---
title: Wasps
title_greek: Σφῆκες
author: Aristophanes of Athens
eul_wid: daw-al
eul_aid: daw
canonical: "https://eulogikon.org/grc/aristophanes-of-athens/wasps"
canonical_json: "https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-wasps-daw-al.json"
sha256: aeaf94e512229852a48728b086065dbc8053605d400cbe8588b37a612d5c2bce
period: Classical
dialect: Attic Comedy
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Wasps

*Σφῆκες*

**Author:** Aristophanes of Athens

**eul_wid:** `daw-al` · [HTML page](https://eulogikon.org/grc/aristophanes-of-athens/wasps) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-wasps-daw-al.json)

## Text

**ΣΩΣΙΑΣ**

### 1

Οὗτος, τί πάσχεις, ὦ κακόδαιμον Ξανθία;

**ΞΑΝΘΙΑΣ**

### 2

φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι.

**ΣΩΣΙΑΣ**

### 2

κακὸν ἄρα ταῖς πλευραῖς τι προυφείλεις μέγα. ἆρ’ οἶσθά γ’ οἷον κνώδαλον φυλάττομεν;

**ΞΑΝΘΙΑΣ**

### 5

οἶδ’, ἀλλ’ ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι.

**ΣΩΣΙΑΣ**

### 5

σὺ δ’ οὖν παρακινδύνευ’, ἐπεὶ καὐτοῦ γ’ ἐμοῦ κατὰ τοῖν κόραιν ἤδη τι καταχεῖται γλυκύ.

**ΞΑΝΘΙΑΣ**

### 5

ἀλλ’ ἦ παραφρονεῖς ἐτεὸν ἢ κορυβαντιᾷς;

**ΣΩΣΙΑΣ**

### 5

οὔκ, ἀλλ’ ὕπνος μ’ ἔχει τις ἐκ Σαβαζίου.

**ΞΑΝΘΙΑΣ**

### 10

τὸν αὐτὸν ἄρ’ ἐμοὶ βουκολεῖς Σαβάζιον. κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο Μῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος. καὶ δῆτ’ ὄναρ θαυμαστὸν εἶδον ἀρτίως.

**ΣΩΣΙΑΣ**

### 10

κἄγωγ’ ἀληθῶς οἷον οὐδεπώποτε.

### 15

ἀτὰρ σὺ λέξον πρότερος.

**ΞΑΝΘΙΑΣ**

### 15

ἐδόκουν αἰετὸν

### 15

καταπτάμενον εἰς τὴν ἀγορὰν μέγαν πάνυ ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα φέρειν ἐπίχαλκον ἀνεκὰς εἰς τὸν οὐρανόν, κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυμον.

**ΣΩΣΙΑΣ**

### 20

οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυμος.

**ΞΑΝΘΙΑΣ**

### 20

πῶς δή;

**ΣΩΣΙΑΣ**

### 21

προερεῖ τις τοῖσι συμπόταις, λέγων ὅτι “ταὐτὸν ἐν γῇ τ’ ἀπέβαλεν κἀν οὐρανῷ κἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα.”

**ΞΑΝΘΙΑΣ**

### 21

οἴμοι, τί δῆτά μοι κακὸν γενήσεται

### 25

ἰδόντι τοιοῦτον ἐνύπνιον;

**ΣΩΣΙΑΣ**

### 25

μὴ φροντίσῃς· οὐδὲν γὰρ ἔσται δεινόν, οὐ μὰ τοὺς θεούς.

**ΞΑΝΘΙΑΣ**

### 25

δεινόν γέ πού ’στ’ ἄνθρωπος ἀποβαλὼν ὅπλα. ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον.

**ΣΩΣΙΑΣ**

### 28

ἀλλ’ ἔστιν μέγα. περὶ τῆς πόλεως γάρ ἐστι τοῦ σκάφους ὅλου.

**ΞΑΝΘΙΑΣ**

### 30

λέγε νυν ἁνύσας τι τὴν τρόπιν τοῦ πράγματος.

**ΣΩΣΙΑΣ**

### 30

ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ Πυκνὶ ἐκκλησιάζειν πρόβατα συγκαθήμενα, βακτηρίας ἔχοντα καὶ τριβώνια. κἄπειτα τούτοις τοῖσι προβάτοις μοὐδόκει

### 35

δημηγορεῖν φάλλαινα πανδοκεύτρια,

### 35

ἔχουσα φωνὴν ἐμπεπρημένης ὑός.

**ΞΑΝΘΙΑΣ**

### 35

αἰβοῖ.

**ΣΩΣΙΑΣ**

### 37

τί ἐστι;

**ΞΑΝΘΙΑΣ**

### 37

παῦε παῦε, μὴ λέγε· ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς.

**ΣΩΣΙΑΣ**

### 37

εἶθ’ ἡ μιαρὰ φάλλαιν’ ἔχουσα τρυτάνην

### 40

ἵστη βόειον δημόν.

**ΞΑΝΘΙΑΣ**

### 40

οἴμοι δείλαιος· τὸν δῆμον ἡμῶν βούλεται διιστάναι.

**ΣΩΣΙΑΣ**

### 40

ἐδόκει δέ μοι Θέωρος αὐτῆς πλησίον χαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων. εἶτ’ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας·

### 45

“ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει.”

**ΞΑΝΘΙΑΣ**

### 45

ὀρθῶς γε τοῦτ’ Ἀλκιβιάδης ἐτραύλισεν.

**ΣΩΣΙΑΣ**

### 45

οὔκουν ἐκεῖν’ ἀλλόκοτον, ὁ Θέωρος κόραξ γιγνόμενος;

**ΞΑΝΘΙΑΣ**

### 48

ἥκιστ’, ἀλλ’ ἄριστον.

**ΣΩΣΙΑΣ**

### 48

πῶς;

**ΞΑΝΘΙΑΣ**

### 48

ὅπως; ἄνθρωπος ὢν εἶτ’ ἐγένετ’ ἐξαίφνης κόραξ·

### 48

οὔκουν ἐναργὲς τοῦτο συμβαλεῖν, ὅτι

### 48

ἀρθεὶς ἀφ’ ἡμῶν ἐς κόρακας οἰχήσεται;

**ΣΩΣΙΑΣ**

### 48

εἶτ’ οὐκ ἐγὼ δοὺς δύ’ ὀβολὼ μισθώσομαι οὕτως ὑποκρινόμενον σαφῶς ὀνείρατα;

**ΞΑΝΘΙΑΣ**

### 48

φέρε νυν, κατείπω τοῖς θεαταῖς τὸν λόγον,

### 55

ὀλίγ’ ἄτθ’ ὑπειπὼν πρῶτον αὐτοῖσιν ταδί, μηδὲν παρ’ ἡμῶν προσδοκᾶν λίαν μέγα, μηδ’ αὖ γέλωτα Μεγαρόθεν κεκλεμμένον. ἡμῖν γὰρ οὐκ ἔστ’ οὔτε κάρυ’ ἐκ φορμίδος δούλω διαρριπτοῦντε τοῖς θεωμένοις,

### 60

οὔθ’ Ἡρακλῆς τὸ δεῖπνον ἐξαπατώμενος, οὐδ’ αὖθις ἀνασελγαινόμενος Εὐριπίδης· οὐδ’ εἰ Κλέων γ’ ἔλαμψε τῆς τύχης χάριν, αὖθις τὸν αὐτὸν ἄνδρα μυττωτεύσομεν. ἀλλ’ ἔστιν ἡμῖν λογίδιον γνώμην ἔχον,

### 65

ὑμῶν μὲν αὐτῶν οὐχὶ δεξιώτερον, κωμῳδίας δὲ φορτικῆς σοφώτερον. ἔστιν γὰρ ἡμῖν δεσπότης ἐκεινοσὶ ἄνω καθεύδων, ὁ μέγας, οὑπὶ τοῦ τέγους. οὗτος φυλάττειν τὸν πατέρ’ ἐπέταξε νῷν,

### 70

ἔνδον καθείρξας, ἵνα θύραζε μὴ ’ξίῃ. νόσον γὰρ ὁ πατὴρ ἀλλόκοτον αὐτοῦ νοσεῖ, ἣν οὐδ’ ἂν εἷς γνοίη ποτ’ οὐδὲ ξυμβάλοι, εἰ μὴ πύθοιθ’ ἡμῶν· ἐπεὶ τοπάζετε.

**ΣΩΣΙΑΣ**

### 70

Ἀμυνίας μὲν ὁ Προνάπους φής’ οὑτοσὶ

### 75

εἶναι φιλόκυβον αὐτόν.

**ΞΑΝΘΙΑΣ**

### 75

ἀλλ’ οὐδὲν λέγει, μὰ Δί’, ἀλλ’ ἀφ’ αὑτοῦ τὴν νόσον τεκμαίρεται.

**ΣΩΣΙΑΣ**

### 76

. . . . . . . . . .

**ΞΑΝΘΙΑΣ**

### 76

οὔκ, ἀλλὰ “φιλο—” μέν ἐστιν ἀρχὴ τοῦ κακοῦ.

**ΣΩΣΙΑΣ**

### 76

ὁδὶ δέ φησι Σωσίας πρὸς Δερκύλον εἶναι φιλοπότην αὐτόν.

**ΞΑΝΘΙΑΣ**

### 79

οὐδαμῶς γ’, ἐπεὶ

### 80

αὕτη γε χρηστῶν ἐστιν ἀνδρῶν ἡ νόσος.

**ΣΩΣΙΑΣ**

### 80

Νικόστρατος δ’ αὖ φησιν ὁ Σκαμβωνίδης εἶναι φιλοθύτην αὐτὸν ἢ φιλόξενον.

**ΞΑΝΘΙΑΣ**

### 80

μὰ τὸν κύν’, ὦ Νικόστρατ’, οὐ φιλόξενος, ἐπεὶ καταπύγων ἐστὶν ὅ γε Φιλόξενος.

### 85

ἄλλως φλυαρεῖτ’· οὐ γὰρ ἐξευρήσετε. εἰ δὴ ’πιθυμεῖτ’ εἰδέναι, σιγᾶτέ νυν· φράσω γὰρ ἤδη τὴν νόσον τοῦ δεσπότου. φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ· ἐρᾷ τε τούτου τοῦ δικάζειν, καὶ στένει

### 90

ἢν μὴ ’πὶ τοῦ πρώτου καθίζηται ξύλου. ὕπνου δ’ ὁρᾷ τῆς νυκτὸς οὐδὲ πασπάλην· ἢν δ’ οὖν καταμύσῃ κἂν ἄχνην, ὅμως ἐκεῖ ὁ νοῦς πέτεται τὴν νύκτα περὶ τὴν κλεψύδραν. ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γ’ ἔχειν εἰωθέναι

### 95

τοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται, ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουμηνίᾳ. καὶ νὴ Δί’ ἢν ἴδῃ γέ που γεγραμμένον υἱὸν Πυριλάμπους ἐν θύρᾳ Δῆμον καλόν, ἰὼν παρέγραψε πλησίον “κημὸς καλός”.

### 95

τὸν ἀλεκτρυόνα δ’, ὃς ᾖδ’ ἀφ’ ἑσπέρας, ἔφη ὄψ’ ἐξεγείρειν αὐτὸν ἀναπεπεισμένον, παρὰ τῶν ὑπευθύνων ἔχοντα χρήματα· εὐθὺς δ’ ἀπὸ δορπηστοῦ κέκραγεν ἐμβάδας, κἄπειτ’ ἐκεῖς’ ἐλθὼν προκαθεύδει πρῲ πάνυ,

### 105

ὥσπερ λεπὰς προσεχόμενος τῷ κίονι. ὑπὸ δυσκολίας δ’ ἅπασι τιμῶν τὴν μακρὰν ὥσπερ μέλιττ’ ἢ βομβυλιὸς εἰσέρχεται ὑπὸ τοῖς ὄνυξι κηρὸν ἀναπεπλασμένος. ψήφων δὲ δείσας μὴ δεηθείη ποτέ,

### 110

ἵν’ ἔχοι δικάζειν, αἰγιαλὸν ἔνδον τρέφει. τοιαῦτ’ ἀλύει· νουθετούμενος δ’ ἀεὶ μᾶλλον δικάζει. τοῦτον οὖν φυλάττομεν μοχλοῖσιν ἐνδήσαντες, ὡς ἂν μὴ ’ξίῃ. ὁ γὰρ υἱὸς αὐτοῦ τὴν νόσον βαρέως φέρει.

### 115

καὶ πρῶτα μὲν λόγοισι παραμυθούμενος ἀνέπειθεν αὐτὸν μὴ φορεῖν τριβώνιον μηδ’ ἐξιέναι θύραζ’· ὁ δ’ οὐκ ἐπείθετο. εἶτ’ αὐτὸν ἀπέλου κἀκάθαιρ’· ὁ δ’ οὐ μάλα. μετὰ τοῦτ’ ἐκορυβάντιζ’· ὁ δ’ αὐτῷ τυμπάνῳ

### 120

ᾄξας ἐδίκαζεν εἰς τὸ Καινὸν ἐμπεσών. ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει, διέπλευσεν εἰς Αἴγιναν· εἶτα ξυλλαβὼν νύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ· ὁ δ’ ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι.

### 125

ἐντεῦθεν οὐκέτ’ αὐτὸν ἐξεφρίομεν·

### 125

ὁ δ’ ἐξεδίδρασκε διά τε τῶν ὑδρορροῶν καὶ τῶν ὀπῶν· ἡμεῖς δ’ ὅς’ ἦν τετρημένα ἐνεβύσαμεν ῥακίοισι κἀπακτώσαμεν· ὁ δ’ ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλους

### 130

ἐνέκρουεν εἰς τὸν τοῖχον, εἶτ’ ἐξήλλετο· ἡμεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοις καταπετάσαντες ἐν κύκλῳ φυλάττομεν. ἔστιν δ’ ὄνομα τῷ μὲν γέροντι Φιλοκλέων, ναὶ μὰ Δία, τῷ δ’ υἱεῖ γε τῳδὶ Βδελυκλέων,

### 135

ἔχων τρόπους φρυαγμοσεμνάκους τινάς.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 136

ὦ Ξανθία καὶ Σωσία, καθεύδετε;

**ΞΑΝΘΙΑΣ**

### 136

οἴμοι.

**ΣΩΣΙΑΣ**

### 137

τί ἐστι;

**ΞΑΝΘΙΑΣ**

### 137

Βδελυκλέων ἀνίσταται.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 137

οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρ’ ἅτερος; ὁ γὰρ πατὴρ εἰς τὸν ἰπνὸν ἐξελήλυθεν,

### 140

καὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλ’ ἄθρει κατὰ τῆς πυέλου τὸ τρῆμ’ ὅπως μὴ ’κδύσεται. σὺ δὲ τῇ θύρᾳ πρόσκεισο.

**ΞΑΝΘΙΑΣ**

### 142

ταῦτ’, ὦ δέσποτα.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 142

ἄναξ Πόσειδον, τί ποτ’ ἄρ’ ἡ κάπνη ψοφεῖ; οὗτος, τίς εἶ σύ;

**ΦΙΛΟΚΛΕΩΝ**

### 144

καπνὸς ἔγωγ’ ἐξέρχομαι.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 145

καπνός; φέρ’ ἴδω, ξύλου τίνος σύ;

**ΦΙΛΟΚΛΕΩΝ**

### 145

συκίνου.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 145

νὴ τὸν Δί’, ὅσπερ γ’ ἐστὶ δριμύτατος καπνῶν. ἀτὰρ οὐκ ἐσερρήσεις γε; ποῦ ’σθ’ ἡ τηλία; δύου πάλιν. φέρ’, ἐπαναθῶ σοι καὶ ξύλον. ἐνταῦθά νυν ζήτει τιν’ ἄλλην μηχανήν.

### 145

ἀτὰρ ἄθλιός γ’ εἴμ’ ὡς ἕτερος οὐδεὶς ἀνήρ, ὅστις πατρὸς νυνὶ Καπνίου κεκλήσομαι.

**ΦΙΛΟΚΛΕΩΝ**

### 145

παῖ.

**ΞΑΝΘΙΑΣ**

### 152

τὴν θύραν ὠθεῖ.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 152

πίεζέ νυν σφόδρα, εὖ κἀνδρικῶς· κἀγὼ γὰρ ἐνταῦθ’ ἔρχομαι. καὶ τῆς κατάκλειδος ἐπιμελοῦ καὶ τοῦ μοχλοῦ,

### 155

φύλαττέ θ’ ὅπως μὴ τὴν βάλανον ἐκτρώξεται.

**ΦΙΛΟΚΛΕΩΝ**

### 155

τί δράσετ’; οὐκ ἐκφρήσετ’, ὦ μιαρώτατοι, δικάσοντά μ’, ἀλλ’ ἐκφεύξεται Δρακοντίδης;

**ΞΑΝΘΙΑΣ**

### 155

σὺ δὲ τοῦτο βαρέως ἂν φέροις;

**ΦΙΛΟΚΛΕΩΝ**

### 158

ὁ γὰρ θεὸς μαντευομένῳ μοὔχρησεν ἐν Δελφοῖς ποτε,

### 160

ὅταν τις ἐκφύγῃ μ’, ἀποσκλῆναι τότε.

**ΞΑΝΘΙΑΣ**

### 160

Ἄπολλον ἀποτρόπαιε, τοῦ μαντεύματος.

**ΦΙΛΟΚΛΕΩΝ**

### 160

ἴθ’, ἀντιβολῶ ς’, ἔκφρες με, μὴ διαρραγῶ.

**ΞΑΝΘΙΑΣ**

### 160

μὰ τὸν Ποσειδῶ, Φιλοκλέων, οὐδέποτέ γε.

**ΦΙΛΟΚΛΕΩΝ**

### 160

διατρώξομαι τοίνυν ὀδὰξ τὸ δίκτυον.

**ΞΑΝΘΙΑΣ**

### 165

ἀλλ’ οὐκ ἔχεις ὀδόντας.

**ΦΙΛΟΚΛΕΩΝ**

### 165

οἴμοι δείλαιος. πῶς ἄν ς’ ἀποκτείναιμι; πῶς; δότε μοι ξίφος ὅπως τάχιστ’, ἢ πινάκιον τιμητικόν.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 165

ἅνθρωπος οὗτος μέγα τι δρασείει κακόν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 165

μὰ τὸν Δί’ οὐ δῆτ’, ἀλλ’ ἀποδόσθαι βούλομαι

### 170

τὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις· νουμηνία γάρ ἐστιν.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 171

οὔκουν κἂν ἐγὼ αὐτὸν ἀποδοίμην δῆτ’ ἄν;

**ΦΙΛΟΚΛΕΩΝ**

### 172

οὐχ ὥσπερ γ’ ἐγώ.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 172

μὰ Δί’, ἀλλ’ ἄμεινον.

**ΦΙΛΟΚΛΕΩΝ**

### 173

ἀλλὰ τὸν ὄνον ἔξαγε.

**ΞΑΝΘΙΑΣ**

### 173

οἵαν πρόφασιν καθῆκεν, ὡς εἰρωνικῶς,

### 175

ἵν’ αὐτὸν ἐκπέμψειας.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 175

ἀλλ’ οὐκ ἔσπασεν ταύτῃ γ’· ἐγὼ γὰρ ᾐσθόμην τεχνωμένου. ἀλλ’ εἰσιών μοι τὸν ὄνον ἐξάγειν δοκῶ, ὅπως ἂν ὁ γέρων μηδὲ παρακύψῃ πάλιν. κάνθων, τί κλάεις; ὅτι πεπράσει τήμερον;

### 180

βάδιζε θᾶττον. τί στένεις, εἰ μὴ φέρεις Ὀδυσσέα τιν’;

**ΞΑΝΘΙΑΣ**

### 181

ἀλλὰ ναὶ μὰ Δία φέρει κάτω γε τουτονί τιν’ ὑποδεδυκότα.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 181

ποῖον; φέρ’ ἴδωμαι.

**ΞΑΝΘΙΑΣ**

### 183

τουτονί.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 183

τουτὶ τί ἦν; τίς εἶ ποτ’, ὦ ’νθρωπ’, ἐτεόν;

**ΦΙΛΟΚΛΕΩΝ**

### 184

Οὖτις, νὴ Δία.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 185

Οὖτις σύ; ποδαπός;

**ΦΙΛΟΚΛΕΩΝ**

### 185

Ἴθακος Ἀποδρασιππίδου.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 185

Οὖτις μὰ τὸν Δί’ οὔτι χαιρήσων γε σύ. ὕφελκε θᾶττον αὐτόν. ὢ μιαρώτατος, ἵν’ ὑποδέδυκεν· ὥστ’ ἔμοιγ’ ἰνδάλλεται ὁμοιότατος κλητῆρος εἶναι πωλίῳ.

**ΦΙΛΟΚΛΕΩΝ**

### 190

εἰ μή μ’ ἐάσεθ’ ἥσυχον, μαχούμεθα.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 190

περὶ τοῦ μαχεῖ νῷν δῆτα;

**ΦΙΛΟΚΛΕΩΝ**

### 191

περὶ ὄνου σκιᾶς.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 191

πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος.

**ΦΙΛΟΚΛΕΩΝ**

### 191

ἐγὼ πονηρός; οὐ μὰ Δί’, ἀλλ’ οὐκ οἶσθα σὺ νῦν μ’ ὄντ’ ἄριστον; ἀλλ’ ἴσως, ὅταν φάγῃς

### 195

ὑπογάστριον γέροντος ἠλιαστικοῦ.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 195

ὤθει τὸν ὄνον καὶ σαυτὸν εἰς τὴν οἰκίαν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 195

ὦ ξυνδικασταὶ καὶ Κλέων, ἀμύνατε.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 195

ἔνδον κέκραχθι τῆς θύρας κεκλεισμένης. ὤθει σὺ πολλοὺς τῶν λίθων πρὸς τὴν θύραν,

### 195

καὶ τὴν βάλανον ἔμβαλλε πάλιν εἰς τὸν μοχλόν, καὶ τῇ δοκῷ προσθεὶς τὸν ὅλμον τὸν μέγαν ἁνύσας τι προσκύλισον.

**ΞΑΝΘΙΑΣ**

### 202

οἴμοι δείλαιος· πόθεν ποτ’ ἐμπέπτωκέ μοι τὸ βωλίον;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 202

ἴσως ἄνωθεν μῦς ἐνέβαλέ σοί ποθεν.

**ΞΑΝΘΙΑΣ**

### 205

μῦς; οὐ μὰ Δί’, ἀλλ’ ὑποδυόμενός τις οὑτοσὶ ὑπὸ τῶν κεραμίδων ἠλιαστὴς ὀροφίας.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 205

οἴμοι κακοδαίμων· στροῦθος ἁνὴρ γίγνεται· ἐκπτήσεται. ποῦ ποῦ ’στί μοι τὸ δίκτυον; σοῦ, σοῦ, πάλιν, σοῦ. νὴ Δί’ ἦ μοι κρεῖττον ἦν

### 210

τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός.

**ΞΑΝΘΙΑΣ**

### 210

ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν, κοὐκ ἔσθ’ ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι, τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 210

ἀλλ’, ὦ πόνηρ’, ἥξουσιν ὀλίγον ὕστερον

### 215

οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ τὸν πατέρα.

**ΞΑΝΘΙΑΣ**

### 216

τί λέγεις; ἀλλὰ νῦν γ’ ὄρθρος βαθύς.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 216

νὴ τὸν Δί’, ὀψὲ γοῦν ἀνεστήκασι νῦν. ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦς’ ἀεί,

### 216

λύχνους ἔχοντες καὶ μινυρίζοντες μέλη

### 220

ἀρχαιομελισιδωνοφρυνιχήρατα, οἷς ἐκκαλοῦνται τοῦτον.

**ΞΑΝΘΙΑΣ**

### 221

οὐκοῦν, ἢν δέῃ, ἤδη ποτ’ αὐτοὺς τοῖς λίθοις βαλλήσομεν.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 221

ἀλλ’, ὦ πόνηρε, τὸ γένος ἤν τις ὀργίσῃ τὸ τῶν γερόντων, ἔσθ’ ὅμοιον σφηκιᾷ.

### 225

ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύος ὀξύτατον, ᾧ κεντοῦσι, καὶ κεκραγότες πηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι.

**ΞΑΝΘΙΑΣ**

### 225

μὴ φροντίσῃς· ἐὰν ἐγὼ λίθους ἔχω, πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ.

**ΧΟΡΟΣ**

### 230

χώρει, πρόβαιν’ ἐρρωμένως. ὦ Κωμία, βραδύνεις. μὰ τὸν Δί’ οὐ μέντοι πρὸ τοῦ γ’, ἀλλ’ ἦσθ’ ἱμὰς κύνειος· νυνὶ δὲ κρείττων ἐστί σου Χαρινάδης βαδίζειν. ὦ Στρυμόδωρε Κονθυλεῦ, βέλτιστε συνδικαστῶν, Εὐεργίδης ἆρ’ ἐστί που ’νταῦθ’, ἢ Χάβης ὁ Φλυεύς;

### 235

πάρεσθ’ ὃ δὴ λοιπόν γ’ ἔτ’ ἐστίν, ἀππαπαῖ παπαιάξ, ἥβης ἐκείνης, ἡνίκ’ ἐν Βυζαντίῳ ξυνῆμεν φρουροῦντ’ ἐγώ τε καὶ σύ· κᾆτα περιπατοῦντε νύκτωρ τῆς ἀρτοπώλιδος λαθόντ’ ἐκλέψαμεν τὸν ὅλμον· κᾆθ’ ἥψομεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν.

### 240

ἀλλ’ ἐγκονῶμεν, ὦ ’νδρες, ὡς ἔσται Λάχητι νυνί· σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν χθὲς οὖν Κλέων ὁ κηδεμὼν ἡμῖν ἐφεῖτ’ ἐν ὥρᾳ ἥκειν ἔχοντας ἡμερῶν ὀργὴν τριῶν πονηρὰν ἐπ’ αὐτόν, ὡς κολωμένους ὧν ἠδίκησεν. ἀλλὰ

### 245

σπεύσωμεν, ὦ ’νδρες ἥλικες, πρὶν ἡμέραν γενέσθαι. χωρῶμεν, ἅμα τε τῷ λύχνῳ πάντῃ διασκοπῶμεν, μή που λίθος τις ἐμποδὼν ἡμᾶς κακόν τι δράσῃ.

**ΠΑΙΣ**

### 248

ὤ.

### 248

τὸν πηλόν, ὦ πάτερ πάτερ, τουτονὶ φύλαξαι.

**ΧΟΡΟΣ**

### 248

κάρφος χαμᾶθέν νυν λαβὼν τὸν λύχνον πρόβυσον.

**ΠΑΙΣ**

### 248

οὔκ, ἀλλὰ τῳδί μοι δοκῶ τὸν λύχνον προβύσειν.

**ΧΟΡΟΣ**

### 248

τί δὴ μαθὼν τῷ δακτύλῳ τὴν θρυαλλίδ’ ὠθεῖς, καὶ ταῦτα τοῦ ’λαίου σπανίζοντος, ὦ ’νόητε; οὐ γὰρ δάκνει ς’, ὅταν δέῃ τίμιον πρίασθαι.

**ΠΑΙΣ**

### 248

εἰ νὴ Δί’ αὖθις κονδύλοις νουθετήσεθ’ ἡμᾶς,

### 255

ἀποσβέσαντες τοὺς λύχνους ἄπιμεν οἴκαδ’ αὐτοί. κἄπειτ’ ἴσως ἐν τῷ σκότῳ τουτουὶ στερηθεὶς τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων.

**ΧΟΡΟΣ**

### 255

ἦ μὴν ἐγώ σου χἀτέρους μείζονας κολάζω. ἀλλ’ οὑτοσί μοι βόρβορος φαίνεται πατοῦντι.

### 260

κοὐκ ἔσθ’ ὅπως οὐχ ἡμερῶν τεττάρων τὸ πλεῖστον ὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι. ἔπεισι γοῦν τοῖσιν λύχνοις οὑτοιὶ μύκητες· φιλεῖ δ’, ὅταν τοῦτ’ ᾖ, ποιεῖν ὑετὸν μάλιστα. δεῖται δὲ καὶ τῶν καρπίμων ἅττα μή ’στι πρῷα

### 265

ὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς. τί χρῆμ’ ἄρ’ οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴς πέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος; οὐ μὴν πρὸ τοῦ γ’ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν ἡγεῖτ’ ἂν ᾄδων Φρυνίχου· καὶ γάρ ἐστιν ἁνὴρ

### 270

φιλῳδός. ἀλλά μοι δοκεῖ στάντας ἐνθάδ’, ὦ ’νδρες, ᾄδοντας αὐτὸν ἐκκαλεῖν, ἤν τί πως ἀκούσας τοῦ ’μοῦ μέλους ὑφ’ ἡδονῆς ἑρπύσῃ θύραζε.

### 272

τί ποτ’ οὐ πρὸ θυρῶν φαίνετ’ ἄρ’ ἡμῖν ὁ γέρων οὐδ’ ὑπακούει;

### 275a

μῶν ἀπολώλεκε τὰς ἐμβάδας; ἢ προσέκοψ’ ἐν

### 275b

τῷ σκότῳ τὸν δάκτυλόν που,

### 276a

εἶτ’ ἐφλέγμηνεν αὐτοῦ

### 276b

τὸ σφυρὸν γέροντος ὄντος;

### 277a

καὶ τάχ’ ἂν βουβωνιῴη.

### 277b

ἦ μὴν πολὺ δριμύτατός γ’ ἦν τῶν παρ’ ἡμῖν,

### 278

καὶ μόνος οὐκ ἀνεπείθετ’,

### 279a

ἀλλ’ ὁπότ’ ἀντιβολοίη

### 279b

τις, κάτω κύπτων ἂν οὕτω

### 280

“λίθον ἕψεις” ἔλεγεν.

### 281a

τάχα δ’ ἂν διὰ τὸν χθεσινὸν ἄνθρω‐

### 281b

πον, ὃς ἡμᾶς διεδύετ’

### 282

ἐξαπατῶν καὶ λέγων ὡς φιλαθήναιος ἦν καὶ

### 283a

τἀν Σάμῳ πρῶτος κατείποι,

### 283b

διὰ τοῦτ’ ὀδυνηθεὶς

### 284

εἶτ’ ἴσως κεῖται πυρέττων.

### 285

ἔστι γὰρ τοιοῦτος ἁνήρ. ἀλλ’, ὦ ’γάθ’, ἀνίστασο, μηδ’ οὕτω σεαυτὸν ἔσθιε, μηδ’ ἀγανάκτει.

### 288a

καὶ γὰρ ἀνὴρ παχὺς ἥκει

### 288b

τῶν προδόντων τἀπὶ Θρᾴκης·

### 289

ὃν ὅπως ἐγχυτριεῖς.

### 290

ὕπαγ’, ὦ παῖ, ὕπαγε.

**ΠΑΙΣ**

### 290

ἐθελήσεις τί μοι οὖν, ὦ πάτερ, ἤν σού τι δεηθῶ;

**ΧΟΡΟΣ**

### 290

πάνυ γ’, ὦ παιδίον. ἀλλ’ εἰ‐ πέ, τί βούλει με πρίασθαι

### 295

καλόν; οἶμαι δέ ς’ ἐρεῖν ἀσ‐ τραγάλους δήπουθεν, ὦ παῖ.

**ΠΑΙΣ**

### 295

μὰ Δί’, ἀλλ’ ἰσχάδας, ὦ παπία· ἥδιον γάρ—

**ΧΟΡΟΣ**

### 297

οὐκ ἂν μὰ Δί’, εἰ κρέμαισθέ γ’ ὑμεῖς.

**ΠΑΙΣ**

### 297

μὰ Δί’ οὔ τἄρα προπέμψω σε τὸ λοιπόν.

**ΧΟΡΟΣ**

### 297

ἀπὸ γὰρ τοῦδέ με τοῦ μισθαρίου τρίτον αὐτὸν ἔχειν ἄλφιτα δεῖ καὶ ξύλα κὤψον·

### 297

σὺ δὲ σῦκά μ’ αἰτεῖς.

**ΠΑΙΣ**

### 297

ἄγε νυν, ὦ πάτερ, ἢν μὴ τὸ δικαστήριον ἅρχων

### 305

καθίσῃ νῦν, πόθεν ὠνη‐ σόμεθ’ ἄριστον; ἔχεις ἐλ‐ πίδα χρηστήν τινα νῷν ἢ πόρον Ἕλλας ἱερόν;

**ΧΟΡΟΣ**

### 309-310

ἀπαπαῖ φεῦ. μὰ Δί’ οὐκ ἔγωγε νῷν οἶδ’

### 311

ὁπόθεν γε δεῖπνον ἔσται.

**ΠΑΙΣ**

### 311

τί με δῆτ’, ὦ μελέα μῆτερ, ἔτικτες;

**ΧΟΡΟΣ**

### 311

ἵν’ ἐμοὶ πράγματα βόσκειν παρέχῃς.

**ΠΑΙΣ**

### 311

ἀνόνητον ἄρα ς’, ὦ θυλάκιον, γ’ εἶχον ἄγαλμα.

### 315

ἐέ. πάρα νῷν στενάζειν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 317a

φίλοι, τήκομαι μὲν

### 317b

πάλαι διὰ τῆς ὀπῆς

### 318a

ὑμῶν ὑπακούων.

### 318b

ἀλλὰ γὰρ οὐχ οἷός τ’ εἴμ’

### 319a

ᾄδειν, τί ποιήσω;

### 319b

τηροῦμαι δ’ ὑπὸ τῶνδ’, ἐπεὶ

### 320

βούλομαί γε πάλαι μεθ’ ὑ‐ μῶν ἐλθὼν ἐπὶ τοὺς καδίσ‐ κους κακόν τι ποιῆσαι. ἀλλ’, ὦ Ζεῦ μεγαβρόντα,

### 323

ἤ με ποίησον καπνὸν ἐξαίφνης

### 325

ἢ Προξενίδην ἢ τὸν Σέλλου

### 325

τοῦτον τὸν ψευδαμάμαξυν. τόλμησον, ἄναξ, χαρίσασθαί μοι, πάθος οἰκτίρας· ἤ με κεραυνῷ διατινθαλέῳ σπόδισον ταχέως,

### 330

κἄπειτ’ ἀνελών μ’ ἀποφυσήσας εἰς ὀξάλμην ἔμβαλε θερμήν· ἢ δῆτα λίθον με ποίησον, ἐφ’ οὗ τὰς χοιρίνας ἀριθμοῦσιν.

**ΧΟΡΟΣ**

### 333

τίς γάρ ἐσθ’ ὁ ταῦτά ς’ εἵργων κἀποκλείων

### 335

τῇ θύρᾳ; λέξον· πρὸς εὔνους γὰρ φράσεις.

**ΦΙΛΟΚΛΕΩΝ**

### 335

οὑμὸς υἱός. ἀλλὰ μὴ βοᾶτε· καὶ γὰρ τυγχάνει οὑτοσὶ πρόσθεν καθεύδων. ἀλλ’ ὕφεσθε τοῦ τόνου.

**ΧΟΡΟΣ**

### 335

τοῦ δ’ ἔφεξιν, ὦ μάταιε, ταῦτα δρᾶν σε βούλεται; τίνα πρόφασιν ἔχων;

**ΦΙΛΟΚΛΕΩΝ**

### 340

οὐκ ἐᾷ μ’, ὦ ’νδρες, δικάζειν οὐδὲ δρᾶν οὐδὲν κακόν· ἀλλά μ’ εὐωχεῖν ἕτοιμός ἐστ’, ἐγὼ δ’ οὐ βούλομαι.

**ΧΟΡΟΣ**

### 342a

τοῦτ’ ἐτόλμης’ ὁ μιαρὸς χα‐

### 342b

νεῖν, ὁ Δημολογοκλέων, ὅτι λέγεις τι

### 343

περὶ τῶν νεῶν ἀληθές;

### 344a

οὐ γὰρ ἄν ποθ’ οὗτος ἁνὴρ

### 344b

τοῦτ’ ἐτόλμησεν λέγειν, εἰ

### 345

μὴ ξυνωμότης τις ἦν.

### 345

ἀλλ’ ἐκ τούτων ὥρα τινά σοι ζητεῖν καινὴν ἐπίνοιαν,

### 345

ἥτις σε λάθρᾳ τἀνδρὸς τουδὶ καταβῆναι δεῦρο ποιήσει.

**ΦΙΛΟΚΛΕΩΝ**

### 345

τίς ἂν οὖν εἴη; ζητεῖθ’ ὑμεῖς, ὡς πᾶν ἂν ἔγωγε ποιοίην· οὕτω κιττῶ διὰ τῶν σανίδων μετὰ χοιρίνης περιελθεῖν.

**ΧΟΡΟΣ**

### 345

ἔστιν ὀπὴ δῆθ’ ἥντιν’ ἂν ἔνδοθεν οἷός τ’ εἴης διορύξαι, εἶτ’ ἐκδῦναι ῥάκεσιν κρυφθεὶς ὥσπερ πολύμητις Ὀδυσ‐

### 351

σεύς;

**ΦΙΛΟΚΛΕΩΝ**

### 351

πάντα πέφρακται κοὐκ ἔστιν ὀπῆς οὐδ’ εἰ σέρφῳ διαδῦναι. ἀλλ’ ἄλλο τι δεῖ ζητεῖν ὑμᾶς· ὀπίαν δ’ οὐκ ἔστι γενέσθαι.

**ΧΟΡΟΣ**

### 351

μέμνησαι δῆθ’ ὅτ’ ἐπὶ στρατιᾶς κλέψας ποτὲ τοὺς ὀβελί‐

### 354

σκους

### 355

ἵεις σαυτὸν κατὰ τοῦ τείχους ταχέως, ὅτε Νάξος ἑάλω;

**ΦΙΛΟΚΛΕΩΝ**

### 355

οἶδ’· ἀλλὰ τί τοῦτ’; οὐδὲν γὰρ τοῦτ’ ἔστιν ἐκείνῳ προσ‐

### 356

όμοιον. ἥβων γάρ, κἀδυνάμην κλέπτειν, ἴσχυόν τ’ αὐτὸς ἐμαυτοῦ, κοὐδείς μ’ ἐφύλαττ’, ἀλλ’ ἐξῆν μοι φεύγειν ἀδεῶς. νῦν δὲ ξὺν ὅπλοις

### 360

ἄνδρες ὁπλῖται διαταξάμενοι κατὰ τὰς διόδους σκοπιωροῦνται, τὼ δὲ δύ’ αὐτῶν ἐπὶ ταῖσι θύραις ὥσπερ με γαλῆν κρέα κλέψασαν τηροῦσιν ἔχοντ’ ὀβελίσκους.

**ΧΟΡΟΣ**

### 365

ἀλλὰ καὶ νῦν ἐκπόριζε μηχανὴν ὅ‐ πως τάχισθ’· ἕως γάρ, ὦ μελίττιον.

**ΦΙΛΟΚΛΕΩΝ**

### 365

διατραγεῖν τοίνυν κράτιστόν ἐστί μοι τὸ δίκτυον.

### 365

ἡ δέ μοι Δίκτυννα συγγνώμην ἔχοι τοῦ δικτύου.

**ΧΟΡΟΣ**

### 365

ταῦτα μὲν πρὸς ἀνδρός ἐστ’ ἄνοντος ἐς σωτηρίαν.

### 370

ἀλλ’ ἔπαγε τὴν γνάθον.

**ΦΙΛΟΚΛΕΩΝ**

### 370

διατέτρωκται τοῦτό γ’. ἀλλὰ μὴ βοᾶτε μηδαμῶς, ἀλλὰ τηρώμεσθ’ ὅπως μὴ Βδελυκλέων αἰσθήσεται.

**ΧΟΡΟΣ**

### 370

μηδέν, ὦ τᾶν, δέδιθι, μηδέν· ὡς ἐγὼ τοῦτόν γ’, ἐὰν γρύξῃ τι, ποιή‐

### 375

σω δακεῖν τὴν καρδίαν καὶ τὸν περὶ ψυχῆς δρόμον δρα‐ μεῖν, ἵν’ εἰδῇ μὴ πατεῖν τὰ τῶν θεῶν ψηφίσματα.

### 378

ἀλλ’ ἐξάψας διὰ τῆς θυρίδος τὸ καλῴδιον εἶτα καθίμα

### 380

δήσας σαυτὸν καὶ τὴν ψυχὴν ἐμπλησάμενος Διοπείθους.

**ΦΙΛΟΚΛΕΩΝ**

### 380

ἄγε νυν, ἢν αἰσθομένω τούτω ζητῆτόν μ’ ἐσκαλαμᾶσθαι κἀνασπαστὸν ποιεῖν εἴσω, τί ποιήσετε; φράζετε νυνί.

**ΧΟΡΟΣ**

### 380

ἀμυνοῦμέν σοι τὸν πρινώδη θυμὸν ἅπαντες καλέσαντες ὥστ’ οὐ δυνατόν ς’ εἴργειν ἔσται· τοιαῦτα ποιήσομεν ἡμεῖς.

**ΦΙΛΟΚΛΕΩΝ**

### 385

δράσω τοίνυν ὑμῖν πίσυνος. καὶ μανθάνετ’, ἤν τι πάθω

### 385

’γώ, ἀνελόντες καὶ κατακλαύσαντες θεῖναί μ’ ὑπὸ τοῖσι δρυφάκ‐

### 386

τοις.

**ΧΟΡΟΣ**

### 386

οὐδὲν πείσει· μηδὲν δείσῃς. ἀλλ’, ὦ βέλτιστε, καθίει σαυτὸν θαρρῶν κἀπευξάμενος τοῖσι πατρῴοισι θεοῖσιν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 386

ὦ Λύκε δέσποτα, γείτων ἥρως (σὺ γὰρ οἷσπερ ἐγὼ

### 389

κεχάρησαι,

### 390

τοῖς δακρύοισιν τῶν φευγόντων ἀεὶ καὶ τοῖς ὀλοφυρμοῖς· ᾤκησας γοῦν ἐπίτηδες ἰὼν ἐνταῦθ’ ἵνα ταῦτ’ ἀκροῷο, κἀβουλήθης μόνος ἡρώων παρὰ τὸν κλάοντα καθῆσθαι), ἐλέησον καὶ σῶσον νυνὶ τὸν σαυτοῦ πλησιόχωρον, κοὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω μηδ’ ἀπο‐

### 394

πάρδω.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 395

οὗτος, ἐγείρου.

**ΞΑΝΘΙΑΣ**

### 395

τί τὸ πρᾶγμ’;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 395

ὥσπερ φωνή μέ τις ἐγκεκύκλωται. μῶν ὁ γέρων πῃ διαδύεται αὖ;

**ΞΑΝΘΙΑΣ**

### 396

μὰ Δί’ οὐ δῆτ’, ἀλλὰ καθιμᾷ αὑτὸν δήσας.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 397

ὦ μιαρώτατε, τί ποιεῖς; οὐ μὴ καταβήσει. ἀνάβαιν’ ἁνύσας κατὰ τὴν ἑτέραν καὶ ταῖσιν φυλλάσι παῖε, ἤν πως πρύμναν ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις.

**ΦΙΛΟΚΛΕΩΝ**

### 397

οὐ ξυλλήψεσθ’, ὁπόσοισι δίκαι τῆτες μέλλουσιν ἔσεσθαι, ὦ Σμικυθίων καὶ Τεισιάδη καὶ Χρήμων καὶ Φερέδειπνε; πότε δ’, εἰ μὴ νῦν, ἐπαρήξετέ μοι, πρίν μ’ εἴσω μᾶλλον

### 402

ἄγεσθαι;

**ΧΟΡΟΣ**

### 402

εἰπέ μοι, τί μέλλομεν κινεῖν ἐκείνην τὴν χολήν, ἥνπερ ἡνίκ’ ἄν τις ἡμῶν ὀργίσῃ τὴν σφηκιάν;

### 405

νῦν ἐκεῖνο νῦν ἐκεῖνο τοὐξύθυμον, ᾧ κολαζό‐ μεσθα, κέντρον ἐντέτατ’ ὀξύ. ἀλλὰ θαἰμάτια λαβόντες ὡς τάχιστα, παιδία, θεῖτε καὶ βοᾶτε, καὶ Κλέωνι ταῦτ’ ἀγγέλλετε,

### 410

καὶ κελεύετ’ αὐτὸν ἥκειν ὡς ἐπ’ ἄνδρα μισόπολιν ὄντα κἀπολούμενον, ὅτι τόνδε λόγον εἰσφέρει, μὴ δικάζειν δίκας.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 415

ὦ ’γαθοί, τὸ πρᾶγμ’ ἀκούσατ’, ἀλλὰ μὴ κεκράγατε.

**ΧΟΡΟΣ**

### 415

νὴ Δί’, εἰς τὸν οὐρανόν γ’.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 416

ὡς τόνδ’ ἐγὼ οὐ μεθήσομαι.

**ΧΟΡΟΣ**

### 416

ταῦτα δῆτ’ οὐ δεινὰ καὶ τυραννίς ἐστιν ἐμφανής; ὦ πόλις καὶ Θεώρου θεοισεχθρία, κεἴ τις ἄλλος προέστηκεν ἡμῶν κόλαξ.

**ΞΑΝΘΙΑΣ**

### 420

Ἡράκλεις, καὶ κέντρ’ ἔχουσιν. οὐχ ὁρᾷς, ὦ δέσποτα;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 420

οἷς γ’ ἀπώλεσαν Φίλιππον ἐν δίκῃ τὸν Γοργίου.

**ΧΟΡΟΣ**

### 420

καὶ σέ γ’ αὐτοῖς ἐξολοῦμεν. ἀλλ’ ἅπας ἐπίστρεφε δεῦρο κἀξείρας τὸ κέντρον εἶτ’ ἐπ’ αὐτὸν ἵεσο, ξυσταλείς, εὔτακτος, ὀργῆς καὶ μένους ἐμπλήμενος,

### 425

ὡς ἂν εὖ εἰδῇ τὸ λοιπὸν σμῆνος οἷον ὤργισεν.

**ΞΑΝΘΙΑΣ**

### 425

τοῦτο μέντοι δεινὸν ἤδη, νὴ Δί’, εἰ μαχούμεθα.

### 425

ὡς ἔγωγ’ αὐτῶν ὁρῶν δέδοικα τὰς ἐγκεντρίδας.

**ΧΟΡΟΣ**

### 425

ἀλλ’ ἀφίει τὸν ἄνδρ’· εἰ δὲ μή, φήμ’ ἐγὼ τὰς χελώνας μακαριεῖν σε τοῦ δέρματος.

**ΦΙΛΟΚΛΕΩΝ**

### 430

εἶά νυν, ὦ ξυνδικασταί, σφῆκες ὀξυκάρδιοι, οἱ μὲν εἰς τὸν πρωκτὸν αὐτῶν εἰσπέτεσθ’ ὠργισμένοι, οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 430

ὦ Μίδα καὶ Φρύξ, βοήθει δεῦρο, καὶ Μασυντία, καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί·

### 435

εἰ δὲ μή, ’ν πέδαις παχείαις οὐδὲν ἀριστήσετε, ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον.

**ΧΟΡΟΣ**

### 435

εἰ δὲ μὴ τοῦτον μεθήσεις, ἔν τί σοι παγήσεται.

**ΦΙΛΟΚΛΕΩΝ**

### 435

ὦ Κέκροψ ἥρως ἄναξ, τὰ πρὸς ποδῶν Δρακοντίδη, περιορᾷς οὕτω μ’ ὑπ’ ἀνδρῶν βαρβάρων χειρούμενον,

### 440

οὓς ἐγὼ ’δίδαξα κλάειν τέτταρ’ ἐς τὴν χοίνικα;

**ΧΟΡΟΣ**

### 440

εἶτα δῆτ’ οὐ πόλλ’ ἔνεστι δεινὰ τῷ γήρᾳ κακά; δηλαδή· καὶ νῦν γε τούτω τὸν παλαιὸν δεσπότην πρὸς βίαν χειροῦσιν, οὐδὲν τῶν πάλαι μεμνημένοι διφθερῶν κἀξωμίδων, ἃς οὗτος αὐτοῖς ἠμπόλα,

### 445

καὶ κυνᾶς· καὶ τοὺς πόδας χειμῶνος ὄντος ὠφέλει, ὥστε μὴ ῥιγῶν γ’ ἑκάστοτ’· ἀλλὰ τούτοις γ’ οὐκ ἔνι οὐδὲν ὀφθαλμοῖσιν αἰδὼς τῶν παλαιῶν ἐμβάδων.

**ΦΙΛΟΚΛΕΩΝ**

### 445

οὐκ ἀφήσεις οὐδὲ νυνί μ’, ὦ κάκιστον θηρίον,

### 445

οὐδ’ ἀναμνησθεὶς ὅθ’ εὑρὼν τοὺς βότρυς κλέπτοντά σε

### 445

προσαγαγὼν πρὸς τὴν ἐλάαν ἐξέδειρ’ εὖ κἀνδρικῶς, ὥστε σε ζηλωτὸν εἶναι; σὺ δ’ ἀχάριστος ἦσθ’ ἄρα. ἀλλ’ ἄνες με καὶ σὺ καὶ σύ, πρὶν τὸν υἱὸν ἐκδραμεῖν.

**ΧΟΡΟΣ**

### 445

ἀλλὰ τούτων μὲν τάχ’ ἡμῖν δώσετον καλὴν δίκην, οὐκέτ’ ἐς μακράν, ἵν’ εἰδῆθ’ οἷός ἐστ’ ἀνδρῶν τρόπος

### 455

ὀξυθύμων καὶ δικαίων καὶ βλεπόντων κάρδαμα.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 455

παῖε, παῖ’, ὦ Ξανθία, τοὺς σφῆκας ἀπὸ τῆς οἰκίας.

**ΞΑΝΘΙΑΣ**

### 455

ἀλλὰ δρῶ τοῦτ’.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 457

ἀλλὰ καὶ σὺ τῦφε πολλῷ τῷ καπνῷ.

**ΞΑΝΘΙΑΣ**

### 457

οὐχὶ σοῦσθ’; οὐκ ἐς κόρακας; οὐκ ἄπιτε;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 458

παῖε τῷ ξύλῳ. καὶ σὺ προσθεὶς Αἰσχίνην ἔντυφε τὸν Σελλαρτίου.

**ΞΑΝΘΙΑΣ**

### 460

ἆρ’ ἐμέλλομέν ποθ’ ὑμᾶς ἀποσοβήσειν τῷ χρόνῳ.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 460

ἀλλὰ μὰ Δί’ οὐ ῥᾳδίως οὕτως ἂν αὐτοὺς διέφυγες, εἴπερ ἔτυχον τῶν μελῶν τῶν Φιλοκλέους βεβρωκότες.

**ΧΟΡΟΣ**

### 462

ἆρα δῆτ’ οὐκ αὐτὰ δῆλα τοῖς πένησιν, ἡ τυραννὶς ὡς λάθρᾳ γ’ ἐ‐

### 465

λάμβαν’ ὑπιοῦσά με, εἰ σύ γ’, ὦ πόνῳ πόνηρε καὶ Κομηταμυνία, τῶν νόμων ἡμᾶς ἀπείργεις ὧν ἔθηκεν ἡ πόλις,

### 465

οὔτε τιν’ ἔχων πρόφασιν οὔτε λόγον εὐτράπελον,

### 470

αὐτὸς ἄρχων μόνος;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 470

ἔσθ’ ὅπως ἄνευ μάχης καὶ τῆς κατοξείας βοῆς ἐς λόγους ἔλθοιμεν ἀλλήλοισι καὶ διαλλαγάς;

**ΧΟΡΟΣ**

### 470

σοὶ λόγους, ὦ μισόδημε καὶ μοναρχίας ἐραστὰ

### 475

καὶ ξυνὼν Βρασίδᾳ καὶ φορῶν κράσπεδα

### 476-477

στεμμάτων τήν θ’ ὑπήνην ἄκουρον τρέφων;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 478

νὴ Δί’ ἦ μοι κρεῖττον ἐκστῆναι τὸ παράπαν τοῦ πατρὸς μᾶλλον ἢ κακοῖς τοσούτοις ναυμαχεῖν ὁσημέραι.

**ΧΟΡΟΣ**

### 480

οὐδὲ μὴν οὐδ’ ἐν σελίνῳ σοὐστὶν οὐδ’ ἐν πηγάνῳ· τοῦτο γὰρ παρεμβαλοῦμεν τῶν τριχοινίκων ἐπῶν. ἀλλὰ νῦν μὲν οὐδὲν ἀλγεῖς, ἀλλ’ ὅταν ξυνήγορος ταὐτὰ ταῦτά σου καταντλῇ καὶ ξυνωμότας καλῇ.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 480

ἆρ’ ἄν, ὦ πρὸς τῶν θεῶν, ὑμεῖς ἀπαλλαχθεῖτέ μου;

### 485

ἢ δέδοκται καὶ δέρεσθαι καὶ δέρειν δι’ ἡμέρας;

**ΧΟΡΟΣ**

### 485

οὐδέποτέ γ’, οὔχ, ἕως ἄν τί μου λοιπὸν ᾖ— ὅστις ἡμῶν ἐπὶ τυραννίδ’ ἐξεστάλης.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 485

ὡς ἅπανθ’ ὑμῖν τυραννίς ἐστι καὶ ξυνωμόται, ἤν τε μεῖζον ἤν τ’ ἔλαττον πρᾶγμά τις κατηγορῇ.

### 490

ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνομ’ οὐδὲ πεντήκοντ’ ἐτῶν·

### 490

νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα, ὥστε καὶ δὴ τοὔνομ’ αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται. ἢν μὲν ὠνῆταί τις ὀρφῶς, μεμβράδας δὲ μὴ ’θέλῃ, εὐθέως εἴρηχ’ ὁ πωλῶν πλησίον τὰς μεμβράδας·

### 495

“οὗτος ὀψωνεῖν ἔοιχ’ ἅνθρωπος ἐπὶ τυραννίδι.” ἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσμά τι, ἡ λαχανόπωλις παραβλέψασά φησι θἀτέρῳ· “εἰπέ μοι· γήτειον αἰτεῖς· πότερον ἐπὶ τυραννίδι; ἢ νομίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσματα;”

**ΞΑΝΘΙΑΣ**

### 495

κἀμέ γ’ ἡ πόρνη χθὲς εἰσελθόντα τῆς μεσημβρίας, ὅτι κελητίσαι ’κέλευον, ὀξυθυμηθεῖσά μοι ἤρετ’ εἰ τὴν Ἱππίου καθίσταμαι τυραννίδα.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 495

ταῦτα γὰρ τούτοις ἀκούειν ἡδέ’, εἰ καὶ νῦν ἐγώ, τὸν πατέρ’ ὅτι βούλομαι τούτων ἀπαλλαχθέντα τῶν

### 505

ὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά.

**ΦΙΛΟΚΛΕΩΝ**

### 505

νὴ Δί’, ἐν δίκῃ γ’· ἐγὼ γὰρ οὐδ’ ἂν ὀρνίθων γάλα ἀντὶ τοῦ βίου λάβοιμ’ ἂν οὗ με νῦν ἀποστερεῖς.

### 510

οὐδὲ χαίρω βατίσιν οὐδ’ ἐγχέλεσιν, ἀλλ’ ἥδιον ἂν

### 510

δικίδιον σμικρὸν φάγοιμ’ ἂν ἐν λοπάδι πεπνιγμένον.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 510

νὴ Δί’, εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγμασιν. ἀλλ’ ἐὰν σιγῶν ἀνάσχῃ καὶ μάθῃς ἁγὼ λέγω, ἀναδιδάξειν οἴομαί ς’ ὡς πάντα ταῦθ’ ἁμαρτάνεις.

**ΦΙΛΟΚΛΕΩΝ**

### 515

ἐξαμαρτάνω δικάζων;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 515

καταγελώμενος μὲν οὖν οὐκ ἐπαΐεις ὑπ’ ἀνδρῶν, οὓς σὺ μόνον οὐ προσκυνεῖς. ἀλλὰ δουλεύων λέληθας.

**ΦΙΛΟΚΛΕΩΝ**

### 517

παῦε δουλείαν λέγων— ὅστις ἄρχω τῶν ἁπάντων.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 518

οὐ σύ γ’, ἀλλ’ ὑπηρετεῖς οἰόμενος ἄρχειν· ἐπεὶ δίδαξον ἡμᾶς, ὦ πάτερ,

### 520

ἥτις ἡ τιμή ’στί σοι καρπουμένῳ τὴν Ἑλλάδα.

**ΦΙΛΟΚΛΕΩΝ**

### 520

πάνυ γε· καὶ τούτοισί γ’ ἐπιτρέψαι ’θέλω.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 521

καὶ μὴν ἐγώ. ἄφετέ νυν ἅπαντες αὐτόν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 522

καὶ ξίφος γέ μοι δότε· ἢν γὰρ ἡττηθῶ λέγων σου, περιπεσοῦμαι τῷ ξίφει.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 522

εἰπέ μοι, τί δ’, ἤν—τὸ δεῖνα—τῇ διαίτῃ μὴ ’μμένῃς;

**ΦΙΛΟΚΛΕΩΝ**

### 525

μηδέποτε πίοιμ’ ἄκρατον μισθὸν ἀγαθοῦ δαίμονος.

**ΧΟΡΟΣ**

### 525

νῦν δὴ τὸν ἐκ θἠμετέρου

### 527-528

γυμνασίου λέγειν τι δεῖ καινόν, ὅπως φανήσει—

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 529

ἐνεγκάτω μοι δεῦρο τὴν κίστην τις ὡς τάχιστα.

### 530-531

ἀτὰρ φανεῖ ποῖός τις ὤν, ἢν ταῦτα παρακελεύῃ;

**ΧΟΡΟΣ**

### 532

—μὴ κατὰ τὸν νεανίαν

### 533-534

τόνδε λέγειν. ὁρᾷς γὰρ ὥς σοι μέγας ἐστὶν ἁγὼν

### 535

καὶ περὶ τῶν ἁπάντων, εἴπερ—ὃ μὴ γένοιτο— νῦν ἐθέλει κρατῆσαι.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 535

καὶ μὴν ὅς’ ἂν λέξῃ γ’ ἁπλῶς μνημόσυνα γράψομαι ’γώ.

**ΦΙΛΟΚΛΕΩΝ**

### 535

τί γάρ φαθ’ ὑμεῖς, ἢν ὁδί με τῷ λόγῳ κρατήσῃ;

**ΧΟΡΟΣ**

### 540

οὐκέτι πρεσβυτῶν ὄχλος χρήσιμος ἔστ’ οὐδ’ ἀκαρῆ·

### 542-543

σκωπτόμενοι δ’ ἐν ταῖς ὁδοῖς θαλλοφόροι

### 544-545

καλούμεθ’, ἀντωμοσιῶν κελύφη.

### 546

ἀλλ’, ὦ περὶ τῆς πάσης μέλλων βασιλείας ἀντιλογήσειν τῆς ἡμετέρας, νυνὶ θαρρῶν πᾶσαν γλῶτταν βασάνιζε.

**ΦΙΛΟΚΛΕΩΝ**

### 547

καὶ μὴν εὐθύς γ’ ἀπὸ βαλβίδων περὶ τῆς ἀρχῆς ἀποδείξω τῆς ἡμετέρας ὡς οὐδεμιᾶς ἥττων ἐστὶν βασιλείας.

### 547

τί γὰρ εὔδαιμον καὶ μακαριστὸν μᾶλλον νῦν ἐστι δικαστοῦ, ἢ τρυφερώτερον ἢ δεινότερον ζῷον, καὶ ταῦτα γέροντος; ὃν πρῶτα μὲν ἕρποντ’ ἐξ εὐνῆς τηροῦς’ ἐπὶ τοῖσι δρυφάκ‐

### 552

τοις ἄνδρες μεγάλοι καὶ τετραπήχεις· κἄπειτ’ εὐθὺς προσιόντι ἐμβάλλει μοι τὴν χεῖρ’ ἁπαλὴν τῶν δημοσίων κεκλοφυῖαν.

### 555

ἱκετεύουσίν θ’ ὑποκύπτοντες τὴν φωνὴν οἰκτροχοοῦντες· “οἴκτιρόν μ’, ὦ πάτερ, αἰτοῦμαί ς’, εἰ καὐτὸς πώποθ’

### 556

ὑφείλου ἀρχὴν ἄρξας ἢ ’πὶ στρατιᾶς τοῖς ξυσσίτοις ἀγοράζων.” ὃς ἔμ’ οὐδ’ ἂν ζῶντ’ ᾔδειν, εἰ μὴ διὰ τὴν προτέραν ἀπό‐

### 558

φυξιν.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 558

τουτὶ περὶ τῶν ἀντιβολούντων ἔστω τὸ μνημόσυνόν μοι.

**ΦΙΛΟΚΛΕΩΝ**

### 560

εἶτ’ εἰσελθὼν ἀντιβοληθεὶς καὶ τὴν ὀργὴν ἀπομορχθεὶς ἔνδον τούτων ὧν ἂν φάσκω πάντων οὐδὲν πεποίηκα, ἀλλ’ ἀκροῶμαι πάσας φωνὰς ἱέντων εἰς ἀπόφευξιν. φέρ’ ἴδω, τί γὰρ οὐκ ἔστιν ἀκοῦσαι θώπευμ’ ἐνταῦθα

### 563

δικαστῇ; οἱ μέν γ’ ἀποκλάονται πενίαν αὑτῶν, καὶ προστιθέασιν

### 565

κακὰ πρὸς τοῖς οὖσιν, ἕως ἂν ἰὼν ἀνισώσῃ τοῖσιν ἐμοῖσιν· οἱ δὲ λέγουσιν μύθους ἡμῖν, οἱ δ’ Αἰσώπου τι γέλοιον· οἱ δὲ σκώπτους’, ἵν’ ἐγὼ γελάσω καὶ τὸν θυμὸν κατα‐

### 567

θῶμαι. κἂν μὴ τούτοις ἀναπειθώμεσθα, τὰ παιδάρι’ εὐθὺς ἀνέλκει τὰς θηλείας καὶ τοὺς υἱεῖς τῆς χειρός, ἐγὼ δ’ ἀκροῶμαι,

### 570

τὰ δὲ συγκύψανθ’ ἅμα βληχᾶται, κἄπειθ’ ὁ πατὴρ ὑπὲρ

### 570

αὐτῶν ὥσπερ θεὸν ἀντιβολεῖ με τρέμων τῆς εὐθύνης ἀπολῦσαι· “εἰ μὲν χαίρεις ἀρνὸς φωνῇ, παιδὸς φωνὴν ἐλεήσαις·” εἰ δ’ αὖ τοῖς χοιριδίοις χαίρω, θυγατρὸς φωνῇ με πιθέσθαι. χἠμεῖς αὐτῷ τότε τῆς ὀργῆς ὀλίγον τὸν κόλλοπ’ ἀνεῖμεν.

### 575

ἆρ’ οὐ μεγάλη τοῦτ’ ἔστ’ ἀρχὴ καὶ τοῦ πλούτου καταχήνη;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 575

δεύτερον αὖ σου τουτὶ γράφομαι, τὴν τοῦ πλούτου

### 576

καταχήνην. καὶ τἀγαθά μοι μέμνης’ ἅχεις φάσκων τῆς Ἑλλάδος

### 577

ἄρχειν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 577

παίδων τοίνυν δοκιμαζομένων αἰδοῖα πάρεστι θεᾶσθαι. κἂν Οἴαγρος εἰσέλθῃ φεύγων, οὐκ ἀποφεύγει πρὶν ἂν ἡμῖν

### 580

ἐκ τῆς Νιόβης εἴπῃ ῥῆσιν τὴν καλλίστην ἀπολέξας. κἂν αὐλητής γε δίκην νικᾷ, ταύτης ἡμῖν ἐπίχειρα ἐν φορβειᾷ τοῖσι δικασταῖς ἔξοδον ηὔλης’ ἀπιοῦσιν. κἂν ἀποθνῄσκων ὁ πατήρ τῳ δῷ καταλείπων παῖδ’ ἐπί‐

### 583

κληρον, κλαίειν ἡμεῖς μακρὰ τὴν κεφαλὴν εἰπόντες τῇ διαθήκῃ

### 585

καὶ τῇ κόγχῃ τῇ πάνυ σεμνῶς τοῖς σημείοισιν ἐπούσῃ, ἔδομεν ταύτην ὅστις ἂν ἡμᾶς ἀντιβολήσας ἀναπείσῃ. καὶ ταῦτ’ ἀνυπεύθυνοι δρῶμεν· τῶν δ’ ἄλλων οὐδεμί’ ἀρχή.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 585

τουτὶ γάρ τοι σεμνόν· τούτων ὧν εἴρηκας μακαρίζω. τῆς δ’ ἐπικλήρου τὴν διαθήκην ἀδικεῖς ἀνακογχυλιάζων.

**ΦΙΛΟΚΛΕΩΝ**

### 590

ἔτι δ’ ἡ βουλὴ χὠ δῆμος, ὅταν κρῖναι μέγα πρᾶγμ’

### 590

ἀπορήσῃ, ἐψήφισται τοὺς ἀδικοῦντας τοῖσι δικασταῖς παραδοῦναι· εἶτ’ Εὔαθλος χὠ μέγας οὗτος Κολακώνυμος, ἁσπιδαπο‐

### 592

βλής, οὐχὶ προδώσειν ἡμᾶς φασιν, περὶ τοῦ πλήθους δὲ μαχεῖ‐

### 593

σθαι. κἀν τῷ δήμῳ γνώμην οὐδεὶς πώποτ’ ἐνίκησεν, ἐὰν μὴ

### 595

εἴπῃ τὰ δικαστήρι’ ἀφεῖναι πρώτιστα μίαν δικάσαντας. αὐτὸς δὲ Κλέων ὁ κεκραξιδάμας μόνον ἡμᾶς οὐ περι‐

### 596

τρώγει, ἀλλὰ φυλάττει διὰ χειρὸς ἔχων καὶ τὰς μυίας ἀπαμύνει· σὺ δὲ τὸν πατέρ’ οὐδ’ ὁτιοῦν τούτων τὸν σαυτοῦ πώποτ’

### 598

ἔδρασας. ἀλλὰ Θέωρος—καίτοὐστὶν ἀνὴρ Εὐφημίου οὐδὲν ἐλάτ‐

### 599

των—

### 599

τὸν σπόγγον ἔχων ἐκ τῆς λεκάνης τἀμβάδι’ ἡμῶν περι‐

### 599

κωνεῖ. σκέψαι μ’ ἀπὸ τῶν ἀγαθῶν οἵων ἀποκλείεις καὶ κατερύκεις, ἣν δουλείαν οὖσαν ἔφασκες καὶ ὑπηρεσίαν ἀποδείξειν.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 599

ἔμπλησο λέγων· πάντως γάρ τοι παύσει ποτέ, κἀνα‐

### 603

φανήσει πρωκτὸς λουτροῦ περιγιγνόμενος, τῆς ἀρχῆς τῆς περι‐

### 604

σέμνου.

**ΦΙΛΟΚΛΕΩΝ**

### 605

ὃ δέ γ’ ἥδιστον τούτων ἐστὶν πάντων, οὗ ’γὼ ’πελελήσ‐

### 605

μην, ὅταν οἴκαδ’ ἴω τὸν μισθὸν ἔχων, κἄπειθ’ ἥκονθ’ ἅμα

### 606

πάντες ἀσπάζωνται διὰ τἀργύριον, καὶ πρῶτα μὲν ἡ θυγάτηρ με ἀπονίζῃ καὶ τὼ πόδ’ ἀλείφῃ καὶ προσκύψασα φιλήσῃ καὶ παππίζους’ ἅμα τῇ γλώττῃ τὸ τριώβολον ἐκκαλαμᾶται,

### 610

καὶ τὸ γύναιόν μ’ ὑποθωπεῦσαν φυστὴν μᾶζαν προσ‐

### 610

ενέγκῃ, κἄπειτα καθεζομένη παρ’ ἐμοὶ προσαναγκάζῃ· “φάγε

### 611

τουτί, ἔντραγε τουτί.” τούτοισιν ἐγὼ γάνυμαι· κοὐ μή με δεήσῃ εἰς σὲ βλέψαι καὶ τὸν ταμίαν, ὁπότ’ ἄριστον παραθήσει καταρασάμενος καὶ τονθορύσας, ἀλλ’ ἢν μή μοι ταχὺ

### 614

μάξῃ,

### 615

τάδε κέκτημαι πρόβλημα κακῶν, “σκευὴν βελέων ἀλεω‐

### 615

ρήν”. κἂν οἶνόν μοι μὴ ’γχῇς σὺ πιεῖν, τὸν ὄνον τόνδ’ ἐσκεκό‐

### 616

μισμαι οἴνου μεστόν, κᾆτ’ ἐγχέομαι κλίνας· οὗτος δὲ κεχηνὼς βρωμησάμενος τοῦ σοῦ δίνου μέγα καὶ στράτιον κατέ‐

### 618

παρδεν. ἆρ’ οὐ μεγάλην ἀρχὴν ἄρχω καὶ τοῦ Διὸς οὐδὲν ἐλάττω,

### 620

ὅστις ἀκούω ταὔθ’ ἅπερ ὁ Ζεύς; ἢν γοῦν ἡμεῖς θορυβήσωμεν, πᾶς τίς φησιν τῶν παριόντων· “οἷον βροντᾷ τὸ δικαστήριον, ὦ Ζεῦ βασιλεῦ.”

### 625

κἂν ἀστράψω, ποππύζουσιν κἀγκεχόδασίν μ’ οἱ πλουτοῦντες καὶ πάνυ σεμνοί. καὶ σὺ δέδοικάς με μάλιστ’ αὐτός· νὴ τὴν Δήμητρα, δέδοικας. ἐγὼ δ’

### 630

ἀπολοίμην εἰ σὲ δέδοικα.

**ΧΟΡΟΣ**

### 630

οὐπώποθ’ οὕτω καθαρῶς

### 632-633

οὐδενὸς ἠκούσαμεν οὐδὲ ξυνετῶς λέγοντος.

**ΦΙΛΟΚΛΕΩΝ**

### 634

οὔκ, ἀλλ’ ἐρήμας ᾤεθ’ οὕτω ῥᾳδίως τρυγήσειν·

### 635

καλῶς γὰρ ᾔδειν ὡς ἐγὼ ταύτῃ κράτιστός εἰμι.

**ΧΟΡΟΣ**

### 635

ὡς δὲ πάντ’ ἐπελήλυθεν

### 637-638

κοὐδὲν παρῆλθεν, ὥστ’ ἔγωγ’ ηὐξανόμην ἀκούων,

### 639

κἀν μακάρων δικάζειν

### 640

αὐτὸς ἔδοξα νήσοις, ἡδόμενος λέγοντι.

**ΦΙΛΟΚΛΕΩΝ**

### 640

ὥσθ’ οὗτος ἤδη σκορδινᾶται κἄστιν οὐκ ἐν αὑτοῦ. ἦ μὴν ἐγώ σε τήμερον σκύτη βλέπειν ποιήσω.

**ΧΟΡΟΣ**

### 640

δεῖ δέ σε παντοίας πλέκειν

### 645

εἰς ἀπόφευξιν παλάμας τὴν γὰρ ἐμὴν ὀργὴν πεπᾶναι χαλεπὸν μὴ πρὸς ἐμοῦ λέγοντι.

### 647

πρὸς ταῦτα μύλην ἀγαθὴν ὥρα ζητεῖν σοι καὶ νεόκοπτον, ἢν μή τι λέγῃς, ἥτις δυνατὴ τὸν ἐμὸν θυμὸν κατερεῖξαι.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 649

χαλεπὸν μὲν καὶ δεινῆς γνώμης καὶ μείζονος ἢ ’πὶ

### 649

τρυγῳδοῖς ἰάσασθαι νόσον ἀρχαίαν ἐν τῇ πόλει ἐντετοκυῖαν. ἀτάρ, ὦ πάτερ ἡμέτερε Κρονίδη—

**ΦΙΛΟΚΛΕΩΝ**

### 652

παῦσαι καὶ μὴ πατέριζε. εἰ μὴ γάρ, ὅπως δουλεύω ’γώ, τουτὶ ταχέως με διδάξεις, οὐκ ἔστιν ὅπως οὐχὶ τεθνήσει, κἂν χρῇ σπλάγχνων μ’

### 654

ἀπέχεσθαι.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 655

ἀκρόασαί νυν, ὦ παπίδιον, χαλάσας ὀλίγον τὸ μέτωπον. καὶ πρῶτον μὲν λόγισαι φαύλως, μὴ ψήφοις ἀλλ’ ἀπὸ

### 656

χειρός, τὸν φόρον ἡμῖν ἀπὸ τῶν πόλεων συλλήβδην τὸν προσιόντα, κἄξω τούτου τὰ τέλη χωρὶς καὶ τὰς πολλὰς ἑκατοστάς, πρυτανεῖα, μέταλλ’, ἀγοράς, λιμένας, μισθώσεις, δημιό‐

### 659

πρατα·

### 660

τούτων πλήρωμα τάλαντ’ ἐγγὺς δισχίλια γίγνεται ἡμῖν. ἀπὸ τούτου νυν κατάθες μισθὸν τοῖσι δικασταῖς ἐνιαυ‐

### 661

τοῦ, ἓξ χιλιάσιν—“κοὔπω πλείους ἐν τῇ χώρᾳ κατένασθεν”. γίγνεται ἡμῖν ἑκατὸν δήπου καὶ πεντήκοντα τάλαντα.

**ΦΙΛΟΚΛΕΩΝ**

### 661

οὐδ’ ἡ δεκάτη τῶν προσιόντων ἡμῖν ἄρ’ ἐγίγνεθ’ ὁ μισθός.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 665

μὰ Δί’ οὐ μέντοι.

**ΦΙΛΟΚΛΕΩΝ**

### 665

καὶ ποῖ τρέπεται δὴ ’πειτα τὰ χρήματα τἄλλα;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 665

ἐς τούτους τοὺς “οὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν, ἀλλὰ μαχοῦμαι περὶ τοῦ πλήθους ἀεί”. σὺ γάρ, ὦ πάτερ,

### 667

αὐτοὺς ἄρχειν αἱρεῖ σαυτοῦ τούτοις τοῖς ῥηματίοις περιπεφθείς. κᾆθ’ οὗτοι μὲν δωροδοκοῦσιν κατὰ πεντήκοντα τάλαντα

### 670

ἀπὸ τῶν πόλεων ἐπαπειλοῦντες τοιαυτὶ κἀναφοβοῦντες· “δώσετε τὸν φόρον, ἢ βροντήσας τὴν πόλιν ὑμῶν ἀνα‐

### 671

τρέψω.” σὺ δὲ τῆς ἀρχῆς ἀγαπᾷς τῆς σῆς τοὺς ἀργελόφους περι‐

### 672

τρώγων. οἱ δὲ ξύμμαχοι, ὡς ᾔσθηνται τὸν μὲν σύρφακα τὸν ἄλλον ἐκ κηθαρίου λαγαριζόμενον καὶ τραγαλίζοντα τὸ μηδέν,

### 675

σὲ μὲν ἡγοῦνται Κόννου ψῆφον, τούτοισι δὲ δωρο‐

### 675

φοροῦσιν ὕρχας, οἶνον, δάπιδας, τυρόν, μέλι, σήσαμα, προσκεφάλαια, φιάλας, χλανίδας, στεφάνους, ὅρμους, ἐκπώματα, πλουθυ‐

### 677

γιείαν. σοὶ δ’, ὧν ἄρχεις “πολλὰ μὲν ἐν γῇ, πολλὰ δ’ ἐφ’ ὑγρᾷ

### 678

πιτυλεύσας”, οὐδεὶς οὐδὲ σκορόδου κεφαλὴν τοῖς ἑψητοῖσι δίδωσιν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 680

μὰ Δί’, ἀλλὰ παρ’ Εὐχαρίδου καὐτὸς τρεῖς ἄγλιθας

### 680

μετέπεμψα. ἀλλ’ αὐτήν μοι τὴν δουλείαν οὐκ ἀποφαίνων ἀποκναίεις.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 680

οὐ γὰρ μεγάλη δουλεία ’στὶν τούτους μὲν ἅπαντας ἐν

### 682

ἀρχαῖς αὐτούς τ’ εἶναι καὶ τοὺς κόλακας τοὺς τούτων μισθο‐

### 683

φοροῦντας; σοὶ δ’ ἤν τις δῷ τοὺς τρεῖς ὀβολούς, ἀγαπᾷς, οὓς αὐτὸς

### 684

ἐλαύνων

### 685

καὶ πεζομαχῶν καὶ πολιορκῶν ἐκτήσω πολλὰ πονήσας. καὶ πρὸς τούτοις ἐπιταττόμενος φοιτᾷς, ὃ μάλιστά μ’

### 686

ἀπάγχει,

### 686

ὅταν εἰσελθὸν μειράκιόν σοι κατάπυγον, Χαιρέου υἱός, ὡδὶ διαβάς, διακινηθεὶς τῷ σώματι καὶ τρυφερανθείς, ἥκειν εἴπῃ πρῲ κἀν ὥρᾳ δικάσονθ’· “ὡς ὅστις ἂν ὑμῶν

### 690

ὕστερος ἔλθῃ τοῦ σημείου, τὸ τριώβολον οὐ κομιεῖται.” αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχμήν, κἂν ὕστερος

### 691

ἔλθῃ· καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν μεθ’ ἑαυτοῦ, ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγμα δύ’

### 693

ὄντε ἐσπουδάκατον, κᾆθ’ ὡς πρίονθ’ ὁ μὲν ἕλκει, ὁ δ’ ἀντενέ‐

### 694

δωκεν·

### 695

σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόμενόν σε

### 695

λέληθεν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 695

ταυτί με ποιοῦς’; οἴμοι, τί λέγεις; ὥς μου τὸν θῖνα

### 696

ταράττεις, καὶ τὸν νοῦν μου προσάγεις μᾶλλον, κοὐκ οἶδ’ ὅ τι χρῆμά

### 697

με ποιεῖς.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 697

σκέψαι τοίνυν ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν ὑπὸ τῶν ἀεὶ δημιζόντων οὐκ οἶδ’ ὅπῃ ἐγκεκύκλησαι,

### 697

ὅστις πόλεων ἄρχων πλείστων ἀπὸ τοῦ Πόντου μέχρι

### 697

Σαρδοῦς οὐκ ἀπολαύεις πλὴν τοῦθ’ ὃ φέρεις ἀκαρῆ· καὶ τοῦτ’ ἐρίῳ

### 701

σοι ἐνστάζουσιν κατὰ μικρὸν ἀεὶ τοῦ ζῆν ἕνεχ’ ὥσπερ ἔλαιον.

### 701

βούλονται γάρ σε πένητ’ εἶναι, καὶ τοῦθ’ ὧν εἵνεκ’ ἐρῶ σοι· ἵνα γιγνώσκῃς τὸν τιθασευτήν, κᾆθ’ ὅταν οὗτός γ’ ἐπισίξῃ

### 705

ἐπὶ τῶν ἐχθρῶν τιν’ ἐπιρρύξας, ἀγρίως αὐτοῖς ἐπιπηδᾷς. εἰ γὰρ ἐβούλοντο βίον πορίσαι τῷ δήμῳ, ῥᾴδιον ἦν ἄν. εἰσίν γε πόλεις χίλιαι αἳ νῦν τὸν φόρον ἡμῖν ἀπάγουσιν· τούτων εἴκοσιν ἄνδρας βόσκειν εἴ τις προσέταξεν ἑκάστῃ, δύο μυριάδ’ ἂν τῶν δημοτικῶν ἔζων ἐν πᾶσι λαγῴοις

### 710

καὶ στεφάνοισιν παντοδαποῖσιν καὶ πυῷ καὶ πυριάτῃ, ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ ’ν Μαραθῶνι τροπαίου. νῦν δ’ ὥσπερ ἐλαολόγοι χωρεῖθ’ ἅμα τῷ τὸν μισθὸν ἔχοντι.

**ΦΙΛΟΚΛΕΩΝ**

### 710

οἴμοι, τί ποθ’ ὥσπερ νάρκη μου κατὰ τῆς χειρὸς καταχεῖ‐

### 713

ται; καὶ τὸ ξίφος οὐ δύναμαι κατέχειν, ἀλλ’ ἤδη μαλθακός εἰμι.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 715

ἀλλ’ ὁπόταν μὲν δείσως’ αὐτοί, τὴν Εὔβοιαν διδόασιν ὑμῖν, καὶ σῖτον ὑφίστανται κατὰ πεντήκοντα μεδίμνους ποριεῖν. ἔδοσαν δ’ οὐπώποτέ σοι· πλὴν πρώην πέντε

### 717

μεδίμνους, καὶ ταῦτα μόλις ξενίας φεύγων, ἔλαβες κατὰ χοίνικα

### 718

κριθῶν. ὧν εἵνεκ’ ἐγώ ς’ ἀπέκλειον ἀεὶ

### 720

βόσκειν ἐθέλων καὶ μὴ τούτους ἐγχάσκειν σοι στομφάζοντας. καὶ νῦν ἀτεχνῶς ἐθέλω παρέχειν ὅ τι βούλει σοι,

### 720

πλὴν κωλακρέτου γάλα πίνειν.

**ΧΟΡΟΣ**

### 725

ἦ που σοφὸς ἦν ὅστις ἔφασκεν· “πρὶν ἂν ἀμφοῖν μῦθον

### 725

ἀκούσῃς, οὐκ ἂν δικάσαις.” σὺ γὰρ οὖν νῦν μοι νικᾶν πολλῷ

### 726

δεδόκησαι· ὥστ’ ἤδη τὴν ὀργὴν χαλάσας τοὺς σκίπωνας καταβάλλω ἀλλ’, ὦ τῆς ἡλικίας ἡμῖν τῆς αὐτῆς συνθιασῶτα,

### 728

πιθοῦ πιθοῦ λόγοισι, μηδ’ ἄφρων γένῃ

### 730

μηδ’ ἀτενὴς ἄγαν ἀτεράμων τ’ ἀνήρ. εἴθ’ ὤφελέν μοι κηδεμὼν ἢ ξυγγενὴς εἶναί τις ὅστις τοιαῦτ’ ἐνουθέτει.

### 733a

σοὶ δὲ νῦν τις θεῶν

### 733b

παρὼν ἐμφανὴς

### 734

ξυλλαμβάνει τοῦ πράγματος, καὶ δῆλός ἐστιν εὖ ποιῶν·

### 735

σὺ δὲ παρὼν δέχου.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 735

καὶ μὴν θρέψω γ’ αὐτὸν παρέχων ὅσα πρεσβύτῃ ξύμφορα, χόνδρον λείχειν, χλαῖναν μαλακήν, σισύραν, πόρνην, ἥτις τὸ πέος τρίψει

### 740

καὶ τὴν ὀσφῦν. ἀλλ’ ὅτι σιγᾷ κοὐδὲν γρύζει, τοῦτ’ οὐ δύναταί με προσέσθαι.

**ΧΟΡΟΣ**

### 742

νενουθέτηκεν αὑτὸν ἐς τὰ πράγμαθ’, οἷς τότ’ ἐπεμαίνετ’. ἔγνωκε γὰρ ἀρτίως,

### 745

λογίζεταί τ’ ἐκεῖνα πάνθ’ ἁμαρτίας ἃ σοῦ κελεύοντος οὐκ ἐπείθετο.

### 747a

νῦν δ’ ἴσως τοῖσι σοῖς

### 747b

λόγοις πείθεται,

### 748

καὶ σωφρονεῖ μέντοι μεθιστὰς ἐς τὸ λοιπὸν τὸν τρόπον πειθόμενός τέ σοι.

**ΦΙΛΟΚΛΕΩΝ**

### 749

ἰώ μοί μοι.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 749

οὗτος, τί βοᾷς;

**ΦΙΛΟΚΛΕΩΝ**

### 749

μή μοι τούτων μηδὲν ὑπισχνοῦ. κείνων ἔραμαι, κεῖθι γενοίμαν, ἵν’ ὁ κῆρύξ φησι· “τίς ἀψήφιστος; ἀνιστάσθω.”

### 755

κἀπισταίην ἐπὶ τοῖς κημοῖς ψηφιζομένων ὁ τελευταῖος. “σπεῦδ’, ὦ ψυχή—”. ποῦ μοι ψυχή; “πάρες, ὦ σκιερά—”. μὰ τὸν Ἡρακλέα μή νυν ἔτ’ ἐγὼ ’ν τοῖσι δικασταῖς κλέπτοντα Κλέωνα λάβοιμι.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 760

ἴθ’, ὦ πάτερ, πρὸς τῶν θεῶν ἐμοὶ πιθοῦ.

**ΦΙΛΟΚΛΕΩΝ**

### 760

τί σοι πίθωμαι; λέγ’ ὅ τι βούλει πλὴν ἑνός.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 760

ποίου; φέρ’ ἴδω.

**ΦΙΛΟΚΛΕΩΝ**

### 762

τοῦ μὴ δικάζειν. τοῦτο δὲ Ἅιδης διακρινεῖ πρότερον ἢ ’γὼ πείσομαι.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 762

σὺ δ’ οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν,

### 765

ἐκεῖσε μὲν μηκέτι βάδιζ’, ἀλλ’ ἐνθάδε αὐτοῦ μένων δίκαζε τοῖσιν οἰκέταις.

**ΦΙΛΟΚΛΕΩΝ**

### 765

περὶ τοῦ; τί ληρεῖς;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 767

ταὔθ’ ἅπερ ἐκεῖ πράττεται. ὅτι τὴν θύραν ἀνέῳξεν ἡ σηκὶς λάθρᾳ, ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην·

### 770

πάντως δὲ κἀκεῖ ταῦτ’ ἔδρας ἑκάστοτε. καὶ ταῦτα μὲν νῦν εὐλόγως, ἢν ἐξέχῃ εἴλη κατ’ ὄρθρον, ἠλιάσει πρὸς ἥλιον· ἐὰν δὲ νείφῃ, πρὸς τὸ πῦρ καθήμενος· ὕοντος εἴσει· κἂν ἔγρῃ μεσημβρινός,

### 775

οὐδείς ς’ ἀποκλείσει θεσμοθέτης τῇ κιγκλίδι.

**ΦΙΛΟΚΛΕΩΝ**

### 775

τουτί μ’ ἀρέσκει.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 776

πρὸς δὲ τούτοις γ’, ἢν δίκην λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον.

**ΦΙΛΟΚΛΕΩΝ**

### 776

πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι

### 780

ὥσπερ πρότερον τὰ πράγματ’ ἔτι μασώμενος;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 780

πολλῷ γ’ ἄμεινον· καὶ λέγεται γὰρ τουτογί, ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων μόλις τὸ πρᾶγμ’ ἔγνωσαν ἀναμασώμενοι.

**ΦΙΛΟΚΛΕΩΝ**

### 780

ἀνά τοί με πείθεις. ἀλλ’ ἐκεῖν’ οὔπω λέγεις,

### 785

τὸν μισθὸν ὁπόθεν λήψομαι.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 785

παρ’ ἐμοῦ.

**ΦΙΛΟΚΛΕΩΝ**

### 785

καλῶς, ὁτιὴ κατ’ ἐμαυτὸν κοὐ μεθ’ ἑτέρου λήψομαι. αἴσχιστα γάρ τοί μ’ ἠργάσατο Λυσίστρατος ὁ σκωπτόλης. δραχμὴν μετ’ ἐμοῦ πρώην λαβὼν ἐλθὼν διεκερματίζετ’ ἐν τοῖς ἰχθύσιν,

### 790

κἄπειτ’ ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων, κἀγὼ ’νέκαψ’· ὀβολοὺς γὰρ ᾠόμην λαβεῖν. κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα· κᾆθ’ εἷλκον αὐτόν.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 793

ὁ δὲ τί πρὸς ταῦτ’ εἶφ’;

**ΦΙΛΟΚΛΕΩΝ**

### 793

ὅ τι; ἀλεκτρυόνος μ’ ἔφασκε κοιλίαν ἔχειν.

### 795

“ταχὺ γοῦν καθέψεις τἀργύριον,” ἦ δ’ ὃς λέγων.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 795

ὁρᾷς ὅσον καὶ τοῦτο δῆτα κερδανεῖς.

**ΦΙΛΟΚΛΕΩΝ**

### 795

οὐ πάνυ τι μικρόν. ἀλλ’ ὅπερ μέλλεις ποίει.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 795

ἀνάμενέ νυν· ἐγὼ δὲ ταῦθ’ ἥξω φέρων.

**ΦΙΛΟΚΛΕΩΝ**

### 795

ὅρα τὸ χρῆμα, τὰ λόγι’ ὡς περαίνεται.

### 795

ἠκηκόειν γὰρ ὡς Ἀθηναῖοί ποτε δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας,

### 795

κἀν τοῖς προθύροις ἐνοικοδομήσει πᾶς ἀνὴρ αὑτῷ δικαστηρίδιον μικρὸν πάνυ, ὥσπερ Ἑκαταῖον πανταχοῦ πρὸ τῶν θυρῶν.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 805

ἰδού. τί ἔτ’ ἐρεῖς; ὡς ἅπαντ’ ἐγὼ φέρω, ὅσαπέρ γ’ ἔφασκον κἄτι πολλῷ πλείονα. ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ παρὰ σοὶ κρεμήσετ’ ἐγγὺς ἐπὶ τοῦ παττάλου.

**ΦΙΛΟΚΛΕΩΝ**

### 805

σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον

### 810

ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 810

καὶ πῦρ γε τουτί· καὶ προσέστηκεν φακῆ ῥοφεῖν, ἐὰν δέῃ τι.

**ΦΙΛΟΚΛΕΩΝ**

### 812

τοῦτ’ αὖ δεξιόν. κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι· αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι.

### 815

ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμ’ ἐξηνέγκατε;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 815

ἵνα γ’, ἢν καθεύδῃς ἀπολογουμένου τινός, ᾄδων ἄνωθεν ἐξεγείρῃ ς’ οὑτοσί.

**ΦΙΛΟΚΛΕΩΝ**

### 815

ἓν ἔτι ποθῶ, τὰ δ’ ἄλλ’ ἀρέσκει μοι.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 818

τὸ τί;

**ΦΙΛΟΚΛΕΩΝ**

### 818

θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 820

πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί.

**ΦΙΛΟΚΛΕΩΝ**

### 820

ὦ δέσποθ’ ἥρως, ὡς χαλεπὸν ἄρ’ ἦν ς’ ἰδεῖν.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 820

οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος.

**ΦΙΛΟΚΛΕΩΝ**

### 820

οὔκουν ἔχει γ’ οὐδ’ αὐτὸς ἥρως ὢν ὅπλα.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 820

εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην

### 825

ἐκάλουν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 825

κάλει νυν, ὡς κάθημ’ ἐγὼ πάλαι.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 825

φέρε νυν, τίν’ αὐτῷ πρῶτον εἰσαγάγω δίκην; τί τις κακὸν δέδρακε τῶν ἐν τῇ οἰκίᾳ; ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν—

**ΦΙΛΟΚΛΕΩΝ**

### 825

ἐπίσχες, οὗτος· ὡς ὀλίγου μ’ ἀπώλεσας.

### 830

ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν, ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 830

μὰ τὸν Δί’ οὐ πάρεστιν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 832

ἀλλ’ ἐγὼ δραμὼν αὐτὸς κομιοῦμαι τό γε παραυτίκ’ ἔνδοθεν.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 832

τί ποτε τὸ χρῆμ’; ὡς δεινὸν ἡ φιλοχωρία.

**ΞΑΝΘΙΑΣ**

### 835

βάλλ’ ἐς κόρακας. τοιουτονὶ τρέφειν κύνα.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 835

τί δ’ ἐστὶν ἐτεόν;

**ΞΑΝΘΙΑΣ**

### 836

οὐ γὰρ ὁ Λάβης ἀρτίως, ὁ κύων, παρᾴξας εἰς τὸν ἰπνὸν ἁρπάσας τροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 836

τοῦτ’ ἆρα πρῶτον τἀδίκημα τῷ πατρὶ

### 840

εἰσακτέον μοι. σὺ δὲ κατηγόρει παρών.

**ΞΑΝΘΙΑΣ**

### 840

μὰ Δί’ οὐκ ἔγωγ’, ἀλλ’ ἅτερός φησιν κύων

### 840

κατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 840

ἴθι νυν, ἄγ’ αὐτὼ δεῦρο.

**ΞΑΝΘΙΑΣ**

### 843

ταῦτα χρὴ ποιεῖν.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 843

τουτὶ τί ἐστι;

**ΦΙΛΟΚΛΕΩΝ**

### 844

χοιροκομεῖον Ἑστίας.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 845

εἶθ’ ἱεροσυλήσας φέρεις;

**ΦΙΛΟΚΛΕΩΝ**

### 845

οὔκ, ἀλλ’ ἵνα ἀφ’ Ἑστίας ἀρχόμενος ἐπιτρίψω τινά. ἀλλ’ εἴσαγ’ ἁνύσας, ὡς ἐγὼ τιμᾶν βλέπω.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 845

φέρε νυν, ἐνέγκω τὰς σανίδας καὶ τὰς γραφάς.

**ΦΙΛΟΚΛΕΩΝ**

### 845

οἴμοι, διατρίβεις κἀπολεῖς τριψημερῶν.

### 845

ἐγὼ δ’ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 845

ἰδού.

**ΦΙΛΟΚΛΕΩΝ**

### 851

κάλει νυν.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 851

ταῦτα δή.

**ΦΙΛΟΚΛΕΩΝ**

### 851

τίς οὑτοσὶ ὁ πρῶτός ἐστιν;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 852

ἐς κόρακας. ὡς ἄχθομαι, ὁτιὴ ’πελαθόμην τοὺς καδίσκους ἐκφέρειν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 852

οὗτος σύ, ποῖ θεῖς;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 854

ἐπὶ καδίσκους.

**ΦΙΛΟΚΛΕΩΝ**

### 854

μηδαμῶς·

### 855

ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 855

κάλλιστα τοίνυν. πάντα γὰρ πάρεστι νῷν ὅσων δεόμεθα—πλήν γε δὴ τῆς κλεψύδρας.

**ΦΙΛΟΚΛΕΩΝ**

### 855

ἡδὶ δὲ δὴ τίς ἐστιν; οὐχὶ κλεψύδρα;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 855

εὖ γ’ ἐκπορίζεις αὐτὰ κἀπιχωρίως.

### 860

ἀλλ’ ὡς τάχιστα πῦρ τις ἐξενεγκάτω καὶ μυρρίνας καὶ τὸν λιβανωτὸν ἔνδοθεν, ὅπως ἂν εὐξώμεσθα πρῶτα τοῖς θεοῖς.

**ΧΟΡΟΣ**

### 862

καὶ μὴν ἡμεῖς ἐπὶ ταῖς σπονδαῖς καὶ ταῖς εὐχαῖς

### 865

φήμην ἀγαθὴν λέξομεν ὑμῖν, ὅτι γενναίως ἐκ τοῦ πολέμου καὶ τοῦ νείκους ξυνέβητον.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 867

εὐφημία μὲν πρῶτα νῦν ὑπαρχέτω.

**ΧΟΡΟΣ**

### 867

ὦ Φοῖβ’ Ἄπολλον Πύθι’, ἐπ’ ἀγαθῇ τύχῃ

### 870

τὸ πρᾶγμ’, ὃ μηχανᾶται ἔμπροσθεν οὗτος τῶν θυρῶν, ἅπασιν ἡμῖν ἁρμόσαι παυσαμένοις πλάνων.

### 873

ἰήιε Παιάν.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 875

ὦ δέσποτ’ ἄναξ γεῖτον Ἀγυιεῦ, τοῦ ’μοῦ προθύρου προ‐

### 875

πύλαιε, δέξαι τελετὴν καινήν, ὦ ’ναξ, ἣν τῷ πατρὶ καινοτομοῦμεν. παῦσόν τ’ αὐτοῦ τουτὶ τὸ λίαν στρυφνὸν καὶ πρίνινον ἦθος, ἀντὶ σιραίου μέλιτος σμικρὸν τῷ θυμιδίῳ παραμείξας. ἤδη δ’ εἶναι τοῖς ἀνθρώποις ἤπιον αὐτόν,

### 880

τοὺς φεύγοντάς τ’ ἐλεεῖν μᾶλλον τῶν γραψαμένων, κἀπιδακρύειν ἀντιβολούντων, καὶ παυσάμενον τῆς δυσκολίας ἀπὸ τῆς ὀργῆς τὴν ἀκαλήφην ἀφελέσθαι.

**ΧΟΡΟΣ**

### 885

ξυνευχόμεσθα ταῦτά σοι κἀπᾴδομεν νέαισιν ἀρχαῖς εἵνεκα τῶν προλελεγμένων.

### 886

εὖνοι γάρ ἐσμεν ἐξ οὗ τὸν δῆμον ᾐσθόμεσθά σου φιλοῦντος ὡς οὐδεὶς ἀνὴρ

### 890

τῶν γε νεωτέρων.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 890

εἴ τις θύρασιν ἠλιαστής, εἰσίτω· ὡς ἡνίκ’ ἂν λέγωσιν, οὐκ ἐσφρήσομεν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 890

τίς ἆρ’ ὁ φεύγων οὗτος; ὅσον ἁλώσεται.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 890

ἀκούετ’ ἤδη τῆς γραφῆς. “ἐγράψατο

### 895

Κύων Κυδαθηναιεὺς Λάβητ’ Αἰξωνέα τὸν τυρὸν ἀδικεῖν ὅτι μόνος κατήσθιεν τὸν Σικελικόν. τίμημα κλῳὸς σύκινος.”

**ΦΙΛΟΚΛΕΩΝ**

### 895

θάνατος μὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 895

καὶ μὴν ὁ φεύγων οὑτοσὶ Λάβης πάρα.

**ΦΙΛΟΚΛΕΩΝ**

### 895

ὢ μιαρὸς οὗτος. ὡς δὲ καὶ κλέπτον βλέπει. οἷον σεσηρὼς ἐξαπατήσειν μ’ οἴεται. ποῦ δ’ ὅ γε διώκων, ὁ Κυδαθηναιεὺς κύων;

**ΚΥΩΝ**

### 903

αὖ αὖ.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 903

πάρεστιν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 903

ἕτερος οὗτος αὖ Λάβης, ἀγαθός γ’ ὑλακτεῖν καὶ διαλείχειν τὰς χύτρας.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 905

σίγα, κάθιζε. σὺ δ’ ἀναβὰς κατηγόρει.

**ΦΙΛΟΚΛΕΩΝ**

### 905

φέρε νυν, ἅμα τήνδ’ ἐγχεάμενος κἀγὼ ῥοφῶ.

**ΚΥΩΝ**

### 905

τῆς μὲν γραφῆς ἠκούσαθ’ ἣν ἐγραψάμην, ἄνδρες δικασταί, τουτονί. δεινότατα γὰρ ἔργων δέδρακε κἀμὲ καὶ τὸ ῥυππαπαῖ.

### 910

ἀποδρὰς γὰρ ἐς τὴν γωνίαν τυρὸν πολὺν κατεσικέλιζε κἀνέπλητ’ ἐν τῷ σκότῳ.

**ΦΙΛΟΚΛΕΩΝ**

### 910

νὴ τὸν Δί’, ἀλλὰ δῆλός ἐστ’· ἔμοιγέ τοι τυροῦ κάκιστον ἀρτίως ἐνήρυγεν

### 910

ὁ βδελυρὸς οὗτος.

**ΚΥΩΝ**

### 914

κοὐ μετέδωκ’ αἰτοῦντί μοι.

### 915

καίτοι τίς ὑμᾶς εὖ ποιεῖν δυνήσεται, ἢν μή τι κἀμοί τις προβάλλῃ, τῷ κυνί;

**ΦΙΛΟΚΛΕΩΝ**

### 915

οὐδὲν μετέδωκεν οὐδὲ τῷ κοινῷ γ’, ἐμοί. θερμὸς γὰρ ἁνὴρ οὐδὲν ἧττον τῆς φακῆς.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 915

πρὸς τῶν θεῶν, μὴ προκαταγίγνωσκ’, ὦ πάτερ,

### 920

πρὶν ἄν γ’ ἀκούσῃς ἀμφοτέρων.

**ΦΙΛΟΚΛΕΩΝ**

### 920

ἀλλ’, ὦ ’γαθέ, τὸ πρᾶγμα φανερόν ἐστιν· αὐτὸ γὰρ βοᾷ.

**ΚΥΩΝ**

### 920

μή νυν ἀφῆτέ γ’ αὐτόν, ὡς ὄντ’ αὖ πολὺ κυνῶν ἁπάντων ἄνδρα μονοφαγίστατον, ὅστις περιπλεύσας τὴν θυείαν ἐν κύκλῳ

### 925

ἐκ τῶν πόλεων τὸ σκῖρον ἐξεδήδοκεν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 925

ἐμοὶ δέ γ’ οὐκ ἔστ’ οὐδὲ τὴν ὑδρίαν πλάσαι.

**ΚΥΩΝ**

### 925

πρὸς ταῦτα τοῦτον κολάσατ’ (οὐ γὰρ ἄν ποτε τρέφειν δύναιτ’ ἂν μία λόχμη κλέπτα δύο), ἵνα μὴ κεκλάγγω διὰ κενῆς ἄλλως ἐγώ·

### 930

ἐὰν δὲ μή, τὸ λοιπὸν οὐ κεκλάγξομαι.

**ΦΙΛΟΚΛΕΩΝ**

### 930

ἰοὺ ἰού. ὅσας κατηγόρησε τὰς πανουργίας. κλέπτον τὸ χρῆμα τἀνδρός. οὐ καὶ σοὶ δοκεῖ, ὦ ’λεκτρυών; νὴ τὸν Δί’ ἐπιμύει γέ τοι.

### 935

ὁ θεσμοθέτης· ποῦ ’σθ’ οὗτος; ἀμίδα μοι δότω.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 935

αὐτὸς καθελοῦ· τοὺς μάρτυρας γὰρ ἐσκαλῶ. Λάβητι μάρτυρας παρεῖναι τρύβλιον, δοίδυκα, τυρόκνηστιν, ἐσχάραν, χύτραν, καὶ τἄλλα τὰ σκεύη τὰ προσκεκαυμένα.

### 940

ἀλλ’ ἔτι σύ γ’ οὐρεῖς καὶ καθίζεις οὐδέπω;

**ΦΙΛΟΚΛΕΩΝ**

### 940

τοῦτον δέ γ’ οἶμ’ ἐγὼ χεσεῖσθαι τήμερον.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 940

οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος, καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλ’ ὀδὰξ ἔχει; ἀνάβαιν’, ἀπολογοῦ. τί σεσιώπηκας; λέγε.

**ΦΙΛΟΚΛΕΩΝ**

### 945

ἀλλ’ οὐκ ἔχειν οὗτός γ’ ἔοικεν ὅ τι λέγῃ.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 945

οὔκ, ἀλλ’ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι, ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης· ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους. πάρεχ’ ἐκποδών· ἐγὼ γὰρ ἀπολογήσομαι.

### 945

χαλεπὸν μέν, ὦ ’νδρες, ἐστὶ διαβεβλημένου ὑπεραποκρίνεσθαι κυνός, λέξω δ’ ὅμως. ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους.

**ΦΙΛΟΚΛΕΩΝ**

### 945

κλέπτης μὲν οὖν οὗτός γε καὶ ξυνωμότης.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 945

μὰ Δί’, ἀλλ’ ἄριστός ἐστι τῶν νυνὶ κυνῶν,

### 955

οἷός τε πολλοῖς προβατίοις ἐφεστάναι.

**ΦΙΛΟΚΛΕΩΝ**

### 955

τί οὖν ὄφελος, τὸν τυρὸν εἰ κατεσθίει;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 955

ὅ τι; σοῦ προμάχεται καὶ φυλάττει τὴν θύραν, καὶ τἄλλ’ ἄριστός ἐστιν. εἰ δ’ ὑφείλετο,

### 955

σύγγνωθι· κιθαρίζειν γὰρ οὐκ ἐπίσταται.

**ΦΙΛΟΚΛΕΩΝ**

### 960

ἐγὼ δ’ ἐβουλόμην ἂν οὐδὲ γράμματα, ἵνα μὴ κακουργῶν ἐνέγραφ’ ἡμῖν τὸν λόγον.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 960

ἄκουσον, ὦ δαιμόνιε, μου τῶν μαρτύρων. ἀνάβηθι, τυρόκνηστι, καὶ λέξον μέγα· σὺ γὰρ ταμιεύους’ ἔτυχες. ἀπόκριναι σαφῶς,

### 965

εἰ μὴ κατέκνησας τοῖς στρατιώταις ἅλαβες. φησὶ κατακνῆσαι.

**ΦΙΛΟΚΛΕΩΝ**

### 966

νὴ Δί’, ἀλλὰ ψεύδεται.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 966

ὦ δαιμόνι’, ἐλέει τοὺς ταλαιπωρουμένους. οὗτος γὰρ ὁ Λάβης καὶ τραχήλι’ ἐσθίει καὶ τὰς ἀκάνθας, κοὐδέποτ’ ἐν ταὐτῷ μένει.

### 970

ὁ δ’ ἕτερος οἷός ἐστιν. οἰκουρὸς μόνον· αὐτοῦ μένων γάρ, ἅττ’ ἂν εἴσω τις φέρῃ, τούτων μεταιτεῖ τὸ μέρος· εἰ δὲ μή, δάκνει.

**ΦΙΛΟΚΛΕΩΝ**

### 970

αἰβοῖ, τί τόδε ποτ’ ἔσθ’ ὅτῳ μαλάττομαι; κακόν τι περιβαίνει με, κἀναπείθομαι.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 975

ἴθ’, ἀντιβολῶ ς’, οἰκτίρατ’ αὐτόν, ὦ πάτερ, καὶ μὴ διαφθείρητε. ποῦ τὰ παιδία; ἀναβαίνετ’, ὦ πόνηρα, καὶ κνυζούμενα αἰτεῖτε κἀντιβολεῖτε καὶ δακρύετε.

**ΦΙΛΟΚΛΕΩΝ**

### 975

κατάβα, κατάβα, κατάβα, κατάβα.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 979

καταβήσομαι.

### 980

καίτοι τὸ “κατάβα” τοῦτο πολλοὺς δὴ πάνυ ἐξηπάτηκεν. ἀτὰρ ὅμως καταβήσομαι.

**ΦΙΛΟΚΛΕΩΝ**

### 980

ἐς κόρακας. ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν. ἐγὼ γὰρ ἀπεδάκρυσα νῦν γνώμην ἐμὴν οὐδέν ποτέ γ’ ἀλλ’ ἢ τῆς φακῆς ἐμπλήμενος.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 985

οὔκουν ἀποφεύγει δῆτα;

**ΦΙΛΟΚΛΕΩΝ**

### 985

χαλεπὸν εἰδέναι.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 985

ἴθ’, ὦ πατρίδιον, ἐπὶ τὰ βελτίω τρέπου. τηνδὶ λαβὼν τὴν ψῆφον ἐπὶ τὸν ὕστερον μύσας παρᾷξον κἀπόλυσον, ὦ πάτερ.

**ΦΙΛΟΚΛΕΩΝ**

### 985

οὐ δῆτα· κιθαρίζειν γὰρ οὐκ ἐπίσταμαι.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 990

φέρε νύν σε τῃδὶ τὴν ταχίστην περιάγω.

**ΦΙΛΟΚΛΕΩΝ**

### 990

ὅδ’ ἔσθ’ ὁ πρότερος;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 991

οὗτος.

**ΦΙΛΟΚΛΕΩΝ**

### 991

αὕτη ’ντευθενί.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 991

ἐξηπάτηται κἀπολέλυκεν οὐχ ἑκών. φέρ’ ἐξεράσω.

**ΦΙΛΟΚΛΕΩΝ**

### 993

πῶς ἄρ’ ἠγωνίσμεθα;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 993

δείξειν ἔοικεν. ἐκπέφευγας, ὦ Λάβης.

### 995

πάτερ πάτερ, τί πέπονθας; οἴμοι. ποῦ ’σθ’ ὕδωρ; ἔπαιρε σαυτόν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 996

εἰπέ νυν ἐκεῖνό μοι· ὄντως ἀπέφυγε;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 997

νὴ Δί’.

**ΦΙΛΟΚΛΕΩΝ**

### 997

οὐδέν εἰμ’ ἄρα.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 997

μὴ φροντίσῃς, ὦ δαιμόνι’, ἀλλ’ ἀνίστασο.

**ΦΙΛΟΚΛΕΩΝ**

### 997

πῶς οὖν ἐμαυτῷ τοῦτ’ ἐγὼ ξυνείσομαι,

### 997

φεύγοντ’ ἀπολύσας ἄνδρα; τί ποτε πείσομαι; ἀλλ’, ὦ πολυτίμητοι θεοί, ξύγγνωτέ μοι· ἄκων γὰρ αὔτ’ ἔδρασα κοὐ τοῦ ’μοῦ τρόπου.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 997

καὶ μηδὲν ἀγανάκτει γ’. ἐγὼ γάρ ς’, ὦ πάτερ, θρέψω καλῶς, ἄγων μετ’ ἐμαυτοῦ πανταχοῖ,

### 1005

ἐπὶ δεῖπνον, εἰς ξυμπόσιον, ἐπὶ θεωρίαν, ὥσθ’ ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον· κοὐκ ἐγχανεῖταί ς’ ἐξαπατῶν Ὑπέρβολος. ἀλλ’ εἰσίωμεν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1008

ταῦτά νυν, εἴπερ δοκεῖ.

**ΧΟΡΟΣ**

### 1008

ἀλλ’ ἴτε χαίροντες ὅποι βούλεσθ’. ὑμεῖς δὲ τέως,

### 1010

ὦ μυριάδες ἀναρίθμητοι, νῦν μὲν τὰ μέλλοντ’ εὖ λέγεσ‐ θαι μὴ πέσῃ φαύλως χαμᾶζ’, εὐλαβεῖσθε. τοῦτο γὰρ σκαιῶν θεατῶν ἐστι πάσχειν, κοὐ πρὸς ὑμῶν.

### 1015

νῦν αὖτε, λεῴ, προσέχετε τὸν νοῦν, εἴπερ καθαρόν τι

### 1015

φιλεῖτε. μέμψασθαι γὰρ τοῖσι θεαταῖς ὁ ποιητὴς νῦν ἐπιθυμεῖ. ἀδικεῖσθαι γάρ φησιν πρότερος πόλλ’ αὐτοὺς εὖ πεποιη‐

### 1017

κώς· τὰ μὲν οὐ φανερῶς ἀλλ’ ἐπικουρῶν κρύβδην ἑτέροισι ποι‐

### 1018

ηταῖς,

### 1018

μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν,

### 1020

εἰς ἀλλοτρίας γαστέρας ἐνδὺς κωμῳδικὰ πολλὰ χέασθαι, μετὰ τοῦτο δὲ καὶ φανερῶς ἤδη κινδυνεύων καθ’ ἑαυτόν, οὐκ ἀλλοτρίων ἀλλ’ οἰκείων μουσῶν στόμαθ’ ἡνιοχήσας. ἀρθεὶς δὲ μέγας καὶ τιμηθεὶς ὡς οὐδεὶς πώποτ’ ἐν ὑμῖν, οὐκ ἐκτελέσαι φησὶν ἐπαρθείς, οὐδ’ ὀγκῶσαι τὸ φρόνημα,

### 1025

οὐδὲ παλαίστρας περικωμάζειν πειρῶν· οὐδ’, εἴ τις ἐρα‐

### 1025

στὴς κωμῳδεῖσθαι παιδίχ’ ἑαυτοῦ μισῶν ἔσπευσε πρὸς αὐτόν, οὐδενὶ πώποτέ φησι πιθέσθαι, γνώμην τιν’ ἔχων ἐπιεικῆ, ἵνα τὰς μούσας αἷσιν χρῆται μὴ προαγωγοὺς ἀποφήνῃ· οὐδ’, ὅτε πρῶτόν γ’ ἦρξε διδάσκειν, ἀνθρώποις φής’ ἐπι‐

### 1029

θέσθαι,

### 1030

ἀλλ’ Ἡρακλέους ὀργήν τιν’ ἔχων τοῖσι μεγίστοις ἐπι‐

### 1030

χειρεῖν, θρασέως ξυστὰς εὐθὺς ἀπ’ ἀρχῆς αὐτῷ τῷ καρχαρόδοντι, οὗ δεινόταται μὲν ἀπ’ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον, ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχ‐

### 1033

μῶντο περὶ τὴν κεφαλήν, φωνὴν δ’ εἶχεν χαράδρας ὄλεθρον τε‐

### 1034

τοκυίας,

### 1035

φώκης δ’ ὀσμήν, Λαμίας δ’ ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ

### 1035

καμήλου. τοιοῦτον ἰδὼν τέρας οὔ φησιν δείσας καταδωροδοκῆσαι, ἀλλ’ ὑπὲρ ὑμῶν ἔτι καὶ νυνὶ πολεμεῖ. φησίν τε μετ’ αὐτοῦ

### 1035

τοῖς ἠπιάλοις ἐπιχειρῆσαι πέρυσιν καὶ τοῖς πυρετοῖσιν, οἳ τοὺς πατέρας τ’ ἦγχον νύκτωρ καὶ τοὺς πάππους ἀπ‐

### 1039

έπνιγον,

### 1040

κατακλινόμενοί τ’ ἐπὶ ταῖς κοίταις ἐπὶ τοῖσιν ἀπράγμοσιν

### 1040

ὑμῶν ἀντωμοσίας καὶ προσκλήσεις καὶ μαρτυρίας συνεκόλλων, ὥστ’ ἀναπηδᾶν δειμαίνοντας πολλοὺς ὡς τὸν πολέμαρχον. τοιόνδ’ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτὴν πέρυσιν καταπρούδοτε καινοτάτας σπείραντ’ αὐτὸν δια‐

### 1044

νοίας,

### 1045

ἃς ὑπὸ τοῦ μὴ γνῶναι καθαρῶς ὑμεῖς ἐποιήσατ’ ἀναλδεῖς. καίτοι σπένδων πόλλ’ ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον μὴ πώποτ’ ἀμείνον’ ἔπη τούτων κωμῳδικὰ μηδέν’ ἀκοῦ‐

### 1047

σαι. τοῦτο μὲν οὖν ἐσθ’ ὑμῖν αἰσχρὸν τοῖς μὴ γνοῦσιν παρα‐

### 1048

χρῆμα· ὁ δὲ ποιητὴς οὐδὲν χείρων παρὰ τοῖσι σοφοῖς νενόμισται,

### 1048

εἰ παρελαύνων τοὺς ἀντιπάλους τὴν ἐπίνοιαν ξυνέτριψεν. ἀλλὰ τὸ λοιπὸν τῶν ποιητῶν, ὦ δαιμόνιοι, τοὺς ζητοῦντας καινόν τι λέγειν κἀξευρίσκειν στέργετε μᾶλλον καὶ θεραπεύετε,

### 1055

καὶ τὰ νοήματα σῴζεσθ’ αὐτῶν, ἐσβάλλετέ τ’ εἰς τὰς κιβωτοὺς μετὰ τῶν μήλων. κἂν ταῦτα ποιῆθ’, ὑμῖν δι’ ἔτους τῶν ἱματίων ὀζήσει δεξιότητος.

### 1060

ὢ πάλαι ποτ’ ὄντες ἡμεῖς ἄλκιμοι μὲν ἐν χοροῖς, ἄλκιμοι δ’ ἐν μάχαις, καὶ κατ’ αὐτὸ τοῦτο μόνον ἄνδρες ἀλκιμώτατοι. πρίν ποτ’ ἦν πρὶν ταῦτα, νῦν δ’ οἴχεται, κύκνου τε πολιώτεραι δὴ

### 1065

αἵδ’ ἐπανθοῦσιν τρίχες. ἀλλὰ κἀκ τῶν λειψάνων δεῖ τῶνδε ῥώμην νεανικὴν σχεῖν· ὡς ἐγὼ τοὐμὸν νομίζω

### 1068-1069

γῆρας εἶναι κρεῖττον ἢ πολλῶν κικίννους

### 1070

νεανιῶν καὶ σχῆμα κεὐρυπρωκτίαν.

### 1070

εἴ τις ὑμῶν, ὦ θεαταί, τὴν ἐμὴν ἰδὼν φύσιν εἶτα θαυμάζει μ’ ὁρῶν μέσον διεσφηκωμένον, ἥτις ἡμῶν ἐστιν ἡ ’πίνοια τῆς ἐγκεντρίδος, ῥᾳδίως ἐγὼ διδάξω “κἂν ἄμουσος ᾖ τὸ πρίν”.

### 1075

ἐσμὲν ἡμεῖς, οἷς πρόσεστι τοῦτο τοὐρροπύγιον, Ἀττικοὶ μόνοι δικαίως ἐγγενεῖς αὐτόχθονες, ἀνδρικώτατον γένος καὶ πλεῖστα τήνδε τὴν πόλιν ὠφελῆσαν ἐν μάχαισιν, ἡνίκ’ ἦλθ’ ὁ βάρβαρος, τῷ καπνῷ τύφων ἅπασαν τὴν πόλιν καὶ πυρπολῶν,

### 1080

ἐξελεῖν ἡμῶν μενοινῶν πρὸς βίαν τἀνθρήνια. εὐθέως γὰρ ἐκδραμόντες “ξὺν δορὶ ξὺν ἀσπίδι”

### 1080

ἐμαχόμεσθ’ αὐτοῖσι, θυμὸν ὀξίνην πεπωκότες, στὰς ἀνὴρ παρ’ ἄνδρ’, ὑπ’ ὀργῆς τὴν χελύνην ἐσθίων. ὑπὸ δὲ τῶν τοξευμάτων οὐκ ἦν ἰδεῖν τὸν οὐρανόν.

### 1085

ἀλλ’ ὅμως ἐωσάμεσθα ξὺν θεοῖς πρὸς ἑσπέραν· γλαῦξ γὰρ ἡμῶν πρὶν μάχεσθαι τὸν στρατὸν διέπτατο. εἶτα δ’ εἱπόμεσθα θυννάζοντες εἰς τοὺς θυλάκους, οἱ δ’ ἔφευγον τὰς γνάθους καὶ τὰς ὀφρῦς κεντούμενοι, ὥστε παρὰ τοῖς βαρβάροισι πανταχοῦ καὶ νῦν ἔτι

### 1090

μηδὲν Ἀττικοῦ καλεῖσθαι σφηκὸς ἀνδρικώτερον.

### 1090

ἆρα δεινὸς ἦ τόθ’, ὥστε πάντα μὴ δεδοικέναι, καὶ κατεστρεψάμην τοὺς ἐναντίους, πλέων ἐκεῖσε ταῖς τριήρεσιν. οὐ γὰρ ἦν ἡμῖν ὅπως

### 1095

ῥῆσιν εὖ λέξειν ἐμέλλομεν τότ’ οὐδὲ συκοφαντήσειν τινὰ φροντίς, ἀλλ’ ὅστις ἐρέτης ἔσοιτ’ ἄριστος. τοιγαροῦν πολλὰς πόλεις Μήδων ἑλόντες

### 1099-1100

αἰτιώτατοι φέρεσθαι τὸν φόρον δεῦρ’

### 1101

ἐσμέν, ὃν κλέπτουσιν οἱ νεώτεροι.

### 1101

πολλαχοῦ σκοποῦντες ἡμᾶς εἰς ἅπανθ’ εὑρήσετε τοὺς τρόπους καὶ τὴν δίαιταν σφηξὶν ἐμφερεστάτους. πρῶτα μὲν γὰρ οὐδὲν ἡμῶν ζῷον ἠρεθισμένον

### 1105

μᾶλλον ὀξύθυμόν ἐστιν οὐδὲ δυσκολώτερον. εἶτα τἄλλ’ ὅμοια πάντα σφηξὶ μηχανώμεθα.

### 1105

ξυλλεγέντες γὰρ καθ’ ἑσμοὺς ὥσπερ εἰς ἀνθρήνια οἱ μὲν ἡμῶν οὗπερ ἅρχων, οἱ δὲ παρὰ τοὺς ἕνδεκα, οἱ δ’ ἐν Ὠιδείῳ δικάζους’, ὧδε πρὸς τοῖς τειχίοις

### 1110

ξυμβεβυσμένοι πυκνόν, νεύοντες εἰς τὴν γῆν, μόλις ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι. ἔς τε τὴν ἄλλην δίαιτάν ἐσμεν εὐπορώτατοι· πάντα γὰρ κεντοῦμεν ἄνδρα κἀκπορίζομεν βίον. ἀλλὰ γὰρ κηφῆνες ἡμῖν εἰσιν ἐγκαθήμενοι

### 1115

οὐκ ἔχοντες κέντρον, οἳ μένοντες ἡμῶν τοῦ φόρου τὸν γόνον κατεσθίουσιν οὐ ταλαιπωρούμενοι. τοῦτο δ’ ἔστ’ ἄλγιστον ἡμῖν, ἤν τις ἀστράτευτος ὢν ἐκροφῇ τὸν μισθὸν ἡμῶν, τῆσδε τῆς χώρας ὕπερ μήτε κώπην μήτε λόγχην μήτε φλύκταιναν λαβών.

### 1120

ἀλλά μοι δοκεῖ τὸ λοιπὸν τῶν πολιτῶν ἔμβραχυ ὅστις ἂν μὴ ’χῃ τὸ κέντρον μὴ φέρειν τριώβολον.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1121

οὔτοι ποτὲ ζῶν τοῦτον ἀποδυθήσομαι, ἐπεὶ μόνος μ’ ἔσωσε παρατεταγμένον, ὅθ’ ὁ βορέας ὁ μέγας ἐπεστρατεύσατο.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1125

ἀγαθὸν ἔοικας οὐδὲν ἐπιθυμεῖν παθεῖν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1125

μὰ τὸν Δί’, οὐ γὰρ οὐδαμῶς μοι ξύμφορον. καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐμπλήμενος ἀπέδωκ’ ὀφείλων τῷ γναφεῖ τριώβολον.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1125

ἀλλ’ οὖν πεπειράσθω γ’, ἐπειδήπερ γ’ ἅπαξ

### 1130

ἐμοὶ σεαυτὸν παραδέδωκας εὖ ποιεῖν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1130

τί οὖν κελεύεις δρᾶν με;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1131

τὸν τρίβων’ ἄφες, τηνδὶ δὲ χλαῖναν ἀναβαλοῦ τριβωνικῶς.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1131

ἔπειτα παῖδας χρὴ φυτεύειν καὶ τρέφειν, ὅθ’ οὑτοσί με νῦν ἀποπνῖξαι βούλεται;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1135

ἔχ’, ἀναβαλοῦ τηνδὶ λαβών, καὶ μὴ λάλει.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1135

τουτὶ τὸ κακὸν τί ἐστι, πρὸς πάντων θεῶν;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1135

οἱ μὲν καλοῦσι Περσίδ’, οἱ δὲ καυνάκην.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1135

ἐγὼ δὲ σισύραν ᾠόμην Θυμαιτίδα.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1135

κοὐ θαῦμά γ’· ἐς Σάρδεις γὰρ οὐκ ἐλήλυθας.

### 1140

ἔγνως γὰρ ἄν· νῦν δ’ οὐχὶ γιγνώσκεις.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1140

ἐγὼ μὰ τὸν Δί’ οὐ τοίνυν, ἀτὰρ δοκεῖ γέ μοι ἐοικέναι μάλιστα Μορύχου σάγματι.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1140

οὔκ, ἀλλ’ ἐν Ἐκβατάνοισι ταῦθ’ ὑφαίνεται.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1140

ἐν Ἐκβατάνοισι γίγνεται κρόκης χόλιξ;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1145

πόθεν, ὦ ’γάθ’; ἀλλὰ τοῦτο τοῖσι βαρβάροις ὑφαίνεται πολλαῖς δαπάναις. αὕτη γέ τοι ἐρίων τάλαντον καταπέπωκε ῥᾳδίως.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1145

οὔκουν ἐριώλην δῆτ’ ἐχρῆν αὐτὴν καλεῖν

### 1145

δικαιότερόν γ’ ἢ καυνάκην;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1149

ἔχ’, ὦ ’γαθέ,

### 1149

καὶ στῆθ’ ἀναμπισχόμενος.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1149

οἴμοι δείλαιος. ὡς θερμὸν ἡ μιαρά τί μου κατήρυγεν.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1149

οὐκ ἀναβαλεῖ;

**ΦΙΛΟΚΛΕΩΝ**

### 1152

μὰ Δί’ οὐκ ἔγωγ’.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1152

ἀλλ’, ὦ ’γαθέ—

**ΦΙΛΟΚΛΕΩΝ**

### 1152

εἴπερ γ’ ἀνάγκη, κρίβανόν μ’ ἀμπίσχετε.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1152

φέρ’, ἀλλ’ ἐγώ σε περιβάλω. σὺ δ’ οὖν ἴθι.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1155

παράθου γε μέντοι καὶ κρεάγραν.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1155

τιὴ τί δή;

**ΦΙΛΟΚΛΕΩΝ**

### 1155

ἵν’ ἐξέλῃς με πρὶν διερρυηκέναι.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1155

ἄγε νυν, ὑπολύου τὰς καταράτους ἐμβάδας, τασδὶ δ’ ἁνύσας ὑπόδυθι τὰς Λακωνικάς.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1155

ἐγὼ γὰρ ἂν τλαίην ὑποδύσασθαί ποτε

### 1160

ἐχθρῶν παρ’ ἀνδρῶν δυσμενῆ καττύματα;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1160

ἔνθες ποτ’, ὦ τᾶν, κἀπόβαιν’ ἐρρωμένως ἐς τὴν Λακωνικὴν ἁνύσας.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1162

ἀδικεῖς γέ με εἰς τὴν πολεμίαν ἀποβιβάζων τὸν πόδα.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1162

φέρε, καὶ τὸν ἕτερον.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1164

μηδαμῶς τοῦτόν γ’, ἐπεὶ

### 1165

πάνυ μισολάκων αὐτοῦ ’στιν εἷς τῶν δακτύλων.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1165

οὐκ ἔστι παρὰ ταῦτ’ ἄλλα.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1166

κακοδαίμων ἐγώ, ὅστις ἐπὶ γήρᾳ χίμετλον οὐδὲν λήψομαι.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1166

ἅνυσόν ποθ’ ὑποδυσάμενος. εἶτα πλουσίως ὡδὶ προβὰς τρυφερόν τι διασαλακώνισον.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1170

ἰδού. θεῶ τὸ σχῆμα, καὶ σκέψαι μ’ ὅτῳ μάλιστ’ ἔοικα τὴν βάδισιν τῶν πλουσίων.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1170

ὅτῳ; δοθιῆνι σκόροδον ἠμφιεσμένῳ.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1170

καὶ μὴν προθυμοῦμαί γε σαυλοπρωκτιᾶν.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1170

ἄγε νυν, ἐπιστήσει λόγους σεμνοὺς λέγειν

### 1175

ἀνδρῶν παρόντων πολυμαθῶν καὶ δεξιῶν;

**ΦΙΛΟΚΛΕΩΝ**

### 1175

ἔγωγε.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1176

τίνα δῆτ’ ἂν λέγοις;

**ΦΙΛΟΚΛΕΩΝ**

### 1176

πολλοὺς πάνυ. πρῶτον μὲν ὡς ἡ Λάμι’ ἁλοῦς’ ἐπέρδετο, ἔπειτα δ’ ὡς ὁ Καρδοπίων τὴν μητέρα—

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1176

μὴ ’μοιγε μύθους, ἀλλὰ τῶν ἀνθρωπίνων,

### 1180

οἵους λέγομεν μάλιστα, τοὺς κατ’ οἰκίαν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1180

ἐγᾦδα τοίνυν τῶν γε πάνυ κατ’ οἰκίαν ἐκεῖνον ὡς “οὕτω ποτ’ ἦν μῦς καὶ γαλῆ—”

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1180

ὦ σκαιὲ κἀπαίδευτε—Θεογένης ἔφη τῷ κοπρολόγῳ, καὶ ταῦτα λοιδορούμενος·

### 1185

μῦς καὶ γαλᾶς μέλλεις λέγειν ἐν ἀνδράσιν;

**ΦΙΛΟΚΛΕΩΝ**

### 1185

ποίους τινὰς δὲ χρὴ λέγειν;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1186

μεγαλοπρεπεῖς· ὡς ξυνεθεώρεις Ἀνδροκλεῖ καὶ Κλεισθένει.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1186

ἐγὼ δὲ τεθεώρηκα πώποτ’; οὐδαμοῖ, πλὴν ἐς Πάρον, καὶ ταῦτα δύ’ ὀβολὼ φέρων.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1190

ἀλλ’ οὖν λέγειν χρή ς’ ὡς ἐμάχετό γ’ αὐτίκα Ἐφουδίων παγκράτιον Ἀσκώνδᾳ καλῶς, ἤδη γέρων ὢν καὶ πολιός, ἔχων δέ τοι πλευρὰν βαθυτάτην καὶ χέρας καὶ λαγόνα καὶ θώρακ’ ἄριστον.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1194

παῦε παῦ’, οὐδὲν λέγεις.

### 1195

πῶς ἂν μαχέσαιτο παγκράτιον θώρακ’ ἔχων;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1195

οὕτως διηγεῖσθαι νομίζους’ οἱ σοφοί. ἀλλ’ ἕτερον εἰπέ μοι· παρ’ ἀνδράσι ξένοις πίνων σεαυτοῦ ποῖον ἂν λέξαι δοκεῖς ἐπὶ νεότητος ἔργον ἀνδρικώτατον;

**ΦΙΛΟΚΛΕΩΝ**

### 1195

ἐκεῖν’ ἐκεῖν’ ἀνδρειότατόν γε τῶν ἐμῶν, ὅτ’ Ἐργασίωνος τὰς χάρακας ὑφειλόμην.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1195

ἀπολεῖς με. ποίας χάρακας; ἀλλ’ ὡς ἢ κάπρον ἐδιώκαθές ποτ’ ἢ λαγών, ἢ λαμπάδα ἔδραμες, ἀνευρὼν ὅ τι νεανικώτατον.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1205

ἐγᾦδα τοίνυν τό γε νεανικώτατον· ὅτε τὸν δρομέα Φάυλλον ὢν βούπαις ἔτι εἷλον διώκων λοιδορίας ψήφοιν δυοῖν.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1205

παῦ’· ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1210

πῶς οὖν κατακλινῶ; φράζ’ ἁνύσας.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1210

εὐσχημόνως.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1210

ὡδὶ κελεύεις κατακλινῆναι;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1211

μηδαμῶς.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1211

πῶς δαί;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1212

τὰ γόνατ’ ἔκτεινε, καὶ γυμναστικῶς ὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώμασιν. ἔπειτ’ ἐπαίνεσόν τι τῶν χαλκωμάτων,

### 1215

ὀροφὴν θέασαι, κρεκάδι’ αὐλῆς θαύμασον. ὕδωρ κατὰ χειρός· τὰς τραπέζας εἰσφέρειν· δειπνοῦμεν· ἀπονενίμμεθ’· ἤδη σπένδομεν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1215

πρὸς τῶν θεῶν, ἐνύπνιον ἑστιώμεθα;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1215

αὑλητρὶς ἐνεφύσησεν· οἱ δὲ συμπόται

### 1220

εἰσὶν Θέωρος, Αἰσχίνης, Φᾶνος, Κλέων, ξένος τις ἕτερος πρὸς κεφαλῆς, Ἁκέστορος. τούτοις ξυνὼν τὰ σκόλι’ ὅπως δέξει καλῶς.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1220

ἄληθες; ὡς οὐδείς γε διακρίων ἐγώ.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1220

ἐγὼ εἴσομαι. καὶ δὴ γάρ εἰμ’ ἐγὼ Κλέων,

### 1225

ᾄδω δὲ πρῶτος Ἁρμοδίου, δέξει δὲ σύ. “οὐδεὶς πώποτ’ ἀνὴρ ἔγεντ’ Ἀθήναις—”

**ΦΙΛΟΚΛΕΩΝ**

### 1225

”—οὐχ οὕτω γε πανοῦργος οὐδὲ κλέπτης.”

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1225

τουτὶ σὺ δράσεις; παραπολεῖ βοώμενος· φήσει γὰρ ἐξολεῖν σε καὶ διαφθερεῖν

### 1230

καὶ τῆσδε τῆς γῆς ἐξελᾶν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1230

ἐγὼ δέ γε, ἐὰν ἀπειλῇ, νὴ Δί’ ἑτέραν ᾄσομαι.

### 1232-1233

“ὦ ’νθρωφ’, οὗτος ὁ μαιόμενος τὸ μέγα κράτος,

### 1234-1235

ἀντρέψεις ἔτι τὰν πόλιν· ἁ δ’ ἔχεται ῥοπᾶς.”

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1236

τί δ’, ὅταν Θέωρος πρὸς ποδῶν κατακείμενος ᾄδῃ Κλέωνος λαβόμενος τῆς δεξιᾶς·

### 1238-1239

“Ἀδμήτου λόγον, ὦ ’ταῖρε, μαθὼν τοὺς ἀγαθοὺς

### 1238-1239

φίλει—”

### 1240

τούτῳ τί λέξεις σκόλιον;

**ΦΙΛΟΚΛΕΩΝ**

### 1240

ᾠδικῶς ἐγώ. “οὐκ ἔστιν ἀλωπεκίζειν, οὐδ’ ἀμφοτέροισι γίγνεσθαι φίλον.”

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1240

μετὰ τοῦτον Αἰσχίνης ὁ Σέλλου δέξεται, ἀνὴρ σοφὸς καὶ μουσικός, κᾆτ’ ᾄσεται·

### 1245

“χρήματα καὶ βίαν Κλειταγόρᾳ τε κἀ‐ μοὶ μετὰ Θετταλῶν—”

**ΦΙΛΟΚΛΕΩΝ**

### 1245

”—πολλὰ δὴ διεκόμπασας σὺ κἀγώ.”

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1245

τουτὶ μὲν ἐπιεικῶς σύ γ’ ἐξεπίστασαι.

### 1245

ὅπως δ’ ἐπὶ δεῖπνον εἰς Φιλοκτήμονος ἴμεν. παῖ παῖ· τὸ δεῖπνον, Χρυσέ, συσκεύαζε νῷν —ἵνα καὶ μεθυσθῶμεν διὰ χρόνου.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1252

μηδαμῶς. κακὸν τὸ πίνειν. ἀπὸ γὰρ οἴνου γίγνεται καὶ θυροκοπῆσαι καὶ πατάξαι καὶ βαλεῖν,

### 1255

κἄπειτ’ ἀποτίνειν ἀργύριον ἐκ κραιπάλης.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1255

οὔκ, ἢν ξυνῇς γ’ ἀνδράσι καλοῖς τε κἀγαθοῖς. ἢ γὰρ παρῃτήσαντο τὸν πεπονθότα, ἢ λόγον ἔλεξας αὐτὸς ἀστεῖόν τινα, Αἰσωπικὸν γέλοιον ἢ Συβαριτικόν,

### 1260

ὧν ἔμαθες ἐν τῷ συμποσίῳ· κᾆτ’ ἐς γέλων τὸ πρᾶγμ’ ἔτρεψας, ὥστ’ ἀφείς ς’ ἀποίχεται.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1260

μαθητέον τἄρ’ ἐστὶ πολλοὺς τῶν λόγων, εἴπερ γ’ ἀποτείσω μηδέν, ἤν τι δρῶ κακόν. ἄγε νυν, ἴωμεν· μηδὲν ἡμᾶς ἰσχέτω.

**ΧΟΡΟΣ**

### 1265a

πολλάκις δὴ ’δοξ’ ἐμαυτῷ

### 1265b

δεξιὸς πεφυκέναι καὶ

### 1266

σκαιὸς οὐδεπώποτε,

### 1267a

ἀλλ’ Ἀμυνίας ὁ Σέλλου

### 1267b

μᾶλλον, οὑκ τῶν Κρωβύλου,

### 1268a

οὗτος ὅν γ’ ἐγώ ποτ’ εἶδον

### 1268b

ἀντὶ μήλου καὶ ῥοᾶς δειπ‐

### 1269

νοῦντα μετὰ Λεωγόρου· πει‐

### 1270

νῇ γὰρ ᾗπερ Ἀντιφῶν. ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετ’· εἶτ’ ἐκεῖ μόνος μόνοισι τοῖς Πενέσταισι ξυνῆν τοῖς

### 1274a

Θετταλῶν, αὐτὸς πενέστης

### 1274b

ὢν ἐλάττων οὐδενός.

### 1275

ὦ μακάρι’ Αὐτόμενες, ὥς σε μακαρίζομεν. παῖδας ἐφύτευσας ὅτι χειροτεχνικωτάτους· πρῶτα μὲν ἅπασι φίλον ἄνδρα τε σοφώτατον, τὸν κιθαραοιδότατον, ᾧ χάρις ἐφέσπετο· τὸν δ’ ὑποκριτὴν ἕτερον ἀργαλέον ὡς σοφόν·

### 1280

εἶτ’ Ἀριφράδην πολύ τι θυμοσοφικώτατον, ὅντινά ποτ’ ὤμοσε μαθόντα παρὰ μηδενὸς [ἀλλ’ ἀπὸ σοφῆς φύσεως αὐτόματον ἐκμαθεῖν] γλωττοποιεῖν εἰς τὰ πορνεῖ’ εἰσιόνθ’ ἑκάστοτε.

### 1283

. . . . . . . . .

### 1283

εἰσί τινες οἵ μ’ ἔλεγον ὡς καταδιηλλάγην,

### 1285

ἡνίκα Κλέων μ’ ὑπετάραττεν ἐπικείμενος καί με κακίσας ἔκνισε, κᾆθ’, ὅτ’ ἀπεδειρόμην,

### 1285

οἱ ’κτὸς ἐγέλων μέγα κεκραγότα θεώμενοι, οὐδὲν ἄρ’ ἐμοῦ μέλον, ὅσον δὲ μόνον εἰδέναι σκωμμάτιον εἴ ποτέ τι θλιβόμενος ἐκβαλῶ.

### 1290

ταῦτα κατιδὼν ὑπό τι μικρὸν ἐπιθήκισα· εἶτα νῦν ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον.

**ΞΑΝΘΙΑΣ**

### 1291

ἰὼ χελῶναι μακάριαι τοῦ δέρματος [καὶ τρισμακάριαι τοῦ ’πὶ ταῖς πλευραῖς]· ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς

### 1295

κεράμῳ τὸ νῶτον, ὥστε τὰς πλευρὰς στέγειν. ἐγὼ δ’ ἀπόλωλα στιζόμενος βακτηρίᾳ.

**ΧΟΡΟΣ**

### 1295

τί δ’ ἐστίν, ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων, καλεῖν δίκαιον ὅστις ἂν πληγὰς λάβῃ.

**ΞΑΝΘΙΑΣ**

### 1295

οὐ γὰρ ὁ γέρων ἀτηρότατον ἄρ’ ἦν κακὸν

### 1295

καὶ τῶν ξυνόντων πολὺ παροινικώτατος; καίτοι παρῆν Ἵππυλλος, Ἀντιφῶν, Λύκων, Λυσίστρατος, Θούφραστος, οἱ περὶ Φρύνιχον. τούτων ἁπάντων ἦν ὑβριστότατος μακρῷ. εὐθὺς γὰρ ὡς ἐνέπλητο πολλῶν κἀγαθῶν,

### 1305

ἀνήλατ’, ἐσκίρτα, ’πεπόρδει, κατεγέλα, ὥσπερ καχρύων ὀνίδιον εὐωχημένον· κἄτυπτε δή με νεανικῶς “παῖ παῖ” καλῶν.

### 1305

εἶτ’ αὐτόν, ὡς εἶδ’, ᾔκασεν Λυσίστρατος· “ἔοικας, ὦ πρεσβῦτα, νεοπλούτῳ τρυγὶ

### 1310

κλητῆρί τ’ εἰς ἀχυρὸν ἀποδεδρακότι.” ὁ δ’ ἀνακραγὼν ἀντῄκας’ αὐτὸν πάρνοπι τὰ θρῖα τοῦ τρίβωνος ἀποβεβληκότι, Σθενέλῳ τε τὰ σκευάρια διακεκαρμένῳ. οἱ δ’ ἀνεκρότησαν, πλήν γε Θουφράστου μόνου·

### 1315

οὗτος δὲ διεμύλλαινεν, ὡς δὴ δεξιός. ὁ γέρων δὲ τὸν Θούφραστον ἤρετ’· “εἰπέ μοι, ἐπὶ τῷ κομᾷς καὶ κομψὸς εἶναι προσποιεῖ, κωμῳδολοιχῶν περὶ τὸν εὖ πράττοντ’ ἀεί;” τοιαῦτα περιύβριζεν αὐτοὺς ἐν μέρει,

### 1320

σκώπτων ἀγροίκως καὶ προσέτι λόγους λέγων ἀμαθέστατ’ οὐδὲν εἰκότας τῷ πράγματι. ἔπειτ’, ἐπειδὴ ’μέθυεν, οἴκαδ’ ἔρχεται τύπτων ἅπαντας, ἤν τις αὐτῷ ξυντύχῃ. ὁδὶ δὲ καὶ δὴ σφαλλόμενος προσέρχεται.

### 1325

ἀλλ’ ἐκποδὼν ἄπειμι πρὶν πληγὰς λαβεῖν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1325

ἄνεχε, πάρεχε. κλαύσεταί τις τῶν ὄπισθεν ἐπακολουθούντων ἐμοί. οἷον, εἰ μὴ ’ρρήσεθ’, ὑμᾶς,

### 1330

ὦ πόνηροι, ταυτῃὶ τῇ δᾳδὶ φρυκτοὺς σκευάσω.

**ΑΝΗΡ**

### 1332

ἦ μὴν σὺ δώσεις αὔριον τούτων δίκην ἡμῖν ἅπασιν, κεἰ σφόδρ’ εἶ νεανίας. ἁθρόοι γὰρ ἥξομέν σε προσκαλούμενοι.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1335

ἰὴ ἰεῦ, “καλούμενοι”. ἀρχαῖά γ’ ὑμῶν. ἆρά γ’ ἴσθ’ ὡς οὐδ’ ἀκούων ἀνέχομαι δικῶν; ἰαιβοῖ αἰβοῖ. τάδε μ’ ἀρέσκει· βάλλε κημούς.

### 1340

οὐκ ἄπει; ποῦ ’στ’ ἠλιαστής; ἐκποδών. ἀνάβαινε δεῦρο, χρυσομηλολόνθιον, τῇ χειρὶ τουδὶ λαβομένη τοῦ σχοινίου. ἔχου· φυλάττου δ’, ὡς σαπρὸν τὸ σχοινίον· ὅμως γε μέντοι τριβόμενον οὐκ ἄχθεται.

### 1345

ὁρᾷς ἐγώ ς’ ὡς δεξιῶς ὑφειλόμην μέλλουσαν ἤδη λεσβιεῖν τοὺς ξυμπότας· ὧν εἵνεκ’ ἀπόδος τῷ πέει τῳδὶ χάριν. ἀλλ’ οὐκ ἀποδώσεις οὐδ’ ἐφιαλεῖς, οἶδ’ ὅτι, ἀλλ’ ἐξαπατήσεις κἀγχανεῖ τούτῳ μέγα·

### 1345

πολλοῖς γὰρ ἤδη χἀτέροις αὔτ’ ἠργάσω. ἐὰν γένῃ δὲ μὴ κακὴ νυνὶ γυνή, ἐγώ ς’, ἐπειδὰν οὑμὸς υἱὸς ἀποθάνῃ, λυσάμενος ἕξω παλλακήν, ὦ χοιρίον. νῦν δ’ οὐ κρατῶ ’γὼ τῶν ἐμαυτοῦ χρημάτων·

### 1355

νέος γάρ εἰμι. καὶ φυλάττομαι σφόδρα· τὸ γὰρ ὑίδιον τηρεῖ με, κἄστι δύσκολον

### 1355

κἄλλως κυμινοπριστοκαρδαμογλύφον. ταῦτ’ οὖν περί μου δέδοικε μὴ διαφθαρῶ· πατὴρ γὰρ οὐδείς ἐστιν αὐτῷ πλὴν ἐμοῦ.

### 1360

ὁδὶ δὲ καὐτός. ἐπὶ σὲ κἄμ’ ἔοικε θεῖν. ἀλλ’ ὡς τάχιστα στῆθι τάσδε τὰς δετὰς λαβοῦς’, ἵν’ αὐτὸν τωθάσω νεανικῶς, οἵοις ποθ’ οὗτος ἐμὲ πρὸ τῶν μυστηρίων.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1360

ὦ οὗτος οὗτος, τυφεδανὲ καὶ χοιρόθλιψ,

### 1365

ποθεῖν ἐρᾶν τ’ ἔοικας ὡραίας σοροῦ. οὔτοι καταπροίξει μὰ τὸν Ἀπόλλω τοῦτο δρῶν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1365

ὡς ἡδέως φάγοις ἂν ἐξ ὄξους δίκην.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1365

οὐ δεινὰ τωθάζειν σε τὴν αὐλητρίδα τῶν ξυμποτῶν κλέψαντα;

**ΦΙΛΟΚΛΕΩΝ**

### 1369

ποίαν αὐλητρίδα;

### 1370

τί ταῦτα ληρεῖς ὥσπερ ἀπὸ τύμβου πεσών;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1370

νὴ τὸν Δί’, αὕτη πού ’στί σοί γ’ ἡ Δαρδανίς.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1370

οὔκ, ἀλλ’ ἐν ἀγορᾷ τοῖς θεοῖς δᾲς κάεται.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1370

δᾲς ἥδε;

**ΦΙΛΟΚΛΕΩΝ**

### 1373

δᾲς δῆτ’. οὐχ ὁρᾷς ἐσχισμένην;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1373

τί δὲ τὸ μέλαν τοῦτ’ ἐστὶν αὐτῆς τοὐν μέσῳ;

**ΦΙΛΟΚΛΕΩΝ**

### 1375

ἡ πίττα δήπου καομένης ἐξέρχεται.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1375

ὁ δ’ ὄπισθεν οὐχὶ πρωκτός ἐστιν οὑτοσί;

**ΦΙΛΟΚΛΕΩΝ**

### 1375

ὄζος μὲν οὖν τῆς δᾳδὸς οὗτος ἐξέχει.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1375

τί λέγεις σύ; ποῖος ὄζος; οὐκ εἶ δεῦρο σύ;

**ΦΙΛΟΚΛΕΩΝ**

### 1375

ἆ ἆ, τί μέλλεις δρᾶν;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1379

ἄγειν ταύτην λαβὼν

### 1380

ἀφελόμενός σε καὶ νομίσας εἶναι σαπρὸν κοὐδὲν δύνασθαι δρᾶν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1381

ἄκουσόν νυν ἐμοῦ. Ὀλυμπίασιν, ἡνίκ’ ἐθεώρουν ἐγώ, Ἐφουδίων ἐμαχέσατ’ Ἀσκώνδᾳ καλῶς ἤδη γέρων ὤν· εἶτα τῇ πυγμῇ θενὼν

### 1385

ὁ πρεσβύτερος κατέβαλε τὸν νεώτερον. πρὸς ταῦτα τηροῦ μὴ λάβῃς ὑπώπια.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1385

νὴ τὸν Δί’, ἐξέμαθές γε τὴν Ὀλυμπίαν.

**ΑΡΤΟΠΩΛΙΣ**

### 1388

ἴθι μοι, παράστηθ’, ἀντιβολῶ, πρὸς τῶν θεῶν. ὁδὶ γὰρ ἁνήρ ἐστιν ὅς μ’ ἀπώλεσεν

### 1390

τῇ δᾳδὶ παίων, κἀξέβαλεν ἐντευθενὶ ἄρτους δέκ’ ὀβολῶν κἀπιθήκην τέτταρας.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1390

ὁρᾷς ἃ δέδρακας; πράγματ’ αὖ δεῖ καὶ δίκας ἔχειν διὰ τὸν σὸν οἶνον.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1393

οὐδαμῶς γ’, ἐπεὶ λόγοι διαλλάξουσιν αὐτὰ δεξιοί·

### 1395

ὥστ’ οἶδ’ ὁτιὴ ταύτῃ διαλλαχθήσομαι.

**ΑΡΤΟΠΩΛΙΣ**

### 1395

οὔτοι μὰ τὼ θεὼ καταπροίξει Μυρτίας τῆς Ἀγκυλίωνος θυγατέρος καὶ Σωστράτης οὕτω διαφθείρας ἐμοῦ τὰ φορτία.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1395

ἄκουσον, ὦ γύναι· λόγον σοι βούλομαι

### 1395

λέξαι χαρίεντα.

**ΑΡΤΟΠΩΛΙΣ**

### 1395

μὰ Δία μὴ ’μοιγ’, ὦ μέλε.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1395

Αἴσωπον ἀπὸ δείπνου βαδίζονθ’ ἑσπέρας θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων. κἄπειτ’ ἐκεῖνος εἶπεν· “ὦ κύον κύον, εἰ νὴ Δί’ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν

### 1405

πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκεῖς.”

**ΑΡΤΟΠΩΛΙΣ**

### 1405

καὶ καταγελᾷς μου; προσκαλοῦμαί ς’, ὅστις εἶ, πρὸς τοὺς ἀγορανόμους βλάβης τῶν φορτίων, κλητῆρ’ ἔχουσα Χαιρεφῶντα τουτονί.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1405

μὰ Δί’, ἀλλ’ ἄκουσον, ἤν τί σοι δόξω λέγειν.

### 1410

Λᾶσός ποτ’ ἀντεδίδασκε καὶ Σιμωνίδης· ἔπειθ’ ὁ Λᾶσος εἶπεν· “ὀλίγον μοι μέλει.”

**ΑΡΤΟΠΩΛΙΣ**

### 1410

ἄληθες, οὗτος;

**ΦΙΛΟΚΛΕΩΝ**

### 1412

καὶ σὺ δή μοι, Χαιρεφῶν, γυναικὶ κλητεύεις ἐοικὼς θαψίνῃ

### 1412

Ἰνοῖ κρεμαμένῃ πρὸς ποδῶν Εὐριπίδου;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1415

ὁδί τις ἕτερος, ὡς ἔοικεν, ἔρχεται καλούμενός σε· τόν γέ τοι κλητῆρ’ ἔχει.

**ΚΑΤΗΓΟΡΟΣ**

### 1417

οἴμοι κακοδαίμων. προσκαλοῦμαί ς’, ὦ γέρον, ὕβρεως.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1418

ὕβρεως; μὴ μὴ καλέσῃς, πρὸς τῶν θεῶν. ἐγὼ γὰρ ὑπὲρ αὐτοῦ δίκην δίδωμί σοι,

### 1420

ἣν ἂν σὺ τάξῃς, καὶ χάριν προσείσομαι.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1420

ἐγὼ μὲν οὖν αὐτῷ διαλλαχθήσομαι ἑκών· ὁμολογῶ γὰρ πατάξαι καὶ βαλεῖν. ἀλλ’ ἐλθὲ δευρί. πότερον ἐπιτρέπεις ἐμοὶ ὅ τι χρή μ’ ἀποτείσαντ’ ἀργύριον τοῦ πράγματος

### 1425

εἶναι φίλον τὸ λοιπόν, ἢ σύ μοι φράσεις;

**ΚΑΤΗΓΟΡΟΣ**

### 1425

σὺ λέγε. δικῶν γὰρ οὐ δέομ’ οὐδὲ πραγμάτων.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1425

ἀνὴρ Συβαρίτης ἐξέπεσεν ἐξ ἅρματος, καί πως κατεάγη τῆς κεφαλῆς μέγα σφόδρα· ἐτύγχανεν γὰρ οὐ τρίβων ὢν ἱππικῆς.

### 1430

κἄπειτ’ ἐπιστὰς εἶπ’ ἀνὴρ αὐτῷ φίλος· “ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.” οὕτω δὲ καὶ σὺ παράτρεχ’ εἰς τὰ Πιττάλου.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1430

ὅμοιά σοι καὶ ταῦτα τοῖς ἄλλοις τρόποις.

**ΚΑΤΗΓΟΡΟΣ**

### 1430

ἀλλ’ οὖν σὺ μέμνης’ αὐτὸς ἁπεκρίνατο.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1435

ἄκουε, μὴ φεῦγ’. ἐν Συβάρει γυνή ποτε

### 1435

κατέαξ’ ἐχῖνον.

**ΚΑΤΗΓΟΡΟΣ**

### 1436

ταῦτ’ ἐγὼ μαρτύρομαι.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1436

οὑχῖνος οὖν ἔχων τιν’ ἐπεμαρτύρατο. εἶθ’ ἡ Συβαρῖτις εἶπεν· “εἰ ναὶ τὰν Κόραν τὴν μαρτυρίαν ταύτην ἐάσας ἐν τάχει

### 1440

ἐπίδεσμον ἐπρίω, νοῦν ἂν εἶχες πλείονα.”

**ΚΑΤΗΓΟΡΟΣ**

### 1440

ὕβριζ’, ἕως ἂν τὴν δίκην ἅρχων καλῇ.

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1440

οὔτοι μὰ τὴν Δήμητρ’ ἔτ’ ἐνταυθοῖ μενεῖς, ἀλλ’ ἀράμενος οἴσω σε—

**ΦΙΛΟΚΛΕΩΝ**

### 1443

τί ποιεῖς;

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1443

ὅ τι ποιῶ; εἴσω φέρω ς’ ἐντεῦθεν· εἰ δὲ μή, τάχα

### 1445

κλητῆρες ἐπιλείψουσι τοὺς καλουμένους.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1445

Αἴσωπον οἱ Δελφοί ποτ’—

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1446

ὀλίγον μοι μέλει.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1446

—φιάλην ἐπῃτιῶντο κλέψαι τοῦ θεοῦ. ὁ δ’ ἔλεξεν αὐτοῖς ὡς ὁ κάνθαρός ποτε—

**ΒΔΕΛΥΚΛΕΩΝ**

### 1446

οἴμ’, ὡς ἀπολεῖς αὐτοῖσι τοῖσι κανθάροις.

**ΧΟΡΟΣ**

### 1449

ζηλῶ γε τῆς εὐτυχίας τὸν πρέσβυν, οἷ μετέστη ξηρῶν τρόπων καὶ βιοτῆς. ἕτερα δὲ νῦν ἀντιμαθὼν

### 1449

ἦ μέγα τι μεταπεσεῖται

### 1455

ἐπὶ τὸ τρυφῶν καὶ μαλακόν. τάχα δ’ ἂν ἴσως οὐκ ἐθέλοι· τὸ γὰρ ἀποστῆναι χαλεπὸν φύσεως, ἣν ἔχοι τις, ἀεί. καίτοι πολλοὶ ταῦτ’ ἔπαθον·

### 1460

ξυνόντες γνώμαις ἑτέρων μετεβάλοντο τοὺς τρόπους.

### 1461

πολλοῦ δ’ ἐπαίνου παρ’ ἐμοὶ καὶ τοῖσιν εὖ φρονοῦσιν τυχὼν ἄπεισιν διὰ τὴν

### 1465

φιλοπατρίαν καὶ σοφίαν ὁ παῖς ὁ Φιλοκλέωνος. οὐδενὶ γὰρ οὕτως ἀγανῷ ξυνεγενόμην, οὐδὲ τρόποις ἐπεμάνην οὐδ’ ἐξεχύθην.

### 1470

τί γὰρ ἐκεῖνος ἀντιλέγων οὐ κρείττων ἦν, βουλόμενος τὸν φύσαντα σεμνοτέροις κατακοσμῆσαι πράγμασιν;

**ΞΑΝΘΙΑΣ**

### 1473

νὴ τὸν Διόνυσον, ἄπορά γ’ ἡμῖν πράγματα

### 1475

δαίμων τις εἰσκεκύκληκεν εἰς τὴν οἰκίαν. ὁ γὰρ γέρων, ὡς ἔπιε διὰ πολλοῦ χρόνου ἤκουσέ τ’ αὐλοῦ, περιχαρὴς τῷ πράγματι

### 1475

ὀρχούμενος τῆς νυκτὸς οὐδὲν παύεται τἀρχαῖ’ ἐκεῖν’ οἷς Θέσπις ἠγωνίζετο·

### 1480

καὶ τοὺς τραγῳδούς φησιν ἀποδείξειν κρόνους τοὺς νῦν διορχησάμενος ὀλίγον ὕστερον.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1480

τίς ἐπ’ αὐλείοισι θύραις θάσσει;

**ΞΑΝΘΙΑΣ**

### 1480

τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1480

κλῇθρα χαλάσθω τάδε. καὶ δὴ γὰρ

### 1485

σχήματος ἀρχὴ—

**ΞΑΝΘΙΑΣ**

### 1485

μᾶλλον δέ γ’ ἴσως μανίας ἀρχή.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1485

—πλευρὰν λυγίσαντος ὑπὸ ῥώμης. οἷον μυκτὴρ μυκᾶται καὶ σφόνδυλος ἀχεῖ

**ΞΑΝΘΙΑΣ**

### 1485

πῖθ’ ἑλλέβορον.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1490

πτήσσει Φρύνιχος ὥς τις ἀλέκτωρ—

**ΞΑΝΘΙΑΣ**

### 1490

τάχα βαλλήσει.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1490

—σκέλος οὐρανίαν ἐκλακτίζων. πρωκτὸς χάσκει· —

**ΞΑΝΘΙΑΣ**

### 1493

κατὰ σαυτὸν ὅρα.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1493

—νῦν γὰρ ἐν ἄρθροις τοῖς ἡμετέροις

### 1495

στρέφεται χαλαρὰ κοτυληδών. οὐκ εὖ;

**ΞΑΝΘΙΑΣ**

### 1496

μὰ Δί’ οὐ δῆτ’, ἀλλὰ μανικὰ πράγματα.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1496

φέρε νυν, ἀνείπω κἀνταγωνιστὰς καλῶ. εἴ τις τραγῳδός φησιν ὀρχεῖσθαι καλῶς, ἐμοὶ διορχησόμενος ἐνθάδ’ εἰσίτω.

### 1496

φησίν τις, ἢ οὐδείς;

**ΞΑΝΘΙΑΣ**

### 1496

εἷς γ’ ἐκεινοσὶ μόνος.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1496

τίς ὁ κακοδαίμων ἐστίν;

**ΞΑΝΘΙΑΣ**

### 1501

υἱὸς Καρκίνου ὁ μέσατος.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1502

ἀλλ’ οὗτός γε καταποθήσεται· ἀπολῶ γὰρ αὐτὸν ἐμμελείᾳ κονδύλου. ἐν τῷ ῥυθμῷ γὰρ οὐδέν ἐστ’.

**ΞΑΝΘΙΑΣ**

### 1504

ἀλλ’, ᾠζυρέ,

### 1505

ἕτερος τραγῳδὸς Καρκινίτης ἔρχεται, ἀδελφὸς αὐτοῦ.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1506

νὴ Δί’ ὠψώνηκ’ ἄρα.

**ΞΑΝΘΙΑΣ**

### 1506

μὰ τὸν Δί’ οὐδέν γ’ ἄλλο πλήν γε καρκίνους. προσέρχεται γὰρ ἕτερος αὖ τῶν Καρκίνου.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1506

τουτὶ τί ἦν τὸ προσέρπον; ὦτος ἢ σφάλαξ;

**ΞΑΝΘΙΑΣ**

### 1510

ὁ πινοτήρης οὗτός ἐστι τοῦ γένους, ὁ σμικρότατος, ὃς τὴν τραγῳδίαν ποιεῖ.

**ΦΙΛΟΚΛΕΩΝ**

### 1510

ὦ Καρκίν’, ὦ μακάριε τῆς εὐπαιδίας,

### 1510

ὅσον τὸ πλῆθος κατέπεσεν τῶν ὀρχίλων. ἀτὰρ καταβατέον γ’ ἐπ’ αὐτούς μοι· σὺ δὲ

### 1515

ἅλμην κύκα τούτοισιν, ἢν ἐγὼ κρατῶ.

**ΧΟΡΟΣ**

### 1515

φέρε νυν, ἡμεῖς αὐτοῖς ὀλίγον ξυγχωρήσωμεν ἅπαντες, ἵν’ ἐφ’ ἡσυχίας ἡμῶν πρόσθεν βεμβικίζωσιν ἑαυτούς.

### 1518-1519

ἄγ’, ὦ μεγαλώνυμα τέκνα τοῦ θαλασσίοιο,

### 1520

πηδᾶτε παρὰ ψάμαθον

### 1521-1522

καὶ θῖν’ ἁλὸς ἀτρυγέτοιο, καρίδων ἀδελφοί·

### 1523-1524

ταχὺν πόδα κυκλοσοβεῖτε, καὶ τὸ Φρυνίχειον

### 1525

ἐκλακτισάτω τις, ὅπως

### 1526-1527

ἰδόντες ἄνω σκέλος ὤζωσιν οἱ θεαταί.

### 1528-1529

στρόβει· παράβαινε κύκλῳ καὶ γάστρισον σεαυτόν·

### 1530-1531

ῥῖπτε σκέλος οὐράνιον· βέμβικες ἐγγενέσθων.

### 1532-1533

καὐτὸς γὰρ ὁ ποντομέδων ἄναξ πατὴρ προσέρπει

### 1534

ἡσθεὶς ἐπὶ τοῖσιν ἑαυτοῦ παισί, τοῖς τριόρχοις.

### 1535

ἀλλ’ ἐξάγετ’, εἴ τι φιλεῖτ’, ὀρχούμενοι θύραζε ἡμᾶς ταχύ· τοῦτο γὰρ οὐδείς πω πάρος δέδρακεν,

### 1535

ὀρχούμενος ὅστις ἀπήλλαξεν χορὸν τρυγῳδῶν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-wasps-daw-al.json (sha256:aeaf94e512229852a48728b086065dbc8053605d400cbe8588b37a612d5c2bce). Cite as `eul_wid: daw-al`.
