch ach 547a

REΓ ἐκ τοῦ σάγματο ς : ἐκ τῆς θήκης τοῦ ὅπλου, ὃ καλεῖται σάγμα.

### sch ach 574b

σάγη γὰρ τὸ ὅπλον, καὶ πανσαγία ἡ πανοπλία. ἀντὶ τοῦ οὖν τὴν ἀσπίδα. ἐν τῇ ἀσπίδι δὲ ἐντετύπωτο ἡ Γοργών. EΓ Γοργόν’] ἤγουν τὴν ἀσπίδα, ὡς τῆς Γοργόνος ἐντετυπωμένης ἐν τῇ ἀσπίδι.

### sch ach 574c

Lh σάγμα καλεῖται ἡ θήκη τῶν ὅπλων.

### sch ach 574d

σάγη γὰρ τὸ ὅπλον, καὶ πανσαγία ἡ πανοπλία. Lh κακορροθεῖ] κακῶς ἀγορεύει.

### sch ach 577

καὶ τοῦτο ἐκ Τηλέφου. REΓ 3 Lh κἀστωμυλάμη ν : ἀντὶ τοῦ ἐφλυάρησα, περισσόν τι τοῦ δέοντος ἐλάλησα ἢ πανούργως ἐφθεγξάμην.

### sch ach 579a

REΓ κἀστωμυλάμην] πανούργως ἐφθεγξάμην.

### sch ach 579b

Lh ἰλιγγι ῶ : σκοτοδινιῶ, ὑπὸ τῆς γαστρὸς συνέχομαι.

### sch ach 581

τοῦτο δὲ οἱ Συρακόσιοι εἴελον λέγουσιν. REΓLh τὴν μορμόν α : ἀντὶ τοῦ τὰ φοβερά· φοβερὰ γὰρ ὑπῆρχεν ἡ Μορμώ.

### sch ach 582

REΓLh τὸ πτερό ν : τὸ πτερὸν αἰτεῖ ἵνα ἐξεμέσῃ.

### sch ach 584

εἰώθασι γὰρ οἱ δυσεμεῖς πτερῷ χρῆσθαι ὥστε εὐκόλως ἐμέσαι. REΓLh βδελύττομα ι : ἀλληγορικῶς ἀπὸ τῶν ἐξεμούντων διὰ τὰς χολάς· οὗτος δέ φησι διὰ τοὺς λόφους.

### sch ach 586a

REΓ τοὺς λόφους] ἀντὶ τοῦ τὰς χολάς, ἀπὸ τῶν ἐξεμούντων· οὗτος δὲ “ τοὺς λόφου ς ” εἴρηκεν.

### sch ach 586b

Lh (i) ἆρα κομπολακύθο υ; : ματαιοκόμπου καὶ κομπώδους ἐν τῷ καυχᾶσθαι.

### sch ach 589a

παρεποίησε δὲ καὶ παρέπλασεν ὄνομά τι ὄρνιθος διὰ τὸ κομπαστὴν εἶναι Λάμαχον. REΓ (ii) ἄλλω ς : ἀπὸ τοῦ λακεῖν ἐν παραγωγῷ γέγονε τὸ ληκύθιον. ληκυθίζειν γὰρ τὸ μεῖζον βοᾶν καὶ ψοφεῖν. ἦχον γὰρ ἀποτελεῖ καὶ ἡ λήκυθος, ἐπεὶ καὶ αὐτὴ πεφύσηται. πάντα δὲ τὰ πεφυσημένα κόμπον ποιεῖ. ἀπὸ οὖν τοῦ κόμπου καὶ τῆς ληκύθου ὄνομα συνέθηκεν. EΓ κομπολακύθου] ματαιοκόμπου.

### sch ach 589b

Lh διὰ τὸ κομπαστὴν εἶναι τὸν Λάμαχον παρέπλασεν ὄρνιθος ὄνομα, ἢ ἀπὸ τοῦ κόμπου καὶ τῆς ληκύθου συνέθηκε τὸ ὄνομα.

### sch ach 589c

ληκυθίζειν γὰρ τὸ μεγάλως βοᾶν καὶ ψοφεῖν. ἦχον γὰρ ἀποτελεῖ καὶ ἡ λήκυθος ἐπεὶ καὶ αὕτη πεφύσηται. πάντα δὲ τὰ πεφυσημένα κόμπον ποιεῖ. Lh οἴ μ ’ ὡς τεθνήσε ι : τὸ τέλειόν ἐστιν οἴμοι.

### sch ach 590a

Ἀττικοὶ δὲ διὰ τοῦ ς φασὶ τεθνήσῃ. REΓΓ 3 τεθνήσει] Ἀττικῶς διὰ τοῦ ς τὸ τεθνήξει φησί.

### sch ach 590b

Lh οὐ σπουδαρχίδη ς : οὐ σπουδάζων περὶ ἀρχῆς.

### sch ach 595

Αἰολέων δὲ ἴδιον τὰ ἐπίθετα πατρωνυμικῷ τύπῳ φράζειν. REΓLh στρατωνίδη ς : ἀντὶ τοῦ στρατευόμενος, στρατιώτης.

### sch ach 596

REΓ 3 Lh μισθαρχίδη ς : μισθὸν λαμβάνων.

### sch ach 597

ἢ ὅτι τοὺς τῶν στρατιωτῶν μισθοὺς ἤσθιεν. EΓLh κόκκυγέ ς : ἀντὶ τοῦ ἄτακτοι καὶ ἀπαίδευτοι.

### sch ach 598

καὶ γὰρ ὁ κόκκυξ ⟦ τὸ ζῷον ⟧ ἄμουσόν τι φθέγγεται. REΓLh ταῖς τάξεσι] τοῖς τοῦ πολέμου καταλόγοις.

### sch ach 600

REΓ 3 Lh Τισαμενοφαινίππου ς : ὁ Τισαμενὸς ὡς ξένος καὶ μαστιγίας κωμῳδεῖται, ὁ δὲ Φαίνιππος ὡς συώδης καὶ ἡταιρηκώς.

### sch ach 603a

ὁ δὲ Χάρης ἐπὶ ἀμαθίᾳ διεβάλλετο. REΓLh Πανουργιππαρχίδα ς : τούτους κωμῳδεῖ ὡς πανούργους, τόν τε Τισαμενὸν καὶ τὸν Φαίνιππον καὶ Ἱππαρχίδην καὶ Γέρητα τὸν φαλακρὸν καὶ τὸν Θεόδωρον.

### sch ach 603b

“ Διομειαλαζόνα ς ” δὲ ἀπὸ Διομείων τοῦ δήμου, ὃς ὠνόμασται οὕτως ἀπό τινος Διόμου. EΓ καὶ ὡς πανούργους δὲ τούτους κωμῳδεῖ καὶ τὸν Γέρητα τὸν φαλακρὸν καὶ τὸν Θεόδωρον ὄντα ἐκ τοῦ δήμου τῶν Διομείων, ὃς ὠνόμασται οὕτως ἀπό τινος Διόμου.

### sch ach 603c

Lh τοὺς δ ’ ἐν Χάοσ ι : Χάονες μὲν ἔθνος Ἠπειρωτικόν.

### sch ach 604a

πέπαικται δὲ παρὰ τὸ ἐν Ἱππεῦσιν “ὁ πρωκτός ἐστιν αὐτόχρημ’ ἐν Χάοσιν”. ἐπειδὴ καὶ εἰς μαλακίαν διεβάλλετο Γέρης καὶ Θεόδωρος, καὶ ὅτι ἐκ δούλων. REΓ Χάρητι] στρατηγὸς ὁ Χάρης.

### sch ach 604b

Γ 3 Lh Χάοσι] ἔθνος Θρᾴκης οἱ Χάονες.

### sch ach 604c

Lh Γερητοθεοδώρους] Γέρητος καὶ Θεόδωρος εἰς μαλακίαν διεβάλλοντο.

### sch ach 605

Lh 〈ἐν Καμαρίνῃ〉 κἀν Γέλᾳ κἀν Καταγέλ ᾳ : Καμαρίνα καὶ Γέλα πόλεις Σικελίας.

### sch ach 606

ἐποίησε δὲ τὸ Καταγέλα ἀπὸ τοῦ καταγελᾶν αὐτῶν τοὺς στρατηγούς. REΓLh ἁμηγέπο υ : ἁπανταχοῦ, ὅπως ἂν τύχῃ, καθ’ οἱονδήποτε τρόπον.

### sch ach 608

EΓ ὦ Μαριλάδ η : παρεποίησε τὸ ὄνομα ἀπὸ τῆς μαρίλης, ὅτι τὸ ἀμαυρὸν πῦρ δηλοῖ.

### sch ach 609

τουτέστιν ὦ γέρον Ἀχαρνικέ. RE G ἤδη πεπρέσβευκας σὺ πολιὸς ὤν 〈ἕνη 〉;: οὕτως ἐν τοῖς ἀκριβεστάτοις, ἕνη, ἵνα λέγῃ “ἐκ πολλοῦ”.

### sch ach 610

Ἀττικοὶ δὲ τὸ ἕνη περιττὸν ἐτίθεσαν, ὡς τὸ ἔχων, “ληρεῖς ἔχων”. οἱ δὲ λείπειν φασὶ τὸ δύο ἵνα ἐρωτῶν λέγῃ ἓν ἢ δύο. EΓLh Πρινίδη ς : ἀπὸ τοῦ πρίνου ἔπλασεν ὄνομα, ἐπειδὴ οἱ Ἀχαρνεῖς ἀνθρακεῖς.

### sch ach 612

ἡ δὲ πρῖνος ἐπιτήδειον ξύλον εἰς ἄνθρακας. EΓ τἀκβάτανα] Περσικὴ πόλις.

### sch ach 613

EΓ 3 Lh ὁ Κοισύρα ς : ὁ Μεγακλῆς.

### sch ach 614

Κοισύρα δὲ ἐγένετο Ἀθήνησιν εὐγενὴς γυνὴ καὶ πλουσία, μήτηρ τοῦ Μεγακλέους, ὃς καταβεβρωκὼς τὴν οὐσίαν καὶ ὕστερον πεπλουτηκὼς ἐκ τοῦ τὰ κοινὰ πράσσειν λέγεται. REΓLh οἷς ὑπὲρ ἐράνο υ : ἔθος εἶχον τέλεσμά τι εἰς τὸ κοινὸν διδόναι, ὅπερ οἱ μὴ διδόντες καὶ ἄτιμοι ἐνομίζοντο καὶ μετὰ βίας ἀπῃτοῦντο.

### sch ach 615a

παρὰ προσδοκίαν δὲ ἐπήγαγε τὸ “ χρεῶ ν” . REΓLh ἐράνου] τελέσματός τινος.

### sch ach 615b

Lh ἅπαντες ἐξίστω παρῄνουν 〈οἱ〉 φίλο ι : εἰώθεσαν, εἴ ποτε ἐκχέοιτο ἀπόνιπτρα ἀπὸ τῶν θυρίδων, ἵνα μή τις βραχῇ τῶν παριόντων, “ ἐξίστ ω ” λέγειν.

### sch ach 617a

παίζει οὖν πρὸς τὸ “ ἐξίστ ω ” ὄνομα, ὁμώνυμον ὂν τῷ ἐκχώρησον. τοῦτο δὲ λέγει διασύρων Μεγακλέα καὶ Λάμαχον ὡς πρότερον μὲν πένητας ὄντας, εἶτα ἐξαίφνης πλουτήσαντας ἀπὸ τῶν τῆς πόλεως, ὅτι αὐτοῖς οἱ φίλοι χθὲς καὶ πρώην συνεβούλευον καταχρέοις οὖσιν ὑπό τε ἐράνων καὶ ὀφλημάτων ἐξίστασθαι τῆς οὐσίας, ὡς μὴ δυναμένοις ἀποδοῦναι. ἢ τοῖς δανείζουσι παρῄνουν οἱ φίλοι ἐξίστασθαι τοῦ δανείζειν τοῖς τοιούτοις, ὀφείλουσιν ἐράνους καὶ χρέα. οὐ νῦν οὖν αὐτοὺς διαβάλλει ὡς πένητας, ἀλλ’ ὡς ποτὲ πένητας. REΓ παρῄνουν] ἤγουν τῆς οὐσίας ἐξίστασθαι ὡς μὴ δυναμένοις ἀποδοῦναι τά τε χρέα καὶ τὸν ἔρανον.

### sch ach 617b

Lh εἰώθασιν ὅταν μέλλωσιν ἐκχέειν τὸ ἀπόνιπτρον ἀπὸ τῶν θυρίδων τοῖς παριοῦσιν ἐπιβοᾶν “ἔξω”.

### sch ach 617c

παίζει οὖν πρὸς τὸ “ ἐξίστ ω ” ὄνομα ὁμώνυμον ὂν τῷ ἐκχώρησον. τοῦτο δὲ λέγει διασύρων Μεγακλέα καὶ Λάμαχον ὡς πρότερον μὲν ὄντας πένητας εἶτα ἐξαίφνης πλουτήσαντας ἀπὸ τῆς πόλεως. Lh κατὰ τὸ καρτερόν] ἀντὶ τοῦ ἰσχυρῶς.

### sch ach 622

REΓ 3 ἀγοράζει ν : τὸ ἀγοράζειν οὐκ ἴσον τῷ ὠνεῖσθαι τέθεικεν ὡς ἡμεῖς, ἀλλ’ ἀπὸ τοῦ ἐν ἀγορᾷ διατρίβειν.

### sch ach 625

λείπει δὲ τὸ ἰόντας. REΓ (ad vv.

### sch ach 626a

626—58) ἁνὴρ νικ ᾷ : ἐξιόντων τῶν ὑποκριτῶν ὁ χορὸς λέγει τὴν τελείαν παράβασιν. τῆς δὲ παραβάσεως τὸ μὲν κομμάτιόν ἐστι στίχων δύο ἀναπαίστων τετραμέτρων καταληκτικῶν, αὐτὴ δὲ ἡ παράβασις ἐξ ὁμοίων στίχων τριάκοντα δύο. EΓ (ad vv.

### sch ach 626b

626—64) ἁνὴρ νικᾷ τοῖσι λόγοισι ν : ἐξελθόντων τῶν ὑποκριτῶν εἰσάγεται ὁ χορὸς συνήθως λέγων τὴν παράβασιν, ἧς προτίθεται κομμάτιον στίχων ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν δύο. ἡ δὲ παράβασις, ὃ καὶ μακρὸν λέγεται, στίχων ἐστὶν ὁμοίων ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν λαʹ, ὧν τελευταῖος “ οὔτε πανουργῶν οὔτε κατάρδων ἀλλὰ τὰ βέλτιστα διδάσκω ν” . ἡ δὲ ἔκθεσις αὐτῆς κώλων ὁμοίων ἀναπαιστικῶν ϛʹ, ὧν τὰ μὲν εʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ ϛʹ τὸ “ δειλὸς καὶ λακαταπύγω ν ” δίμετρον καταληκτικὸν ἑφθημιμερές, παροιμιακόν. ἐπὶ τῷ τέλει ἀμφοτέρων παράγραφος. Lh κωμῳδοῦνται οἱ Ἀθηναῖοι ὡς ταχέως μετανοοῦντες ἐν οἷς βουλεύονται.

### sch ach 626c

Lh ἀλ λ ’ ἀποδύντε ς : ἀπὸ μεταφορᾶς τῶν ἀποδυομένων ἀθλητῶν.

### sch ach 627a

⟦ οἳ ⟧ ἀποδύονται τὴν ἔξωθεν στολὴν ἵνα εὐτόνως χορεύσωσιν. REΓ ἀποδύντες] ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν.

### sch ach 627b

Lh οἱ μέλλοντες εἰσιέναι τῶν ἀθλητῶν ἐν τοῖς ἀγῶσιν εἰώθασιν ἀποδύεσθαι τοὺς ἔξωθεν χιτῶνας, ὡς ἂν εὐστροφώτεροι ὦσι πρὸς τὰ παλαίσματα.

### sch ach 627c

τὸν αὐτὸν δὲ τρόπον κἀνταῦθα εἴρηκεν. Lh τρυγικοῖς] κωμικοῖς.

### sch ach 628

Lh οὔπω παρέβ η : ἀντὶ τοῦ ἐν τῇ παραβάσει οὔπω εἶπεν.

### sch ach 629

REΓLh ταχυβούλοι ς : ταχέως μεταβαλλομένοις, προπετέσιν, ἀπερισκέπτοις.

### sch ach 630

κωμῳδοῦνται δὲ οἱ Ἀθηναῖοι ὡς τοιοῦτοι, καὶ ὅτι ταχέως μετανοοῦσιν ἐν οἷς βουλεύονται. REΓLh ξενικοῖσι λόγοισι ν : ἀντὶ τοῦ ἀλλοτρίοις καὶ μὴ προσήκουσιν, ὅτι ἀνοίκειον Ἕλλησι τὸ ἐξαπατᾶσθαι.

### sch ach 634a

ἢ ξενικοῖς, τοῖς ἀπὸ τῶν ξένων πρέσβεων λεγομένοις. REΓLh ἐπειδὴ ἀνοίκειον Ἕλλησι τὸ ἐξαπατᾶσθαι, διὰ τοῦτο διδάσκει μὴ πείθεσθαι αὐτοὺς ξενικοῖς λόγοις.

### sch ach 634b

Lh χαυνοπολίτα ς : κεχαυνωμένους περὶ τὴν πολιτείαν ἢ τὴν πόλιν.

### sch ach 635

REΓLh (i) ἰοστεφάνου ς : παρὰ τὰ ἐκ τῶν Πινδάρου διθυράμβων “αἱ λιπαραὶ καὶ ἰοστέφανοι Ἀθῆναι”.

### sch ach 637

REΓ (ii) ἄλλω ς : διασύρει ὅτι οἱ προδόται τούτοις χρῶνται τοῖς λόγοις. REΓLh ἐ π ’ ἄκρων τῶν πυγιδίω ν : παρὰ τὴν παροιμίαν “ἐπ’ ἄκρων τῶν ὀνύχων”.

### sch ach 638a

οἱ γὰρ ἡδέως τι ἀκούοντες δοκοῦσιν ἐπάνω τῶν πυγῶν καθέζεσθαι. REΓ τῶν πυγιδίων] οἱ γὰρ ἡδέως τι ἀκούοντες δοκοῦσιν ἐπάνω τῶν πυγῶν καθέζεσθαι.

### sch ach 638b

Lh παρὰ τὴν παροιμίαν τὸ “ἐπ’ ἄκρων ὀνύχων” ἔπαιξεν οὗτος “ ἐ π ’ ἄκρων τῶν πυγιδίω ν ” εἰπών.

### sch ach 638c

καὶ Σοφοκλῆς “ἦ που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο ὑψήλ’ ἐκόμπεις κἀπ’ ἄκρων ὡδοιπόρεις”. εἰώθασι γὰρ οἱ ἀλαζόνες ἐπ’ ἄκρων ὀνύχων βαδίζειν, καὶ οἱ ἐπαίνων εἰς αὐτοὺς γινομένων ἀκούοντες τὴν πυγὴν τῆς καθέδρας ἐξαίρειν. Lh ὑποθωπεύσα ς : κολακεύσας.

### sch ach 639

παρὰ τὸ λιπαρὰς δὲ Ἀθήνας, λιπαρὰς ἀφύας. EΓLh εὗρε τὸ πᾶ ν : ἀντὶ τοῦ πᾶν πρᾶγμα κατώρθου.

### sch ach 640a

REΓ 3 Lh ἀφύων τιμή ν : ἀντὶ τοῦ εὐτελῆ τιμήν.

### sch ach 640b

καὶ ἑνικῶς λέγεται, ὡς ἐν Ταγηνισταῖς, “ἅλις ἀφύης μοι. παρατέταμαι γὰρ ἐσθίων”. EΓ ἀφύων τιμήν] ἀντὶ τοῦ εὐτελῆ τιμήν.

### sch ach 640c

Lh (i) καὶ τοὺς δήμους ἐν ταῖς πόλεσι ν : ἀντὶ τοῦ τὴν ἡμῶν αὐτῶν πολιτείαν ἐπιδείξας ταῖς συμμάχοις πόλεσι, τουτέστι διδάξας τοὺς συμμάχους ὡς χρὴ δημοκρατεῖσθαι, εὔνους ὑμῖν αὐτοὺς ἐποίησα.

### sch ach 642a

REΓ (ii) ἄλλω ς : ἐν ταῖς ἄλλαις πόλεσι τοὺς ἡμετέρους δείξας δήμους ὅτι δημοκρατοῦνται καὶ ἄνευ τυραννίδος ἀλλήλοις πειθόμενοι. EΓ 3 Lh τοῦτο βούλεται εἰπεῖν ὡς διδάξας τοὺς συμμάχους ὡς χρὴ δημοκρατεῖσθαι εὔνους ὑμῖν αὐτοὺς ἐποίησα καὶ φόρους ὑμῖν κομίζειν.

### sch ach 642b

Lh τὸν φόρον] τὸ τέλος.

### sch ach 643

Lh τὸν ποιητὴν] τὸν Ἀριστοφάνην.

### sch ach 644

REΓ 3 αὐτοῦ] τοῦ Ἀριστοφάνους.

### sch ach 646

EΓ 3 βασιλεὺς] ἀντὶ τοῦ ὁ μέγας, ὁ Περσῶν.

### sch ach 647a

REΓ 3 Lh βασανίζω ν : ἀκριβῶς ἐξετάζων.

### sch ach 647b

REΓLh πότεροι ταῖς ναυσ ὶ : πότερον αὐτοὶ τῶν Ἀθηναίων ἐν τῇ ναυμαχίᾳ κρατοῦσιν.

### sch ach 648

ἔθος δὲ τοῖς βασιλεῦσι τὰ τοιαῦτα περιεργάζεσθαι. REΓLh ποτέρους εἴποι 〈κακὰ〉 πολλ ά : ἀντὶ τοῦ περὶ τούτου τοῦ ποιητοῦ ἠρώτα τίνας κωμῳδεῖ καὶ διαβάλλει.

### sch ach 649a

ἔφασκε γὰρ ὁ τῶν Περσῶν βασιλεὺς ὅτι οὓς ἂν οὗτος ὁ ποιητὴς τουτέστιν ὁ Ἀριστοφάνης σκώψῃ, τούτους σωφρονίζεσθαι καὶ γίνεσθαι βελτίους. τοῦτο δὲ χαριεντιζόμενος ψευδῶς λέγει. REΓ ἔφη, φησίν, ὁ βασιλεὺς περὶ τοῦ ποιητοῦ τούτου ἤγουν τοῦ Ἀριστοφάνους, ὅτι οὓς ἂν κωμῳδήσῃ τούτους σωφρονίζεσθαι καὶ γίνεσθαι βελτίους.

### sch ach 649b

τοῦτο δὲ χαριεντιζόμενος ψευδῶς λέγει. Lh τοῦτον] ἤγουν περὶ τούτου, τουτέστιν ἐμοῦ.

### sch ach 649c

Lh ποτέρους εἴποι κακὰ πολλά] τίνας κωμῳδεῖ καὶ διαβάλλει.

### sch ach 649d

Lh τούτους γὰρ ἔφ η : τοὺς Ἀθηναίους δηλονότι ἐρωτῶν ὁ βασιλεὺς ταῦτα λέγει περὶ αὐτοῦ.

### sch ach 650

EΓ 3 τοῦτον] τὸν ποιητήν· ταῦτα δὲ περὶ ἑαυτοῦ λέγει.

### sch ach 651

Lh διὰ τοῦ θ ’ ὑμᾶς Λακεδαιμόνιο ι : διὰ τὸ ἔχειν ὑμᾶς τὸν Ἀριστοφάνην, ποιητὴν ἄριστον.

### sch ach 652

REΓLh καὶ τῆς νήσου μὲν ἐκείνη ς : τῆς νήσου ἐν ᾗ τὰ χωρία Ἀριστοφάνους, λέγω δὴ τῆς Αἰγίνης.

### sch ach 653

REΓLh ἀφέλωντα ι : ἐγγὺς αὐτῶν λάβωσιν.

### sch ach 654a

R (i) ἀλ λ ’ ἵνα τοῦτον τὸν ποιητή ν : ἐγγὺς αὐτῶν λάβωσιν.

### sch ach 654b

ἐντεῦθεν τινὲς νομίζουσιν ἐν Αἰγίνῃ τὰς κωμῳδίας ποιεῖν τὸν Ἀριστοφάνην διὰ τὸ ἐπενηνοχέναι αὐτὸν “ἀλλ’ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται” ὑμᾶς, οὐ τὴν Αἴγιναν. ταῖς ἀληθείαις εἷς ἦν τῶν ἐν τῇ νήσῳ κληρουχησάντων. οὐδὲν δὲ ἐκώλυε καὶ ἑτέρωθι συγγράφειν, εἰ ὑπὸ Λακεδαιμονίους ἡ νῆσος ἐγεγόνει. EΓLh (ii) ἄλλω ς : οὐδεὶς ἱστόρηκεν ὡς ἐν Αἰγίνῃ κέκτηταί τι Ἀριστοφάνης, ἀλλ’ ἔοικε ταῦτα περὶ Καλλιστράτου λέγεσθαι, ὃς κεκληρούχηκεν ἐν Αἰγίνῃ μετὰ τὴν ἀνάστασιν Αἰγινητῶν ὑπὸ Ἀθηναίων. EΓLh οὐ θωπεύω ν : οὐ κολακεύων, οὐκ ἀπατῶν, οὐδέ τισι μισθὸν διδοὺς ἵνα αὐτὸν ἐπαινέσωσιν.

### sch ach 657a

REΓ 3 Lh ὑποτείνων] φαίνων.

### sch ach 657b

EΓ 3 ἐξαπατύλλων] ἀπατῶν.

### sch ach 657c

Lh (i) οὔτε κατάρδω ν : καταχέων ὑποσχέσεις.

### sch ach 658a

EΓ (ii) ἄλλω ς : οὐ καταβρέχων ὑμᾶς τοῖς ἐπαίνοις ὡς φυτά. REΓ κατάρδων] ποτίζων ὑμᾶς ὡς φυτὰ τοῖς ἐπαίνοις.

### sch ach 658b

Lh (ad vv.

### sch ach 659a

659—64) πρὸς ταῦτα Κλέω ν : διπλῆ καὶ εἴσθεσις εἰς τὸ καλούμενον πνῖγος, τὸ καὶ μακρόν, καὶ αὐτὸ ἀναπαιστικόν, ὥσπερ ἡ κατακλείς, ἐκ διμέτρου μὲν ἑνὸς καταληκτικοῦ, ἀκαταλήκτων δὲ πέντε. EΓ παλαμάσθω] ἐργαζέσθω.

### sch ach 659b

Lh τεκταινέσθω] κατασκευαζέτω.

### sch ach 660

Lh (ad vv.

### sch ach 665a

665—75) δεῦρο Μοῦ ς ’ ἐλθ έ : διπλῆ καὶ ἐπιρρηματικὴ συζυγία, ἧς αἱ μὲν μελικαί εἰσι, κώλων ιαʹ παιωνικῶν· ὧν τὰ μὲν πρῶτα δʹ τρίρρυθμα, τὸ δὲ εʹ δίρρυθμον, εἶτα ἐν ἐκθέσει τετράρρυθμα δύο, καὶ ἐν εἰσθέσει τρία μὲν δίρρυθμα ἓν δὲ τρίρρυθμον. EΓ φλεγυρ ά : λαμπρά, φέγγουσα, λάμπουσα, ἢ θερμὴ διὰ τοὺς ἄνθρακας· ἀντὶ τοῦ ἰσχυρά.

### sch ach 665b

REΓΓ 3 Lh πρινίνων] ἀντὶ τοῦ ἀγροίκων, στερεῶν· ἡ γὰρ πρῖνος ξύλον στερεόν.

### sch ach 667

REΓ 3 φέψαλος] σπινθήρ.

### sch ach 668a

RLh ἐρεθιζόμενος] ἀναπτόμενος.

### sch ach 668b

Lh οὐρίᾳ ῥιπίδ ι : τῇ τοῦ ἀνέμου φορᾷ.

### sch ach 669a

λέγει δὲ τὸ πρὸς κίνησιν πνεύματος ἐπιτήδειον, ὃ ἡμεῖς ῥιπίδιον καλοῦμεν. REΓ τὸ πρὸς κίνησιν πνεύματος ἐπιτήδειον, ὃ ἡμεῖς ῥιπίδιον καλοῦμεν, οὐρίαν ῥιπίδα λέγει διὰ τὸ φοράν τινα καὶ ὁρμὴν ποιεῖν πνεύματος.

### sch ach 669b

Lh ἐπανθρακίδε ς : λεπτοὶ ἰχθύες ὀπτοί.

### sch ach 670

πάντα δὲ τὰ ἐπὶ ἀνθράκων ὀπτώμενα ἐπανθρακίδας ἐκάλουν. REΓLh (i) οἱ δὲ Θασίαν ἀνακυκλῶσ ι : οἱ μέν φασι λείπειν τὸ λάγυνον, ἐπεὶ καταχρίονται πίσσῃ τὸ πῶμα.

### sch ach 671a

οὐ πιθανῶς· οὐδέπω γὰρ τότε Θάσιος οἶνος ηὐδοκίμει παρὰ τοῖς Ἀθηναίοις. οἱ δὲ ὅτι Θάσιαί τινες ῥαφανίδες λέγονται· λέγει δὲ τὴν ἠρτυμένην καὶ βρασσομένην. οἱ δὲ Θάσιόν φασι βάμμα λέγεσθαι ἐκ τῶν ἀπὸ πυρὸς ἰχθύων. ἰδίως Θασίαν ἅλμην ἐκάλουν. Κρατῖνος· “εἶδες τὴν Θασίαν ἅλμην”. οἱ δὲ τὴν λεγομένην θερμοπότιδα. EΓ (ii) ἄλλω ς : Θασίαν, ζωμὸν ἅλμης εἰς ὃν ἀπέβαπτον τὰ ἠνθρακωμένα τῶν ἰχθύων. EΓ 3 Lh λιπαράμπυκ α : φιάλην Θασίου οἴνου πεπληρωμένην.

### sch ach 671b

ἄμπυξ δὲ λέγεται τὸ περιέχον. νῦν οὖν τὸ πῶμα τοῦ ἀγγείου λέγει. καὶ λιπαρὸν μὲν διὰ τὸ ἡδὺ τοῦ οἴνου, ἄμπυκα δὲ παρὰ τὸ πυκάζειν καὶ καλύπτειν τὸν οἶνον, καταχρηστικῶς. REΓ 3 οἱ μὲν βάμμα τί φασι Θάσιον λέγεσθαι ἀπὸ ἰχθύων κατασκευαζόμενον, εἰς ὃ ἐμβάπτοντες ἐσθίουσι τοὺς ἰχθύας.

### sch ach 671c

οἱ δὲ ἀγγεῖόν τι Θασίου οἴνου πεπληρωμένον. ἄμπυκα δὲ νῦν λέγει τὸ πῶμα τοῦ ἀγγείου, λιπαρὸν μὲν διὰ τὸ ἡδὺ τοῦ οἴνου, ἄμπυκα δὲ διὰ τὸ περικαλύπτειν τὸν οἶνον. καταχρηστικῶς δὲ εἴρηται. Lh μάττωσιν] ἄρτους κατασκευάζουσιν ἐγκρυφίας.

### sch ach 672

Lh εὔτονον] πρόθυμοι γὰρ οἱ ἄγροικοι εἰς πᾶσαν πρᾶξιν καὶ εὔτονοι.

### sch ach 674

Lh ἐπίρρημα.

### sch ach 676

R ἐν τῷ γήρᾳ πάσχομεν.

### sch ach 678

R οἵτινες γέροντας ἄνδρα ς : τὸ “ οἵτινε ς ” οἱ νεώτεροι, ἢ ὑμεῖς οἱ Ἀθηναῖοι.

### sch ach 679a

REΓLh εἰς γραφά ς : ἀντὶ τοῦ εἰς δικαστήρια καὶ κατηγορίας.

### sch ach 679b

REΓΓ 3 Lh totus versus] ὑπὸ νέων ῥητόρων ἐᾶτε ἀπατᾶσθαι καὶ βλάπτεσθαι.

### sch ach 680

R ἀλλὰ κωφοὺ ς : οἷον ἀφώνους.

### sch ach 681a

Ὅμηρος “κύματι κωφῷ”. REΓΓ 3 Lh παρεξηυλημένου ς : ἐκ μεταφορᾶς τῶν παλαιῶν αὐλῶν καὶ ἀχρείων.

### sch ach 681b

κυρίως γὰρ παρεξηυλῆσθαι λέγονται αὐλοὶ οἱ τὰς γλωσσίδας διερρηγμένοι. REΓ ἀπὸ μεταφορᾶς τῶν παλαιῶν αὐλῶν τὸ “ παρεξηυλημένο ι ” εἴρηκεν, οἳ τὰς γλωσσίδας διερρηγμένοι ἄφωνοι καὶ ἄχρηστοι κεῖνται.

### sch ach 681c

Lh παρεξηυλημένους] ἀχρείους, ἐκ μεταφορᾶς τῶν παλαιῶν αὐλῶν.

### sch ach 681d

Lh Ἀσφάλειός ἐστι ν : Ἀσφάλειος Ποσειδῶν παρὰ Ἀθηναίοις τιμᾶται.

### sch ach 682a

παρὰ τὸ καὶ αὐτὸν τῇ τριαίνῃ χρῆσθαι καὶ τοὺς γέροντας τῇ βακτηρίᾳ τοῦτο ἔφη. ⟦ παρὰ δὲ τὸ †ποντὶ† ποσὶ τὸ Ποσειδῶν πεποίηκε. ⟧ τιμᾶται δὲ Ποσειδῶν Ἀσφάλειος παρ’ αὐτοῖς ἵνα ἀσφαλῶς πλέωσιν. REΓ παρὰ τὸ τοὺς γέροντας βακτηρίᾳ χρῆσθαι ὥσπερ ἐκεῖνος τριαίνῃ τὸ “ Ἀσφάλειος Ποσειδῶ ν ” ἔφη.

### sch ach 682b

ὡς γὰρ Ἀθηναῖοι τὸν Ποσειδῶνα τιμῶσιν, ὡς ἂν ὑπ’ αὐτοῦ κυβερνώμενοι ἀσφαλῶς πλέωσιν, οὕτω καὶ οἱ γέροντες τῇ βακτηρίᾳ χρῶνται ἵνα ἀσφαλῶς βαδίζωσι καὶ μὴ περιτραπέντες εἰς γῆν κατενεχθῶσιν. Lh Ἀσφάλειος] τιμᾶται Ποσειδῶν Ἀσφάλειος παρ’ Ἀθηναίοις ἵνα ἀσφαλῶς πλέωσιν.

### sch ach 682c

Lh τονθορύζοντε ς : λάθρᾳ φθεγγόμενοι ἢ ὑπότρομοι τὰ χείλη κινοῦντες.

### sch ach 683a

REΓLh τῷ λίθῳ] τῷ βήματι.

### sch ach 683b

REΓ 3 τῷ λίθῳ] τῷ ἐν τῇ πνυκὶ δικαστηρίῳ.

### sch ach 683c

Lh τῆς δίκης τὴν ἠλύγη ν : οἱ γέροντες ἡμεῖς δηλονότι οὐδὲν ὁρῶντες ἐν τῷ δικαστηρίῳ εἰ μὴ τὴν σκιὰν τῆς δίκης.

### sch ach 684a

ἠλύγη γὰρ τὸ σκότος, καὶ ἠλυγισμένον τὸ ἐσκοτισμένον. βαρύνεται δέ· παρὰ γὰρ τὴν λύγην. πλεονάζει δὲ τὸ η. παρὰ προσδοκίαν δὲ εἶπε “ τῆς δίκη ς ” δέον ἀνθρώπων εἰπεῖν. REΓ δίκης] παρὰ προσδοκίαν “ δίκη ς ” εἶπε, δέον εἰπεῖν ἀνθρώπων.

### sch ach 684b

Lh τὴν ἠλύγην] τὸ σκότος.

### sch ach 684c

Lh σπουδάσας] εἰς τὸ βλάψαι τὸν γέροντα.

### sch ach 685

EΓΓ 3 Lh ἐς τάχος παίε ι : παίειν λέγουσι τὸ πᾶν ὁτιοῦν συντόνως ποιεῖν.

### sch ach 686

“ στρογγύλοι ς ” δέ, πιθανοῖς ἢ πανούργοις. τὸ δὲ “ ἐς τάχο ς ” ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς διδασκαλείοις παίδων, ἐφ’ ὧν οὕτως ἐλέγετο, ἐς τάχος γράφει, ἐς κάλλος. EΓLh (i) σκανδάληθ ρ ’ ἱστὰς ἐπῶ ν : διχῶς ἀναγινώσκεται· ὑφ’ ἕν, ἵν’ ᾖ σκανδαληθριστάς, ἢ ἀπόστροφος ἐν τῷ ρ, ἵν’ ᾖ σκανδάληθρα ἱστάς.

### sch ach 687a

οἱ δὲ ὑφ’ ἓν ἀναγινώσκοντες ἐξηγοῦνται οὕτως· ἡ μὲν λέξις πεποίηται παρὰ 〈τὸ ἱστάναι τὰ σκανδάληθρα, τουτέστι〉 τὰ πέτευρα τῶν παγίδων, ἀπὸ τοῦ σκάζοντα συμπίπτειν καὶ κρατεῖν τὸ ἐμπεσόν. ὁ δὲ νοῦς, ἀνελκύσας ἐπὶ τοῦ βήματος συνηγόρους ἑαυτῷ καὶ θηρευτὰς λόγων ἐρωτᾷ ἡμᾶς. οὕτω γὰρ τὸ ὑπερβατόν, “ κᾆ τ ’ ἀνελκύσας σκανδαληθριστὰς ἐρωτᾷ ἡμᾶ ς. ” EΓ (ii) ἄλλω ς : σκανδάληθρα λέγεται τὰ ἐν ταῖς παγίσιν ἐπικαμπῆ ξύλα, εἰς ἃ ἐρείδει. ὅπερ Ἀρχίλοχος λέγει ῥόπτρον. ἐνταῦθα οὖν λέγει ἐρείσματα λόγων καὶ βάρη. REΓ οἱ μὲν ὑφ’ ἓν ἀναγιγνώσκουσιν οὕτω, “ ἀνελκύσας σκανδαληθριστὰς ἐπῶν ἐρωτ ᾷ” , ἤγουν συνηγόρους ἑαυτοῦ λαβὼν ἀπὸ τοῦ βήματος.

### sch ach 687b

οἱ δὲ διῃρημένως, “ σκανδάληθ ρ ’ ἱστὰς ἐπῶ ν” , ἤτοι ἐρείσματα καὶ πανουργήματα λόγων. σκανδάληθρα δὲ λέγεται τὰ ἐν ταῖς παγίσιν ἐπικαμπῆ ξύλα, ἅπερ Ἀρχίλοχος ῥόπτρα λέγει. Lh ἀνελκύσας] ἀπὸ τοῦ βήματος συνηγόρους ἑαυτοῦ.

### sch ach 687c

Lh σκανδάληθρ’ ἱστὰς] ἐρείσματα λόγων καὶ βάρη.

### sch ach 687d

Lh ἄνδρα Τιθωνό ν : ὑπεράγαν γεγηρακότα.

### sch ach 688

ἀπὸ Τιθωνοῦ τοῦ πάνυ γηράσαντος καὶ μεταβληθέντος εἰς τέττιγα. REΓLh μασταρύζε ι : συνέλκει καὶ συνάγει τὰ χείλη.

### sch ach 689

ἀπὸ μεταφορᾶς τῶν ὑποτιτθίων παίδων, ἃ τὸν μαστὸν ἕλκοντα τῷ στόματι συνάγει τὰ χείλη. REΓLh λύζε ι : ἐὰν μὲν διὰ τοῦ ζ, ὀλολύζει.

### sch ach 690a

ἐὰν δὲ χωρὶς τοῦ ζ, ἀλύει, τουτέστιν ἀδημονεῖ. REG λύζε ι : ποιὰν φωνὴν τραχεῖαν ἀφίησιν, ἢ λυγμῷ συνέχεται.

### sch ach 690b

EΓ λύζει] λυγμῷ συνέχεται.

### sch ach 690c

Lh ὀφλὼν] χρεωστῶν.

### sch ach 691

R περὶ κλεψύδρα ν : ἀντὶ τοῦ ἐν τῷ δικαστηρίῳ.

### sch ach 693a

ἡ γὰρ κλεψύδρα ἀγγεῖόν ἐστιν ἔχον μικροτάτην ὀπὴν περὶ τὸν πυθμένα, ὅπερ ἐν τῷ δικαστηρίῳ μεστὸν ὕδατος ἐτίθετο, πρὸς ὃ ἔλεγον οἱ ῥήτορες. REΓ ἀγγεῖόν τι ἦν ἔχον ὀπὴν περὶ τὸν πυθμένα, ὅπερ μεστὸν ὕδατος ἐτίθετο ἐν τῷ δικαστηρίῳ, πρὸς ὃ ἔλεγον οἱ ῥήτορες.

### sch ach 693b

λέγει οὖν ἀπὸ μέρους τὸ δικαστήριον κλεψύδραν. Lh ξυμπονήσαντα] ὑπομείναντα.

### sch ach 694

REΓ 3 ἀνδρικὸν] ἰσχυρόν.

### sch ach 695

EΓ 3 Μαραθῶνι] λείπει ἡ ἐν, ἐν Μαραθῶνι.

### sch ach 697

E ἐδιώκομε ν : περιεγένοντο γὰρ οἱ Ἀθηναῖοι Περσῶν ὅτ’ ἐμαχέσαντο πρὸς αὐτοὺς ἐν Μαραθῶνι.

### sch ach 698

REΓ 3 Lh ἀνδρῶν] τῶν νέων ῥητόρων.

### sch ach 699a

REΓ 3 διωκόμεθα] ἀντὶ τοῦ κατηγορούμεθα.

### sch ach 699b

REΓ 3 Lh προσαλισκόμεθ α : ἀντὶ τοῦ πρὸς τούτοις καταδικαζόμεθα καὶ ζημιούμεθα.

### sch ach 700a

EΓΓ 3 προσαλισκόμεθα] ἤγουν τιμωρούμεθα.

### sch ach 700b

Lh Μαρψία ς : οὗτος ὁ Μαρψίας 〈ὡσ〉 φιλόνεικος καὶ φλύαρος καὶ θορυβώδης ῥήτωρ κωμῳδεῖται.

### sch ach 702a

EΓ Μαρψίας] οὗτος ῥήτωρ ἦν ταραχώδης, διὸ καὶ κωμῳδεῖται.

### sch ach 702b

Lh τῷ γὰρ εἰκὸ ς : πῶς δίκαιόν ἐστιν ἄνδρα γεγηρακότα ἀπολείπεσθαι συμπλακέντα ἀγριότητι; τοῦτο γὰρ δηλοῖ ἡ Σκυθῶν ἐρημία.

### sch ach 703a

⟦ λέγει δὲ ἀγριότητι. ⟧ οὗτος δὲ ὁ Θουκυδίδης Μελησίου παῖς ἦν· γεγόνασι δὲ δʹ· ὁ ἱστορικός, ὁ Γαργήττιος, ὁ Θετταλός, ὁ Μελησίου υἱός. REΓ 3 τῷ] τῷ τρόπῳ; REΓ 3 Lh Θουκυδίδην] τινὰ παλαιὸν γέροντα ἀντιπολιτευσάμενον Περικλεῖ.

### sch ach 703c

EΓ 3 Lh οὗτος ὁ Θουκυδίδης Μελησίου παῖς ἦν· γεγόνασι δὲ δʹ· ὁ ἱστορικός, ὁ Γαργήττιος, ⟦ καὶ ⟧ ὁ Μελησίου υἱός, ὁ Θετταλός.

### sch ach 703d

Lh 〈 συμπλακέντα〉 τῇ Σκυθῶν ἐρημί ᾳ : ἐπεὶ θηριώδεις αἱ ἐρημίαι τῶν Σκυθῶν.

### sch ach 704a

ἀντὶ τοῦ ὀλέθρῳ καὶ κακοῖς συμπλακέντα. τοῦτο δὲ λέγει ὅτι καὶ οἱ Σκύθαι ἄοικοι ὄντες καὶ ἐπὶ τῶν ἁμαξῶν φερόμενοι αἴτιοι ἑαυτοῖς ὀλέθρου γίνονται. ἔστι δὲ παροιμία ἡ Σκυθῶν ἐρημία ⟦ τουτέστιν ἔρημον ὄντα ⟧ EΓ τοῦτο λέγει ὅτι καὶ οἱ Σκύθαι ἄοικοι ὄντες καὶ ἐπὶ ἁμαξῶν φερόμενοι ἑαυτοῖς αἴτιοι ὀλέθρου γίνονται, ἄλλοτε ἀλλαχοῦ φερόμενοι ἐν ὄρεσι καὶ ἐρημίαις.

### sch ach 704b

ἔστι δὲ παροιμία ἡ Σκυθῶν ἐρημία ἐπ’ ὀλέθρου κειμένη, ἐπεὶ θηριώδεις αἱ ἐρημίαι τῶν Σκυθῶν καὶ ὀλέθρου αἴτιαι. Lh Σκυθῶν ἐρημίᾳ] ἤγουν κακοῖς καὶ ὀλεθρίοις πράγμασι, ἐπεὶ θηριώδεις αἱ ἐρημίαι τῶν Σκυθῶν.

### sch ach 704c

Lh τῷ Κηφισοδήμ ῳ : οὗτος θρασὺς καὶ δεινὸς περὶ τὰς δίκας.

### sch ach 705a

Ἀθηναῖος δὲ καὶ οὗτος. EΓ Κηφισοδήμ ῳ : τῷ λάλῳ ῥήτορι.

### sch ach 705b

R Κηφισοδήμῳ] καὶ οὗτος Ἀθηναῖος, ῥήτωρ καὶ ξυνήγορος πολύλογος.

### sch ach 705c

Lh κἀπεμορξάμη ν : ἔκλαυσα.

### sch ach 706a

ἐκ τοῦ παρακολουθοῦντος. παρέπεται γὰρ τοῦτο τοῖς δακρύουσιν. REΓ 3 κἀπεμορξάμην] ἤγουν ἐδάκρυσα.

### sch ach 706b

ἐκ τοῦ παρακολουθοῦντος. ἕπεται γὰρ τοῖς δακρύουσι τὸ ἀπομόρξαι τοὺς ὀφθαλμούς. Lh τοξότο υ : ἀντὶ τοῦ ὑπηρέτου δημοσίου, ἐπόπτου καλουμένου.

### sch ach 707a

REΓLh κυκώμενον] βλαπτόμενον.

### sch ach 707b

Lh ὃς μὰ τὴν Δήμητρ α : ὅστις πρεσβύτης ὑπὸ τοῦ τοξότου βλαπτόμενος οὐδὲ τῆς Δήμητρος ἠνέσχετο, ἡνίκα ἦν νέος.

### sch ach 708a

Ἀχαιὰν δὲ τὴν Δήμητραν ἐκάλουν ἀπὸ τοῦ κτύπου τῶν κυμβάλων καὶ τυμπάνων τοῦ γενομένου κατὰ τὴν ζήτησιν τῆς Κόρης. ἢ ἀπὸ τοῦ ἤχου ὃν παρεῖχεν τοῖς περὶ τὴν Γέφυραν εἰς Ἀθήνας ἀπιοῦσιν. ἢ ἀπὸ τοῦ περὶ τὴν θυγατέρα ἄχους. ὁ δὲ νοῦς, ἡνίκα ἦν Θουκυδίδης οὐχ ὅπως τοξότην ἠνέσχετο ἂν καταβοᾶν αὐτοῦ ἀλλ’ οὐδὲ τὴν Ἀχαιὰν αὐτήν. REΓ 3 Lh ἐκεῖνος ἡνίκ’ ἦν] ἤγουν ὅτε ἦν νέος κατὰ τὴν τοῦ Θουκυδίδου ἀρχήν.

### sch ach 708b

Lh Ἀχαιὰ ἡ Δημήτηρ εἴρηται ἀπὸ τοῦ ἄχους τοῦ ἐπὶ τῇ Περσεφόνῃ.

### sch ach 708c

τινὲς δὲ ἀπὸ ἱστορίας τοιαύτης. τοῖς Ταναγραίοις μεταστᾶσιν ἐκ τῆς Τανάγρας ἐκέλευε κατ’ ὄναρ ἡ Δημήτηρ φανεῖσα αὐτοῖς ἀκολουθῆσαι τῷ γινομένῳ ἤχῳ, καὶ ὅπου ἂν παύσηται, ἐκεῖ πόλιν κτίσαι. καὶ διώδευον ἀκούοντες ψόφου κυμβάλων καὶ τυμπάνων. καὶ παυσαμένων περὶ τὴν Ἀττικὴν ἔκτισαν πόλιν καὶ ἱδρύσαντο ἱερὸν Ἀχαιᾶς Δήμητρος. Orion 18.22 οὐχ ὅπως τοξότην ἠνέσχετο ἂν καταβοῶντος αὐτοῦ, ἀλλ’ οὐδὲ τὴν Ἀχαιὰν αὐτὴν ἤγουν τὴν Δήμητρα.

### sch ach 709

Lh κατεπάλαισ ε : κατηγωνίσατο, κατεπολέμησεν.

### sch ach 710a

REΓ 3 Lh Εὐάθλους δέκ α : οὗτος ὁ Εὔαθλος ῥήτωρ πονηρός.

### sch ach 710b

Ἀριστοφάνης ἐν Ὁλκάσιν “ἔστι τις πονηρὸς ἡμῖν τοξότης συνήγορος 〈 〉 ὥσπερ Εὔαθλος παρ’ ὑμῖν τοῖς νέοις”. ἦν δὲ καὶ εὐρύπρωκτος καὶ λάλος. εἴη δ’ ἂν καὶ ἀγενής. διὸ καὶ τοξότην αὐτὸν καλεῖ, οἷον ὑπηρέτην. REΓLh ὁ Εὔαθλος καὶ ὡς εὐρύπρωκτος καὶ ὡς λάλος κωμῳδεῖται.

### sch ach 710c

εἴη δ’ ἂν καὶ ἀγενής. διὸ τοξότην αὐτὸν καλεῖ οἷον ὑπηρέτην. διεβάλλετο γὰρ ἡ τοξεία ὡς εὐτελής. καὶ Σοφοκλῆς “ὁ τοξότης ἔοικεν οὐ σμικρὰ φρονεῖν”. ἀλλ’ ἔνδοξον ταύτην δεῖξαι βουλόμενός φησιν “οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην”. μέμνηται τούτου τοῦ Εὐάθλου καὶ ἐν Ὁλκάσιν “ἔστι τις πονηρὸς ἡμῖν τοξότης συνήγορος 〈 〉 ὥσπερ Εὔαθλος παρ’ ἡμῖν τοῖς νέοις”. Lh αὐτοῦ] τοῦ Εὐάθλου.

### sch ach 712a

REΓ 3 Lh τὰς γραφάς] τὰς δίκας.

### sch ach 714a

REΓ 3 ὅπως ἂν ᾖ τῷ γέροντ ι : ἵνα παντελῶς οἱ νέοι τῶν γερόντων κεχωρισμένοι ὦσι.

### sch ach 714b

“ νωδὸ ς ” δὲ ὁ μὴ ἔχων ὀδόντας ὑπὸ τοῦ γήρως. REΓLh χὠ Κλεινίο υ : Ἀλκιβιάδην τὸν Κλεινίου ὡς καταπύγονα κωμῳδοῦσιν.

### sch ach 716

REΓLh κἀξελαύνειν χρ ή : κἂν ἐξελαύνειν δέῃ, κἂν φυγῇ ζημιοῦν, ὑπὸ τοῦ γέροντος τοῦτο χρὴ πάσχειν τὸν γέροντα.

### sch ach 717

REΓLh τὸν νέον κτλ.

### sch ach 718

] οἷον δικάζειν. EΓ 3 (ad vv.

### sch ach 719

719—34) κορωνίς, ὅτι ἐπεισίασιν 〈οἱ ὑποκριταί〉, καὶ εἰσὶ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ιϛʹ. EΓ ἀγοράζει ν : ἐν ἀγορᾷ διατρίβειν, Ἀττικῶς.

### sch ach 720

ὅθεν καὶ ἡ Κόριννα ἐπιτιμᾷ τῷ Πινδάρῳ ἀττικίζοντι, ἐπεὶ ἐν τῷ πρώτῳ τῶν Παρθενίων ἐχρήσατο τῇ λέξει. REΓLh ἔξεστι καὶ Μεγαρεῦσ ι : ἐν ἐξουσίᾳ καὶ παρρησίᾳ ἐστί.

### sch ach 721

REΓΓ 3 Lh ἀγορανόμου ς : οὓς νῦν λογιστὰς καλοῦμεν.

### sch ach 723

REΓΓ 3 Lh τοὺς δ ’ ἱμάντας ἐκ Λεπρῶ ν : οἱ μὲν ἀπὸ τοῦ λέπειν, ὅ ἐστι τύπτειν.

### sch ach 724

οἱ δὲ ἀπὸ Λεπρίου πολίσματος τῆς Πελοποννήσου, οὗ μέμνηται καὶ Καλλίμαχος ἐν ὕμνοις “Καυκώνων πτολίεθρον ὃ Λέπριον πεφάτισται”. οἱ δὲ ἐκ λεπρῶν βοῶν. φασὶ γὰρ τὰ τῶν λεπρῶν βοῶν δέρματα ἰσχυρὰ εἶναι. οἱ δὲ ὅτι οἱ Μεγαρεῖς λεπροὶ τὸ σῶμα. πρὸς οὓς σπένδεται. ἄμεινον δὲ λέγειν ὅτι τόπος ἔξω τοῦ ἄστεος Λεπροὶ καλούμενος, ἔνθα τὰ βυρσεῖα ἦν. οὗ καὶ ἐν Ὄρνισι μέμνηται “τί δ’ οὐ τὸν Ἠλεῖον Λέπρεον οἰκίζετε;” ἱμάντες δέ, λώρους λέγει, φραγέλλια· τὸ γὰρ παλαιὸν φραγέλλαις ἔτυπτον οἱ λογισταὶ τοὺς τῆς ἀγορᾶς. REΓLh φασιανό ς : ἀντὶ τοῦ συκοφάντης, παρὰ τὴν φάσιν, ὅ ἐστι φαίνειν.

### sch ach 726

ἔστι δὲ καὶ πόλις τῆς Σκυθίας Φάσις, ὁμωνύμως τῷ ποταμῷ. REΓLh ἐν τἀγορᾷ] συνίζησις.

### sch ach 728

Lh ἀγορὰ ’ν Ἀθάναι ς : ἔρχεται Μεγαρεύς τις.

### sch ach 729

οἰκεία δὲ πάνυ ἡ ἔννοια καὶ οἴκτου μεστή. πεινῶν γὰρ ἥκει καὶ τὰς θυγατέρας πωλεῖ διὰ τὸν λιμόν, εἰς χοίρους αὐτὰς μετασχηματίσας. REΓLh ἐπόθουν τυ ναὶ τὸν φίλιο ν : νὴ τὸν φίλιον Δία ἐπόθουν σε ὥσπερ μητέρα.

### sch ach 730a

REΓ τυ] σέ.

### sch ach 730b

Lh ἀμβᾶτ ε : ἀνάβητε.

### sch ach 732

ἐμφαντικῶς δὲ τὸν λιμὸν ἐδήλωσεν εἰπὼν “ἀμβᾶτε πρὸς τὴν μᾶζαν”. οἱ Μεγαρεῖς δὲ τρέπουσι τὸ ζ εἰς δύο δδ. REΓ 3 Lh ἀκούετον δ ή , ποτ〈έχε τ ’ ἐμὶν τὴν γαστέρα 〉: παρὰ προσδοκίαν.

### sch ach 733a

δέον γὰρ εἰπεῖν “προσέχετε ἡμῖν τὸν νοῦν”, ἔφη “ τὴν γαστέρ α” , ἐπειδὴ ἐπείνων. ταῦτα δὲ λέγει ὁ Μεγαρεὺς πρὸς τὰς ἑαυτοῦ θυγατέρας, ἃς ἤγαγεν ἐπὶ τῷ πωλῆσαι διὰ τὸν λιμόν. πικρὰ δὲ ἡ ἔννοια τῷ ποιητῇ. REΓLh ποτέχετ’] προσέχετε, χρονίζετε.

### sch ach 733b

EΓ 3 †δακτυλικὸν τρίμετρον.

### sch ach 735

† Lh ἐγώνγα καὐτός φαμ ι : καὶ ἐγὼ αὐτὸς τοῦτο σύμφημι.

### sch ach 736

REΓ 3 φανερὰν ζαμία ν : ἐπειδὴ κόραι ἦσαν καὶ οὐ χοῖροι.

### sch ach 737

ἡ δὲ τούτων φροντὶς καὶ δαπάνη πολλή ἐστι. REΓ 3 Μεγαρικά τις μηχαν ά : ἀντὶ τοῦ πονηρά, πανοῦργος μηχανή.

### sch ach 738a

διεβάλλοντο γὰρ ἐπὶ πονηρίᾳ οἱ Μεγαρεῖς, 〈ὡσ〉 ἄλλα μὲν λέγοντες, ἄλλα δὲ ποιοῦντες. REΓ 3 διεβάλλοντο οἱ Μεγαρεῖς ἐπὶ πονηρίᾳ, ἄλλα μὲν λέγοντες, ἄλλα δὲ ποιοῦντες.

### sch ach 738b

διὰ τοῦτο τὴν μηχανὴν Μεγαρικὴν ὠνόμασεν. Lh Μεγαρικά] ἤγουν πανοῦργος.

### sch ach 738c

Lh χοίρους γὰρ ὑμὲς σκευάσα ς : τοὺς παρ’ ἡμῖν νῦν λεγομένους δέλφακας, λέγω δὴ τοὺς μικροὺς σῦς· οὓς οἱ ἀρχαῖοι χοίρους ἐκάλουν.

### sch ach 739a

Ὅμηρος “ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι παρέστι χοίρε’, ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν”. ἐν γοῦν τοῖς ἑξῆς φησι “ νεαρὰ γάρ ἐστιν ἀλλὰ δελφακουμένα ἕξει μεγάλ α” . EΓ χοίρους] τοὺς παρ’ ἡμῖν λεγομένους δέλφακας, ἤγουν τοὺς μικρούς.

### sch ach 739b

Lh τὰς ὁπλὰς τῶν χοιρίω ν : οὐ μόνον Ἀριστοφάνης ἐπὶ τῶν χοίρων ὁπλὰς εἴρηκεν, ἀλλὰ καὶ Σιμωνίδης ὁμοίως ἐπὶ χοίρου “ὁπλὰς ἐκίνει τῶν ὀπισθίων ποδῶν” καὶ Ἡσίοδος ἐπὶ βοῶν “μήτ’ ἄρ’ ὑπερβάλλων βοὸς ὁπλήν”, καὶ τὸ ἐναντίον ἐπὶ τοῦ ἵππου “νύσσοντες χηλῇσιν”.

### sch ach 740a

EΓ 3 οὗτος ὁπλὰς ἐπὶ χοίρων εἶπεν, Ἡσίοδος δὲ ἐπὶ βοῶν, “μήτ’ ἄρ’ ὑπερβάλλων βοὸς ὁπλήν”, καὶ τὸ ἐναντίον χηλὴν ἐπὶ ἵππου “νύσσοντες χηλῇσιν”.

### sch ach 740b

ὁπλαὶ μὲν γὰρ κυρίως ἐπὶ τῶν ὁλοκλήρους ἐχόντων τοὺς ὄνυχας, οἷον ἵππων ὄνων ὀρέων καὶ τῶν τοιούτων, χηλαὶ δὲ ἐπὶ τῶν διῃρημένους, βοῶν φημὶ καὶ αἰγῶν καὶ προβάτων καὶ τῶν τοιούτων. καὶ Λουκιανὸς ἐκφράζων τὸν Πᾶνά φησι “καὶ σκέλη τραγικὰ καὶ δίχηλα καὶ οὐρὰν ὑπὲρ τὰς πυγάς”. οὗτοι δὲ ἐναντίως ἐχρήσαντο. Lh ἐξ ἀγαθᾶς ὑό ς : ὗν ἐπὶ θηλείας, σῦν δὲ ἐπὶ ἄρρενος.

### sch ach 741a

κέχρηνται δὲ καὶ ἀδιαφόρως. REΓ ὅπως] σκοπεῖτε.

### sch ach 741b

Lh εἴπερ ἵξε τ ’ οἴκαδ ε : ἐκ δευτέρου εἰς τὸν οἶκον εἰ ἀφίξεσθε, τῆς πρώτης πειραθήσεσθε λιμοῦ.

### sch ach 742a

Δωριεῖς δὲ θηλυκῶς λέγουσι τὴν λιμόν. REΓ 3 ἵξετ’ οἴκαδις] εἰς τὸν οἶκον ἐκ δευτέρου ἀφίξεσθε.

### sch ach 742b

Lh τὰ πρᾶτ α : τὰ πρῶτα, ἀντὶ τοῦ τῆς ἄκρας λιμοῦ πειραθήσεσθε.

### sch ach 743a

REΓΓ 3 τᾶς λιμῶ] Δωριεῖς θηλυκῶς λέγουσι τὸν λιμόν.

### sch ach 743b

Lh τὰ ῥυγχί α : “ τὰ ῥυγχί α ” κυρίως ἔφη.

### sch ach 744a

ἐπὶ γὰρ χοίρου λέγεται ῥύγχος. ἄμεινον δὲ γράφειν ἀντὶ τοῦ “ ταδ ί ” ταδή· δωρίζει γάρ. REΓ ῥύγχος κυρίως ἐπὶ χοίρου λέγεται, ῥάμφος δὲ ἐπὶ ἀετοῦ καὶ τῶν τοιούτων, τῶν ἐχόντων ἐπικύφους τὰς ῥῖνας.

### sch ach 744b

ἐνταῦθα δὲ “ ῥυγχί α ” εἴρηκεν ὑποκοριστικῶς, ἐπεὶ καὶ χοιρία εἶπε διὰ τὴν σμικρότητα αὐτῶν. Lh τὰ ῥυγχία] τὴν ῥῖνα.

### sch ach 744c

Lh τὸν σάκκον] διὰ δύο κκ τὸ “σάκκος”.

### sch ach 745

EΓ 3 γρυλλιξεῖτ ε : χοίρων φωνὴν μιμήσεσθε.

### sch ach 746a

EΓΓ 3 οὕτω γάρ πως βοῶσι τὰ δελφάκια κοΐ, καὶ ἔστι ποιὰ φωνή.

### sch ach 746b

Lh γρυλλιξεῖτε] δίκην χοίρων βοήσετε.

### sch ach 746c

Lh χήσετε φωνά ν : ἀφήσετε φωνήν.

### sch ach 747a

REΓΓ 3 Lh χοιρίων μυστηρικῶ ν : ὅτι ἐν τοῖς μυστηρίοις τῆς Δήμητρος χοῖρος θύεται.

### sch ach 747b

ἀνάκειται γὰρ τὸ ζῷον τῇ θεῷ. ἕκαστος δὲ τῶν μυουμένων ὑπὲρ ἑαυτοῦ ἔθυεν. ταῦτα δὲ καλεῖται μυστηρικά. REΓ 3 Lh καρυξῶ] κηρύξω.

### sch ach 748

Lh λῇς] ἆρα θέλεις, ποιητικῶς.

### sch ach 749

RLh ἀγοράσοντες ἥκομε ν : ἐν ἀγορᾷ διατρίψοντες ἤλθομεν, ἢ ὠνησόμενοί τι ἢ πωλήσοντες.

### sch ach 750

REΓ 3 Lh διαπεινᾶμες ἀε ί : παρὰ προσδοκίαν, ὡσεὶ ἔφη διαπίνομεν ἀεὶ πρὸς τὸ πῦρ· ὁ δὲ εἶπε “ διαπεινᾶμε ς ” οἱ γὰρ πότοι χειμῶνος πρὸς τὸ πῦρ γίνονται· εἴρηκε δὲ οὕτω διὰ τὸν λιμόν.

### sch ach 751

“ διαπεινᾶμε ς ” δὲ ἀντὶ τοῦ διαπεινῶμεν. ἢ οὕτως· ἐσχάτως πεινῶμεν, ὥστε καὶ τὰ ἱμάτια ἀποδόμενοι καθεζόμεθα πρὸς τῷ πυρὶ διὰ τὸ ῥῖγος. ἢ διαπύρως καὶ ἐκτόπως πεινῶμεν, ὃ καὶ βέλτιον. EΓ 3 Lh ἀλ λ ’ ἡδύ τοι νὴ τὸν Δ ί ’ ἢν αὐλὸς παρ ῇ : ὡς ἐπὶ τῶν πινόντων καὶ ἀκουόντων αὐλῶν.

### sch ach 752a

ὅτι τὸ πῦρ εὐωχίας σημαντικόν. ὥστε ἡδὺ ἦν τὸ καθῆσθαι μετὰ αὐλῶν. REΓ ἔθος γὰρ μετὰ αὐλῶν καὶ ὀργάνων πίνειν ἐν τοῖς συμποσίοις καὶ ἡδυνομένους τούτοις ἀεὶ πίνειν.

### sch ach 752b

Lh οἷα δ ή : ἀντὶ τοῦ τοιαῦτα δή.

### sch ach 753

RLh ὅκα] ἡνίκα.

### sch ach 754a

EΓ 3 τηνῶθεν] ἐκεῖθεν ἦλθον.

### sch ach 754b

REΓ 3 Lh ἐμπορευόμαν] ὡδοιπόρουν.

### sch ach 754c

REΓ 3 Lh πρόβουλοι] οἱ στρατηγοί.

### sch ach 755

REΓ 3 ὅπως τάχιστ α : καὶ τοῦτο παρ’ ὑπόνοιαν.

### sch ach 756

πικρῶς ἐπήγαγε τὸ “ ἀπολοίμεθ α” . ἔδει γὰρ εἰπεῖν ὅπως σωθῶμεν. REΓLh αὐτί κ ’ ἄ ρ ’ ἀπαλλάξεσθ ε : πρὸς τὸ ῥηθὲν παρὰ τοῦ Μεγαρέως ἀπήντησεν ὁ Δικαιόπολις ἀστείως.

### sch ach 757a

εἰ γὰρ ἀπώλλυσθε, φησίν, ἀπηλλάττεσθε ἂν πραγμάτων. EΓ σὰ μά ν : ἀντὶ τοῦ τί μήν; τί γὰρ ἄλλο καταλείπεται ἢ τοῦτο; REΓΓ 3 ἀστείως καὶ οὗτος εἴρηκεν.

### sch ach 757c

εἰ γὰρ ἀπόλλοισθε, φησί, καὶ ἀπαλλάξεσθε πραγμάτων. Lh σὰ μάν;] τί μήν; Lh τί δ ’ ἄλλο Μεγαρο ῖ : λείπει τό, ἢ τοῦτο τὸ ἀπολέσαι ἡμᾶς σπουδάζειν.

### sch ach 758a

Su. Τ 560 Μεγαροῖ] ἀντὶ τοῦ εἰς τὰ Μέγαρα.

### sch ach 758b

REΓ 3 ᾇπερ τοὶ θεο ί : ἀντὶ τοῦ ὥσπερ οἱ θεοὶ πολυτίμητοί εἰσι καὶ τίμιοι, οὕτω καὶ ὁ σῖτος πολλῆς τιμῆς ἐστι.

### sch ach 759

παίζει οὖν. REΓLh ἅλας οὖν φέρει ς : ἐν Νισαίᾳ τῆς Μεγαρίδος ἅλες πήγνυνται.

### sch ach 760a

ἦν δὲ ὁ τόπος ὑπήκοος τῶν Ἀθηναίων. EΓ ὑμὲς αὐτῶν ἄρχετ ε : διὰ τὸ θαλασσοκρατεῖν τοὺς Ἀθηναίους ἔφη ὅτι ὑμεῖς αὐτῶν ἄρχετε.

### sch ach 760b

REΓLh ὅκ κ ’ ἐσβαλεῖτ ε : ἐσβαλεῖν ἐστι τὸ τινὰς ἐν ἀγρῷ εἰσελθόντας ἐκκόψαι πάντα τὰ ἐν αὐτῷ.

### sch ach 762a

λέγει οὖν ὁ Μεγαρικὸς ὅτι “ ποῖα σκόροδ α”; ἅτινα ὑμεῖς ἐπελθόντες τοῖς χωρίοις τῆς Μεγαρίδος καθαπερεὶ γήϊνοι μύες ἐκκόπτετε. ἀπὸ δὲ τῶν σκορόδων ἐσήμηνε καὶ τὰ ἄλλα πάντα. τούτων δὲ ἐμνήσθη ὡς μηδὲ τῶν οὕτως εὐτελῶν φειδομένων τῶν Ἀθηναίων. REΓ ὅκκ’] ὅτι.

### sch ach 762b

Lh τὼς] ὡς.

### sch ach 762c

Lh ἀρουραῖοι] ἀγρῶται.

### sch ach 762d

Lh “ ποῖα σκόροδ α”; φησίν, ἅτινα ἐπερχόμενοι ὑμεῖς ἐν τοῖς χωρίοις τῆς Μεγαρίδος ἐκκόπτετε καθάπερ μύες ἐκ γῆς ἀναφυόμενοι.

### sch ach 762e

ἀπὸ δὲ τῶν σκορόδων ἐδήλωσε καὶ τὰ ἄλλα πάντα. οὕτω γὰρ αὐτοῖς οἱ Ἀθηναῖοι ἐπέπεσον ὡς μηδὲ τῶν οὕτως εὐτελῶν φείσασθαι. Lh πάσσακ ι : ὑποκοριστικῶς, τῷ πασσάλῳ.

### sch ach 763a

“ ἀγλῖθα ς ” δὲ τὰς κεφαλὰς τῶν σκορόδων. φησὶν οὖν ὅτι ὥσπερ ἀρουραῖοι μύες ὀρύσσετε τῷ πασσάλῳ τὰς ἀγλῖθας. REΓ πάσσακι] πασσάλῳ, ὑποκοριστικῶς.

### sch ach 763b

Lh ἀγλῖθας] τὰς κεφαλὰς τῶν σκορόδων.

### sch ach 763c

Lh χοίρους ἐγώνγα μυστικά ς : διὰ τὸ ἐν τοῖς μυστηρίοις τῆς Δήμητρος θύεσθαι χοίρους.

### sch ach 764

REΓ 3 Lh ἄντεινον αἰ λῇ ς : ἀνάτεινον εἰ βούλει καὶ κρεμάσας ἐπίσκεψαι πόσου βάρους εἰσίν.

### sch ach 766a

REΓLh εἰώθασιν οἱ τὰς ὄρνις ὠνούμενοι ἀνατείνειν ταύτας καὶ τὸ βάρος αὐτῶν σκοπεῖν καὶ οὕτω καταλαμβάνειν εἶναι παχείας.

### sch ach 766b

ἀπὸ τούτων οὖν καὶ ἐπὶ τῶν χοίρων τοῦτο ποιῆσαι παρακελεύεται. Lh τουτὶ τί ἦν τὸ πρᾶγμ α;: ὁ Ἀττικὸς κρεμάσας τὴν παῖδα ὁρᾷ τὸ αἰδοῖον αὐτῆς καὶ ἐρωτᾷ περὶ αὐτοῦ ὅ τι ποτέ ἐστιν.

### sch ach 767a

οὐ γὰρ ἦν ὅμοιον τῷ αἰδοίῳ τοῦ χοίρου. REΓ τουτὶ κτλ.

### sch ach 767b

] ἰδὼν τὸ μόριον τῆς παιδὸς τοῦτο λέγει. Lh χοῖρος] τὸ γυναικεῖον μόριον χοῖρον καλοῦσιν Ἕλληνες.

### sch ach 767c

Lh ἦ οὐ χοῖρός ἐσ θ ’ ἅδ ε;: τὸ αἰδοῖον δείκνυσι τῆς παιδός.

### sch ach 769a

REΓ ἦ οὐ] συνίζησις.

### sch ach 769b

Lh θᾶσθε τοῦδε τὰς ἀπιστία ς : ὁ Μεγαρεὺς πρὸς τοὺς θεατάς· θεᾶσθε, φησί, τοῦ Δικαιοπόλιδος τὰς ἀπιστίας.

### sch ach 770a

REΓ τοῦδε] τοῦ Δικαιοπόλιδος.

### sch ach 770b

Lh οὔ φατ ι : οὐ λέγει.

### sch ach 771a

“ χοῖρο ν ” δὲ τὸ αἰδοῖον τῆς γυναικός. REΓΓ 3 ἦμεν] εἶναι.

### sch ach 771b

RLh χοῖρον] τὸ μόριον δείκνυσι τῆς παιδός.

### sch ach 771c

Lh ἀλλὰ μὰν 〈αἰ λῇς 〉: ἀλλὰ μὴν ἐὰν θέλῃς.

### sch ach 772a

τὸ δὲ “ περιδοῦ μο ι ” καὶ Ὅμηρος “δεῦρό νυν 〈ἢ〉 τρίποδος περιδώμεθα”. Γ περὶ θυμιτιδᾶν ἁλῶ ν : εἰ βούλει, φησί, ποιησώμεθα συνθήκας περὶ θυμιτίδων ἁλῶν, οἷον μετὰ θύμου τετριμμένων.

### sch ach 772b

καὶ ἑτέρωθι “ ἅλας θυμίτας δοὺς ἐμοὶ καὶ κρόμμυ α” . REΓ αἰ λῇς] εἰ θέλεις.

### sch ach 772c

Lh περίδου] συνθήκας ποίησον.

### sch ach 772d

Lh θυμιτιδᾶν] μετὰ θύμου τετριμμένων· ἑτέρωθι δέ φησι “ ἅλας θυμοίτας δοὺς ἐμοὶ καὶ κρόμμυ α” .

### sch ach 772e

Lh τὸ “ περιδο ῦ ” καὶ παρ’ Ὁμήρῳ εὕρηται κείμενον, “δεῦρό νυν ἢ τρίποδος περιδώμεθ’”.

### sch ach 772f

μέμνηται δὲ τούτου οὗτος καὶ ἐν Νεφέλαις· “περιδοῦ νῦν ἐμοί, εἰ μὴ τετράμετρόν ἐστιν ἡμιεκτέον”. Lh αἰ μή ’στιν οὗτος χοῖρο ς : τοῦτό φησιν ἐπεὶ καὶ τὸ γυναικεῖον αἰδοῖον χοῖρον ἐκάλουν οἱ Ἕλληνες.

### sch ach 773

διὰ τοῦτο γοῦν ὁ Ἀττικὸς ἐπιφέρει “ ἀλ λ ’ ἔστιν ἀνθρώπο υ” . REΓ ναὶ τὸν Διοκλέ α : Διοκλῆς τις ἥρως ἐτιμᾶτο παρὰ Μεγαρεῦσιν, ᾧ καὶ ἀγῶνα τελοῦσι τὰ Διόκλεια.

### sch ach 774a

οὗ καὶ Θεόκριτος μέμνηται· “Νισαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς, ὄλβιοι οἰκείοιτε, τὸν Ἀττικὸν ὡς περίαλλα ξεῖνον ἐτιμήσασθε, Διοκλέα τὸν φιλόπαιδα”. ὃν δὲ ἐπὶ τῷ Διοκλεῖ ἔθηκεν ἀγῶνα Ἀλκάθους ὁ Πέλοπος, ἐπιτελοῦσιν οἱ Μεγαρεῖς. REΓ 3 Διοκλέα] οὗτος ὡς ἥρως ἐτιμᾶτο παρὰ Μεγαρεῦσιν.

### sch ach 774b

Lh ἱστορία περὶ Διοκλέους τοῦ φιλόπαιδος.

### sch ach 774c

Διοκλῆς ὑπὲρ τοῦ ἐρωμένου αὐτῷ παιδὸς ἑαυτὸν δοὺς εἰς θάνατον ἐτιμᾶτο παρὰ Μεγαρεῦσι κατ’ ἔτος. Ἀλκάθους γὰρ ὁ Πέλοπος φιλημάτων ἀγῶνα τῷ Διοκλεῖ συνεστήσατο, ὃν καὶ ἐπετέλουν οἱ Μεγαρεῖς. μέμνηται τούτου καὶ Θεόκριτος λέγων “Νησαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς, ὄλβιοι οἰκοίητε, τὸν Ἀττικὸν ὡς περὶ ἄλλων ξεῖνον ἐτιμήσασθε, Διοκλέα τὸν φιλόπαιδα”. Lh εἴμεναι] εἶναι.

### sch ach 775

Lh ἦ λῇς ἀκοῦσαι φθεγγομένας;] ἆρα θέλεις ἀκοῦσαι λαλουσῶν; REΓ 3 φώνει] φθέγξαι.

### sch ach 777

REΓ 3 οὐ χρῆσθα σιγᾶ ς : λεληθότως πρὸς τὰ χοιρίδια λέγει “ οὐ χρῆσθα σιγᾶ ς” .

### sch ach 778

REΓ 3 Lh πάλιν τύ γ ’ ἀποισ ῶ : ἐὰν σιωπήσητε, ἀποφέρω πάλιν ὑμᾶς οἴκαδε λιμωξούσας.

### sch ach 779a

REΓ 3 ἀποισῶ] κομίσω λιμώξοντα.

### sch ach 779b

Lh κοῒ κοΐ] αἱ παῖδες μιμοῦνται τὴν τῶν χοίρων φωνὴν “ κοῒ κο ΐ ” λέγουσαι.

### sch ach 780a

REΓ 3 Lh κοῒ κοΐ] εἴσθεσις εἰς δισύλλαβα.

### sch ach 780b

Γ κοῒ κοΐ] ἰαμβικὸν μονόμετρον ἀκατάληκτον.

### sch ach 780c

Lh νῦν δὲ χοῖρος φαίνετα ι : νῦν σαφῶς σημαίνει ὅτι χοῖρος τὸ γυναικεῖον αἰδοῖον λέγεται.

### sch ach 781

REΓ 3 Lh κύσθος] καὶ τοῦτο τὸ γυναικεῖον μόριον σημαίνει.

### sch ach 782

Lh ποττὰν ματέρ’] πρὸς τὸ τῆς μητρὸς αἰδοῖον.

### sch ach 783a

REΓ 3 ποττὰν] πρὸς.

### sch ach 783b

Lh ἀλλ’ οὐδὲ κτλ.

### sch ach 784a

] διὰ τὸ εἶναι αὐτὴν γυναῖκα τοῦτο ἔφη. RELh σά μά ν : ναὶ δή.

### sch ach 784b

R κέρκον οὐκ ἔχε ι : τὰ γὰρ κόλουρα ἐν ταῖς ἱερουργίαις οὐ θύεται, καὶ καθόλου ὅπερ ἂν μὴ ᾖ τέλεον καὶ ὑγιὲς οὐ θύεται τοῖς θεοῖς.

### sch ach 785a

REΓ 3 ὅτι τὰ κόλουρα τῶν ζῴων ἐν ταῖς ἱερουργίαις οὐ θύεται, οὔτε ἄλλο τι τὸ μὴ τελείως ὁλόκληρον καὶ ὑγιές. Lh νέα γάρ ἐστ ι : τὸ “ νέ α ” ἀντὶ τοῦ ἡβῶσα, ἣ αὐξομένη ἕξει παχεῖαν καὶ μεγάλην οὐράν· τοὺς γὰρ μείζονας λοιπὸν χοίρους δέλφακας ἐκάλουν.

### sch ach 786a

ἅμα δὲ καὶ ὡς ἐπὶ κόρης παίζει, ὅτι ἕξει μεγάλην οὐράν, τὴν τοῦ ἀνδρὸς πόσθην. αἰνίττεται δὲ εἰς τὸ κακέμφατον. REΓ 3 νέα] ἤγουν ἡβῶσα καὶ αὐξάνουσα.

### sch ach 786b

Lh δελφακουμένα] ἀνατρεφομένη ὡς δέλφαξ.

### sch ach 786c

Lh μεγάλαν κτλ.

### sch ach 787

] ἤγουν τὴν τοῦ ἀνδρὸς πόσθην. παίζει δέ. Lh αἰ τράφεν λῇς] εἰ τρέφειν θέλεις χοίρους.

### sch ach 788a

REΓ 3 Lh ἅδε τοι] τὴν ἑτέραν ἀδελφὴν δεικνύει.

### sch ach 788b

Lh ὡς ξυγγενὴς ὁ κύσθο ς : τῇ ἑτέρᾳ κόρῃ, φησί, ὅμοιός ἐστι διὰ τὸ ἀδελφὰς εἶναι αὐτάς.

### sch ach 789

REΓLh κἠκ τωὐτοῦ] ἐκ τοῦ αὐτοῦ.

### sch ach 790

REΓ 3 Lh κἀναχνοιανθ ῇ : ἀντὶ τοῦ δασυνθῇ.

### sch ach 791a

χνοῦς γὰρ ἡ πρώτη θρὶξ καὶ λεπτή. τουτέστιν ἐὰν ἀκμάσῃ καὶ ἡβήσῃ. REΓLh ἀμπαχυνθῇ] αὐξήσῃ.

### sch ach 791b

Lh κάλλιστός ἐστι χοῖρο ς : κοινὴ 〈ἡ〉 ἔννοια ἐπί τε τοῦ χοίρου τοῦ ζῴου καὶ ἐπὶ τοῦ αἰδοίου τῆς κόρης.

### sch ach 792a

πάνυ δὲ μετὰ χάριτος ἔφη, ἅμα μὲν πρὸς θυσίαν, ἅμα δὲ καὶ πρὸς τὴν συνουσίαν. τυθῆναι δὲ αὐτὴν λέγει τῇ Ἀφροδίτῃ τὸ φθαρῆναι αὐτήν. REΓ θύειν] τυθῆναι λέγει αὐτὴν τῇ Ἀφροδίτῃ τὸ συνευνηθῆναι ἀνδρὶ καὶ φθαρῆναι.

### sch ach 792b

Lh κοινὴ ἡ ἔννοια ἐπί τε τοῦ χοίρου τοῦ ζῴου καὶ ἐπὶ τοῦ αἰδοίου τῆς κόρης.

### sch ach 792c

πάνυ δὲ μετὰ χάριτος ἔφη, τυθῆναι λέγων αὐτὸν τῇ Ἀφροδίτῃ, τοῦτο μὲν τὴν σφαγὴν δηλῶν τοῦ ζῴου, τοῦτο δὲ τὴν ἐκ συνουσίας φθορὰν τῆς κόρης. Lh ἀλ λ ’ οὐχὶ χοῖρο ς : πολλοὶ τῶν Ἑλλήνων οὐ θύουσι χοίρους τῇ Ἀφροδίτῃ ὡς βδελυττομένην διὰ τὸν Ἄδωνιν αὐτούς.

### sch ach 793a

EΓLh ἀλλ’ οὐχὶ χοῖρος] τοῦτο διὰ τὸ ζῷον.

### sch ach 793b

Lh μόνᾳ γε δαιμόνω ν : αὐτῇ μόνῃ μάλιστα ὁ χοῖρος θύεται, ὡς πρὸς τὸ αἰδοῖον.

### sch ach 794

REΓLh τὸν ὀδελό ν : Βοιωτοὶ τὸν ὀβελὸν ὀδελὸν λέγουσιν.

### sch ach 796a

REΓLh τὸν ὀδελόν] λέγει δὲ τὸ τοῦ ἀνδρὸς μόριον παίζων.

### sch ach 796b

Lh τὸν Ποτείδα] ἀντὶ τοῦ τὸν Ποσειδῶ.

### sch ach 798a

EΓ 3 Lh τῶ] τοῦ, Δωρικῶς.

### sch ach 798b

EΓ 3 Lh πάν θ ’ ἃ δίδω ς : ἅτινα ἂν παραβάλῃς αὐταῖς ἐσθίουσιν.

### sch ach 799

RELh ἐρώτη] τὸ “ ἐρώτ η ” ἀντὶ τοῦ ἐρώτησον.

### sch ach 800

REΓ 3 Lh τρώγοις ἂν ἐρεβίνθου ς;: ἔπαιξε πρὸς τὸ αἰδοῖον τοῦ ἀνδρός, ἐπεὶ καὶ ἐρέβινθον αὐτὸ καλοῦσιν.

### sch ach 801

REΓLh (i) Φιβάλεως ἰσχάδα ς : τόπος Μεγαρίδος, ἄλλοι δὲ Ἀττικῆς.

### sch ach 802a

ἀμφιβάλλεται. EΓLh (ii) ἄλλω ς : γένος συκῆς ἡ φίβαλις ἐπιτήδειον εἰς ξηρασίαν ἰσχάδων. ἐπεὶ δὲ ἀπὸ τοῦ ἰσχναίνεσθαι ἰσχὰς καλεῖται, καὶ τοὺς ἰσχνοὺς τῶν ἀνθρώπων φιβάλεις καλοῦσιν. ὁ δὲ τόνος φιβάλεως προπαροξυτόνως ὡς κορώνεως, πελέκεως. REΓ ἔστιν, ὥς φασι, καὶ γένος συκῆς οὕτω καλούμενον φιβάλης, ἐπιτήδειον εἰς ξηρασίαν ἰσχάδων, ὅθεν καὶ τοὺς ἰσχνοὺς τῶν ἀνθρώπων φιβάλεις ἐκάλουν.

### sch ach 802b

Lh τρώξονται] τρώγουσι.

### sch ach 806a

REΓ 3 τρώξονται] φάγωσι.

### sch ach 806b

Lh βαβαί] θαυμαστικόν.

### sch ach 806c

REΓ 3 Lh (i) οἷον ῥοθιάζου ς’ : ἀθρόως καὶ μετὰ κτύπου φωνῆς ὁρμῶσι καὶ ἐσθίουσι.

### sch ach 807a

θαυμαστικῶς δὲ τὸ οἷον. REΓ (ii) ἄλλω ς : μετὰ ῥόθου καὶ ψόφου ἐσθίουσιν. EΓ ῥοθιάζους’] μετὰ ἤχου ἐσθίουσιν.

### sch ach 807b

Lh Τραγασαῖα] ἀπὸ τοῦ τρώγειν ἔπαιξεν, ἅμα δὲ καὶ ὡς ἀπὸ πόλεως.

### sch ach 808

REΓΓ 3 Lh κατέτραγον] κατέφαγον.

### sch ach 809

EΓ 3 Lh ἐγὼ γὰρ αὐτῶν τάνδε μίαν ἀνειλόμα ν : τῶν ἰσχάδων δηλονότι μίαν ἔλαβον.

### sch ach 810a

REΓ ἀνειλόμαν] ἔλαβον.

### sch ach 810b

Lh ἀστείω γε τὼ βοσκήματ ε : ἀνθηρὰ καὶ καλὰ τὰ βοσκήματα.

### sch ach 811a

ἐπὶ χοίρων δὲ κεῖται τὸ βόσκημα. Ξενοφῶν δὲ ἐν ζʹ τῆς Παιδείας καὶ ἐπὶ ἵππων τέθεικε τὴν λέξιν. EΓ ἀστείω] ἀνθηρὰ καὶ καλὰ τὰ βοσκήματα.

### sch ach 811b

RLh κυρίως ἐπὶ χοίρων λέγεται τὸ βόσκημα, καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἄλλων ζῴων.

### sch ach 811c

Lh σκορόδων τροπαλλίδο ς : διαβάλλει τοὺς Μεγαρέας ὅτι εἰς τοσοῦτον ἦλθον πενίας ὡς καὶ τὰ τέκνα πωλεῖν δεσμοῦ σκορόδων καὶ χοίνικος ἁλῶν.

### sch ach 813a

τροπαλλὶς δὲ ἡ δέσμη τῶν σκορόδων. ἀστείως δὲ ὁ Μεγαρεὺς ἅμα καὶ περιπαθῶς ταῦτα ζητεῖ παρὰ τοῦ Δικαιοπόλιδος ἃ πρότερον οἱ Μεγαρεῖς ἄλλοις παρεῖχον. REΓLh τροπαλλίδος] ἀποδέσμου.

### sch ach 813b

Lh χοίνικος] εἶδος μέτρου.

### sch ach 814

Lh σοι] τό “ σο ι ” παρέλκεται.

### sch ach 815

REΓ 3 Ἑρ μ ’ ἐμπολαῖ ε : τὸ πλῆρες Ἑρμᾶ.

### sch ach 816a

λείπει δὲ τὸ γένοιτο. “ ἐμπολαῖ ε ” δέ, ἐμπορικέ, πραγματευτικέ. ὁ Μεγαρικὸς δὲ πάνυ καλῶς ἐμφαίνει τὸν πολὺν λιμόν· ὡς εὐτυχῶς γὰρ πωλήσας τὴν θυγατέρα αὐτοῦ καὶ καλῶς εὔχεται πάλιν οὕτως ἀποδόσθαι καὶ τὴν μητέρα αὐτοῦ. ἐμφαίνει δὲ τὸν μέγαν λιμόν. EΓ 3 ἐμπορικέ, πραγματευτικέ.

### sch ach 816b

τὸ πλῆρες δὲ Ἑρμᾶ. R Ἑρμ’ ἐμπολαῖε] Ἑρμῆ ἐμπορικέ.

### sch ach 816c

Lh ὡς εὐτυχῶς πωλήσας τὰς ἑαυτοῦ θυγατέρας εὔχεται τῷ ἐμπολαίῳ Ἑρμῇ ὁμοίως καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὴν μητέρα ἀποδόσθαι.

### sch ach 816d

ἐμφαίνει δὲ καὶ διὰ τούτου τὸν πολὺν λιμόν. Lh ἀποδόσθαι] πρᾶξαι δὸς ἢ θέλησον, Ἀττικῶς.

### sch ach 817

Lh ὤνθρωπε] συκοφάντης πρὸς τὸν Μεγαρέα.

### sch ach 818

REΓ 3 ἐγὼ φαν ῶ : ἀποδείξω.

### sch ach 819

ἔστι δὲ καὶ φάσις ὄνομα δίκης οὕτω καλουμένης. REΓLh ὅθενπερ ἀρχ ά : ἐκ τοῦ συκοφαντεῖν δηλονότι.

### sch ach 821

REΓ 3 Lh κλάων μεγαριεῖ ς : ἐπειδὴ τῇ Μεγαρέων ἐχρῆτο φωνῇ, ἀντὶ τοῦ λιμώξεις.

### sch ach 822a

ἢ εἰς Μέγαρα ἀπελεύσῃ. ἢ τὰ Μεγαρέων φρονήσεις. ἢ τῇ Μεγαρέων διαλέκτῳ χρήσῃ. REΓ σάκο ν : σάκος νῦν δι’ ἑνὸς κ· ἀνωτέρω δὲ διὰ δύο.

### sch ach 822b

REΓ μεγαριεῖς] τῇ Μεγαρέων χρήσει διαλέκτῳ ἢ λιμώξεις ὡς οἱ Μεγαρεῖς.

### sch ach 822c

Lh σάκον] δι’ ἑνὸς κ διὰ τὸ μέτρον.

### sch ach 822d

ἐν ἑτέρῳ δὲ διὰ δύο. Lh φαντάζομα ι : ἀντὶ τοῦ συκοφαντοῦμαι.

### sch ach 823a

καλεῖ δὲ τὸν Δικαιόπολιν πρὸς τὸ συμμαχῆσαι αὐτῷ. REΓ 3 φαντάζομαι] συκοφαντοῦμαι.

### sch ach 823b

Lh ὁ φαίνων] ὁ συκοφαντῶν.

### sch ach 824

EΓ 3 Lh φαίνεις] πρὸς τὴν ὁμωνυμίαν τοῦ “ φαίνει ς ” παίζει, ὅτι καὶ ἐπὶ λύχνου τὸ φαίνειν καὶ ἐπὶ τοῦ κατηγορεῖν λέγεται.

### sch ach 826a

REΓ 3 Lh θρυαλλίδος] ἤγουν λύχνου ἀπὸ μέρους.

### sch ach 826b

Lh τοὺς πολεμίους] τούτους, τοὺς περὶ τὸν Μεγαρικόν.

### sch ach 827

REΓ 3 Lh εἰ μὴ ’τέρωσ ε : εἰ μὴ ἀλλαχοῦ ἀπελθὼν ἑτέρους συκοφαντήσεις.

### sch ach 828

REΓ 3 οἷον τὸ κακό ν : τὸ τῶν συκοφαντῶν.

### sch ach 829

διαβάλλει οὖν τοὺς Ἀθηναίους ὡς πολλοὺς συκοφάντας ἔχοντας. REΓ 3 Lh Μεγαρίκ’] Μεγαρικέ.

### sch ach 830

Lh ἀλλὰ μὴν οὐκ ἐπιχώριο ν : τὸ χαίρειν, διὰ τὰ κατέχοντα ἡμᾶς κακά.

### sch ach 832

REΓ 3 πολυπραγμοσύνη ς : ὅτι προπετῶς ἐφθεγξάμην τὸ χαίρειν, εἰς κεφαλήν μου τραπείη.

### sch ach 833a

λείπει δὲ τὸ ἕνεκα, ἵν’ ᾖ ἕνεκα τῆς πολυπραγμοσύνης. ὁ δὲ λόγος, ἀλλὰ τὸ χαίρειν ἔλθοι εἰς τὴν κεφαλήν μου, ὅτι πολυπραγμονῶ εἰπών σοι χαίρειν. οὕτως δὲ ἔλεγον οἱ Ἀθηναῖοι εἰ κακηγοροῦντο 〈ὑπό〉 τινος, εἰς κεφαλήν 〈σου〉 τρέποιτο, τοῦτο δὴ ἐπὶ κακῶν λέγοντες. ἐπειδὴ ὁ Μεγαρεὺς λέγει οὐκ εἶναι αὐτοῖς ἐπιχώριον τὸ χαίρειν, φησὶν ὁ Ἀττικός, διὰ τὴν πολυπραγμοσύνην εἰς τὴν ἐμὴν κεφαλὴν τρέποιτο τὸ χαίρειν, ἀντὶ τοῦ, ὅτι πολυπράγμων εἰμί, εἰπών σοι μὴ βουλομένῳ τὸ χαίρειν, γένοιτο τοῦτο εἰς τὴν ἐμὴν κεφαλὴν τραπῆναι. ἀστείως δὲ πάνυ. REΓ πολυπραγμοσύνης] ἕνεκα.

### sch ach 833b

Lh ὅτι, φησί, πολυπράγμων εἰμί, εἰπών σοι μὴ βουλομένῳ χαίρειν, γένοιτο τοῦτο εἰς τὴν ἐμὴν κεφαλὴν τραπῆναι.

### sch ach 833c

ἀστείως δὲ πάνυ τοῦτο εἶπεν. οὕτω δὲ ἔλεγον Ἀττικοὶ καὶ ἐπὶ κακῶν καὶ ἐπὶ ἀγαθῶν, εἰς κεφαλὴν τρέποιτο σήν. Lh ἄνις τῶ] χωρὶς τοῦ.

### sch ach 834

EΓ 3 Lh παίειν ἐ φ ’ ἁλὶ τὴν μᾶζα ν : ἐσθίειν μετὰ ἁλῶν τὸν ἄρτον, διὰ τὸ ἀπορεῖν προσφαγίου.

### sch ach 835

EΓ 3 Lh (ad vv.

### sch ach 836

836—59) εὐδαιμονεῖ γ ’ ἅνθρωπο ς : 〈κορωνίς·〉 ἐξελθόντων τῶν ὑποκριτῶν καὶ μένοντος τοῦ χοροῦ μονοστροφικὴ περιόδων ἑξακώλων τετράς· ὧν ἡγοῦνται στίχοι ἰαμβικοὶ τετράμετροι καταληκτικοὶ δύο ἐν ἐκθέσει, καὶ 〈ἐν〉 εἰσθέσει κῶλα δʹ, ἰαμβικὰ δίμετρα ἀκατάληκτα γʹ καὶ ἓν Ἰωνικὸν ἀπὸ μείζονος ἡμιόλιον. EΓ 3 καρπώσεται] μόνος τοὺς κάρπους ἐξοίσεται.

### sch ach 837

EΓ ἐν τἀγορᾷ καθήμενο ς : ἔν τισιν εὑρέθη† ἐν τἀγορᾷ καθήμενος.

### sch ach 838a

EΓ τἀγορᾷ] συνίζησις.

### sch ach 838b

Lh Κτησίας] οὗτος ὁ Κτησίας ὡς συκοφάντης διαβάλλεται.

### sch ach 839

REΓ 3 Lh (i) ὑποψωνῶν σ ε : παρακλέπτων ἐπὶ ὀψωνίᾳ, κακουργῶν βλάψει, διότι αὐτὸς μόνος συναλλάττει τὰς ἀγοράς.

### sch ach 842a

REΓLh (ii) ἄλλω ς : προστιθεὶς τῇ ὀψωνίᾳ· εἰσὶ γὰρ πολλοὶ διὰ μικρᾶς προσθήκης ὠνούμενοι. EΓ πημανεῖται] βλάψει, λυπήσει, ὦ Δικαιόπολι.

### sch ach 842b

EΓ 3 Lh ἐξομόρξετα ι : ἐναποψήσεται, ἐναπομάξει.

### sch ach 843a

ὡς καταπύγων δὲ κωμῳδεῖται ὁ Πρέπις. ἀντὶ τοῦ οὐκ ἀνέξει τῆς κιναιδίας Πρέπιδος. REΓ τὴν εὐρυπρωκτίαν] τὴν μαλακίαν.

### sch ach 843b

REΓ 3 Lh ἐξομόρξεται] ἀποψήσεται, ἀπομάξει.

### sch ach 843c

Lh Πρέπις ὡς καταπύγων κωμῳδεῖται.

### sch ach 843d

φησὶ δὲ ὅτι οὐκ ἀνέξει τῆς κιναιδίας καὶ μαλακίας Πρέπιδος. Lh οὐ δ ’ ὠστιεῖ Κλεωνύμ ῳ : ὠθήσεις, φιλονεικήσεις.

### sch ach 844

ἀντὶ τοῦ οὐδὲ πιεσθήσῃ ὑπὸ Κλεωνύμου ἀναγκάζοντός σε ἐκκλίνειν. οὗτος δὲ ὁ Κλεώνυμος ὡς ἀδήφαγος καὶ ῥίψασπις κωμῳδεῖται. REΓLh φανήν] λαμπράν.

### sch ach 845a

REΓ 3 δίει] διελεύσει.

### sch ach 845b

REΓ 3 Lh Ὑπέρβολο ς : τοῦτον ὡς φιλόδικον διαβάλλει συνεχῶς Ἀριστοφάνης· ἦν δὲ στρατηγὸς Ἀθηναίων.

### sch ach 846

REΓLh Κρατῖνο ς : οὗτος μελῶν ποιητής.

### sch ach 849a

κωμῳδεῖται δὲ ἐπὶ μοιχείᾳ καὶ ὡς ἀσέμνως κειρόμενος. μοιχὸς δὲ εἶδος καὶ ὄνομα κουρᾶς ἀπρεποῦς καὶ κιναιδώδους. REΓLh Κρατῖνος] οὗτος μελῶν ποιητής.

### sch ach 849b

Lh ἀεὶ] συνίζησις.

### sch ach 849c

Lh μοιχὸν] ὄνομα κουρᾶς.

### sch ach 849d

Lh “ μι ᾷ ” δὲ “ μαχαίρ ᾳ ” εἶπεν ὃ καλοῦμεν ἡμεῖς ξυράφιον.

### sch ach 849e

R οὐ δ ’ ὁ περιπόνηρο ς : ὡσεὶ ἔλεγεν ὁ περιφόρητος Ἀρτέμων, ἀπὸ τῆς παροιμίας ἧς μέμνηται καὶ Ἀνακρέων ταχθείσης ἐπὶ καλοῦ καὶ ἁρπαζομένου πρὸς πάντων παιδός.

### sch ach 850a

παρ’ ὑπόνοιαν δὲ ἔφη τὸ “ Ἀρτέμω ν” · οὐ γὰρ τοῦτον ἀλλὰ τὸν Κρατῖνον βούλεται δηλῶσαι. συνεχρόνισε δὲ τῷ δικαίῳ Ἀριστείδῃ οὗτος ὁ Ἀρτέμων, ὃς ἦν ἄριστος μηχανητής. διὰ δὲ τὸ χωλὸν αὐτὸν εἶναι, ὅπου ἂν κατειλήφει πόλεμος καὶ χρεία μηχανῆς ἦν ἐπὶ τὸ τεῖχος καταβληθῆναι ἤ τι τοιοῦτον, μετεπέμποντο αὐτὸν φερόμενον. ἀπὸ τούτου οὖν ἡ παροιμία. καὶ πάντες οἱ σοφοὶ περιφόρητοι καλοῦνται. REΓLh ὁ περιπόνηρος] ὁ περιφόρητος ὤφειλεν εἰπεῖν.

### sch ach 850b

Lh ὁ ταχὺς ἄγαν τὴν μουσική ν : ὡς ἐπὶ τροχοῦ ποιοῦντος αὐτοῦ ποιήματα.

### sch ach 851a

ἦν δὲ καὶ μελοποιός. REΓ ὁ ταχὺς ἄγαν τὴν μουσικήν] μελοποιὸς καὶ μηχανικὸς γὰρ ἦν καὶ ποιῶν ἐπὶ τροχοῦ μηχανήματα.

### sch ach 851b

Lh ὄζων κακόν] ὡς δυσώδη διαβάλλει.

### sch ach 852

REΓ 3 Lh Τραγασαίου] διὰ τὴν τῶν τράγων δυσωδίαν.

### sch ach 853

REΓ 3 Lh οὗτος ὁ Παύσων ζωγράφος πένης σκωπτολόγος.

### sch ach 854

R Λυσίστρατο ς : ἐπὶ μαλακίᾳ διεβάλλετο.

### sch ach 855a

ἐν ἐνίοις δὲ καὶ πένης ὁ αὐτὸς καὶ κυβευτής. ἐκαλεῖτο δὲ καὶ χηναλώπηξ. REΓLh Χολαργέω ν : δῆμος τῆς Ἀττικῆς οἱ Χολαργεῖς, τῆς Ἀκαμαντίδος φυλῆς.

### sch ach 855b

REΓLh Λυσίστρατος] ἐπὶ μαλακίᾳ διαβάλλεται.

### sch ach 855c

Lh τἀγορᾷ] συνίζησις.

### sch ach 855d

Lh ὁ περιαλουργό ς : ὁ κακοῖς βεβαμμένος, ἢ ὁ βαθὺς τοῖς κακοῖς.

### sch ach 856a

μετενήνεκται δὲ ἡ λέξις ἀπὸ τῆς βαφῆς τῆς πορφυρᾶς, τῆς θαλασσοβαφοῦς, ὅτι ἐκ βάθους τὸ ὄστρεον εὑρίσκεται. ἁλουργὶς δὲ ἐσθὴς ἡ πορφυρᾶ. REΓ ὁ περιαλουργός] ὁ κακοῖς βεβαμμένος.

### sch ach 856b

Lh “ περιαλουργὸ ς ” δὲ ἤτοι κακοῖς βεβαμμένος ἢ ὁ βαθὺς τοῖς κακοῖς.

### sch ach 856c

μετενήνεκται δὲ ἡ λέξις ἀπὸ τῆς βαφῆς τῆς πορφυρᾶς· ἐν γὰρ τῷ βάθει τῆς θαλάσσης τὸ ὄστρεον εὑρίσκεται ἐξ οὗ ἡ ἁλουργὶς ἤτοι ἡ πορφυρᾶ. Lh πλεῖν ἢ κτλ.

### sch ach 858a

] ἀντὶ τοῦ τριάκοντα ἡμέρας· ὁ γὰρ μὴν τριάκοντα ἡμέραις πληροῦται. REG 3 πλεῖν ἢ κτλ.

### sch ach 858b

] ἐπεὶ ὁ μὴν διὰ τριάκοντα ἡμερῶν πληροῦται. Lh (i) ἔκαμόν γα τὰν τύλα ν : κορωνίς· εἰσίασι γὰρ οἱ ὑποκριταί, καὶ εἰσὶν ἴαμβοι ξεʹ.

### sch ach 860a

EΓ 3 ( ii) ἄλλω ς : ἔρχεταί τις ἀνὴρ Θηβαῖος καμὼν τὸν ὦμον ἐν τῷ βαστάζειν τὸ φορτίον ὃ ἔφερε, καί φησιν, ἔκαμον τὸν ὦμον βαστάζων, ἴστω Ἡρακλῆς. τύλον δὲ ἀρσενικῶς καὶ τύλαν θηλυκῶς ἔλεγον τοῦ ὤμου τὸ τετυλωμένον καὶ πεπιλημένον καὶ τετριμμένον ἐκ τῆς σαρκός, ὁποῖον πολλάκις ἐπὶ τοῦ ὤμου γίνεται τοῖς ἀχθοφόροις ἐκ τοῦ βαστάζειν τι συνεχῶς. καὶ Τηλεκλείδης τραχήλου τύλαν εἶπεν. REΓ 3 ἴττω Ἡρακλεῖς] συνίζησις.

### sch ach 860b

Lh τὰν τύλαν] τὸν ὦμον.

### sch ach 860c

Lh ἔρχεταί τις ἀνὴρ Θηβαῖος καμὼν τὸν ὦμον ἐκ τοῦ φορτίου ὃ ἔφερε, καὶ ἐπικαλεῖται τὸν Ἡρακλέα ὡς ἀχθοφόρον ἢ ὡς θεὸν ἐγχώριον.

### sch ach 860d

Θηβαῖος γὰρ ἦν καὶ αὐτός. τύλον δὲ ἀρσενικῶς καὶ τύλαν θηλυκῶς ἔλεγον τὸν ὦμον τὸν τετυλωμένον καὶ πεπιεσμένον, ὁποῖον πολλάκις γίνεται ἐπὶ τοῖς ἀχθοφοροῦσι συνεχῶς. Lh τὰν γλάχωνα] τὸ ὀρίγανον.

### sch ach 861

Lh αὐληταὶ πάρ α : ἀντὶ τοῦ πάρεστε.

### sch ach 862a

ἐσπούδαζον γὰρ οἱ Θηβαῖοι περὶ τὸν αὐλόν. REΓ 3 πάρα] πάρεστε.

### sch ach 862b

Lh τοῖς ὀστίνοις φυσῆτ ε : λείπει τὸ αὐλοῖς.

### sch ach 863

“ ὀστίνοι ς ” δὲ ἔφη, ἐπεὶ τὸ παλαιὸν ἀπὸ τῶν ἐλαφείων ὀστῶν κατεσκεύαζον τοὺς αὐλούς. τὸ δὲ “ πρωκτὸν κυνὸ ς ” κομμάτιόν ἐστιν ἀπὸ παροιμίας ἣν τοῖς ὀφθαλμιῶσιν ἔλεγον, ἐς πρωκτὸν κυνὸς βλέπε. μέμνηται ἐν Ἐκκλησιαζούσαις “τούτῳ μὲν εἶπον ἐς πρωκτὸν κυνὸς βλέπειν”. REΓ 3 οἱ σφῆκε ς : ἀπὸ τοῦ ἤχειν τοὺς αὐλητὰς ὡς οἱ σφῆκες.

### sch ach 864

μετὰ τοῦ Θηβαίου δὲ αὐληταὶ πολλοὶ ἦλθον εἰς τὰς θύρας τοῦ Δικαιοπόλιδος. REΓ 3 Lh Χαιριδεῖ ς : τὰ τοῦ Χαίριδος πεπαιδευμένοι ἢ μελετῶντες.

### sch ach 866a

Χαῖρις δὲ αὐλητὴς Θηβαῖος ἄμουσος, οὗ μέμνηται ἐν ἀρχῇ τοῦ δράματος “ ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιο ν” . Ἀττικὴ δὲ ἡ συνήθεια τὸ οὕτω λέγειν ἀπὸ τοῦ Χαίριδος Χαιριδεῖς, καὶ ἀπὸ τοῦ περιστερᾶς περιστεριδεῖς. REΓLh βομβαύλιο ι : αὐληταί.

### sch ach 866b

τὸ δὲ βομβύλιος ἐν προσθέσει τοῦ α ἔφη “ βομβαύλιο ς” , παίζων παρὰ τὸν αὐλόν. βομβύλιος δὲ εἶδος μελίσσης, καὶ εἴρηται παρὰ τὸ βομβεῖν. REΓ βομβαύλιοι] αὐληταὶ βομβοῦντες.

### sch ach 866c

Lh νὴ τὸν Ἰόλαο ν : Ἰόλαος· ἥρως οὗτος τιμώμενος παρὰ Θηβαίοις.

### sch ach 867a

τὸ δὲ 〈ἑξῆσ〉· ὄπισθέν μου, φησίν, φυσῶντες τῷ πνεύματι αὐτῶν τὰ ἄνθη τῆς γλήχωνος ἀπέβαλον. ἐβάσταζε γὰρ φορτίον τῆς γλήχωνος. REΓ ἐπιχαρίτως] ἀντὶ τοῦ κεχαριτωμένως.

### sch ach 867b

REΓ 3 Ἰόλαον] ἐτιμᾶτο παρὰ Θηβαίοις ὡς ἥρως.

### sch ach 867c

Lh ἐπιχαρίτως] κεχαρισμένως ἡμῖν ἀπόδοιντο.

### sch ach 867d

Lh ἀπέκιξαν] ἀπετίναξαν.

### sch ach 869a

R γλάχωνος] ὀριγάνου.

### sch ach 869b

Lh ἀπέκιξαν] ἀπέβαλον· ἐβάσταζε γὰρ φορτίον τῆς γλήχωνος.

### sch ach 869c

Lh ὀρταλίχων] εἶδος ὀρνέων.

### sch ach 871a

EΓ 3 τετραπτερυλλίδω ν : τῶν ἀκρίδων παρὰ τὸ δʹ ἔχειν πτερά.

### sch ach 871b

“ ὀρταλίχω ν ” δέ, τινὲς τῶν ἀλεκτρυόνων, κατὰ τὴν τῶν Βοιωτῶν διάλεκτον. REΓLh κολλικοφάγε] κόλλιξ εἶδος ἄρτου περιφεροῦς.

### sch ach 872

REΓ 3 Lh ὀρίγανον] θηλυκῶς Ἀττικοὶ τὴν ὀρίγανον.

### sch ach 874a

EΓ 3 Lh γλαχ ώ : ἡ γληχώ, τῆς γληχῶ.

### sch ach 874b

Ἀττικοὶ δὲ βληχώ φασιν. EΓ γλαχώ] βληχώ φασιν Ἀττικοί.

### sch ach 874c

Lh φαλαρίδα ς : οἱ μὲν γένος ὀρνίθων· οἱ δὲ τὰς ἐν τῇ Φαληρίδι γενομένας.

### sch ach 875

EΓLh τροχίλους] εἶδος ὀρνίθων.

### sch ach 876

EΓ 3 Lh ὡσπερεὶ χειμὼν ὀρνιθία ς : οὕτως ὁ σφοδρὸς χειμών, ἐν ᾧ καὶ τὰ ὄρνεα διαφθείρεται.

### sch ach 877a

λέγεται δὲ καὶ ἄνεμος ὀρνιθίας ὁ ἐπὶ τὴν γῆν τὰ ὄρνεα στορεννὺς ὑπὸ τῆς τοῦ ψύχους πνοῆς. ὁ δὲ Σύμμαχος χειμῶνα ὀρνιθίαν ἀποδίδωσι διὰ τὸ χειμῶνος τὰ ὄρνεα ταῦτα ἐπιφαίνεσθαι, ὡς παρὰ Ἀράτῳ. REΓ ὀρνιθίας] σφοδρός, ἐν ᾧ καὶ τὰ ὄρνεα διαφθείρονται.

### sch ach 877b

Lh οὕτω καὶ ἄνεμον ὀρνιθίαν φασίν, ὃς ὑπὲρ τὴν γῆν τὰ ὄρνεα στορέννυσιν ὑπὸ τῆς τοῦ ψύχους σφοδρότητος.

### sch ach 877c

ὁ δὲ Σύμμαχος χειμῶνα ὀρνιθίαν ἀποδίδωσιν. Lh σκάλοπα ς : μύας τινάς, οὕς φαμεν σπάλακας.

### sch ach 879

REΓ 3 Lh ⟦ ἴκτιδα ς : ⟧ 〈ἐνύδριας 〉: εἶδος ζῴου ὡς οἱ κάστορες ἡ ἔνυδρις.

### sch ach 880a

ἔστι δὲ ἰχθυοφάγον. EΓ 3 Lh Κωπαΐδα ς : Κωπαῒς λίμνη ἐν Βοιωτίᾳ, ἐν ᾗ ἐγχελεῖς πλεῖσται.

### sch ach 880b

ἔστι δὲ καὶ πόλις ὁμώνυμος. REΓ 3 Lh δός μοι προσειπεῖ ν : ὁ Δικαιόπολις ἀκούσας τὰ περὶ τῆς ἐγχέλους πρὸς τὸν Μεγαρέα λέγει ἄσμενος ὅτι ὦ τερπνὸν καὶ καλὸν ἡμῖν τέμαχος· κομίσας τὴν ἔγχελυν δός μοι αὐτὴν προσειπεῖν.

### sch ach 882a

REΓ 3 εἰ φέρεις] εἰ ὄντως φέρεις.

### sch ach 882b

EΓ 3 Lh ἀκούσας τὰ περὶ τῆς ἐγχέλεως ἠγαλλιάσατο καὶ βούλεται προσειπεῖν αὐτήν.

### sch ach 882c

Lh πρέσβειρ α : ὁ στίχος ἀπὸ δράματος Αἰσχύλου, Ὅπλων κρίσεως οὕτως ἐπιγεγραμμένου, ἐν ᾧ ἐπικαλεῖται τὰς Νηρεΐδας ἐξελθούσας κρῖναι πρὸς τὴν Θέτιν τις λέγων “δέσποινα πεντήκοντα Νηρῄδων κορῶν”.

### sch ach 883

REΓLh κἠπιχάριττα τῷ ξέν ῳ : ἀντὶ τοῦ ἐπιχαρίτως ἔκβηθι τῷ ξένῳ.

### sch ach 884

EΓ 3 Lh ὦ φιλτάτη σ ύ : ὁ Δικαιόπολις εἰληφὼς τὴν ἔγχελυν λέγει ταῦτα, ἀσμένως αὐτὴν ὁρῶν.

### sch ach 885

REΓLh χοροῖ ς : ἐσιτοῦντο γὰρ οἱ χορευταὶ δημοσίᾳ.

### sch ach 886a

R τρυγῳδικοῖς] κωμικοῖς.

### sch ach 886b

Lh Μορύχ ῳ : ὁ Μόρυχος ἐπὶ ὀψοφαγίᾳ ἐκωμῳδεῖτο.

### sch ach 887a

ἦν δὲ καὶ τῶν ἡδέως βιούντων. τραγῳδίας δὲ ποιητὴς οὗτος. REΓ Μορύχῳ] οὗτος τραγῳδίας ποιητής.

### sch ach 887b

Lh ὁ Μόρυχος τραγῳδίας ἦν ποιητής.

### sch ach 887c

κωμῳδεῖται δὲ ἐπὶ ὀψοφαγίᾳ· ἦν γὰρ τῶν ἡδέως καὶ τρυφηλῶς βιούντων. Lh τὴν ἐσχάραν μο ι : “ ἐσχάρα ν ” τὴν νῦν καλουμένην ἄρουλαν.

### sch ach 888a

“ ῥιπίδ α ” δὲ τὸν φυσητῆρα. RE ῥιπίδα] τὴν νῦν καλουμένην φυσητῆρα.

### sch ach 888b

Lh τὴν ἀρίστην ἔγχελυ ν : Ἀττικῶς τὴν ἔγχελυν, Βοιωτοὶ ἔγχελιν.

### sch ach 889a

“ σκέψασθ ε ” δὲ ἀντὶ τοῦ θεάσασθε, προσέχετε. E σκέψασθε] σκοπήσατε, προσέχετε.

### sch ach 889b

Lh ἔγχελυν] Ἀττικοὶ ἔγχελυν, Βοιωτοὶ δὲ ἔγχελιν.

### sch ach 889c

Lh ἕκτῳ] ἕκτον γὰρ ἔτος ἐνειστήκει τοῦ πολέμου.

### sch ach 890

Lh τῆς ξένης χάρι ν : διὰ τὸ ἐπιξενίζεσθαι· παίζων δὲ ἔφη.

### sch ach 892

REΓ 3 Lh ἐντετευτλανωμένη ς : ἀντὶ τοῦ μετὰ τεύτλων ἑψηθείσης.

### sch ach 894

μετὰ τεύτλων γὰρ ἤσθιον τὰς ἐγχέλεις. λέγονται γὰρ τεύτλοις συνεψόμεναι ἥδισται εἶναι. καὶ ἀλλαχοῦ φησι “τὰς ἐν τεύτλοις λοχευομένας”. REΓLh ἐμοὶ δὲ τιμ ά : ἐμοὶ δὲ τὸ τίμημα αὐτῆς ποῦ ἔσται; REΓLh ἀγορᾶς τέλο ς : ἔθος ἦν τὸ παλαιόν, ὡς καὶ μέχρι τοῦ νῦν, τοὺς ἐν τῇ ἀγορᾷ πιπράσκοντας τέλος διδόναι τοῖς λογισταῖς.

### sch ach 896

λέγει οὖν ὁ Δικαιόπολις ὅτι τέλος λαμβάνω ταύτην ὑπὲρ ὧν ἐπώλησας. REΓLh ἰώγα ταῦτα πάντα] ἀντὶ τοῦ ἐγὼ ταῦτα πάντα.

### sch ach 898a

EΓ 3 ἰώγα] ἐγώ.

### sch ach 898b

Lh κεῖ ς ’ ἄξεις ἰώ ν : γράφεται καὶ “ἰώ” ἀντὶ τοῦ ἐγώ, καὶ δύο στιγμαὶ ἐν τῷ “ ἄξει ς” , εἶτα τὸ “ἰώ”.

### sch ach 899

EΓ ὅτι γ ’ ἔσ τ ’ Ἀθήναι ς : ταῦτα, φησίν, ὠνήσομαι παρὰ τῶν Ἀθηναίων, ἃ τοῖς Βοιωτοῖς οὐκ εἰσίν.

### sch ach 900

REΓLh Φαληρικάς] λιμὴν ἐν Ἀττικῇ τὰ Φάληρα.

### sch ach 901

EΓ 3 Lh ἀφύας ἢ κέραμο ν : καὶ ἀφύαι καὶ κέραμοι εἰσὶν ἐν τῇ Βοιωτίᾳ.

### sch ach 902a

“ ἐντ ὶ ” γὰρ ἀντὶ τοῦ εἰσίν. REΓ ἀλλ’ ἔντ’ ἐκεῖ] εἰσὶν ἐκεῖ ἀφύαι καὶ κέραμοι.

### sch ach 902b

Lh τᾶδε] ἐνταῦθα.

### sch ach 903

R ἐγᾦδα τοίνυ ν : οἶδα, φησίν, ὅτι ἐνταῦθα πλεονεκτεῖ τὸ τῶν συκοφαντῶν γένος· ὅθεν ἕνα λαβὼν καὶ δήσας ἀσφαλῶς ὥσπερ κέραμον ἔξαγε.

### sch ach 904a

R συκοφάντην ἔξαγ ε : διαβάλλει πάλιν τοὺς Ἀθηναίους ὡς πολλοὺς ἔχοντας συκοφάντας.

### sch ach 904b

EΓLh τὼ σιώ] τοὺς θεούς.

### sch ach 905

EΓ 3 Lh λάβοιμι μέντἂν 〈κέρδος 〉: εἰληφὼς τὸν συκοφάντην πεπληρωμένον ἁμαρτίας ἅτε πίθηκον καὶ πωλήσας εὑρήσω πολὺ κέρδος.

### sch ach 906a

ταῦτα δὲ εἰρωνευόμενος λέγει. REΓLh λάβοιμι] τοῦτο κατ’ εἰρωνείαν λέγει.

### sch ach 906b

Lh ἀγαγών] κομίσας καὶ πωλήσας.

### sch ach 906c

Lh ᾇπερ πίθακο ν : ὥσπερ πίθηκον, ἁμαρτίας καὶ ἀδικίας πεπληρωμένον.

### sch ach 907

EΓ 3 Lh Νίκαρχο ς : ὁ Νίκαρχος κωμῳδεῖται ὡς συκοφάντης.

### sch ach 908

“ φανῶ ν ” δὲ ἀντὶ τοῦ κατηγορήσων. REΓLh τῶ δ ’ ἐμ ά : δεικτικῶς τὸ τοῦδε, ἑαυτὸν δεικνύς.

### sch ach 910a

ἐπήγαγε γοῦν “ ἐμ ά” . REΓ δεικτικῶς τὸ τοῦδε.

### sch ach 910b

ἑαυτὸν δὲ δείκνυσιν ὅθεν καὶ ἐπήγαγεν “ ἐμ ά ” ἤγουν ἐμὰ τοῦδε. Ἀττικὸν δὲ τὸ εἰπεῖν “ἐμὰ τοῦδε” καὶ οὐκ “ἐμοῦ τοῦδε”, ὡς καὶ ἐν Πλούτῳ “τὸν ἐμὸν αὐτοῦ τοῦ ταλαιπώρου βίον”. Lh Θείβαθεν ἴττω Δεύ ς : ἐκ τῆς Θήβης, ἴστω ὁ Ζεύς.

### sch ach 911a

REΓ 3 ἴττω] ἴστω.

### sch ach 911b

Lh τί δὲ κακὸν παθών] τί ἠδικημένος.

### sch ach 912

REΓ 3 Lh ὀρναπετίοισ ι : ἀντὶ τοῦ ὀρνέοις.

### sch ach 913

ὡς ἐπὶ ἐθνῶν δὲ λέγει διὰ τὶ ὀρνέοις πόλεμον ποιεῖς, ὡσεὶ ἔλεγε Βοιωτοῖς ἤ τισιν ἁπλῶς ἄλλοις. REΓLh (i) τῶν περιεστώτων χάρι ν : οἷον οὐκ εἰς τὴν σὴν χάριν ἀλλὰ τῶν παρόντων, ὡς φιλόπολις.

### sch ach 915

REΓLh (ii) εἰς τὸ αὐτ ό : ἰδίως, φησί, φράσω διὰ τοὺς παρεστῶτας. EΓ 3 Lh θρυαλλίδα ς : διὰ τὰ ἐλλύχνια, ὡς ἀπορρήτου τούτου ὄντος καὶ δεινοῦ, εἰσφέρειν θρυαλλίδας εἰς τὰς Ἀθήνας.

### sch ach 916a

REΓ 3 Lh θρυαλλίδας] ἐλλύχνια.

### sch ach 916b

Lh (i) ἐνθεὶς ἂν εἰς τίφη ν : τίφην οἱ Ἀθηναῖοι καλοῦσι τὴν καλουμένην σίλφην, ἔστι δὲ ζῷον κανθαρῶδες.

### sch ach 920a

λέγει δὲ ὅτι ἐκ ταύτης δήσας τις τὴν θρυαλλίδα ἡμμένην εἰσπέμψειεν ἂν εἰς τὰ νεώρια, ἐπιτηρήσας βορέαν πνέοντα, καὶ οὕτω καύσει τὰς ναῦς. νεώριον δὲ καλεῖται ὁ τόπος ὁ περιέχων τὰ πλοῖα, ἡνίκα ἂν 〈ἀν〉ελκυσθῶσιν. REΓLh (ii) εἰς τὸ αὐτ ό : ἐμβαλών, ἐνδήσας τὴν θρυαλλίδα εἰς τὴν σίλφην. EΓ 3 Lh τίφην] ζῷον κανθαρῶδες ὃ καλοῦσι κοινῶς χρυσαλίδα.

### sch ach 920b

Lh δ ι ’ ὑδρορρόα ς : διὰ στενοῦ τόπου.

### sch ach 922

ὑδρορρόα καλεῖται τὸ μέρος τῆς στεφανίδος δι’ οὗ τὸ ἀπὸ τοῦ ὄμβρου ὕδωρ συναγόμενον κατέρχεται. REΓLh κεἴπερ λάβοιτ ο : ἐὰν ἅψηται, φησί, μόνον, εὐθὺς καίονται.

### sch ach 923

EΓ 3 Lh σελαγοῖν τ ’ ἄ ν : αἱ ναῦς δηλονότι.

### sch ach 924a

ταῦτα δὲ λέγει ἐκπληττόμενος ὁ Δικαιόπολις τὸν συκοφάντην. ταῦτα δὲ εἰπὼν τύπτει εὐθὺς τὸν Νίκαρχον. EΓ σελαγοῖντ’] ἀντὶ τοῦ καίοιντο.

### sch ach 924b

R σελαγοῖντ’] καιόμεναι λάμποιεν.

### sch ach 924c

Lh ἐκπληττόμενος ὁ Δικαιόπολις ἐν τοῖς ῥηθεῖσι λέγει τὸ “ ὦ κάκισ τ ’ ἀπολούμεν ε” · τύπτει δὲ εὐθὺς τὸν Νίκαρχον ὡς συκοφάντην.

### sch ach 924d

Lh σελαγοῖντ’] αἱ νῆες δηλονότι.

### sch ach 925a

Lh τίφης] τοῦ κανθαρώδους ζώου.

### sch ach 925b

Lh μαρτύρομα ι : ὁ Νίκαρχος τυπτόμενος ὑπὸ τοῦ Δικαιοπόλιδος λέγει.

### sch ach 926a

REΓ μαρτύρομαι] τυπτόμενος ταῦτα λέγει.

### sch ach 926b

Lh φορυτό ν : φρύγανον, σχοινίον, δέσμην χόρτου συρφετώδους.

### sch ach 927a

REΓ φορυτόν] ἀπόδεσμον χόρτου συρφετώδους.

### sch ach 927b

Lh ὥσπερ κέραμο ν : οἱ γὰρ καλῶς δεσμούμενοι κέραμοι δυσχερῶς καὶ μόλις κλῶνται.

### sch ach 928

REΓLh (ad vv.

### sch ach 929

929—34) ἔνδησον ὦ λῷστ ε : διπλῆ καὶ μετάβασις εἰς μονοστροφικὴν δυάδα, διστίχους ἔχουσαν τὰς περιόδους. EΓ 3 τὴν ἐμπολή ν : ἐμπολὴ λέγεται τὸ ἀπὸ τῆς πραγματείας κέρδος.

### sch ach 930

REΓ ταῦτ’] τὸ δῆσαι τὸν συκοφάντην.

### sch ach 932

R πυρορραγέ ς : πυρορραγῆ κεράμια καλεῖται ὅσα ἐν τῷ πυρὶ ῥήγνυνται ἐν τῷ ὀπτᾶσθαι.

### sch ach 933a

〈Κρατῖνος ἐν Ὥραις “ἴσως πυρορραγὲς καὶ κακῶς ὠπτημένον”.〉 ὁ δὲ κέραμος πυρορραγὴς γενόμενος σαθρὸν ἠχεῖ. REΓ 3 πυρορραγές] ὁ κέραμος ἐν τῷ πυρὶ ῥηγνύμενος ἠχεῖ.

### sch ach 933b

Lh τί χρήσεταί πο τ ’ αὐτ ῷ : ὁ Μεγαρικὸς τῷ συκοφάντῃ, δεθέντι τρόπον κεράμου.

### sch ach 935

EΓLh πάγχρηστον] εἰς πᾶσαν χρείαν ἐπιτήδειον.

### sch ach 936

Lh κρατήρ] δοχεῖον κακῶν.

### sch ach 937a

EΓ 3 Lh τριπτὴρ δικῶν] παρὰ τὸ ἐκτρίβειν τὰς δίκας.

### sch ach 937b

REΓ 3 τριπτὴρ δικῶν] δέον εἰπεῖν τριπτὴρ ἁλῶν ἢ ἄλλου τινός, εἶπε “ δικῶ ν ” διὰ τὸ ἐπιτρίβειν αὐτὸν τὰ πάντα δικάζοντα καὶ συκοφαντοῦντα.

### sch ach 937c

Lh φαίνειν ὑπευθύνου ς : καὶ ἐπὶ τοῦ συκοφαντεῖν τὸ “ φαίνει ν ” νοεῖται, καὶ ἐπὶ τοῦ ποιεῖν φῶς.

### sch ach 938a

διὰ τοῦτο καὶ λυχνοῦχον ἐπήγαγεν, ὃν λέγομεν φανὸν ἢ λαμπτῆρα. REΓ 3 Lh λυχνοῦχος] διὰ τὸ φαίνειν ἔπαιξε “ λυχνοῦχο ς ” εἰπών.

### sch ach 938b

REΓ 3 Lh (i) πῶς δ ’ ἂν πεποιθοίη τι ς : διὰ τὸ κράζειν καὶ βοᾶν τὸν συκοφάντην λέγει ὁ χορὸς ὅτι πῶς ἂν θαρροίη τοιούτῳ ἄνθρωπός τίς ποτε τοιοῦτον ἦχον ποιοῦντι.

### sch ach 940a

παρόσον καὶ οἱ ἄνθρωποι παραιτοῦνται ἐπὶ τοιούτων κεράμων ἀναγκαῖόν τι βαλεῖν, φοβούμενοι τὸ σαθρὸν αὐτῶν. EΓ (ii) ἄλλω ς : τῷ συκοφάντῃ λέγει, πῶς ἂν θαρροίη τις, διὰ τὸ καὶ αὐτὸν κράζοντα μέγαν ἦχον ποιεῖν. REΓ 3 πεποιθοίη] θαρροίη.

### sch ach 940b

Lh ὅτι οἱ ἄνθρωποι παραιτοῦνται ἐπὶ τοιούτων κεράμων ἀναγκαῖόν τι βαλεῖν φοβούμενοι τὸ σαθρὸν αὐτῶν.

### sch ach 940c

Lh ἀγγείῳ] τὸν συκοφάντην.

### sch ach 941a

Lh χρώμενος] λέγει διὰ τὸ καὶ αὐτὸν κράζοντα ἦχον ποιεῖν σαθρόν.

### sch ach 941b

Lh ψοφοῦντι] βοῶντι, ὡς ἐπὶ τῶν κεκλασμένων.

### sch ach 942

EΓ 3 Lh κατωκάρ α : κατὰ κορυφήν· οὕτως δὲ οἱ Ἀττικοὶ ὑφ’ ἓν λέγουσιν.

### sch ach 945

REΓ 3 ἤδη καλῶς ἔχει σο ι : ἤδη καλῶς ἐδεσμεύθη.

### sch ach 946

διπλῆ καὶ ἕπεται 〈δυὰσ〉 ὁμοία ἐκ στίχων ἑφθημιμερῶν τῇ πρώτῃ. REΓ μέλλω γέ τοι θερίδδει ν : “ θερίδδει ν ” θερίζειν, καταβάλλειν, ἀπὸ μεταφορᾶς τῶν θεριζόντων, ὅτι τὰ δράγματα τιθέασιν.

### sch ach 947a

ἢ ὅτι 〈διὰ〉 πολλοῦ 〈οὐκ〉 ἐθέριζον διὰ τὸν πόλεμον. τινὲς δέ φασι τὸν Δικαιόπολιν εἰρηκέναι μέλλοντα λαβεῖν τὰ τοῦ Βοιωτοῦ φορτία. REΓ θερίδδειν] θερίζειν, καταβάλλειν.

### sch ach 947b

Lh ἀπὸ μεταφορᾶς τῶν θεριζόντων ὅτι τὰ δράγματα καταβάλλουσιν ἔνθα βούλονται, ἢ ὅτι πολλοὶ ἐθέριζον διὰ τὸν πόλεμον.

### sch ach 947c

τινὲς δέ φασι διὰ τὸ μέλλειν λαβεῖν τὸν Δικαιόπολιν τὰ τοῦ Βοιωτοῦ φορτία τοῦτο εἰρηκέναι. Lh ἀλ λ ’ ὦ ξένων βέλτιστ ε : διπλῆ καὶ ἄλλη περίοδος τοῦ χοροῦ, ἰαμβικὴ καὶ αὕτη, ἐκ τριῶν μὲν διμέτρων ἀκαταλήκτων καὶ τετάρτου καταληκτικοῦ.

### sch ach 948

EΓ συκοφάντην] ὡσεὶ ἔλεγε σωρόν.

### sch ach 951

EΓ 3 Lh μόλις γ ’ ἐνέδησ α : ὁ Δικαιόπολις λέγει τὸν συκοφάντην.

### sch ach 952

διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους δύο. REΓ τὰν τύλα ν : τὸν τύλον τὸν ἀπὸ τοῦ ἀχθοφορεῖν γεγενημένον.

### sch ach 954a

ὃν δὲ εἶπεν ἄνω Ἰσμηνίαν νῦν Ἰσμήνιχον ὁ Θηβαῖος καλεῖ. REΓ 3 τύλαν] τὴν ἀπὸ τοῦ ἀχθοφορεῖν ἐν τῷ τραχήλῳ γεγενημένην τοῦ δέρματος σκληρότητα, ἐκ μεταφορᾶς τῶν ἀχθοφόρων ζῴων.

### sch ach 954b

Lh Ἰσμήνιχε] ὃν ἄνω Ἰσμηνίαν εἶπε νῦν Ἰσμήνιχον καλεῖ.

### sch ach 954c

Lh χὤπως κατοίσεις αὐτό ν : ἐπεὶ οἱ βαστάζοντες κεράμους εὐλαβῶς πάνυ καὶ προσεχόντως βαστάζουσιν.

### sch ach 955

REΓLh διαπαίζει τὸν συκοφάντην ὡς οὐδὲν ὀρθὸν ἦν· ἵνα μὴ οὕτω κούφως ἀπέρχῃ.

### sch ach 956

R εἰς τὸ κατὰ συκοφάντας μέρος.

### sch ach 958

R Δικαιόπολ ι : ἔρχεται Λαμάχου ἄγγελος λέγων τῷ Δικαιοπόλιδι ὅτι ἔπεμψε Λάμαχος σὺν τρισὶ δραχμαῖς καὶ ἑτέρᾳ μιᾷ ὅπως εἰς τὴν ἑορτὴν τῶν Χοῶν δῷς μοι τῆς μὲν μιᾶς δραχμῆς κίχλας, τῶν δὲ τριῶν ἔγχελυν.

### sch ach 959a

REΓLh βωστρεῖς] βοᾷς, Δωρικῶς.

### sch ach 959b

Lh εἰς τοὺς Χόα ς : εἰς τὴν ἑορτὴν τῶν Χοῶν.

### sch ach 961a

ἐπετελεῖτο δὲ Πυανεψιῶνος ὀγδόῃ. ἤγετο δὲ ἀπὸ Ὀρέστου, ὅτε ἦλθεν εἰς Ἀθήνας καθαρθῆναι βουλόμενος τὸ τῆς μητρὸς μύσος. τὸ δὲ “ χόα ς ” ὅτε ἐπὶ τῶν μέτρων τίθεται περισπᾶται. REΓ εἰς τοὺς Χόας] εἰς τὴν ἑορτὴν τῶν Χόων.

### sch ach 961b

Lh ἱστορία· ἡ δὲ περὶ τῶν χόων ἱστορία ῥηθήσεται ἑξῆς ἔνθα μέμνηται τῶν Χόων καὶ τῶν Χύτρων.

### sch ach 961c

ἄλλη γὰρ ἦν τῶν Χοῶν ἡ ἑορτὴ περὶ ἧς εἴρηται ἐν Ἱππεῦσι καὶ ἄλλη ἡ τῶν Χόων ἧς νῦν καὶ ἑξῆς μέμνηται. τὸ “ χόα ς ” δὲ ὅτε ἐπὶ τῶν μέτρων τίθεται περισπᾶται. Lh ὁ ποῖος οὗτο ς : διασύρει τὸν Λάμαχον ὡσανεὶ ἄσημον ὄντα.

### sch ach 963

REΓ 3 Lh ταλαύρινο ς : ὑπομονητικός, καρτερικὸς ἐν τῇ μάχῃ.

### sch ach 964a

Su. Τ 47 τὴν Γοργόνα] τὴν ἀσπίδα, διὰ τὸ ἔχειν Γοργόνος κεφαλήν, ὡς εἴρηται.

### sch ach 964b

Lh κραδαίνω ν : σείων, δονῶν, σαλεύων.

### sch ach 965a

Su. Κ 2314 κατασκίοις λόφοι ς : δυναμένους σκιάν τινι ποιῆσαι, ἀντὶ τοῦ ἐπιμήκεις, μεγάλους.

### sch ach 965b

REΓLh οὐκ ἂν μὰ Δ ί’ : οὐ δοίην αὐτῷ τέμαχος.

### sch ach 966a

ὅτι ἐπὶ ὀψαρίου μόνου λέγεται τὸ τέμαχος, ἐπὶ δὲ τῶν ἄλλων τόμος, οἷον ἐπὶ τυροῦ. REΓ οὐκ ἂν μὰ Δί’] οὐ δοίην αὐτῷ τι Lh ἀλ λ ’ ἐπὶ ταρίχ η : ταρίχη ἐσθίων ὁπλιζέσθω.

### sch ach 967a

τοῦτο γὰρ ἐν τοῖς πολέμοις ἤσθιον. δέον δὲ εἰπεῖν ἐπὶ ταρίχη ἀριστησάτω, ἔφη ἐπὶ ταρίχη τοὺς λόφους κραδαινέτω, διαπαίζων αὐτόν. REΓ οἱ ἐν πολέμοις ἐξερχόμενοι τὰ ταρίχη ὠνούμενοι ἐσθίουσι.

### sch ach 967b

δέον οὖν εἰπεῖν ἐπὶ ταρίχη ἀριστησάτω παίζων “ τοὺς λόφους κραδαινέτ ω ” εἴρηκεν. Lh ἢν δ ’ ἀπολιγαίν ῃ : ἐὰν δὲ θορυβῇ ἢ ὀξέως βοᾷ, παρὰ τὸ λιγύ, καλέσω κατ’ αὐτοῦ τοὺς ἀγορανόμους.

### sch ach 968

λέγει δὲ τοὺς ἱμάντας, οὓς ἀγορανόμους ἤδη κατέστησεν ἄνω. REΓLh εἴσει μ ’ ὑπαὶ πτερύγω ν : ἀντὶ τοῦ μετὰ πτερύγων καὶ κιχλῶν καὶ κοψίχων.

### sch ach 970a

ὁ δὲ τρόπος ποιητικός· μιμεῖται γὰρ μέλη. EΓ 3 ὑπαὶ] ἀντὶ τοῦ μετά.

### sch ach 970b

R ὑπαὶ] ὁ τρόπος ποιητικός· μιμεῖται γὰρ μέλη.

### sch ach 970c

Lh (ad vv.

### sch ach 971a

971—8) εἶδες ὦ : ὑφ’ ὃ κορωνίς, ὑποχωρησάντων τῶν ὑποκριτῶν. καὶ ἔστι συζυγία κατὰ περικοπὴν ἀνομοιομερής, φαντασίαν παρέχουσα ἐπιρρήματος, ὅτι τὰς στιχικὰς περιόδους οὐκ ἔχει ἐκ τοῦ αὐτοῦ στίχου, ἀλλ’ οὐδ’ εἰσὶ παρεισβατικαὶ πρὸς τὸ θέατρον. αἱ μὲν προηγητικαὶ αὐτῆς περίοδοί εἰσιν ἑπτά, κῶλα παιωνικὰ ἐκ μονομέτρου καὶ τετραμέτρου δὶς κἀκ τριῶν διμέτρων. EΓ 3 εἶδες ὦ] πρὸς τὸ σχῆμα.

### sch ach 971b

EΓ 3 ὁ χορός, ὑποχωρησάντων τῶν ὑποκριτῶν.

### sch ach 971c

R διεμπολᾶ ν : τὰ πρὸς πραγματείαν ἐπιτήδεια ἀγοράζειν.

### sch ach 973a

EΓ διεμπολᾶν] πραγματεύεσθαι, κερδίζειν.

### sch ach 973b

Lh (i) ὧν τὰ μὲν ἐν οἰκί ᾳ : τῶν ὀρνέων τὰ μὲν χρήσιμα καὶ ἀνθηρὰ κατὰ τοὺς οἴκους ἀνατρέφομεν, τὰ δὲ μὴ ἀνθηρὰ ἐσθίομεν.

### sch ach 974a

REΓLh (ii) ἄλλω ς : ἀντὶ τοῦ τῶν ὀρνέων τὰ μὲν ἐάσει νέμεσθαι ἐν τῇ οἰκίᾳ, τὰ δὲ ἔδεται. ἔπαιξε δὲ εἰπὼν παρὰ προσδοκίαν τὸ “ χλιαρ ά” . REΓ 3 ὧν] ἤγουν τῶν ὀρνέων.

### sch ach 974b

Lh χλιαρὰ] ἔπαιξε “ χλιαρ ὰ ” εἰπών.

### sch ach 974c

Lh τῷδε] τῷ Δικαιοπόλιδι.

### sch ach 977

RΓ 3 Lh οὐδέπο τ ’ ἐγὼ πόλεμο ν : ἐσωματοποίησε τὸν πόλεμον, διὸ ἔφη οὐχ ὑποδέξομαι αὐτόν, ὡσανεὶ ἄνθρωπόν τινα.

### sch ach 979a

EΓLh (ad vv.

### sch ach 979b

977—87, 990—9) αἱ δὲ ἀκολουθητικαὶ περίοδοί εἰσι δεκάκωλοι, ἐξ ἐννέα παιωνικῶν τετραμέτρων καὶ ἑνὸς τετραμέτρου τροχαϊκοῦ καταληκτικοῦ. EΓ 3 τὸν Ἁρμόδιον ᾄσετα ι : ἐν ταῖς τῶν ποτῶν συνόδοις ᾖδον μέλος τι Ἁρμοδίου καλούμενον, οὗ ἡ ἀρχὴ “φίλταθ’ Ἁρμόδιε, οὔ τί που τέθνηκας”.

### sch ach 980

ᾖδον δὲ αὐτὸν εἰς Ἁρμόδιον καὶ Ἀριστογείτονα ὡς καθῃρηκότας τὴν τῶν Πεισιστρατιδῶν τυραννίδα. ἦν δὲ καὶ ἕτερα μέλη, τὸ μὲν Ἀδμήτου λεγόμενον, τὸ δὲ Τελαμῶνος. ὁ δὲ λόγος, οὐδέποτε παρ’ ἐμοὶ ἑστιαθήσεται ὁ πόλεμος. REΓLh παροίνιος ἀνή ρ : οἷον μέθυσος καὶ ὑβριστής, δηλονότι ὁ πόλεμος.

### sch ach 981a

REΓΓ 3 παροίνιος] μέθυσος.

### sch ach 981b

Lh ἐπὶ πάντ’ ἀγάθ’ ἔχοντας] ἐπὶ ἡμᾶς τοὺς γεωργούς.

### sch ach 982a

REΓ 3 ἐπὶ πάντ’ ἀγάθ’ ἔχοντας] τοὺς γεωργοὺς λέγει.

### sch ach 982b

Lh ἐπικωμάσας] μετὰ φθορᾶς ἀμπέλων.

### sch ach 982c

Lh καὶ προσέτι πολλὰ 〈προκαλουμένου 〉: ἐν τῷ πίνειν πολλὰ ἐμοῦ προκαλουμένου αὐτὸν καὶ λέγοντος πῖνε καὶ ἀνάκεισο οὐκ ἠνέσχετο, ἀλλὰ μᾶλλον τὰ πράγματα συνέτριψε καὶ ἠφάνιζε τὰς χάρακας καὶ τὸν οἶνον ἐκ τῶν ἀμπέλων.

### sch ach 984a

φιλοτησίαν δὲ ἔλεγον τὴν φιάλην τὴν διδομένην ἐν τοῖς συμποσίοις. 〈ἐν γὰρ τῷ ποτῷ φιλοφρονούμενοι ἀλλήλους ἐπεδίδοσαν οἴνου κύλικα〉. REΓ προκαλουμένου] παρακαλοῦντος.

### sch ach 984b

Lh κατάκεισο] ἡσύχαζε.

### sch ach 985a

Lh φιλοτησίαν] τὴν φιάλην τὴν διδομένην ἐν τοῖς συμποσίοις μετὰ φιλήματος.

### sch ach 985b

Lh τὰς χάρακας] τοὺς πεπηγότας καλάμους.

### sch ach 986a

EΓ 3 τὰς χάρακας] καλάμους πεπηγότας ἐν τοῖς ἀμπέλοις ἔκαιεν· ἤγουν τὰς ἀμπέλους ἀπὸ μέρους.

### sch ach 986b

Lh ἐξέχει θ ’ ἡμῶν βί ᾳ : ὡς ἐπὶ πολέμου.

### sch ach 987

ἔδει δὲ ἐκ τῶν πίθων εἰπεῖν, οὐκ “ ἐκ τῶν ἀμπέλω ν” . EΓLh ἐπτέρωται δ ’ ἐπὶ τὸ δεῖπνο ν : πρὸς τὸ ἄνω ἀπέδωκε περὶ τοῦ Δικαιοπόλιδος.

### sch ach 988a

τὰ γὰρ διὰ μέσου περὶ τοῦ πολέμου εἴρηται. ὁ δὲ λόγος, Δικαιόπολις σπουδάζει περὶ τὸ δεῖπνον. REΓLh ἐπτέρωται] ἐπείγει, σπεύδει.

### sch ach 988b

R φρονεῖ] ὁ Δικαιόπολις.

### sch ach 988c

Γ τοῦ βίου] τῆς ἑαυτοῦ ζωῆς.

### sch ach 989a

R ἐξέβαλε δεῖγμ α : οἷον τῆς παρ’ αὐτῷ ἔνδον τρυφῆς σημεῖον καὶ ἀπόδειξις πρόκειται τῶν θυρῶν αὐτοῦ, τὰ τῶν ὀρνίθων πτερὰ τυθέντων καὶ τιλθέντων πρὸς εὐωχίαν αὐτοῦ προέβαλεν.

### sch ach 989b

REΓLh ὦ Κύπριδ ι : ἀντὶ τοῦ ὦ εἰρήνη.

### sch ach 989c

καλῶς δὲ ἡ εἰρήνη τῇ Ἀφροδίτῃ καὶ ταῖς Χάρισι φίλη, ὅτι οἱ γάμοι καὶ αἱ ἑορταὶ ἐν καιρῷ τῆς εἰρήνης ἄγονται, καὶ ὅτι ἡδίστη καὶ ἐπιχαρής ἐστιν. REΓLh Διαλλαγή] ἤγουν εἰρήνη.

### sch ach 989d

Lh σωματοποιεῖ τὴν εἰρήνην καὶ κάλλος αὐτῇ περιτίθησιν, καὶ ἔρωτα αὐτῆς ἔχειν βούλεται.

### sch ach 989e

Lh τὸ πρόσωπον ἄ ρ ’ ἐλάνθανε ς : ὦ εἰρήνη, ἐμὲ δηλονότι ἐλάνθανες.

### sch ach 990

EΓ 3 ὥσπερ ὁ γεγραμμένο ς : ἀνθέμων, ἀντὶ τοῦ ῥόδων.

### sch ach 992a

Ζεῦξις ὁ ζωγράφος ἐν τῷ ναῷ τῆς Ἀφροδίτης ἐν ταῖς Ἀθήναις ἔγραψε τὸν Ἔρωτα ὡραιότατον, ἐστεμμένον ῥόδοις. ὁ δὲ νοῦς δι’ ὑπερβατοῦ· ἐλάνθανές με οὕτως εὐειδὴς οὖσα ὡς ὁ γεγραμμένος Ἔρως. REΓLh γεγραμμένος] οὐ γὰρ ὁρᾶται Ἔρως εἰ μὴ ἐν γραφαῖς.

### sch ach 992b

Lh ἦ πάνυ γερόντιο ν : εἰ καὶ γέροντά με δοκεῖς ὁρᾶν ὅμως λαβών σε ἰσχύσω τρία γαμῆσαι.

### sch ach 993

REΓLh totus versus] παίζει ἐνταῦθα.

### sch ach 994

Lh ἀμπελίδος ὄρχο ν : ἀντὶ τοῦ εἰπεῖν σχῆμα συνουσίας τοῦτο ἔφη ὡς γεωργός.

### sch ach 995a

παρὰ δὲ τὸ τὸν ὄρχατον φυτεῦσαι μοσχεύματα σύκων. οὕτω δὲ καλοῦνται αἱ νέαι συκαῖ. “ μοσχίδι α ” δὲ τὰ νέα βλαστήματα, καὶ ἡ ἁπαλὴ καὶ νέα λύγος· “μόσχοισι λύγοισιν” “ ὄρχο ν ” δὲ οἷον ὄρχατον, κωμικῶς, ὡς φιλογέωργος ἀλληγορεῖ. ὡς ἐπὶ συνουσίας ἐμφαντικῶς κατὰ γεωργίαν τὸ “ μακρό ν ” EΓLh νέα “ μοσχίδι α ” τὰ νέα βλαστήματα, καὶ ἡ ἁπαλὴ καὶ νέα λύγος μόσχος· Ὅμηρος· “δίδη μόσχοισι λύγοισιν”.

### sch ach 995b

R πρῶτα μέ ν : ἀλληγορικῶς ἐπὶ συνουσίας.

### sch ach 995c

ἀντὶ τοῦ εἰπεῖν σχῆμα συνουσίας τοῦτο ἔφη ὡς γεωργός. R μοσχίδια] αἱ νέαι συκαῖ.

### sch ach 995d

EΓ 3 ἡμερίδος κλάδο υ : ἡμερὶς ἡ ἄμπελος, ὥς φησιν Ὅμηρος· “ἡμερὶς ἡβώωσα”.

### sch ach 997a

εἴρηται δὲ διὰ τὸ ἡμερῶσαι τὸ τῶν ἀνθρώπων φῦλον. EΓ 3 ἡμερίδος] εἶδος ἀμπέλου.

### sch ach 997b

EΓ 3 Lh ἐλᾷδας] συνίζησις.

### sch ach 998

Lh ταῖς νουμηνίαις] διὰ τὸ ταύτας εἶναι 〈τὰσ〉 τιμίας τῶν ἡμερῶν.

### sch ach 999

Su. Α 1166, N 516 εἰσίασιν οἱ ὑποκριταί.

### sch ach 1000

R πίνειν] ἔστιν.

### sch ach 1001a

Lh ἐκπίῃ] παρ’ ὑπόνοιαν ἀντὶ τοῦ στῇ ἐπὶ τῷ ἀσκῷ.

### sch ach 1001b

Lh ἀσκὸν Κτησιφῶντο ς : ὡς παχὺς καὶ προγάστωρ ὁ Κτησιφῶν σκώπτεται.

### sch ach 1002a

ἐν ταῖς Χοαῖς ἀγὼν ἦν περὶ τοῦ ἐκπιεῖν τινα πρῶτον χόα. καὶ ὁ νικῶν ἐστέφετο φυλλίνῳ στεφάνῳ καὶ ἀσκὸν οἴνου ἐλάμβανεν. πρὸς σάλπιγγας δὲ ἔπινον. ἐτίθετο δὲ ἀσκὸς πεφυσημένος ἐν τῇ τῶν Χοῶν ἑορτῇ, ἐφ’ οὗ τοὺς πίνοντας πρὸς ἀγῶνα ἑστάναι, τὸν πρῶτον πιόντα ὡς νικήσαντα λαμβάνειν ἀσκόν. ἔπινον δὲ μέτρον τι οἷον χοᾶ. REΓ Κτησιφῶντος] οὗτος ὡς παχὺς καὶ προγάστωρ κωμῳδεῖται.

### sch ach 1002b

Lh ἐν τῇ τῶν Χοῶν ἑορτῇ ἐτίθετο ἀσκὸς πεφυσημένος, οἱ δέ φασιν ὡς πλήρης οἴνου, εἰς ἀγῶνα.

### sch ach 1002c

ὅστις οὖν ἐφ’ ἑνὶ ποδὶ ἐφαλόμενος ἠδυνήθη ἐπάνω στῆναι τοῦ ἀσκοῦ τούτου ἐλάμβανεν ἆθλον, καὶ ἔπινε πρῶτος καὶ τοῖς ἄλλοις ἐδίδου φιλοτιμούμενος. ἔπινον δὲ πρὸς μέτρον τι οἷον χοᾶ. Lh τοῦ κήρυκος οὐκ ἀκούετ ε : καλοῦντος εἰς τὴν τῶν Χοῶν ἑορτὴν πάντας.

### sch ach 1004a

ἐκάλουν δὲ οἱ κήρυκες σάλπιγγας βαστάζοντες καὶ ἐσήμαινον. EΓ τοῦ κήρυκος] εἰς τὴν τῶν Χοῶν ἑορτὴν ἐκάλουν οἱ κήρυκες σάλπιγγας βαστάζοντες.

### sch ach 1004b

Lh ἀναβράττετ ε : ἀντὶ τοῦ στρέψατε τὰ ὀπτώμενα κρέα καὶ τὰ ὀπτηθέντα ἐξέλκετε.

### sch ach 1005a

REΓ ἀναβράττετε] στρέψατε τὰ ὀπτώμενα κρέα.

### sch ach 1005b

Lh ἀφέλκετε] ἐξέλκετε ἐκ τῶν χυτρῶν.

### sch ach 1005c

Lh τὰ λαγῷα] τὰ κρέα.

### sch ach 1006

Lh ἀναπείρω] πήξω, κεντήσω.

### sch ach 1007a

EΓ 3 ἀναπείρω] σουβλίσω.

### sch ach 1007b

Lh (ad vv.

### sch ach 1008a

1008—17) ζηλῶ σε τῆς εὐβουλία ς : διπλῆ καὶ περίοδος ἑπτάκωλος ἀμοιβαία, ἧς τὸ πρῶτον ἐν εἰσθέσει ἰαμβικὸν δίμετρον 〈ἀκατάληκτον. καὶ ἐν ἐπεκθέσει ἰαμβικὰ τετράμετρα〉 καταληκτικὰ δύο. καὶ ἐν εἰσθέσει κῶλον (δʹ) ἓν ὅμοιον τῷ πρώτῳ, καὶ (εʹ) ἐν παρεκθέσει ἰαμβικὸν ἑφθημιμερές, ἐξ ὧν ἀμφοτέρων γίνεται στίχος ὅμοιος τοῖς δύο. (ϛʹ) ἐν εἰσθέσει δὲ κῶλον ὅμοιον τῷ πρώτῳ. (ζʹ) 〈καὶ ἐν ἐπεκθέσει〉 στίχος ὁμοίως ἰαμβικὸς τετράμετρος καταληκτικός. EΓ 3 ζηλῶ κτλ.

### sch ach 1008b

] θαυμάζω τὴν εὐβουλίαν σου, ὦ Δικαιόπολι. REΓ 3 Lh τί δῆτ’] εἴποις.

### sch ach 1011

Lh ὑποσκάλευε] ἀναφύσα, ζωπύρει.

### sch ach 1014a

R ὑποσκάλευε] ἄναπτε.

### sch ach 1014b

Lh τὰ πρόσωπα· Δερκέτης γεωργὸς Φυλάσιος.

### sch ach 1018a

R οἴμοι τάλα ς : ἔρχεται ἀνὴρ Ἀθηναῖος γεωργός, ἀπολέσας αὐτοῦ τὰς βόας ληφθείσας ὑπὸ τῶν Βοιωτῶν, δεόμενος τοῦ Δικαιοπόλιδος λαβεῖν τῆς εἰρήνης πρὸς πέντε ἔτη.

### sch ach 1018b

REΓ ἔρχεται ἀνὴρ Ἀθηναῖος γεωργὸς ἀπολωλεκὼς τοὺς ἑαυτοῦ βόας ληφθέντας ὑπὸ Βοιωτῶν καὶ δεόμενος μετασχεῖν τῆς εἰρήνης ἐπὶ ἔτη πέντε.

### sch ach 1018c

Δερκέτην δὲ αὐτὸν ὀνομάζει ἀπὸ τῆς χώρας ἐν ᾗ ἐγεώργει. Φυλάσιον δὲ ἀπὸ δήμου οὕτως ὀνομαζομένου Φυλῆς, ἧς καὶ κατιὼν μέμνηται. καὶ Μένανδρος Δυσκόλῳ “νομίζετ’ εἶναι τὸν τόπον Φυλήν”. Lh κατὰ σεαυτόν νυν τρέπο υ : ἀντὶ τοῦ ἐν σεαυτῷ ἔχε τὴν κακοδαιμονίαν, μὴ ἐπιμίγνυσο ἡμῖν κακοδαιμονῶν.

### sch ach 1019

REΓLh σπονδαὶ γάρ εἰσι σοὶ μόν ῳ : ἐπεὶ αὐτὸς ἐσπείσατο μόνος εἰρήνην πρὸς Λακεδαιμονίους.

### sch ach 1020

REΓLh κἂν πέν τ ’ ἔτ η : ἀντὶ τοῦ εἰς πέντε ἔτη.

### sch ach 1021a

τὸ δὲ “ μέτρησο ν ” οἷον δάνεισον. καὶ Ἡσίοδος· “εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δ’ ἀποδοῦναι”. καὶ Θεόπομπος Καπήλισιν· “ἢ μετάδος ἢ μέτρησον ἢ τιμὴν λαβέ”. REΓ τῷ “ μέτρησο ν ” ὡς γεωργὸς ἐχρήσατο ἀντὶ τοῦ δάνεισον, ὡς καὶ παρ’ Ἡσιόδῳ “εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δ’ ἀποδοῦναι”.

### sch ach 1021b

Lh ἐπετρίβην] συνετρίβην, ἀπωλόμην.

### sch ach 1022

RΓ 3 Lh ἀπὸ Φυλῆ ς : ὄνομα δήμου.

### sch ach 1023a

καὶ Μένανδρος Δυσκόλῳ “τῆς Ἀττικῆς νομίζετ’ εἶναι τὸν τόπον Φυλήν”. REΓ Φυλῆς] ὄνομα δήμου.

### sch ach 1023b

Lh λευκὸν ἀμπέχει] ἀντὶ τοῦ λευχειμονεῖς· οἱ γὰρ Φυλάσιοι λευκὰ ἱμάτια ἐφόρουν.

### sch ach 1024

RΓ 3 Lh καὶ ταῦτα μέντοι νὴ Δί α : καὶ οὗτοι, φησίν, ἦσαν οἵπερ με ἔτρεφον καὶ ἐποίουν τρυφᾶν βόες.

### sch ach 1025

REΓLh βολίτοι ς : βόλιτον οἱ Ἀττικοὶ οὕτως ἔλεγον χωρὶς τοῦ β ὅπερ ἡμεῖς βόλβιτον.

### sch ach 1026a

λέγει δὲ ὅτι ἐν πάσῃ τρυφῇ, ἐν πᾶσιν ἀγαθοῖς. “ βολίτοι ς ” δὲ ὅτι περὶ βοῶν ὁ λόγος αὐτῷ. REΓ βολίτοις] παίζει.

### sch ach 1026b

βόλιτον ἡ κόπρος τῶν βοῶν. Lh ὅτι οἱ Ἀττικοὶ οὕτω λέγουσι βόλιτον χωρὶς τοῦ β, ὅπερ ἡμεῖς βόλβιτόν φαμεν.

### sch ach 1026c

ἔστι δὲ ἡ κόπρος τῶν βοῶν. δέον δὲ εἰπεῖν ἐν πᾶσιν ἀγαθοῖς “ βολίτοι ς ” εἶπε παρ’ ὑπόνοιαν παίζων. ἢ ἐπειδὴ διὰ τῆς κόπρου τὰ σπέρματα θάλλειν ποιοῦσιν οἱ γεωργοὶ καὶ καρπὸν πλεῖστον ποιεῖν ἐξ οὗ τρέφονται τοῦτο εἴρηκεν. Lh ἀπόλωλα τὠφθαλμ ώ : ἀπώλεσα τοὺς ὀφθαλμούς μου κλαίων καὶ ὀδυρόμενος τοὺς βόας.

### sch ach 1027a

REΓ ἀπόλωλα] ὅλον καὶ μέρος.

### sch ach 1027b

Lh τὠφθαλμώ] κατά.

### sch ach 1027c

Lh δακρύων] κλαίων.

### sch ach 1027d

Lh κήδῃ] φροντίζεις.

### sch ach 1028

Γ 3 Lh ὑπάλειψο ν : ἀντὶ τοῦ ἔγχρισον τοὺς ὀφθαλμούς μου ταχέως.

### sch ach 1029

REΓLh οὐ δημοσιεύων τυγχάν ω : οἱ δημοσίᾳ χειροτονούμενοι, 〈οἳ〉 καὶ δημόσιοι, προῖκα ἐθεράπευον.

### sch ach 1030a

οἷον οὖν οὐ κοινῇ ἐσπεισάμην, τουτέστι σὺν τῇ πόλει, ἰδίᾳ δὲ καὶ ἐμαυτῷ μόνῳ, 〈καὶ ἀμισθὶ οὐ μεταδίδωμί σοι〉. REΓ 3 πόνηρ’] γεωργέ.

### sch ach 1030b

Lh οὐ δημοσιεύων τυγχάνω] ἤγουν οὐ κοινῶς ἐσπεισάμην τῇ πόλει, ἀλλὰ μόνῳ ἐμαυτῷ.

### sch ach 1030c

Lh οἱ δημοσίᾳ χειροτονούμενοι ἰατροὶ δημοσίᾳ προῖκα ἐθεράπευον.

### sch ach 1030d

φησὶ γοῦν καὶ οὗτος ὅτι οὐ τῶν δημοσιευόντων ἰατρῶν τυγχάνω. Lh ἴ θ ’ ἀντιβολ ῶ : ἱκετεύω, δός μοι τῆς εἰρήνης, ὅπως ἀπολάβω τοὺς βόας.

### sch ach 1031

REΓLh πρὸς τοῦ Πιττάλο υ : ὁ Πίτταλος οὗτος ἰατρὸς παρὰ Ἀθηναίοις 〈δόκιμοσ〉.

### sch ach 1032a

λείπει δὲ τὸ μαθητάς. τοῦτο δὲ εἶπεν ἐπειδὴ ἐκεῖνος εἶπεν “ ὑπάλειψο ν ” τοὺς ὀφθαλμούς. ὡς ἂν οὖν εἰ ἔλεγεν ἄπελθε, ἐγχρίου παρὰ Πιττάλου. REΓ 3 οὐκ ἔστιν] ὅπως ἐλεήσω σε.

### sch ach 1032b

Lh τοὺς] λείπει μαθητάς.

### sch ach 1032c

Lh Πιττάλου] οὗτος ἰατρὸς παρ’ Ἀθηναίοις.

### sch ach 1032d

Lh εἰς τὸν καλαμίσκο ν : τὸν χαλκοῦν ἢ ἀργυροῦν, οἵους ἔχουσιν οἱ ἰατροί.

### sch ach 1034

REΓLh 〈 οὐ δ ’ ἂν〉 στριβιλικίγ ξ : ἀντὶ τοῦ οὐδὲ ῥανίδα.

### sch ach 1035

στρίβος δὲ καλεῖται ἡ λεπτὴ καὶ ὀξεῖα βοή. λικὶγξ δὲ ἡ ἐλαχίστη βοὴ τοῦ ὀρνέου. ἡ μὲν λέξις ἐκ τούτων γεγένηται. λέγει δὲ ὅτι οὐδὲ ἐλάχιστόν σοι μέρος μεταδίδωμι. REΓ 3 Lh γεωργοῖν] τῶν τὴν γῆν ἐργαζομένων.

### sch ach 1036

REΓ 3 Lh (ad vv.

### sch ach 1037

1037—46) ἀνὴρ ἀνεύρηκ ε : 〈δύο〉 διπλαῖ. αὕτη γάρ ἐστιν ἡ περίοδος ὁμοίως τῇ ἀνωτέρᾳ ἑπτάκωλος ἀντιστρέφουσα. EΓ 3 μεταδώσειν] τῶν σπονδῶν δηλονότι.

### sch ach 1039

REΓ 3 Lh χορδὴ καλεῖται τὸ παχὺ ἔντερον τοῦ προβάτου.

### sch ach 1040

R στάθευε] ὄπτα.

### sch ach 1041a

EΓ 3 Lh στάθευε] τουτέστιν ἡσυχῇ τῷ πυρὶ χλίαινε.

### sch ach 1041b

Photius ὀρθιασμάτω ν : ἀνατάσεως ῥημάτων, τῶν μετὰ βοῆς κόμπων, ἢ τῶν μελῶν, παρόσον ὄρθιος νόμος κιθαρῳδικός.

### sch ach 1042

REΓLh τἀγχέλει α : ἢ λείπει τὸ κρέα, ἵν’ ᾖ τὰ ἐγχέλεια κρέα, ἢ λέγει τὰς ἐγχέλεις.

### sch ach 1043

REΓLh παρόσον ἡ κνῖσα τῶν ὀπτωμένων τοῖς γείτοσι δ.

### sch ach 1045

... R λάσκων] φωνῶν, βοῶν.

### sch ach 1046

EΓ 3 ξανθίζετ ε : οἷον τῷ μέλιτι χρίετε ἢ χροΐζετε ἢ πυρρὰ τῇ ὀπτήσει ποιεῖτε· ἡ γὰρ καλῶς ἔχουσα ὄπτησις τῶν κρεῶν ἐστιν ὅταν πυρρὰ ᾖ.

### sch ach 1047a

REΓ ξανθίζετε] τῷ μέλιτι χρίετε.

### sch ach 1047b

Lh τῷ μέλιτι, φησί, χρίσατε καὶ ξανθὰ ποιήσατε ἢ καλῶς ὀπτήσατε ὥστε πυρρὰ γενέσθαι.

### sch ach 1047c

τὰ γὰρ καλῶς ὀπτηθέντα κρέα πυρρὰ γίνεται. Lh Δικαιόπολ ι : ἔρχεται ἀνήρ τις παράνυμφος βαστάζων κρέα τῷ Δικαιοπόλιδι παρά τινος νυμφίου, καὶ αἰτεῖ αὐτὸν λαβεῖν ἐν βησίῳ μικρὸν τῆς εἰρήνης, ὅπως μὴ ἐξέρχοιτο εἰς πόλεμον ὁ νυμφίος, ἀλλὰ μένοι τερπόμενος σὺν τῇ γυναικὶ αὐτοῦ.

### sch ach 1048a

REΓ ἀνήρ τις ἔρχεται πρὸς Δικαιόπολιν ἀπό τινος νυμφίου καὶ αἰτεῖ αὐτὸν ὅπως μὴ στρατεύσοι ἀλλὰ μένοι ἐν τῷ οἴκῳ τερπόμενος σὺν τῇ γυναικί.

### sch ach 1048b

Lh ποιῶν] κοινή.

### sch ach 1050

Lh ἐγχέαι] ἐπιχεῖν, ἐπιβαλεῖν.

### sch ach 1051a

REΓ 3 ἐγχέαι] ἐπιδοῦναι.

### sch ach 1051b

Lh τῶν κρεῶν] ὧν ἔπεμψέ σοι.

### sch ach 1051c

EΓ 3 Lh εἰς τὸν ἀλάβαστρον] εἰς τὴν μυροθήκην.

### sch ach 1053a

REΓ 3 Lh 〈 κύαθον〉 εἰρήνης ἕν α : ὡσεὶ ἔλεγε κοχλιάριον ἕν.

### sch ach 1053b

⟦ ἔστι δὲ λήκυθος ὦτα μὴ ἔχουσα, ἧς οὐκ ἔστι λαβέσθαι ⟧ . REΓ 3 ὡσεὶ ἔλεγε κοχλιάριον ἓν “ κύαθον ἕν α ” εἶπεν.

### sch ach 1053c

ἔστι δὲ κύαθος ἡ ὦτα μὴ ἔχουσα ὥστε λαβέσθαι αὐτῆς, τῶν λεκιθοπωλίδων κοτύλη. Lh τὰ κρέα] συνίζησις.

### sch ach 1054

Lh totus versus] παραιτεῖται ὁ Δικαιόπολις μεταδοῦναι τῆς εἰρήνης.

### sch ach 1055a

REΓ 3 Lh χιλιῶ ν : περισπῶσιν Ἀττικοί.

### sch ach 1055b

R ἡ νυμφεύτρι α : ἔρχεται νυμφεύτρια δεομένη Δικαιοπόλιδος καὶ λέγουσα ὅτι ἔπεμψέ με τις νύμφη δεηθῆναί σου πρὸς τὸ λαβεῖν τῆς εἰρήνης, ὅπως ἀλείφῃ τὸ αἰδοῖον τοῦ ἀνδρὸς αὐτῆς καὶ μὴ ἐξέρχοιτο εἰς πόλεμον.

### sch ach 1056

κωφὸν δὲ εἰσάγεται τὸ πρόσωπον τῆς νυμφευτρίας. REΓ totus versus] τοῦτό φησιν ὡς ἀκούσας πρὸς τὸ οὖς.

### sch ach 1058a

R φέρε δὴ τί σὺ λέγει ς;: παραθεὶς τὸ οὖς ἤκουσεν ὁ Δικαιόπολις τῆς νυμφευτρίας.

### sch ach 1058b

EΓLh ὡς γελοῖο ν : καχάζων καὶ ἀστειευόμενος ὁ Δικαιόπολις ἐφ’ οἷς ἤκουσε παρὰ τῆς νυμφευτρίας λέγει τὸ “ ὡς γελοῖο ν , ὦ θεο ί , τὸ δέημα τῆς νύμφη ς” .

### sch ach 1058c

τὸ δὲ δέημα αὐτῆς ἦν, μικρὸν τῆς εἰρήνης λαβεῖν ὅπως ἀλείφοι ταύτῃ τὸ αἰδοῖον τοῦ ἀνδρὸς κατὰ τὰς νύκτας καὶ μὴ ἐς πόλεμον ἐξέρχοιτο. EΓ 3 ἀστειευόμενος ἐκφέρει ὅπερ ἤκουσε παρὰ τῆς νυμφευτρίας.

### sch ach 1058d

τοῦτο δὲ παρεπιγραφὴ καλεῖται. κωφὸν γὰρ εἰσάγει τὸ πρόσωπον τῆς νυμφευτρίας. Lh τὸ δέημα] τοῦτο πρὸς τὸ “ γελοῖο ν ” συνάπτεται.

### sch ach 1059

Lh ὅπως ἂν οἰκουρῇ τὸ πέο ς : ἀντὶ τοῦ εἰπεῖν τὴν οἰκίαν, “ τὸ πέο ς ” ἔφη ”〈τοῦ νυμφίου 〉” .

### sch ach 1060a

REΓ 3 οἰκουρῇ] οἴκοι μένῃ.

### sch ach 1060b

Lh τὸ πέος τοῦ νυμφίου] ἤγουν ὁ νυμφίος.

### sch ach 1060c

παίζει δέ. Lh ὕπε χ ’ ὧδε δεῦρ ο : πρόφερε τὸ ἀλάβαστρον, φησίν, ἐξ οὗ ἀλείφονται οἱ δειπνοῦντες, τὴν τοῦ μύρου λήκυθον.

### sch ach 1063a

κατ’ ἐρώτησιν δὲ τοῦτο ἀναγνωστέον· τὸ δὲ ἑξῆς, ὡς συμβουλεύοντος καὶ ὑποτιθεμένου πῶς αὐτῷ δεῖ χρήσασθαι. REΓ πρόφερε τὸ ἀλάβαστρον ἤγουν τὴν τοῦ μύρου λήκυθον, ἐξ οὗ ἀλείφονται οἱ δειπνοῦντες.

### sch ach 1063b

Lh κατ’ ἐρώτησιν.

### sch ach 1064

R ⟦ καταλέγωσι ⟧ τουτῳ ΐ : τῷ ἀλείμματι.

### sch ach 1065a

λέγει δὲ τῇ εἰρήνῃ. τὸ δὲ “ καταλέγωσι ν ” ἀντὶ τοῦ κατατάττωσιν. RELh τουτῳΐ] κοινή.

### sch ach 1065b

Lh οἰνήρυσι ν : τὴν τοῦ οἴνου κοτύλην, ᾗ ἀρύονται.

### sch ach 1067

REΓ 3 Lh Χοᾶς] ἑορτὴ οὕτω καλουμένη τῶν Χόων.

### sch ach 1068

Lh τὰς ὀφρῦς ἀνεσπακώς] ἐσκυθρωπακώς.

### sch ach 1069

REΓ 3 Lh totus versus] ἔρχεταί τις καλῶν εἰς πόλεμον τὸν Λάμαχον.

### sch ach 1071

REΓLh ἀμφὶ χαλκοφάλαρ α : ἀντὶ τοῦ πολύχαλκα.

### sch ach 1072

τραγικώτερον δὲ λέγει διὰ τὸ μεγαλόρρημον τοῦ Λαμάχου. REΓLh τοὺς λόχους] τοὺς στρατιώτας.

### sch ach 1074a

REΓ 3 λόχους] τάγμα στρατιωτῶν.

### sch ach 1074b

Lh τὰς εἰσβολά ς : τὰς εἰσόδους τῶν πολεμίων στρατῶν.

### sch ach 1075a

“ νιφόμενο ν ” δὲ ὡς χειμῶνος ὄντος. REΓLh νειφόμενον] τοῦτο εἰς τὸ “ τηρεῖ ν ” συνάπτεται.

### sch ach 1075b

Lh (i) ὑπὸ τοὺς Χόας γά ρ : Θεόπομπος τοὺς διασωθέντας ἐκ τοῦ κατακλυσμοῦ ἑψῆσαί φησι χύτραν πανσπερμίας, ὅθεν οὕτω κληθῆναι τὴν ἑορτήν, “καὶ θύειν αὐτοῖς ἔθος ἔχουσιν Ἑρμῇ χθονίῳ”, τῆς δὲ χύτρας οὐδένα γεύσασθαι.

### sch ach 1076a

τοῦτο δὲ ποιῆσαι τοὺς περισωθέντας ἱλασκομένους τὸν Ἑρμῆν καὶ περὶ τῶν ἀποθανόντων. REΓLh (ii) ἄλλω ς : ἐν μιᾷ ἡμέρᾳ ἄγονται οἵ τε Χύτροι καὶ οἱ Χόες ἐν Ἀθήναις, ἐν ᾧ πᾶν σπέρμα εἰς χύτραν ἑψήσαντες θύουσι μόνῳ τῷ ⟦ Διονύσῳ καὶ ⟧ Ἑρμῇ. οὕτως Δίδυμος. REΓ 3 ἐν μιᾷ δὲ ἡμέρᾳ ἄγονται οἵ τε Χύτροι καὶ οἱ Χόες ὡς καὶ κατιὼν λέγει· “ ὑπὸ τοὺς Χόας γὰρ καὶ ⟦ τοὺσ ⟧ Χύτρους αὐτοῖσί τις ἤγγειλ ε ” εἰς χύτραν γὰρ πᾶν σπέρμα ἑψήσαντες Διονύσῳ μόνῳ θύουσι καὶ Ἑρμῇ.

### sch ach 1076b

τελεῖται δὲ ἡ ἑορτὴ αὕτη παρ’ Ἀθηναίοις. Lh ἐμβαλεῖν Βοιωτίου ς : πολέμιοι γὰρ ἦσαν οἱ Βοιωτοί.

### sch ach 1077a

ἐν τοῖς ἄνω γοῦν ὁ Δερκέτης ἔφη ὅτι Βοιωτοί τινες ἀφείλοντό μου τὸ ζεῦγος τῶν βοῶν. REΓ Βοιωτίους] πολέμιοι γὰρ αὐτῶν ἦσαν.

### sch ach 1077b

Lh ὅτι πολέμιοι ἦσαν οἱ Βοιωτοὶ Ἀθηναίων ἄνω ὁ γεωργὸς ἐδήλωσεν, ὑπὸ τούτων εἰπὼν ἀφαιρεθῆναι τοὺς βόας.

### sch ach 1077c

Lh οὐ δεινὰ μὴ ’ξεῖναί μ ε : ὁ Δικαιόπολις οὐ δεινόν, φησί, μὴ ἐξουσίαν ἔχειν με ἑορτάσαι; ἴσως διὰ τὸν τῶν στρατιωτῶν θόρυβον.

### sch ach 1079a

REΓ totus versus] ἴσως διὰ τὸν τῶν στρατιωτῶν θόρυβον τοῦτο λέγει.

### sch ach 1079b

Lh πολεμολα〈μα〉χαϊκό ν : ἔμφασιν ἔχει, ὡσεὶ ἔφη ξενικὸν ἢ Κορινθιακόν.

### sch ach 1080

EΓ 3 Lh καταγελᾷς ἤδη σύ μο υ : διὰ τὸ εἰπεῖν αὐτὸν “ πολεμολαμαχαϊκό ν ” REΓ 3 Lh βούλει μάχεσθαι Γηρυόνῃ τετραπτίλ ῳ;: ἀντὶ τοῦ τετρακεφάλῳ.

### sch ach 1082a

αἰνίττεται δὲ εἰς τὴν τοῦ Λαμάχου περικεφαλαίαν, τρεῖς λόφους ἔχουσαν, ἀπὸ τῶν περικειμένων αὐτῇ πτίλων. ὃ δὲ θέλει εἰπεῖν, τοῦτό ἐστι. βούλει πρὸς ἀκαταμάχητόν τινα μάχεσθαι; ὁ γὰρ Γηρυόνης, οὗ ἐμνήσθη, τρικέφαλος ἦν καὶ πολὺν ἀγῶνα παρέσχε τῷ Ἡρακλεῖ. δείκνυσι δὲ αὐτῷ τῶν τετραπτερυλλίδων ἅμα τοῦτο λέγων. ἀντὶ τοῦ εἰπεῖν Γηρυόνῃ τρισωμάτῳ “ τετραπτίλ ῳ ” εἶπεν. REΓ 3 τετραπτίλῳ] τετρακεφάλῳ ὤφειλεν εἰπεῖν.

### sch ach 1082b

Lh δέον εἰπεῖν Γηρυόνῃ τρικεφάλῳ, ἤγουν δυσκαταγωνίστῳ τινί, βούλει μάχεσθαι, “ τετραπτίλ ῳ ” εἶπε διὰ τὸ τὴν τοῦ Λαμάχου περικεφαλαίαν τετράλοφον εἶναι καὶ πτίλον ἐν ἑκάστῳ λόφῳ ἔχειν.

### sch ach 1082c

ὁ δὲ Γηρυόνης οὗτος οὗ μέμνηται τρικέφαλος ἦν καὶ πολὺν ἀγῶνα παρέσχε τῷ Ἡρακλεῖ ὅτε τὰς βόας αὐτοῦ ἠβούλετο λαβεῖν. Lh αἶ α ἶ : τούτων τινὲς τὸ μὲν πρῶτον διὰ τῆς αι διφθόγγου γράφουσι (θρηνητικὸν γάρ), τὸ δὲ δεύτερον διὰ τοῦ ε ψιλοῦ (θαυμαστικὸν γάρ).

### sch ach 1083a

EΓ ἀγγελίαν] τὸν πόλεμον δηλονότι.

### sch ach 1083b

RE αἶ αἶ τίνα δ ’ αὖ μοι προστρέχε ι : ἔρχεται ἄγγελος καλῶν τὸν Δικαιόπολιν ἐπὶ δεῖπνον.

### sch ach 1084

REΓ 3 βάδιζε τὴν κίστην λαβώ ν : τότε γὰρ οἱ καλοῦντες ἐπὶ δεῖπνον στεφάνους καὶ μύρα καὶ τραγήματα καὶ ἄλλα τοιαῦτα παρετίθεσαν, οἱ δὲ καλούμενοι ἔφερον ἑψήματα 〈καὶ κίστην καὶ χοᾶ〉.

### sch ach 1086a

“ κίστη ν ” δὲ τὴν ὀψοθήκην. Ὅμηρος· “μήτηρ δ’ ἐν κίστῃ ἐτίθει μενοεικέ’ ἐδωδήν, ὄψα τε οἷα ἔδουσι διοτρεφέες βασιλῆες”. χόα δὲ ἐπεφέροντο οἱ καλούμενοι ἵνα μὴ κοινωνῶσιν ἀλλ〈οτρί〉ου ποτηρίου, διὰ τὴν ἐπὶ Ὀρέστῃ γενομένην αἰτίαν. REΓ 3 τὴν κίστην] τὴν ὀψοθήκην.

### sch ach 1086b

Lh οἱ μὲν καλοῦντες ἐπὶ δεῖπνον στεφάνους καὶ μύρα καὶ τραγήματα καὶ ἄλλα παρετίθεσαν, οἱ δὲ καλούμενοι ἔφερον ἑψήματα καὶ κίστην ἤτοι ὀψοθήκην.

### sch ach 1086c

καὶ Ὅμηρος· “μήτηρ δ’ ἐν κίστῃ ἐτίθει μενοεικέ’ ἐδωδήν, ὄψα τε οἷα ἔδουσι διοτρεφέες βασιλῆες”. ἔφερον δὲ οἱ καλούμενοι καὶ χοᾶ ἤτοι ποτήριον ἵνα μὴ κοινωνῶσιν ἀλλήλοις τοῦ αὐτοῦ ποτηρίου, διὰ τὴν ἐπὶ Ὀρέστῃ γενομένην αἰτίαν. ἡ δὲ περὶ τούτου ἱστορία εἴρηται ἐν Ἱππεῦσιν. Lh μεταπέμπεται] μετακαλεῖται.

### sch ach 1087

Lh ἐγκόνε ι : ἀντὶ τοῦ σπεῦδε.

### sch ach 1088a

μέλλοντας γὰρ αὐτοὺς δειπνεῖν ἐπέχεις. REΓ 3 ἐγκόνει] σπεῦδε.

### sch ach 1088b

Lh κατακωλύεις] ἤγουν μέλλοντας δειπνεῖν αὐτοὺς ἐπέχεις, τουτέστιν ἀναμένοντές σε οὐ δειπνοῦσιν.

### sch ach 1088c

Lh πάρα] πάρεισι.

### sch ach 1091

EΓ 3 Lh σησαμοῦντε ς : ἄλλο σησαμοῦς καὶ ἄλλο σησάμη.

### sch ach 1092a

σησαμοῦς μὲν εἶδος πλακοῦντος, σησάμη δὲ ἣν ἡμεῖς καλοῦμεν σησαμίδα. REΓ 3 Lh ἴτρι α : καπυρώδη πλάσματα.

### sch ach 1092b

Su. I 745 ἄμυλοι] ὁ κοινῶς λεγόμενος καταστατός.

### sch ach 1092c

Lh ὀρχηστρίδε ς : ὑπερβατόν ἐστιν· ὀρχηστρίδες πάρεισι καλαὶ καὶ τὰ φίλτατα τοῦ Ἁρμοδίου, τουτέστι τὰ εἰς Ἁρμόδιον σκολιὰ ᾄσματα, ὅπερ ἀνωτέρω ἔφη “Ἁρμοδίου μέλος ᾄσεται”.

### sch ach 1093a

REΓ ὀρχηστρίδες] πόρναι ὀρχούμεναι.

### sch ach 1093b

Lh τὰ φίλταθ’ Ἁρμοδίου] τὰ εἰς Ἁρμόδιον σκολιὰ ᾄσματα.

### sch ach 1093c

Lh προείρηται ὅτι ἐν τοῖς συμποσίοις ᾖδον Ἁρμοδίου μέλος.

### sch ach 1093d

τοῦτο οὖν ἐνταῦθα λέγει φίλτατα τοῦ Ἁρμοδίου. Lh ἐπεγράφου τὴν Γοργόν α : ὅτι ἐζωγράφεις ἐν τῇ ἀσπίδι μεγάλην Γοργόνα.

### sch ach 1095a

REΓ ἔγραφον γὰρ ἐν τῇ ἀσπίδι εἰκόνα μεγάλην τῆς Γοργόνος, ὡς εἴρηται.

### sch ach 1095b

Lh τὸν γυλιό ν : γυλιὸς σπυριδῶδες πλέγμα, ἐν ᾧ τὰς τροφὰς ἔχοντες οἱ στρατιῶται ἐβάδιζον ἐπὶ πόλεμον.

### sch ach 1097

EΓ 3 τὴν κίστην] τὴν ὀψοθήκην.

### sch ach 1098

Γ 3 Lh ἅλας θυμίτα ς : ἐκ θύμων κατεσκευασμένους.

### sch ach 1099a

RΓΓ 3 Lh οἶσε] κόμισον.

### sch ach 1099b

Lh τεμάχ η : λείπει τὸ ἰχθύων.

### sch ach 1100a

“ ἄχθομα ι ” δὲ εἶπε διὰ τὸ μισεῖν τὸν πόλεμον. RΓ τεμάχη] ἰχθύων τμήματα.

### sch ach 1100b

Lh ἄχθομαι] διὰ τὸ μισεῖν τὸν πόλεμον.

### sch ach 1100c

Γ 3 Lh θρῖον ταρίχου ς : ἐπεὶ ἐπὶ φύλλων τὰ τεμάχη βαλλόμενα βαστάζονται.

### sch ach 1101a

“ σαπρο ῦ ” δὲ ἀντὶ τοῦ παλαιοῦ καὶ μὴ νέου. σκεύασμα δέ τι παρ’ Ἀθηναίοις τὸ θρῖον, ὃ περιλαμβάνει ὕειον στέαρ ἢ ἐρίφειον καὶ σεμίδαλιν καὶ γάλα καὶ τὸ λεκιθῶδες τοῦ ᾠοῦ πρὸς τὸ πήγνυσθαι· καὶ οὕτως εἰς φύλλα συκῆς ἐμβαλλόμενον ἥδιστον ἀποτελεῖ βρῶμα. οὕτω Δίδυμος. ἐκαλεῖτο δὲ ἄλλη τις σκευασία θρῖον, ἐγκέφαλος μετὰ γάρου καὶ τυροῦ κατασκευαζόμενος καὶ ἑλιττόμενος ἐν φύλλῳ συκῆς καὶ ὀπτώμενος. REΓ θρῖον] φύλλον συκῆς.

### sch ach 1101b

Lh ταρίχους] κρέατος πεπασμένου.

### sch ach 1101c

Lh οἶσε] κόμισον.

### sch ach 1101d

Lh σαπροῦ] παλαιοῦ.

### sch ach 1101e

Lh ὅπως κατασκευάζεται τὸ θρῖον εἴρηται ἐν Ἱππεῦσιν.

### sch ach 1101f

ἐκαλεῖτο δὲ καὶ ἄλλη τις σκευασία θρῖον, ἐγκέφαλος μετὰ γάρου καὶ τυροῦ κατασκευαζόμενος καὶ ἑλιττόμενος ἐν φύλλῳ συκῆς καὶ ὀπτώμενος. Lh ὀπτήσω δ ’ ἐκε ῖ : ἀντὶ τοῦ ἔνθα ἀπέρχομαι δειπνῆσαι.

### sch ach 1102

ΓΓ 3 totus versus] εἰς 〈τὸ〉 τὴν περικεφαλαίαν ποιεῖν.

### sch ach 1105a

RΓ 3 στρούθου] εἶδος ὀρνέου οὕτως ὠνομασμένου.

### sch ach 1105b

Lh βλέπειν] ἀποβλέπειν.

### sch ach 1108

Γ 3 τὸ λοφεῖο ν : ἐὰν μὲν ᾖ ὑποκοριστικόν, δηλοῖ τὸν ἐλάττονα τῶν τριῶν λόφων· ἐὰν δὲ διὰ τῆς ει διφθόγγου, προπερισπᾶται καὶ δηλοῖ τὴν θήκην τῶν λόφων.

### sch ach 1109a

EΓLh τὴν θήκην τῶν λόφων.

### sch ach 1109b

R λοφεῖον] τὴν θήκην τοῦ κράνους τοῦ τριλόφου.

### sch ach 1109c

Lh λεκάνιο ν : κρατῆρα πεπληρωμένον τῶν λαγῴων κρεῶν.

### sch ach 1110a

λεκάνια δὲ καὶ λεκανίδας τὰ μείζονα τῶν ὀξυβάφων καὶ ἐκπέταλα. REΓ λεκάνιον] ἀγγεῖον μεῖζον τοῦ ὀξυβάφου.

### sch ach 1110b

Lh τριχόβρωτε ς : θρὶψ ζῷον κατέσθιον τὰς τρίχας.

### sch ach 1111a

οἱ σῆτες ⟦ ὁ θρίψ ⟧ . τριχόβρωτον δὲ τοῦτό φησιν. RΓ τριχόβρωτες] θρὶψ σκώληξ κατεσθίων τὰς τρίχας.

### sch ach 1111b

Γ 3 Lh (i) τὴν μίμαρκυ ν : κυρίως μὲν μίμαρκυς ἡ λαγῴα χορδὴ ἡ ἐκ τῶν ἐντέρων.

### sch ach 1112a

χρῶνται δὲ καὶ ἐπὶ χοίρου. REΓLh (ii) ἄλλω ς : μίμαρκυς σκευασία τις τῆς κοιλίας ἢ τῶν ἐντέρων. οἱ δὲ τὴν ἐκ τοῦ λαγῴου αἵματος καὶ τῶν ἐντοσθίων σκευαζομένην καρύκην. REΓLh μίμαρκυν] λαγῴαν χορδήν.

### sch ach 1112b

Lh ὤνθρωπε βούλε ι : κατ’ ἐρώτησιν.

### sch ach 1113

δηλοῖ δὲ τὸ ἐν ἔχθρᾳ εἶναι. REΓ κἀπιτρέψαι Λαμάχ ῳ : ἐπιτρέψαι ὥστε κρῖναι.

### sch ach 1115a

καὶ Μένανδρος ἐν Ἐπιτρέπουσι· “ἐπιτρεπτέον τινί ἔστι περὶ τούτων”. ταῦτα δὲ διαλέγεται πρὸς τὸν οἰκέτην διασύρων καὶ παίζων τὸν Λάμαχον. EΓ κἀπιτρέψαι] ἐπιτρέψαι ὥστε κρῖναι.

### sch ach 1115b

RLh πότερον ἀκρίδε ς : διασύρει τὸν Λάμαχον ὡς ἀκρίδας ἐσθίοντα.

### sch ach 1116a

ἢ ὅτι πρότερον εὐτελεῖ ἐχρῆτο τῇ διαίτῃ. REΓLh πρὸς τὸν οἰκέτην δὲ διαλέγεται διασύρων καὶ παίζων Λάμαχον.

### sch ach 1116b

Lh καθελών μοι τὸ δόρ υ : παρατηρητέον ὅπως ὁ μὲν φιλοπόλεμος ὢν τὰ εἰς πόλεμον ζητεῖ, ὁ δὲ ἀντιστρόφως τὰ εἰς εἰρήνην.

### sch ach 1118

REΓLh δεῦρο τὴν χορδή ν : χορδὴ καλεῖται τὸ παχὺ ἔντερον τοῦ προβάτου.

### sch ach 1119

ELh τοὔλυτρο ν : τὴν θήκην.

### sch ach 1120

τὸ δὲ ἐντελὲς τὸ ἔλυτρον. EΓLh ἔ χ ’ ἀντέχου πα ῖ : κράτει καὶ ἕλκε τοῦ δόρατος τὴν θήκην.

### sch ach 1121a

RΓΓ 3 καὶ σὺ παῖ τοῦ δ ’ ἀντέχο υ : τοῦ ὀβελίσκου, ὥστε τὰ ἐμπεπαρμένα κρέα ἢ τὴν χορδὴν ἀφελκύσαι.

### sch ach 1121b

REΓ ἔχ’ ἀντέχου παῖ] ἕλκων τὸ δόρυ τοῦτο λέγει.

### sch ach 1121c

Lh καὶ σὺ κτλ.

### sch ach 1121d

] καὶ οὗτος ὀβελίσκον ἕλκων ἔχοντα κρέας ἐμπεπαρμένον τοῦτο λέγει. Lh τοὺς κιλλίβαντα ς : τρισκελῆ τινα σκευάσματα, ἐφ’ ὧν ἐπιτιθέασι τὰς ἀσπίδας διαναπαυόμενοι, ἐπειδὰν κάμωσι πολεμοῦντες.

### sch ach 1122

REΓ 3 καὶ τῆς ἐμῆς τοὺς κριβανίτα ς : λείπει γαστρός, ἵν’ ᾖ καὶ τῆς ἐμῆς γαστρὸς τὴν ἀνάπαυσιν ἔκφερε τοὺς κριβανίτας ἄρτους.

### sch ach 1123a

⟦ ἔπαιξε δὲ χαριέντως ὅτι καὶ οὗτοι περιφερεῖς ὡς αἱ ἀσπίδεσ ⟧ . EΓ ἐμῆς] νοεῖται γαστρός.

### sch ach 1123b

Lh κριβανίτας] ἄρτους κριθίνους.

### sch ach 1123c

Lh κριβανίτας ἄρτους φασὶ τοὺς κριθίνους.

### sch ach 1123d

εἴρηκε δὲ τοῦτο διὰ τὸ περιφερεῖς εἶναι καὶ τούτους ὡς αἱ ἀσπίδες. Lh γοργόνωτον ἀσπίδος 〈κύκλον 〉: περιφραστικῶς τὴν ἀσπίδα.

### sch ach 1124

“ γοργόνωτο ν ” δὲ τὴν ἔχουσαν Γοργόνα. REΓLh τυρόνωτο ν : ἔπαιξε δὲ χαριέντως ὅτι καὶ οὗτοι περιφερεῖς ὡς ἀσπίδες.

### sch ach 1125

R κατάχει σὺ παῖ τοὔλαιο ν : εἰς τὸν ὀμφαλὸν τῆς ἀσπίδος ἵνα γένηται λαμπροτέρα.

### sch ach 1128a

ὁ Λάμαχος δέ ἐστι παρακελευόμενος ἐπὶ τὸ μέρος τὸ χαλκοῦν τῆς ἀσπίδος ἔλαιον καταχυθῆναι ἵνα στίλβῃ. εἰσὶ γάρ τινες οἳ ἐν ἐλαίῳ ὁρῶντες μαντεύονται. οὕτως ὁ Σύμμαχος. σμήχει οὖν τὴν ἀσπίδα καταχέων τὸ ἔλαιον ἐπὶ τῆς χαλκῆς πτυχός, εἶτα ὡς φαιδρυνθείσης αὐτῆς ἐνοπτριζόμενος πρὸς αὑτὸν λέγει, ὁρῶ ἐν αὐτῇ γέροντα ὑπὸ δειλίας φεύγοντα, οἷον μὴ δυνάμενον ὁρᾶν τὴν ἀσπίδα διὰ τὴν ἔλλαμψιν. Ὅμηρος· “ὄσσε δ’ ἄμερδε 〈αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων〉”. ταῦτα δὲ ὡς μαντευόμενος λέγει. REΓ κατάχει κτλ.

### sch ach 1128b

] ἐν τῷ ὀμφάλῳ τῆς ἀσπίδος, ἵνα γένηται λαμπροτέρα. Lh ὅτι ὁ ἐν τῇ ἀσπίδι τῆς Γοργόνος τόπος χαλκοῦς ἦν.

### sch ach 1128c

ἔθος δέ ἐστι τοῖς μέλλουσιν ἐκστρατεῦσαι σμήχειν τὰ ὅπλα ἵνα λαμπρὰ φαινόμενα ἐκπλήττῃ τοὺς πολεμίους. ἐπίχεε οὖν, φησίν, ἔλαιον καὶ σμῆξον τὴν ἀσπίδα. ἀλλὰ καὶ μετὰ τὸ σμῆξαι ἐπιχέουσιν ἔλαιον ἵνα στίλβωσι τὴν τοῦ ἡλίου ἀκτῖνα δεχόμενα, ὅπερ οὗτος ἐνταῦθα οἶμαι λέγει μᾶλλον. διὰ τοῦτο γὰρ καὶ τὸ ἑξῆς ἐπάγει. Lh φευξούμενον] μὴ δυνάμενον ὁρᾶν τὴν ἀσπίδα ὑπὸ δειλίας διὰ τὴν λαμπρότητα.

### sch ach 1129

Lh τὸν Γοργάσο υ : παίζει παρὰ τὴν Γοργόνα.

### sch ach 1131

RΓΓ 3 Lh ἔξαιρε παῖ θώρακ α : πρὸς τὴν ὁμωνυμίαν ἔπαιξε.

### sch ach 1133a

θωρήξασθαι γάρ ἐστι τὸ καθοπλισθῆναι, ἀλλὰ καὶ τὸ πίνειν καὶ τὸ μεθυσθῆναι, ἐπειδὴ θώραξ καὶ τὸ στῆθος. διὰ τὸ θερμαίνειν οὖν τὸ στῆθος θωρήσσειν λέγουσι τὸ μεθύειν καὶ 〈ἀκρο〉θώρακας τοὺς ἀκρομεθύσους ἐκάλουν. κέχρηται δὲ τῇ λέξει καὶ Ἀνακρέων. ἔστι δὲ Ἀττική. ἔξελε οὖν, φησί, κἀμοὶ τὸν χοᾶ, ὃν καλεῖ θώρακα, ὥστε θωρακισθῆναι, τουτέστι τὸν θώρακα πληρῶσαι. RE G3 χοᾶ] ποτήριον.

### sch ach 1133b

Lh θωρήξομαι] ὁπλισθήσομαι.

### sch ach 1134

Lh θωρήξομαι] οἷον μεθυσθήσομαι.

### sch ach 1135

RLh κιστίδος] ὀψοθήκης.

### sch ach 1137a

RLh ἐκ τῆς κιστίδο ς : καὶ κίστη καὶ κιστὶς λέγεται.

### sch ach 1137b

καὶ διελθὼν τοῦτο τὸ δρᾶμα γνώσῃ. E γυλιὸν] ἀγγεῖον πλεκτόν, ἤγουν τὴν ὀψοθήκην.

### sch ach 1138

Lh νίφε ι · βαβαιά ξ : οἱ γὰρ ἐπὶ πόλεμον ἐξιόντες ἐπετήρουν τὰς διοσημίας.

### sch ach 1141a

REΓLh χειμέρια] ἀντὶ τοῦ ψυχρά.

### sch ach 1141b

R νίφει] χιονίζει.

### sch ach 1141c

Lh (ad vv.

### sch ach 1143

1143—9) ἴτε δὴ χαίροντε ς : κορωνὶς καὶ εἴσθεσις εἰς μέλος τοῦ χοροῦ προῳδικόν, περιόδων τριῶν. ὧν ἐστι πρώτη ἀναπαιστική. EΓ ὁδό ν : ὁ μὲν γὰρ ἐπὶ πόλεμον, ὁ δὲ ἐπὶ δεῖπνον.

### sch ach 1144

REΓLh στεφανωσαμέν ῳ : τῷ Δικαιοπόλιδι.

### sch ach 1145

λείπει δὲ τὸ πάρεστιν. REΓ σοὶ δὲ ῥιγῶ ν : ῥιγῶν Ἰωνικῶς ἀντὶ τοῦ ῥιγοῦν.

### sch ach 1146a

REΓ προφυλάττειν] τὴν ἐμβολήν.

### sch ach 1146b

R totus versus] παρατέλευτον.

### sch ach 1148

Lh τό γε δεῖνα] τὸ αἰδοῖον λέγει.

### sch ach 1149a

R τό γε δεῖνα] ἤγουν τὸ αἰδοῖον κατ’ εὐφημισμόν.

### sch ach 1149b

Lh Ἀντίμαχο ν : τὸν συγγραφέα τὸν μελῶν ποιητήν.

### sch ach 1150a

Ψακὰς δὲ οὗτος ἐπεκαλεῖτο, ἐπειδὴ προσέρραινε τοὺς ὁμιλοῦντας διαλεγόμενος. ἦν δέ τις καὶ Ὀλυμπιόνικος καλούμενος Ψακάς ⟦ διὰ τοῦτο ⟧ . ἐδόκει δὲ ὁ Ἀντίμαχος οὗτος ψήφισμα πεποιηκέναι ὅτι μὴ δεῖ κωμῳδεῖν ἐξ ὀνόματος, καὶ ἐπὶ τούτῳ πολλοὶ τῶν ποιητῶν οὐ προσῆλθον ληψόμενοι τὸν χορόν, καὶ δῆλον ὅτι πολλοὶ τῶν χορευτῶν ἐπείνων. ἐχορήγει δὲ τότε ὁ Ἀντίμαχος ὅτε εἰσήνεγκε τὸ ψήφισμα. οἱ δὲ λέγουσιν ὅτι ποιητὴς ὢν καλὸς χορηγῶν ποτε μικρολόγως τοῖς χορευταῖς ἐχρήσατο. EΓLh (ad vv.

### sch ach 1150b

1150—73) τὸν ξυγγραφ ῆ : διπλῆ καὶ ἡ τῶν ὁμοίων δυὰς ἔχουσα τὰς περιόδους δωδεκακώλους, ὧν τὸ πρῶτον χοριαμβικὸν δίμετρον ἀκατάληκτον, τὸ βʹ ἐν μὲν τῇ πρώτῃ περιόδῳ ἐστὶν ἰαμβικόν, ἐν δὲ τῇ δευτέρᾳ περιόδῳ χοριαμβικόν· ἔστι δὲ συγγενὲς τῷ ἰαμβικῷ. τὸ τρίτον χοριαμβικόν. ἑφθημιμερὲς τὸ τέταρτον. E φασὶ γὰρ αὐτὸν γράψαι ψήφισμα ὥστε τοὺς χοροὺς μηδὲν ἐκ τῶν χορηγῶν λαμβάνειν.

### sch ach 1150c

“ τὸν Ψακάδο ς ” ἔφη, οἱ μὲν ὅτι οὕτως ἐπεκαλεῖτο διὰ τὸ συνεχῶς πτύειν, ἢ διὰ τὸ μηδὲν ἀναλῶσαι. R Ψακάδος] ἐπειδὴ προσέρραινε τοὺς ὁμιλοῦντας διαλεγόμενος.

### sch ach 1150d

Lh ἀπέλυσεν ἄδειπνο ν : ἀπέκλεισε δείπνων.

### sch ach 1155a

ἀντὶ τοῦ ἀπεστέρησε τοὺς μισθούς, οὐδέν μοι ἐχορήγησεν. REΓ Λήναια] ἑορτὴ Διονύσου.

### sch ach 1155b

Lh ἀπέλυς’ ἄδειπνον] ἤγουν ἀπεστέρησε τοὺς μισθούς.

### sch ach 1155c

Lh τευθίδος] εἶδος ἰχθύος.

### sch ach 1156

Lh σίζουσ α : ἀντὶ τοῦ ζέουσα, ὡς ἐπὶ τηγανιζομένης, ποιὸν ἦχον ἀποτελοῦσα.

### sch ach 1158a

καὶ Ὅμηρος· “ὣς τοῦ σῖζ’ ὀφθαλμὸς 〈ἐλαΐνῳ ἀμφὶ πελέκει〉”. “ πάραλο ς ” δὲ ἀντὶ τοῦ παραθαλασσία, ἢ παρὰ τοὺς ἅλας κειμένη. ἐπεὶ δὲ καὶ ἱερὰ ναῦς τῶν Ἀθηναίων Πάραλος καλεῖται ἐπήνεγκε τὸ “ ὀκέλλο ι” , ὅ ἐστι προσορμίζοι, ὡς ἐπὶ νεώς. REΓ σίζουσα] ζέουσα.

### sch ach 1158b

Lh πάραλος] θαλασσία.

### sch ach 1158c

Lh ὀκέλλοι] προσορμίζοι, ἐπὶ τῆς νεὼς τῆς ὀνομαζομένης Παράλου.

### sch ach 1159

Lh ἠπιαλῶ ν : ἀντὶ τοῦ ῥιγοπυρέτῳ περιπεσών· ἠπίαλος γὰρ κυρίως ὁ μετὰ ῥίγους πυρετός.

### sch ach 1164a

“ ἠπιαλῶ ν ” δὲ εἶπε καὶ “ βαδίζω ν ” ἀντὶ τοῦ ἠπιαλοῦντα καὶ βαδίζοντα. “ ἱππασία ς ” δὲ ἀντὶ τοῦ ἱππικῆς, ὡς ὄντος αὐτοῦ ἱππέως. καὶ γὰρ ἕως ἑσπέρας διατρίβουσιν ἐν τῇ δοκιμασίᾳ οἱ ἱππεῖς. περιοδικὴ δέ ἐστιν ἡ νόσος, ἔνθεν ἔπαιξεν εἰπὼν “ ἐξ ἱππασίας ἠπιαλῶ ν” , ἐπεὶ ὡς εἶπον περιοδικὴ ἡ νόσος ἠπίαλος. EΓ βαδίζων] ἀντὶ τοῦ βαδίζοντα κατὰ τὸ ἀρχαῖον σύνηθες ὡς ”〈ἐξὸν καθεύδειν〉 τὴν ἐρωμένην ἔχων” ἀντὶ τοῦ ἔχοντα.

### sch ach 1164b

R ἠπιαλῶν] ἀντὶ τοῦ ῥιγοπυρέτῳ περιπεσών.

### sch ach 1164c

RLh ἱππασίας] ἤγουν ἱππικῆς.

### sch ach 1164d

Lh ἠπίαλος λέγεται ὁ μετὰ ῥίγους πυρετός.

### sch ach 1164e

ἐπειδὴ οὖν περιοδική ἐστιν ἡ νόσος, περιοδικὴ δὲ καὶ ἡ ἱππασία, ἐκ πρωΐας γὰρ μέχρις ἑσπέρας διατρίβουσιν ἐν τῇ δοκιμασίᾳ τῶν ἵππων, διὰ τοῦτο “ ἠπιαλῶ ν ” ἔφη “ οἴκα δ ’ ἐξ ἱππασίας βαδίζω ν ” θλασθείη τὴν κεφαλήν. Lh τῆς κεφαλῆς Ὀρέστη ς : Ἀττικῶς ἀντὶ τοῦ τὴν κεφαλήν.

### sch ach 1167a

ὁ δὲ Ὀρέστης οὗτος προσποιούμενος μανίαν τοὺς παριόντας ἀπέδυεν. ἦν γὰρ λωποδύτης. ἢ καὶ πρὸς τὴν ὁμωνυμίαν, ἀντὶ τοῦ ὁ μαινόμενος 〈ὡς ὁ Ὀρέστησ〉. REΓ τῆς κεφαλῆς] Ἀττικῶς ἀντὶ τοῦ τὴν κεφαλήν.

### sch ach 1167b

Lh Ὀρέστης τις μανίαν ὑποκρινόμενος ἀπέδυε τοὺς παριόντας.

### sch ach 1167c

λωποδύτης γὰρ ἦν. ἢ πρὸς τὴν ὁμωνυμίαν τοῦ Ὀρέστου ἐκείνου, τοῦ υἱοῦ τοῦ Ἀγαμέμνονος τοῦ μανέντος, καὶ τοῦτον μαινόμενον λέγει. Lh πέλεθον] βόλιτον.

### sch ach 1170

Lh ἐπαΐξειεν] συνίζησις.

### sch ach 1171

Lh βάλοι Κρατῖνο ν : παρ’ ὑπόνοιαν λέγει Κρατῖνον οὐ τὸν ποιητὴν ἀλλά τινα ἕτερον, ἀλαζόνα καὶ θρασὺν καὶ μέθυσον.

### sch ach 1173a

βάλοι οὖν φησι τοῦτον, ἵνα πλείοσι κακοῖς περιπέσῃ τυπτόμενος ὑπ’ αὐτοῦ. REΓ Κρατῖνον] οὐ τὸν ποιητὴν ἀλλ’ ἕτερον, ἀλαζόνα καὶ μέθυσον.

### sch ach 1173b

Lh (ad vv.

### sch ach 1174a

1174—89) ὦ δμῶε ς : εἰσέρχεται γὰρ ὁ ὑποκριτής. καὶ ἔστιν ἰαμβεῖα τρίμετρα ἀκατάληκτα ιϛʹ. EΓ σύστημα κατὰ περικοπήν.

### sch ach 1174b

Lh ὀθόνι α : τὰ λεγόμενα παρὰ τοῖς ἰατροῖς λυχνώματα.

### sch ach 1176

“ κηρωτὴ ν ” δὲ ἔμπλαστρον φάρμακον. EΓLh οἰσυπηρά] ῥύπου πεπληρωμένα.

### sch ach 1177a

οἰσύπη δέ ἐστι τὸ διαχώρημα τῶν προβάτων. R λαμπάδιον περὶ τὸ σφυρό ν : οἱ μὲν τὸ λεπτὸν χειρίδιον, οἱ δὲ ἐπιδέσμου εἶδος, οἱ δὲ τὸν νάρθηκα τῶν ἰατρῶν τὸν ναρθηκίζοντα τὸ σφυρόν, οἱ δὲ τὰ ἔμμοτα.

### sch ach 1177b

“ οἰσυπηρ ὰ ” δὲ τὰ ῥύπου πεπληρωμένα. EΓ οἰσυπηρά] ῥύπου πεπληρωμένα.

### sch ach 1177c

Lh λαμπάδιον] καταδέσμου εἶδος.

### sch ach 1177d

Lh τὸ σφυρόν] τὸ ὀστοῦν τὸ κάτωθεν τοῦ γόνυος.

### sch ach 1177e

Lh χάραξ ἐστὶ ξύλον ἐν ᾧ τὰς ἀμπέλους δεσμοῦσιν ὥστε ἵστασθαι καὶ μὴ πίπτειν εἰς γῆν.

### sch ach 1178a

Lh τάφρον] τὸν κοινῶς τράφον.

### sch ach 1178b

Lh 〈 παλίνορρο ν : 〉 παλινόρμητον.

### sch ach 1179a

〈διπλοῦν ἐποίησε τὸ ἀνάπαλιν ὁρμώμενον ⟦ ποιεῖν ⟧ 〉. “ ἐξεκόκκισε ν ” δὲ ἀντὶ τοῦ ἐξέβαλεν, ἐξέκλασεν. ἡ μεταφορὰ ἀπὸ τῶν κόκκων. θέλει δὲ εἰπεῖν, ἔκλασε τὸν πόδα. R τὸ σφυρόν] τὸ ἀπὸ τοῦ γόνυος κάτω κῶλον.

### sch ach 1179b

Lh παλίνορρον] ἐκτραπὲν τῆς ἁρμονίας.

### sch ach 1179c

Lh ἐξεκόκκισεν] ἤχησε.

### sch ach 1179d

Lh τῆς κεφαλῆς] Ἀττικὸν ἀντὶ τοῦ τὴν κεφαλήν.

### sch ach 1180a

Lh κατέαγε] συνέθλασε.

### sch ach 1180b

Lh καὶ Γοργό ν ’ ἐξήγειρε ν : παρ’ ὑπόνοιαν.

### sch ach 1181a

θέλων γὰρ εἰπεῖν ὅτι ἀπὸ τῆς πληγῆς κορδύλην ἐνεποίησεν, αὐτὸς ὁ Λάμαχος, ἔφη, Γοργόν’ ἐξήγειρεν· ὡσεὶ ἔλεγεν, οἴδημα ἀνέστησεν ἐπὶ τῆς κεφαλῆς. EΓ totus versus] ὡσεὶ ἔλεγεν, οἴδημα ἀνέστησεν ἐπὶ τῆς κεφαλῆς.

### sch ach 1181b

RLh πτίλον δὲ τὸ μέγ α : ἔπαιξε πλάσας ὄνομα ὄρνιθος.

### sch ach 1182a

τινὲς οὕτως· πτίλου δὲ τοῦ μεγάλου πεσόντος εἰς τὰς πέτρας, δεινὸν μέλος ἐξηύδα ὁ Λάμαχος. ἢ πεσὼν πρὸς ταῖς πέτραις ἐθρήνει τὸ μέγα πτίλον. REΓ ἔπαιξε πλάσας ὄνομα ὄρνιθος διὰ τὸ κομπηρὸν τοῦ Λαμάχου.

### sch ach 1182b

πτίλον δὲ μέγα λέγει τὴν περικεφαλαίαν αὐτοῦ ἀπὸ τοῦ ἐν αὐτῇ πτεροῦ. οὐ γὰρ τὸ πτερὸν πεσὸν εἰς πέτραν ἤχησεν ἀλλὰ τὸ κράνος ἐκ χαλκοῦ κατεσκευασμένον. Lh πτίλον] ἤγουν τὸ κράνος.

### sch ach 1182c

Lh κομπολακύθου] τοῦ κομπηρὰ λαλοῦντος Λαμάχου.

### sch ach 1182d

Lh δεινὸν ἐξηύδα μέλος] φοβερὸν ἀπήχησεν.

### sch ach 1183

Lh κλεινὸν ὄμμα] ἥλιε.

### sch ach 1184

Lh εἰς ὑδρορρόαν] εἰς ὕφαλον πέτραν.

### sch ach 1186a

R ὑδρορρόαν] ὕφαλον πέτραν, ἢ τὸ κοινῶς ἀγώγιον δι’ οὗ διέρχεται τὸ ὕδωρ.

### sch ach 1186b

Lh δραπέταις] φεύγουσί τισι.

### sch ach 1187

Lh κατασπέρχων] κατεπειγόμενος, σπουδάζων.

### sch ach 1188a

Lh totus versus] ὁ στίχος ἐκ Τηλέφου Εὐριπίδου.

### sch ach 1188b

Lh (ad vv.

### sch ach 1190a

1190—1202) ἀτταταῖ: διπλῆ καὶ μέλος μεταβολικόν. Γ ἀτταταῖ] θρηνῶν παρατραγῳδεῖ.

### sch ach 1190b

RLh παρατηρητέον ὅτι ἀντιτίθησιν αὖθις ὁ μὲν τὰ ἐκ τοῦ πολέμου δεινὰ ἅπερ ἔπαθεν, ὁ δὲ ἅπερ ἔχει ἐν εἰρήνῃ χαρμόσυνα.

### sch ach 1190c

Lh ἀτταταῖ] φεῦ.

### sch ach 1190d

Lh κατεγχάνο ι : καταγελάσοι.

### sch ach 1197

RΓLh ἀτταταῖ] φεῦ.

### sch ach 1198

Lh καὶ κυδώνι α : ὡσεὶ ἔλεγε μῆλα, ὅτι παρὰ τὰ ἄλλα σκληρότερά εἰσιν.

### sch ach 1199a

RΓLh τῶν τιτθίων] τῶν μαστῶν.

### sch ach 1199b

Lh ὦ χρυσίω] πρὸς τὰς δύο πόρνας λέγει.

### sch ach 1200

RLh τὸ περιπεταστὸν κἀπιμανδαλωτό ν : εἴδη φιλημάτων ἐρωτικῶν, ἐν οἷς δεῖ τὴν γλῶτταν τοὺς φιλοῦντας λείχειν.

### sch ach 1201

REΓLh χοᾶ] ποτήριον.

### sch ach 1202

Lh Λαμαχίππιον] ἱππικὲ Λάμαχε.

### sch ach 1206

RΓ 3 Lh τί με σὺ κινεῖ ς ; τί 〈με σὺ〉 δάκνει ς; ἔνιοι ἓν εἶναι βούλονται, ἵν’ ᾖ ὁ Λάμαχος λέγων πρὸς τὸν Δικαιόπολιν τὸ “ τί με σὺ δάκνει ς;” , ἵν’ ᾖ τὸ κινεῖν ἀντὶ τοῦ σαίνειν.

### sch ach 1208a

ὡσεὶ ἔλεγε, τί μου καταπαίζεις καὶ λυπεῖς μ’, ὦ Δικαιόπολι; REΓ τί με σὺ δάκνεις;] ὡς κύων δάκνεις.

### sch ach 1208b

Lh (ad vv.

### sch ach 1210a

1210—3) τάλας ἐγ ώ : διπλῆ καὶ ἄλλη περίοδος πεντάκωλος, ἧς τὸ πρῶτον ὅμοιον τῷ πρὸ αὐτοῦ, 〈ἰαμβικὸν〉 δίμετρον ἀκατάληκτον· τὸ βʹ ἰθυφαλλικόν· τὸ γʹ ἰαμβικὸν ἐν ἐκθέσει· τὸ δʹ ἐν εἰσθέσει ἰαμβικὸν ἡμιόλιον· τὸ εʹ ἰαμβικὸς στίχος. EΓ 3 ξυμβολῆς] συγκρούσεως.

### sch ach 1210b

Lh τοῖς Χουσὶ γάρ τι ς : ἐπεὶ ὁ Λάμαχος εἶπε “ ξυμβολῆς βαρεία ς ” ἐπήνεγκεν ὁ Δικαιόπολις “ ξυμβολά ς” , παίζων πρὸς τὴν ὁμωνυμίαν, τὸ ἐπὶ τῶν δείπνων λεγόμενον.

### sch ach 1211a

λέγεται γὰρ συμβολὴ καὶ ἐπὶ δείπνου τοῦ ἐκ κοινοῦ ἐπιτελουμένου· ἃς Ὅμηρος ἐράνους φησίν· “εἰλαπίνη ἠὲ γάμος, ἐπεὶ οὐκ ἔρανος τάδε γ’ ἐστίν”. REΓLh ξυμβολὰς ἐπράττετο] ἤγουν ἐράνους ἀπῄτει.

### sch ach 1211b

Lh ἀλ λ ’ οὐχὶ νυνὶ τήμερο ν : οὐκ ἔστι σοι σήμερον ἡμέρα παιωνία καὶ ὑγιεινή.

### sch ach 1213a

ἕκαστον δὲ ὧν ὁ Λάμαχος λέγει, τρέπει οὗτος εἰς παιδιάν. Παιᾶνα, φησίν, ἐπικαλῇ, ὥσπερ οὐκ εἰδὼς ὅτι σήμερον οὐκ ἔστι Παιώνια. ἔστι δὲ ἑορτὴ Ἀθήνησιν, Ἀπόλλωνι ἴσως ἀνακειμένη. EΓ ἑορτὴ Ἀθήνησιν.

### sch ach 1213b

ἐπεὶ ἐκεῖνος Παιῶνα καλεῖ, ἔπαιξεν ὁ Δικαιόπολις καί φησιν ὅτι οὐκ ἔστι σήμερον τὰ Παιώνια. R πρὸς τὴν ὁμωνυμίαν πάλιν τοῦ Παιᾶνος οὐκ ἔστι, φησί, σήμερον Παιώνια, ἤγουν οὐχ ἡμέρα ἐστὶν ὑγιεινή· παιώνια γάρ εἰσι φάρμακα θεραπευτικὰ ἀπὸ Παιήωνος, ἰατροῦ παλαιοῦ.

### sch ach 1213c

ἕκαστον δὲ ὧν ὁ Λάμαχος λέγει τρέπει οὗτος εἰς παιδιάν. Lh Παιώνια] ἑορτὴ Ἀθήνησιν εἰς Ἀπόλλωνα.

### sch ach 1213d

Lh (ad vv.

### sch ach 1214a

1214—25) λάβεσθέ μου λάβεσθ ε : διπλῆ καὶ δυάδες τρεῖς, δικώλους ἔχουσαι τὰς περιόδους, ἐξ ἰάμβου τριμέτρου ἀκαταλήκτου ἐκκειμένου 〈καὶ κώλων διαφόρων〉. τῆς μὲν οὖν πρώτης δυάδος τὸ δεύτερόν ἐστι παιωνικὸν δίρρυθμον, τὸ “ προσλάβεσ θ ’ ὦ φίλα ι” . EΓ λάβεσθέ μου] πρὸς τοὺς φίλους φησὶν ἢ τοὺς οἰκέτας.

### sch ach 1214b

Lh ἐμοῦ δέ γε] πρὸς τὰς πόρνας φησὶν ὁ Δικαιόπολις.

### sch ach 1216

RΓ 3 καὶ σκοτοδινιῶ] τῆς δευτέρας συζυγίας δόχμιον † ὧδε.

### sch ach 1219a

Γ 3 σκοτοδινιῶ] σκοτίζομαι.

### sch ach 1219b

Γ 3 Lh παιωνίαισι] τῆς τρίτης δυάδος ἰαμβικὸν ἑφθημιμερές.

### sch ach 1223a

Γ 3 παιωνίαισι] ταῖς ὑγιειναῖς, ταῖς θεραπευτικαῖς.

### sch ach 1223b

RΓ 3 Lh ποῦ ’στιν ὁ βασιλεύ ς : δηλοῖ ὡς ἄρα τὴν ἐπιμέλειαν εἶχε τῆς ἁμίλλης τοῦ χοός, καὶ τὸ ἆθλον ἐδίδου τῷ νικήσαντι τὸν ἀσκόν.

### sch ach 1224a

ὁ δὲ βασιλεὺς ἀρχή τίς ἐστιν. ἦν δὲ καὶ τῶν μυστηρίων ἐπιμελητής, τῶν πομπῶν δὲ καὶ τῶν θυσιῶν ἦρχεν. EΓ ὡς ἄρα τὴν ἐπιμέλειαν ὁ βασιλεὺς εἶχε τῶν Ληναίων.

### sch ach 1224b

R ἀρχή τις ἦν ἐν Ἀθήναις καλουμένη βασιλεύς.

### sch ach 1224c

εἶχε δὲ ἐπιμέλειαν τῆς ἁμίλλης τοῦ χοός, καὶ τὸ ἆθλον ἐδίδου τῷ νικήσαντι. ἦν δὲ καὶ τῶν μυστηρίων ἐπιμελητὴς καὶ τῶν πομπῶν καὶ τῶν θυσιῶν. Lh ἀπόδοτέ μοι τὸν ἀσκόν] ὡς νικήσας τὸν ἆθλον αἰτεῖ τὸν ἀσκόν.

### sch ach 1225

RΓ 3 ὀδύρτ α : κατὰ ἐναλλαγὴν τοῦ ς Ὀδύρσα, τουτέστι Θρᾳκική· ἢ ἀπὸ τοῦ ὀδύρεσθαι, τουτέστι θρῆνον ἐμποιοῦσα καὶ ὀδυρμόν.

### sch ach 1226a

REΓ ὀδύρτα τις λόγχη, τουτέστι Θρᾳκική, κατὰ ἐναλλαγὴν τοῦ ς.

### sch ach 1226b

Ὀδύρσα γὰρ ὤφειλεν εἰπεῖν. ἢ ἀπὸ τοῦ ὀδύρεσθαι, τουτέστιν ἡ θρῆνον ποιοῦσα καὶ ὀδυρμόν. Lh ὀδύρτα] ὀδυρμὸν ποιοῦσα.

### sch ach 1226c

Lh ὁρᾶτε] τὸν ἀσκὸν δείκνυσι κενόν.

### sch ach 1227a

RΓ 3 Lh τήνελλα] μίμημα ἀπηχήματος αὐλοῦ.

### sch ach 1227b

Lh ὦ πρέσβ υ : ἑαυτὸν γὰρ ὑπετίθετο πρέσβυν, πρὸς τὴν γυναῖκα διαλεγόμενος ἐν τῇ ἀρχῇ τοῦ δράματος.

### sch ach 1228

EΓ (i) ἄμυστι ν : τὴν ἀθρόαν πόσιν οὕτως ἔλεγον.

### sch ach 1229a

ἔστι δὲ καὶ εἶδος ποτηρίου φιαλώδους. EΓ (ii) ἄλλω ς : οἷον ὁμοῦ καὶ ἀθρόως ἔπιον. ἢ παρὰ τὸ ἀπνευστὶ ἐκπιεῖν. ἢ παρὰ τὸ μὴ μύειν. ἔστι δὲ καὶ εἶδος ποτηρίου. REΓ 3 ἄμυστιν] ποτήριον.

### sch ach 1229b

Lh ἐξέλαψα] ἤγουν ἔπιον.

### sch ach 1229c

Lh τήνελλ α : μίμημα ἐπιφθέγματος αὐλοῦ τὸ τήνελλα.

### sch ach 1231

REΓ (ad vv.

### sch ach 1232a

1232—4) ἐν εἰσθέσει δίμετροι ἰαμβικοὶ ἀκατάληκτοι 〈δύο, καταληκτικὸς δὲ εἷσ〉. ΓΓ 3 ἀλ λ ’ ἑψόμεσθα σὴν χάρι ν : λείπει ἡ εἰς πρόθεσις, ἵν’ ᾖ εἰς σὴν χάριν.

### sch ach 1232b

EΓΓ 3

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aristophanes-scholia-acharnians-ad-mlw-ad.json (sha256:1cb5f91ef46d45f1f16dece98c60991fe9e95d64fdb71ceaac75d60f6c6bac2b). Cite as `eul_wid: mlw-ad`.
