---
title: Wealth
title_greek: Πλοῦτος
author: Aristophanes of Athens
eul_wid: daw-ao
eul_aid: daw
canonical: "https://eulogikon.org/grc/aristophanes-of-athens/wealth"
canonical_json: "https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-wealth-daw-ao.json"
sha256: e12b1df9f922d61c4b90c27d06fd52fe47195d87ad01e6d7eadae855029f3ed3
period: Classical
dialect: Attic Comedy
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Wealth

*Πλοῦτος*

**Author:** Aristophanes of Athens

**eul_wid:** `daw-ao` · [HTML page](https://eulogikon.org/grc/aristophanes-of-athens/wealth) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-wealth-daw-ao.json)

## Text

### 1.1

Ὡς ἀργαλέον πρᾶγμ’ ἐστίν, ὦ Ζεῦ καὶ θεοί,

### 1.2

δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου.

### 1.3

Ἢν γὰρ τὰ βέλτισθ’ ὁ θεράπων λέξας τύχῃ,

### 1.4

δόξῃ δὲ μὴ δρᾶν ταῦτα τῷ κεκτημένῳ,

### 5.1

μετέχειν ἀνάγκη τὸν θεράποντα τῶν κακῶν.

### 5.2

Τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον

### 5.3

κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον.

### 5.4

Καὶ ταῦτα μὲν δὴ ταῦτα· τῷ δὲ Λοξίᾳ,

### 5.5

ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου,

### 10.1

μέμψιν δικαίαν μέμφομαι ταύτην, ὅτι

### 10.2

ἰατρὸς ὢν καὶ μάντις, ὥς φασιν, σοφὸς

### 10.3

μελαγχολῶντ’ ἀπέπεμψέ μου τὸν δεσπότην,

### 10.4

ὅστις ἀκολουθεῖ κατόπιν ἀνθρώπου τυφλοῦ,

### 10.5

τοὐναντίον δρῶν ἢ προσῆκ’ αὐτῷ ποεῖν.

### 15.1

Οἱ γὰρ βλέποντες τοῖς τυφλοῖς ἡγούμεθα,

### 15.2

οὗτος δ’ ἀκολουθεῖ, κἀμὲ προσβιάζεται,

### 15.3

καὶ ταῦτ’ ἀποκρινόμενος τὸ παράπαν οὐδὲ γρῦ.

### 15.4

Ἐγὼ μὲν οὖν οὐκ ἔσθ’ ὅπως σιγήσομαι,

### 15.5

ἢν μὴ φράσῃς ὅ τι τῷδ’ ἀκολουθοῦμέν ποτε,

### 20.1

ὦ δέσποτ’, ἀλλά σοι παρέξω πράγματα.

### 20.2

Οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε.

### 22.1

Μὰ Δί’ ἀλλ’ ἀφελὼν τὸν στέφανον, ἢν λυπῇς τί με,

### 22.2

ἵνα μᾶλλον ἀλγῇς.

### 23.1

Λῆρος· οὐ γὰρ παύσομαι

### 23.2

πρὶν ἂν φράσῃς μοι τίς ποτ’ ἐστὶν οὑτοσί.

### 25.1

Εὔνους γὰρ ὤν σοι πυνθάνομαι πάνυ σφόδρα. Ἀλλ’ οὔ σε κρύψω· τῶν ἐμῶν γὰρ οἰκετῶν

### 25.2

πιστότατον ἡγοῦμαί σε καὶ κλεπτίστατον.

### 25.3

Ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ

### 25.4

κακῶς ἔπραττον καὶ πένης ἦν.

### 29

Οἶδά τοι.

### 30.1

Ἕτεροι δ’ ἐπλούτουν. ἱερόσυλοι, ῥήτορες

### 30.2

καὶ συκοφάνται καὶ πονηροί.

### 31.1

Πείθομαι. Ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν,

### 31.2

τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν

### 31.3

ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον,

### 35.1

τὸν δ’ υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει,

### 35.2

πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους

### 35.3

εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν,

### 35.4

ὡς τῷ βίῳ τοῦτ’ αὐτὸ νομίσας ξυμφέρειν. «Τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων;»

### 40.1

Πεύσει. Σαφῶς γὰρ ὁ θεὸς εἶπέ μοι ταδί·

### 40.2

ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών,

### 40.3

ἐκέλευε τούτου μὴ μεθίεσθαί μ’ ἔτι,

### 40.4

πείθειν δ’ ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε. Καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ;

### 44

Τουτῳί.

### 45.1

Εἶτ’ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ φράζουσαν, ὦ σκαιότατέ, σοι σαφέστατα

### 45.2

ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον; Τῷ τοῦτο κρίνεις;

### 48.1

Δῆλον ὁτιὴ καὶ τυφλῷ

### 48.2

γνῶναι δοκεῖ τοῦθ’, ὡς σφόδρ’ ἐστὶ συμφέρον

### unit_17

τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν γένει.

### unit_18.1

Οὐκ ἔσθ’ ὅπως ὁ χρησμὸς εἰς τοῦτο ῥέπει,

### unit_18.2

ἀλλ’ εἰς ἕτερόν τι μεῖζον. Ἢν δ’ ἡμῖν φράσῃ

### unit_18.3

ὅστις ποτ’ ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν

### unit_18.4

καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί,

### 55

πυθοίμεθ’ ἂν τὸν χρησμὸν ἡμῶν ὅ τι νοεῖ.

### unit_20.1

Ἄγε δή, σὺ πότερον σαυτὸν ὅστις εἶ φράσεις,

### unit_20.2

ἢ τἀπὶ τούτοις δρῶ; Λέγειν χρὴ ταχὺ πάνυ.

### 58

Ἐγὼ μὲν οἰμώζειν λέγω σοι.

### 58.1

Μανθάνεις

### 58.2

ὅς φησιν εἶναι;

### 59

Σοὶ λέγει τοῦτ’, οὐκ ἐμοί·

### 60.1

σκαιῶς γὰρ αὐτοῦ καὶ χαλεπῶς ἐκπυνθάνει.

### 60.2

Ἀλλ’ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις,

### 60.3

ἐμοὶ φράσον.

### 62

Κλάειν ἔγωγέ σοι λέγω.

### unit_26

Δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ.

### unit_27

Οὔ τοι μὰ τὴν Δήμητρα χαιρήσεις ἔτι.

### 65

Εἰ μὴ φράσεις γάρ, ἀπό ς’ ὀλῶ κακὸν κακῶς.

### unit_29

Ὦ τᾶν, ἀπαλλάχθητον ἀπ’ ἐμοῦ.

### 66

Πώμαλα.

### unit_31.1

Καὶ μὴν ὃ λέγω βέλτιστόν ἐστ’, ὦ δέσποτα.

### unit_31.2

Ἀπολῶ τὸν ἄνθρωπον κάκιστα τουτονί.

### unit_31.3

Ἀναθεὶς γὰρ ἐπὶ κρημνόν τιν’ αὐτὸν καταλιπὼν

### 70

ἄπειμ’, ἵν’ ἐκεῖθεν ἐκτραχηλισθῇ πεσών.

### unit_33

Ἀλλ’ αἶρε ταχέως.

### 71

Μηδαμῶς.

### 71

Οὔκουν ἐρεῖς;

### unit_36.1

Ἀλλ’ ἢν πύθησθέ μ’ ὅστις εἴμ’, εὖ οἶδ’ ὅτι

### unit_36.2

κακόν τί μ’ ἐργάσεσθε κοὐκ ἀφήσετον.

### unit_37

Νὴ τοὺς θεοὺς ἡμεῖς γ’, ἐὰν βούλῃ γε σύ.

### 75

Μέθεσθέ νύν μου πρῶτον.

### 75

Ἤν, μεθίεμεν.

### unit_40.1

Ἀκούετον δή· δεῖ γάρ, ὡς ἔοικέ, με

### unit_40.2

λέγειν ἃ κρύπτειν ἦν παρεσκευασμένος.

### unit_40.3

Ἐγὼ γάρ εἰμι Πλοῦτος.

### 78.1

Ὦ μιαρώτατε

### 78.2

ἀνδρῶν ἁπάντων, εἶτ’ ἐσίγας Πλοῦτος ὤν;

### 80.1

Σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος;

### 80.2

Ὦ Φοῖβ’ Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες

### 80.3

καὶ Ζεῦ, τί φῄς; ἐκεῖνος ὄντως εἶ σύ;

### 82

Ναί.

### unit_44

Ἐκεῖνος αὐτός;

### 83

Αὐτότατος.

### 83.1

Πόθεν οὖν, φράσον,

### 83.2

αὐχμῶν βαδίζεις;

### 84

Ἐκ Πατροκλέους ἔρχομαι,

### 85

ὃς οὐκ ἐλούσατ’ ἐξ ὅτουπερ ἐγένετο.

### unit_49

Τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες; κάτειπέ μοι.

### unit_50.1

Ὁ Ζεύς με ταῦτ’ ἔδρασεν ἀνθρώποις φθονῶν.

### unit_50.2

Ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλης’ ὅτι

### unit_50.3

ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους

### 90.1

μόνους βαδιοίμην· ὁ δέ μ’ ἐποίησεν τυφλόν,

### 90.2

ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα.

### 90.3

Οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ.

### unit_52.1

Καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους

### unit_52.2

καὶ τοὺς δικαίους.

### 94

Ὁμολογῶ σοι.

### 94

Φέρε, τί οὖν;

### 95.1

Εἰ πάλιν ἀναβλέψειας, ὥσπερ καὶ πρὸ τοῦ,

### 95.2

φεύγοις ἂν ἤδη τοὺς πονηρούς;

### 96

Φήμ’ ἐγώ.

### unit_57

Ὡς τοὺς δικαίους δ’ ἂν βαδίζοις;

### 97.1

Πάνυ μὲν οὖν·

### 97.2

πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑόρακά πω χρόνου.

### unit_59

Καὶ θαῦμά γ’ οὐδέν· οὐδ’ ἐγὼ γὰρ ὁ βλέπων.

### unit_60

Ἄφετόν με νῦν· ἴστον γὰρ ἤδη τἀπ’ ἐμοῦ.

### unit_61

Μὰ Δί’, ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου.

### unit_62.1

Οὐκ ἠγόρευον ὅτι παρέξειν πράγματα

### unit_62.2

ἐμέλλετόν μοι;

### 103.1

Καὶ σύ γ’, ἀντιβολῶ, πιθοῦ,

### 103.2

καὶ μή μ’ ἀπολίπῃς· οὐ γὰρ εὑρήσεις ἐμοῦ

### 105

ζητῶν ἔτ’ ἄνδρα τοὺς τρόπους βελτίονα.

### unit_65

Μὰ τὸν Δί’, οὐ γὰρ ἔστιν ἄλλος πλὴν ἐγώ.

### unit_66.1

Ταυτὶ λέγουσι πάντες· ἡνίκ’ ἂν δέ μου

### unit_66.2

τύχως’ ἀληθῶς καὶ γένωνται πλούσιοι,

### unit_66.3

ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ.

### 110

Ἔχει μὲν οὕτως, εἰσὶ δ’ οὐ πάντες κακοί.

### unit_68

Μὰ Δί’, ἀλλ’ ἁπαξάπαντες.

### 111

Οἰμώξει μακρά.

### unit_70.1

Σοὶ δ’ ὡς ἂν εἰδῇς ὅσα, παρ’ ἡμῖν ἢν μένῃς,

### unit_70.2

γενήσετ’ ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ.

### unit_70.3

Οἶμαι γάρ, οἶμαι—ξὺν θεῷ δ’ εἰρήσεται—

### 115.1

ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας

### 115.2

βλέψαι ποήσας.

### 116.1

Μηδαμῶς τοῦτ’ ἐργάσῃ·

### 116.2

οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι.

### 117

Τί φῄς;

### unit_74

Ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει.

### unit_75

Ὁ Ζεὺς μὲν οὖν οἶδ’ ὡς, τὰ τούτων μῶρ’ ἔμ’ εἰ

### 120

πύθοιτ’, ἂν ἐπιτρίψειε.

### 120.1

Νῦν δ’ οὐ τοῦτο δρᾷ,

### 120.2

ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ;

### unit_78

Οὐκ οἶδ’· ἐγὼ δ’ ἐκεῖνον ὀρρωδῶ πάνυ.

### unit_79.1

Ἄληθες, ὦ δειλότατε πάντων δαιμόνων;

### unit_79.2

Οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδα

### 125.1

καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου,

### 125.2

ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον;

### unit_81

Ἆ, μὴ λέγ’, ὦ πόνηρε, ταῦτ’.

### 127.1

Ἔχ’ ἥσυχος.

### 127.2

Ἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ

### 127.3

μεῖζον δυνάμενον.

### 129

Ἐμὲ σύ;

### 129

Νὴ τὸν οὐρανόν.

### 130

Αὐτίκα γὰρ—ἄρχει διὰ τί ὁ Ζεὺς τῶν θεῶν;

### unit_86

Διὰ τἀργύριον· πλεῖστον γάρ ἐστ’ αὐτῷ.

### 131.1

Φέρε,

### 131.2

τίς οὖν ὁ παρέχων ἐστὶν αὐτῷ τοῦθ’;

### 132

Ὁδί.

### unit_89

Θύουσι δ’ αὐτῷ διὰ τίν’; Οὐ διὰ τουτονί;

### unit_90

Καὶ νὴ Δί’ εὔχονταί γε πλουτεῖν ἄντικρυς.

### 135.1

Οὔκουν ὅδ’ ἐστὶν αἴτιος καὶ ῥᾳδίως

### 135.2

παύσειεν, εἰ βούλοιτο, ταῦτ’ ἄν;

### 136

Ὅτι τί δή;

### unit_93.1

Ὅτι οὐδ’ ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι

### unit_93.2

οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλ’ οὐδὲ ἕν,

### unit_93.3

μὴ βουλομένου σοῦ.

### 139

Πῶς;

### 139

Ὅπως; οὐκ ἔσθ’ ὅπως

### 140.1

ὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼν

### 140.2

αὐτὸς διδῷς τἀργύριον, ὥστε τοῦ Διὸς

### 140.3

τὴν δύναμιν, ἢν λυπῇ τι, καταλύσεις μόνος.

### unit_97

Τί λέγεις; δι’ ἐμὲ θύουσιν αὐτῷ;

### 143.1

Φήμ’ ἐγώ.

### 143.2

Καὶ νὴ Δί’ εἴ τί γ’ ἐστὶ λαμπρὸν καὶ καλὸν

### 145.1

ἢ χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται.

### 145.2

Ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθ’ ὑπήκοα.

### unit_100.1

Ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον

### unit_100.2

δοῦλος γεγένημαι πρότερον ὢν ἐλεύθερος.

### unit_101

Καὶ τάς γ’ ἑταίρας φασὶ τὰς Κορινθίας,

### unit_102.1

ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ,

### unit_102.2

οὐδὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος,

### unit_102.3

τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν.

### unit_103.1

Καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶν

### unit_103.2

οὐ τῶν ἐραστῶν, ἀλλὰ τἀργυρίου χάριν.

### 155.1

Οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους· ἐπεὶ

### 155.2

αἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί.

### 156

Τί δαί;

### unit_106

Ὁ μὲν ἵππον ἀγαθόν, ὁ δὲ κύνας θηρευτικάς.

### unit_107.1

Αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσως

### unit_107.2

ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν.

### 160

Τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματα

### unit_109.1

ἐν τοῖσιν ἀνθρώποισίν ἐσθ’ ηὑρημένα.

### unit_109.2

Ὁ μὲν γὰρ ἡμῶν σκυτοτομεῖ καθήμενος,

### unit_109.3

ἕτερος δὲ χαλκεύει τις, ὁ δὲ τεκταίνεται,

### unit_109.4

ὁ δὲ χρυσοχοεῖ γε χρυσίον παρὰ σοῦ λαβών, —

### 165

ὁ δὲ λωποδυτεῖ γε νὴ Δί’, ὁ δὲ τοιχωρυχεῖ, —

### unit_111

ὁ δὲ κναφεύει γ’, —

### 166

ὁ δέ γε πλύνει κῴδια, —

### unit_113

ὁ δὲ βυρσοδεψεῖ γ’—

### 167

ὁ δέ γε πωλεῖ κρόμμυα, —

### unit_115

ὁ δ’ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται.

### unit_116

Οἴμοι τάλας, ταυτί μ’ ἐλάνθανεν πάλαι.

### 170.1

Μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον κομᾷ;

### 170.2

Ἐκκλησία δ’ οὐχὶ διὰ τοῦτον γίγνεται;

### unit_118

Τί δέ; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι.

### unit_119.1

Τὸ δ’ ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει;

### unit_119.2

Ὁ Πάμφιλος δ’ οὐχὶ διὰ τοῦτον κλαύσεται;

### 175

Ὁ βελονοπώλης δ’ οὐχὶ μετὰ τοῦ Παμφίλου;

### unit_121

Ἀγύρριος δ’ οὐχὶ διὰ τοῦτον πέρδεται;

### unit_122.1

Φιλέψιος δ’ οὐχ ἕνεκα σοῦ μύθους λέγει;

### unit_122.2

Ἡ ξυμμαχία δ’ οὐ διὰ σὲ τοῖς Αἰγυπτίοις;

### unit_123

Ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου;

### 180

Ὁ Τιμοθέου δὲ πύργος—

### 180.1

ἐμπέσοι γέ σοι.

### 180.2

Τὰ δὲ πράγματ’ οὐχὶ διὰ σὲ πάντα πράττεται;

### 180.3

Μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος

### 180.4

καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθ’ ὅτι.

### unit_126

Κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε,

### 185

ἐφ’ οἷς ἂν οὗτος ἐπικαθέζηται μόνον.

### unit_128

Ἐγὼ τοσαῦτα δυνατός εἰμ’ εἷς ὢν ποεῖν;

### unit_129.1

Καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα·

### unit_129.2

ὥστ’ οὐδὲ μεστός σου γέγον’ οὐδεὶς πώποτε.

### unit_129.3

Τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή·

### 190

ἔρωτος, —

### 190

ἄρτων, —

### 190

μουσικῆς, —

### 190

τραγημάτων, —

### unit_134

τιμῆς, —

### 191

πλακούντων, —

### 191

ἀνδραγαθίας, —

### 191

ἰσχάδων, —

### unit_138

φιλοτιμίας, —

### 192

μάζης, —

### 192

στρατηγίας, —

### 192

φακῆς, —

### unit_142.1

σοῦ δ’ ἐγένετ’ οὐδεὶς μεστὸς οὐδεπώποτε.

### unit_142.2

Ἀλλ’ ἢν τάλαντά τις λάβῃ τριακαίδεκα,

### 195.1

πολὺ μᾶλλον ἐπιθυμεῖ λαβεῖν ἑκκαίδεκα·

### 195.2

κἂν ταῦθ’ ἁνύσηται, τετταράκοντα βούλεται,

### 195.3

ἢ οὔ φησιν εἶν’ αὑτῷ βιωτὸν τὸν βίον.

### unit_144.1

Εὖ τοι λέγειν ἔμοιγε φαίνεσθον πάνυ·

### unit_144.2

πλὴν ἓν μόνον δέδοικα—

### 199

Φράζε, τοῦ πέρι;

### unit_146.1

ὅπως ἐγὼ τὴν δύναμιν ἣν ὑμεῖς φατε

### unit_146.2

ἔχειν με, ταύτης δεσπότης γενήσομαι.

### unit_147.1

Νὴ τὸν Δί’, ἀλλὰ καὶ λέγουσι πάντες ὡς

### unit_147.2

δειλότατόν ἐσθ’ ὁ πλοῦτος.

### 203.1

Ἥκιστ’, ἀλλά με

### 203.2

τοιχωρύχος τις διέβαλ’. Εἰσδὺς γάρ ποτε

### 205.1

οὐκ εἶχεν εἰς τὴν οἰκίαν οὐδὲν λαβεῖν,

### 205.2

εὑρὼν ἁπαξάπαντα κατακεκλεισμένα·

### 205.3

εἶτ’ ὠνόμασέ μου τὴν πρόνοιαν δειλίαν.

### unit_150.1

Μή νυν μελέτω σοι μηδέν· ὡς ἐὰν γένῃ

### unit_150.2

ἀνὴρ πρόθυμος αὐτὸς εἰς τὰ πράγματα,

### 210

βλέποντ’ ἀποδείξω ς’ ὀξύτερον τοῦ Λυγκέως.

### unit_152

Πῶς οὖν δυνήσει τοῦτο δρᾶσαι θνητὸς ὤν;

### unit_153.1

Ἔχω τιν’ ἀγαθὴν ἐλπίδ’ ἐξ ὧν εἶπέ μοι

### unit_153.2

ὁ Φοῖβος αὐτὸς Πυθικὴν σείσας δάφνην.

### unit_154

Κἀκεῖνος οὖν ξύνοιδε ταῦτα;

### 214

Φήμ’ ἐγώ.

### 215

Ὁρᾶτε—

### 215.1

Μὴ φρόντιζε μηδέν, ὦγαθέ.

### 215.2

Ἐγὼ γάρ, εὖ τοῦτ’ ἴσθι, κἂν δῇ μ’ ἀποθανεῖν,

### 215.3

αὐτὸς διαπράξω ταῦτα.

### 217

Κἂν βούλῃ γ’, ἐγώ.

### unit_159.1

Πολλοὶ δ’ ἔσονται χἄτεροι νῷν ξύμμαχοι,

### unit_159.2

ὅσοις δικαίοις οὖσιν οὐκ ἦν ἄλφιτα.

### 220

Παπαῖ, πονηρούς γ’ εἶπας ἡμῖν ξυμμάχους.

### unit_161.1

Οὔκ, ἤν γε πλουτήσωσιν ἐξ ἀρχῆς πάλιν.

### unit_161.2

Ἀλλ’ ἴθι σὺ μὲν ταχέως δραμών—

### 222

Τί δρῶ; λέγε.

### unit_163.1

τοὺς ξυγγεώργους κάλεσον, —εὑρήσεις δ’ ἴσως

### unit_163.2

ἐν τοῖς ἀγροῖς αὐτοὺς ταλαιπωρουμένους, —

### 225.1

ὅπως ἂν ἴσον ἕκαστος ἐνταυθοῖ παρὼν

### 225.2

ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος.

### unit_165.1

Καὶ δὴ βαδίζω. Τουτοδὲ τὸ κρεᾴδιον

### unit_165.2

τῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών.

### unit_166

Ἐμοὶ μελήσει τοῦτό γ’· ἀλλ’ ἁνύσας τρέχε.

### 230.1

Σὺ δ’, ὦ κράτιστε Πλοῦτε πάντων δαιμόνων,

### 230.2

εἴσω μετ’ ἐμοῦ δεῦρ’ εἴσιθ’· ἡ γὰρ οἰκία

### 230.3

αὕτη ’στὶν ἣν δεῖ χρημάτων σε τήμερον

### 230.4

μεστὴν ποῆσαι καὶ δικαίως κἀδίκως.

### unit_168

Ἀλλ’ ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺς

### 235.1

εἰς οἰκίαν ἑκάστοτ’ ἀλλοτρίαν πάνυ·

### 235.2

ἀγαθὸν γὰρ ἀπέλαυς’ οὐδὲν αὐτοῦ πώποτε.

### 235.3

Ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω,

### 235.4

εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω·

### 235.5

κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλος

### 240

αἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον,

### unit_171.1

ἔξαρνός ἐστι μηδ’ ἰδεῖν με πώποτε.

### unit_171.2

Ἢν δ’ ὡς παραπλῆγ’ ἄνθρωπον εἰσελθὼν τύχω,

### unit_171.3

πόρναισι καὶ κύβοισι παραβεβλημένος

### unit_171.4

γυμνὸς θύραζ’ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου.

### 245.1

Μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε.

### 245.2

Ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμ’ ἀεί·

### 245.3

χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ

### 245.4

πάλιν τ’ ἀναλῶν, ἡνίκ’ ἂν τούτου δέῃ.

### 245.5

Ἀλλ’ εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι

### unit_173.1

καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον,

### unit_173.2

ὃν ἐγὼ φιλῶ μάλιστα μετὰ σέ.

### 251

Πείθομαι.

### unit_175

Τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι;

### unit_176.1

Ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες,

### unit_176.2

ἄνδρες φίλοι καὶ δημόται καὶ τοῦ πονεῖν ἐρασταί,

### 255.1

ἴτ’, ἐγκονεῖτε, σπεύδεθ’, ὡς ὁ καιρὸς οὐχὶ μέλλειν,

### 255.2

ἀλλ’ ἔστ’ ἐπ’ αὐτῆς τῆς ἀκμῆς, ᾗ δεῖ παρόντ’ ἀμύνειν.

### 257.1

Οὔκουν ὁρᾷς ὁρμωμένους ἡμᾶς πάλαι προθύμως,

### 257.2

ὡς εἰκός ἐστιν ἀσθενεῖς γέροντας ἄνδρας ἤδη;

### 257.3

Σὺ δ’ ἀξιοῖς ἴσως με θεῖν, πρὶν ταῦτα καὶ φράσαι μοι

### 260

ὅτου χάριν μ’ ὁ δεσπότης ὁ σὸς κέκληκε δεῦρο.

### unit_180.1

Οὔκουν πάλαι δήπου λέγω; Σὺ δ’ αὐτὸς οὐκ ἀκούεις.

### unit_180.2

Ὁ δεσπότης γάρ φησιν ὑμᾶς ἡδέως ἅπαντας

### unit_180.3

ψυχροῦ βίου καὶ δυσκόλου ζήσειν ἀπαλλαγέντας.

### unit_181

Ἔστιν δὲ δὴ τί καὶ πόθεν τὸ πρᾶγμα τοῦθ’ ὅ φησιν;

### 265.1

Ἔχων ἀφῖκται δεῦρο πρεσβύτην τιν’, ὦ πόνηροι,

### 265.2

ῥυπῶντα, κυφόν, ἄθλιον, ῥυσόν, μαδῶντα, νωδόν·

### 265.3

οἶμαι δὲ νὴ τὸν οὐρανὸν καὶ ψωλὸν αὐτὸν εἶναι.

### unit_183.1

Ὦ χρυσὸν ἀγγείλας ἐπῶν, πῶς φῄς; πάλιν φράσον μοι.

### unit_183.2

Δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα.

### 270

Πρεσβυτικῶν μὲν οὖν κακῶν ἔγωγ’ ἔχοντα σωρόν.

### unit_185.1

Μῶν ἀξιοῖς φενακίσας ἔπειτ’ ἀπαλλαγῆναι

### unit_185.2

ἀζήμιος, καὶ ταῦτ’ ἐμοῦ βακτηρίαν ἔχοντος;

### unit_186.1

Πάντως γὰρ ἄνθρωπον φύσει τοιοῦτον εἰς τὰ πάντα

### unit_186.2

ἡγεῖσθέ μ’ εἶναι κοὐδὲν ἂν νομίζεθ’ ὑγιὲς εἰπεῖν;

### 275.1

Ὡς σεμνὸς οὑπίτριπτος. Αἱ κνῆμαι δέ σου βοῶσιν

### 275.2

ἰοὺ ἰού, τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι.

### unit_188.1

Ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου δικάζειν,

### unit_188.2

σὺ δ’ οὐ βαδίζεις; Ὁ δὲ Χάρων τὸ ξύμβολον δίδωσιν.

### unit_189

Διαρραγείης. Ὡς μόθων εἶ καὶ φύσει κόβαλος,

### 280

ὅστις φενακίζεις, φράσαι δ’ οὔπω τέτληκας ἡμῖν,

### 281-282

οἳ πολλὰ μοχθήσαντες οὐκ οὔσης σχολῆς προθύμως

### 283

δεῦρ’ ἤλθομεν, πολλῶν θύμων ῥίζας διεκπερῶντες.

### unit_193

Ἀλλ’ οὐκέτ’ ἂν κρύψαιμι. Τὸν Πλοῦτον γάρ, ὦνδρες, ἥκει

### 285

ἄγων ὁ δεσπότης, ὃς ὑμᾶς πλουσίους ποήσει.

### unit_195

Ὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι;

### unit_196

Νὴ τοὺς θεούς, Μίδας μὲν οὖν, ἢν ὦτ’ ὄνου λάβητε.

### unit_197.1

Ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι

### unit_197.2

ὑφ’ ἡδονῆς, εἴπερ λέγεις ὄντως σὺ ταῦτ’ ἀληθῆ.

### 290.1

Καὶ μὴν ἐγὼ βουλήσομαι—θρεττανελο—τὸν Κύκλωπα

### 290.2

μιμούμενος καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύων

### 290.3

ὑμᾶς ἄγειν. Ἀλλ’ εἶα, τέκεα, θαμίν’ ἐπαναβοῶντες

### 290.4

βληχώμενοί τε προβατίων

### 290.5

αἰγῶν τε κιναβρώντων μέλη

### 295

ἕπεσθ’ ἀπεψωλημένοι· τράγοι δ’ ἀκρατιεῖσθε.

### unit_200.1

Ἡμεῖς δέ γ’ αὖ ζητήσομεν—θρεττανελο—τὸν Κύκλωπα

### unit_200.2

βληχώμενοι σὲ τουτονὶ πινῶντα καταλαβόντες,

### unit_200.3

πήραν ἔχοντα λάχανά τ’ ἄγρια δροσερά, κραιπαλῶντα

### unit_200.4

ἡγούμενον τοῖς προβατίοις,

### unit_201.1

εἰκῇ δὲ καταδαρθόντα που

### unit_201.2

μέγαν λαβόντες ἡμμένον σφηκίσκον ἐκτυφλῶσαι.

### unit_202.1

Ἐγὼ δὲ τὴν Κίρκην γε, τὴν τὰ φάρμακ’ ἀνακυκῶσαν,

### unit_202.2

ἣ τοὺς ἑταίρους τοῦ—Φιλωνίδου ποτ’ ἐν Κορίνθῳ

### unit_202.3

ἔπεισεν ὡς ὄντας κάπρους

### 305

μεμαγμένον σκῶρ ἐσθίειν, —αὐτὴ δ’ ἔματτεν αὐτοῖς, —

### unit_204.1

μιμήσομαι πάντας τρόπους·

### unit_204.2

ὑμεῖς δὲ γρυλίζοντες ὑπὸ φιληδίας

### unit_204.3

ἕπεσθε μητρί, χοῖροι.

### unit_205

Οὐκοῦν σέ, τὴν Κίρκην γε, τὴν τὰ φάρμακ’ ἀνακυκῶσαν

### 310.1

καὶ μαγγανεύουσαν μολύνουσάν τε τοὺς ἑταίρους

### 310.2

λαβόντες ὑπὸ φιληδίας

### 310.3

τὸν Λαρτίου μιμούμενοι τῶν ὄρχεων κρεμῶμεν,

### 310.4

μινθώσομέν θ’ ὥσπερ τράγου

### 310.5

τὴν ῥῖνα· σὺ δ’ Ἀρίστυλλος ὑποχάσκων ἐρεῖς·

### 315

«Ἕπεσθε μητρί, χοῖροι.»

### unit_208.1

Ἀλλ’ εἶά νυν τῶν σκωμμάτων ἀπαλλαγέντες ἤδη

### unit_208.2

ὑμεῖς ἐπ’ ἄλλ’ εἶδος τρέπεσθ’,

### unit_208.3

ἐγὼ δ’ ἰὼν ἤδη λάθρᾳ

### unit_208.4

βουλήσομαι τοῦ δεσπότου

### 320.1

λαβών τιν’ ἄρτον καὶ κρέας

### 320.2

μασώμενος τὸ λοιπὸν οὕτω τῷ κόπῳ ξυνεῖναι.

### unit_210

〈ΧΟΡΟΥ〉

### 322.1

«Χαίρειν» μὲν ὑμᾶς ἐστιν, ὦνδρες δημόται,

### 322.2

ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν·

### 322.3

«ἀσπάζομαι» δ’ ὁτιὴ προθύμως ἥκετε

### 325.1

καὶ συντεταμένως κοὐ κατεβλακευμένως.

### 325.2

Ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάται

### 325.3

ἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ.

### unit_213.1

Θάρρει· βλέπειν γὰρ ἄντικρυς δόξεις μ’ Ἄρη.

### unit_213.2

Δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκα

### 330.1

ὠστιζόμεσθ’ ἑκάστοτ’ ἐν τἠκκλησίᾳ,

### 330.2

αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν.

### unit_215.1

Καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ

### unit_215.2

προσιόντα· δῆλος δ’ ἐστὶν ὅτι τοῦ πράγματος

### unit_215.3

ἀκήκοέν τι τῇ βαδίσει καὶ τῷ τάχει.

### 335.1

Τί ἂν οὖν τὸ πρᾶγμ’ εἴη; Πόθεν καὶ τίνι τρόπῳ

### 335.2

Χρεμύλος πεπλούτηκ’ ἐξαπίνης; Οὐ πείθομαι.

### 335.3

Καίτοι λόγος γ’ ἦν νὴ τὸν Ἡρακλέα πολὺς

### 335.4

ἐπὶ τοῖσι κουρείοισι τῶν καθημένων,

### 335.5

ὡς ἐξαπίνης ἁνὴρ γεγένηται πλούσιος.

### 340.1

Ἔστιν δέ μοι τοῦτ’ αὐτὸ θαυμάσιον, ὅπως

### 340.2

χρηστόν τι πράττων τοὺς φίλους μεταπέμπεται.

### 340.3

Οὔκουν ἐπιχώριόν γε πρᾶγμ’ ἐργάζεται.

### unit_218.1

Ἀλλ’ οὐδὲν ἀποκρύψας ἐρῶ μὰ τοὺς θεούς.

### unit_218.2

Ὦ Βλεψίδημ’, ἄμεινον ἢ χθὲς πράττομεν,

### 345

ὥστε μετέχειν ἔξεστιν· εἶ γὰρ τῶν φίλων.

### unit_220

Γέγονας δ’ ἀληθῶς, ὡς λέγουσι, πλούσιος;

### unit_221.1

Ἔσομαι μὲν οὖν αὐτίκα μάλ’, ἢν θεὸς θέλῃ.

### unit_221.2

Ἔνι γάρ τις, ἔνι κίνδυνος ἐν τῷ πράγματι.

### unit_222

Ποῖός τις;

### 349

Οἷος—

### 349

Λέγ’ ἁνύσας ὅ τι φῄς ποτε.

### unit_225.1

ἢν μὲν κατορθώσωμεν, εὖ πράττειν ἀεί·

### unit_225.2

ἢν δὲ σφαλῶμεν, ἐπιτετρῖφθαι τὸ παράπαν.

### unit_226.1

Τουτὶ πονηρὸν φαίνεται τὸ φορτίον

### unit_226.2

καί μ’ οὐκ ἀρέσκει. Τό τε γὰρ ἐξαίφνης ἄγαν

### unit_226.3

οὕτως ὑπερπλουτεῖν τό τ’ αὖ δεδοικέναι

### 355

πρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστ’ εἰργασμένου.

### unit_228

Πῶς οὐδὲν ὑγιές;

### 356.1

Εἴ τι κεκλοφὼς νὴ Δία

### 356.2

ἐκεῖθεν ἥκεις ἀργύριον ἢ χρυσίον

### 356.3

παρὰ τοῦ θεοῦ, κἄπειτ’ ἴσως σοι μεταμέλει.

### unit_230

Ἄπολλον ἀποτρόπαιε, μὰ Δί’ ἐγὼ μὲν οὔ.

### 360

Παῦσαι φλυαρῶν, ὦγάθ’· οἶδα γὰρ σαφῶς.

### unit_232

Σὺ μηδὲν εἰς ἔμ’ ὑπονόει τοιουτονί.

### unit_233

Φεῦ,

### 362.1

ὡς οὐδὲν ἀτεχνῶς ὑγιές ἐστιν οὐδενός,

### 362.2

ἀλλ’ εἰσὶ τοῦ κέρδους ἅπαντες ἥττονες.

### unit_235

Οὔ τοι μὰ τὴν Δήμητρ’ ὑγιαίνειν μοι δοκεῖς.

### 365

Ὡς πολὺ μεθέστηχ’ ὧν πρότερον εἶχεν τρόπων.

### unit_237

Μελαγχολᾷς, ὦνθρωπε, νὴ τὸν οὐρανόν.

### unit_238.1

Ἀλλ’ οὐδὲ τὸ βλέμμ’ αὐτὸ κατὰ χώραν ἔχει,

### unit_238.2

ἀλλ’ ἐστὶν ἐπιδηλοῦν τι πεπανουργηκότα.

### unit_239

Σὺ μὲν οἶδ’ ὃ κρώζεις· ὡς ἐμοῦ τι κεκλοφότος

### 370

ζητεῖς μεταλαβεῖν.

### 370

Μεταλαβεῖν ζητῶ; τίνος;

### unit_242

Τὸ δ’ ἐστὶν οὐ τοιοῦτον, ἀλλ’ ἑτέρως ἔχον.

### unit_243

Μῶν οὐ κέκλοφας, ἀλλ’ ἥρπακας;

### 372

Κακοδαιμονᾷς.

### unit_245

Ἀλλ’ οὐδὲ μὴν ἀπεστέρηκάς γ’ οὐδένα;

### unit_246

Οὐ δῆτ’ ἔγωγ’.

### 374

Ὦ Ἡράκλεις, φέρε, ποῖ τις ἂν

### 375

τράποιτο; Τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι.

### unit_249

Κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου.

### unit_250.1

Ὦ τᾶν, ἐγώ σοι τοῦτ’ ἀπὸ σμικροῦ πάνυ

### unit_250.2

ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν,

### unit_250.3

τὸ στόμ’ ἐπιβύσας κέρμασιν τῶν ῥητόρων.

### 380.1

Καὶ μὴν φίλως γ’ ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺς

### 380.2

τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα.

### unit_252.1

Ὁρῶ τιν’ ἐπὶ τοῦ βήματος καθεδούμενον

### unit_252.2

ἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίων

### unit_252.3

καὶ τῆς γυναικός, κοὐ διοίσοντ’ ἄντικρυς

### 385

τῶν Ἡρακλειδῶν οὐδ’ ὁτιοῦν τῶν Παμφίλου.

### unit_254.1

Οὔκ, ὦ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνους

### unit_254.2

[ἔγωγε καὶ τοὺς δικαίους καὶ σώφρονας]

### unit_254.3

ἀπαρτὶ πλουτῆσαι ποήσω.

### 388.1

Τί σὺ λέγεις;

### 388.2

Οὕτω πάνυ πολλὰ κέκλοφας;

### 389

Οἴμοι τῶν κακῶν,

### 390

ἀπολεῖς.

### 390

Σὺ μὲν οὖν σεαυτόν, ὥς γ’ ἐμοὶ δοκεῖς.

### unit_259.1

Οὐ δῆτ’, ἐπεὶ τὸν Πλοῦτον, ὦ μόχθηρε σύ,

### unit_259.2

ἔχω.

### 392

Σὺ Πλοῦτον; ποῖον;

### 392

Αὐτὸν τὸν θεόν.

### unit_262

Καὶ ποῦ ’στιν;

### 393

Ἔνδον.

### 393

Ποῦ;

### 393

Παρ’ ἐμοί.

### 393

Παρὰ σοί;

### 393

Πάνυ.

### unit_268

Οὐκ ἐς κόρακας; Πλοῦτος παρὰ σοί;

### 394

Νὴ τοὺς θεούς.

### 395

Λέγεις ἀληθῆ;

### 395

Φημί.

### 395

Πρὸς τῆς Ἑστίας;

### unit_273

Νὴ τὸν Ποσειδῶ.

### 396

Τὸν θαλάττιον λέγεις;

### unit_275

Εἰ δ’ ἔστιν ἕτερός τις Ποσειδῶν, τὸν ἕτερον.

### unit_276

Εἶτ’ οὐ διαπέμπεις καὶ πρὸς ἡμᾶς, τοὺς φίλους;

### unit_277

Οὐκ ἔστι πω τὰ πράγματ’ ἐν τούτῳ.

### 399

Τί φῄς;

### unit_279

Οὐ τῷ μεταδοῦναι;

### unit_280

Μὰ Δία· δεῖ γὰρ πρῶτα—

### unit_281

Τί;

### unit_282

βλέψαι ποῆσαι νώ—

### 401

Τίνα βλέψαι; φράσον.

### unit_284

τὸν Πλοῦτον, ὥσπερ πρότερον, ἑνί γέ τῳ τρόπῳ.

### unit_285

Τυφλὸς γὰρ ὄντως ἐστί;

### 403

Νὴ τὸν οὐρανόν.

### unit_287

Οὐκ ἐτὸς ἄρ’ ὡς ἔμ’ ἦλθεν οὐδεπώποτε.

### 405

Ἀλλ’ ἢν θεοὶ θέλωσι, νῦν ἀφίξεται.

### unit_289

Οὔκουν ἰατρὸν εἰσαγαγεῖν ἐχρῆν τινά;

### unit_290.1

Τίς δῆτ’ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει;

### unit_290.2

Οὔτε γὰρ ὁ μισθὸς οὐδέν ἐστ’ οὔθ’ ἡ τέχνη.

### unit_291

Σκοπῶμεν.

### 409

Ἀλλ’ οὐκ ἔστιν.

### 409

Οὐδ’ ἐμοὶ δοκεῖ.

### 410.1

Μὰ Δί’, ἀλλ’ ὅπερ πάλαι παρεσκευαζόμην

### 410.2

ἐγώ, κατακλίνειν αὐτὸν εἰς Ἀσκληπιοῦ

### 410.3

κράτιστόν ἐστι.

### 412.1

Πολὺ μὲν οὖν, νὴ τοὺς θεούς.

### 412.2

Μή νυν διάτριβ’, ἀλλ’ ἅνυε πράττων ἕν γέ τι.

### unit_296

Καὶ δὴ βαδίζω.

### 414

Σπεῦδέ νυν.

### 414

Τοῦτ’ αὐτὸ δρῶ.

### 415.1

Ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον

### 415.2

τολμῶντε δρᾶν ἀνθρωπαρίω κακοδαίμονε,

### 415.3

ποῖ ποῖ τί φεύγετον; οὐ μενεῖτον;

### 417

Ἡράκλεις.

### unit_301.1

Ἐγὼ γὰρ ὑμᾶς ἐξολῶ κακοὺς κακῶς·

### unit_301.2

τόλμημα γὰρ τολμᾶτον οὐκ ἀνασχετόν,

### 420.1

ἀλλ’ οἷον οὐδεὶς ἄλλος οὐδεπώποτε

### 420.2

οὔτε θεὸς οὔτ’ ἄνθρωπος. Ὥστ’ ἀπολώλατον.

### unit_303

Σὺ δ’ εἶ τίς; Ὠχρὰ μὲν γὰρ εἶναί μοι δοκεῖς.

### unit_304

Ἴσως Ἐρινύς ἐστιν ἐκ τραγῳδίας·

### unit_305

βλέπει γέ τοι μανικόν τι καὶ τραγῳδικόν.

### 425

Ἀλλ’ οὐκ ἔχει γὰρ δᾷδας.

### 425

Οὐκοῦν κλαύσεται.

### unit_308

Οἴεσθε δ’ εἶναι τίνα με;

### 426.1

Πανδοκεύτριαν

### 426.2

ἢ λεκιθόπωλιν. Οὐ γὰρ ἂν τοσουτονὶ

### 426.3

ἐνέκραγες ἡμῖν οὐδὲν ἠδικημένη.

### unit_310

Ἄληθες; οὐ γὰρ δεινότατα δεδράκατον

### 430

ζητοῦντες ἐκ πάσης με χώρας ἐκβαλεῖν;

### unit_312.1

Οὔκουν ὑπόλοιπόν σοι τὸ βάραθρον γίγνεται;

### unit_312.2

Ἀλλ’ ἥτις εἶ λέγειν ς’ ἐχρῆν αὐτίκα μάλα.

### unit_313.1

Ἣ σφὼ ποήσω τήμερον δοῦναι δίκην

### unit_313.2

ἀνθ’ ὧν ἐμὲ ζητεῖτον ἐνθένδ’ ἀφανίσαι.

### 435.1

Ἆρ’ ἐστὶν ἡ καπηλὶς ἡκ τῶν γειτόνων,

### 435.2

ἣ ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται;

### unit_315

Πενία μὲν οὖν, ἣ σφῷν ξυνοικῶ πόλλ’ ἔτη.

### unit_316

Ἄναξ Ἄπολλον καὶ θεοί, ποῖ τις φύγῃ;

### unit_317

Οὗτος, τί δρᾶς; Ὦ δειλότατον σὺ θηρίον,

### 440

οὐ παραμενεῖς;

### 440

Ἥκιστα πάντων.

### 440.1

Οὐ μενεῖς;

### 440.2

Ἀλλ’ ἄνδρε δύο γυναῖκα φεύγομεν μίαν;

### unit_321

Πενία γάρ ἐστιν, ὦ πόνηρ’, ἧς οὐδαμοῦ

### unit_322

οὐδὲν πέφυκε ζῷον ἐξωλέστερον.

### unit_323

Στῆθ’, ἀντιβολῶ σε, στῆθι.

### 444

Μὰ Δί’ ἐγὼ μὲν οὔ.

### 445.1

Καὶ μὴν λέγω, δεινότατον ἔργον παρὰ πολὺ

### 445.2

ἔργων ἁπάντων ἐργασόμεθ’, εἰ τὸν θεὸν

### 445.3

ἔρημον ἀπολιπόντε ποι φευξούμεθα

### 445.4

τηνδὶ δεδιότε, μηδὲ διαμαχούμεθα.

### unit_326

Ποίοισιν ὅπλοις ἢ δυνάμει πεποιθότε;

### unit_327.1

Ποῖον γὰρ οὐ θώρακα, ποίαν δ’ ἀσπίδα

### unit_327.2

οὐκ ἐνέχυρον τίθησιν ἡ μιαρωτάτη;

### unit_328.1

Θάρρει· μόνος γὰρ ὁ θεὸς οὗτος οἶδ’ ὅτι

### unit_328.2

τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων.

### unit_329

Γρύζειν δὲ καὶ τολμᾶτον, ὦ καθάρματε,

### 455

ἐπ’ αὐτοφώρῳ δεινὰ δρῶντ’ εἰλημμένω;

### unit_331.1

Σὺ δ’, ὦ κάκιστ’ ἀπολουμένη, τί λοιδορεῖ

### unit_331.2

ἡμῖν προσελθοῦς’ οὐδ’ ὁτιοῦν ἀδικουμένη;

### unit_332.1

Οὐδὲν γάρ, ὢ πρὸς τῶν θεῶν, νομίζετε

### unit_332.2

ἀδικεῖν με τὸν Πλοῦτον ποεῖν πειρωμένω

### 460

βλέψαι πάλιν;

### 460.1

Τί οὖν ἀδικοῦμεν τοῦτό σε,

### 460.2

εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομεν

### 460.3

ἀγαθόν;

### 462

Τί δ’ ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθ’;

### 462

Ὅ τι;

### unit_337

σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος.

### unit_338

Ἔμ’ ἐκβαλόντες; Καὶ τί ἂν νομίζετε

### 465

κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώποις;

### 465.1

Ὅ τι;

### 465.2

εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα.

### unit_341.1

Καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον

### unit_341.2

τὸ πρῶτον αὐτοῦ· κἂν μὲν ἀποφήνω μόνην

### unit_341.3

ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ

### 470.1

ὑμῖν δι’ ἐμέ τε ζῶντας ὑμᾶς ... —εἰ δὲ μή,

### 470.2

ποεῖτον ἤδη τοῦθ’ ὅ τι ἂν ὑμῖν δοκῇ.

### unit_343

Ταυτὶ σὺ τολμᾷς, ὦ μιαρωτάτη, λέγειν;

### unit_344.1

Καὶ σύ γε διδάσκου· πάνυ γὰρ οἶμαι ῥᾳδίως

### unit_344.2

ἅπανθ’ ἁμαρτάνοντά ς’ ἀποδείξειν ἐγώ,

### 475

εἰ τοὺς δικαίους φῂς ποήσειν πλουσίους.

### unit_346

Ὦ τύμπανα καὶ κύφωνες, οὐκ ἀρήξετε;

### unit_347

Οὐ δεῖ σχετλιάζειν καὶ βοᾶν πρὶν ἂν μάθῃς.

### unit_348.1

Καὶ τίς δύναιτ’ ἂν μὴ βοᾶν ἰοὺ ἰοὺ

### unit_348.2

τοιαῦτ’ ἀκούων;

### 479

Ὅστις ἐστὶν εὖ φρονῶν.

### 480.1

Τί δῆτά σοι τίμημ’ ἐπιγράψω τῇ δίκῃ,

### 480.2

ἐὰν ἁλῷς;

### 481

Ὅ τι σοι δοκεῖ.

### 481

Καλῶς λέγεις.

### unit_353

Τὸ γὰρ αὔτ’, ἐὰν ἡττᾶσθε, καὶ σφὼ δεῖ παθεῖν.

### unit_354

Ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσιν;

### unit_355

Ταύτῃ γε· νῷν δὲ δύ’ ἀποχρήσουσιν μόνω.

### 485.1

Οὐκ ἂν φθάνοιτε τοῦτο πράττοντες· τί γὰρ

### 485.2

ἔχοι τις ἂν δίκαιον ἀντειπεῖν ἔτι;

### unit_357.1

Ἀλλ’ ἤδη χρῆν τι λέγειν ὑμᾶς σοφὸν ᾧ νικήσετε τηνδὶ

### unit_357.2

ἐν τοῖσι λόγοις ἀντιλέγοντες, μαλακὸν δ’ ἐνδώσετε μηδέν.

### unit_358

Φανερὸν μὲν ἔγωγ’ οἶμαι γνῶναι τοῦτ’ εἶναι πᾶσιν ὁμοίως,

### 490.1

ὅτι τοὺς χρηστοὺς τῶν ἀνθρώπων εὖ πράττειν ἐστὶ δίκαιον,

### 490.2

τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους τούτων τἀναντία δήπου.

### 490.3

Τοῦτ’ οὖν ἡμεῖς ἐπιθυμοῦντες μόλις ηὕρομεν ὥστε γενέσθαι

### 490.4

βούλευμα καλὸν καὶ γενναῖον καὶ χρήσιμον εἰς ἅπαν ἔργον.

### 490.5

Ἢν γὰρ ὁ Πλοῦτος νυνὶ βλέψῃ καὶ μὴ τυφλὸς ὢν περινοστῇ,

### 495.1

ὡς τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων βαδιεῖται κοὐκ ἀπολείψει,

### 495.2

τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους φευξεῖται· κᾆτα ποήσει

### 495.3

πάντας χρηστοὺς—καὶ πλουτοῦντας δήπου—τά τε θεῖα σέβοντας.

### 495.4

Καίτοι τούτου τοῖς ἀνθρώποις τίς ἂν ἐξεύροι ποτ’ ἄμεινον;

### unit_361

Οὐδείς· τούτου μάρτυς ἐγώ σοι· μηδὲν ταύτην γ’ ἀνερώτα.

### unit_362.1

Ὡς μὲν γὰρ νῦν ἡμῖν ὁ βίος τοῖς ἀνθρώποις διάκειται,

### unit_362.2

τίς ἂν οὐχ ἡγοῖτ’ εἶναι μανίαν κακοδαιμονίαν τ’ ἔτι μᾶλλον;

### unit_362.3

Πολλοὶ μὲν γὰρ τῶν ἀνθρώπων ὄντες πλουτοῦσι πονηροί,

### unit_362.4

ἀδίκως αὐτὰ ξυλλεξάμενοι· πολλοὶ δ’ ὄντες πάνυ χρηστοὶ

### unit_362.5

πράττουσι κακῶς καὶ πεινῶσιν μετὰ σοῦ τε τὰ πλεῖστα σύνεισιν.

### 505.1

Οὔκουν εἶναί φημ’, εἰ παύσει ταύτην βλέψας ποθ’ ὁ Πλοῦτος,

### 505.2

ὁδὸν ἥντιν’ ἰὼν τοῖς ἀνθρώποις ἀγάθ’ ἂν μείζω πορίσειεν.

### unit_364.1

Ἀλλ’, ὦ πάντων ῥᾷστ’ ἀνθρώπων ἀναπεισθέντ’ οὐχ ὑγιαίνειν

### unit_364.2

δύο πρεσβύτα, ξυνθιασώτα τοῦ ληρεῖν καὶ παραπαίειν,

### unit_364.3

εἰ τοῦτο γένοιθ’ ὃ ποθεῖθ’ ὑμεῖς, οὔ φημ’ ἂν λυσιτελεῖν σφῷν.

### 510.1

Εἰ γὰρ ὁ Πλοῦτος βλέψειε πάλιν διανείμειέν τ’ ἴσον αὑτόν,

### 510.2

οὔτε τέχνην ἂν τῶν ἀνθρώπων οὔτ’ ἂν σοφίαν μελετῴη

### 510.3

οὐδείς· ἀμφοῖν δ’ ὑμῖν τούτοιν ἀφανισθέντοιν ἐθελήσει

### 510.4

τίς χαλκεύειν ἢ ναυπηγεῖν ἢ ῥάπτειν ἢ τροχοποιεῖν,

### 510.5

ἢ σκυτοτομεῖν ἢ πλινθουργεῖν ἢ πλύνειν ἢ σκυλοδεψεῖν,

### 515.1

ἢ γῆς ἀρότροις ῥήξας δάπεδον καρπὸν Δηοῦς θερίσασθαι,

### 515.2

ἢν ἐξῇ ζῆν ἀργοῖς ὑμῖν τούτων πάντων ἀμελοῦσιν;

### unit_367.1

Λῆρον ληρεῖς. Ταῦτα γὰρ ἡμῖν πάνθ’ ὅσα νυνδὴ κατέλεξας

### unit_367.2

οἱ θεράποντες μοχθήσουσιν.

### 518

Πόθεν οὖν ἕξεις θεράποντας;

### unit_369

Ὠνησόμεθ’ ἀργυρίου δήπου.

### 519

Τίς δ’ ἔσται πρῶτον ὁ πωλῶν,

### 520

ὅταν ἀργύριον κἀκεῖνος ἔχῃ;

### 520.1

Κερδαίνειν βουλόμενός τις

### 520.2

ἔμπορος ἥκων ἐκ Θετταλίας παρ’ ἀπλήστων ἀνδραποδιστῶν.

### unit_373

Ἀλλ’ οὐδ’ ἔσται πρῶτον ἁπάντων οὐδεὶς οὐδ’ ἀνδραποδιστὴς

### unit_374.1

κατὰ τὸν λόγον ὃν σὺ λέγεις δήπου. Τίς γὰρ πλουτῶν ἐθελήσει

### unit_374.2

κινδυνεύων περὶ τῆς ψυχῆς τῆς αὑτοῦ τοῦτο ποῆσαι;

### 525.1

Ὥστ’ αὐτὸς ἀροῦν ἐπαναγκασθεὶς καὶ σκάπτειν τἄλλα τε μοχθεῖν

### 525.2

ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν.

### 526

Ἐς κεφαλὴν σοί.

### unit_377.1

Ἔτι δ’ οὐχ ἕξεις οὔτ’ ἐν κλίνῃ καταδαρθεῖν, —οὐ γὰρ ἔσονται, —

### unit_377.2

οὔτ’ ἐν δάπισιν, —τίς γὰρ ὑφαίνειν ἐθελήσει χρυσίου ὄντος; —

### unit_377.3

Οὔτε μύροισιν μυρίσαι στακτοῖς ὁπόταν νύμφην ἀγάγησθον,

### 530.1

οὔθ’ ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων.

### 530.2

Καίτοι τί πλέον πλουτεῖν ἐστιν τούτων πάντων ἀποροῦντα;

### 530.3

Παρ’ ἐμοῦ δ’ ἐστὶν ταῦτ’ εὔπορα πάνθ’ ὑμῖν ὧν δεῖσθον· ἐγὼ γὰρ

### 530.4

τὸν χειροτέχνην ὥσπερ δέσποιν’ ἐπαναγκάζουσα κάθημαι

### 530.5

διὰ τὴν χρείαν καὶ τὴν πενίαν ζητεῖν ὁπόθεν βίον ἕξει.

### 535.1

Σὺ γὰρ ἂν πορίσαι τί δύναι’ ἀγαθὸν πλὴν φῴδων ἐκ βαλανείου

### 535.2

καὶ παιδαρίων ὑποπεινώντων καὶ γραϊδίων κολοσυρτόν;

### 535.3

Φθειρῶν τ’ ἀριθμὸν καὶ κωνώπων καὶ ψυλλῶν οὐδὲ λέγω σοι

### 535.4

ὑπὸ τοῦ πλήθους, αἳ βομβοῦσαι περὶ τὴν κεφαλὴν ἀνιῶσιν,

### 535.5

ἐπεγείρουσαι καὶ φράζουσαι· «Πεινήσεις· ἀλλ’ ἐπανίστω.»

### 540.1

Πρὸς δέ γε τούτοις ἀνθ’ ἱματίου μὲν ἔχειν ῥάκος· ἀντὶ δὲ κλίνης

### 540.2

στιβάδα σχοίνων κόρεων μεστήν, ἣ τοὺς εὕδοντας ἐγείρει·

### 540.3

καὶ φορμὸν ἔχειν ἀντὶ τάπητος σαπρόν· ἀντὶ δὲ προσκεφαλαίου

### 540.4

λίθον εὐμεγέθη πρὸς τῇ κεφαλῇ· σιτεῖσθαι δ’ ἀντὶ μὲν ἄρτων

### 540.5

μαλάχης πτόρθους, ἀντὶ δὲ μάζης φυλλεῖ’ ἰσχνῶν ῥαφανίδων,

### 545

ἀντὶ δὲ θράνου στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας

### unit_382.1

πιθάκνης πλευρὰν ἐρρωγυῖαν καὶ ταύτην· ἆρά γε πολλῶν

### unit_382.2

ἀγαθῶν πᾶσιν τοῖς ἀνθρώποις ἀποφαίνω ς’ αἴτιον οὖσαν;

### unit_383

Σὺ μὲν οὐ τὸν ἐμὸν βίον εἴρηκας, τὸν τῶν πτωχῶν δ’ ἐπεκρούσω.

### unit_384

Οὔκουν δήπου τῆς πτωχείας πενίαν φαμὲν εἶναι ἀδελφήν;

### unit_385.1

Ὑμεῖς γ’ οἵπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον.

### unit_385.2

Ἀλλ’ οὐχ οὑμὸς τοῦτο πέπονθεν βίος οὐ μὰ Δί’, οὐδέ γε μέλλει.

### unit_385.3

Πτωχοῦ μὲν γὰρ βίος, ὃν σὺ λέγεις, ζῆν ἐστιν μηδὲν ἔχοντα·

### unit_385.4

τοῦ δὲ πένητος ζῆν φειδόμενον καὶ τοῖς ἔργοις προσέχοντα,

### unit_385.5

περιγίγνεσθαι δ’ αὐτῷ μηδέν, μὴ μέντοι μηδ’ ἐπιλείπειν.

### 555.1

Ὡς μακαρίτην, ὦ Δάματερ, τὸν βίον αὐτοῦ κατέλεξας,

### 555.2

εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι.

### unit_387.1

Σκώπτειν πειρᾷ καὶ κωμῳδεῖν τοῦ σπουδάζειν ἀμελήσας,

### unit_387.2

οὐ γιγνώσκων ὅτι τοῦ Πλούτου παρέχω βελτίονας ἄνδρας

### unit_387.3

καὶ τὴν γνώμην καὶ τὴν ἰδέαν. Παρὰ τῷ μὲν γὰρ ποδαγρῶντες

### 560.1

καὶ γαστρώδεις καὶ παχύκνημοι καὶ πίονές εἰσιν ἀσελγῶς,

### 560.2

παρ’ ἐμοὶ δ’ ἰσχνοὶ καὶ σφηκώδεις καὶ τοῖς ἐχθροῖς ἀνιαροί.

### unit_389

Ἀπὸ τοῦ λιμοῦ γὰρ ἴσως αὐτοῖς τὸ σφηκῶδες σὺ πορίζεις.

### unit_390.1

Περὶ σωφροσύνης ἤδη τοίνυν περανῶ σφῷν κἀναδιδάξω

### unit_390.2

ὅτι κοσμιότης οἰκεῖ μετ’ ἐμοῦ, τοῦ Πλούτου δ’ ἐστὶν ὑβρίζειν.

### 565

Πάνυ γοῦν κλέπτειν κόσμιόν ἐστιν καὶ τοὺς τοίχους διορύττειν.

### unit_392

[Νὴ τὸν Δί’, εἰ δεῖ λαθεῖν αὐτόν, πῶς οὐχὶ κόσμιόν ἐστιν;]

### unit_393.1

Σκέψαι τοίνυν ἐν ταῖς πόλεσιν τοὺς ῥήτορας, ὡς ὁπόταν μὲν

### unit_393.2

ὦσι πένητες, περὶ τὸν δῆμον καὶ τὴν πόλιν εἰσὶ δίκαιοι,

### unit_393.3

πλουτήσαντες δ’ ἀπὸ τῶν κοινῶν παραχρῆμ’ ἄδικοι γεγένηνται,

### 570

ἐπιβουλεύουσί τε τῷ πλήθει καὶ τῷ δήμῳ πολεμοῦσιν.

### unit_395.1

Ἀλλ’ οὐ ψεύδει τούτων γ’ οὐδέν, καίπερ σφόδρα βάσκανος οὖσα.

### unit_395.2

Ἀτὰρ οὐχ ἧττόν γ’ οὐδὲν κλαύσει, —μηδὲν ταύτῃ γε κομήσῃς, —

### unit_395.3

ὁτιὴ ζητεῖς τοῦτ’ ἀναπείθειν ἡμᾶς, ὡς ἔστιν ἄμεινον

### unit_395.4

πενία πλούτου.

### 574

Καὶ σύ γ’ ἐλέγξαι μ’ οὔπω δύνασαι περὶ τούτου,

### 575

ἀλλὰ φλυαρεῖς καὶ πτερυγίζεις.

### 575

Καὶ πῶς φεύγουσί ς’ ἅπαντες;

### unit_399.1

Ὅτι βελτίους αὐτοὺς ποιῶ. Σκέψασθαι δ’ ἔστι μάλιστα

### unit_399.2

ἀπὸ τῶν παίδων· τοὺς γὰρ πατέρας φεύγουσι φρονοῦντας ἄριστα

### unit_399.3

αὐτοῖς. Οὕτω διαγιγνώσκειν χαλεπὸν πρᾶγμ’ ἐστὶ δίκαιον.

### unit_400

Τὸν Δία φήσεις ἆρ’ οὐκ ὀρθῶς διαγιγνώσκειν τὸ κράτιστον·

### 580

κἀκεῖνος γὰρ τὸν πλοῦτον ἔχει.

### 580

Ταύτην δ’ ἡμῖν ἀποπέμπει.

### unit_403.1

Ἀλλ’, ὦ Κρονικαῖς λήμαις ὄντως λημῶντες τὰς φρένας ἄμφω,

### unit_403.2

ὁ Ζεὺς δήπου πένεται, καὶ τοῦτ’ ἤδη φανερῶς σε διδάξω.

### unit_403.3

Εἰ γὰρ ἐπλούτει, πῶς ἂν ποιῶν τὸν Ὀλυμπικὸν αὐτὸς ἀγῶνα

### unit_403.4

ἵνα τοὺς Ἕλληνας ἅπαντας ἀεὶ δι’ ἔτους πέμπτου ξυναγείρει,

### 585.1

ἀνεκήρυττεν τῶν ἀσκητῶν τοὺς νικῶντας στεφανώσας

### 585.2

κοτίνου στεφάνῳ; Καίτοι χρυσῷ μᾶλλον ἐχρῆν, εἴπερ ἐπλούτει.

### unit_405.1

Οὔκουν τούτῳ δήπου δηλοῖ τιμῶν τὸν πλοῦτον ἐκεῖνος;

### unit_405.2

Φειδόμενος γὰρ καὶ βουλόμενος τούτου μηδὲν δαπανᾶσθαι,

### unit_405.3

λήροις ἀναδῶν τοὺς νικῶντας τὸν πλοῦτον ἐᾷ παρ’ ἑαυτῷ.

### 590.1

Πολὺ τῆς πενίας πρᾶγμ’ αἴσχιον ζητεῖς αὐτῷ περιάψαι,

### 590.2

εἰ πλούσιος ὢν ἀνελεύθερός ἐσθ’ οὑτωσὶ καὶ φιλοκερδής.

### unit_407

Ἀλλὰ σέ 〈γ’〉 ὁ Ζεὺς ἐξολέσειεν κοτίνου στεφάνῳ στεφανώσας.

### unit_408.1

Τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς ὡς οὐ πάντ’ ἔστ’ ἀγάθ’ ὑμῖν

### unit_408.2

διὰ τὴν πενίαν.

### 594

Παρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι,

### 595.1

εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον. Φησὶ γὰρ αὕτη

### 595.2

τοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆν’ ἀποπέμπειν,

### 595.3

τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι.

### 595.4

Ἀλλὰ φθείρου καὶ μὴ γρύξῃς

### 595.5

ἔτι μηδ’ ὁτιοῦν.

### unit_411

Οὐ γὰρ πείσεις, οὐδ’ ἢν πείσῃς.

### unit_412

Ὦ πόλις Ἄργους, κλύεθ’ οἷα λέγει.

### unit_413

Παύσωνα κάλει τὸν ξύσσιτον.

### unit_414

Τί πάθω τλήμων;

### unit_415

Ἔρρ’ ἐς κόρακας θᾶττον ἀφ’ ἡμῶν.

### 605

Εἶμι δὲ ποῖ γῆς;

### unit_417

Εἰς τὸν κύφων’· ἀλλ’ οὐ μέλλειν

### unit_418

χρῆν ς’, ἀλλ’ ἁνύειν.

### unit_419.1

Ἦ μὴν ὑμεῖς γ’ ἔτι μ’ ἐνταυθοῖ

### unit_419.2

μεταπέμψεσθον.

### 610.1

Τότε νοστήσεις· νῦν δὲ φθείρου.

### 610.2

Κρεῖττον γάρ μοι πλουτεῖν ἐστιν,

### 610.3

σὲ δ’ ἐᾶν κλάειν μακρὰ τὴν κεφαλήν.

### unit_421.1

Νὴ Δί’ ἐγὼ γοῦν ἐθέλω πλουτῶν

### unit_421.2

εὐωχεῖσθαι μετὰ τῶν παίδων

### 615.1

τῆς τε γυναικός, καὶ λουσάμενος

### 615.2

λιπαρὸς χωρῶν ἐκ βαλανείου

### 615.3

τῶν χειροτεχνῶν

### 615.4

καὶ τῆς πενίας καταπαρδεῖν.

### unit_423

Αὕτη μὲν ἡμῖν ἡπίτριπτος οἴχεται.

### 620.1

Ἐγὼ δὲ καὶ σύ γ’ ὡς τάχιστα τὸν θεὸν

### 620.2

ἐγκατακλινοῦντ’ ἄγωμεν εἰς Ἀσκληπιοῦ.

### unit_425.1

Καὶ μὴ διατρίβωμέν γε, μὴ πάλιν τις αὖ

### unit_425.2

ἐλθὼν διακωλύσῃ τι τῶν προὔργου ποεῖν.

### unit_426

Παῖ Καρίων, τὰ στρώματ’ ἐκφέρειν ἐχρῆν

### 625.1

αὐτόν τ’ ἄγειν τὸν Πλοῦτον, ὡς νομίζεται,

### 625.2

καὶ τἄλλ’ ὅς’ ἐστὶν ἔνδον εὐτρεπισμένα.

### unit_428

〈ΧΟΡΟΥ〉

### 627.1

Ὦ πλεῖστα Θησείοις μεμυστιλημένοι

### 627.2

γέροντες ἄνδρες ἐπ’ ὀλιγίστοις ἀλφίτοις,

### 627.3

ὡς εὐτυχεῖθ’, ὡς μακαρίως πεπράγατε,

### 630

ἅλλοι θ’ ὅσοις μέτεστι τοῦ χρηστοῦ τρόπου.

### unit_431.1

Τί δ’ ἐστίν, ὦ βέλτιστε, τῶν σαυτοῦ φίλων;

### unit_431.2

Φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος.

### unit_432.1

Ὁ δεσπότης πέπραγεν εὐτυχέστατα,

### unit_432.2

μᾶλλον δ’ ὁ Πλοῦτος αὐτός· ἀντὶ γὰρ τυφλοῦ

### 635.1

ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας,

### 635.2

Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών.

### unit_434

Λέγεις μοι χαράν, λέγεις μοι βοάν.

### unit_435

Πάρεστι χαίρειν, ἤν τε βούλησθ’ ἤν τε μή.

### unit_436

Ἀναβοάσομαι τὸν εὔπαιδα καὶ

### 640

μέγα βροτοῖσι φέγγος Ἀσκληπιόν.

### 641.1

Τίς ἡ βοή ποτ’ ἐστίν; Ἆρ’ ἀγγέλλεται

### 641.2

χρηστόν τι; Τοῦτο γὰρ ποθοῦς’ ἐγὼ πάλαι

### 641.3

ἔνδον κάθημαι περιμένουσα τουτονί.

### unit_439

Ταχέως, ταχέως φέρ’ οἶνον, ὦ δέσποιν’, ἵνα

### 645.1

καὐτὴ πίῃς, —φιλεῖς δὲ δρῶς’ αὐτὸ σφόδρα, —

### 645.2

ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω.

### unit_441

Καὶ ποῦ ’στιν;

### 647

Ἐν τοῖς λεγομένοις· εἴσει τάχα.

### unit_443

Πέραινε τοίνυν ὅ τι λέγεις ἁνύσας ποτέ.

### unit_444

Ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα

### unit_445

ἐκ τῶν ποδῶν εἰς τὴν κεφαλήν σοι πάντ’ ἐρῶ.

### unit_446

Μὴ δῆτ’ ἔμοιγ’ εἰς τὴν κεφαλήν.

### 651.1

Μὴ τἀγαθὰ

### 651.2

ἃ νῦν γεγένηται;

### 652

Μὴ μὲν οὖν τὰ πράγματα.

### unit_449

Ὡς γὰρ τάχιστ’ ἀφικόμεθα πρὸς τὸν θεὸν

### unit_450

ἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατον,

### 655.1

νῦν δ’ εἴ τιν’ ἄλλον μακάριον κεὐδαίμονα,

### 655.2

πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν,

### 655.3

ἔπειτ’ ἐλοῦμεν.

### 657.1

Νὴ Δί’ εὐδαίμων ἄρ’ ἦν

### 657.2

ἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος.

### unit_453

Ἔπειτα πρὸς τὸ τέμενος ᾗμεν τοῦ θεοῦ.

### 660.1

Ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματα

### 660.2

καθωσιώθη, πελανὸς Ἡφαίστου φλογί,

### 660.3

κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν·

### 660.4

ἡμῶν δ’ ἕκαστος στιβάδα παρεκαττύετο.

### unit_455

Ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ;

### 665.1

Εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός,

### 665.2

κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν·

### 665.3

ἕτεροί τε πολλοὶ παντοδαπὰ νοσήματα

### 665.4

ἔχοντες. Ὡς δὲ τοὺς λύχνους ἀποσβέσας

### 665.5

ἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦ

### 670.1

ὁ πρόπολος. εἰπών, ἤν τις αἴσθηται ψόφου,

### 670.2

σιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα.

### 670.3

Κἀγὼ καθεύδειν οὐκ ἐδυνάμην, ἀλλά με

### 670.4

ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη

### 670.5

ὀλίγον ἄπωθεν τῆς κεφαλῆς του γρᾳδίου,

### 675.1

ἐφ’ ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι.

### 675.2

Ἔπειτ’ ἀναβλέψας ὁρῶ τὸν ἱερέα

### 675.3

τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας

### 675.4

ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς. Μετὰ τοῦτο δὲ

### unit_459

περιῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ,

### 680.1

εἴ που πόπανον εἴη τι καταλελειμμένον·

### 680.2

ἔπειτα ταῦθ’ ἥγιζεν εἰς σάκταν τινά.

### 680.3

Κἀγὼ νομίσας πολλὴν ὁσίαν τοῦ πράγματος

### 680.4

ἐπὶ τὴν χύτραν τὴν τῆς ἀθάρης ἀνίσταμαι.

### unit_461

Ταλάντατ’ ἀνδρῶν, οὐκ ἐδεδοίκεις τὸν θεόν;

### 685.1

Νὴ τοὺς θεοὺς ἔγωγε, μὴ φθάσειέ με

### 685.2

ἐπὶ τὴν χύτραν ἐλθὼν ἔχων τὰ στέμματα.

### 685.3

Ὁ γὰρ ἱερεὺς αὐτοῦ με προὐδιδάξατο.

### 685.4

Τὸ γρᾴδιον δ’ ὡς ᾔσθετο δή μου τὸν ψόφον,

### 685.5

τὴν χεῖρ’ ὑπῆρε· κᾆτα συρίξας ἐγὼ

### 690.1

ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις.

### 690.2

Ἡ δ’ εὐθέως τὴν χεῖρα πάλιν ἀνέσπασεν,

### 690.3

κατέκειτό θ’ αὑτὴν ἐντυλίξας’ ἡσυχῇ

### 690.4

ὑπὸ τοῦ δέους βδέουσα δριμύτερον γαλῆς.

### 690.5

Κἀγὼ τότ’ ἤδη τῆς ἀθάρης πολλὴν ἔφλων·

### 695

ἔπειτ’ ἐπειδὴ μεστὸς ἦν, ἀνεπαυόμην.

### unit_465

Ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν;

### 696.1

Οὐδέπω.

### 696.2

Μετὰ τοῦτο δ’ ἤδη καὶ γέλοιον δῆτά τι

### 696.3

ἐπόησα. Προσιόντος γὰρ αὐτοῦ μέγα πάνυ

### 696.4

ἀπέπαρδον· ἡ γαστὴρ γὰρ ἐπεφύσητό μου.

### unit_467

Ἦ πού σε διὰ τοῦτ’ εὐθὺς ἐβδελύττετο.

### unit_468

Οὔκ, ἀλλ’ Ἰασὼ μέν τις ἀκολουθοῦς’ ἅμα

### unit_469.1

ὑπηρυθρίασε χἠ Πανάκει’ ἀπεστράφη

### unit_469.2

τὴν ῥῖν’ ἐπιλαβοῦς’· οὐ λιβανωτὸν γὰρ βδέω.

### unit_470

Αὐτὸς δ’ ἐκεῖνος;

### 704

Οὐ μὰ Δί’ οὐδ’ ἐφρόντισεν.

### 705

Λέγεις ἄγροικον ἄρα σύ γ’ εἶναι τὸν θεόν;

### unit_473

Μὰ Δί’ οὐκ ἔγωγ’, ἀλλὰ σκατοφάγον.

### 706

Αἲ τάλαν.

### unit_475.1

Μετὰ ταῦτ’ ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην

### unit_475.2

δείσας, ἐκεῖνος δ’ ἐν κύκλῳ τὰ νοσήματα

### unit_475.3

σκοπῶν περιῄει πάντα κοσμίως πάνυ.

### 710.1

Ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον

### 710.2

παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον.

### unit_477

Λίθινον;

### 712

Μὰ Δί’ οὐ δῆτ’, οὐχὶ τό γε κιβώτιον.

### unit_479.1

Σὺ δὲ πῶς ἑώρας, ὦ κάκιστ’ ἀπολούμενε,

### unit_479.2

ὃς ἐγκεκαλύφθαι φῄς;

### 714

Διὰ τοῦ τριβωνίου·

### 715.1

ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία.

### 715.2

Πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακον

### 715.3

κατάπλαστον ἐνεχείρησε τρίβειν, ἐμβαλὼν

### 715.4

σκορόδων κεφαλὰς τρεῖς Τηνίων. Ἔπειτ’ ἔφλα

### 715.5

ἐν τῇ θυείᾳ συμπαραμειγνύων ὀπὸν

### 720.1

καὶ σχῖνον· εἶτ’ ὄξει διέμενος Σφηττίῳ

### 720.2

κατέπλασεν αὐτοῦ τὰ βλέφαρ’ ἐκστρέψας, ἵνα

### unit_483.1

ὀδυνῷτο μᾶλλον. Ὁ δὲ κεκραγὼς καὶ βοῶν

### unit_483.2

ἔφευγ’ ἀνᾴξας· ὁ δὲ θεὸς γελάσας ἔφη·

### unit_483.3

«Ἐνταῦθά νυν κάθησο καταπεπλασμένος,

### 725

ἵν’ ἐπομνύμενον παύσω σε τὰς ἐκκλησίας.»

### unit_485

Ὡς φιλόπολίς τίς ἐσθ’ ὁ δαίμων καὶ σοφός.

### unit_486.1

Μετὰ τοῦτο τῷ Πλούτῳ ’τι παρεκαθέζετο,

### unit_486.2

καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο,

### unit_486.3

ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν

### 730.1

τὰ βλέφαρα περιέψησεν. Ἡ Πανάκεια δὲ

### 730.2

κατεπέτας’ αὐτοῦ τὴν κεφαλὴν φοινικίδι

### 730.3

καὶ πᾶν τὸ πρόσωπον· εἶθ’ ὁ θεὸς ἐπόππυσεν.

### 730.4

Ἐξῃξάτην οὖν δύο δράκοντ’ ἐκ τοῦ νεὼ

### 730.5

ὑπερφυεῖ τὸ μέγεθος.

### 734

Ὦ φίλοι θεοί.

### 735.1

Τούτω δ’ ὑπὸ τὴν φοινικίδ’ ὑποδύνθ’ ἡσυχῇ

### 735.2

τὰ βλέφαρα περιέλειχον, ὥς γέ μοὐδόκει·

### 735.3

καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα,

### 735.4

ὁ Πλοῦτος, ὦ δέσποιν’, ἀνειστήκει βλέπων·

### 735.5

ἐγὼ δὲ τὼ χεῖρ’ ἀνεκρότης’ ὑφ’ ἡδονῆς

### 740.1

τὸν δεσπότην τ’ ἤγειρον. Ὁ θεὸς δ’ εὐθέως

### 740.2

ἠφάνισεν αὐτὸν οἵ τ’ ὄφεις εἰς τὸν νεών.

### 740.3

Οἱ δ’ ἐγκατακείμενοι παρ’ αὐτῷ πῶς δοκεῖς

### 740.4

τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθ’ ὅλην

### 740.5

ἐγρηγόρεσαν, ἕως διέλαμψεν ἡμέρα.

### 745.1

Ἐγὼ δ’ ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα,

### 745.2

ὅτι βλέπειν ἐπόησε τὸν Πλοῦτον ταχύ,

### unit_492

τὸν δὲ Νεοκλείδην μᾶλλον ἐπόησεν τυφλόν.

### unit_493.1

Ὅσην ἔχεις τὴν δύναμιν, ὦναξ δέσποτα.

### unit_493.2

Ἀτὰρ φράσον μοι, ποῦ ’σθ’ ὁ Πλοῦτος;

### 749

Ἔρχεται.

### unit_495.1

Ἀλλ’ ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος.

### unit_495.2

Οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίον

### unit_495.3

ἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶ

### unit_495.4

ἐδεξιοῦνθ’ ἅπαντες ὑπὸ τῆς ἡδονῆς·

### unit_495.5

ὅσοι δ’ ἐπλούτουν οὐσίαν τ’ εἶχον συχνὴν

### 755.1

οὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι,

### 755.2

ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόν θ’ ἅμα.

### 755.3

Οἱ δ’ ἠκολούθουν κατόπιν ἐστεφανωμένοι

### 755.4

γελῶντες, εὐφημοῦντες· ἐκτυπεῖτο δὲ

### 755.5

ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν.

### 760.1

Ἀλλ’ εἶ’, ἁπαξάπαντες ἐξ ἑνὸς λόγου

### 760.2

ὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ χορεύετε·

### 760.3

οὐδεὶς γὰρ ὑμῖν εἰσιοῦσιν ἀγγελεῖ,

### 760.4

ὡς ἄλφιτ’ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ.

### unit_498

Νὴ τὴν Ἑκάτην, κἀγὼ δ’ ἀναδῆσαι βούλομαι

### 765.1

εὐαγγέλιά σε κριβανιτῶν ὁρμαθῷ

### 765.2

τοιαῦτ’ ἀπαγγείλαντα.

### 766.1

Μή νυν μέλλ’ ἔτι,

### 766.2

ὡς ἅνδρες ἐγγύς εἰσιν ἤδη τῶν θυρῶν.

### unit_501.1

Φέρε νυν, ἰοῦς’ εἴσω κομίσω καταχύσματα

### unit_501.2

ὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς ἐγώ.

### 770

Ἐγὼ δ’ ἀπαντῆσαί γ’ ἐκείνοις βούλομαι.

### unit_503

ΧΟΡΟΥ

### 771.1

Καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον,

### 771.2

ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον

### 771.3

χώραν τε πᾶσαν Κέκροπος ἥ μ’ ἐδέξατο.

### 771.4

Αἰσχύνομαι δὲ τὰς ἐμαυτοῦ συμφοράς,

### 775.1

οἵοις ἄρ’ ἀνθρώποις ξυνὼν ἐλάνθανον,

### 775.2

τοὺς ἀξίους δὲ τῆς ἐμῆς ὁμιλίας

### 775.3

ἔφευγον, εἰδὼς οὐδέν. Ὦ τλήμων ἐγώ,

### 775.4

ὡς οὔτ’ ἐκεῖν’ ἄρ’ οὔτε ταῦτ’ ὀρθῶς ἔδρων.

### 775.5

Ἀλλ’ αὖ τὰ πάντα πάλιν ἀναστρέψας ἐγὼ

### 780.1

δείξω τὸ λοιπὸν πᾶσιν ἀνθρώποις ὅτι

### 780.2

ἄκων ἐμαυτὸν τοῖς πονηροῖς ἐπεδίδουν.

### unit_507.1

Βάλλ’ ἐς κόρακας. Ὡς χαλεπόν εἰσιν οἱ φίλοι

### unit_507.2

οἱ φαινόμενοι παραχρῆμ’ ὅταν πράττῃ τις εὖ.

### unit_507.3

Νύττουσι γὰρ καὶ φλῶσι τἀντικνήμια,

### 785.1

ἐνδεικνύμενος ἕκαστος εὔνοιάν τινα.

### 785.2

Ἐμὲ γὰρ τίς οὐ προσεῖπε; Ποῖος οὐκ ὄχλος

### 785.3

περιεστεφάνωσεν ἐν ἀγορᾷ πρεσβυτικός;

### unit_509.1

Ὦ φίλτατ’ ἀνδρῶν, καὶ σὺ καὶ σύ, χαίρετον.

### unit_509.2

Φέρε νυν, —νόμος γάρ ἐστι, —τὰ καταχύσματα

### 790

ταυτὶ καταχέω σου λαβοῦσα.

### 790.1

Μηδαμῶς.

### 790.2

Ἐμοῦ γὰρ εἰσιόντος εἰς τὴν οἰκίαν

### 790.3

πρώτιστ’ ἀναβλέψαντος οὐδὲν ἐκφέρειν

### 790.4

πρεπῶδές ἐστιν, ἀλλὰ μᾶλλον εἰσφέρειν.

### unit_512

Εἶτ’ οὐχὶ δέξει δῆτα τὰ καταχύσματα;

### 795.1

Ἔνδον γε παρὰ τὴν ἑστίαν, ὥσπερ νόμος.

### 795.2

Ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν.

### 795.3

Οὐ γὰρ πρεπῶδές ἐστι τῷ διδασκάλῳ

### 795.4

ἰσχάδια καὶ τρωγάλια τοῖς θεωμένοις

### 795.5

προβαλόντ’, ἐπὶ τούτοις εἶτ’ ἀναγκάζειν γελᾶν.

### unit_514.1

Εὖ πάνυ λέγεις· ὡς Δεξίνικός γ’ οὑτοσὶ

### unit_514.2

ἀνίσταθ’ ὡς ἁρπασόμενος τὰς ἰσχάδας.

### unit_515

ΧΟΡΟΥ

### 802.1

Ὡς ἡδὺ πράττειν, ὦνδρές, ἐστ’ εὐδαιμόνως,

### 802.2

καὶ ταῦτα μηδὲν ἐξενεγκόντ’ οἴκοθεν.

### 802.3

Ἡμῖν γὰρ ἀγαθῶν σωρὸς εἰς τὴν οἰκίαν

### 805a

ἐπεισπέπαικεν οὐδὲν ἠδικηκόσιν.

### 805b

Οὕτω τὸ πλουτεῖν ἐστιν ἡδὺ πρᾶγμα δή.

### 806.1

Ἡ μὲν σιπύη μεστή ’στι λευκῶν ἀλφίτων,

### 806.2

οἱ δ’ ἀμφορῆς οἴνου μέλανος ἀνθοσμίου.

### 806.3

Ἅπαντα δ’ ἡμῖν ἀργυρίου καὶ χρυσίου

### 806.4

τὰ σκευάρια πλήρη ’στίν, ὥστε θαυμάσαι.

### 810.1

Τὸ φρέαρ δ’ ἐλαίου μεστόν· αἱ δὲ λήκυθοι

### 810.2

μύρου γέμουσι, τὸ δ’ ὑπερῷον ἰσχάδων.

### 810.3

Ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα

### 810.4

χαλκῆ γέγονε· τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς

### 810.5

τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθ’ ὁρᾶν.

### 815

Ὁ δ’ ἰπνὸς γέγον’ ἡμῖν ἐξαπίνης ἐλεφάντινος.

### unit_522.1

Στατῆρσι δ’ οἱ θεράποντες ἀρτιάζομεν

### unit_522.2

χρυσοῖς· ἀποψώμεσθα δ’ οὐ λίθοις ἔτι,

### unit_522.3

ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῆς ἑκάστοτε.

### unit_522.4

Καὶ νῦν ὁ δεσπότης μὲν ἔνδον βουθυτεῖ

### 820.1

ὗν καὶ τράγον καὶ κριὸν ἐστεφανωμένος,

### 820.2

ἐμὲ δ’ ἐξέπεμψεν ὁ καπνός· οὐχ οἷός τε γὰρ

### 820.3

ἔνδον μένειν ἦν· ἔδακνε γὰρ τὰ βλέφαρά μου.

### 823.1

Ἕπου μετ’ ἐμοῦ, παιδάριον, ἵνα πρὸς τὸν θεὸν

### 823.2

ἴωμεν.

### 824

Ἔα, τίς ἐσθ’ ὁ προσιὼν οὑτοσί;

### 825

Ἀνὴρ πρότερον μὲν ἄθλιος, νῦν δ’ εὐτυχής.

### unit_527

Δῆλον ὅτι τῶν χρηστῶν τις, ὡς ἔοικας, εἶ.

### unit_528

Μάλιστ’.

### 827

Ἔπειτα τοῦ δέει;

### 827.1

Πρὸς τὸν θεὸν

### 827.2

ἥκω. μεγάλων γάρ μοὐστὶν ἀγαθῶν αἴτιος.

### 827.3

Ἐγὼ γὰρ ἱκανὴν οὐσίαν παρὰ τοῦ πατρὸς

### 830.1

λαβὼν ἐπήρκουν τοῖς δεομένοις τῶν φίλων,

### 830.2

εἶναι νομίζων χρήσιμον πρὸς τὸν βίον.

### unit_532

Ἦ πού σε ταχέως ἐπέλιπεν τὰ χρήματα.

### unit_533

Κομιδῇ μὲν οὖν.

### 833

Οὐκοῦν μετὰ ταῦτ’ ἦσθ’ ἄθλιος.

### unit_535

Κομιδῇ μὲν οὖν. Κἀγὼ μὲν ᾤμην οὓς τέως

### 835.1

εὐεργέτησα δεομένους ἕξειν φίλους

### 835.2

ὄντως βεβαίους, εἰ δεηθείην ποτέ·

### 835.3

οἱ δ’ ἐξετρέποντο κοὐκ ἐδόκουν ὁρᾶν μ’ ἔτι.

### unit_537

Καὶ κατεγέλων γ’ εὖ οἶδ’ ὅτι.

### 838.1

Κομιδῇ μὲν οὖν·

### 838.2

αὐχμὸς γὰρ ὢν τῶν σκευαρίων μ’ ἀπώλεσεν.

### 840.1

Ἀλλ’ οὐχὶ νῦν. Ἀνθ’ ὧν ἐγὼ πρὸς τὸν θεὸν

### 840.2

προσευξόμενος ἥκω δικαίως ἐνθάδε.

### unit_540.1

Τὸ τριβώνιον δὲ τί δύναται, πρὸς τῶν θεῶν,

### unit_540.2

ὃ φέρει μετὰ σοῦ τὸ παιδάριον τουτί; φράσον.

### unit_541

Καὶ τοῦτ’ ἀναθήσων ἔρχομαι πρὸς τὸν θεόν.

### 845

Μῶν οὖν ἐμυήθης δῆτ’ ἐν αὐτῷ τὰ μεγάλα;

### unit_543

Οὔκ, ἀλλ’ ἐνερρίγως’ ἔτη τριακαίδεκα.

### unit_544

Τὰ δ’ ἐμβάδια;

### 847

Καὶ ταῦτα συνεχειμάζετο.

### unit_546

Καὶ ταῦτ’ ἀναθήσων ἔφερες οὖν;

### 848

Νὴ τὸν Δία.

### unit_548

Χαρίεντά γ’ ἤκεις δῶρα τῷ θεῷ φέρων.

### unit_549.1

Οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος,

### unit_549.2

καὶ τρισκακοδαίμων καὶ τετράκις καὶ πεντάκις

### unit_549.3

καὶ δωδεκάκις καὶ μυριάκις· ἰοὺ ἰού.

### unit_549.4

Οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι.

### unit_550

Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι,

### 855

τί ποτ’ ἐστὶν ὅ τι πέπονθεν ἅνθρωπος κακόν;

### unit_552.1

Οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα,

### unit_552.2

ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας

### unit_552.3

διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν

### unit_552.4

πάλιν αὖθις, ἤνπερ μὴ ’πιλίπωσιν αἱ δίκαι;

### 860.1

Ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ.

### 860.2

Προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ,

### 860.3

ἔοικε δ’ εἶναι τοῦ πονηροῦ κόμματος.

### unit_554

Νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται.

### unit_555

Ποῦ, ποῦ ’σθ’ ὁ μόνος ἅπαντας ἡμᾶς πλουσίους

### 865.1

ὑποσχόμενος οὗτος ποήσειν εὐθέως,

### 865.2

εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς; Ὁ δὲ

### 865.3

πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς.

### unit_557

Καὶ τίνα δέδρακε δῆτα τοῦτ’;

### 868

Ἐμὲ τουτονί.

### unit_559

Ἦ τῶν πονηρῶν ἦσθα καὶ τοιχωρύχων;

### 870.1

Μὰ Δί’, οὐ μὲν οὖν ἐσθ’ ὑγιὲς ὑμῶν οὐδενός,

### 870.2

κοὐκ ἔσθ’ ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα.

### unit_561.1

Ὡς σοβαρός, ὦ Δάματερ, εἰσελήλυθεν

### unit_561.2

ὁ συκοφάντης. Δῆλον ὅτι βουλιμιᾷ.

### unit_562

Σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις·

### 875.1

ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ ς’ ἐκεῖ στρεβλούμενον

### 875.2

εἰπεῖν ἃ πεπανούργηκας.

### 876

Οἰμώξἄρα σύ.

### unit_565.1

Νὴ τὸν Δία τὸν σωτῆρα, πολλοῦ γ’ ἄξιος

### unit_565.2

ἅπασι τοῖς Ἕλλησιν ὁ θεὸς οὗτος, εἰ

### unit_565.3

τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς.

### 880.1

Οἴμοι τάλας· μῶν καὶ σὺ μετέχων καταγελᾷς;

### 880.2

Ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί;

### 880.3

Ἐχθὲς δ’ ἔχοντ’ εἶδόν ς’ ἐγὼ τριβώνιον.

### unit_567.1

Οὐδὲν προτιμῶ σου· φορῶ γὰρ πριάμενος

### unit_567.2

τὸν δακτύλιον τονδὶ παρ’ Εὐδάμου δραχμῆς.

### 885

Ἀλλ’ οὐδέν’ ἔστι συκοφάντου δήγματος.

### unit_569.1

Ἆρ’ οὐχ ὕβρις ταῦτ’ ἐστὶ πολλή; Σκώπτετον,

### unit_569.2

ὅ τι δὲ ποεῖτον ἐνθάδ’ οὐκ εἰρήκατον.

### unit_569.3

Οὐκ ἐπ’ ἀγαθῷ γὰρ ἐνθάδ’ ἐστὸν οὐδενί.

### unit_570

Μὰ τὸν Δί’ οὔκουν τῷ γε σῷ, σάφ’ ἴσθ’ ὅτι.

### 890

Ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον.

### unit_572.1

Ὡς δὴ ’π’ ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυρος

### unit_572.2

διαρραγείης—

### 892

μηδενός γ’ ἐμπλήμενος.

### unit_574.1

Ἀρνεῖσθον; Ἔνδον ἐστίν, ὦ μιαρωτάτω,

### unit_574.2

πολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων.

### 895

Υυ υυ υυ υυ υυ υυ.

### unit_576

Κακόδαιμον, ὀσφραίνει τι;

### 896

Τοῦ ψύχους γ’ ἴσως.

### unit_578

[ἐπεὶ τοιοῦτόν γ’ ἀμπέχεται τριβώνιον.]

### unit_579.1

Ταῦτ’ οὖν ἀνασχέτ’ ἐστίν, ὦ Ζεῦ καὶ θεοί,

### unit_579.2

τούτους ὑβρίζειν εἰς ἔμ’; Οἴμ’ ὡς ἄχθομαι

### unit_580

ὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς.

### unit_581

Σὺ φιλόπολις καὶ χρηστός;

### 901

Ὡς οὐδείς γ’ ἀνήρ.

### unit_583

Καὶ μὴν ἐπερωτηθεὶς ἀπόκριναί μοι.

### 902

Τὸ τί;

### unit_585

Γεωργὸς εἶ;

### 903

Μελαγχολᾶν μ’ οὕτως οἴει;

### unit_587

Ἀλλ’ ἔμπορος;

### 904

Ναί, σκήπτομαί γ’, ὅταν τύχω.

### 905

Τί δαί; τέχνην τιν’ ἔμαθες;

### 905

Οὐ μὰ τὸν Δία.

### unit_591

Πῶς οὖν διέζης ἢ πόθεν μηδὲν ποιῶν;

### unit_592.1

Τῶν τῆς πόλεώς εἰμ’ ἐπιμελητὴς πραγμάτων

### unit_592.2

καὶ τῶν ἰδίων πάντων.

### 908

Σύ; τί μαθών;

### 908

Βούλομαι.

### unit_595

Πῶς οὖν ἂν εἴης χρηστός, ὦ τοιχωρύχε,

### 910

εἴ σοι προσῆκον μηδὲν εἶτ’ ἀπεχθάνει;

### unit_597.1

Οὐ γὰρ προσήκει τὴν ἐμαυτοῦ μοι πόλιν

### unit_597.2

εὐεργετεῖν, ὦ κέπφε, καθ’ ὅσον ἂν σθένω;

### unit_598

Εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν;

### unit_599

Τὸ μὲν οὖν βοηθεῖν τοῖς νόμοις τοῖς κειμένοις

### 915

καὶ μὴ ’πιτρέπειν ἐάν τις ἐξαμαρτάνῃ.

### unit_601.1

Οὔκουν δικαστὰς ἐξεπίτηδες ἡ πόλις

### unit_601.2

ἄρχειν καθίστησιν;

### 917

Κατηγορεῖ δὲ τίς;

### unit_603

Ὁ βουλόμενος.

### 918.1

Οὐκοῦν ἐκεῖνός εἰμ’ ἐγώ.

### 918.2

Ὥστ’ εἰς ἔμ’ ἥκει τῆς πόλεως τὰ πράγματα.

### 920.1

Νὴ Δία, πονηρόν γ’ ἆρα προστάτην ἔχει.

### 920.2

Ἐκεῖνο δ’ οὐ βούλοι’ ἄν, ἡσυχίαν ἔχων

### 920.3

ζῆν ἀργός;

### 922.1

Ἀλλὰ προβατίου βίον λέγεις,

### 922.2

εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ.

### unit_607

Οὐδ’ ἂν μεταμάθοις;

### 924

Οὐδ’ ἂν εἰ δοίης γέ μοι

### 925

τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον.

### unit_610

Κατάθου ταχέως θοἰμάτιον.

### 926

Οὗτος, σοὶ λέγει.

### unit_612

Ἔπειθ’ ὑπόλυσαι.

### 927

Πάντα ταῦτα σοὶ λέγει.

### unit_614.1

Καὶ μὴν προσελθέτω πρὸς ἔμ’ ὑμῶν ἐνθαδὶ

### unit_614.2

ὁ βουλόμενος.

### 929

Οὐκοῦν ἐκεῖνός εἰμ’ ἐγώ.

### 930

Οἴμοι τάλας, ἀποδύομαι μεθ’ ἡμέραν.

### unit_617

Σὺ γὰρ ἀξιοῖς τἀλλότρια πράττων ἐσθίειν;

### unit_618

Ὁρᾷς ἃ ποιεῖ; Ταῦτ’ ἐγὼ μαρτύρομαι.

### unit_619

Ἀλλ’ οἴχεται φεύγων ὃν ἦγες μάρτυρα.

### unit_620

Οἴμοι, περιείλημμαι μόνος.

### 934

Νυνὶ βοᾷς;

### 935

Οἴμοι μάλ’ αὖθις.

### 935.1

Δὸς σύ μοι τὸ τριβώνιον,

### 935.2

ἵν’ ἀμφιέσω τὸν συκοφάντην τουτονί.

### unit_624

Μὴ δῆθ’· ἱερὸν γάρ ἐστι τοῦ Πλούτου πάλαι.

### unit_625.1

Ἔπειτα ποῦ κάλλιον ἀνατεθήσεται

### unit_625.2

ἢ περὶ πονηρὸν ἄνδρα καὶ τοιχωρύχον;

### 940

Πλοῦτον δὲ κοσμεῖν ἱματίοις σεμνοῖς πρέπει.

### unit_627

Τοῖς δ’ ἐμβαδίοις τί χρήσεταί τις; εἰπέ μοι.

### unit_628.1

Καὶ ταῦτα πρὸς τὸ μέτωπον αὐτίκα δὴ μάλα

### unit_628.2

ὥσπερ κοτίνῳ προσπατταλεύσω τουτῳί.

### unit_629

Ἄπειμι· γιγνώσκω γὰρ ἥττων ὢν πολὺ

### 945.1

ὑμῶν· ἐὰν δὲ σύζυγον λάβω τινὰ

### 945.2

κἂν σύκινον, τοῦτον τὸν ἰσχυρὸν θεὸν

### 945.3

ἐγὼ ποήσω τήμερον δοῦναι δίκην,

### 945.4

ὁτιὴ καταλύει περιφανῶς εἷς ὢν μόνος

### 945.5

τὴν δημοκρατίαν, οὔτε τὴν βουλὴν πιθὼν

### unit_631

τὴν τῶν πολιτῶν οὔτε τὴν ἐκκλησίαν.

### unit_632.1

Καὶ μὴν ἐπειδὴ τὴν πανοπλίαν τὴν ἐμὴν

### unit_632.2

ἔχων βαδίζεις, εἰς τὸ βαλανεῖον τρέχε·

### unit_632.3

ἔπειτ’ ἐκεῖ κορυφαῖος ἑστηκὼς θέρου.

### unit_632.4

Κἀγὼ γὰρ εἶχον τὴν στάσιν ταύτην ποτέ.

### 955.1

Ἀλλ’ ὁ βαλανεὺς ἕλξει θύραζ’ αὐτὸν λαβὼν

### 955.2

τῶν ὀρχιπέδων· ἰδὼν γὰρ αὐτὸν γνώσεται

### 955.3

ὅτι ἔστ’ ἐκείνου τοῦ πονηροῦ κόμματος.

### 955.4

Νὼ δ’ εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν.

### unit_634

〈ΧΟΡΟΥ〉

### 959

Ἆρ’, ὦ φίλοι γέροντες, ἐπὶ τὴν οἰκίαν

### 960.1

ἀφίγμεθ’ ὄντως τοῦ νέου τούτου θεοῦ,

### 960.2

ἢ τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν;

### unit_637.1

Ἀλλ’ ἴσθ’ ἐπ’ αὐτὰς τὰς θύρας ἀφιγμένη,

### unit_637.2

ὦ μειρακίσκη· πυνθάνει γὰρ ὡρικῶς.

### unit_638

Φέρε νυν, ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά.

### 965.1

Μὴ δῆτ’· ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα.

### 965.2

Ἀλλ’ ὅ τι μάλιστ’ ἐλήλυθας λέγειν ς’ ἐχρῆν.

### unit_640.1

Πέπονθα δεινὰ καὶ παράνομ’, ὦ φίλτατε·

### unit_640.2

ἀφ’ οὗ γὰρ ὁ θεὸς οὗτος ἤρξατο βλέπειν,

### unit_640.3

ἀβίωτον εἶναί μοι πεπόηκε τὸν βίον.

### 970.1

Τί δ’ ἐστίν; ἦ που καὶ σὺ συκοφάντρια

### 970.2

ἐν ταῖς γυναιξὶν ἦσθα;

### 971

Μὰ Δί’ ἐγὼ μὲν οὔ.

### unit_643

Ἀλλ’ οὐ λαχοῦς’ ἔπινες ἐν τῷ γράμματι;

### unit_644

Σκώπτεις· ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα.

### unit_645

Οὔκουν ἐρεῖς ἁνύσασα τὸν κνισμὸν τίνα;

### 975.1

Ἄκουέ νυν. Ἦν μοί τι μειράκιον φίλον,

### 975.2

πενιχρὸν μέν, ἄλλως δ’ εὐπρόσωπον καὶ καλὸν

### 975.3

καὶ χρηστόν· εἰ γάρ του δεηθείην ἐγώ,

### 975.4

ἅπαντ’ ἐποίει κοσμίως μοι καὶ καλῶς·

### 975.5

ἐγὼ δ’ ἐκείνῳ γ’ αὖ τὰ πάνθ’ ὑπηρέτουν.

### 980

Τί δ’ ἦν ὅ τι σου μάλιστ’ ἐδεῖθ’ ἑκάστοτε;

### unit_648

Οὐ πολλά· καὶ γὰρ ἐκνομίως μ’ ᾐσχύνετο.

### unit_649.1

Ἀλλ’ ἀργυρίου δραχμὰς ἂν ᾔτης’ εἴκοσιν

### unit_649.2

εἰς ἱμάτιον, ὀκτὼ δ’ ἂν εἰς ὑποδήματα·

### unit_649.3

καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον

### 985.1

ἐκέλευσεν ἂν τῇ μητρί θ’ ἱματίδιον·

### 985.2

πυρῶν τ’ ἂν ἐδεήθη μεδίμνων τεττάρων.

### unit_651.1

Οὐ πολλὰ τοίνυν, μὰ τὸν Ἀπόλλω, ταῦτά γε

### unit_651.2

εἴρηκας· ἀλλὰ δῆλον ὅτι ς’ ᾐσχύνετο.

### unit_652

Καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίας

### 990.1

αἰτεῖν μ’ ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα,

### 990.2

ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.

### unit_654

Λέγεις ἐρῶντ’ ἄνθρωπον ἐκνομιώτατα.

### unit_655.1

Ἀλλ’ οὐχὶ νῦν ὁ βδελυρὸς ἔτι τὸν νοῦν ἔχει

### unit_655.2

τὸν αὐτόν, ἀλλὰ πολὺ μεθέστηκεν πάνυ.

### 995.1

Ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶ

### 995.2

καὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματα

### 995.3

ἐπόντα πεμψάσης ὑπειπούσης θ’ ὅτι

### 995.4

εἰς ἑσπέραν ἥξοιμι—

### 998

Τί ἔδρας’; εἰπέ μοι.

### unit_658

ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί,

### unit_659.1

ἐφ’ ᾧτ’ ἐκεῖσε μηδέποτέ μ’ ἐλθεῖν ἔτι,

### unit_659.2

καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτι

### unit_659.3

«πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι.»

### unit_660.1

Δῆλον ὅτι τοὺς τρόπους τις οὐ μοχθηρὸς ἦν.

### unit_660.2

Ἔπειτα πλουτῶν οὐκέθ’ ἥδεται φακῇ·

### 1005

πρὸ τοῦ δ’ ὑπὸ τῆς πενίας ἅπαντ’ ἐπήσθιεν.

### unit_662.1

Καὶ μὴν πρὸ τοῦ γ’ ὁσημέραι, νὴ τὼ θεώ,

### unit_662.2

ἐπὶ τὴν θύραν ἐβάδιζεν ἀεὶ τὴν ἐμήν.

### unit_663

Ἐπ’ ἐκφοράν;

### 1008.1

Μὰ Δί’, ἀλλὰ τῆς φωνῆς μόνον

### 1008.2

ἐρῶν ἀκοῦσαι.

### 1009

Τοῦ λαβεῖν μὲν οὖν χάριν.

### 1010.1

Καί, νὴ Δί’, εἰ λυπουμένην γ’ αἴσθοιτό με,

### 1010.2

νηττάριον ἂν καὶ φάβιον ὑπεκορίζετο.

### unit_667

Ἔπειτ’ ἴσως ᾔτει ς’ ἂν εἰς ὑποδήματα.

### unit_668.1

Μυστηρίοις δὲ τοῖς μεγάλοισι, νὴ Δία,

### unit_668.2

ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις,

### 1015.1

ἐτυπτόμην διὰ τοῦθ’ ὅλην τὴν ἡμέραν.

### 1015.2

Οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν.

### unit_670

Μόνος γὰρ ἥδεθ’, ὡς ἔοικεν, ἐσθίων.

### unit_671

Καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μ’ ἔφη, —

### unit_672

ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν.

### 1020

ὄζειν τε τῆς χροιᾶς ἔφασκεν ἡδύ μου, —

### unit_674

εἰ Θάσιον ἐνέχεις, εἰκότως γε, νὴ Δία.

### unit_675

Τὸ βλέμμα θ’ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν.

### unit_676.1

Οὐ σκαιὸς ἦν ἅνθρωπος, ἀλλ’ ἠπίστατο

### unit_676.2

γραὸς καπρώσης τἀφόδια κατεσθίειν.

### 1025.1

Ταῦτ’ οὖν ὁ θεός, ὦ φίλ’ ἄνερ, οὐκ ὀρθῶς ποεῖ,

### 1025.2

φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί.

### unit_678

Τί γὰρ ποήσῃ; Φράζε, καὶ πεπράξεται.

### unit_679.1

Ἀναγκάσαι δίκαιόν ἐστι, νὴ Δία,

### unit_679.2

τὸν εὖ παθόνθ’ ὑπ’ ἐμοῦ πάλιν 〈μ’〉 ἀντ’ εὖ ποεῖν.

### 1030

Ἢ μηδ’ ὁτιοῦν 〈μ’〉 ἀγαθὸν δίκαιόν ἐστ’ ἔχειν;

### unit_681

Οὔκουν καθ’ ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι;

### unit_682

Ἀλλ’ οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη.

### unit_683

Ὀρθῶς γε· νῦν δέ ς’ οὐκέτι ζῆν οἴεται.

### unit_684

Ὑπὸ τοῦ γὰρ ἄλγους κατατέτηκ’, ὦ φίλτατε.

### 1035

Οὔκ, ἀλλὰ κατασέσηπας, ὥς γ’ ἐμοὶ δοκεῖς.

### unit_686

Διὰ δακτυλίου μὲν οὖν ἐμέ γ’ ἂν διελκύσαις.

### unit_687

Εἰ τυγχάνοι γ’ ὁ δακτύλιος ὢν τηλία.

### unit_688.1

Καὶ μὴν τὸ μειράκιον τοδὶ προσέρχεται,

### unit_688.2

οὗπερ πάλαι κατηγοροῦσα τυγχάνω·

### 1040

ἔοικε δ’ ἐπὶ κῶμον βαδίζειν.

### 1040.1

Φαίνεται·

### 1040.2

στεφάνους γέ τοι καὶ δᾷδ’ ἔχων πορεύεται.

### 1042

Ἀσπάζομαι.

### 1042

Τί φησιν;

### 1042.1

Ἀρχαία φίλη,

### 1042.2

πολιὰ γεγένησαι ταχύ γε, νὴ τὸν οὐρανόν.

### unit_694

Τάλαιν’ ἐγὼ τῆς ὕβρεος ἧς ὑβρίζομαι.

### 1045

Ἔοικε διὰ πολλοῦ χρόνου ς’ ἑορακέναι.

### unit_696

Ποίου χρόνου, ταλάνταθ’, ὃς παρ’ ἐμοὶ χθὲς ἦν;

### unit_697.1

Τοὐναντίον πέπονθε τοῖς πολλοῖς ἄρα·

### unit_697.2

μεθύων γάρ, ὡς ἔοικεν, ὀξύτερον βλέπει.

### unit_698

Οὔκ, ἀλλ’ ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους.

### unit_699.1

Ὦ Ποντοπόσειδον καὶ θεοὶ πρεσβυτικοί,

### unit_699.2

ἐν τῷ προσώπῳ τῶν ῥυτίδων ὅσας ἔχει.

### unit_700

Ἆ ἆ,

### 1052

τὴν δᾷδα μή μοι πρόσφερ’.

### 1052.1

Εὖ μέντοι λέγει.

### 1052.2

Ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ βάλῃ,

### 1052.3

ὥσπερ παλαιὰν εἰρεσιώνην καύσεται.

### 1055

Βούλει διὰ χρόνου πρός με παῖσαι;

### 1055

Ποῦ, τάλαν;

### unit_705

Αὐτοῦ, λαβοῦσα κάρυα.

### 1056

Παιδιὰν τίνα;

### unit_707

Πόσους ἔχεις ὀδόντας.

### 1057.1

Ἀλλὰ γνώσομαι

### 1057.2

κἄγωγ’· ἔχει γὰρ τρεῖς ἴσως ἢ τέτταρας.

### unit_709

Ἀπότεισον· ἕνα γὰρ γομφίον μόνον φορεῖ.

### 1060.1

Ταλάντατ’ ἀνδρῶν, οὐχ ὑγιαίνειν μοι δοκεῖς,

### 1060.2

πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν.

### unit_711

Ὄναιο μέντἄν, εἴ τις ἐκπλύνειέ σε.

### unit_712.1

Οὐ δῆτ’, ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει·

### unit_712.2

εἰ δ’ ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον,

### 1065

ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη.

### unit_714

Γέρων ἀνὴρ ὢν οὐχ ὑγιαίνειν μοι δοκεῖς.

### unit_715.1

Πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων

### unit_715.2

ἐφάπτεταί σου λανθάνειν δοκῶν ἐμέ.

### unit_716

Μὰ τὴν Ἀφροδίτην, οὐκ ἐμοῦ γ’, ὦ βδελυρὲ σύ.

### 1070.1

Μὰ τὴν Ἑκάτην, οὐ δῆτα· μαινοίμην γὰρ ἄν.

### 1070.2

Ἀλλ’, ὦ νεανίσκ’, οὐκ ἐῶ τὴν μείρακα

### 1070.3

μισεῖν σε ταύτην.

### 1072

Ἀλλ’ ἔγωγ’ ὑπερφιλῶ.

### unit_719

Καὶ μὴν κατηγορεῖ γέ σου.

### 1073

Τί κατηγορεῖ;

### unit_721

Εἶναί ς’ ὑβριστήν φησι καὶ λέγειν ὅτι

### 1075

«πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι.»

### unit_723

Ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι.

### 1076

Τὸ τί;

### unit_725.1

Αἰσχυνόμενος τὴν ἡλικίαν τὴν σήν· ἐπεὶ

### unit_725.2

οὐκ ἄν ποτ’ ἄλλῳ τοῦτ’ ἐπέτρεπον 〈ἂν〉 ποεῖν.

### unit_726

Νῦν δ’ ἄπιθι χαίρων συλλαβὼν τὴν μείρακα.

### 1080.1

Οἶδ’, οἶδα τὸν νοῦν· οὐκέτ’ ἀξιοῖς ἴσως

### 1080.2

εἶναι μετ’ αὐτῆς.

### 1081

Ὁ δ’ ἐπιτρέψων ἐστὶ τίς;

### unit_729.1

Οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ

### unit_729.2

ὑπὸ μυρίων τε τῶνδε καὶ τρισχιλίων.

### unit_730

Ὅμως δ’ ἐπειδὴ καὶ τὸν οἶνον ἠξίους

### 1085

πίνειν, συνεκποτέ’ ἐστί σοι καὶ τὴν τρύγα.

### unit_732

Ἀλλ’ ἔστι κομιδῇ τρὺξ παλαιὰ καὶ σαπρά.

### unit_733.1

Οὐκοῦν τρύγοιπος ταῦτα πάντ’ ἰάσεται.

### unit_733.2

Ἀλλ’ εἴσιθ’ εἴσω.

### 1088.1

Τῷ θεῷ γοῦν βούλομαι

### 1088.2

ἐλθὼν ἀναθεῖναι τοὺς στεφάνους τούσδ’ οὓς ἔχω.

### 1090

Ἐγὼ δέ γ’ αὐτῷ καὶ φράσαι τι βούλομαι.

### unit_736

Ἐγὼ δέ γ’ οὐκ εἴσειμι.

### 1091.1

Θάρρει, μὴ φοβοῦ·

### 1091.2

οὐ γὰρ βιάσεται.

### 1092.1

Πάνυ καλῶς τοίνυν λέγεις.

### 1092.2

Ἱκανὸν γὰρ αὐτὴν πρότερον ὑπεπίττουν χρόνον.

### unit_739

Βάδιζ’· ἐγὼ δέ σου κατόπιν εἰσέρχομαι.

### 1095

Ὡς εὐτόνως, ὦ Ζεῦ βασιλεῦ, τὸ γρᾴδιον

### unit_741

ὥσπερ λεπὰς τῷ μειρακίῳ προσείχετο.

### unit_742

〈ΧΟΡΟΥ〉

### 1097.1

Τίς ἔσθ’ ὁ κόπτων τὴν θύραν; Τουτὶ τί ἦν;

### 1097.2

Οὐδείς, ἔοικεν· ἀλλὰ δῆτα τὸ θύριον

### 1097.3

φθεγγόμενον ἄλλως κλαυσιᾷ.

### 1099

Σέ τοι λέγω,

### unit_745

ὁ Καρίων, ἀνάμεινον.

### unit_746.1

Οὗτος, εἰπέ μοι,

### unit_746.2

σὺ τὴν θύραν ἔκοπτες οὑτωσὶ σφόδρα;

### unit_747.1

Μὰ Δί’, ἀλλ’ ἔμελλον· εἶτ’ ἀνέῳξάς με φθάσας.

### unit_747.2

Ἀλλ’ ἐκκάλει τὸν δεσπότην τρέχων ταχύ,

### unit_747.3

ἔπειτα τὴν γυναῖκα καὶ τὰ παιδία,

### 1105.1

ἔπειτα τοὺς θεράποντας, εἶτα τὴν κύνα,

### 1105.2

ἔπειτα σαυτόν, εἶτα τὴν ὗν.

### 1106.1

Εἰπέ μοι,

### 1106.2

τί δ’ ἐστίν;

### 1107.1

Ὁ Ζεὺς, ὦ πόνηρε, βούλεται

### 1107.2

εἰς ταὐτὸν ὑμᾶς συγκυκήσας τρύβλιον

### 1107.3

ἁπαξάπαντας εἰς τὸ βάραθρον ἐμβαλεῖν.

### 1110.1

Ἡ γλῶττα τῷ κήρυκι τούτων τέμνεται.

### 1110.2

Ἀτὰρ διὰ τί δὴ ταῦτ’ ἐπιβουλεύει ποεῖν

### 1110.3

ἡμᾶς;

### 1112.1

Ὁτιὴ δεινότατα πάντων πραγμάτων

### 1112.2

εἴργασθ’. Ἀφ’ οὗ γὰρ ἤρξατ’ ἐξ ἀρχῆς βλέπειν

### 1112.3

ὁ Πλοῦτος, οὐδεὶς οὐ λιβανωτόν, οὐ δάφνην,

### 1115.1

οὐ ψαιστόν, οὐχ ἱερεῖον, οὐκ ἄλλ’ οὐδὲ ἓν

### 1115.2

ἡμῖν ἔτι θύει τοῖς θεοῖς.

### 1116.1

Μὰ Δί’, οὐδέ γε

### 1116.2

θύσει· κακῶς γὰρ ἐπεμελεῖσθ’ ἡμῶν τότε.

### unit_755.1

Καὶ τῶν μὲν ἄλλων μοι θεῶν ἧττον μέλει,

### unit_755.2

ἐγὼ δ’ ἀπόλωλα κἀπιτέτριμμαι.

### 1119

Σωφρονεῖς.

### 1120.1

Πρότερον γὰρ εἶχον 〈ἂν〉 παρὰ ταῖς καπηλίσιν

### 1120.2

πάντ’ ἀγάθ’· ἕωθεν εὐθύς, οἰνοῦτταν, μέλι,

### 1120.3

ἰσχάδας, ὅς’ εἰκός ἐστιν Ἑρμῆν ἐσθίειν·

### 1120.4

νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι.

### unit_758

Οὔκουν δικαίως, ὅστις ἐπόεις ζημίαν

### 1125

ἐνίοτε τοιαῦτ’ ἀγάθ’ ἔχων;

### 1125.1

Οἴμοι τάλας,

### 1125.2

οἴμοι πλακοῦντος τοῦ ’ν τετράδι πεπεμμένου.

### unit_761

«Ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς.»

### unit_762

Οἴμοι δὲ κωλῆς ἧς ἐγὼ κατήσθιον—

### unit_763

Ἀσκωλίαζ’ ἐνταῦθα πρὸς τὴν αἰθρίαν.

### 1130

σπλάγχνων τε θερμῶν ὧν ἐγὼ κατήσθιον.

### unit_765

Ὀδύνη σε περὶ τὰ σπλάγχν’ ἔοικέ τις στρέφειν.

### unit_766

Οἴμοι δὲ κύλικος ἴσον ἴσῳ κεκραμένης.

### unit_767

Ταύτην ἐπιπιὼν ἀποτρέχων οὐκ ἂν φθάνοις.

### unit_768

Ἆρ’ ὠφελήσαις ἄν τι τὸν σαυτοῦ φίλον;

### 1135

Εἴ του δέει γ’ ὧν δυνατός εἰμί ς’ ὠφελεῖν.

### unit_770.1

Εἴ μοι πορίσας ἄρτον τιν’ εὖ πεπεμμένον

### unit_770.2

δοίης καταφαγεῖν καὶ κρέας νεανικὸν

### unit_770.3

ὧν θύεθ’ ὑμεῖς ἔνδον.

### 1138

Ἀλλ’ οὐκ ἐκφορά.

### unit_772

Καὶ μὴν ὁπότε τι σκευάριον τοῦ δεσπότου

### 1140

ὑφέλοι’, ἐγώ ς’ ἂν λανθάνειν ἐποίουν ἀεί.

### unit_774.1

Ἐφ’ ᾧτε μετέχειν καὐτός, ὦ τοιχωρύχε·

### unit_774.2

ἧκεν γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος.

### unit_775

Ἔπειτα τοῦτόν γ’ αὐτὸς ἂν κατήσθιες.

### unit_776

Οὐ γὰρ μετεῖχες τὰς ἴσας πληγὰς ἐμοί,

### 1145

ὁπότε τι ληφθείην πανουργήσας ἐγώ.

### unit_778.1

Μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες.

### unit_778.2

Ἀλλὰ ξύνοικον, πρὸς θεῶν, δέξασθέ με.

### unit_779

Ἔπειτ’ ἀπολιπὼν τοὺς θεοὺς ἐνθάδε μενεῖς;

### unit_780

Τὰ γὰρ παρ’ ὑμῖν ἐστι βελτίω πολύ.

### unit_781

Τί δέ; ταὐτομολεῖν ἀστεῖον εἶναί σοι δοκεῖ;

### unit_782

«Πατρὶς γάρ ἐστι πᾶς’ ἵν’ ἂν πράττῃ τις εὖ.»

### unit_783

Τί δῆτ’ ἂν εἴης ὄφελος ἡμῖν ἐνθάδ’ ὤν;

### unit_784

Παρὰ τὴν θύραν στροφαῖον ἱδρύσασθέ με.

### unit_785

Στροφαῖον; ἀλλ’ οὐκ ἔργον ἔστ’ οὐδὲν στροφῶν.

### 1155

Ἀλλ’ ἐμπολαῖον.

### 1155.1

Ἀλλὰ πλουτοῦμεν. Τί οὖν

### 1155.2

Ἑρμῆν παλιγκάπηλον ἡμᾶς δεῖ τρέφειν;

### unit_788

Ἀλλὰ δόλιον τοίνυν.

### 1157.1

Δόλιον; ἥκιστά γε·

### 1157.2

οὐ γὰρ δόλου νῦν ἔργον, ἀλλ’ ἁπλῶν τρόπων.

### unit_790

Ἀλλ’ ἡγεμόνιον.

### 1159

Ἀλλ’ ὁ θεὸς ἤδη βλέπει.

### 1160

Ὥσθ’ ἡγεμόνος οὐδὲν δεησόμεσθ’ ἔτι.

### unit_793.1

Ἐναγώνιος τοίνυν ἔσομαι. Καὶ τί ἔτ’ ἐρεῖς;

### unit_793.2

Πλούτῳ γάρ ἐστι τοῦτο συμφορώτατον,

### unit_793.3

ποεῖν ἀγῶνας μουσικοὺς καὶ γυμνικούς.

### unit_794

Ὡς ἀγαθόν ἐστ’ ἐπωνυμίας πολλὰς ἔχειν.

### 1165.1

Οὗτος γὰρ ἐξηύρηκεν αὑτῷ βιότιον.

### 1165.2

Οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες θαμὰ

### 1165.3

σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν.

### unit_796

Οὐκοῦν ἐπὶ τούτοις εἰσίω;

### 1168.1

Καὶ πλῦνέ γε

### 1168.2

αὐτὸς προσελθὼν πρὸς τὸ φρέαρ τὰς κοιλίας,

### 1170

ἵν’ εὐθέως διακονικὸς εἶναι δοκῇς.

### 1171

Τίς ἂν φράσειε ποῦ ’στὶ Χρεμύλος μοι σαφῶς;

### unit_800

Τί δ’ ἐστίν, ὦ βέλτιστε;

### 1172.1

Τί γὰρ ἄλλ’ ἢ κακῶς;

### 1172.2

Ἀφ’ οὗ γὰρ ὁ Πλοῦτος οὗτος ἤρξατο βλέπειν,

### 1172.3

ἀπόλωλ’ ὑπὸ λιμοῦ· καταφαγεῖν γὰρ οὐκ ἔχω,

### 1175

καὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός.

### unit_803

Ἡ δ’ αἰτία τίς ἐστιν, ὢ πρὸς τῶν θεῶν;

### unit_804

Θύειν ἔτ’ οὐδεὶς ἀξιοῖ.

### 1177

Τίνος οὕνεκα;

### unit_806.1

Ὅτι πάντες εἰσὶ πλούσιοι. Καίτοι τότε,

### unit_806.2

ὅτ’ εἶχον οὐδέν, ὁ μὲν ἂν ἥκων ἔμπορος

### 1180.1

ἔθυσεν ἱερεῖόν τι σωθείς, ὁ δέ τις ἂν

### 1180.2

δίκην ἀποφυγών, ὁ δ’ ἂν ἐκαλλιερεῖτό τις

### 1180.3

κἀμέ γ’ ἐκάλει τὸν ἱερέα· νῦν δ’ οὐδὲ εἷς

### 1180.4

θύει τὸ παράπαν οὐδὲν οὐδ’ εἰσέρχεται,

### 1180.5

πλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μυρίοι.

### 1185

Οὔκουν τὰ νομιζόμενα σὺ τούτων λαμβάνεις;

### unit_809.1

Τὸν οὖν Δία τὸν σωτῆρα καὐτός μοι δοκῶ

### unit_809.2

χαίρειν ἐάσας ἐνθάδ’ αὐτοῦ καταμένειν.

### unit_810.1

Θάρρει· καλῶς ἔσται γάρ, ἢν θεὸς θέλῃ.

### unit_810.2

Ὁ Ζεὺς ὁ σωτὴρ γὰρ πάρεστιν ἐνθάδε,

### 1190

αὐτόματος ἥκων.

### 1190

Πάντ’ ἀγαθὰ τοίνυν λέγεις.

### unit_813.1

Ἱδρυσόμεθ’ οὖν αὐτίκα μάλ’—ἀλλὰ περίμενε—

### unit_813.2

τὸν Πλοῦτον, οὗπερ πρότερον ἦν ἱδρυμένος,

### unit_813.3

τὸν ὀπισθόδομον ἀεὶ φυλάττων τῆς θεοῦ.

### unit_813.4

Ἀλλ’ ἐκδότω τις δεῦρο δᾷδας ἡμμένας,

### 1195

ἵν’ ἔχων προηγῇ τῷ θεῷ σύ.

### 1195.1

Πάνυ μὲν οὖν

### 1195.2

δρᾶν ταῦτα χρή.

### 1196

Τὸν Πλοῦτον ἔξω τις κάλει.

### unit_817

Ἐγὼ δὲ τί ποιῶ;

### 1197

Τὰς χύτρας, αἷς τὸν θεὸν

### unit_819.1

ἱδρυσόμεθα, λαβοῦς’ ἐπὶ τῆς κεφαλῆς φέρε

### unit_819.2

σεμνῶς· ἔχουσα δ’ ἦλθες αὐτὴ ποικίλα.

### unit_820

Ὧν δ’ οὕνεκ’ ἦλθον;

### unit_821.1

Πάντα σοι πεπράξεται.

### unit_821.2

Ἥξει γὰρ ὁ νεανίσκος ὥς ς’ εἰς ἑσπέραν.

### unit_822.1

Ἀλλ’ εἴ γε μέντοι νὴ Δί’ ἐγγυᾷ σύ μοι

### unit_822.2

ἥξειν ἐκεῖνον ὡς ἔμ’, οἴσω τὰς χύτρας.

### unit_823

Καὶ μὴν πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία

### 1205.1

αὗται ποιοῦσι. Ταῖς μὲν ἄλλαις γὰρ χύτραις

### 1205.2

ἡ γραῦς ἔπεστ’ ἀνωτάτω, ταύτης δὲ νῦν

### 1205.3

τῆς γραὸς ἐπιπολῆς ἔπεισιν αἱ χύτραι.

### unit_825

Οὐκέτι τοίνυν εἰκὸς μέλλειν οὐδ’ ἡμᾶς, ἀλλ’ ἀναχωρεῖν

### unit_826

εἰς τοὔπισθεν· δεῖ γὰρ κατόπιν τούτων ᾄδοντας ἕπεσθαι.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-wealth-daw-ao.json (sha256:e12b1df9f922d61c4b90c27d06fd52fe47195d87ad01e6d7eadae855029f3ed3). Cite as `eul_wid: daw-ao`.
