---
title: Women at the Thesmophoria
title_greek: Θεσμοφοριάζουσαι
author: Aristophanes of Athens
eul_wid: daw-aa
eul_aid: daw
canonical: "https://eulogikon.org/grc/aristophanes-of-athens/thesmophoria"
canonical_json: "https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-thesmophoria-daw-aa.json"
sha256: "727edbc8289f2706c7fed12bf97f5ac71a10cecaac5119784446ddab3e1cac3b"
period: Classical
dialect: Attic Comedy
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Women at the Thesmophoria

*Θεσμοφοριάζουσαι*

**Author:** Aristophanes of Athens

**eul_wid:** `daw-aa` · [HTML page](https://eulogikon.org/grc/aristophanes-of-athens/thesmophoria) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-thesmophoria-daw-aa.json)

## Text

**ΚΗΔΕΣΤΗΣ**

### 1

Ὦ Ζεῦ, χελιδὼν ἆρά ποτε φανήσεται; Ἀπολεῖ μ’ ἀλύων ἅνθρωπος ἐξ ἑωθινοῦ. Οἷόν τε, πρὶν τὸν σπλῆνα κομιδῇ μ’ ἐκβαλεῖν, παρὰ σοῦ πυθέσθαι ποῖ μ’ ἄγεις, ωὖριπίδη;

**ΕΥΡΙΠΙΔΗΣ**

### 5

Ἀλλ’ οὐκ ἀκούειν δεῖ σε πάνθ’ ὅς’ αὐτίκα ὄψει παρεστώς.

**ΚΗΔΕΣΤΗΣ**

### 6

Πῶς λέγεις; Αὖθις φράσον. Οὐ δεῖ μ’ ἀκούειν;

**ΕΥΡΙΠΙΔΗΣ**

### 7

Οὐχ ἅ γ’ ἂν μέλλῃς ὁρᾶν.

**ΚΗΔΕΣΤΗΣ**

### 7

Οὐδ’ ἆρ’ ὁρᾶν δεῖ μ’;

**ΕΥΡΙΠΙΔΗΣ**

### 8

Οὐχ ἅ γ’ ἂν ἀκούειν δέῃ.

**ΚΗΔΕΣΤΗΣ**

### 8

Πῶς μοι παραινεῖς; Δεξιῶς μέντοι λέγεις.

### 10

Οὐ φῂς σὺ χρῆναί μ’ οὔτ’ ἀκούειν οὔθ’ ὁρᾶν;

**ΕΥΡΙΠΙΔΗΣ**

### 10

Χωρὶς γὰρ αὐτοῖν ἑκατέρου ’στὶν ἡ φύσις.

**ΚΗΔΕΣΤΗΣ**

### 10

Τοῦ μήτ’ ἀκούειν μήθ’ ὁρᾶν;

**ΕΥΡΙΠΙΔΗΣ**

### 12

Εὖ ἴσθ’ ὅτι.

**ΚΗΔΕΣΤΗΣ**

### 12

Πῶς χωρίς;

**ΕΥΡΙΠΙΔΗΣ**

### 13

Οὕτω ταῦτα διεκρίθη τότε. Αἰθὴρ γὰρ ὅτε τὰ πρῶτα διεχωρίζετο

### 15

καὶ ζῷ’ ἐν αὑτῷ ξυνετέκνου κινούμενα, ᾧ μὲν βλέπειν χρὴ πρῶτ’ ἐμηχανήσατο ὀφθαλμὸν ἀντίμιμον ἡλίου τροχῷ, ἀκοῇ δὲ χοάνην ὦτα διετετρήνατο.

**ΚΗΔΕΣΤΗΣ**

### 15

Διὰ τὴν χοάνην οὖν μήτ’ ἀκούω μήθ’ ὁρῶ;

### 20

Νὴ τὸν Δί’ ἥδομαί γε τουτὶ προσμαθών. Οἷόν γέ πού ’στιν αἱ σοφαὶ ξυνουσίαι.

**ΕΥΡΙΠΙΔΗΣ**

### 20

Πόλλ’ ἂν μάθοις τοιαῦτα παρ’ ἐμοῦ.

**ΚΗΔΕΣΤΗΣ**

### 22

Πῶς ἂν οὖν πρὸς τοῖς ἀγαθοῖς τούτοισιν ἐξεύροιμ’ ὅπως ἔτι προσμάθοιμι χωλὸς εἶναι τὼ σκέλει;

**ΕΥΡΙΠΙΔΗΣ**

### 25

Βάδιζε δευρὶ καὶ πρόσεχε τὸν νοῦν.

**ΚΗΔΕΣΤΗΣ**

### 25

Ἰδού.

**ΕΥΡΙΠΙΔΗΣ**

### 25

Ὁρᾷς τὸ θύριον τοῦτο;

**ΚΗΔΕΣΤΗΣ**

### 26

Νὴ τὸν Ἡρακλέα οἶμαί γε.

**ΕΥΡΙΠΙΔΗΣ**

### 27

Σίγα νυν.

**ΚΗΔΕΣΤΗΣ**

### 27

Σιωπῶ τὸ θύριον.

**ΕΥΡΙΠΙΔΗΣ**

### 27

Ἄκου’.

**ΚΗΔΕΣΤΗΣ**

### 28

Ἀκούω καὶ σιωπῶ τὸ θύριον.

**ΕΥΡΙΠΙΔΗΣ**

### 28

Ἐνταῦθ’ Ἀγάθων ὁ κλεινὸς οἰκῶν τυγχάνει

### 30

ὁ τραγῳδοποιός.

**ΚΗΔΕΣΤΗΣ**

### 30

Ποῖος οὗτος Ἁγάθων; Ἔστιν τις Ἀγάθων—

### 31

Μῶν ὁ μέλας, ὁ καρτερός;

**ΕΥΡΙΠΙΔΗΣ**

### 31

Οὔκ, ἀλλ’ ἕτερός τις.

**ΚΗΔΕΣΤΗΣ**

### 32

Οὐχ ἑόρακα πώποτε. Μῶν ὁ δασυπώγων;

**ΕΥΡΙΠΙΔΗΣ**

### 33

Οὐχ ἑόρακας πώποτε;

**ΚΗΔΕΣΤΗΣ**

### 33

Μὰ τὸν Δί’ οὔπω γ’ ὥστε κἀμέ γ’ εἰδέναι.

**ΕΥΡΙΠΙΔΗΣ**

### 35

Καὶ μὴν βεβίνηκας σύ γ’, ἀλλ’ οὐκ οἶσθ’ ἴσως. Ἀλλ’ ἐκποδὼν πτήξωμεν, ὡς ἐξέρχεται θεράπων τις αὐτοῦ πῦρ ἔχων καὶ μυρρίνας, προθυσόμενος, ἔοικε, τῆς ποήσεως.

**ΘΕΡΑΠΩΝ**

### 39

Εὔφημος πᾶς ἔστω λαός,

### 40

στόμα συγκλῄσας· ἐπιδημεῖ γὰρ θίασος Μουσῶν ἔνδον μελάθρων τῶν δεσποσύνων μελοποιῶν. Ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ, κῦμα δὲ πόντου μὴ κελαδείτω

### 45

γλαυκόν—

**ΚΗΔΕΣΤΗΣ**

### 45

Βομβάξ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 45

Σίγα. Τί λέγει;

**ΘΕΡΑΠΩΝ**

### 45

πτηνῶν τε γένη κατακοιμάσθω, θηρῶν τ’ ἀγρίων πόδες ὑλοδρόμων μὴ λυέσθων· —

**ΚΗΔΕΣΤΗΣ**

### 48

Βομβαλοβομβάξ.

**ΘΕΡΑΠΩΝ**

### 48

μέλλει γὰρ ὁ καλλιεπὴς Ἀγάθων

### 48

πρόμος ἡμέτερος—

**ΚΗΔΕΣΤΗΣ**

### 48

Μῶν βινεῖσθαι;

**ΘΕΡΑΠΩΝ**

### 48

Τίς ὁ φωνήσας;

**ΚΗΔΕΣΤΗΣ**

### 51

Νήνεμος αἰθήρ.

**ΘΕΡΑΠΩΝ**

### 51

δρυόχους τιθέναι δράματος ἀρχάς. Κάμπτει δὲ νέας ἁψῖδας ἐπῶν, τὰ δὲ τορνεύει, τὰ δὲ κολλομελεῖ,

### 55

καὶ γνωμοτυπεῖ κἀντονομάζει καὶ κηροχυτεῖ καὶ γογγύλλει καὶ χοανεύει—

**ΚΗΔΕΣΤΗΣ**

### 57

καὶ λαικάζει.

**ΘΕΡΑΠΩΝ**

### 57

Τίς ἀγροιώτας πελάθει θριγκοῖς;

**ΚΗΔΕΣΤΗΣ**

### 57

Ὃς ἕτοιμος σοῦ τοῦ τε ποητοῦ

### 60

τοῦ καλλιεποῦς κατὰ τοῦ θριγκοῦ συγγογγύλας καὶ συστρέψας τουτὶ τὸ πέος χοανεῦσαι.

**ΘΕΡΑΠΩΝ**

### 60

Ἦ που νέος γ’ ὢν ἦσθ’ ὑβριστής, ὦ γέρον.

**ΕΥΡΙΠΙΔΗΣ**

### 60

Ὦ δαιμόνιε, τοῦτον μὲν ἔα χαίρειν, σὺ δὲ

### 65

Ἀγάθωνά μοι δεῦρ’ ἐκκάλεσον πάσῃ τέχνῃ.

**ΘΕΡΑΠΩΝ**

### 65

Μηδὲν ἱκέτευ’· αὐτὸς γὰρ ἔξεισιν τάχα· καὶ γὰρ μελοποεῖν ἄρχεται. Χειμῶνος οὖν ὄντος κατακάμπτειν τὰς στροφὰς οὐ ῥᾴδιον, ἢν μὴ προΐῃ θύραζε πρὸς τὸν ἥλιον.

**ΕΥΡΙΠΙΔΗΣ**

### 70

Τί οὖν ἐγὼ δρῶ;

**ΘΕΡΑΠΩΝ**

### 70

Περίμεν’, ὡς ἐξέρχεται.

**ΕΥΡΙΠΙΔΗΣ**

### 70

Ὦ Ζεῦ, τί δρᾶσαι διανοεῖ με τήμερον;

**ΚΗΔΕΣΤΗΣ**

### 70

Νὴ τοὺς θεοὺς ἐγὼ πυθέσθαι βούλομαι τί τὸ πρᾶγμα τουτί. Τί στένεις; Τί δυσφορεῖς; Οὐ χρῆν σε κρύπτειν ὄντα κηδεστὴν ἐμόν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 75

Ἔστιν κακόν μοι μέγα τι προπεφυραμένον.

**ΚΗΔΕΣΤΗΣ**

### 75

Ποῖόν τι;

**ΕΥΡΙΠΙΔΗΣ**

### 76

Τῇδε θἠμέρᾳ κριθήσεται εἴτ’ ἔστ’ ἔτι ζῶν εἴτ’ ἀπόλωλ’ Εὐριπίδης.

**ΚΗΔΕΣΤΗΣ**

### 76

Καὶ πῶς; ἐπεὶ νῦν γ’ οὔτε τὰ δικαστήρια

### 76

μέλλει δικάζειν οὔτε βουλῆς ἐσθ’ ἕδρα,

### 80

ἐπείπερ ἐστὶ Θεσμοφορίων ἡ μέση.

**ΕΥΡΙΠΙΔΗΣ**

### 80

Τοῦτ’ αὐτὸ γάρ τοι κἀπολεῖν με προσδοκῶ. Αἱ γὰρ γυναῖκες ἐπιβεβουλεύκασί μοι κἀν Θεσμοφόροιν μέλλουσι περί μου τήμερον ἐκκλησιάζειν ἐπ’ ὀλέθρῳ.

**ΚΗΔΕΣΤΗΣ**

### 84

Τιὴ τί δή;

**ΕΥΡΙΠΙΔΗΣ**

### 85

Ὁτιὴ τραγῳδῶ καὶ κακῶς αὐτὰς λέγω.

**ΚΗΔΕΣΤΗΣ**

### 85

Νὴ τὸν Ποσειδῶ καὶ δίκαιά 〈γ’〉 ἂν πάθοις. Ἀτὰρ τίν’ ἐκ τούτων σὺ μηχανὴν ἔχεις;

**ΕΥΡΙΠΙΔΗΣ**

### 85

Ἀγάθωνα πεῖσαι τὸν τραγῳδοδιδάσκαλον εἰς Θεσμοφόροιν ἐλθεῖν.

**ΚΗΔΕΣΤΗΣ**

### 89

Τί δράσοντ’; εἰπέ μοι.

**ΕΥΡΙΠΙΔΗΣ**

### 90

Ἐκκλησιάσοντ’ ἐν ταῖς γυναιξὶ χἂν δέῃ λέξονθ’ ὑπὲρ ἐμοῦ.

**ΚΗΔΕΣΤΗΣ**

### 91

Πότερα φανερῶς ἢ λάθρᾳ;

**ΕΥΡΙΠΙΔΗΣ**

### 91

Λάθρᾳ, στολὴν γυναικὸς ἠμφιεσμένον.

**ΚΗΔΕΣΤΗΣ**

### 91

Τὸ πρᾶγμα κομψὸν καὶ σφόδρ’ ἐκ τοῦ σοῦ τρόπου· τοῦ γὰρ τεχνάζειν ἡμέτερος ὁ πυραμοῦς.

**ΕΥΡΙΠΙΔΗΣ**

### 95

Σίγα.

**ΚΗΔΕΣΤΗΣ**

### 95

Τί δ’ ἐστίν;

**ΕΥΡΙΠΙΔΗΣ**

### 95

Ἁγάθων ἐξέρχεται.

**ΚΗΔΕΣΤΗΣ**

### 95

Καὶ ποῦ ’σθ’;

**ΕΥΡΙΠΙΔΗΣ**

### 96

〈Ὅπου〉 ’στίν; Οὗτος οὑκκυκλούμενος.

**ΚΗΔΕΣΤΗΣ**

### 96

Ἀλλ’ ἦ τυφλὸς μέν εἰμ’; Ἐγὼ γὰρ οὐχ ὁρῶ ἄνδρ’ οὐδέν’ ἐνθάδ’ ὄντα, Κυρήνην δ’ ὁρῶ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 96

Σίγα· μελῳδεῖν γὰρ παρασκευάζεται.

**ΚΗΔΕΣΤΗΣ**

### 96

Μύρμηκος ἀτραπούς, ἢ τί διαμινυρίζεται;

**ΑΓΑΘΩΝ**

### 101

Ἱερὰν Χθονίαιν δεξάμεναι λαμπάδα, κοῦραι, ξὺν ἐλευθέρᾳ πραπίδι χορεύσασθε βοάν. —

### 104

Τίνι δαιμόνων ὁ κῶμος;

### 105

Λέγε νιν. Εὐπίστως δὲ τοὐμὸν δαίμονας ἔχει σεβίσαι. — Ἄγετ’ ὦ κλῄζετε, Μοῦσαι, χρυσέων ῥύτορα τόξων Φοῖβον, ὃς ἱδρύσατο χώρας

### 110

γύαλα Σιμουντίδι γᾷ. —

### 111

Χαῖρε καλλίσταις ἀοιδαῖς, Φοῖβ’, ἐν εὐμούσοισι τιμαῖς γέρας ἱερὸν προφέρων. — Τάν τ’ ἐν ὄρεσι δρυογόνοισιν

### 115

κόραν ἀείσατ’ Ἄρτεμιν ἀγροτέραν. —

### 115

Ἕπομαι κλῄζουσα σεμνὰν γόνον ὀλβίζουσα Λατοῦς,

### 115

Ἄρτεμιν ἀπειρολεχῆ. —

### 120

Λατώ τε κρούματά τ’ Ἀσιάδος ποδὶ παράρυθμ’ εὔρυθμα, Φρυγίων διανεύματα Χαρίτων. —

### 122

Σέβομαι Λατώ τ’ ἄνασσαν κίθαρίν τε ματέρ’ ὕμνων ἄρσενι βοᾷ δοκίμων. —

### 125

Τᾷ φάος ἔσσυτο δαιμονίοις ὄμμασιν, ἁμετέρας τε δι’ αἰφνιδί‐ ου ὀπός. Ὧν χάριν ἄνακτ’ ἄγαλλε Φοῖβον. —

### 129

Χαῖρ’, ὄλβιε παῖ Λατοῦς.

**ΚΗΔΕΣΤΗΣ**

### 130

Ὡς ἡδὺ τὸ μέλος, ὦ πότνιαι Γενετυλλίδες, καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον καὶ μανδαλωτόν, ὥστ’ ἐμοῦ γ’ ἀκροωμένου ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος. Καί ς’, ὦ νεανίσκ’, εἴ τις εἶ, κατ’ Αἰσχύλον

### 135

ἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι. Ποδαπὸς ὁ γύννις; Τίς πάτρα; Τίς ἡ στολή; Τίς ἡ τάραξις τοῦ βίου; Τί βάρβιτος

### 135

λαλεῖ κροκωτῷ; Τί δὲ δορὰ κεκρυφάλῳ; Τί λήκυθος καὶ στρόφιον; Ὡς οὐ ξύμφορα.

### 140

Τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία; Σύ τ’ αὐτός, ὦ παῖ, πότερον ὡς ἀνὴρ τρέφει; Καὶ ποῦ πέος; Ποῦ χλαῖνα; Ποῦ Λακωνικαί; Ἀλλ’ ὡς γυνὴ δῆτ’; Εἶτα ποῦ τὰ τιτθία; Τί φῄς; Τί σιγᾷς; Ἀλλὰ δῆτ’ ἐκ τοῦ μέλους

### 145

ζητῶ ς’, ἐπειδή γ’ αὐτὸς οὐ βούλει φράσαι;

**ΑΓΑΘΩΝ**

### 145

Ὦ πρέσβυ πρέσβυ, τοῦ φθόνου μὲν τὸν ψόγον ἤκουσα, τὴν δ’ ἄλγησιν οὐ παρεσχόμην· ἐγὼ δὲ τὴν ἐσθῆθ’ ἅμα 〈τῇ〉 γνώμῃ φορῶ. Χρὴ γὰρ ποητὴν ἄνδρα πρὸς τὰ δράματα

### 145

ἃ δεῖ ποεῖν, πρὸς ταῦτα τοὺς τρόπους ἔχειν. Αὐτίκα γυναικεῖ’ ἢν ποῇ τις δράματα, μετουσίαν δεῖ τῶν τρόπων τὸ σῶμ’ ἔχειν.

**ΚΗΔΕΣΤΗΣ**

### 145

Οὐκοῦν κελητίζεις, ὅταν Φαίδραν ποῇς;

**ΑΓΑΘΩΝ**

### 145

Ἀνδρεῖα δ’ ἢν ποῇ τις, ἐν τῷ σώματι

### 155

ἔνεσθ’ ὑπάρχον τοῦθ’. Ἃ δ’ οὐ κεκτήμεθα, μίμησις ἤδη ταῦτα συνθηρεύεται.

**ΚΗΔΕΣΤΗΣ**

### 155

Ὅταν σατύρους τοίνυν ποῇς, καλεῖν ἐμέ, ἵνα συμποιῶ σοὔπισθεν ἐστυκὼς ἐγώ.

**ΑΓΑΘΩΝ**

### 155

Ἄλλως τ’ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν

### 160

ἀγρεῖον ὄντα καὶ δασύν. Σκέψαι δ’ ὅτι Ἴβυκος ἐκεῖνος κἀνακρέων ὁ Τήιος κἀλκαῖος, οἵπερ ἁρμονίαν ἐχύμισαν, ἐμιτροφόρουν τε κἀχλίδων Ἰωνικῶς.

### 160

Καὶ Φρύνιχος, —τοῦτον γὰρ οὖν ἀκήκοας, —

### 165

αὐτός τε καλὸς ἦν καὶ καλῶς ἠμπίσχετο· διὰ τοῦτ’ ἄρ’ αὐτοῦ καὶ κάλ’ ἦν τὰ δράματα. Ὅμοια γὰρ ποεῖν ἀνάγκη τῇ φύσει.

**ΚΗΔΕΣΤΗΣ**

### 165

Ταῦτ’ ἄρ’ ὁ Φιλοκλέης αἰσχρὸς ὢν αἰσχρῶς ποεῖ, ὁ δὲ Ξενοκλέης ὢν κακὸς κακῶς ποεῖ,

### 170

ὁ δ’ αὖ Θέογνις ψυχρὸς ὢν ψυχρῶς ποεῖ.

**ΑΓΑΘΩΝ**

### 170

Ἅπας’ ἀνάγκη. Ταῦτα γάρ τοι γνοὺς ἐγὼ ἐμαυτὸν ἐθεράπευσα.

**ΚΗΔΕΣΤΗΣ**

### 172

Πῶς, πρὸς τῶν θεῶν;

**ΕΥΡΙΠΙΔΗΣ**

### 172

Παῦσαι βαΰζων· καὶ γὰρ ἐγὼ τοιοῦτος ἦν ὢν τηλικοῦτος, ἡνίκ’ ἠρχόμην ποεῖν.

**ΚΗΔΕΣΤΗΣ**

### 175

Μὰ τὸν Δί’, οὐ ζηλῶ σε τῆς παιδεύσεως.

**ΕΥΡΙΠΙΔΗΣ**

### 175

Ἀλλ’ ὧνπερ οὕνεκ’ ἦλθον, ἔα μ’ εἰπεῖν.

**ΚΗΔΕΣΤΗΣ**

### 176

Λέγε.

**ΕΥΡΙΠΙΔΗΣ**

### 176

Ἀγάθων, «σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.» Ἐγὼ δὲ καινῇ ξυμφορᾷ πεπληγμένος

### 180

ἱκέτης ἀφῖγμαι πρὸς σέ.

**ΑΓΑΘΩΝ**

### 180

Τοῦ χρείαν ἔχων;

**ΕΥΡΙΠΙΔΗΣ**

### 180

Μέλλουσί μ’ αἱ γυναῖκες ἀπολεῖν τήμερον τοῖς Θεσμοφορίοις, ὅτι κακῶς αὐτὰς λέγω.

**ΑΓΑΘΩΝ**

### 180

Τίς οὖν παρ’ ἡμῶν ἐστιν ὠφέλειά σοι;

**ΕΥΡΙΠΙΔΗΣ**

### 180

Ἡ πᾶς’. Ἐὰν γὰρ ἐγκαθεζόμενος λάθρᾳ

### 185

ἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή, ὑπεραποκρίνῃ μου, σαφῶς σώσεις ἐμέ. Μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ.

**ΑΓΑΘΩΝ**

### 185

Ἔπειτα πῶς οὐκ αὐτὸς ἀπολογεῖ παρών;

**ΕΥΡΙΠΙΔΗΣ**

### 185

Ἐγὼ φράσω σοι. Πρῶτα μὲν γιγνώσκομαι·

### 190

ἔπειτα πολιός εἰμι καὶ πώγων’ ἔχω, σὺ δ’ εὐπρόσωπος, λευκός, ἐξυρημένος, γυναικόφωνος, ἁπαλός, εὐπρεπὴς ἰδεῖν.

**ΑΓΑΘΩΝ**

### 190

Εὐριπίδη—

**ΕΥΡΙΠΙΔΗΣ**

### 193

Τί ἐστιν;

**ΑΓΑΘΩΝ**

### 193

Ἐπόησάς ποτε· «Χαίρεις ὁρῶν φῶς, πατέρα δ’ οὐ χαίρειν δοκεῖς;»

**ΕΥΡΙΠΙΔΗΣ**

### 195

Ἔγωγε.

**ΑΓΑΘΩΝ**

### 195

Μή νυν ἐλπίσῃς τὸ σὸν κακὸν ἡμᾶς ὑφέξειν. Καὶ γὰρ ἂν μαινοίμεθ’ ἄν. Ἀλλ’ αὐτὸς ὅ γε σόν ἐστιν οἰκείως φέρε. Τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν φέρειν δίκαιον, ἀλλὰ τοῖς παθήμασιν.

**ΚΗΔΕΣΤΗΣ**

### 195

Καὶ μὴν σύ γ’, ὦ κατάπυγον, εὐρύπρωκτος εἶ οὐ τοῖς λόγοισιν, ἀλλὰ τοῖς παθήμασιν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 195

Τί δ’ ἐστὶν ὅτι δέδοικας ἐλθεῖν αὐτόσε;

**ΑΓΑΘΩΝ**

### 195

Κάκιον ἀπολοίμην ἂν ἢ σύ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 203

Πῶς;

**ΑΓΑΘΩΝ**

### 203

Ὅπως; Δοκῶν γυναικῶν ἔργα νυκτερείσια

### 205

κλέπτειν ὑφαρπάζειν τε θήλειαν Κύπριν.

**ΚΗΔΕΣΤΗΣ**

### 205

Ἰδού γε κλέπτειν· νὴ Δία, βινεῖσθαι μὲν οὖν. Ἀτὰρ ἡ πρόφασίς γε νὴ Δί’ εἰκότως ἔχει.

**ΕΥΡΙΠΙΔΗΣ**

### 205

Τί οὖν; Ποήσεις ταῦτα;

**ΑΓΑΘΩΝ**

### 208

Μὴ δόκει γε σύ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 208

Ὦ τρισκακοδαίμων, ὡς ἀπόλωλ’.

**ΚΗΔΕΣΤΗΣ**

### 209

Εὐριπίδη,

### 210

ὦ φίλτατ’, ὦ κηδεστά, μὴ σαυτὸν προδῷς.

**ΕΥΡΙΠΙΔΗΣ**

### 210

Πῶς οὖν ποήσω δῆτα;

**ΚΗΔΕΣΤΗΣ**

### 211

Τοῦτον μὲν μακρὰ κλάειν κέλευ’, ἐμοὶ δ’ ὅ τι βούλει χρῶ λαβών.

**ΕΥΡΙΠΙΔΗΣ**

### 211

Ἄγε νυν, ἐπειδὴ σαυτὸν ἐπιδίδως ἐμοί, ἀπόδυθι τουτὶ θοἰμάτιον.

**ΚΗΔΕΣΤΗΣ**

### 214

Καὶ δὴ χαμαί.

### 215

Ἀτὰρ τί μέλλεις δρᾶν μ’;

**ΕΥΡΙΠΙΔΗΣ**

### 215

Ἀποξυρεῖν ταδί, τὰ κάτω δ’ ἀφεύειν.

**ΚΗΔΕΣΤΗΣ**

### 216

Ἀλλὰ πρᾶττ’, εἴ σοι δοκεῖ· ἢ μὴ διδόναι γ’ ἐμαυτὸν ὤφελον τότε.

**ΕΥΡΙΠΙΔΗΣ**

### 216

Ἀγάθων, σὺ μέντοι ξυροφορεῖς ἑκάστοτε, χρῆσόν τί νυν ἡμῖν ξυρόν.

**ΑΓΑΘΩΝ**

### 219

Αὐτὸς λάμβανε

### 220

ἐντεῦθεν ἐκ τῆς ξυροδόκης.

**ΕΥΡΙΠΙΔΗΣ**

### 220

Γενναῖος εἶ. Κάθιζε· φύσα τὴν γνάθον τὴν δεξιάν.

**ΚΗΔΕΣΤΗΣ**

### 220

Οἴμοι.

**ΕΥΡΙΠΙΔΗΣ**

### 222

Τί κέκραγας; Ἐμβαλῶ σοι πάτταλον, ἢν μὴ σιωπᾷς.

**ΚΗΔΕΣΤΗΣ**

### 223

Ἀτταταῖ ἰατταταῖ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 223

Οὗτος σύ, ποῖ θεῖς;

**ΚΗΔΕΣΤΗΣ**

### 224

Εἰς τὸ τῶν σεμνῶν θεῶν·

### 225

οὐ γὰρ μὰ τὴν Δήμητρ’ ἔτ’ ἐνταυθοῖ μενῶ τεμνόμενος.

**ΕΥΡΙΠΙΔΗΣ**

### 226

Οὔκουν καταγέλαστος δῆτ’ ἔσει τὴν ἡμίκραιραν τὴν ἑτέραν ψιλὴν ἔχων;

**ΚΗΔΕΣΤΗΣ**

### 226

Ὀλίγον μέλει μοι.

**ΕΥΡΙΠΙΔΗΣ**

### 228

Μηδαμῶς, πρὸς τῶν θεῶν, προδῷς με. Χώρει δεῦρο.

**ΚΗΔΕΣΤΗΣ**

### 229

Κακοδαίμων ἐγώ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 230

Ἔχ’ ἀτρέμα σαυτὸν κἀνάκυπτε. Ποῖ στρέφει;

**ΚΗΔΕΣΤΗΣ**

### 230

Μῦ μῦ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 231

Τί μύζεις; Πάντα πεπόηται καλῶς.

**ΚΗΔΕΣΤΗΣ**

### 231

Οἴμοι κακοδαίμων, ψιλὸς οὖν στρατεύσομαι.

**ΕΥΡΙΠΙΔΗΣ**

### 231

Μὴ φροντίσῃς· ὡς εὐπρεπὴς φανεῖ πάνυ. Βούλει θεᾶσθαι σαυτόν;

**ΚΗΔΕΣΤΗΣ**

### 234

Εἰ δοκεῖ, φέρε.

**ΕΥΡΙΠΙΔΗΣ**

### 235

Ὁρᾷς σεαυτόν;

**ΚΗΔΕΣΤΗΣ**

### 235

Οὐ μὰ Δί’, ἀλλὰ Κλεισθένη.

**ΕΥΡΙΠΙΔΗΣ**

### 235

Ἀνίστας’, ἵν’ ἀφεύσω σε, κἀγκύψας ἔχε.

**ΚΗΔΕΣΤΗΣ**

### 235

Οἴμοι κακοδαίμων, δελφάκιον γενήσομαι.

**ΕΥΡΙΠΙΔΗΣ**

### 235

Ἐνεγκάτω τις ἔνδοθεν δᾷδ’ ἢ λύχνον. Ἐπίκυπτε· τὴν κέρκον φυλάττου νυν ἄκραν.

**ΚΗΔΕΣΤΗΣ**

### 240

Ἐμοὶ μελήσει νὴ Δία, πλήν γ’ ὅτι κάομαι. Οἴμοι τάλας. Ὕδωρ ὕδωρ, ὦ γείτονες, πρὶν ἀντιλαβέσθαι τὴν τράμιν μου τῆς φλογός.

**ΕΥΡΙΠΙΔΗΣ**

### 240

Θάρρει.

**ΚΗΔΕΣΤΗΣ**

### 243

Τί θαρρῶ καταπεπυρπολημένος;

**ΕΥΡΙΠΙΔΗΣ**

### 243

Ἀλλ’ οὐκέτ’ οὐδὲν πρᾶγμά σοι· τὰ πλεῖστα γὰρ

### 245

ἀποπεπόνηκας.

**ΚΗΔΕΣΤΗΣ**

### 245

Φῦ, ἰοὺ τῆς ἀσβόλου. Αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὴν τράμιν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 245

Μὴ φροντίσῃς· Σάτυρος γὰρ αὐτὰ σπογγιεῖ.

**ΚΗΔΕΣΤΗΣ**

### 245

Οἰμώξεται τἄρ’ εἰ τὸν ἐμὸν πρωκτὸν πλυνεῖ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 245

Ἀγάθων, ἐπειδὴ σαυτὸν ἐπιδοῦναι φθονεῖς,

### 245

ἀλλ’ ἱμάτιον γοῦν χρῆσον ἡμῖν τουτῳὶ καὶ στρόφιον· οὐ γὰρ ταῦτά γ’ ὡς οὐκ ἔστ’ ἐρεῖς.

**ΑΓΑΘΩΝ**

### 245

Λαμβάνετε καὶ χρῆσθ’· οὐ φθονῶ.

**ΚΗΔΕΣΤΗΣ**

### 252

Τί οὖν λάβω;

**ΕΥΡΙΠΙΔΗΣ**

### 252

Ὅ τι; τὸν κροκωτὸν πρῶτον ἐνδύου λαβών.

**ΚΗΔΕΣΤΗΣ**

### 252

Νὴ τὴν Ἀφροδίτην, ἡδύ γ’ ὄζει ποσθίου.

### 255

Σύζωσον ἁνύσας. Αἶρέ νυν στρόφιον.

**ΕΥΡΙΠΙΔΗΣ**

### 255

Ἰδού·

**ΚΗΔΕΣΤΗΣ**

### 255

Ἴθι νυν κατάστειλόν με τὰ περὶ τὼ σκέλει.

**ΕΥΡΙΠΙΔΗΣ**

### 255

Κεκρυφάλου δεῖ καὶ μίτρας.

**ΑΓΑΘΩΝ**

### 257

Ἡδὶ μὲν οὖν κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 257

Νὴ τὸν Δί’, ἀλλὰ κἀπιτηδεία πάνυ.

**ΚΗΔΕΣΤΗΣ**

### 260

Ἆρ’ ἁρμόσει μοι;

**ΕΥΡΙΠΙΔΗΣ**

### 260

Νὴ Δί’, ἀλλ’ ἄριστ’ ἔχει. Φέρ’ ἔγκυκλόν τι.

**ΑΓΑΘΩΝ**

### 261

Λάμβαν’ ἀπὸ τῆς κλινίδος.

**ΕΥΡΙΠΙΔΗΣ**

### 261

Ὑποδημάτων δεῖ.

**ΑΓΑΘΩΝ**

### 262

Τἀμὰ ταυτὶ λάμβανε.

**ΚΗΔΕΣΤΗΣ**

### 262

Ἆρ’ ἁρμόσει μοι; Χαλαρά γ’ οὐ χαίρεις φορῶν.

**ΑΓΑΘΩΝ**

### 262

Σὺ τοῦτο γίγνωσκ’. Ἀλλ’—ἔχεις γὰρ ὧν δέει, —

### 265

εἴσω τις ὡς τάχιστά μ’ εἰσκυκλησάτω.

**ΕΥΡΙΠΙΔΗΣ**

### 265

Ἀνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴ τό γ’ εἶδος. Ἢν λαλῇς δ’, ὅπως τῷ φθέγματι γυναικιεῖς εὖ καὶ πιθανῶς.

**ΚΗΔΕΣΤΗΣ**

### 268

Πειράσομαι.

**ΕΥΡΙΠΙΔΗΣ**

### 268

Βάδιζε τοίνυν.

**ΚΗΔΕΣΤΗΣ**

### 269

Μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ

### 270

ὀμόσῃς ἐμοί—

**ΕΥΡΙΠΙΔΗΣ**

### 270

Τί χρῆμα;

**ΚΗΔΕΣΤΗΣ**

### 270

συσσώσειν ἐμὲ πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 270

Ὄμνυμι τοίνυν αἰθέρ’, οἴκησιν Διός.

**ΚΗΔΕΣΤΗΣ**

### 270

Τί μᾶλλον ἢ τὴν Ἱπποκράτους ξυνοικίαν;

**ΕΥΡΙΠΙΔΗΣ**

### 270

Ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς.

**ΚΗΔΕΣΤΗΣ**

### 275

Μέμνησο τοίνυν ταῦθ’, ὅτι ἡ φρὴν ὤμοσεν, ἡ γλῶττα δ’ οὐκ ὀμώμοκ’, οὐδ’ ὥρκως’ ἐγώ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 275

Ἔα σπεῦδε ταχέως· ὡς τὸ τῆς ἐκκλησίας σημεῖον ἐν τῷ Θεσμοφορείῳ φαίνεται. Ἐγὼ δ’ ἄπειμι.

**ΚΗΔΕΣΤΗΣ**

### 279

Δεῦρό νυν, ὦ Θρᾷτθ’, ἕπου.

### 280

Ὦ Θρᾷττα, θέασαι, καομένων τῶν λαμπάδων ὅσον τὸ χρῆμ’ ἀνέρχεθ’ ὑπὸ τῆς λιγνύος. Ἀλλ’, ὦ περικαλλεῖ Θεσμοφόρω, δέξασθέ με ἀγαθῇ τύχῃ καὶ δεῦρο 〈καὶ〉 πάλιν οἴκαδε. Ὦ Θρᾷττα, τὴν κίστην κάθελε, κᾆτ’ ἔξελε

### 285

τὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν. Δέσποινα πολυτίμητε Δήμητερ φίλη καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι θύειν ἔχουσαν, εἰ δὲ μἀλλὰ νῦν λαθεῖν. Καὶ τὴν θυγατέρ’ εὔχοιρον ἀνδρός μοι τυχεῖν

### 290

πλουτοῦντος, ἄλλως δ’ ἠλιθίου κἀβελτέρου,

### 290

καὶ πρὸς σαθίσκον νοῦν ἔχειν μοι καὶ φρένας. Ποῦ ποῦ καθίζωμ’ ἐν καλῷ, τῶν ῥητόρων ἵν’ ἐξακούω; Σὺ δ’ ἄπιθ’, ὦ Θρᾷττ’, ἐκποδών· δούλοις γὰρ οὐκ ἔξεστ’ ἀκούειν τῶν λόγων.

**ΓΥΝΗ**

### 295-296

Εὐφημία ἔστω, εὐφημία ἔστω. Εὔχεσθε τοῖν Θεσ‐

### 296-297

μοφόροιν, καὶ τῷ Πλούτῳ, καὶ τῇ Καλλιγενείᾳ, καὶ

### 298-300

τῇ Κουροτρόφῳ, καὶ τῷ Ἑρμῇ, καὶ 〈ταῖσ〉 Χάρισιν,

### 300-301

ἐκκλησίαν τήνδε καὶ σύνοδον τὴν νῦν κάλλιστα καὶ

### 302

ἄριστα ποῆσαι, πολυωφελῶς μὲν 〈τῇ〉 πόλει τῇ

### 303-305

Ἀθηναίων, τυχηρῶς δ’ ὑμῖν αὐταῖς. Καὶ τὴν δρῶ‐

### 305-306

σαν καὶ ἀγορεύουσαν τὰ βέλτιστα περὶ τὸν δῆμον

### 307

τὸν Ἀθηναίων καὶ τὸν τῶν γυναικῶν, ταύτην νικᾶν.

### 308-310

Ταῦτ’ εὔχεσθε, καὶ ὑμῖν αὐταῖς τἀγαθά. Ἰὴ παιών,

### 311

ἰὴ παιών, ἰὴ παιών. Χαίρωμεν.

**ΧΟΡΟΣ**

### 311

Δεχόμεθα καὶ θεῶν γένος λιτόμεθα ταῖσδ’ ἐπ’ εὐχαῖς φανέντας ἐπιχαρῆναι.

### 315

Ζεῦ μεγαλώνυμε χρυσολύρα τε Δῆλον ὃς ἔχεις ἱεράν, καὶ σύ, παγκρατὲς κόρα γλαυκ‐ ῶπι χρυσόλογχε πόλιν οἰ‐ κοῦσα περιμάχητον, ἐλθὲ δεῦρο·

### 320

καὶ πολυώνυμε θηροφόνη,

### 320

Λατοῦς χρυσώπιδος ἔρνος, σύ τε, πόντιε σεμνὲ Πόσειδον ἁλιμέδον, προλιπὼν μυχὸν ἰχθυόεντα

### 325

οἰστροδόνητον, Νηρέος εἰναλίου τε κόραι Νύμφαι τ’ ὀρείπλαγκτοι. Χρυσέα δὲ φόρμιγξ ἰαχήσειεν ἐπ’ εὐχαῖς ἡμετέραις· τελέως δ’ ἐκ‐

### 329

κλησιάσαιμεν Ἀθηνῶν

### 330

εὐγενεῖς γυναῖκες.

**ΓΥΝΗ**

### 330

Εὔχεσθε τοῖς θεοῖσι τοῖς Ὀλυμπίοις καὶ ταῖς Ὀλυμπίαισι, καὶ τοῖς Πυθίοις καὶ ταῖσι Πυθίαισι, καὶ τοῖς Δηλίοις καὶ ταῖσι Δηλίαισι, τοῖς τ’ ἄλλοις θεοῖς.

### 335

Εἴ τις ἐπιβουλεύει τι τῷ δήμῳ κακὸν τῷ τῶν γυναικῶν, ἢ ’πικηρυκεύεται Εὐριπίδῃ Μήδοις 〈τ’〉 ἐπὶ βλάβῃ τινὶ τῇ τῶν γυναικῶν, ἢ τυραννεῖν ἐπινοεῖ, ἢ τὸν τύραννον συγκατάγειν, ἢ παιδίον

### 340

ὑποβαλλομένης κατεῖπεν, ἢ δούλη τινὸς προαγωγὸς οὖς’ ἐνετρύλισεν τῷ δεσπότῃ, ἢ πεμπομένη τις ἀγγελίας ψευδεῖς φέρει, ἢ μοιχὸς εἴ τις ἐξαπατᾷ ψευδῆ λέγων καὶ μὴ δίδωσιν ἃν ὑπόσχηταί ποτε,

### 345

ἢ δῶρά τις δίδωσι μοιχῷ γραῦς γυνή, ἢ καὶ δέχεται προδιδοῦς’ ἑταίρα τὸν φίλον,

### 345

κεἴ τις κάπηλος ἢ καπηλὶς τοῦ χοῶς ἢ τῶν κοτυλῶν τὸ νόμισμα διαλυμαίνεται, κακῶς ἀπολέσθαι τοῦτον αὐτὸν κᾠκίαν

### 345

ἀρᾶσθε, ταῖς δ’ ἄλλαισιν ὑμῖν τοὺς θεοὺς εὔχεσθε πάσαις πολλὰ δοῦναι κἀγαθά.

**ΧΟΡΟΣ**

### 351

Ξυνευχόμεσθα τέλεα μὲν πόλει, τέλεα δὲ δήμῳ τάδ’ εὔγματ’ ἀποτελεῖσθαι,

### 355

τὰ δ’ ἄρισθ’ ὅσαις προσήκει νικᾶν λεγούσαις. Ὁπόσαι δ’

### 357-358

ἐξαπατῶσιν παραβαίνουσί τε τοὺς

### 359

ὅρκους τοὺς νενομισμένους

### 360

κερδῶν οὕνεκ’ ἐπὶ βλάβῃ, ἢ ψηφίσματα καὶ νόμον ζητοῦς’ ἀντιμεθιστάναι, τἀπόρρητά τε τοῖσιν ἐ‐ χθροῖς τοῖς ἡμετέροις λέγους’,

### 365

ἢ Μήδους ἐπάγουσι τῆς χώρας οὕνεκ’ ἐπὶ βλάβῃ, ἀσεβοῦς’ ἀδικοῦσί τε τὴν πόλιν. Ἀλλ’, ὦ παγκρατὲς Ζεῦ, ταῦτα κυρώσειας, ὥσθ’

### 370

ἡμῖν θεοὺς παραστατεῖν, καίπερ γυναιξὶν οὔσαις.

**ΓΥΝΗ**

### 372-373

Ἄκουε πᾶς’. Ἔδοξε τῇ βουλῇ τάδε

### 374

τῇ τῶν γυναικῶν· Τιμόκλει’ ἐπεστάτει,

### 375

Λύσιλλ’ ἐγραμμάτευεν, εἶπε Σωστράτη·

### 375

ἐκκλησίαν ποεῖν ἕωθεν τῇ μέσῃ τῶν Θεσμοφορίων, ᾗ μάλισθ’ ἡμῖν σχολή, καὶ χρηματίζειν πρῶτα περὶ Εὐριπίδου, ὅ τι χρὴ παθεῖν ἐκεῖνον· ἀδικεῖν γὰρ δοκεῖ

### 379

ἡμῖν ἁπάσαις. Τίς ἀγορεύειν βούλεται;

**ΓΥΝΗ Α**

### 380

Ἐγώ.

**ΓΥΝΗ**

### 380

Περίθου νυν τόνδε πρῶτον πρὶν λέγειν.

**ΧΟΡΟΣ**

### 380

Σίγα, σιώπα, πρόσεχε τὸν νοῦν· χρέμπτεται γὰρ ἤδη ὅπερ ποιοῦς’ οἱ ῥήτορες. Μακρὰν ἔοικε λέξειν.

### 382

Φιλοτιμίᾳ μὲν οὐδεμιᾷ μὰ τὼ θεὼ λέξους’ ἀνέστην, ὦ γυναῖκες· ἀλλὰ γὰρ

### 385

βαρέως φέρω τάλαινα πολὺν ἤδη χρόνον, προπηλακιζομένας ὁρῶς’ ἡμᾶς ὑπὸ Εὐριπίδου τοῦ τῆς λαχανοπωλητρίας καὶ πολλὰ καὶ παντοῖ’ ἀκουούσας κακά. Τί γὰρ οὗτος ἡμᾶς οὐκ ἐπισμῇ τῶν κακῶν;

### 390

Ποῦ δ’ οὐχὶ διαβέβληχ’, ὅπουπερ ἔμβραχυ εἰσὶν θεαταὶ καὶ τραγῳδοὶ καὶ χοροί, τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστρίας καλῶν, τὰς οἰνοπότιδας, τὰς προδότιδας, τὰς λάλους, τὰς οὐδὲν ὑγιές, τὰς μέγ’ ἀνδράσιν κακόν;

### 395

Ὥστ’ εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίων ὑποβλέπους’ ἡμᾶς σκοποῦνταί τ’ εὐθέως μὴ μοιχὸς ἔνδον ᾖ τις ἀποκεκρυμμένος. Δρᾶσαι δ’ ἔθ’ ἡμῖν οὐδὲν ὧνπερ καὶ πρὸ τοῦ

### 395

ἔξεστι· τοιαῦθ’ οὗτος ἐδίδαξεν κακὰ

### 395

τοὺς ἄνδρας ἡμῶν. Ὥστ’ ἐάν τίς 〈τινα〉 πλέκῃ γυνὴ στέφανον, ἐρᾶν δοκεῖ· κἂν ἐκβάλῃ σκεῦός τι κατὰ τὴν οἰκίαν πλανωμένη, ἁνὴρ ἐρωτᾷ· «Τῷ κατέαγεν ἡ χύτρα; Οὐκ ἔσθ’ ὅπως οὐ τῷ Κορινθίῳ ξένῳ.»

### 405

Κάμνει κόρη τις, εὐθὺς ἁδελφὸς λέγει· «Τὸ χρῶμα τοῦτό μ’ οὐκ ἀρέσκει τῆς κόρης.» Εἶἑν. Γυνή τις ὑποβαλέσθαι βούλεται ἀποροῦσα παίδων, οὐδὲ τοῦτ’ ἔστιν λαθεῖν. Ἅνδρες γὰρ ἤδη παρακάθηνται πλησίον·

### 410

πρὸς τοὺς γέροντάς θ’ οἳ πρὸ τοῦ τὰς μείρακας ἤγοντο, διαβέβληκεν, ὥστ’ οὐδεὶς γέρων γαμεῖν ἐθέλει γυναῖκα διὰ τοὔπος τοδί· «Δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή.» Εἶτα διὰ τοῦτον ταῖς γυναικωνίτισιν

### 415

σφραγῖδας ἐπιβάλλουσιν ἤδη καὶ μοχλοὺς τηροῦντες ἡμᾶς, καὶ προσέτι Μολοττικοὺς τρέφουσι μορμολυκεῖα τοῖς μοιχοῖς κύνας. Καὶ ταῦτα μὲν ξυγγνώσθ’· ἃ δ’ ἦν ἡμῖν πρὸ τοῦ αὐταῖς ταμιεῦσαι καὶ προαιρούσαις λαβεῖν

### 420

ἄλφιτον, ἔλαιον, οἶνον, οὐδὲ ταῦτ’ ἔτι ἔξεστιν. Οἱ γὰρ ἄνδρες ἤδη κλειδία αὐτοὶ φοροῦσι κρυπτά, κακοηθέστατα, Λακωνίκ’ ἄττα, τρεῖς ἔχοντα γομφίους. Πρὸ τοῦ μὲν οὖν ἦν ἀλλ’ ὑποῖξαι τὴν θύραν

### 425

ποησαμέναισι δακτύλιον τριωβόλου· νῦν δ’ οὗτος αὐτοὺς ᾡκότριψ Εὐριπίδης ἐδίδαξε θριπήδεστ’ ἔχειν σφραγίδια ἐξαψαμένους. Νῦν οὖν ἐμοὶ τούτῳ δοκεῖ

### 425

ὄλεθρόν τιν’ ἡμᾶς κυρκανᾶν ἁμωσγέπως,

### 430

ἢ φαρμάκοισιν ἢ μιᾷ γέ τῳ τέχνῃ,

### 431-432

ὅπως ἀπολεῖται. Ταῦτ’ ἐγὼ φανερῶς λέγω·

### 433

τὰ δ’ ἄλλα μετὰ τῆς γραμματέως συγγράψομαι.

### 433

Οὔπω ταύτης ἤκουσα

### 435

πολυπλοκωτέρας γυναικὸς

### 435

οὐδὲ δεινότερον λεγούσης. Πάντα γὰρ λέγει δίκαια· πάσας δ’ ἰδέας ἐξήτασεν, πάντα δ’ ἐβάστασε φρενὶ πυκνῶς τε ποικίλους λόγους ἀνηῦρεν

### 439

εὖ διεζητημένους.

### 440

Ὥστ’ ἂν εἰ λέγοι παρ’ αὐτὴν Ξενοκλέης ὁ Καρκίνου, δο‐

### 441

κεῖν ἂν αὐτόν, ὡς ἐγᾦμαι, πᾶσιν ὑμῖν

### 442

ἄντικρυς μηδὲν λέγειν.

**ΓΥΝΗ Β**

### 443

Ὀλίγων ἕνεκα καὐτὴ παρῆλθον ῥημάτων. Τὰ μὲν γὰρ ἄλλ’ αὕτη κατηγόρηκεν εὖ·

### 445

ἃ δ’ ἐγὼ πέπονθα, ταῦτα λέξαι βούλομαι. Ἐμοὶ γὰρ ἁνὴρ ἀπέθανεν μὲν ἐν Κύπρῳ παιδάρια πέντε καταλιπών, ἁγὼ μόλις στεφανηπλοκοῦς’ ἔβοσκον ἐν ταῖς μυρρίναις. Τέως μὲν οὖν ἀλλ’ ἡμικάκως ἐβοσκόμην·

### 445

νῦν δ’ οὗτος ἐν ταῖσιν τραγῳδίαις ποιῶν τοὺς ἄνδρας ἀναπέπεικεν οὐκ εἶναι θεούς· ὥστ’ οὐκέτ’ ἐμπολῶμεν οὐδ’ εἰς ἥμισυ.

### 445

Νῦν οὖν ἁπάσαισιν παραινῶ καὶ λέγω τοῦτον κολάσαι τὸν ἄνδρα πολλῶν οὕνεκα·

### 455

ἄγρια γὰρ ἡμᾶς, ὦ γυναῖκες, δρᾷ κακά, ἅτ’ ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς. Ἀλλ’ εἰς ἀγορὰν ἄπειμι· δεῖ γὰρ ἀνδράσιν πλέξαι στεφάνους ξυνθηματιαίους εἴκοσιν.

**ΧΟΡΟΣ**

### 458

Ἕτερον αὖ τι λῆμα τοῦτο

### 460

κομψότερον ἔτ’ ἢ τὸ πρότερον

### 460

ἀναπέφηνεν. Οἷα κατεστωμύλατο οὐκ ἄκαιρα, φρένας ἔχουσα καὶ πολύπλοκον νόημ’, οὐδ’ ἀσύνετ’, ἀλλὰ πιθανὰ πάντα.

### 465

Δεῖ δὲ ταύτης τῆς ὕβρεως ἡ‐

### 465

μῖν τὸν ἄνδρα

### 465

περιφανῶς δοῦναι δίκην.

**ΚΗΔΕΣΤΗΣ**

### 465

Τὸ μέν, ὦ γυναῖκες, ὀξυθυμεῖσθαι σφόδρα Εὐριπίδῃ, τοιαῦτ’ ἀκουούσας κακά, οὐ θαυμάσιόν ἐστ’, οὐδ’ ἐπιζεῖν τὴν χολήν. Καὐτὴ γὰρ ἔγωγ’, —οὕτως ὀναίμην τῶν τέκνων, —

### 470

μισῶ τὸν ἄνδρ’ ἐκεῖνον, εἰ μὴ μαίνομαι. Ὅμως δ’ ἐν ἀλλήλαισι χρὴ δοῦναι λόγον· αὐταὶ γάρ ἐσμεν, κοὐδεμί’ ἐκφορὰ λόγου. Τί ταῦτ’ ἔχουσαι ’κεῖνον αἰτιώμεθα βαρέως τε φέρομεν, εἰ δύ’ ἡμῶν ἢ τρία

### 475

κακὰ ξυνειδὼς εἶπε δρώσας μυρία; Ἐγὼ γὰρ αὐτὴ πρῶτον, ἵνα μἄλλην λέγω,

### 475

ξύνοιδ’ ἐμαυτῇ πολλὰ 〈δείν’·〉 ἐκεῖνο δ’ οὖν δεινότατον, ὅτε νύμφη μὲν ἦν τρεῖς ἡμέρας, ὁ δ’ ἀνὴρ παρ’ ἐμοὶ καθηῦδεν. Ἦν δέ μοι φίλος,

### 480

ὅσπερ με διεκόρησεν οὖσαν ἑπτέτιν. Οὗτος πόθῳ μου ’κνυεν ἐλθὼν τὴν θύραν· κᾆτ’ εὐθὺς ἔγνων· εἶτα καταβαίνω λάθρᾳ. Ὁ δ’ ἀνὴρ ἐρωτᾷ· «Ποῖ σὺ καταβαίνεις;» «Ὅποι; στρόφος μ’ ἔχει τὴν γαστέρ’, ὦνερ, κὠδύνη·

### 485

εἰς τὸν κοπρῶν’ οὖν ἔρχομαι.» «Βάδιζέ νυν.» Κᾆθ’ ὁ μὲν ἔτριβε κεδρίδας, ἄννηθον, σφάκον· ἐγὼ δὲ καταχέασα τοῦ στροφέως ὕδωρ ἐξῆλθον ὡς τὸν μοιχόν· εἶτ’ ἠρειδόμην παρὰ τὸν Ἀγυιᾶ κῦβδ’, ἐχομένη τῆς δάφνης.

### 490

Ταῦτ’ οὐδεπώποτ’ εἶφ’, ὁρᾶτ’, Εὐριπίδης· οὐδ’ ὡς ὑπὸ τῶν δούλων τε κὠρεωκόμων σποδούμεθ’, ἢν μὴ ’χωμεν ἕτερον, οὐ λέγει· οὐδ’ ὡς ὅταν μάλισθ’ ὑπό του ληκώμεθα τὴν νύχθ’, ἕωθεν σκόροδα διαμασώμεθα,

### 495

ἵν’ ὀσφρόμενος ἁνὴρ ἀπὸ τείχους εἰσιὼν μηδὲν κακὸν δρᾶν ὑποτοπῆται. Ταῦθ’, ὁρᾷς, οὐπώποτ’ εἶπεν. Εἰ δὲ Φαίδραν λοιδορεῖ, ἡμῖν τί τοῦτ’ ἔστ’; Οὐδ’ ἐκεῖν’ εἴρηκέ πω, ὡς ἡ γυνὴ δεικνῦσα τἀνδρὶ τοὔγκυκλον

### 495

〈ἰδεῖν〉 ὑπ’ αὐγὰς οἷον, ἐγκεκαλυμμένον τὸν μοιχὸν ἐξέπεμψεν, οὐκ εἴρηκέ πω. Ἑτέραν δ’ ἐγᾦδ’ ἣ ’φασκεν ὠδίνειν γυνὴ

### 495

δέχ’ ἡμέρας, ἕως ἐπρίατο παιδίον. Ὁ δ’ ἀνὴρ περιήρχετ’ ὠκυτόκι’ ὠνούμενος·

### 505

τὸ δ’ εἰσέφερε γραῦς ἐν χύτρᾳ, τὸ παιδίον, ἵνα μὴ βοῴη, κηρίῳ βεβυσμένον. Εἶθ’ ὡς ἔνευσεν ἡ φέρους’, εὐθὺς βοᾷ· «Ἄπελθ’ ἄπελθ’, ἤδη γάρ, ὦνέρ, μοι δοκῶ τέξειν.» Τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν.

### 510

Χὠ μὲν γεγηθὼς ἔτρεχεν, ἡ δ’ ἐξέσπασεν ἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δ’ ἀνέκραγεν. Εἶθ’ ἡ μιαρὰ γραῦς, ἣ ’φερεν τὸ παιδίον, θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει· «Λέων λέων σοι γέγονεν, αὐτέκμαγμα σόν,

### 515

τά τ’ ἄλλ’ ἁπαξάπαντα καὶ τὸ πόσθιον τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον.» Ταῦτ’ οὐ ποιοῦμεν τὰ κακά; Νὴ τὴν Ἄρτεμιν ἡμεῖς γε. Κᾆτ’ Εὐριπίδῃ θυμούμεθα, οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν;

**ΧΟΡΟΣ**

### 520

Τουτὶ μέντοι θαυμαστόν, ὁπόθεν ηὑρέθη τὸ χρῆμα, χἤτις ἐξέθρεψε χώρα τήνδε τὴν θρασεῖαν οὕτω. Τάδε γὰρ εἰπεῖν τὴν πανοῦργον

### 525

κατὰ τὸ φανερὸν ὧδ’ ἀναιδῶς οὐκ ἂν ᾠόμην ἐν ἡμῖν οὐδὲ τολμῆσαί ποτ’ ἄν. Ἀλλὰ πᾶν γένοιτ’ ἂν ἤδη. Τὴν παροιμίαν δ’ ἐπαινῶ

### 529

τὴν παλαιάν· ὑπὸ λίθῳ γὰρ

### 530

παντί που χρὴ

### 530

μὴ δάκῃ ῥήτωρ ἀθρεῖν. Ἀλλ’ οὐ γάρ ἐστι τῶν ἀναισχύντων φύσει γυναικῶν οὐδὲν κάκιον εἰς ἅπαντα πλὴν ἄρ’ εἰ γυναῖκες.

### 530

Οὔ τοι μὰ τὴν Ἄγλαυρον, ὦ γυναῖκες, εὖ φρονεῖτε, ἀλλ’ ἢ πεφάρμαχθ’ ἢ κακόν τι μέγα πεπόνθατ’ ἄλλο,

### 535

ταύτην ἐῶσαι τὴν φθόρον τοιαῦτα περιυβρίζειν ἡμᾶς ἁπάσας. Εἰ μὲν οὖν τις ἔστιν ... —, εἰ δὲ μή, ἡμεῖς αὐταί τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι ταύτης ἀποψιλώσομεν τὸν χοῖρον, ἵνα διδαχθῇ γυνὴ γυναῖκας οὖσα μὴ κακῶς λέγειν τὸ λοιπόν.

**ΚΗΔΕΣΤΗΣ**

### 540

Μὴ δῆτα τόν γε χοῖρον, ὦ γυναῖκες. Εἰ γὰρ οὔσης παρρησίας κἀξὸν λέγειν ὅσαι πάρεσμεν ἀσταί, εἶτ’ εἶπον ἁγίγνωσκον ὑπὲρ Εὐριπίδου δίκαια, διὰ τοῦτο τιλλομένην με δεῖ δοῦναι δίκην ὑφ’ ὑμῶν;

### 540

Οὐ γάρ σε δεῖ δοῦναι δίκην; ἥτις μόνη τέτληκας

### 545

ὑπὲρ ἀνδρὸς ἀντειπεῖν, ὃς ἡμᾶς πολλὰ κακὰ δέδρακεν ἐπίτηδες εὑρίσκων λόγους, ὅπου γυνὴ πονηρὰ ἐγένετο, Μελανίππας ποιῶν Φαίδρας τε· Πηνελόπην δὲ οὐπώποτ’ ἐπόης’, ὅτι γυνὴ σώφρων ἔδοξεν εἶναι.

### 545

Ἐγὼ γὰρ οἶδα ταἴτιον. Μίαν γὰρ οὐκ ἂν εἴποις

### 545

τῶν νῦν γυναικῶν Πηνελόπην, Φαίδρας ἁπαξαπάσας.

### 545

Ἀκούετ’, ὦ γυναῖκες, οἷ’ εἴρηκεν ἡ πανοῦργος ἡμᾶς ἁπάσας αὖθις αὖ.

### 552

Καὶ νὴ Δί’ οὐδέπω γε εἴρηχ’ ὅσα ξύνοιδ’· ἐπεὶ βούλεσθε πλείον’ εἴπω;

### 552

Ἀλλ’ οὐκ ἂν ἔτ’ ἔχοις· ὅσα γὰρ ᾔδησθ’ ἐξέχεας ἅπαντα.

### 555

Μὰ Δί’ οὐδέπω τὴν μυριοστὴν μοῖραν ὧν ποιοῦμεν. Ἐπεὶ τάδ’ οὐκ εἴρηχ’, ὁρᾷς, ὡς στλεγγίδας λαβοῦσαι ἔπειτα σιφωνίζομεν τὸν οἶνον—

### 557

Ἐπιτριβείης.

### 557

ὥς τ’ αὖ τὰ κρέ’ ἐξ Ἀπατουρίων ταῖς μαστροποῖς διδοῦσαι ἔπειτα τὴν γαλῆν φαμεν—

### 559

Τάλαιν’ ἐγώ· φλυαρεῖς.

### 560

Οὐδ’ ὡς ἑτέρα τὸν ἄνδρα τῷ πελέκει κατεσπόδησεν, οὐκ εἶπον· οὐδ’ ὡς φαρμάκοις ἑτέρα τὸν ἄνδρ’ ἔμηνεν, οὐδ’ ὡς ὑπὸ τῇ πυέλῳ κατώρυξέν ποτ’—

### 562

Ἐξόλοιο.

### 562

Ἀχαρνικὴ τὸν πατέρα.

### 563

Ταῦτα δῆτ’ ἀνέκτ’ ἀκούειν;

### 563

Οὐδ’ ὡς σὺ τῆς δούλης τεκούσης ἄρρεν εἶτα σαυτῇ

### 565

τοῦθ’ ὑπεβάλου, τὸ σὸν δὲ θυγάτριον παρῆκας αὐτῇ.

### 565

Οὔ τοι μὰ τὼ θεὼ σὺ καταπροίξει λέγουσα ταυτί, ἀλλ’ ἐκποκιῶ σου τὰς ποκάδας.

### 567

Οὔ τοι μὰ Δία σύ γ’ ἅψει.

### 567

Καὶ μὴν ἰδού.

### 568

Καὶ μὴν ἰδού.

### 568

Λαβὲ θοἰμάτιον, Φιλίστη.

### 568

Πρόσθιγε μόνον, κἀγώ σε νὴ τὴν Ἄρτεμιν—

### 569

Τί δράσεις;

### 570

τὸν σησαμοῦνθ’ ὃν κατέφαγες, τοῦτον χεσεῖν ποήσω.

**ΧΟΡΟΣ**

### 570

Παύσασθε λοιδορούμεναι· καὶ γὰρ γυνή τις ἡμῖν ἐσπουδακυῖα προστρέχει. Πρὶν οὖν ὁμοῦ γενέσθαι,

### 570

σιγᾶθ’, ἵν’ αὐτῆς κοσμίως πυθώμεθ’ ἅττα λέξει.

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 574

Φίλαι γυναῖκες, ξυγγενεῖς τοὐμοῦ τρόπου,

### 575

ὅτι μὲν φίλος εἴμ’ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις. Γυναικομανῶ γὰρ προξενῶ θ’ ὑμῶν ἀεί. Καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα ὀλίγῳ τι πρότερον κατ’ ἀγορὰν λαλούμενον, ἥκω φράσων τοῦτ’ ἀγγελῶν θ’ ὑμῖν, ἵνα

### 580

σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ ὑμῖν ἀφράκτοις πρᾶγμα δεινὸν καὶ μέγα.

**ΧΟΡΟΣ**

### 580

Τί δ’ ἐστίν, ὦ παῖ; Παῖδα γάρ ς’ εἰκὸς καλεῖν, ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς.

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 580

Εὐριπίδην φάς’ ἄνδρα κηδεστήν τινα

### 585

αὑτοῦ γέροντα δεῦρ’ ἀναπέμψαι τήμερον.

**ΧΟΡΟΣ**

### 585

Πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν;

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 585

Ἵν’ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν, ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος.

**ΧΟΡΟΣ**

### 585

Καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ;

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 590

Ἀφηῦσεν αὐτὸν κἀπέτιλ’ Εὐριπίδης καὶ τἄλλ’ ἅπανθ’ ὥσπερ γυναῖκ’ ἐσκεύασεν.

**ΚΗΔΕΣΤΗΣ**

### 590

Πείθεσθε τούτῳ ταῦτα; Τίς δ’ οὕτως ἀνὴρ ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο; Οὐκ οἴομαι ’γωγ’, ὦ πολυτιμήτω θεώ.

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 595

Ληρεῖς. Ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν, εἰ μὴ ’πεπύσμην ταῦτα τῶν σάφ’ εἰδότων.

**ΧΟΡΟΣ**

### 595

Τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται. Ἀλλ’, ὦ γυναῖκες, οὐκ ἐλινύειν ἐχρῆν,

### 595

ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου

### 595

λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος. Καὶ σὺ ξυνέξευρ’ αὐτόν, ὡς ἂν τὴν χάριν ταύτην τε κἀκείνην ἔχῃς, ὦ πρόξενε.

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 595

Φέρ’ ἴδω, τίς εἶ πρώτη σύ;

**ΚΗΔΕΣΤΗΣ**

### 603

Ποῖ τις τρέψεται;

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 603

Ζητητέαι γάρ ἐστε.

**ΚΗΔΕΣΤΗΣ**

### 604

Κακοδαίμων ἐγώ.

### 605

Ἔμ’ ἥτις 〈εἴμ’〉 ἤρου; Κλεωνύμου γυνή.

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 605

Γιγνώσκεθ’ ὑμεῖς ἥτις ἔσθ’ ἡδὶ γυνή;

**ΧΟΡΟΣ**

### 605

Γιγνώσκομεν δῆτ’· ἀλλὰ τὰς ἄλλας ἄθρει.

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 605

Ἡδὶ δὲ δὴ τίς ἐστιν, ἡ τὸ παιδίον ἔχουσα;

### 609

Τίτθη νὴ Δί’ ἐμή.

**ΚΗΔΕΣΤΗΣ**

### 609

Διοίχομαι.

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 610

Αὕτη σύ, ποῖ στρέφει; μέν’ αὐτοῦ. Τί τὸ κακόν;

**ΚΗΔΕΣΤΗΣ**

### 610

Ἔασον οὐρῆσαί μ’· ἀναίσχυντός 〈τισ〉 εἶ.

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 610

Σὺ δ’ οὖν πόει τοῦτ’. Ἀναμενῶ γὰρ ἐνθάδε.

**ΧΟΡΟΣ**

### 610

Ἀνάμενε δῆτα καὶ σκόπει γ’ αὐτὴν σφόδρα· μόνην γὰρ αὐτήν, ὦνερ, οὐ γιγνώσκομεν.

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 615

Πολύν γε χρόνον οὐρεῖς σύ.

**ΚΗΔΕΣΤΗΣ**

### 615

Νὴ Δί’, ὦ μέλε, στραγγουριῶ γάρ· ἐχθὲς ἔφαγον κάρδαμα.

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 615

Τί καρδαμίζεις; Οὐ βαδιεῖ δεῦρ’ ὡς ἐμέ;

**ΚΗΔΕΣΤΗΣ**

### 615

Τί δῆτά μ’ ἕλκεις ἀσθενοῦσαν;

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 618

Εἰπέ μοι, τίς ἐστ’ ἀνήρ σοι;

**ΚΗΔΕΣΤΗΣ**

### 619

Τὸν ἐμὸν ἄνδρα πυνθάνει;

### 620

Τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν;

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 620

Τὸν δεῖνα; ποῖον;

**ΚΗΔΕΣΤΗΣ**

### 621

Ἔσθ’ ὁ δεῖν’, ὃς καί ποτε τὸν δεῖνα, τὸν τοῦ δεῖνα—

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 622

Ληρεῖν μοι δοκεῖς. Ἀνῆλθες ἤδη δεῦρο πρότερον;

**ΚΗΔΕΣΤΗΣ**

### 623

Νὴ Δία ὁσέτη γε.

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 624

Καὶ τίς σοὐστὶ συσκηνήτρια;

**ΚΗΔΕΣΤΗΣ**

### 625

Ἡ δεῖν’ ἔμοιγ’. Οἴμοι τάλας.

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 625

Οὐδὲν λέγεις.

### 625

Ἄπελθ’. Ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς ἐκ τῶν ἱερῶν τῶν πέρυσι. Σὺ δ’ ἀπόστηθί μοι, ἵνα μὴ ’πακούσῃς ὢν ἀνήρ. Σὺ δ’ εἰπέ μοι ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο.

**ΚΗΔΕΣΤΗΣ**

### 630

Φέρ’ ἴδω, τί μέντοι πρῶτον ἦν; Ἐπίνομεν.

### 630

Τί δὲ μετὰ τοῦτο δεύτερον;

### 631

Προὐπίνομεν.

### 631

Ταυτὶ μὲν ἤκουσάς τινος. Τί δαὶ τρίτον;

### 631

Σκάφιον Ξένυλλ’ ᾔτησεν· οὐ γὰρ ἦν ἁμίς.

### 631

Οὐδὲν λέγεις. Δεῦρ’ ἐλθέ, δεῦρ’, ὦ Κλείσθενες.

### 635

Ὅδ’ ἐστὶν ἁνὴρ ὃν λέγεις.

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 635

Τί οὖν ποιῶ;

### 635

Ἀπόδυσον αὐτόν· οὐδὲν ὑγιὲς γὰρ λέγει.

**ΚΗΔΕΣΤΗΣ**

### 635

Κἄπειτ’ ἀποδύσετ’ ἐννέα παίδων μητέρα;

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 635

Χάλα ταχέως τὸ στρόφιον, ὦναίσχυντε σύ.

### 635

Ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά·

### 640

καὶ νὴ Δία τιτθούς γ’ ὥσπερ ἡμεῖς οὐκ ἔχει.

**ΚΗΔΕΣΤΗΣ**

### 640

Στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε.

### 640

Νῦν· τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα.

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 640

Ἀνίστας’ ὀρθός. Ποῖ τὸ πέος ὠθεῖς κάτω;

### 640

Τοδὶ διέκυψε καὶ μάλ’ εὔχρων, ὦ τάλαν.

### 645

Καὶ ποῦ ’στιν;

### 645

Αὖθις εἰς τὸ πρόσθεν οἴχεται.

### 645

Οὐκ ἐγγεταυθί.

### 646

Μἀλλὰ δεῦρ’ ἥκει πάλιν.

### 646

Ἰσθμόν τιν’ ἔχεις, ἄνθρωπ’· ἄνω τε καὶ κάτω τὸ πέος διέλκεις πυκνότερον Κορινθίων.

### 646

Ὦ μιαρὸς οὗτος. Ταῦτ’ ἄρ’ ὑπὲρ Εὐριπίδου

### 646

ἡμῖν ἐλοιδορεῖτο.

**ΚΗΔΕΣΤΗΣ**

### 646

Κακοδαίμων ἐγώ, εἰς οἷ’ ἐμαυτὸν εἰσεκύλισα πράγματα.

### 646

Ἄγε δή, τί δρῶμεν;

**ΚΛΕΙΣΘΕΝΗΣ**

### 652

Τουτονὶ φυλάττετε καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται· ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ.

**ΧΟΡΟΣ**

### 655

Ἡμᾶς τοίνυν μετὰ τοῦτ’ ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴ ξυζωσαμένας εὖ κἀνδρείως τῶν θ’ ἱματίων ἀποδύσας ζητεῖν, εἴ που κἄλλος τις ἀνὴρ ἐσελήλυθε, καὶ περιθρέξαι τὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι. Εἶα δὴ πρώτιστα μὲν χρὴ κοῦφον ἐξορμᾶν πόδα

### 660

καὶ διασκοπεῖν σιωπῇ πανταχῇ. Μόνον δὲ χρὴ μὴ βραδύνειν, ὡς ὁ καιρός ἐστι μὴ μέλλειν ἔτι. Ἀλλὰ τὴν πρώτην τρέχειν χρῆν ὡς τάχιστ’ ἤδη κύκλῳ.

### 662

Εἶά νυν ἴχνευε καὶ μά‐

### 663-664

τευε ταχὺ πάντ’, εἴ τις ἐν τό‐

### 664

ποις ἑδραῖος

### 664

ἄλλος αὖ λέληθεν ὤν.

### 665

Πανταχῇ δὲ ῥῖψον ὄμμα, καὶ τὰ τῇδε καὶ τὰ δεῦρο

### 666

πάντ’ ἀνασκόπει καλῶς.

### 666

Ἢν γάρ με λάθῃ δράσας ἀνόσια, δώσει τε δίκην καὶ πρὸς τούτῳ τοῖς ἄλλοις ἀνδράσιν ἔσται

### 670

παράδειγμ’ ὕβρεως ἀδίκων τ’ ἔργων ἀθέων τε τρόπων· φήσει δ’ εἶναι τε θεοὺς φανερῶς, δείξει τ’ ἤδη πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας

### 675

δικαίως τ’ ἐφέπειν ὅσια καὶ νόμιμα μηδομένους ποεῖν ὅ τι καλῶς ἔχει.

### 677-678

Κἂν μὴ ποιῶσι ταῦτα τοιάδ’ ἔσται·

### 679

αὐτῶν ὅταν ληφθῇ τις ὅσια 〈μὴ〉 δρῶν,

### 680

μανίαις φλέγων λύσσῃ παράκο‐ πος εἴ τι δρῴη πᾶσιν ἐμφανὴς ὁρᾶν

### 682-683

ἔσται γυναιξὶ καὶ βροτοῖς

### 684-685

ὅτι τὰ παράνομα τά τ’ ἀνόσια

### 686

θεὸς παραχρῆμ’ ἀποτίνεται.

### 686

Ἀλλ’ ἔοιχ’ ἡμῖν ἅπαντά πως διεσκέφθαι καλῶς. Οὐχ ὁρῶμεν γοῦν ἔτ’ ἄλλον οὐδέν’ ἐγκαθήμενον.

### 686

Ἆ ποῖ σὺ φεύγεις; Οὗτος οὗτος, οὐ μενεῖς;

### 690

Τάλαιν’ ἐγώ, τάλαινα, καὶ τὸ παιδίον ἐξαρπάσας μοι φροῦδος ἀπὸ τοῦ τιτθίου.

**ΚΗΔΕΣΤΗΣ**

### 690

Κέκραχθι. Τοῦτο δ’ οὐδέποτε σὺ ψωμιεῖς, ἢν μή μ’ ἀφῆτ’· ἀλλ’ ἐνθάδ’ ἐπὶ τῶν μηρίων πληγὲν μαχαίρᾳ τῇδε φοινίας φλέβας

### 695

καθαιματώσει βωμόν.

### 695

Ὦ τάλαιν’ ἐγώ. Γυναῖκες, οὐκ ἀρήξετ’; Οὐ πολλὴν βοὴν στήσεσθε καὶ τροπαῖον, ἀλλὰ τοῦ μόνου τέκνου με περιόψεσθ’ ἀποστερουμένην;

**ΧΟΡΟΣ**

### 695

Ἔα ἔα.

### 695

Ὦ πότνιαι Μοῖραι, τί τόδε δέρκομαι νεοχμὸν αὖ τέρας; Ὡς ἅπαντ’ ἄρ’ ἐστὶ τόλμης ἔργα κἀναισχυντίας. Οἷον αὖ δέδρακεν ἔργον, οἷον αὖ, φίλαι, τόδε.

**ΚΗΔΕΣΤΗΣ**

### 695

Οἷον ὑμῶν ἐξαράξω τὴν ἄγαν αὐθαδίαν.

**ΧΟΡΟΣ**

### 705

Ταῦτα δῆτ’ οὐ δεινὰ πράγματ’ ἐστὶ καὶ περαιτέρω;

### 705

Δεινὰ δῆθ’, ὁτιή γ’ ἔχει μου ’ξαρπάσας τὸ παιδίον.

### 705

Τί ἂν οὖν εἴποι πρὸς ταῦτά τις, ὅτε τοιαῦτα ποιῶν ὅδ’ ἀναισχυντεῖ;

**ΚΗΔΕΣΤΗΣ**

### 705

Κοὔπω μέντοι γε πέπαυμαι.

**ΧΟΡΟΣ**

### 710

Ἀλλ’ οὖν ἥκων γ’ ὅθεν ἥκεις φαύλως τ’ ἀποδρὰς οὐ λέξεις

### 710

οἷον δράσας διέδυς ἔργον, λήψει δὲ κακόν.

**ΚΗΔΕΣΤΗΣ**

### 710

Τοῦτο μέντοι μὴ γένοιτο μηδαμῶς, ἀπεύχομαι.

**ΧΟΡΟΣ**

### 715

Τίς ἄν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶν ἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις;

**ΚΗΔΕΣΤΗΣ**

### 715

Μάτην λαλεῖτε· τήνδ’ ἐγὼ οὐκ ἀφήσω.

**ΧΟΡΟΣ**

### 715

Ἀλλ’ οὐ μὰ τὼ θεὼ τάχ’ οὐ χαίρων ἴσως ἐνυβριεῖς

### 720

λόγους τε λέξεις ἀνοσίους. Ἀθέοις ἔργοις γὰρ ἀνταμει‐

### 722-723

ψόμεσθά ς’, ὥσπερ εἰκός, ἀντὶ τῶνδε.

### 724

Ταχὺ δὲ μεταβαλοῦς’ ἐπὶ κακὸν ἑτερότρο‐

### 725

πος ἐπέχει τύχη. Ἀλλὰ τάσδε μὲν λαβεῖν χρῆν ἐκφέρειν τε τῶν ξύλων, καὶ καταίθειν τὸν πανοῦργον πυρπολεῖν θ’ ὅσον τάχος.

### 725

Ἴωμεν ἐπὶ τὰς κληματίδας, ὦ Μανία. Κἀγώ ς’ ἀποδείξω θυμάλωπα τήμερον.

**ΚΗΔΕΣΤΗΣ**

### 730

Ὕφαπτε καὶ κάταιθε· σὺ δὲ τὸ Κρητικὸν ἀπόδυθι ταχέως. Τοῦ θανάτου δ’, ὦ παιδίον, μόνην γυναικῶν αἰτιῶ τὴν μητέρα. Τουτὶ τί ἐστιν; Ἀσκὸς ἐγένεθ’ ἡ κόρη οἴνου πλέως καὶ ταῦτα Περσικὰς ἔχων.

### 735

Ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται κἀκ παντὸς ὑμεῖς μηχανώμεναι πιεῖν, ὦ μέγα καπήλοις ἀγαθόν, ἡμῖν δ’ αὖ κακόν, κακὸν δὲ καὶ τοῖς σκευαρίοις καὶ τῇ κρόκῃ.

### 735

Παράβαλλε πολλὰς κληματίδας, ὦ Μανία.

### 740

Παράβαλλε δῆτα. Σὺ δ’ ἀπόκριναί μοι τοδί· Τουτὶ τεκεῖν φῄς;

### 741

〈Καὶ〉 δέκα μῆνας αὔτ’ ἐγὼ ἤνεγκον.

### 742

Ἤνεγκας σύ;

### 742

Νὴ τὴν Ἄρτεμιν.

### 742

Τρικότυλον ἢ πῶς; εἰπέ μοι.

### 743

Τί μ’ ἠργάσω; Ἀπέδυσας, ὦναίσχυντέ, μου τὸ παιδίον

### 745

τυννοῦτον ὄν.

### 745

Τυννοῦτο; Μικρὸν νὴ Δία. Πός’ ἔτη δὲ γέγονε; τρεῖς χοᾶς ἢ τέτταρας;

### 745

Σχεδὸν τοσοῦτον χὤσον ἐκ Διονυσίων. Ἀλλ’ ἀπόδος αὐτό.

### 748

Μὰ τὸν Ἀπόλλω τουτονί.

### 748

Ἐμπρήσομεν τοίνυν σε.

### 749

Πάνυ γ’· ἐμπίμπρατε.

### 749

Αὕτη δ’ ἀποσφαγήσεται μάλ’ αὐτίκα.

### 749

Μὴ δῆθ’, ἱκετεύω ς’· ἀλλ’ ἔμ’ ὅ τι χρῄζεις πόει ὑπέρ γε τούτου.

### 752

Φιλότεκνός τις εἶ φύσει. Ἀλλ’ οὐδὲν ἧττον ἥδ’ ἀποσφαγήσεται.

### 752

Οἴμοι, τέκνον. Δὸς τὸ σφαγεῖον, Μανία,

### 755

ἵν’ οὖν τό γ’ αἷμα τοῦ τέκνου τοὐμοῦ λάβω.

### 755

Ὕπεχ’ αὐτό· χαριοῦμαι γὰρ ἕν γε τοῦτό σοι.

### 755

Κακῶς ἀπόλοι’. Ὡς φθονερὸς εἶ καὶ δυσμενής.

### 755

Τουτὶ τὸ δέρμα τῆς ἱερείας γίγνεται.

### 755

Τί τῆς ἱερείας γίγνεται;

### 759

Τουτί. Λαβέ.

### 760

Ταλαντάτη Μίκα, τίς ἐξεκόρησέ σε; Τίς τὴν ἀγαπητὴν παῖδά σου ’ξηράσατο;

### 760

Ὁ πανοῦργος οὗτος. Ἀλλ’ ἐπειδήπερ πάρει, φύλαξον αὐτόν, ἵνα λαβοῦσα Κλεισθένη τοῖσιν πρυτάνεσιν ἃ πεπόηχ’ οὗτος φράσω.

### 765

Ἄγε δή, τίς ἔσται μηχανὴ σωτηρίας; Τίς πεῖρα, τίς ἐπίνοι’; Ὁ μὲν γὰρ αἴτιος κἄμ’ εἰσκυλίσας εἰς τοιαυτὶ πράγματα οὐ φαίνεταί πω. Φέρε, τίν’ οὖν 〈ἂν〉 ἄγγελον πέμψαιμ’ ἐπ’ αὐτόν; Οἶδ’ ἐγὼ καὶ δὴ πόρον

### 770

ἐκ τοῦ Παλαμήδους. Ὡς ἐκεῖνος, τὰς πλάτας ῥίψω γράφων. [Ἀλλ’ οὐ πάρεισιν αἱ πλάται.] Πόθεν οὖν γένοιντ’ ἄν μοι πλάται; [Πόθεν; 〈πόθεν;〉] Τί δ’ ἄν, εἰ ταδὶ τἀγάλματ’ ἀντὶ τῶν πλατῶν γράφων διαρρίπτοιμι; Βέλτιον πολύ.

### 775

Ξύλον γέ τοι καὶ ταῦτα, κἀκεῖν’ ἦν ξύλον.

### 775

Ὦ χεῖρες ἐμαί, 〈νῦν〉 ἐγχειρεῖν ἔργῳ πορίμῳ. Ἄγε δή, πινάκων ξεστῶν δέλτοι, δέξασθε σμίλης ὁλκούς,

### 780

κήρυκας ἐμῶν μόχθων. Οἴμοι, τουτὶ τὸ ῥῶ μοχθηρόν.

### 780

Χωρεῖ, χωρεῖ. Ποίαν αὔλακα; Βάσκετ’, ἐπείγετε πάσας καθ’ ὁδούς, κείνᾳ, ταύτᾳ· ταχέως χρή.

**ΧΟΡΟΣ**

### 785

Ἡμεῖς τοίνυν ἡμᾶς αὐτὰς εὖ λέξωμεν παραβᾶσαι. Καίτοι πᾶς τις τὸ γυναικεῖον φῦλον κακὰ πόλλ’ ἀγορεύει, ὡς πᾶν ἐσμὲν κακὸν ἀνθρώποις κἀξ ἡμῶν ἐστιν ἅπαντα, ἔριδες, νείκη, στάσις ἀργαλέα, λύπη, πόλεμος. Φέρε δή νυν, εἰ κακόν ἐσμεν, τί γαμεῖθ’ ἡμᾶς, εἴπερ ἀληθῶς κακόν ἐσμεν,

### 790

κἀπαγορεύετε μήτ’ ἐξελθεῖν μήτ’ ἐκκύψασαν ἁλῶναι, ἀλλ’ οὑτωσὶ πολλῇ σπουδῇ τὸ κακὸν βούλεσθε φυλάττειν; Κἂν ἐξέλθῃ τὸ γύναιόν ποι, κᾆθ’ εὕρητ’ αὐτὸ θύρασιν, μανίας μαίνεσθ’, οὓς χρῆν σπένδειν καὶ χαίρειν, εἴπερ ἀληθῶς ἔνδοθεν ηὕρετε φροῦδον τὸ κακὸν καὶ μὴ κατελαμβάνετ’ ἔνδον.

### 795

Κἂν καταδάρθωμεν ἐν ἀλλοτρίων παίζουσαι καὶ κοπιῶσαι, πᾶς τις τὸ κακὸν τοῦτο ζητεῖ περὶ τὰς κλίνας περινοστῶν. Κἂν ἐκ θυρίδος παρακύπτωμεν, τὸ κακὸν ζητεῖτε θεᾶσθαι· κἂν αἰσχυνθεῖς’ ἀναχωρήσῃ, πολὺ μᾶλλον πᾶς ἐπιθυμεῖ αὖθις τὸ κακὸν παρακύψαν ἰδεῖν. Οὕτως ἡμεῖς ἐπιδήλως

### 795

ὑμῶν ἐσμεν πολὺ βελτίους. Βάσανος δὲ πάρεστιν ἰδέσθαι. Βάσανον δῶμεν πότεροι χείρους. Ἡμεῖς μὲν γάρ φαμεν ὑμᾶς, ὑμεῖς δ’ ἡμᾶς. Σκεψώμεθα δὴ κἀντιτιθῶμεν πρὸς ἕκαστον, παραβάλλουσαι τῆς τε γυναικὸς καὶ τἀνδρὸς τοὔνομ’ ἑκάστου. Ναυσιμάχης μέν 〈γ’〉 ἥττων ἐστὶν Χαρμῖνος· δῆλα δὲ τἄργα.

### 805

Καὶ μὲν δὴ καὶ Κλεοφῶν χείρων πάντως δήπου Σαλαβακχοῦς. Πρὸς Ἀριστομάχην δὲ χρόνου πολλοῦ, πρὸς ἐκείνην τὴν Μαραθῶνι, καὶ Στρατονίκην ὑμῶν οὐδεὶς οὐδ’ ἐγχειρεῖ πολεμίζειν. Ἀλλ’ Εὐβούλης τῶν πέρυσίν τις βουλευτής ἐστιν ἀμείνων παραδοὺς ἑτέρῳ τὴν βουλείαν; Οὐδ’ Ἄνυτος τοῦτό γε φήσει.

### 810

Οὕτως ἡμεῖς πολὺ βελτίους τῶν ἀνδρῶν εὐχόμεθ’ εἶναι. Οὐδ’ ἂν κλέψασα γυνὴ ζεύγει κατὰ πεντήκοντα τάλαντα εἰς πόλιν ἔλθοι τῶν δημοσίων· ἀλλ’ ἢν τὰ μέγισθ’ ὑφέληται, φορμὸν πυρῶν τἀνδρὸς κλέψας’, αὐθημερὸν ἀνταπέδωκεν. Ἀλλ’ ἡμεῖς ἂν πολλοὺς τούτων

### 815

ἀποδείξαιμεν ταῦτα ποιοῦντας, καὶ πρὸς τούτοις γάστριδας ἡμῶν ὄντας μᾶλλον καὶ λωποδύτας καὶ βωμολόχους κἀνδραποδιστάς. Καὶ μὲν δήπου καὶ τὰ πατρῷά γε

### 820

χείρους ἡμῶν εἰσιν σῴζειν. Ἡμῖν μὲν γὰρ σῶν ἔτι καὶ νῦν τἀντίον, ὁ κανών, οἱ καλαθίσκοι, τὸ σκιάδειον· τοῖς δ’ ἡμετέροις ἀνδράσι τούτοις

### 825

ἀπόλωλεν μὲν πολλοῖς ὁ κανὼν ἐκ τῶν οἴκων αὐτῇ λόγχῃ, πολλοῖς δ’ ἑτέροις ἀπὸ τῶν ὤμων ἐν ταῖς στρατιαῖς ἔρριπται τὸ σκιάδειον.

### 830

Πόλλ’ ἂν αἱ γυναῖκες ἡμεῖς ἐν δίκῃ μεμψαίμεθ’ ἂν τοῖσιν ἀνδράσιν δικαίως, ἓν δ’ ὑπερφυέστατον. Χρῆν γάρ, ἡμῶν εἰ τέκοι τις ἄνδρα χρηστὸν τῇ πόλει, ταξίαρχον ἢ στρατηγόν, λαμβάνειν τιμήν τινα,

### 830

προεδρίαν τ’ αὐτῇ δίδοσθαι Στηνίοισι καὶ Σκίροις

### 835

ἔν τε ταῖς ἄλλαις ἑορταῖς αἷσιν ἡμεῖς ἤγομεν· εἰ δὲ δειλὸν καὶ πονηρὸν ἄνδρα τις τέκοι γυνή, ἢ τριήραρχον πονηρὸν ἢ κυβερνήτην κακόν, ὑστέραν αὐτὴν καθῆσθαι σκάφιον ἀποκεκαρμένην τῆς τὸν ἀνδρεῖον τεκούσης. Τῷ γὰρ εἰκός, ὦ πόλις,

### 840

τὴν Ὑπερβόλου καθῆσθαι μητέρ’ ἠμφιεσμένην λευκὰ καὶ κόμας καθεῖσαν πλησίον τῆς Λαμάχου, καὶ δανείζειν χρήμαθ’, ᾗ χρῆν, εἰ δανείσειέν τινι καὶ τόκον πράττοιτο, διδόναι μηδέν’ ἀνθρώπων τόκον, ἀλλ’ ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματ’ εἰπόντας τοδί·

### 845

«Ἀξία γοῦν εἶ τόκου τεκοῦσα τοιοῦτον τόκον.»

**ΚΗΔΕΣΤΗΣ**

### 845

Ἰλλὸς γεγένημαι προσδοκῶν· ὁ δ’ οὐδέπω. Τί δῆτ’ ἂν εἴη τοὐμποδών; Οὐκ ἔσθ’ ὅπως οὐ τὸν Παλαμήδη ψυχρὸν ὄντ’ αἰσχύνεται. Τῷ δῆτ’ ἂν αὐτὸν προσαγαγοίμην δράματι;

### 845

Ἐγᾦδα· τὴν καινὴν Ἑλένην μιμήσομαι. Πάντως ὑπάρχει μοι γυναικεία στολή.

### 845

Τί αὖ σὺ κυρκανᾷς; Τί κοικύλλεις ἔχων; Πικρὰν Ἑλένην ὄψει τάχ’, εἰ μὴ κοσμίως ἕξεις, ἕως ἂν τῶν πρυτάνεών τις φανῇ.

### 855

Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί, ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον λευκῆς νοτίζει μελανοσυρμαίῳ λεῷ.

### 855

Πανοῦργος εἶ νὴ τὴν Ἑκάτην τὴν φωσφόρον.

### 855

Ἐμοὶ δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος,

### 860

Σπάρτη, πατὴρ δὲ Τυνδάρεως.

### 860

Σοί γ’, ὦλεθρε, πατὴρ ἐκεῖνός ἐστι; Φρυνώνδας μὲν οὖν.

### 860

Ἑλένη δ’ ἐκλήθην.

### 862

Αὖθις αὖ γίγνει γυνή, πρὶν τῆς ἑτέρας δοῦναι γυναικίσεως δίκην;

### 862

Ψυχαὶ δὲ πολλαὶ δι’ ἔμ’ ἐπὶ Σκαμανδρίοις

### 865

ῥοαῖσιν ἔθανον.

### 865

Ὤφελες δὲ καὶ σύ γε.

### 865

Κἀγὼ μὲν ἐνθάδ’ εἴμ’· ὁ δ’ ἄθλιος πόσις οὑμὸς Μενέλεως οὐδέπω προσέρχεται. Τί οὖν ἔτι ζῶ;

### 868

Τῶν κοράκων πονηρίᾳ.

### 868

Ἀλλ’ ὥσπερ αἰκάλλει τι καρδίαν ἐμήν·

### 870

μὴ ψεῦσον, ὦ Ζεῦ, τῆς ἐπιούσης ἐλπίδος.

**ΕΥΡΙΠΙΔΗΣ**

### 871

Τίς τῶνδ’ ἐρυμνῶν δωμάτων ἔχει κράτος, ὅστις ξένους δέξαιτο ποντίῳ σάλῳ καμόντας ἐν χειμῶνι καὶ ναυαγίαις;

**ΚΗΔΕΣΤΗΣ**

### 871

Πρωτέως τάδ’ ἐστὶ μέλαθρα.

### 874

Ποίου Πρωτέως,

### 875

ὦ τρισκακόδαιμον; Ψεύδεται νὴ τὼ θεώ, ἐπεὶ τέθνηκε Πρωτέας ἔτη δέκα.

**ΕΥΡΙΠΙΔΗΣ**

### 875

Ποίαν δὲ χώραν εἰσεκέλσαμεν σκάφει;

**ΚΗΔΕΣΤΗΣ**

### 875

Αἴγυπτον.

**ΕΥΡΙΠΙΔΗΣ**

### 878

Ὦ δύστηνος, οἷ πεπλώκαμεν.

### 878

Πείθει τι τῷ 〈κακῷ〉 κακῶς ἀπολουμένῳ

### 880

ληροῦντι λῆρον; Θεσμοφορεῖον τουτογί.

### 880

Αὐτὸς δὲ Πρωτεὺς ἔνδον ἔστ’ ἢ ’ξώπιος;

### 880

Οὐκ ἔσθ’ ὅπως οὐ ναυτιᾷς ἔτ’, ὦ ξένε, ὅστις 〈γ’〉 ἀκούσας ὅτι τέθνηκε Πρωτέας ἔπειτ’ ἐρωτᾷς· «Ἔνδον ἔστ’ ἢ ’ξώπιος;»

### 885

Αἰαῖ, τέθνηκε. Ποῦ δ’ ἐτυμβεύθη τάφῳ;

**ΚΗΔΕΣΤΗΣ**

### 885

Τόδ’ ἐστὶν αὐτοῦ σῆμ’, ἐφ’ ᾧ καθήμεθα.

### 885

Κακῶς ἄρ’ ἐξόλοιο, —κἀξολεῖ γέ τοι, — ὅστις γε τολμᾷς σῆμα τὸν βωμὸν καλεῖν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 885

Τί δαὶ σὺ θάσσεις τάσδε τυμβήρεις ἕδρας

### 890

φάρει καλυπτός, ὦ ξένη;

**ΚΗΔΕΣΤΗΣ**

### 890

Βιάζομαι γάμοισι Πρωτέως παιδὶ συμμεῖξαι λέχος.

### 890

Τί, ὦ κακόδαιμον, ἐξαπατᾷς αὖ τὸν ξένον; Οὗτος πανουργῶν δεῦρ’ ἀνῆλθεν, ὦ ξένε, ὡς τὰς γυναῖκας ἐπὶ κλοπῇ τοῦ χρυσίου.

### 895

Βάυζε τοὐμὸν σῶμα βάλλουσα ψόγῳ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 895

Ξένη, τίς ἡ γραῦς ἡ κακορροθοῦσά σε;

**ΚΗΔΕΣΤΗΣ**

### 895

Αὕτη Θεονόη Πρωτέως.

### 897

Μὰ τὼ θεώ, εἰ μὴ Κρίτυλλά γ’ Ἀντιθέου Γαργηττόθεν. Σὺ δ’ εἶ πανοῦργος.

### 899

Ὁπόσα τοι βούλει λέγε.

### 899

Οὐ γὰρ γαμοῦμαι σῷ κασιγνήτῳ ποτὲ προδοῦσα Μενέλεων τὸν ἐμὸν ἐν Τροίᾳ πόσιν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 899

Γύναι, τί εἶπας; Στρέψον ἀνταυγεῖς κόρας.

**ΚΗΔΕΣΤΗΣ**

### 899

Αἰσχύνομαί σε τὰς γνάθους ὑβρισμένη.

**ΕΥΡΙΠΙΔΗΣ**

### 899

Τουτὶ τί ἐστιν; Ἀφασία τίς τοί μ’ ἔχει.

### 905

Ὦ θεοί, τίν’ ὄψιν εἰσορῶ; Τίς εἶ, γύναι;

**ΚΗΔΕΣΤΗΣ**

### 905

Σὺ δ’ εἶ τίς; Αὑτὸς γὰρ σὲ κἄμ’ ἔχει λόγος.

**ΕΥΡΙΠΙΔΗΣ**

### 905

Ἑλληνὶς εἶ τις ἢ ’πιχωρία γυνή;

**ΚΗΔΕΣΤΗΣ**

### 905

Ἑλληνίς. Ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 905

Ἑλένῃ ς’ ὁμοίαν δὴ μάλιστ’ εἶδον, γύναι.

**ΚΗΔΕΣΤΗΣ**

### 910

Ἐγὼ δὲ Μενελέῳ ς’, ὅσα γ’ ἐκ τῶν ἰφύων.

**ΕΥΡΙΠΙΔΗΣ**

### 910

Ἔγνως ἄρ’ ὀρθῶς ἄνδρα δυστυχέστατον.

**ΚΗΔΕΣΤΗΣ**

### 910

Ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας,

### 913-914

λαβέ με, λαβέ με, πόσι, περίβαλε δὲ χέρας.

### 915

Φέρε, σὲ κύσω. Ἄπαγέ μ’ ἄπαγ’ ἄπαγ’ ἄπαγέ με λαβὼν ταχὺ πάνυ.

### 916

Κλαύσετ’ ἄρα νὴ τὼ θεὼ ὅστις ς’ ἀπάξει τυπτόμενος τῇ λαμπάδι.

**ΕΥΡΙΠΙΔΗΣ**

### 916

Σὺ τὴν ἐμὴν γυναῖκα κωλύεις ἐμέ, τὴν Τυνδάρειον παῖδ’, ἐπὶ Σπάρτην ἄγειν;

### 920

Οἴμ’ ὡς πανοῦργος καὐτὸς εἶναί μοι δοκεῖς καὶ τοῦδέ τις ξύμβουλος. Οὐκ ἐτὸς πάλαι ᾐγυπτιάζετ’. Ἀλλ’ ὅδε μὲν δώσει δίκην· προσέρχεται γὰρ ὁ πρύτανις χὠ τοξότης.

### 920

Τουτὶ πονηρόν. Ἀλλ’ ὑπαποκινητέον.

**ΚΗΔΕΣΤΗΣ**

### 925

Ἐγὼ δ’ ὁ κακοδαίμων τί δρῶ;

**ΕΥΡΙΠΙΔΗΣ**

### 925

Μέν’ ἥσυχος. Οὐ γὰρ προδώσω ς’ οὐδέποτ’, ἤνπερ ἐμπνέω, ἢν μὴ προλίπως’ αἱ μυρίαι με μηχαναί.

**ΚΗΔΕΣΤΗΣ**

### 925

Αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν.

**ΠΡΥΤΑΝΙΣ**

### 929

Ὅδ’ ἔσθ’ ὁ πανοῦργος ὃν ἔλεγ’ ἡμῖν Κλεισθένης;

### 930

Οὗτος, τί κύπτεις; Δῆσον αὐτὸν εἰσάγων, ὦ τοξότ’, ἐν τῇ σανίδι, κἄπειτ’ ἐνθαδὶ στήσας φύλαττε καὶ προσιέναι μηδένα ἔα πρὸς αὐτόν, ἀλλὰ τὴν μάστιγ’ ἔχων παῖ’, ἢν προσίῃ τις.

### 934

Νὴ Δί’ ὡς νυνδή γ’ ἀνὴρ

### 935

ὀλίγου μ’ ἀφείλετ’ αὐτὸν ἱστιορράφος.

**ΚΗΔΕΣΤΗΣ**

### 935

Ὦ πρύτανι, πρὸς τῆς δεξιᾶς, ἥνπερ φιλεῖς κοίλην προτείνειν ἀργύριον ἤν τις διδῷ, χάρισαι βραχύ τί μοι καίπερ ἀποθανουμένῳ.

**ΠΡΥΤΑΝΙΣ**

### 935

Τί σοι χαρίσωμαι;

**ΚΗΔΕΣΤΗΣ**

### 939

Γυμνὸν ἀποδύσαντά με

### 940

κέλευε πρὸς τῇ σανίδι δεῖν τὸν τοξότην, ἵνα μὴ ’ν κροκωτοῖς καὶ μίτραις γέρων ἀνὴρ γέλωτα παρέχω τοῖς κόραξιν ἑστιῶν.

**ΠΡΥΤΑΝΙΣ**

### 940

Ἔχοντα ταῦτ’ ἔδοξε τῇ βουλῇ σε δεῖν, ἵνα τοῖς παριοῦσι δῆλος ᾖς πανοῦργος ὤν.

**ΚΗΔΕΣΤΗΣ**

### 945

Ἰατταταιάξ. Ὦ κροκώθ’, οἷ’ εἴργασαι. Κοὐκ ἔστ’ ἔτ’ ἐλπὶς οὐδεμία σωτηρίας.

**ΧΟΡΟΣ**

### 946

Ἄγε νυν ἡμεῖς παίσωμεν ἅπερ νόμος ἐνθάδε ταῖσι γυναιξίν, ὅταν ὄργια σεμνὰ θεοῖν ἱεραῖς ὥραις ἀνέχωμεν, ἅπερ καὶ Παύσων σέβεται καὶ νηστεύει,

### 946

πολλάκις αὐτοῖν ἐκ τῶν ὡρῶν εἰς τὰς ὥρας ξυνεπευχόμενος τοιαῦτα μέλειν θάμ’ ἑαυτῷ.

### 953-954

Ὅρμα χώρει, κοῦφα ποσίν, ἄγ’ εἰς κύκλον,

### 955

χερὶ σύναπτε χέρ’, 〈ἱερᾶσ〉 ῥυθμὸν χορείας

### 956-957

ὕπαγε πᾶσα. Βαῖνε καρπαλίμοιν ποδοῖν. Ἐπισκοπεῖν δὲ

### 958

πανταχῇ κυκλοῦσαν ὄμμα χρὴ χοροῦ κατάστασιν.

### 958

Ἅμα δὲ καὶ

### 960

γένος Ὀλυμπίων θεῶν μέλπε καὶ γέραιρε φωνῇ πᾶσα χορομανεῖ τρόπῳ.

### 960

Εἰ δέ τις προσδοκᾷ κακῶς ἐρεῖν

### 964-965

ἐν ἱερῷ γυναῖκά μ’ οὖσαν ἄνδρας, οὐκ ὀρθῶς φρονεῖ.

### 966

Ἀλλὰ χρῆν, ὥσπερ ἔργον, αὐτίκα πρῶτον εὐκύκλου χορείας εὐφυᾶ στῆσαι βάσιν.

### 968

Πρόβαινε ποσὶ τὸν Εὐλύραν

### 970

μέλπουσα καὶ τὴν τοξοφόρον Ἄρτεμιν, ἄνασσαν ἁγνήν. Χαῖρ’, ὦ Ἑκάεργε,

### 972

ὄπαζε δὲ νίκην. Ἥραν τε τὴν τελείαν μέλψωμεν ὥσπερ εἰκός,

### 975

ἣ πᾶσι τοῖς χοροῖσι συμπαίζει τε καὶ κλῇδας γάμου φυλάττει.

### 976

Ἑρμῆν τε νόμιον ἄντομαι καὶ Πᾶνα καὶ Νύμφας φίλας ἐπιγελάσαι προθύμως

### 980

ταῖς ἡμετέραισι

### 980

χαρέντα χορείαις. Ἔξαρχε δὴ προθύμως διπλῆν, χάριν χορείας. Παίσωμεν, ὦ γυναῖκες, οἷάπερ νόμος· νηστεύομεν δὲ πάντως.

### 985

Ἀλλ’ εἶα, πάλλ’, ἀνάστρεφ’ εὐρύθμῳ ποδί· τόρνευε πᾶσαν ᾠδήν. Ἡγοῦ δέ γ’ ὧδ’ αὐτός,

### 987

κισσοφόρε Βακχεῖε δέσποτ’· ἐγὼ δὲ κώμοις σὲ φιλοχόροισι μέλψω.

### 990

Σὺ Διός, ὦ Διόνυσε Βρόμιε, καὶ Σεμέλας παῖ, χωρεῖς τερπόμενος

### 992

κατ’ ὄρεα Νυμ‐

### 992-993

φᾶν ἐρατοῖσιν ὕμνοις,

### 993b

εὔιον εὔιον, εὐοῖ,

### 994

〈παννύχιοσ〉 ἀναχορεύων.

### 995

Ἀμφὶ δὲ συγκτυπεῖται Κιθαιρώνιος ἠχώ, μελάμφυλλά τ’ ὄρη δάσκια πετρώ‐

### 998

δεις τε νάπαι βρέμονται· κύκλῳ δὲ περί σε κισσὸς

### 998

εὐπέταλος ἕλικι θάλλει.

**ΤΟΞΟΤΗΣ**

### 1001

Ἐνταῦτα νῦν οἰμῶξι πρὸς τὴν αἰτρίαν.

**ΚΗΔΕΣΤΗΣ**

### 1001

Ὦ τοξόθ’, ἱκετεύω σε—

**ΤΟΞΟΤΗΣ**

### 1002

Μή μ’ ἰκετεῦσι σύ.

**ΚΗΔΕΣΤΗΣ**

### 1002

χάλασον τὸν ἧλον.

**ΤΟΞΟΤΗΣ**

### 1003

Ἀλλὰ ταῦτα δρᾶς’ ἐγώ.

**ΚΗΔΕΣΤΗΣ**

### 1003

Οἴμοι κακοδαίμων, μᾶλλον ἐπικρούεις σύ γε.

**ΤΟΞΟΤΗΣ**

### 1005

Ἔτι μᾶλλο βοῦλις;

**ΚΗΔΕΣΤΗΣ**

### 1005

Ἀτταταῖ ἰατταταῖ· κακῶς ἀπόλοιο.

**ΤΟΞΟΤΗΣ**

### 1006

Σῖγα, κακόδαιμον γέρον. Πέρ’, ἐγὼ ’ξενέγκι πορμός, ἴνα πυλάξι σοι.

**ΚΗΔΕΣΤΗΣ**

### 1006

Ταυτὶ τὰ βέλτιστ’ ἀπολέλαυκ’ Εὐριπίδου. Ἔα· θεοί, Ζεῦ σῶτερ, εἰσὶν ἐλπίδες.

### 1010

Ἁνὴρ ἔοικεν οὐ προδώσειν, ἀλλά μοι σημεῖον ὑπεδήλωσε Περσεὺς ἐκδραμών, ὅτι δεῖ με γίγνεσθ’ Ἀνδρομέδαν. Πάντως δέ μοι τὰ δέσμ’ ὑπάρχει. Δῆλον οὖν 〈τοῦτ’〉 ἔσθ’ ὅτι ἥξει με σώσων. Οὐ γὰρ ἂν παρέπτετο.

### 1015

Φίλαι παρθένοι, φίλαι,

### 1015

πῶς ἂν ἀπέλθοιμι καὶ τὸν Σκύθην λάθοιμι;

### 1018-1019

Κλύεις, ὦ προσᾴδουσα τἄμ’ ἐν ἄντροις;

### 1020

Κατάνευσον, ἔασον ὡς τὴν γυναῖκά μ’ ἐλθεῖν. Ἄνοικτος ὅς μ’ ἔδησε, τὸν πολυπονώτατον βροτῶν. Μόλις δὲ γραῖαν ἀποφυγὼν

### 1025

σαπρὰν ἀπωλόμην ὅμως. Ὅδε γὰρ ὁ Σκύθης φύλαξ πάλαι ἐφεστὼς ὀλοὸν ἄφιλον ἐκρέμασεν κόραξι δεῖπνον. Ὁρᾷς, οὐ χοροῖσιν οὐδ’

### 1030

ὑφ’ ἡλίκων νεανίδων κημὸν ἕστηκ’ ἔχους’, ἀλλ’ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη κήτει βορὰ Γλαυκέτῃ πρόκειμαι. Γαμηλίῳ μὲν οὐ ξὺν

### 1035

παιῶνι, δεσμίῳ δὲ γοᾶσθέ μ’, ὦ γυναῖκες, ὡς μέλεα μὲν πέπονθα μέλεος, —ὦ τάλας ἐγώ, τάλας, — ἀπὸ δὲ συγγόνων ἄλλ’ ἄνομα

### 1039

πάθεα, φῶτα λιτομένα,

### 1040-1041

πολυδάκρυτον Ἀίδα γόον φλέγουσα,

### 1042

—αἰαῖ αἰαῖ, —

### 1042

ὃς ἔμ’ ἀπεξύρησε πρῶτον, ὃς ἐμὲ κροκόεν τόδ’ ἐνέδυσεν·

### 1045

ἐπὶ δὲ τοῖσδε τόδ’ ἀνέπεμψεν ἱερόν, ἔνθα γυναῖκες. Ἰὼ μοίρας ἄτεγκτε δαῖμον. Ὦ κατάρατος ἐγώ·

### 1048

τίς ἐμὸν οὐκ ἐπόψεται πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ;

### 1048

Εἴθε με πυρφόρος αἰθέρος ἀστὴρ τὸν δύσμορον ἐξολέσειεν. Οὐ γὰρ ἔτ’ ἀθανάταν φλόγα λεύσσειν ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην, λαιμότμητ’ ἄχη δαιμόνι’, αἰόλαν

### 1055

νέκυσιν ἐπὶ πορείαν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1056

Χαῖρ’, ὦ φίλη παῖ· τὸν δὲ πατέρα Κηφέα ὅς ς’ ἐξέθηκεν ἀπολέσειαν οἱ θεοί.

**ΚΗΔΕΣΤΗΣ**

### 1056

Σὺ δ’ εἶ τίς ἥτις τοὐμὸν ᾤκτιρας πάθος;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1056

Ἠχώ, λόγων ἀντῳδὸς ἐπικοκκάστρια,

### 1060

ἥπερ πέρυσιν ἐν τῷδε ταὐτῷ χωρίῳ Εὐριπίδῃ καὐτὴ ξυνηγωνιζόμην. Ἀλλ’, ὦ τέκνον, σὲ μὲν τὸ σαυτῆς χρὴ ποεῖν, κλάειν ἐλεινῶς.

**ΚΗΔΕΣΤΗΣ**

### 1063

Σὲ δ’ ἐπικλάειν ὕστερον.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1063

Ἐμοὶ μελήσει ταῦτά γ’. Ἀλλ’ ἄρχου λόγων.

**ΚΗΔΕΣΤΗΣ**

### 1065

Ὦ Νὺξ ἱερά,

### 1065

ὡς μακρὸν ἵππευμα διώκεις ἀστεροειδέα νῶτα διφρεύους’

### 1067

αἰθέρος ἱερᾶς τοῦ σεμνοτάτου δι’ Ὀλύμπου.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1067

Δι’ Ὀλύμπου.

**ΚΗΔΕΣΤΗΣ**

### 1070

Τί ποτ’ Ἀνδρομέδα περίαλλα κακῶν μέρος ἐξέλαχον;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1071

Μέρος ἐξέλαχον;

**ΚΗΔΕΣΤΗΣ**

### 1071

Θανάτου τλήμων—

**ΕΥΡΙΠΙΔΗΣ**

### 1072

Θανάτου τλήμων.

**ΚΗΔΕΣΤΗΣ**

### 1072

Ἀπολεῖς μ’, ὦ γραῦ, στωμυλλομένη.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1072

Στωμυλλομένη.

**ΚΗΔΕΣΤΗΣ**

### 1075

Νὴ Δί’ ὀχληρά γ’ εἰσήρρηκας λίαν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1076

Λίαν.

**ΚΗΔΕΣΤΗΣ**

### 1076

Ὦγάθ’, ἔασόν με μονῳδῆσαι, καὶ χαριεῖ μοι. Παῦσαι.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1078

Παῦσαι.

**ΚΗΔΕΣΤΗΣ**

### 1078

Βάλλ’ ἐς κόρακας.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1079

Βάλλ’ ἐς κόρακας.

**ΚΗΔΕΣΤΗΣ**

### 1080

Τί κακόν;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1080

Τί κακόν;

**ΚΗΔΕΣΤΗΣ**

### 1080

Ληρεῖς.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1080

Ληρεῖς.

**ΚΗΔΕΣΤΗΣ**

### 1080

Οἴμωζ’.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1081

Οἴμωζ’.

**ΚΗΔΕΣΤΗΣ**

### 1081

Ὀτότυζ’.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1082

Ὀτότυζ’.

**ΤΟΞΟΤΗΣ**

### 1082

Οὖτος, τί λαλεῖς;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1083

Οὖτος, τί λαλεῖς;

**ΤΟΞΟΤΗΣ**

### 1083

Πρυτάνεις καλέσω.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1084

Πρυτάνεις καλέσω.

**ΤΟΞΟΤΗΣ**

### 1085

Τί κακόν;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1085

Τί κακόν;

**ΤΟΞΟΤΗΣ**

### 1085

Πότε τὸ πωνή;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1086

Πότε τὸ πωνή;

**ΤΟΞΟΤΗΣ**

### 1086

Σὺ λαλεῖς;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1087

Σὺ λαλεῖς;

**ΤΟΞΟΤΗΣ**

### 1087

Κλαῦς’ ἄρα.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1088

Κλαῦς’ ἄρα.

**ΤΟΞΟΤΗΣ**

### 1088

Κἀγκάσκι μοι;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1089

Κἀγκάσκι μοι;

**ΚΗΔΕΣΤΗΣ**

### 1090

Μὰ Δί’, ἀλλὰ γυνὴ πλησίον αὕτη.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1090

Πλησίον αὕτη.

**ΤΟΞΟΤΗΣ**

### 1090

Ποῦ ’στ’ ἠ μιαρά;

**ΚΗΔΕΣΤΗΣ**

### 1092

Καὶ δὴ φεύγει.

**ΤΟΞΟΤΗΣ**

### 1092

Ποῖ ποῖ πεύγεις;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1093

〈 Ποῖ ποῖ πεύγεις;〉

**ΤΟΞΟΤΗΣ**

### 1093

Οὐ καιρήσεις.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1094

〈 Οὐ καιρήσεις.〉

**ΤΟΞΟΤΗΣ**

### 1095

Ἔτι γὰρ γρύζεις;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1095

Ἔτι γὰρ γρύζεις;

**ΤΟΞΟΤΗΣ**

### 1095

Λαβὲ τὴ μιαρά.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1096

Λαβὲ τὴ μιαρά.

**ΤΟΞΟΤΗΣ**

### 1096

Λάλο καὶ κατάρατο γύναικο.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1098

Ὦ θεοί, τίν’ ἐς γῆν βαρβάρων ἀφίγμεθα ταχεῖ πεδίλῳ; Διὰ μέσου γὰρ αἰθέρος

### 1098

τέμνων κέλευθον πόδα τίθημ’ ὑπόπτερον Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος κάρα κομίζων.

**ΤΟΞΟΤΗΣ**

### 1102

Τί λέγι; Γόργονος πέρι τὸ γραμματέο σὺ τὴ κεπαλή;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1103

Τὴν Γοργόνος ἔγωγέ φημι.

**ΤΟΞΟΤΗΣ**

### 1104

Γόργο τοι κἀγὼ λέγι.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1105

Ἔα, τιν’ ὄχθον τόνδ’ ὁρῶ καὶ παρθένον θεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην;

**ΚΗΔΕΣΤΗΣ**

### 1105

Ὦ ξένε, κατοίκτιρόν με, τὴν παναθλίαν· λῦσόν με δεσμῶν.

**ΤΟΞΟΤΗΣ**

### 1108

Οὐκὶ μὴ λαλῆσι σύ. Κατάρατο, τολμᾷς ἀποτανουμένη λαλεῖς;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1110

Ὦ παρθέν’, οἰκτίρω σε κρεμαμένην ὁρῶν.

**ΤΟΞΟΤΗΣ**

### 1110

Οὐ παρτέν’ ἐστίν, ἀλλ’ ἀμαρτωλὴ γέρων καὶ κλέπτο καὶ πανοῦργο.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1112

Ληρεῖς, ὦ Σκύθα. Αὕτη γάρ ἐστιν Ἀνδρομέδα, παῖς Κηφέως.

**ΤΟΞΟΤΗΣ**

### 1112

Σκέψαι τὸ κύστο· μή τι μικκὸν παίνεται;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1115

Φέρε δεῦρό μοι τὴν χεῖρ’, ἵν’ ἅψωμαι, κόρη. Φέρε, Σκύθ’· ἀνθρώποισι γὰρ νοσήματα

### 1115

ἅπασίν ἐστιν· ἐμὲ δὲ καὐτὸν τῆς κόρης ταύτης ἔρως εἴληφεν.

**ΤΟΞΟΤΗΣ**

### 1118

Οὐ ζηλῶσί σε. Ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον,

### 1120

οὐκ ἐπτόνησά ς’ αὐτὸ πυγίζεις ἄγων.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1120

Τί δ’ οὐκ ἐᾷς λύσαντά μ’ αὐτήν, ὦ Σκύθα, πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος;

**ΤΟΞΟΤΗΣ**

### 1120

Εἰ σπόδρ’ ἐπιτυμεῖς τὴ γέροντο πυγίσο, τὴ σανίδο τρήσας ἐξόπιστο πρώκτισον.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1125

Μὰ Δί’, ἀλλὰ λύσω δεσμά.

**ΤΟΞΟΤΗΣ**

### 1125

Μαστιγῶς’ ἄρα.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1125

Καὶ μὴν ποήσω τοῦτο.

**ΤΟΞΟΤΗΣ**

### 1126

Τὸ κεπαλή ς’ ἄρα τὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοΐ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1126

Αἰαῖ· τί δράσω; Πρὸς τίνας στρεφθῶ λόγους; Ἀλλ’ οὐκ ἂν ἐνδέξαιτο βάρβαρος φύσις.

### 1130

Σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰ μάτην ἀναλίσκοις ἄν. Ἀλλ’ ἄλλην τινὰ τούτῳ πρέπουσαν μηχανὴν προσοιστέον.

**ΤΟΞΟΤΗΣ**

### 1130

Μιαρὸς ἀλώπηξ, οἶον ἐπιτήκιζέ μοι.

**ΚΗΔΕΣΤΗΣ**

### 1130

Μέμνησο, Περσεῦ, μ’ ὡς καταλείπεις ἀθλίαν.

**ΤΟΞΟΤΗΣ**

### 1135

Ἔτι γὰρ σὺ τὴ μάστιγαν ἐπιτυμεῖς λαβεῖν;

**ΧΟΡΟΣ**

### 1135

Παλλάδα τὴν φιλόχορον ἐμοὶ

### 1137-1138

δεῦρο καλεῖν νόμος εἰς χορόν,

### 1139

παρθένον ἄζυγα κούρην,

### 1140

ἣ πόλιν ἡμετέραν ἔχει καὶ κράτος φανερὸν μόνη κλῃδοῦχός τε καλεῖται.

### 1142

Φάνηθ’, ὦ τυράννους στυγοῦς’, ὥσπερ εἰκός.

### 1145

Δῆμός τοί σε καλεῖ γυναι‐ κῶν· ἔχουσα δέ μοι μόλοις εἰρήνην φιλέορτον.

### 1147

Ἥκετ’ εὔφρονες, ἵλαοι, πότνιαι, ἄλσος ἐς ὑμέτερον,

### 1147

ἀνδράσιν οὐ θεμίτ’ εἰσορᾶν

### 1151-1152

ὄργια σεμνὰ θεοῖν ἵνα λαμπάσι

### 1153

φαίνετον, ἄμβροτον ὄψιν.

### 1154-1155

Μόλετον, ἔλθετον, ἀντόμεθ’, ὦ

### 1156

Θεσμοφόρω πολυποτνία. Εἰ πρότερόν ποτ’ ἐπηκόω ἤλθετον, 〈καὶ〉 νῦν ἀφίκε‐ σθον, ἱκετεύομεν, ἐνθάδ’ ἡμῖν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1160

Γυναῖκες, εἰ βούλεσθε τὸν λοιπὸν χρόνον σπονδὰς ποήσασθαι πρὸς ἐμέ, νυνὶ πάρα, ἐφ’ ᾧτ’ ἀκοῦσαι μηδὲν ὑπ’ ἐμοῦ μηδαμὰ κακὸν τὸ λοιπόν. Ταῦτ’ ἐπικηρυκεύομαι.

**ΧΟΡΟΣ**

### 1160

Χρείᾳ δὲ ποίᾳ τόνδ’ ἐπεισφέρεις λόγον;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1165

Ὅδ’ ἐστὶν οὑν τῇ σανίδι κηδεστὴς ἐμός. Ἢν οὖν κομίσωμαι τοῦτον, οὐδὲν μή ποτε κακῶς ἀκούσητ’· ἢν δὲ μὴ πείθησθέ μοι,

### 1165

ἃ νῦν ὑποικουρεῖτε τοῖσιν ἀνδράσιν ἀπὸ τῆς στρατιᾶς παροῦσιν ὑμῶν διαβαλῶ.

**ΧΟΡΟΣ**

### 1170

Τὰ μὲν παρ’ ἡμῖν ἴσθι σοι πεπεισμένα· τὸν βάρβαρον δὲ τοῦτον αὐτὸς πεῖθε σύ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1170

Ἐμὸν ἔργον ἐστίν· καὶ σόν, ὦλάφιον, ἅ σοι καθ’ ὁδὸν ἔφραζον ταῦτα μεμνῆσθαι ποεῖν. Πρῶτον μὲν οὖν δίελθε κἀνακάλπασον.

### 1175

Σὺ δ’, ὦ Τερηδών, ἐπαναφύσα Περσικόν.

**ΤΟΞΟΤΗΣ**

### 1175

Τί τὸ βόμβο τοῦτο; Κῶμό τις ἀνεγεῖρί μοι;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1177

Ἡ παῖς ἔμελλε προμελετᾶν, ὦ τοξότα. Ὀρχησομένη γὰρ ἔρχεθ’ ὡς ἄνδρας τινάς.

**ΤΟΞΟΤΗΣ**

### 1177

Ὀρκῆσι καὶ μελετῆσι, οὐ κωλῦς’ ἐγώ.

### 1180

Ὠς ἐλαπρός, ὤσπερ ψύλλο κατὰ τὸ κῴδιο.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1180

Φέρε θοἰμάτιον ἄνωθεν, ὦ τέκνον, τοδί· καθιζομένη δ’ ἐπὶ τοῖσι γόνασι τοῦ Σκύθου τὼ πόδε πρότεινον, ἵν’ ὑπολύσω.

**ΤΟΞΟΤΗΣ**

### 1183

Ναίκι, ναὶ κάτησο, κάτησο, ναίκι, ναίκι, τυγάτριον.

### 1185

Οἴμ’ ὠς στέριπο τὸ τιττί’, ὤσπερ γογγυλί.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1185

Αὔλει σὺ θᾶττον· ἔτι δέδοικας τὸν Σκύθην;

**ΤΟΞΟΤΗΣ**

### 1185

Καλό γε τὸ πυγή. Κλαῦσι, ἢν μὴ ’νδον μένῃς. Εἶεν· καλὴ τὸ σκῆμα περὶ τὸ πόστιον.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1185

Καλῶς ἔχει. Λαβὲ θοἰμάτιον· ὥρα ’στὶ νῷν

### 1190

ἤδη βαδίζειν.

**ΤΟΞΟΤΗΣ**

### 1190

Οὐκὶ πιλῆσι πρῶτά με;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1190

Πάνυ γε· Φίλησον αὐτόν.

**ΤΟΞΟΤΗΣ**

### 1191

Ὂ 〈ὂ ὄ,〉 παπαπαπαῖ, ὠς γλυκερὸ τὸ γλῶσς’, ὤσπερ Ἀττικὸς μέλις. Τί οὐ κατεύδει παρ’ ἐμέ;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1193

Χαῖρε, τοξότα· οὐ γὰρ γένοιτ’ ἂν τοῦτο.

**ΤΟΞΟΤΗΣ**

### 1194

Ναὶ 〈ναί,〉 γρᾴδιον,

### 1195

ἐμοὶ κάρισο σὺ τοῦτο.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1195

Δώσεις οὖν δραχμήν;

**ΤΟΞΟΤΗΣ**

### 1195

Ναί, ναίκι, δῶσι.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1196

Τἀργύριον τοίνυν φέρε.

**ΤΟΞΟΤΗΣ**

### 1196

Ἀλλ’ οὐκ ἔκὠδέν. Ἀλλὰ τὸ συβίνη λαβέ. Ἔπειτα κομίσι ς’ αὖτις. Ἀκολούτει, τέκνον. Σὺ δὲ τοῦτο τήρει τὴ γέροντο, γρᾴδιο.

### 1196

Ὄνομα δέ σοι τί ἐστιν;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1196

Ἀρτεμισία.

**ΤΟΞΟΤΗΣ**

### 1196

Μεμνῆσι τοίνυν τοὔνομ’· Ἀρταμουξία.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1196

Ἑρμῆ δόλιε, ταυτὶ μὲν ἔτι καλῶς ποεῖς. Σὺ μὲν οὖν ἀπότρεχε, παιδάριον, τουτὶ λαβών· ἐγὼ δὲ λύσω τόνδε. Σὺ δ’ ὅπως ἀνδρικῶς

### 1205

ὅταν λυθῇς τάχιστα φεύξει καὶ τενεῖς ὡς τὴν γυναῖκα καὶ τὰ παιδί’ οἴκαδε.

**ΚΗΔΕΣΤΗΣ**

### 1205

Ἐμοὶ μελήσει ταῦτά γ’, ἢν ἅπαξ λυθῶ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1205

Λέλυσο. Σὸν ἔργον, φεῦγε πρὶν τὸν τοξότην ἥκοντα καταλαβεῖν.

**ΚΗΔΕΣΤΗΣ**

### 1209

Ἐγὼ δὴ τοῦτο δρῶ.

**ΤΟΞΟΤΗΣ**

### 1210

Ὦ γρᾴδι’, ὠς καρίεντό σοι τὸ τυγάτριον κοὐ δύσκολ’, ἀλλὰ πρᾶο. Ποῦ τὸ γρᾴδιο; Οἴμ’ ὠς ἀπόλωλο. Ποῦ τὸ γέροντ’ ἐντευτενί; Ὦ γρᾴδι’, ὦ γρᾶ’. Οὐκ ἐπαινῶ, γρᾴδιο. Ἀρταμουξία.

### 1214

Διέβαλέ μοὐ γραῦς. Ἀπότρεκ’ ὠς τάκιστα σύ.

### 1215

Ὀρτῶς δὲ 〈σὺ〉 συβίνη· καταβεβίνησο γάρ. Οἴμοι,

### 1216

τί δρᾶσι; Ποῖ τὸ γρᾴδι’; Ἀρταμουξία.

**ΧΟΡΟΣ**

### 1216

Τὴν γραῦν ἐρωτᾷς ἣ ’φερεν τὰς πηκτίδας;

**ΤΟΞΟΤΗΣ**

### 1216

Ναί, ναίκι. Εἶδες αὐτό;

**ΧΟΡΟΣ**

### 1218

Ταύτῃ γ’ οἴχεται αὐτή τ’ ἐκείνη καὶ γέρων τις εἵπετο.

**ΤΟΞΟΤΗΣ**

### 1220

Κροκῶτ’ ἔκοντο τὴ γέροντο;

**ΧΟΡΟΣ**

### 1220

Φήμ’ ἐγώ· ἔτ’ ἂν καταλάβοις, εἰ διώκοις ταυτῃί.

**ΤΟΞΟΤΗΣ**

### 1220

Ὦ μιαρὸ γρᾶο. Πότερο τρέξι τὴν ὀδό; Ἀρταμουξία.

**ΧΟΡΟΣ**

### 1223

Ὀρθὴν ἄνω δίωκε. Ποῖ θεῖς; Οὐ πάλιν τῃδὶ διώξεις; Τοὔμπαλιν τρέχεις σύ γε.

**ΤΟΞΟΤΗΣ**

### 1225

Κακόδαιμον. —Ἀλλὰ τρέξι. Ἀρταμουξία.

**ΧΟΡΟΣ**

### 1225

Τρέχε νυν κατὰ τάχος ἐς κόρακας ἐπουρίσας. Ἀλλὰ πέπαισται μετρίως ἡμῖν· ὥσθ’ ὥρα δή ’στι βαδίζειν οἴκαδ’ ἑκάστῃ. Τὼ Θεσμοφόρω δ’

### 1230

ἡμῖν ἀγαθήν

### 1230

τούτων χάριν ἀνταποδοῖτον.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-thesmophoria-daw-aa.json (sha256:727edbc8289f2706c7fed12bf97f5ac71a10cecaac5119784446ddab3e1cac3b). Cite as `eul_wid: daw-aa`.
