---
title: Peace
title_greek: Εἰρήνη
author: Aristophanes of Athens
eul_wid: daw-ar
eul_aid: daw
canonical: "https://eulogikon.org/grc/aristophanes-of-athens/peace"
canonical_json: "https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-peace-daw-ar.json"
sha256: "58038c1628779a07b1eb925f7e353b69aac8e4364a44fff8896ddc10c89792ad"
period: Classical
dialect: Attic Comedy
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Peace

*Εἰρήνη*

**Author:** Aristophanes of Athens

**eul_wid:** `daw-ar` · [HTML page](https://eulogikon.org/grc/aristophanes-of-athens/peace) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-peace-daw-ar.json)

## Text

**ΟΙΚΕΤΗΣ Α**

### 1

Αἶρ’ αἶρε μᾶζαν ὡς τάχος τῷ κανθάρῳ.

**ΟΙΚΕΤΗΣ Β**

### 2

Ἰδού. Δὸς αὐτῷ, τῷ κάκιστ’ ἀπολουμένῳ· καὶ μήποτ’ αὐτῆς μᾶζαν ἡδίω φάγοι.

### 2

Δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην.

### 5

Ἰδοὺ μάλ’ αὖθις. Ποῦ γὰρ ἣν νυνδὴ ’φερες; Οὐ κατέφαγεν;

### 6

Μὰ τὸν Δί’, ἀλλ’ ἐξαρπάσας ὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν. Ἀλλ’ ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς.

### 6

Ἄνδρες κοπρολόγοι, προσλάβεσθε πρὸς θεῶν,

### 10

εἰ μή με βούλεσθ’ ἀποπνιγέντα περιιδεῖν.

### 10

Ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος· τετριμμένης γάρ φησιν ἐπιθυμεῖν.

### 12

Ἰδού. Ἑνὸς μέν, ὦνδρες, ἀπολελύσθαι μοι δοκῶ· οὐδεὶς γὰρ ἂν φαίη με μάττοντ’ ἐσθίειν.

### 15

Αἰβοῖ· φέρ’ ἄλλην χἀτέραν μοι χἀτέραν, καὶ τρῖβ’ 〈ἔθ’〉 ἑτέρας.

### 16

Μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ· οὐ γὰρ ἔθ’ οἷός τ’ εἴμ’ ὑπερέχειν τῆς ἀντλίας.

### 16

Αὐτὴν ἄρ’ οἴσω συλλαβὼν τὴν ἀντλίαν.

### 16

Νὴ τὸν Δί’ ἐς κόρακάς γε, καὶ σαυτόν γε πρός.

### 20

Ὑμῶν δέ γ’ εἴ τις οἶδέ μοι κατειπάτω πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην. Οὐδὲν γὰρ ἔργον ἦν ἄρ’ ἀθλιώτερον ἢ κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν. Ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, ἢ κύων

### 25

φαύλως ἐρείδει τοῦθ’· ὁ δ’ ὑπὸ φρονήματος βρενθύεταί τε καὶ φαγεῖν οὐκ ἀξιοῖ, ἢν μὴ παραθῶ τρίψας δι’ ἡμέρας ὅλης ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην. Ἀλλ’ εἰ πέπαυται τῆς ἐδωδῆς σκέψομαι

### 30

τῃδὶ παροίξας τῆς θύρας, ἵνα μή μ’ ἴδῃ. Ἔρειδε, μὴ παύσαιο μηδέποτ’ ἐσθίων τέως ἕως σαυτὸν λάθῃς διαρραγείς. Οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει, ὥσπερ παλαιστής, παραβαλὼν τοὺς γομφίους,

### 35

καὶ ταῦτα τὴν κεφαλήν τε καὶ τὼ χεῖρέ πως ὡδὶ περιάγων, ὥσπερ οἱ τὰ σχοινία τὰ παχέα συμβάλλοντες εἰς τὰς ὁλκάδας. Μιαρὸν τὸ χρῆμα καὶ κάκοσμον καὶ βορόν, χὤτου ποτ’ ἐστὶ δαιμόνων ἡ προσβολὴ

### 40

οὐκ οἶδ’. Ἀφροδίτης μὲν γὰρ οὔ μοι φαίνεται, οὐ μὴν Χαρίτων γε.

### 41

Τοῦ γάρ ἐστ’;

### 41

Οὐκ ἔσθ’ ὅπως τοῦτ’ ἔστι τὸ τέρας οὐ Διὸς Σκαταιβάτου.

### 41

Οὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοι νεανίας δοκησίσοφος· «Τόδε πρᾶγμα τί;

### 45

Ὁ κάνθαρος δὲ πρὸς τί;» Κᾆτ’ αὐτῷ γ’ ἀνὴρ Ἰωνικός τίς φησι παρακαθήμενος· «Δοκέω μέν, ἐς Κλέωνα τοῦτ’ αἰνίσσεται, ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει.» Ἀλλ’ εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν.

### 45

Ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα. Ὁ δεσπότης μου μαίνεται καινὸν τρόπον,

### 55

οὐχ ὅνπερ ὑμεῖς, ἀλλ’ ἕτερον καινὸν πάνυ. Δι’ ἡμέρας γὰρ εἰς τὸν οὐρανὸν βλέπων ὡδὶ κεχηνὼς λοιδορεῖται τῷ Διὶ καί φησιν· «Ὦ Ζεῦ, τί ποτε βουλεύει ποεῖν; Κατάθου τὸ κόρημα· μὴ ’κκόρει τὴν Ἑλλάδα.»

### 60

Ἔα ἔα· σιγήσαθ’, ὡς φωνῆς ἀκούειν μοι δοκῶ.

**ΤΡΥΓΑΙΟΣ**

### 62

Ὦ Ζεῦ, τί δρασείεις ποθ’ ἡμῶν τὸν λεών; Λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας.

### 62

Τοῦτ’ ἔστι τουτὶ τὸ κακὸν αὔθ’ οὑγὼ ’λεγον·

### 65

τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε· ἃ δ’ εἶπε πρῶτον ἡνίκ’ ἤρχεθ’ ἡ χολὴ πεύσεσθ’. Ἔφασκε γὰρ πρὸς αὑτὸν ἂν ταδί· «Πῶς ἄν ποτ’ ἀφικοίμην ἂν εὐθὺ τοῦ Διός;»

### 65

Ἔπειτα λεπτὰ κλιμάκια ποιούμενος,

### 70

πρὸς ταῦτ’ ἀνηρριχᾶτ’ ἂν εἰς τὸν οὐρανόν, ἕως ξυνετρίβη τῆς κεφαλῆς καταρρυείς. Ἐχθὲς δὲ μετὰ ταῦτ’ ἐκφθαρεὶς οὐκ οἶδ’ ὅποι εἰσήγαγ’ Αἰτναῖον μέγιστον κάνθαρον, κἄπειτα τοῦτον ἱπποκομεῖν μ’ ἠνάγκασεν,

### 75

καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον· «Ὦ Πηγάσειον,» φησί, «γενναῖον πτερόν, ὅπως πετήσει μ’ εὐθὺ τοῦ Διὸς λαβών.» Ἀλλ’ ὅ τι ποεῖ τῃδὶ διακύψας ὄψομαι. Οἴμοι τάλας· ἴτε δεῦρο δεῦρ’, ὦ γείτονες·

### 80

ὁ δεσπότης γάρ μου μετέωρος αἴρεται ἱππηδὸν εἰς τὸν ἀέρ’ ἐπὶ τοῦ κανθάρου.

### 80

Ἥσυχος ἥσυχος, ἠρέμα, κάνθων· μή μοι σοβαρὸς χώρει λίαν εὐθὺς ἀπ’ ἀρχῆς, ῥώμῃ πίσυνος,

### 85

πρὶν ἂν ἰδίῃς καὶ διαλύσῃς ἄρθρων ἶνας πτερύγων ῥύμῃ. Καὶ μὴ πνεῖ μοι κακόν, ἀντιβολῶ ς’· εἰ δὲ ποήσεις τοῦτο, κατ’ οἴκους αὐτοῦ μεῖνον τοὺς ἡμετέρους.

### 90

Ὦ δέσποτ’ ἄναξ, ὡς παραπαίεις.

### 90

Σίγα σίγα.

### 90

Ποῖ δῆτ’ ἄλλως μετεωροκοπεῖς;

### 90

Ὑπὲρ Ἑλλήνων πάντων πέτομαι τόλμημα νέον παλαμησάμενος.

### 95

Τί πέτει; Τί μάτην οὐχ ὑγιαίνεις;

### 95

Εὐφημεῖν χρὴ καὶ μὴ φλαῦρον μηδὲν γρύζειν, ἀλλ’ ὀλολύζειν· τοῖς τ’ ἀνθρώποισι φράσον σιγᾶν, τούς τε κοπρῶνας καὶ τὰς λαύρας

### 95

καιναῖς πλίνθοισιν ἀποικοδομεῖν καὶ τοὺς πρωκτοὺς ἐπικλείειν.

### 95

Οὐκ ἔσθ’ ὅπως σιγήσομ’, ἢν μή μοι φράσῃς ὅποι πέτεσθαι διανοεῖ.

### 103

Τί δ’ ἄλλο γ’ ἢ ὡς τὸν Δί’ εἰς τὸν οὐρανόν;

### 104

Τίνα νοῦν ἔχων;

### 105

Ἐρησόμενος ἐκεῖνον Ἑλλήνων πέρι ἁπαξαπάντων ὅ τι ποεῖν βουλεύεται.

### 105

Ἐὰν δὲ μή σοι καταγορεύῃ;

### 107

Γράψομαι Μήδοισιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα.

### 107

Μὰ τὸν Διόνυσον οὐδέποτε ζῶντος γ’ ἐμοῦ—

### 110

Οὐκ ἔστι παρὰ ταῦτ’ ἄλλ’.

### 110

Ἰοὺ ἰοὺ ἰού· ὦ παιδί’, ὁ πατὴρ ἀπολιπὼν ἀπέρχεται ὑμᾶς ἐρήμους εἰς τὸν οὐρανὸν λάθρᾳ. Ἀλλ’ ἀντιβολεῖτε τὸν πατέρ’, ὦ κακοδαίμονα.

**ΠΑΙΔΙΟΝ**

### 114

Ὦ πάτερ, ὦ πάτερ, ἆρ’ ἔτυμός γε

### 115

δώμασιν ἡμετέροις φάτις ἥκει, ὡς σὺ μετ’ ὀρνίθων προλιπὼν ἐμὲ ἐς κόρακας βαδιεῖ μεταμώνιος; Ἔστι τι τῶνδ’ ἐτύμως; εἴπ’, ὦ πάτερ, εἴ τι φιλεῖς με.

**ΤΡΥΓΑΙΟΣ**

### 115

Δοξάσαι ἔστι, κόραι· τὸ δ’ ἐτήτυμον, ἄχθομαι ὑμῖν,

### 120

ἡνίκ’ 〈ἂν〉 αἰτίζητ’ ἄρτον πάππαν με καλοῦσαι, ἔνδον δ’ ἀργυρίου μηδὲ ψακὰς ᾖ πάνυ πάμπαν. Ἢν δ’ ἐγὼ εὖ πράξας ἔλθω πάλιν, ἕξετ’ ἐν ὥρᾳ κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐπ’ αὐτῇ.

**ΠΑΙΔΙΟΝ**

### 120

Καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται;

### 125

Ναῦς μὲν γὰρ οὐκ ἄξει σε ταύτην τὴν ὁδόν.

**ΤΡΥΓΑΙΟΣ**

### 125

Πτηνὸς πορεύσει πῶλος· οὐ ναυσθλώσομαι.

**ΠΑΙΔΙΟΝ**

### 125

Τίς δ’ ἡπίνοιά σοὐστὶν ὥστε κάνθαρον ζεύξαντ’ ἐλαύνειν εἰς θεούς, ὦ παππία;

**ΤΡΥΓΑΙΟΣ**

### 125

Ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθη

### 130

μόνος πετηνῶν εἰς θεοὺς ἀφιγμένος.

**ΠΑΙΔΙΟΝ**

### 130

Ἄπιστον εἶπας μῦθον, ὦ πάτερ πάτερ, ὅπως κάκοσμον ζῷον ἦλθεν εἰς θεούς.

**ΤΡΥΓΑΙΟΣ**

### 130

Ἦλθεν κατ’ ἔχθραν αἰετοῦ πάλαι ποτέ, ᾤ’ ἐκκυλίνδων κἀντιτιμωρούμενος.

**ΠΑΙΔΙΟΝ**

### 135

Οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν, ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος.

**ΤΡΥΓΑΙΟΣ**

### 135

Ἀλλ’, ὦ μέλ’, ἄν μοι σιτίων διπλῶν ἔδει· νῦν δ’ ἅττ’ ἂν αὐτὸς καταφάγω τὰ σιτία, τούτοισι τοῖς αὐτοῖσι τοῦτον χορτάσω.

**ΠΑΙΔΙΟΝ**

### 140

Τί δ’, ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος; Πῶς ἐξολισθεῖν πτηνὸς ὢν δυνήσεται;

**ΤΡΥΓΑΙΟΣ**

### 140

Ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι· τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος.

**ΠΑΙΔΙΟΝ**

### 140

Λιμὴν δὲ τίς σε δέξεται φορούμενον;

**ΤΡΥΓΑΙΟΣ**

### 145

Ἐν Πειραιεῖ δήπου ’στὶ Κανθάρου λιμήν.

**ΠΑΙΔΙΟΝ**

### 145

Ἐκεῖνο τήρει, μὴ σφαλεὶς καταρρυῇς

### 145

ἐντεῦθεν, εἶτα χωλὸς ὢν Εὐριπίδῃ λόγον παράσχῃς καὶ τραγῳδία γένῃ.

**ΤΡΥΓΑΙΟΣ**

### 145

Ἐμοὶ μελήσει ταῦτά γ’. Ἀλλὰ χαίρετε.

### 145

Ὑμεῖς δέ γ’, ὑπὲρ ὧν τοὺς πόνους ἐγὼ πονῶ, μὴ βδεῖτε μηδὲ χέζεθ’ ἡμερῶν τριῶν· ὡς εἰ μετέωρος οὗτος ὢν ὀσφρήσεται, κατωκάρα ῥίψας με βουκολήσεται. Ἀλλ’ ἄγε, Πήγασε, χώρει χαίρων,

### 155

χρυσοχάλινον πάταγον ψαλίων διακινήσας φαιδροῖς ὠσίν. Τί ποεῖς, τί ποεῖς; Ποῖ παρακλίνεις τοὺς μυκτῆρας πρὸς τὰς λαύρας; Ἵει σαυτὸν θαρρῶν ἀπὸ γῆς,

### 160

κᾆτα δρομαίαν πτέρυγ’ ἐκτείνων ὀρθὸς χώρει Διὸς εἰς αὐλάς, ἀπὸ μὲν κάκκης τὴν ῥῖν’ ἀπέχων, ἀπό θ’ ἡμερίων σίτων πάντων. Ἄνθρωπε, τί δρᾷς, οὗτος ὁ χέζων

### 165

ἐν Πειραιεῖ παρὰ ταῖς πόρναις; Ἀπολεῖς μ’, ἀπολεῖς. Οὐ κατορύξεις κἀπιφορήσεις τῆς γῆς πολλήν, κἀπιφυτεύσεις ἕρπυλλον ἄνω καὶ μύρον ἐπιχεῖς; Ὡς ἤν τι πεσὼν

### 170

ἐνθένδε πάθω, τοὐμοῦ θανάτου πέντε τάλανθ’ ἡ πόλις ἡ Χίων διὰ τὸν σὸν πρωκτὸν ὀφλήσει. Οἴμ’ ὡς δέδοικα, κοὐκέτι σκώπτων λέγω. Ὦ μηχανοποιέ, πρόσεχε τὸν νοῦν, ὡς ἐμὲ

### 175

ἤδη στρέφει τι πνεῦμα περὶ τὸν ὀμφαλόν, κεἰ μὴ φυλάξεις, χορτάσω τὸν κάνθαρον. Ἀτὰρ ἐγγὺς εἶναι τῶν θεῶν ἐμοὶ δοκῶ· καὶ δὴ καθορῶ τὴν οἰκίαν τὴν τοῦ Διός. Τίς ἐν Διὸς θύραισιν; Οὐκ ἀνοίξετε;

**ΕΡΜΗΣ**

### 180

Πόθεν βροτοῦ με προσέβαλ’; Ὦναξ Ἡράκλεις, τουτὶ τί ἐστι τὸ κακόν;

**ΤΡΥΓΑΙΟΣ**

### 181

Ἱπποκάνθαρος.

**ΕΡΜΗΣ**

### 181

Ὦ μιαρὲ καὶ τόλμηρε κἀναίσχυντε σὺ καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε, πῶς δεῦρ’ ἀνῆλθες, ὦ μιαρῶν μιαρώτατε;

### 185

Τί σοί ποτ’ ἔστ’ ὄνομ’; Οὐκ ἐρεῖς;

**ΤΡΥΓΑΙΟΣ**

### 185

Μιαρώτατος.

**ΕΡΜΗΣ**

### 185

Ποδαπὸς τὸ γένος δ’ εἶ; φράζε μοι.

**ΤΡΥΓΑΙΟΣ**

### 186

Μιαρώτατος.

**ΕΡΜΗΣ**

### 186

Πατὴρ δέ σοι τίς ἐστιν;

**ΤΡΥΓΑΙΟΣ**

### 187

Ἐμοί; Μιαρώτατος.

**ΕΡΜΗΣ**

### 187

Οὔτοι μὰ τὴν Γῆν ἔσθ’ ὅπως οὐκ ἀποθανεῖ, εἰ μὴ κατερεῖς μοι τοὔνομ’ ὅ τι ποτ’ ἐστί σοι.

**ΤΡΥΓΑΙΟΣ**

### 190

Τρυγαῖος Ἀθμονεύς, ἀμπελουργὸς δεξιός, οὐ συκοφάντης οὐδ’ ἐραστὴς πραγμάτων.

**ΕΡΜΗΣ**

### 190

Ἥκεις δὲ κατὰ τί;

**ΤΡΥΓΑΙΟΣ**

### 192

Τὰ κρέα ταυτί σοι φέρων.

**ΕΡΜΗΣ**

### 192

Ὦ δειλακρίων, πῶς ἦλθες;

**ΤΡΥΓΑΙΟΣ**

### 193

Ὦ γλίσχρων, ὁρᾷς ὡς οὐκέτ’ εἶναί σοι δοκῶ μιαρώτατος;

### 195

Ἴθι νυν κάλεσόν μοι τὸν Δί’.

**ΕΡΜΗΣ**

### 195

Ἰὴ ἰὴ ἰή,

### 195

ὅτ’ οὐδὲ μέλλεις ἐγγὺς εἶναι τῶν θεῶν· φροῦδοι γάρ· ἐχθές εἰσιν ἐξῳκισμένοι.

**ΤΡΥΓΑΙΟΣ**

### 195

Ποῖ γῆς;

**ΕΡΜΗΣ**

### 198

Ἰδοὺ γῆς.

**ΤΡΥΓΑΙΟΣ**

### 198

Ἀλλὰ ποῖ;

**ΕΡΜΗΣ**

### 198

Πόρρω πάνυ, ὑπ’ αὐτὸν ἀτεχνῶς τοὐρανοῦ τὸν κύτταρον.

**ΤΡΥΓΑΙΟΣ**

### 198

Πῶς οὖν σὺ δῆτ’ ἐνταῦθα κατελείφθης μόνος;

**ΕΡΜΗΣ**

### 198

Τὰ λοιπὰ τηρῶ σκευάρια τὰ τῶν θεῶν, χυτρίδια καὶ σανίδια κἀμφορείδια.

**ΤΡΥΓΑΙΟΣ**

### 198

Ἐξῳκίσαντο δ’ οἱ θεοὶ τίνος οὕνεκα;

**ΕΡΜΗΣ**

### 198

Ἕλλησιν ὀργισθέντες. Εἶτ’ ἐνταῦθα μὲν

### 205

ἵν’ ἦσαν αὐτοὶ τὸν Πόλεμον κατῴκισαν, ὑμᾶς παραδόντες δρᾶν ἀτεχνῶς ὅ τι βούλεται· αὐτοὶ δ’ ἀνῳκίσανθ’ ὅπως ἀνωτάτω, ἵνα μὴ βλέποιεν μαχομένους ὑμᾶς ἔτι μηδ’ ἀντιβολούντων μηδὲν αἰσθανοίατο.

**ΤΡΥΓΑΙΟΣ**

### 210

Τοῦ δ’ εἵνεχ’ ἡμᾶς ταῦτ’ ἔδρασαν; εἰπέ μοι.

**ΕΡΜΗΣ**

### 210

Ὁτιὴ πολεμεῖν ᾑρεῖσθ’ ἐκείνων πολλάκις σπονδὰς ποιούντων· κεἰ μὲν οἱ Λακωνικοὶ ὑπερβάλοιντο μικρόν, ἔλεγον ἂν ταδί· «Ναὶ τὼ σιώ, νῦν Ὡττικίων δωσεῖ δίκαν.»

### 215

Εἰ δ’ αὖ τι πράξαιτ’ ἀγαθόν, Ἁττικωνικοί, κἄλθοιεν οἱ Λάκωνες εἰρήνης πέρι, ἐλέγετ’ ἂν ὑμεῖς εὐθύς· «Ἐξαπατώμεθα,

### 215

νὴ τὴν Ἀθηνᾶν. —Νὴ Δί’, οὐχὶ πειστέον. — Ἥξουσι καὖθις, ἢν ἔχωμεν τὴν Πύλον.»

**ΤΡΥΓΑΙΟΣ**

### 220

Ὁ γοῦν χαρακτὴρ ἡμεδαπὸς τῶν ῥημάτων.

**ΕΡΜΗΣ**

### 220

Ὧν οὕνεκ’ οὐκ οἶδ’ εἴ ποτ’ Εἰρήνην ἔτι τὸ λοιπὸν ὄψεσθ’.

**ΤΡΥΓΑΙΟΣ**

### 222

Ἀλλὰ ποῖ γὰρ οἴχεται;

**ΕΡΜΗΣ**

### 222

Ὁ Πόλεμος αὐτὴν ἐνέβαλ’ εἰς ἄντρον βαθύ.

**ΤΡΥΓΑΙΟΣ**

### 222

Εἰς ποῖον;

**ΕΡΜΗΣ**

### 224

Εἰς τουτὶ τὸ κάτω. Κἄπειθ’ ὁρᾷς

### 225

ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων, ἵνα μὴ λάβητε μηδέποτ’ αὐτήν.

**ΤΡΥΓΑΙΟΣ**

### 226

Εἰπέ μοι, ἡμᾶς δὲ δὴ τί δρᾶν παρασκευάζεται;

**ΕΡΜΗΣ**

### 226

Οὐκ οἶδα πλὴν ἕν, ὅτι θυείαν ἑσπέρας ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο.

**ΤΡΥΓΑΙΟΣ**

### 230

Τί δῆτα ταύτῃ τῇ θυείᾳ χρήσεται;

**ΕΡΜΗΣ**

### 230

Τρίβειν ἐν αὐτῇ τὰς πόλεις βουλεύεται. Ἀλλ’ εἶμι· καὶ γὰρ ἐξιέναι, γνώμην ἐμήν, μέλλει· θορυβεῖ γοῦν ἔνδοθεν.

**ΤΡΥΓΑΙΟΣ**

### 233

Οἴμοι δείλαιος. Φέρ’ αὐτὸν ἀποδρῶ· καὶ γὰρ ὥσπερ ᾐσθόμην

### 235

καὐτὸς θυείας φθέγμα πολεμιστηρίας.

**ΠΟΛΕΜΟΣ**

### 236

Ἰὼ βροτοὶ βροτοὶ βροτοὶ πολυτλήμονες, ὡς αὐτίκα μάλα τὰς γνάθους ἀλγήσετε.

**ΤΡΥΓΑΙΟΣ**

### 236

Ὦναξ Ἄπολλον, τῆς θυείας τοῦ πλάτους· ὅσον κακόν· καὶ τοῦ Πολέμου τοῦ βλέμματος.

### 240

Ἆρ’ οὗτός ἐστ’ ἐκεῖνος ὃν καὶ φεύγομεν, ὁ δεινός, ὁ ταλαύρινος, ὁ κατὰ τοῖν σκελοῖν;

**ΠΟΛΕΜΟΣ**

### 240

Ἰὼ Πρασιαὶ τρισάθλιαι καὶ πεντάκις καὶ πολλοδεκάκις, ὡς ἀπολεῖσθε τήμερον.

**ΤΡΥΓΑΙΟΣ**

### 240

Τουτὶ μέν, ἄνδρες, οὐδὲν ἡμῖν πρᾶγμά πω·

### 245

τὸ γὰρ κακὸν τοῦτ’ ἐστὶ τῆς Λακωνικῆς.

**ΠΟΛΕΜΟΣ**

### 245

Ἰὼ Μέγαρα Μέγαρ’, ὡς ἐπιτρίψεσθ’ αὐτίκα ἁπαξάπαντα καταμεμυττωτευμένα.

**ΤΡΥΓΑΙΟΣ**

### 245

Βαβαὶ βαβαιάξ, ὡς μεγάλα καὶ δριμέα τοῖσι Μεγαρεῦσιν ἐνέβαλεν τὰ κλαύματα.

**ΠΟΛΕΜΟΣ**

### 245

Ἰὼ Σικελία, καὶ σὺ δ’ ὡς ἀπόλλυσαι.

**ΤΡΥΓΑΙΟΣ**

### 245

Οἵα πόλις τάλαινα διακναισθήσεται.

**ΠΟΛΕΜΟΣ**

### 245

Φέρ’ ἐπιχέω καὶ τὸ μέλι τουτὶ τἀττικόν.

**ΤΡΥΓΑΙΟΣ**

### 245

Οὗτος, παραινῶ σοι μέλιτι χρῆσθἀτέρῳ. Τετρώβολον τοῦτ’ ἐστί· φείδου τἀττικοῦ.

**ΠΟΛΕΜΟΣ**

### 255

Παῖ παῖ Κυδοιμέ.

**ΚΥΔΟΙΜΟΣ**

### 255

Τί με καλεῖς;

**ΠΟΛΕΜΟΣ**

### 255

Κλαύσει μακρά. Ἕστηκας ἀργός; οὑτοσί σοι κόνδυλος.

**ΤΡΥΓΑΙΟΣ**

### 255

Ὡς δριμύς.

**ΚΥΔΟΙΜΟΣ**

### 257

Οἴμοι 〈μοι〉 τάλας, ὦ δέσποτα.

**ΤΡΥΓΑΙΟΣ**

### 257

Μῶν τῶν σκορόδων ἐνέβαλεν εἰς τὸν κόνδυλον;

**ΠΟΛΕΜΟΣ**

### 257

Οἴσεις ἀλετρίβανον τρέχων;

**ΚΥΔΟΙΜΟΣ**

### 259

Ἀλλ’, ὦ μέλε,

### 260

οὐκ ἔστιν ἡμῖν· ἐχθὲς εἰσῳκίσμεθα.

**ΠΟΛΕΜΟΣ**

### 260

Οὔκουν παρ’ Ἀθηναίων μεταθρέξει ταχὺ 〈πάνυ〉;

**ΚΥΔΟΙΜΟΣ**

### 260

Ἔγωγε νὴ Δί’· εἰ δὲ μή γε, κλαύσομαι.

**ΤΡΥΓΑΙΟΣ**

### 260

Ἄγε δή, τί δρῶμεν, ὦ πόνηρ’ ἀνθρώπια; Ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας·

### 265

εἴπερ γὰρ ἥξει τὸν ἀλετρίβανον φέρων, τούτῳ ταράξει τὰς πόλεις καθήμενος. Ἀλλ’ ὦ Διόνυς’, ἀπόλοιτο καὶ μὴ ’λθοι φέρων.

**ΠΟΛΕΜΟΣ**

### 265

Οὗτος.

**ΚΥΔΟΙΜΟΣ**

### 268

Τί ἐστιν;

**ΠΟΛΕΜΟΣ**

### 268

Οὐ φέρεις;

**ΚΥΔΟΙΜΟΣ**

### 268

Τὸ δεῖνα γάρ, ἀπόλωλ’ Ἀθηναίοισιν ἁλετρίβανος,

### 270

ὁ βυρσοπώλης, ὃς ἐκύκα τὴν Ἑλλάδα.

**ΤΡΥΓΑΙΟΣ**

### 270

Εὖ γ’, ὦ πότνια δέσποιν’ Ἀθηναία, ποιῶν ἀπόλωλ’ ἐκεῖνος κἀν δέοντι τῇ πόλει, εἰ πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι.

**ΠΟΛΕΜΟΣ**

### 270

Οὔκουν ἕτερον δῆτ’ ἐκ Λακεδαίμονος μέτει

### 275

ἁνύσας τι;

**ΚΥΔΟΙΜΟΣ**

### 275

Ταῦτ’, ὦ δέσποθ’.

**ΠΟΛΕΜΟΣ**

### 275

Ἧκέ νυν ταχύ.

**ΤΡΥΓΑΙΟΣ**

### 275

Ὦνδρες, τι πεισόμεσθα; Νῦν ἀγὼν μέγας. Ἀλλ’ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλὸν ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε.

**ΚΥΔΟΙΜΟΣ**

### 280

Οἴμοι τάλας, οἴμοι γε κἄτ’ οἴμοι μάλα.

**ΠΟΛΕΜΟΣ**

### 280

Τί ἐστι; Μῶν οὐκ αὖ φέρεις;

**ΚΥΔΟΙΜΟΣ**

### 281

Ἀπόλωλε γὰρ

### 281

καὶ τοῖς Λακεδαιμονίοισιν ἁλετρίβανος.

**ΠΟΛΕΜΟΣ**

### 281

Πῶς, ὦ πανοῦργ’;

**ΚΥΔΟΙΜΟΣ**

### 283

Εἰς τἀπὶ Θρᾴκης χωρία χρήσαντες ἑτέροις αὐτὸν εἶτ’ ἀπώλεσαν.

**ΤΡΥΓΑΙΟΣ**

### 285

Εὖ γ’, εὖ γε ποιήσαντες, ὦ Διοσκόρω. Ἴσως ἂν εὖ γένοιτο· θαρρεῖτ’, ὦ βροτοί

**ΠΟΛΕΜΟΣ**

### 285

Ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν· ἐγὼ δὲ δοίδυκ’ εἰσιὼν ποήσομαι.

**ΤΡΥΓΑΙΟΣ**

### 285

Νῦν, τοῦτ’ ἐκεῖν’, ἥκει τὸ Δάτιδος μέλος.

### 290

ὃ δεφόμενός ποτ’ ᾖδε τῆς μεσημβρίας· «Ὡς ἥδομαι καὶ χαίρομαι κεὐφραίνομαι.» Νῦν ἐστιν ἡμῖν, ὦνδρες Ἕλληνες, καλὸν ἀπαλλαγεῖσι πραγμάτων τε καὶ μαχῶν ἐξελκύσαι τὴν πᾶσιν Εἰρήνην φίλην,

### 295

πρὶν ἕτερον αὖ δοίδυκα κωλῦσαί τινα. Ἀλλ’, ὦ γεωργοὶ κἄμποροι καὶ τέκτονες καὶ δημιουργοὶ καὶ μέτοικοι καὶ ξένοι καὶ νησιῶται, δεῦρ’ ἴτ’, ὦ πάντες λεῴ, ὡς τάχιστ’ ἄμας λαβόντες καὶ μοχλοὺς καὶ σχοινία·

### 295

νῦν γὰρ ἡμῖν ἁρπάσαι πάρεστιν ἀγαθοῦ δαίμονος.

**ΧΟΡΟΣ**

### 301

Δεῦρο πᾶς χώρει προθύμως εὐθὺ τῆς σωτηρίας. Ὦ Πανέλληνες, βοηθήσωμεν, εἴπερ πώποτε, τάξεων ἀπαλλαγέντες καὶ κακῶν φοινικίδων· ἡμέρα γὰρ ἐξέλαμψεν ἥδε μισολάμαχος.

### 305

Πρὸς τάδ’ ἡμῖν, εἴ τι χρὴ δρᾶν, φράζε κἀρχιτεκτόνει· οὐ γὰρ ἔσθ’ ὅπως ἀπειπεῖν ἂν δοκῶ μοι τήμερον,

### 305

πρὶν μοχλοῖς καὶ μηχαναῖσιν εἰς τὸ φῶς ἀνελκύσαι τὴν θεῶν πασῶν μεγίστην καὶ φιλαμπελωτάτην.

**ΤΡΥΓΑΙΟΣ**

### 305

Οὐ σιωπήσεσθ’, ὅπως μὴ περιχαρεῖς τῷ πράγματι

### 310

τὸν Πόλεμον ἐκζωπυρήσετ’ ἔνδοθεν κεκραγότες;

**ΧΟΡΟΣ**

### 310

Ἀλλ’ ἀκούσαντες τοιούτου χαίρομεν κηρύγματος· οὐ γὰρ ἦν ἔχοντας ἥκειν σιτί’ ἡμερῶν τριῶν.

**ΤΡΥΓΑΙΟΣ**

### 310

Εὐλαβεῖσθέ νυν ἐκεῖνον τὸν κάτωθεν Κέρβερον, μὴ παφλάζων 〈καὶ〉 κεκραγὼς ὥσπερ ἡνίκ’ ἐνθάδ’ ἦν,

### 315

ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ ’ξελκύσαι.

**ΧΟΡΟΣ**

### 315

Οὔτι καὶ νῦν ἔστιν αὐτὴν ὅστις ἐξαιρήσεται, ἢν ἅπαξ εἰς χεῖρας ἔλθῃ τὰς ἐμάς. Ἰοῦ ἰοῦ.

**ΤΡΥΓΑΙΟΣ**

### 315

Ἐξολεῖτέ μ’, ὦνδρες, εἰ μὴ τῆς βοῆς ἀνήσετε· ἐκδραμὼν γὰρ πάντα ταυτὶ συνταράξει τοῖν ποδοῖν.

**ΧΟΡΟΣ**

### 320

Ὡς κυκάτω καὶ πατείτω πάντα καὶ ταραττέτω· οὐ γὰρ ἂν χαίροντες ἡμεῖς τήμερον παυσαίμεθ’ ἄν.

**ΤΡΥΓΑΙΟΣ**

### 320

Τί τὸ κακόν; Τί πάσχετ’, ὦνδρες; Μηδαμῶς, πρὸς τῶν θεῶν, πρᾶγμα κάλλιστον διαφθείρητε διὰ τὰ σχήματα.

**ΧΟΡΟΣ**

### 320

Ἀλλ’ ἔγωγ’ οὐ σχηματίζειν βούλομ’, ἀλλ’ ὑφ’ ἡδονῆς

### 325

οὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλει χορεύετον.

**ΤΡΥΓΑΙΟΣ**

### 325

Μή τι καὶ νυνί γ’ ἔτ’, ἀλλὰ παῦε παῦ’ ὀρχούμενος.

**ΧΟΡΟΣ**

### 325

Ἢν ἰδού, καὶ δὴ πέπαυμαι.

**ΤΡΥΓΑΙΟΣ**

### 327

Φῄς γε, παύει δ’ οὐδέπω.

**ΧΟΡΟΣ**

### 327

Ἓν μὲν οὖν τουτί μ’ ἔασον ἑλκύσαι, καὶ μηκέτι.

**ΤΡΥΓΑΙΟΣ**

### 327

Τοῦτό νυν, καὶ μηκέτ’ ἄλλο μηδὲν ὀρχήσησθέ τι.

**ΧΟΡΟΣ**

### 330

Οὐκ ἂν ὀρχησαίμεθ’, εἴπερ ὠφελήσαιμέν τί σε.

**ΤΡΥΓΑΙΟΣ**

### 330

Ἀλλ’, ὁρᾶτ’, οὔπω πέπαυσθε.

**ΧΟΡΟΣ**

### 331

Τουτογὶ νὴ τὸν Δία

### 331

τὸ σκέλος ῥίψαντες ἤδη λήγομεν τὸ δεξιόν.

**ΤΡΥΓΑΙΟΣ**

### 331

Ἐπιδίδωμι τοῦτό γ’ ὑμῖν, ὥστε μὴ λυπεῖν ἔτι.

**ΧΟΡΟΣ**

### 331

Ἀλλὰ καὶ τἀριστερόν τοί μ’ ἔστ’ ἀναγκαίως ἔχον.

### 335

Ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶ μᾶλλον ἢ τὸ γῆρας ἐκδὺς ἐκφυγὼν τὴν ἀσπίδα.

**ΤΡΥΓΑΙΟΣ**

### 335

Μή τι καὶ νυνί γε χαίρετ’· οὐ γὰρ ἴστε πω σαφῶς· ἀλλ’ ὅταν λάβωμεν αὐτήν, τηνικαῦτα χαίρετε καὶ βοᾶτε καὶ γελᾶτ’· ἤ‐

### 340

δη γὰρ ἐξέσται τόθ’ ὑμῖν πλεῖν, μένειν, κινεῖν, καθεύδειν, εἰς πανηγύρεις θεωρεῖν, ἑστιᾶσθαι, κοτταβίζειν, συβαριάζειν,

### 345

ἰοῦ ἰοῦ κεκραγέναι.

**ΧΟΡΟΣ**

### 345

Εἰ γὰρ ἐκγένοιτ’ ἰδεῖν ταύτην με τὴν ἡμέραν [ποτέ]. Πολλὰ γὰρ ἀνεσχόμην πράγματά τε καὶ στιβάδας

### 348

ἃς ἔλαχε Φορμίων· κοὐκέτ’ ἄν μ’ εὕροις δικαστὴν δριμὺν οὐδὲ δύσκολον—

**ΤΡΥΓΑΙΟΣ**

### 348

οὐδὲ τοὺς τρόπους γε δήπου σκληρὸν ὥσπερ καὶ πρὸ τοῦ,

**ΧΟΡΟΣ**

### 350-351

ἀλλ’ ἁπαλὸν ἄν μ’ ἴδοις

### 352

καὶ πολὺ νεώτερον ἀπ‐

### 352

αλλαγέντα πραγμάτων. Καὶ γὰρ ἱκανὸν χρόνον ἀπ‐ ολλύμεθα καὶ κατατε‐

### 355

τρίμμεθα πλανώμενοι

### 356-357

εἰς Λύκειον κἀκ Λυκείου σὺν δόρει σὺν ἀσπίδι.

### 358

Ἀλλ’ ὅ τι μάλιστα χαρι‐

### 358

ούμεθα ποιοῦντες, ἄγε, φράζε· σὲ γὰρ αὐτοκράτορ’

### 360

εἵλετ’ ἀγαθή τις ἡμῖν τύχη.

**ΤΡΥΓΑΙΟΣ**

### 360

Φέρε δὴ κατίδω πῇ τοὺς λίθους ἀφέλξομεν.

**ΕΡΜΗΣ**

### 360

Ὦ μιαρὲ καὶ τόλμηρε, τί ποεῖν διανοεῖ;

**ΤΡΥΓΑΙΟΣ**

### 360

Οὐδὲν πονηρόν, ἀλλ’ ὅπερ καὶ Κιλλικῶν.

**ΕΡΜΗΣ**

### 360

Ἀπόλωλας, ὦ κακόδαιμον.

**ΤΡΥΓΑΙΟΣ**

### 364

Οὐκοῦν, ἢν λάχω·

### 365

Ἑρμῆς γὰρ ὢν κλήρῳ ποήσεις οἶδ’ ὅτι.

**ΕΡΜΗΣ**

### 365

Ἀπόλωλας, ἐξόλωλας.

**ΤΡΥΓΑΙΟΣ**

### 366

Εἰς τίν’ ἡμέραν;

**ΕΡΜΗΣ**

### 366

Εἰς αὐτίκα μάλ’.

**ΤΡΥΓΑΙΟΣ**

### 367

Ἀλλ’ οὐδὲν ἠμπόληκά πω, οὔτ’ ἄλφιτ’ οὔτε τυρόν, ὡς ἀπολούμενος.

**ΕΡΜΗΣ**

### 367

Καὶ μὴν ἐπιτέτριψαί γε.

**ΤΡΥΓΑΙΟΣ**

### 369

Κᾆτα τῷ τρόπῳ

### 370

οὐκ ᾐσθόμην ἀγαθὸν τοσουτονὶ λαβών;

**ΕΡΜΗΣ**

### 370

Ἆρ’ οἶσθα θάνατον ὅτι προεῖφ’ ὁ Ζεὺς ὃς ἂν ταύτην ἀνορύττων εὑρεθῇ;

**ΤΡΥΓΑΙΟΣ**

### 372

Νῦν ἆρά με ἅπας’ ἀνάγκη ’στ’ ἀποθανεῖν;

**ΕΡΜΗΣ**

### 373

Εὖ ἴσθ’ ὅτι.

**ΤΡΥΓΑΙΟΣ**

### 373

Εἰς χοιρίδιόν μοί νυν δάνεισον τρεῖς δραχμάς·

### 375

δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι.

**ΕΡΜΗΣ**

### 375

Ὦ Ζεῦ κεραυνοβρόντα—

**ΤΡΥΓΑΙΟΣ**

### 376

Μή, πρὸς τῶν θεῶν, ἡμῶν κατείπῃς, ἀντιβολῶ σε, δέσποτα.

**ΕΡΜΗΣ**

### 376

Οὐκ ἂν σιωπήσαιμι.

**ΤΡΥΓΑΙΟΣ**

### 378

Ναί, πρὸς τῶν κρεῶν, ἁγὼ προθύμως σοι φέρων ἀφικόμην.

**ΕΡΜΗΣ**

### 380

Ἀλλ’, ὦ μέλ’, ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι, εἰ μὴ τετορήσω ταῦτα καὶ λακήσομαι.

**ΤΡΥΓΑΙΟΣ**

### 380

Μή νυν λακῄσῃς, λίσσομαί ς’, Ὦρμῄδιον. Εἰπέ μοι, τί πάσχετ’, ὦνδρες; Ἕστατ’ ἐκπεπληγμένοι. Ὦ πόνηροι, μὴ σιωπᾶτ’· εἰ δὲ μή, λακήσεται.

**ΧΟΡΟΣ**

### 385

Μηδαμῶς, ὦ δέσποθ’ Ἑρμῆ, μηδαμῶς, μηδαμῶς, εἴ τι κεχαρισμένον

### 386

χοιρίδιον οἶσθα παρ’ ἐ‐

### 386-387

μοῦ 〈γε〉 κατεδηδοκώς,

### 388

τοῦτο μὴ φαῦλον νόμιζ’ ἐν τῷδε τῷ πράγματι.

**ΤΡΥΓΑΙΟΣ**

### 388

Οὐκ ἀκούεις οἷα θωπεύουσί ς’, ὦναξ δέσποτα;

**ΧΟΡΟΣ**

### 390

Μὴ γένῃ παλίγκοτος

### 390

ἀντιβολοῦσιν ἡμῖν, ὥστε τήνδε μὴ λαβεῖν· ἀλλὰ χάρις’, ὦ φιλαν‐ θρωπότατε καὶ μεγαλο‐ δωρότατε δαιμόνων,

### 395

εἴ τι Πεισάνδρου βδελύττει τοὺς λόφους καὶ τὰς ὀφρῦς. Καί σε θυσίαισιν ἱε‐ ραῖσι προσόδοις τε μεγά‐ λαισι διὰ παντός, ὦ δέσποτ’, ἀγαλοῦμεν ἡμεῖς ἀεί.

**ΤΡΥΓΑΙΟΣ**

### 399

Ἴθ’, ἀντιβολῶ ς’, ἐλέησον αὐτῶν τὴν ὄπα,

### 399

ἐπεί σε καὶ τιμῶσι μᾶλλον ἢ πρὸ τοῦ. Κλέπται τε γὰρ νῦν μᾶλλόν εἰσιν ἢ πρὸ τοῦ. Καί σοι φράσω τι πρᾶγμα δεινὸν καὶ μέγα, ὃ τοῖς θεοῖς ἅπασιν ἐπιβουλεύεται.

**ΕΡΜΗΣ**

### 405

Ἴθι δή, κάτειπ’· ἴσως γὰρ ἂν πείσαις ἐμέ.

**ΤΡΥΓΑΙΟΣ**

### 405

Ἡ γὰρ Σελήνη χὠ πανοῦργος Ἥλιος ὑμῖν ἐπιβουλεύοντε πολὺν ἤδη χρόνον τοῖς βαρβάροισι προδίδοτον τὴν Ἑλλάδα.

**ΕΡΜΗΣ**

### 405

Ἵνα δὴ τί τοῦτο δρᾶτον;

**ΤΡΥΓΑΙΟΣ**

### 409

Ὁτιὴ νὴ Δία

### 410

ἡμεῖς μὲν ὑμῖν θύομεν, τούτοισι δὲ οἱ βάρβαροι θύουσι, διὰ τοῦτ’ εἰκότως βούλοιντ’ ἂν ἡμᾶς πάντας ἐξολωλέναι, ἵνα τὰς τελετὰς λάβοιεν αὐτοὶ τῶν θεῶν.

**ΕΡΜΗΣ**

### 410

Ταῦτ’ ἄρα πάλαι τῶν ἡμερῶν παρεκλέπτετον

### 415

καὶ τοῦ κύκλου παρέτρωγον ὑφ’ ἁρματωλίας.

**ΤΡΥΓΑΙΟΣ**

### 415

Ναὶ μὰ Δία. Πρὸς ταῦτ’, ὦ φίλ’ Ἑρμῆ, ξύλλαβε ἡμῖν προθύμως, τήνδε καὶ ξυνανέλκυσον. Καὶ σοὶ τὰ μεγάλ’ ἡμεῖς Παναθήναι’ ἄξομεν πάσας τε τὰς ἄλλας τελετὰς τὰς τῶν θεῶν,

### 420

Μυστήρι’ Ἑρμῇ, Διπολίει’, Ἀδώνια· ἅλλαι τέ σοι πόλεις πεπαυμέναι κακῶν Ἀλεξικάκῳ θύσουσιν Ἑρμῇ πανταχοῦ.

### 420

Χἄτερ’ ἔτι πόλλ’ ἕξεις ἀγαθά. Πρῶτον δέ σοι δῶρον δίδωμι τήνδ’, ἵνα σπένδειν ἔχῃς.

**ΕΡΜΗΣ**

### 425

Οἴμ’ ὡς ἐλεήμων εἴμ’ ἀεὶ τῶν χρυσίδων.

**ΤΡΥΓΑΙΟΣ**

### 425

Ὑμέτερον ἐντεῦθεν ἔργον, ὦνδρες. Ἀλλὰ ταῖς ἄμαις εἰσιόντες ὡς τάχιστα τοὺς λίθους ἀφέλκετε.

**ΧΟΡΟΣ**

### 425

Ταῦτα δράσομεν· σὺ δ’ ἡμῖν, ὦ θεῶν σοφώτατε, ἅττα χρὴ ποεῖν ἐφεστὼς φράζε δημιουργικῶς·

### 430

τἄλλα δ’ εὑρήσεις ὑπουργεῖν ὄντας ἡμᾶς οὐ κακούς.

**ΤΡΥΓΑΙΟΣ**

### 430

Ἄγε δή, σὺ ταχέως ὕπεχε τὴν φιάλην, ὅπως ἔργῳ ’φιαλοῦμεν εὐξάμενοι τοῖσιν θεοῖς.

**ΕΡΜΗΣ**

### 430

Σπονδὴ σπονδή· εὐφημεῖτε εὐφημεῖτε.

### 435

Σπένδοντες εὐχόμεσθα τὴν νῦν ἡμέραν Ἕλλησιν ἄρξαι πᾶσι πολλῶν κἀγαθῶν, χὤστις προθύμως ξυλλάβοι τῶν σχοινίων, τοῦτον τὸν ἄνδρα μὴ λαβεῖν ποτ’ ἀσπίδα.

**ΤΡΥΓΑΙΟΣ**

### 435

Μὰ Δί’, ἀλλ’ ἐν εἰρήνῃ διαγαγεῖν τὸν βίον,

### 440

ἔχονθ’ ἑταίραν καὶ σκαλεύοντ’ ἄνθρακας.

**ΕΡΜΗΣ**

### 440

Ὅστις δὲ πόλεμον μᾶλλον εἶναι βούλεται, μηδέποτε παύσασθ’ αὐτόν, ὦ Διόνυς’ ἄναξ, —

**ΤΡΥΓΑΙΟΣ**

### 440

ἐκ τῶν 〈γ’〉 ὀλεκράνων ἀκίδας ἐξαιρούμενον.

**ΕΡΜΗΣ**

### 440

Κεἴ τις ἐπιθυμῶν ταξιαρχεῖν σοὶ φθονεῖ

### 445

εἰς φῶς ἀνελθεῖν, ὦ πότνι’, ἐν ταῖσιν μάχαις—

**ΤΡΥΓΑΙΟΣ**

### 445

πάσχοι γε τοιαῦθ’ οἷάπερ Κλεώνυμος.

**ΕΡΜΗΣ**

### 445

Κεἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων, ἵν’ ἐμπολᾷ βέλτιον, ἐπιθυμεῖ μαχῶν, —

**ΤΡΥΓΑΙΟΣ**

### 445

ληφθείς 〈γ’〉 ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας.

**ΕΡΜΗΣ**

### 445

Κεἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβοι ἢ δοῦλος αὐτομολεῖν παρεσκευασμένος, —

**ΤΡΥΓΑΙΟΣ**

### 445

ἐπὶ τοῦ τροχοῦ γ’ ἕλκοιτο μαστιγούμενος.

**ΕΡΜΗΣ**

### 445

Ἡμῖν δ’ ἀγαθὰ γένοιτ’. Ἰὴ παιών, ἰή.

**ΤΡΥΓΑΙΟΣ**

### 445

Ἄφελε τὸ παίει ν, ἀλλ’ ἰὴ μόνον λέγε.

**ΕΡΜΗΣ**

### 455

Ἰὴ ἰὴ τοίνυν, ἰὴ μόνον λέγω.

**ΤΡΥΓΑΙΟΣ**

### 455

Ἑρμῇ, Χάρισιν, Ὥραισιν, Ἀφροδίτῃ, Πόθῳ.

**ΕΡΜΗΣ**

### 455

Ἄρει δὲ μή.

**ΤΡΥΓΑΙΟΣ**

### 457

Μή.

**ΕΡΜΗΣ**

### 457

Μηδ’ Ἐνυαλίῳ γε.

**ΤΡΥΓΑΙΟΣ**

### 457

Μή.

**ΕΡΜΗΣ**

### 457

Ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖσιν κάλῳς.

**ΧΟΡΟΣ**

### 458

Ὢ εἶα

**ΕΡΜΗΣ**

### 460

Εἶα μάλα.

**ΧΟΡΟΣ**

### 460

Ὢ εἶα.

**ΕΡΜΗΣ**

### 460

Εἶα ἔτι μάλα.

**ΧΟΡΟΣ**

### 460

Ὢ εἶα, ὢ εἶα.

**ΤΡΥΓΑΙΟΣ**

### 460

Ἀλλ’ οὐχ ἕλκους’ ἅνδρες ὁμοίως.

### 465

Οὐ ξυλλήψεσθ’; Οἷ’ ὀγκύλλεσθ’· οἰμώξεσθ’, οἱ Βοιωτοί.

**ΕΡΜΗΣ**

### 465

Εἶά νυν.

**ΤΡΥΓΑΙΟΣ**

### 465

Εἶα ὤ.

**ΧΟΡΟΣ**

### 465

〈Ἀλλ’〉 ἄγετε ξυνανέλκετε καὶ σφώ.

**ΤΡΥΓΑΙΟΣ**

### 470

Οὔκουν ἕλκω κἀξαρτῶμαι κἀπεμπίπτω καὶ σπουδάζω;

**ΧΟΡΟΣ**

### 470

Πῶς οὖν οὐ χωρεῖ τοὔργον;

**ΤΡΥΓΑΙΟΣ**

### 470

Ὦ Λάμαχ’, ἀδικεῖς ἐμποδὼν καθήμενος. Οὐδὲν δεόμεθ’, ὦνθρωπε, τῆς σῆς μορμόνος.

### 475

Οὐδ’ οἵδε γ’ εἷλκον οὐδὲν Ἁργεῖοι πάλαι ἀλλ’ ἢ κατεγέλων τῶν ταλαιπωρουμένων, καὶ ταῦτα διχόθεν μισθοφοροῦντες ἄλφιτα.

**ΕΡΜΗΣ**

### 475

Ἀλλ’ οἱ Λάκωνες, ὦγάθ’, ἕλκους’ ἀνδρικῶς.

**ΤΡΥΓΑΙΟΣ**

### 475

Ἆρ’ οἶσθ’ ὅσοι γ’ αὐτῶν ἔχονται τοῦ ξύλου,

### 480

μόνοι προθυμοῦντ’· ἀλλ’ ὁ χαλκεὺς οὐκ ἐᾷ.

**ΕΡΜΗΣ**

### 480

Οὐδ’ οἱ Μεγαρῆς δρῶς’ οὐδέν· ἕλκουσιν δ’ ὅμως γλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια—

**ΤΡΥΓΑΙΟΣ**

### 480

ὑπὸ τοῦ γε λιμοῦ νὴ Δί’ ἐξολωλότες.

**ΕΡΜΗΣ**

### 480

Οὐδὲν ποιοῦμεν, ὦνδρες. Ἀλλ’ ὁμοθυμαδὸν

### 485

ἅπασιν ἡμῖν αὖθις ἀντιληπτέον.

**ΧΟΡΟΣ**

### 485

Ὢ εἶα.

**ΕΡΜΗΣ**

### 485

Εἶα μάλα.

**ΧΟΡΟΣ**

### 485

Ὢ εἶα.

**ΕΡΜΗΣ**

### 485

Εἶα, νὴ Δία.

**ΧΟΡΟΣ**

### 490

Μικρόν γε κινοῦμεν.

**ΤΡΥΓΑΙΟΣ**

### 490

Οὔκουν δεινὸν 〈κἄτοπον, ἡμῶν〉 τοὺς μὲν τείνειν, τοὺς δ’ ἀντισπᾶν; Πληγὰς λήψεσθ’, Ἁργεῖοι.

**ΕΡΜΗΣ**

### 490

Εἶά νυν.

**ΤΡΥΓΑΙΟΣ**

### 495

Εἶα ὤ.

**ΧΟΡΟΣ**

### 495

Ὡς κακόνοι τινές εἰσιν ἐν ἡμῖν.

**ΤΡΥΓΑΙΟΣ**

### 495

Ὑμεῖς μὲν γοῦν οἱ κιττῶντες τῆς εἰρήνης σπᾶτ’ ἀνδρείως.

**ΧΟΡΟΣ**

### 495

Ἀλλ’ εἴς’ οἳ κωλύουσιν.

**ΕΡΜΗΣ**

### 495

Ἄνδρες Μεγαρῆς, οὐκ ἐς κόρακας ἐρρήσετε; Μισεῖ γὰρ ὑμᾶς ἡ θεὸς μεμνημένη· πρῶτοι γὰρ αὐτὴν τοῖς σκορόδοις ἠλείψατε. Καὶ τοῖς Ἀθηναίοισι παύσασθαι λέγω ἐντεῦθεν ἐχομένοις ὅθεν νῦν ἕλκετε·

### 505

οὐδὲν γὰρ ἄλλο δρᾶτε πλὴν δικάζετε. Ἀλλ’ εἴπερ ἐπιθυμεῖτε τήνδ’ ἐξελκύσαι, πρὸς τὴν θάλατταν ὀλίγον ὑποχωρήσατε.

**ΧΟΡΟΣ**

### 505

Ἄγ’, ὦνδρες, αὐτοὶ δὴ μόνοι λαβώμεθ’ οἱ γεωργοί.

**ΕΡΜΗΣ**

### 505

Χωρεῖ γέ τοι τὸ πρᾶγμα πολλῷ μᾶλλον, ὦνδρες, ὑμῖν.

**ΧΟΡΟΣ**

### 510

Χωρεῖν τὸ πρᾶγμά φησιν· ἀλλὰ πᾶς ἀνὴρ προθυμοῦ.

**ΤΡΥΓΑΙΟΣ**

### 510

Οἵ τοι γεωργοὶ τοὔργον ἐξέλκουσι, κἄλλος οὐδείς.

**ΧΟΡΟΣ**

### 511

Ἄγε νυν, ἄγε πᾶς.

**ΕΡΜΗΣ**

### 511

Καὶ μὴν ὁμοῦ ’στιν ἤδη.

**ΧΟΡΟΣ**

### 511

Μή νυν ἀνῶμεν, ἀλλ’ ἐπεν‐

### 515

τείνωμεν ἀνδρικώτερον.

**ΕΡΜΗΣ**

### 515

Ἤδη ’στὶ τοῦτ’ ἐκεῖνο.

**ΧΟΡΟΣ**

### 515

Ὢ εἶά νυν, ὢ εἶα πᾶς. Ὢ εἶα εἶα εἶά 〈νυν〉. Ὢ εἶα εἶα εἶα πᾶς.

**ΤΡΥΓΑΙΟΣ**

### 520

Ὦ πότνια βοτρυόδωρε, τί προσείπω ς’ ἔπος; Πόθεν ἂν λάβοιμι ῥῆμα μυριάμφορον ὅτῳ προσείπω ς’; Οὐ γὰρ εἶχον οἴκοθεν. Ὦ χαῖρ’, Ὀπώρα, καὶ σὺ δ’, ὦ Θεωρία· οἷον δ’ ἔχεις τὸ πρόσωπον, ὦ Θεωρία·

### 525

οἷον δὲ πνεῖς, ὡς ἡδὺ κατὰ τῆς καρδίας, γλυκύτατον, ὥσπερ ἀστρατείας καὶ μύρου.

**ΕΡΜΗΣ**

### 525

Μῶν οὖν ὅμοιον καὶ γυλιοῦ στρατιωτικοῦ;

**ΤΡΥΓΑΙΟΣ**

### 525

Ἀπέπτυς’ ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος. Τοῦ μὲν γὰρ ὄζει κρομμυοξυρεγμίας,

### 530

ταύτης δ’ ὀπώρας, ὑποδοχῆς, Διονυσίων, αὐλῶν, τραγῳδῶν, Σοφοκλέους μελῶν, κιχλῶν, ἐπυλλίων Εὐριπίδου—

**ΕΡΜΗΣ**

### 532

Κλαύσἄρα σὺ

### 532

ταύτης καταψευδόμενος· οὐ γὰρ ἥδεται αὕτη ποητῇ ῥηματίων δικανικῶν.

**ΤΡΥΓΑΙΟΣ**

### 535

κιττοῦ, τρυγοίπου, προβατίων βληχωμένων, κόλπου γυναικῶν διατρεχουσῶν εἰς ἀγρόν, δούλης μεθυούσης, ἀνατετραμμένου χοῶς, ἄλλων τε πολλῶν κἀγαθῶν.

**ΕΡΜΗΣ**

### 538

Ἴθι νυν, ἄθρει οἷον πρὸς ἀλλήλας λαλοῦσιν αἱ πόλεις

### 540

διαλλαγεῖσαι καὶ γελῶσιν ἄσμεναι—

**ΤΡΥΓΑΙΟΣ**

### 540

καὶ ταῦτα δαιμονίως ὑπωπιασμέναι ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι.

**ΕΡΜΗΣ**

### 540

Καὶ τῶνδε τοίνυν τῶν θεωμένων σκόπει τὰ πρόσωφ’, ἵνα γνῷς τὰς τέχνας.

**ΤΡΥΓΑΙΟΣ**

### 544

Αἰβοῖ τάλας.

**ΕΡΜΗΣ**

### 545

Ἐκεινονὶ γοῦν τὸν λοφοποιὸν οὐχ ὁρᾷς τίλλονθ’ ἑαυτόν;

**ΤΡΥΓΑΙΟΣ**

### 546

Ὁ δέ γε τὰς σμινύας ποιῶν κατέπαρδεν ἄρτι τοῦ ξιφουργοῦ ’κεινουί.

**ΕΡΜΗΣ**

### 546

Ὁ δὲ δρεπανουργὸς οὐχ ὁρᾷς ὡς ἥδεται;

**ΤΡΥΓΑΙΟΣ**

### 546

Καὶ τὸν δορυξὸν οἷον ἐσκιμάλισεν.

**ΕΡΜΗΣ**

### 546

Ἴθι νυν, ἄνειπε τοὺς γεωργοὺς ἀπιέναι.

**ΤΡΥΓΑΙΟΣ**

### 546

Ἀκούετε λεῴ· τοὺς γεωργοὺς ἀπιέναι τὰ γεωργικὰ σκεύη λαβόντας εἰς ἀγρὸν ὡς τάχιστ’ ἄνευ δορατίου καὶ ξίφους κἀκοντίου· ὡς ἅπαντ’ ἤδη ’στὶ μεστὰ τἀνθάδ’ εἰρήνης σαπρᾶς.

### 555

Ἀλλὰ πᾶς χώρει πρὸς ἔργον εἰς ἀγρὸν παιωνίσας.

**ΧΟΡΟΣ**

### 555

Ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα, ἄσμενός 〈σ’〉 ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους, τάς τε συκᾶς ἃς ἐγὼ ’φύτευον ὢν νεώτερος ἀσπάσασθαι θυμὸς ἡμῖν ἐστι πολλοστῷ χρόνῳ.

**ΤΡΥΓΑΙΟΣ**

### 560

Νῦν μὲν οὖν, ὦνδρες, προσευξώμεσθα πρῶτον τῇ θεῷ, ἥπερ ἡμῶν τοὺς λόφους ἀφεῖλε καὶ τὰς Γοργόνας· εἶθ’ ὅπως λιταργιοῦμεν οἴκαδ’ εἰς τὰ χωρία, ἐμπολήσαντές τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.

**ΕΡΜΗΣ**

### 560

Ὦ Πόσειδον, ὡς καλὸν τὸ στῖφος αὐτῶν φαίνεται

### 565

καὶ πυκνὸν καὶ γοργὸν ὥσπερ μᾶζα καὶ πανδαισία.

**ΤΡΥΓΑΙΟΣ**

### 565

Νὴ Δί’, ἡ γὰρ σφῦρα λαμπρὸν ἦν ἄρ’ ἐξωπλισμένη, αἵ τε θρίνακες διαστίλβουσι πρὸς τὸν ἥλιον. Ἦ καλῶς αὐτῶν ἀπαλλάξειεν ἂν μετόρχιον. Ὥστ’ ἔγωγ’ ἤδη ’πιθυμῶ καὐτὸς ἐλθεῖν εἰς ἀγρὸν

### 570

καὶ τριαινοῦν τῇ δικέλλῃ διὰ χρόνου τὸ γῄδιον. Ἀλλ’ ἀναμνησθέντες, ὦνδρες, τῆς διαίτης τῆς παλαιᾶς, ἣν παρεῖχ’ αὕτη ποθ’ ἡμῖν, τῶν τε παλασίων ἐκείνων

### 575

τῶν τε σύκων, τῶν τε μύρτων, τῆς τρυγός τε τῆς γλυκείας τῆς ἰωνιᾶς τε τῆς πρὸς τῷ φρέατι, τῶν τ’ ἐλαῶν, ὧν ποθοῦμεν,

### 580

ἀντὶ τούτων τήνδε νυνὶ τὴν θεὸν προσείπατε.

**ΧΟΡΟΣ**

### 581

Χαῖρε, χαῖρ’, ὡς ἀσμένοισιν ἦλθες, ὦ φιλτάτη·

### 581

σῷ γὰρ ἐδάμην πόθῳ, δαιμόνια βουλόμενος

### 585

εἰς ἀγρὸν ἀνερπύσαι.

### 586-587

Ἦσθα γὰρ μέγιστον ἡμῖν κέρδος, ὦ ποθουμένη,

### 588

πᾶσιν ὁπόσοι γεωργι‐ κὸν βίον ἐτρίβομεν· μό‐

### 590

νη γὰρ ἡμᾶς ὠφέλεις.

### 591-592

Πολλὰ γὰρ ἐπάσχομεν

### 593

πρίν ποτ’ ἐπὶ σοῦ γλυκέα κἀδάπανα καὶ φίλα.

### 595

Τοῖς ἀγροίκοισιν γὰρ ἦσθα χῖδρα καὶ σωτηρία.

### 596-597

Ὥστε σὲ τά τ’ ἀμπέλια

### 598

καὶ τὰ νέα συκίδια τἄλλα θ’ ὁπός’ ἐστὶ φυτὰ

### 598

προσγελάσεται λαβόντ’ ἄσμενα.

### 598

Ἀλλὰ ποῦ ποτ’ ἦν ἀφ’ ἡμῶν τὸν πολὺν τοῦτον χρόνον ἥδε, τοῦθ’ ἡμᾶς δίδαξον, ὦ θεῶν εὐνούστατε.

**ΕΡΜΗΣ**

### 598

Ὦ σοφώτατοι γεωργοί, τἀμὰ δὴ ξυνίετε ῥήματ’, εἰ βούλεσθ’ ἀκοῦσαι τήνδ’ ὅπως ἀπώλετο.

### 605

Πρῶτα μέν γ’ ἄτης ὑπῆρξε Φειδίας πράξας κακῶς. εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχοι τῆς τύχης, τὰς φύσεις ὑμῶν δεδοικὼς καὶ τὸν αὐτοδὰξ τρόπον, πρὶν παθεῖν τι δεινὸν αὐτός, ἐξέφλεξε τὴν πόλιν ᾗ ’μβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος

### 610

ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ πάντας Ἕλληνας δακρῦσαι, τούς τ’ ἐκεῖ τούς τ’ ἐνθάδε.

### 610

Ὡς δ’ ἅπαξ τὸ πρῶτον ἄκους’ ἐψόφησεν ἄμπελος καὶ πίθος πληγεὶς ὑπ’ ὀργῆς ἀντελάκτισεν πίθῳ, οὐκέτ’ ἦν οὐδεὶς ὁ παύσων, ἥδε δ’ ἠφανίζετο.

**ΤΡΥΓΑΙΟΣ**

### 615

Ταῦτα τοίνυν μὰ τὸν Ἀπόλλω ’γὼ ’πεπύσμην οὐδενός, οὐδ’ ὅπως αὐτῇ προσήκοι Φειδίας ἠκηκόη.

**ΧΟΡΟΣ**

### 615

Οὐδ’ ἔγωγε, πλήν γε νυνί. Ταῦτ’ ἄρ’ εὐπρόσωπος ἦν, οὖσα συγγενὴς ἐκείνου. Πολλά γ’ ἡμᾶς λανθάνει.

**ΕΡΜΗΣ**

### 615

Κᾆτ’ ἐπειδὴ ’γνωσαν ὑμᾶς αἱ πόλεις ὧν ἤρχετε

### 620

ἠγριωμένους ἐπ’ ἀλλήλοισι καὶ σεσηρότας, πάντ’ ἐμηχανῶντ’ ἐφ’ ὑμῖν τοὺς φόρους φοβούμεναι, κἀνέπειθον τῶν Λακώνων τοὺς μεγίστους χρήμασιν. Οἱ δ’ ἅτ’ ὄντες αἰσχροκερδεῖς καὶ διειρωνόξενοι τήνδ’ ἀπορρίψαντες αἰσχρῶς τὸν Πόλεμον ἀνήρπασαν·

### 625

κᾆτα τἀκείνων γε κέρδη τοῖς γεωργοῖς ἦν κακά· αἱ γὰρ ἐνθένδ’ αὖ τριήρεις ἀντιτιμωρούμεναι οὐδὲν αἰτίων ἂν ἀνδρῶν τὰς κράδας κατήσθιον.

**ΤΡΥΓΑΙΟΣ**

### 625

Ἐν δίκῃ μὲν οὖν, ἐπεί τοι τὴν κορώνεών γέ μου ἐξέκοψαν, ἣν ἐγὼ ’φύτευσα κἀξεθρεψάμην.

**ΧΟΡΟΣ**

### 630

Νὴ Δί’, ὦ μέλ’, ἐν δίκῃ 〈γε〉 δῆτ’, ἐπεὶ κἀμοῦ λίθον ἐμβαλόντες ἑξμέδιμνον κυψέλην ἀπώλεσαν.

**ΕΡΜΗΣ**

### 630

Κἀνθάδ’ ὡς ἐκ τῶν ἀγρῶν ξυνῆλθεν οὑργάτης λεώς, τὸν τρόπον πωλούμενος τὸν αὐτὸν οὐκ ἐμάνθανεν, ἀλλ’ ἅτ’ ὢν ἄνευ γιγάρτων καὶ φιλῶν τὰς ἰσχάδας

### 635

ἔβλεπεν πρὸς τοὺς λέγοντας· οἱ δὲ γιγνώσκοντες εὖ

### 635

τοὺς πένητας ἀσθενοῦντας κἀποροῦντας ἀλφίτων, τήνδε μὲν δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασιν, πολλάκις φανεῖσαν αὐτὴν τῆσδε τῆς χώρας πόθῳ, τῶν δὲ συμμάχων ἔσειον τοὺς παχεῖς καὶ πλουσίους,

### 640

αἰτίαν ἂν προστιθέντες, ὡς φρονοῖ τὰ Βρασίδο υ. Εἶτ’ ἂν ὑμεῖς τοῦτον ὥσπερ κυνίδι’ ἐσπαράττετε· ἡ πόλις γὰρ ὠχριῶσα κἀν φόβῳ καθημένη, ἅττα διαβάλοι τις αὐτῇ, ταῦτ’ ἂν ἥδιστ’ ἤσθιεν. Οἱ δὲ τὰς πληγὰς ὁρῶντες ἃς ἐτύπτονθ’, οἱ ξένοι,

### 645

χρυσίῳ τῶν ταῦτα ποιούντων ἐβύνουν τὸ στόμα, ὥστ’ ἐκείνους μὲν ποῆσαι πλουσίους, ἡ δ’ Ἑλλὰς αὖ ἐξερημωθεῖς’ ἂν ὑμᾶς ἔλαθε. Ταῦτα δ’ ἦν ὁ δρῶν βυρσοπώλης.

**ΤΡΥΓΑΙΟΣ**

### 648

Παῦε παῦ’, ὦ δέσποθ’ Ἑρμῆ, μὴ λέγε, ἀλλ’ ἔα τὸν ἄνδρ’ ἐκεῖνον οὗπέρ ἐστ’ εἶναι κάτω·

### 648

οὐ γὰρ ἡμέτερος ἔτ’ ἔστ’ ἐκεῖνος ἁνήρ, ἀλλὰ σός. Ἅττ’ ἂν οὖν λέγῃς ἐκεῖνον, κεἰ πανοῦργος ἦν, ὅτ’ ἔζη, καὶ λάλος καὶ συκοφάντης καὶ κύκηθρον καὶ τάρακτρον,

### 655

ταῦθ’ ἁπαξάπαντα νυνὶ τοὺς σεαυτοῦ λοιδορεῖς. Ἀλλ’ ὅ τι σιωπᾷς, ὦ πότνια, κάτειπέ μοι.

**ΕΡΜΗΣ**

### 655

Ἀλλ’ οὐκ ἂν εἴποι πρός γε τοὺς θεωμένους· ὀργὴν γὰρ αὐτοῖς ὧν ἔπαθε πολλὴν ἔχει.

**ΤΡΥΓΑΙΟΣ**

### 660

Ἡ δ’ ἀλλὰ πρὸς σὲ μικρὸν εἰπάτω μόνον.

**ΕΡΜΗΣ**

### 660

Εἴφ’ ὅ τι νοεῖς αὐτοῖσι πρὸς ἔμ’, ὦ φιλτάτη. Ἴθ’ ὦ γυναικῶν μισοπορπακιστάτη. Εἶἑν· ἀκούω. Ταῦτ’ ἐπικαλεῖς; Μανθάνω. Ἀκούσαθ’, ὑμεῖς, ὧν ἕνεκα μομφὴν ἔχει.

### 665

Ἐλθοῦσά φησιν αὐτομάτη μετὰ τἀν Πύλῳ σπονδῶν φέρουσα τῇ πόλει κίστην πλέαν ἀποχειροτονηθῆναι τρὶς ἐν τἠκκλησίᾳ.

**ΤΡΥΓΑΙΟΣ**

### 665

Ἡμάρτομεν ταῦτ’· ἀλλὰ συγγνώμην ἔχε· ὁ νοῦς γὰρ ἡμῶν ἦν τότ’ ἐν τοῖς σκύτεσιν.

**ΕΡΜΗΣ**

### 670

Ἴθι νυν, ἄκουσον οἷον ἄρτι μ’ ἤρετο· ὅστις κακόνους αὐτῇ μάλιστ’ ἦν ἐνθάδε, χὤστις φίλος κἄσπευδεν εἶναι μὴ μάχας.

**ΤΡΥΓΑΙΟΣ**

### 670

Εὐνούστατος μὲν ἦν μακρῷ Κλεώνυμος.

**ΕΡΜΗΣ**

### 670

Ποῖός τις οὖν εἶναι δοκεῖ τὰ πολεμικὰ

### 675

ὁ Κλεώνυμος;

**ΤΡΥΓΑΙΟΣ**

### 675

Ψυχήν γ’ ἄριστος, πλήν γ’ ὅτι οὐκ ἦν ἄρ’ οὗπέρ φησιν εἶναι τοῦ πατρός. Εἰ γάρ ποτ’ ἐξέλθοι στρατιώτης, εὐθέως ἀποβολιμαῖος τῶν ὅπλων ἐγίγνετο.

**ΕΡΜΗΣ**

### 675

Ἔτι νυν ἄκουσον οἷον ἄρτι μ’ ἤρετο·

### 680

ὅστις κρατεῖ νῦν τοῦ λίθου τοῦ ’ν τῇ πυκνί.

**ΤΡΥΓΑΙΟΣ**

### 680

Ὑπέρβολος νῦν τοῦτ’ ἔχει τὸ χωρίον. Αὕτη, τί ποιεῖς; Τὴν κεφαλὴν ποῖ περιάγεις;

**ΕΡΜΗΣ**

### 680

Ἀποστρέφεται τὸν δῆμον ἀχθεσθεῖς’ ὅτι οὕτω πονηρὸν προστάτην ἐπεγράψατο.

**ΤΡΥΓΑΙΟΣ**

### 685

Ἀλλ’ οὐκέτ’ αὐτῷ χρησόμεθ’ οὐδέν, ἀλλὰ νῦν ἀπορῶν ὁ δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢν τοῦτον τέως τὸν ἄνδρα περιεζώσατο.

**ΕΡΜΗΣ**

### 685

Πῶς οὖν ξυνοίσει ταῦτ’ ἐρωτᾷ τῇ πόλει.

**ΤΡΥΓΑΙΟΣ**

### 685

Εὐβουλότεροι γενησόμεθα.

**ΕΡΜΗΣ**

### 689

Τρόπῳ τίνι;

**ΤΡΥΓΑΙΟΣ**

### 690

Ὅτι τυγχάνει λυχνοποιὸς ὤν. Πρὸ τοῦ μὲν οὖν ἐψηλαφῶμεν ἐν σκότῳ τὰ πράγματα, νυνὶ δ’ ἅπαντα πρὸς λύχνον βουλεύσομεν.

**ΕΡΜΗΣ**

### 690

Ὢ ὤ,

### 693

οἷά μ’ ἐκέλευσεν ἀναπυθέσθαι σου.

**ΤΡΥΓΑΙΟΣ**

### 693

Τὸ τί;

**ΕΡΜΗΣ**

### 693

Πάμπολλα, καὶ τἀρχαῖ’ ἃ κατέλιπεν τότε·

### 695

Πρῶτον δ’ ὅ τι πράττει Σοφοκλέης ἀνήρετο.

**ΤΡΥΓΑΙΟΣ**

### 695

Εὐδαιμονεῖ· πάσχει δὲ θαυμαστόν.

**ΕΡΜΗΣ**

### 696

Τὸ τί;

**ΤΡΥΓΑΙΟΣ**

### 696

Ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης.

**ΕΡΜΗΣ**

### 696

Σιμωνίδης; πῶς;

**ΤΡΥΓΑΙΟΣ**

### 698

Ὅτι γέρων ὢν καὶ σαπρὸς κέρδους ἕκατι κἂν ἐπὶ ῥιπὸς πλέοι.

**ΕΡΜΗΣ**

### 698

Τί δαὶ Κρατῖνος ὁ σοφός; Ἔστιν;

**ΤΡΥΓΑΙΟΣ**

### 698

Ἀπέθανεν, ὅθ’ οἱ Λάκωνες ἐνέβαλον.

**ΕΡΜΗΣ**

### 701

Τί παθών;

**ΤΡΥΓΑΙΟΣ**

### 701

Ὅ τι; ὡρακιάσας· οὐ γὰρ ἐξηνέσχετο ἰδὼν πίθον καταγνύμενον οἴνου πλέων. Χἄτερα πός’ ἄττ’ οἴει γεγενῆσθ’ ἐν τῇ πόλει;

### 705

Ὥστ’ οὐδέποτ, ὦ δέσποιν’, ἀφησόμεσθά σου.

**ΕΡΜΗΣ**

### 705

Ἴθι νυν, ἐπὶ τούτοις τὴν Ὀπώραν λάμβανε

### 705

γυναῖκα σαυτῷ τήνδε· κᾆτ’ ἐν τοῖς ἀγροῖς ταύτῃ ξυνοικῶν ἐκποιοῦ σαυτῷ βότρυς.

**ΤΡΥΓΑΙΟΣ**

### 705

Ὦ φιλτάτη, δεῦρ’ ἐλθὲ καὶ δός μοι κύσαι.

### 710

Ἆρ’ ἂν βλαβῆναι διὰ χρόνου τί σοι δοκῶ, ὦ δέσποθ’ Ἑρμῆ, τῆς Ὀπώρας κατελάσας;

**ΕΡΜΗΣ**

### 710

Οὔκ, εἴ γε κυκεῶν’ ἐπιπίοις βληχωνίαν. Ἀλλ’ ὡς τάχιστα τήνδε τὴν Θεωρίαν ἀπάγαγε τῇ βουλῇ λαβών, ἧσπέρ ποτ’ ἦν.

**ΤΡΥΓΑΙΟΣ**

### 715

Ὦ μακαρία βουλὴ σὺ τῆς Θεωρίας, ὅσον ῥοφήσεις ζωμὸν ἡμερῶν τριῶν, ὅσας δὲ κατέδει χόλικας ἑφθὰς καὶ κρέα. Ἀλλ’, ὦ φίλ’ Ἑρμῆ, χαῖρε πολλά.

**ΕΡΜΗΣ**

### 718

Καὶ σύ γε, ὦνθρωπε, χαίρων ἄπιθι καὶ μέμνησό μου.

**ΤΡΥΓΑΙΟΣ**

### 720

Ὦ κάνθαρ’, οἴκαδ’ οἴκαδ’ ἀποπετώμεθα.

**ΕΡΜΗΣ**

### 720

Οὐκ ἐνθάδ’, ὦ τᾶν, ἐστι.

**ΤΡΥΓΑΙΟΣ**

### 721

Ποῖ γὰρ οἴχεται;

**ΕΡΜΗΣ**

### 721

Ὑφ’ ἅρματ’ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.

**ΤΡΥΓΑΙΟΣ**

### 721

Πόθεν οὖν ὁ τλήμων ἐνθάδ’ ἕξει σιτία;

**ΕΡΜΗΣ**

### 721

Τὴν τοῦ Γανυμήδους ἀμβροσίαν σιτήσεται.

**ΤΡΥΓΑΙΟΣ**

### 725

Πῶς δῆτ’ ἐγὼ καταβήσομαι;

**ΕΡΜΗΣ**

### 725

Θάρρει, καλῶς· τῃδὶ παρ’ αὐτὴν τὴν θεόν.

**ΤΡΥΓΑΙΟΣ**

### 726

Δεῦρ’, ὦ κόρα, ἕπεσθον ἅμ’ ἐμοὶ θᾶττον, ὡς πολλοὶ πάνυ ποθοῦντες ὑμᾶς ἀναμένους’ ἐστυκότες.

**ΧΟΡΟΣ**

### 726

Ἀλλ’ ἴθι χαίρων· ἡμεῖς δὲ τέως τάδε τὰ σκεύη παραδόντες

### 730

τοῖς ἀκολούθοις δῶμεν σῴζειν, ὡς εἰώθασι μάλιστα περὶ τὰς σκηνὰς πλεῖστοι κλέπται κυπτάζειν καὶ κακοποιεῖν. Ἀλλὰ φυλάττετε ταῦτ’ ἀνδρείως· ἡμεῖς δ’ αὖ τοῖσι θεαταῖς ἣν ἔχομεν ὁδὸν λόγων εἴπωμεν ὅσα τε νοῦς ἔχει.

### 733

Χρῆν μὲν τύπτειν τοὺς ῥαβδούχους, εἴ τις κωμῳδοποητὴς

### 735

αὑτὸν ἐπῄνει πρὸς τὸ θέατρον παραβὰς ἐν τοῖς ἀναπαίστοις. Εἰ δ’ οὖν εἰκός τινα τιμῆσαι, θύγατερ Διός, ὅστις ἄριστος κωμῳδοδιδάσκαλος ἀνθρώπων καὶ κλεινότατος γεγένηται, ἄξιος εἶναί φης’ εὐλογίας μεγάλης ὁ διδάσκαλος ἡμῶν. Πρῶτον μὲν γὰρ τοὺς ἀντιπάλους μόνος ἀνθρώπων κατέπαυσεν

### 740

εἰς τὰ ῥάκια σκώπτοντας ἀεὶ καὶ τοῖς φθειρσὶν πολεμοῦντας· τούς θ’ Ἡρακλέας τοὺς μάττοντας καὶ τοὺς πεινῶντας ἐκείνους [τοὺς φεύγοντας κἀξαπατῶντας καὶ τυπτομένους ἐπίτηδες,] ἐξήλας’ ἀτιμώσας πρῶτος, καὶ τοὺς δούλους παρέλυσεν οὓς ἐξῆγον κλάοντας ἀεί, καὶ τούτους οὕνεκα τουδί,

### 745

ἵν’ ὁ σύνδουλος σκώψας αὐτοῦ τὰς πληγὰς εἶτ’ ἀνέροιτο· «Ὦ κακόδαιμον, τί τὸ δέρμ’ ἔπαθες; Μῶν ὑστριχὶς εἰσέβαλέν σοι εἰς τὰς πλευρὰς πολλῇ στρατιᾷ κἀδενδροτόμησε τὸ νῶτον;» Τοιαῦτ’ ἀφελὼν κακὰ καὶ φόρτον καὶ βωμολοχεύματ’ ἀγεννῆ ἐπόησε τέχνην μεγάλην ἡμῖν κἀπύργως’ οἰκοδομήσας

### 745

ἔπεσιν μεγάλοις καὶ διανοίαις καὶ σκώμμασιν οὐκ ἀγοραίοις, οὐκ ἰδιώτας ἀνθρωπίσκους κωμῳδῶν οὐδὲ γυναῖκας, ἀλλ’ Ἡρακλέους ὀργήν τιν’ ἔχων τοῖσι μεγίστοις ἐπεχείρει, διαβὰς βυρσῶν ὀσμὰς δεινὰς κἀπειλὰς βορβοροθύμους. Καὶ πρῶτον μὲν μάχομαι πάντων αὐτῷ τῷ καρχαρόδοντι,

### 755

οὗ δεινόταται μὲν ἀπ’ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον, ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο περὶ τὴν κεφαλήν, φωνὴν δ’ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας, φώκης δ’ ὀσμήν, Λαμίας 〈δ’〉 ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου. Τοιοῦτον ἰδὼν τέρας οὐ κατέδεις’, ἀλλ’ ὑπὲρ ὑμῶν πολεμίζων

### 760

ἀντεῖχον ἀεὶ καὶ τῶν ἄλλων νήσων. Ὧν εἵνεκα νυνὶ ἀποδοῦναί μοι τὴν χάριν ὑμᾶς εἰκὸς καὶ μνήμονας εἶναι. Καὶ γὰρ πρότερον πράξας κατὰ νοῦν οὐχὶ παλαίστρας περινοστῶν παῖδας ἐπείρων, ἀλλ’ ἀράμενος τὴν σκευὴν εὐθὺς ἐχώρουν, παῦρ’ ἀνιάσας, πόλλ’ εὐφράνας, πάντα παρασχὼν τὰ δέοντα.

### 765

Πρὸς ταῦτα χρεὼν εἶναι μετ’ ἐμοῦ καὶ τοὺς ἄνδρας καὶ τοὺς παῖδας· καὶ τοῖς φαλακροῖσι παραινοῦμεν ξυσπουδάζειν περὶ τῆς νίκης. Πᾶς γάρ τις ἐρεῖ νικῶντος ἐμοῦ

### 770

κἀπὶ τραπέζῃ καὶ ξυμποσίοις· «Φέρε τῷ φαλακρῷ, δὸς τῷ φαλακρῷ τῶν τρωγαλίων, καὶ μἀφαίρει

### 772

γενναιοτάτου τῶν ποιητῶν ἀνδρὸς τὸ μέτωπον ἔχοντος».

### 773

Μοῦσα, σὺ μὲν πολέμους ἀπ‐

### 774

ωσαμένη μετ’ ἐμοῦ

### 775

τοῦ φίλου χόρευσον, κλείουσα θεῶν τε γάμους ἀνδρῶν τε δαῖτας

### 778-779

καὶ θαλίας μακάρων· σοὶ

### 780

γὰρ τάδ’ ἐξ ἀρχῆς μέλει.

### 781-782

Ἢν δέ σε Καρκίνος ἐλθὼν

### 783-784

ἀντιβολῇ μετὰ τῶν παίδων χορεῦσαι,

### 785

μήθ’ ὑπάκουε μήτ’ ἔλ‐ θῃς συνέριθος αὐτοῖς, ἀλλὰ νόμιζε πάντας

### 788-789

ὄρτυγας οἰκογενεῖς, γυλιαύχενας ὀρχηστὰς

### 790-791

νανοφυεῖς, σφυράδων ἀποκνήσματα, μηχανοδίφας.

### 792-793

Καὶ γὰρ ἔφασχ’ ὁ πατὴρ ὃ παρ’ ἐλπίδας

### 794

εἶχε τὸ δρᾶμα γαλῆν τῆς

### 795

ἑσπέρας ἀπάγξαι.

### 795

Τοιάδε χρὴ Χαρίτων δα‐ μώματα καλλικόμων τὸν σοφὸν ποητὴν ὑμνεῖν, ὅταν ἠρινὰ μὲν

### 795

φωνῇ χελιδὼν ἑζομένη κελαδῇ, χο‐ ρὸν δὲ μὴ ’χῃ Μόρσιμος

### 803-804

μηδὲ Μελάνθιος, οὗ δὴ

### 805-806

πικροτάτην ὄπα γηρύσαντος ἤκους’,

### 807

ἡνίκα τῶν τραγῳδῶν τὸν χορὸν εἶχον ἁδελ‐ φός τε καὶ αὐτός, ἄμφω

### 810-811

Γοργόνες ὀψοφάγοι, βατιδοσκόποι Ἅρπυιαι,

### 812-813

γραοσόβαι μιαροί, τραγομάσχαλοι ἰχθυολῦμαι·

### 814-815

ὧν καταχρεμψαμένη μέγα καὶ πλατὺ

### 816

Μοῦσα θεὰ μετ’ ἐμοῦ ξύμ‐ παιζε τὴν ἑορτήν.

**ΤΡΥΓΑΙΟΣ**

### 819

Ὡς χαλεπὸν ἐλθεῖν ἦν ἄρ’ εὐθὺ τῶν θεῶν.

### 820

Ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλει. Μικροὶ δ’ ὁρᾶν ἄνωθεν ἦστ’. Ἔμοιγέ τοι ἀπὸ τοὐρανοῦ ’φαίνεσθε κακοήθεις πάνυ, ἐντευθενὶ δὲ πολύ τι κακοηθέστεροι.

**ΟΙΚΕΤΗΣ**

### 820

Ὦ δέσποθ’, ἥκεις;

**ΤΡΥΓΑΙΟΣ**

### 824

Ὡς ἐγὼ ’πυθόμην τινός.

**ΟΙΚΕΤΗΣ**

### 825

Τί δ’ ἔπαθες;

**ΤΡΥΓΑΙΟΣ**

### 825

Ἤλγουν τὼ σκέλει μακρὰν ὁδὸν διεληλυθώς.

**ΟΙΚΕΤΗΣ**

### 826

Ἴθι νυν, κάτειπέ μοι—

**ΤΡΥΓΑΙΟΣ**

### 826

Τὸ τί;

**ΟΙΚΕΤΗΣ**

### 826

Ἄλλον τιν’ εἶδες ἄνδρα κατὰ τὸν ἀέρα πλανώμενον πλὴν σαυτόν;

**ΤΡΥΓΑΙΟΣ**

### 828

Οὔκ, εἰ μή γέ που ψυχὰς δύ’ ἢ τρεῖς διθυραμβοδιδασκάλων.

**ΟΙΚΕΤΗΣ**

### 830

Τί δ’ ἔδρων;

**ΤΡΥΓΑΙΟΣ**

### 830

Ξυνελέγοντ’ ἀναβολὰς ποτώμεναι τὰς ἐνδιαεριαυρονηχέτους τινάς.

**ΟΙΚΕΤΗΣ**

### 830

Οὐκ ἦν ἄρ’ οὐδ’ ἃ λέγουσι, κατὰ τὸν ἀέρα ὡς ἀστέρες γιγνόμεθ’, ὅταν τις ἀποθάνῃ;

**ΤΡΥΓΑΙΟΣ**

### 830

Μάλιστα.

**ΟΙΚΕΤΗΣ**

### 834

Καὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ

### 835

Ἴων ὁ Χῖος;

**ΤΡΥΓΑΙΟΣ**

### 835

Ὅνπερ ἐπόησεν πάλαι ἐνθάδε τὸν Ἀοῖόν ποθ’· ὡς δ’ ἦλθ’, εὐθέως Ἀοῖον αὐτὸν πάντες ἐκάλουν ἀστέρα.

**ΟΙΚΕΤΗΣ**

### 835

Τίνες γάρ εἰς’ οἱ διατρέχοντες ἀστέρες,

### 835

οἳ καόμενοι θέουσιν;

**ΤΡΥΓΑΙΟΣ**

### 839

Ἀπὸ δείπνου τινὲς

### 840

τῶν πλουσίων οὗτοι βαδίζους’ ἀστέρων ἰπνοὺς ἔχοντες, ἐν δὲ τοῖς ἰπνοῖσι πῦρ. Ἀλλ’ εἴσαγ’ ὡς τάχιστα ταυτηνὶ λαβών, καὶ τὴν πύελον κατάκλυζε καὶ θέρμαιν’ ὕδωρ, στόρνυ τ’ ἐμοὶ καὶ τῇδε κουρίδιον λέχος.

### 845

Καὶ ταῦτα δράσας ἧκε δεῦρ’ αὖθις πάλιν· ἐγὼ δ’ ἀποδώσω τήνδε τῇ βουλῇ τέως.

**ΟΙΚΕΤΗΣ**

### 845

Πόθεν δ’ ἔλαβες ταύτας σύ;

**ΤΡΥΓΑΙΟΣ**

### 847

Πόθεν; ἐκ τοὐρανοῦ.

**ΟΙΚΕΤΗΣ**

### 847

Οὐκ ἂν ἔτι δοίην τῶν θεῶν τριώβολον, εἰ πορνοβοσκοῦς’ ὥσπερ ἡμεῖς οἱ βροτοί.

**ΤΡΥΓΑΙΟΣ**

### 847

Οὔκ, ἀλλὰ κἀκεῖ ζῶσιν ἀπὸ τούτων τινές. Ἄγε νυν ἴωμεν.

**ΟΙΚΕΤΗΣ**

### 851

Εἰπέ μοι, δῶ καταφαγεῖν ταύτῃ τι;

**ΤΡΥΓΑΙΟΣ**

### 852

Μηδέν· οὐ γὰρ ἐθελήσει φαγεῖν οὔτ’ ἄρτον οὔτε μᾶζαν, εἰωθυῖ’ ἀεὶ παρὰ τοῖς θεοῖσιν ἀμβροσίαν λείχειν ἄνω.

**ΟΙΚΕΤΗΣ**

### 855

Λείχειν ἄρ’ αὐτῇ κἀνθάδε σκευαστέον.

**ΧΟΡΟΣ**

### 855

Εὐδαιμονικῶς γ’ ὁ πρε‐ σβύτης, ὅσα γ’ ὧδ’ ἰδεῖν, τὰ νῦν τάδε πράττει.

**ΤΡΥΓΑΙΟΣ**

### 855

Τί δῆτ’, ἐπειδὰν νυμφίον μ’ ὁρᾶτε λαμπρὸν ὄντα;

**ΧΟΡΟΣ**

### 860

Ζηλωτὸς ἔσει, γέρον, αὖθις νέος ὢν πάλιν, μύρῳ κατάλειπτος.

**ΤΡΥΓΑΙΟΣ**

### 860

Οἶμαι. Τί δῆθ’, ὅταν ξυνὼν τῶν τιτθίων ἔχωμαι;

**ΧΟΡΟΣ**

### 860

Εὐδαιμονέστερος φανεῖ τῶν Καρκίνου στροβίλων.

**ΤΡΥΓΑΙΟΣ**

### 865

Οὔκουν δικαίως; ὅστις εἰς

### 865

ὄχημα κανθάρου ’πιβὰς ἔσωσα τοὺς Ἕλληνας, ὥστ’

### 866

ἐν τοῖς ἀγροῖς ἅπαντας ὄντας ἀσφαλῶς

### 867

κινεῖν τε καὶ καθεύδειν.

**ΟΙΚΕΤΗΣ**

### 867

Ἡ παῖς λέλουται καὶ τὰ τῆς πυγῆς καλά· ὁ πλακοῦς πέπεπται, σησαμῆ ξυμπλάττεται,

### 870

καὶ τἄλλ’ ἁπαξάπαντα· τοῦ πέους δὲ δεῖ.

**ΤΡΥΓΑΙΟΣ**

### 870

Ἴθι νυν ἀποδῶμεν τήνδε τὴν Θεωρίαν ἁνύσαντε τῇ βουλῇ.

**ΟΙΚΕΤΗΣ**

### 872

Τίς αὑτηί; Τί φῄς;

**ΤΡΥΓΑΙΟΣ**

### 872

Αὑτὴ Θεωρία ’στίν, ἣν ἡμεῖς ποτε ἐπαίομεν Βραυρωνάδ’ ὑποπεπωκότες,

### 875

σάφ’ ἴσθι, κἀλήφθη γε μόλις.

**ΟΙΚΕΤΗΣ**

### 875

Ὦ δέσποτα, ὅσην ἔχει τὴν πρωκτοπεντετηρίδα.

**ΤΡΥΓΑΙΟΣ**

### 875

Εἶἑν· τίς ἐσθ’ ὑμῶν δίκαιος, τίς ποτε; Τίς διαφυλάξει τήνδε τῇ βουλῇ λαβών; Οὗτος, τί περιγράφεις;

**ΟΙΚΕΤΗΣ**

### 879

Τὸ δεῖν’, εἰς Ἴσθμια

### 880

σκηνὴν ἐμαυτοῦ τῷ πέει καταλαμβάνω.

**ΤΡΥΓΑΙΟΣ**

### 880

Οὔπω λέγεθ’ ὑμεῖς τίς ὁ φυλάξων; Δεῦρο σύ· καταθήσομαι γὰρ αὐτὸς εἰς μέσους 〈σ’〉 ἄγων.

**ΟΙΚΕΤΗΣ**

### 880

Ἐκεινοσὶ νεύει.

**ΤΡΥΓΑΙΟΣ**

### 883

Τίς;

**ΟΙΚΕΤΗΣ**

### 883

Ὅστις; Ἀριφράδης, ἄγειν παρ’ αὐτὸν ἀντιβολῶν.

**ΤΡΥΓΑΙΟΣ**

### 884

Ἀλλ’, ὦ μέλε,

### 885

τὸν ζωμὸν αὐτῆς προσπεσὼν ἐκλάψεται. Ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί. Βουλή, πρυτάνεις, ὁρᾶτε τὴν Θεωρίαν. Σκέψασθ’ ὅς’ ὑμῖν ἀγαθὰ παραδώσω φέρων, ὥστ’· εὐθέως ἄραντας ὑμᾶς τὼ σκέλει

### 890

ταύτης μετεώρω κᾆτ’ ἀγαγεῖν ἀνάρρυσιν. Τουτὶ δ’ ὁρᾶτε τοὐπτάνιον.

**ΟΙΚΕΤΗΣ**

### 891

Οἴμ’ ὡς καλόν. Διὰ ταῦτα καὶ κεκάπνικεν ἆρ’· ἐνταῦθα γὰρ πρὸ τοῦ πολέμου τὰ λάσανα τῇ βουλῇ ποτ’ ἦν.

**ΤΡΥΓΑΙΟΣ**

### 891

Ἔπειτ’ ἀγῶνά γ’ εὐθὺς ἐξέσται ποεῖν

### 895

ταύτην ἔχουσιν αὔριον καλὸν πάνυ,

### 896a

[ἐπὶ γῆς παλαίειν, τετραποδηδὸν ἑστάναι,]

### 896b

πλαγίαν καταβάλλειν, εἰς γόνατα κῦβδ’ ἱστάναι,

### 897

καὶ παγκράτιόν γ’ ὑπαλειψαμένοις νεανικῶς παίειν, ὀρύττειν, πὺξ ὁμοῦ καὶ τῷ πέει· τρίτῃ δὲ μετὰ ταῦθ’ ἱπποδρομίαν ἄξετε,

### 897

ἵνα δὴ κέλης κέλητα παρακελητιεῖ, ἅρματα δ’ ἐπ’ ἀλλήλοισιν ἀνατετραμμένα φυσῶντα καὶ πνέοντα προσκινήσεται· ἕτεροι δὲ κείσονταί γ’ ἀπεψωλημένοι

### 897

περὶ ταῖσι καμπαῖς ἡνίοχοι πεπτωκότες.

### 905

Ἀλλ’, ὦ πρυτάνεις, δέχεσθε τὴν Θεωρίαν. Θέας’ ὡς προθύμως ὁ πρύτανις παρεδέξατο. Ἀλλ’ οὐκ ἄν, εἴ τι προῖκα προσαγαγεῖν ς’ ἔδει, ἀλλ’ ηὗρον ἄν ς’ ὑπέχοντα τὴν ἐκεχειρίαν.

**ΧΟΡΟΣ**

### 910

Ἦ χρηστὸς ἀνὴρ πολί‐ της ἐστὶν ἅπασιν ὅσ‐

### 911

τις γ’ ἐστὶ τοιοῦτος.

**ΤΡΥΓΑΙΟΣ**

### 911

Ὅταν τρυγᾶτ’, εἴσεσθε πολλῷ μᾶλλον οἷός εἰμι.

**ΧΟΡΟΣ**

### 911

Καὶ νῦν σύ γε δῆλος εἶ· σωτὴρ γὰρ ἅπασιν ἀν‐

### 915

θρώποις γεγένησαι.

**ΤΡΥΓΑΙΟΣ**

### 915

Φήσεις 〈γ’〉, ἐπειδὰν ἐκπίῃς οἴνου νέου λεπαστήν.

**ΧΟΡΟΣ**

### 915

Καὶ πλήν γε τῶν θεῶν ἀεί ς’ ἡγησόμεσθα πρῶτον.

**ΤΡΥΓΑΙΟΣ**

### 915

Πολλῶν γὰρ ὑμῖν ἄξιος Τρυγαῖος Ἁθμονεὺς ἐγώ,

### 920

δεινῶν ἀπαλλάξας πόνων

### 920

τὸν δημότην ὅμιλον, καὶ τὸν γεωργικὸν λεὼν

### 921

Ὑπέρβολόν τε παύσας.

**ΟΙΚΕΤΗΣ**

### 921

Ἄγε δή, τί νῷν ἐντευθενὶ ποητέον;

**ΤΡΥΓΑΙΟΣ**

### 921

Τί δ’ ἄλλο γ’ ἢ ταύτην χύτραις ἱδρυτέον;

**ΟΙΚΕΤΗΣ**

### 921

Χύτραισιν, ὥσπερ μεμφόμενον Ἑρμῄδιον;

**ΤΡΥΓΑΙΟΣ**

### 925

Τί δαὶ δοκεῖ; Βούλεσθε λαρινῷ βοΐ;

**ΟΙΚΕΤΗΣ**

### 925

Βοΐ; μηδαμῶς, ἵνα μὴ βοηθεῖν ποι δέῃ.

**ΤΡΥΓΑΙΟΣ**

### 925

Ἀλλ’ ὑὶ παχείᾳ καὶ μεγάλῃ;

**ΟΙΚΕΤΗΣ**

### 927

Μὴ μή.

**ΤΡΥΓΑΙΟΣ**

### 927

Τιή;

**ΟΙΚΕΤΗΣ**

### 927

Ἵνα μὴ γένηται Θεογένους ὑηνία.

**ΤΡΥΓΑΙΟΣ**

### 927

Τῷ δαὶ δοκεῖ σοι δῆτα τῶν λοιπῶν;

**ΟΙΚΕΤΗΣ**

### 929

Ὀί.

**ΤΡΥΓΑΙΟΣ**

### 930

Ὀί;

**ΟΙΚΕΤΗΣ**

### 930

Ναὶ μὰ Δί’.

**ΤΡΥΓΑΙΟΣ**

### 930

Ἀλλὰ τοῦτό γ’ ἔστ’ Ἰωνικὸν τὸ ῥῆμ’.

**ΟΙΚΕΤΗΣ**

### 931

Ἐπίτηδές γ’, ἵν’ 〈ὅταν〉 ἐν τἠκκλησίᾳ ὡς χρὴ πολεμεῖν λέγῃ τις, οἱ καθήμενοι ὑπὸ τοῦ δέους λέγως’ Ἰωνικῶς· Ὀὶ—

**ΤΡΥΓΑΙΟΣ**

### 931

Εὖ τοι λέγεις.

**ΟΙΚΕΤΗΣ**

### 934

καὶ τἄλλα γ’ ὦσιν ἤπιοι.

### 935

Ὥστ’ ἐσόμεθ’ ἀλλήλοισιν ἀμνοὶ τοὺς τρόπους καὶ τοῖσι συμμάχοισι πρᾳότεροι πολύ.

**ΤΡΥΓΑΙΟΣ**

### 935

Ἴθι νυν, ἄγ’ ὡς τάχιστα τὸ πρόβατον λαβών· ἐγὼ δὲ ποριῶ βωμὸν ἐφ’ ὅτου θύσομεν.

**ΧΟΡΟΣ**

### 938

Ὡς πάνθ’ ὅς’ ἂν θεὸς θέλῃ χἠ τύχη, κατορθοῖ.

### 940

Χωρεῖ κατὰ νοῦν, ἕτερον δ’ ἑτέρῳ τούτων κατὰ καιρὸν ἀπαντᾷ.

**ΤΡΥΓΑΙΟΣ**

### 940

Ὡς ταῦτα δῆλά γ’ ἔσθ’· ὁ γὰρ βωμὸς θύρασι καὶ δή.

**ΧΟΡΟΣ**

### 940

〈Ἄγ’〉 ἐπείγετέ νυν ἐν ὅσῳ σοβαρὰ θεόθεν κατέχει πολέμου μετάτροπος

### 945

αὔρα· νῦν γὰρ δαίμων φανερῶς

### 945

εἰς ἀγαθὰ μεταβιβάζει.

**ΤΡΥΓΑΙΟΣ**

### 945

Τὸ κανοῦν πάρεστ’ ὀλὰς ἔχον καὶ στέμμα καὶ μάχαιραν, καὶ πῦρ γε τουτί, κοὐδὲν ἴσχει πλὴν τὸ πρόβατον ὑμᾶς.

**ΧΟΡΟΣ**

### 945

Οὔκουν ἁμιλλήσεσθον; ὡς ἢν Χαῖρις ὑμᾶς ἴδῃ, πρόσεισιν αὐλήσων ἄκλη‐ τος, κᾆτα τοῦτ’ εὖ οἶδ’ ὅτι φυσῶντι καὶ πονουμένῳ

### 955

προσδώσετε δήπου.

**ΤΡΥΓΑΙΟΣ**

### 955

Ἄγε δή, τὸ κανοῦν λαβὼν σὺ καὶ τὴν χέρνιβα περίιθι τὸν βωμὸν ταχέως ἐπιδέξια.

**ΟΙΚΕΤΗΣ**

### 955

Ἰδού. Λέγοις ἂν ἄλλο· περιελήλυθα.

**ΤΡΥΓΑΙΟΣ**

### 955

Φέρε δή, τὸ δαλίον τόδ’ ἐμβάψω λαβών.

### 960

Σείου σὺ ταχέως· σὺ δὲ πρότεινε τῶν ὀλῶν, καὐτός τε χερνίπτου παραδοὺς ταύτην ἐμοί, καὶ τοῖς θεαταῖς ῥῖπτε τῶν κριθῶν.

**ΟΙΚΕΤΗΣ**

### 962

Ἰδού.

**ΤΡΥΓΑΙΟΣ**

### 962

Ἔδωκας ἤδη;

**ΟΙΚΕΤΗΣ**

### 963

Νὴ τὸν Ἑρμῆν, ὥστε γε τούτων ὅσοιπέρ εἰσι τῶν θεωμένων

### 965

οὐκ ἔστιν οὐδεὶς ὅστις οὐ κριθὴν ἔχει.

**ΤΡΥΓΑΙΟΣ**

### 965

Οὐχ αἱ γυναῖκές γ’ ἔλαβον.

**ΟΙΚΕΤΗΣ**

### 966

Ἀλλ’ εἰς ἑσπέραν δώσουσιν αὐταῖς ἅνδρες.

**ΤΡΥΓΑΙΟΣ**

### 967

Ἀλλ’ εὐχώμεθα. Τίς τῇδε; Ποῦ ποτ’ εἰσὶ πολλοὶ κἀγαθοί;

**ΟΙΚΕΤΗΣ**

### 967

Τοισδὶ φέρε δῶ· πολλοὶ γάρ εἰσι κἀγαθοί.

**ΤΡΥΓΑΙΟΣ**

### 970

Τούτους ἀγαθοὺς ἐνόμισας;

**ΟΙΚΕΤΗΣ**

### 970

Οὐ γάρ, οἵτινες

### 970

ἡμῶν καταχεόντων ὕδωρ τοσουτονὶ εἰς ταὐτὸ τοῦθ’ ἑστᾶς’ ἰόντες χωρίον;

**ΤΡΥΓΑΙΟΣ**

### 970

Ἀλλ’ ὡς τάχιστ’ εὐχώμεθ’.

**ΟΙΚΕΤΗΣ**

### 973

Εὐχώμεσθα δή.

**ΤΡΥΓΑΙΟΣ**

### 973

Ὦ σεμνοτάτη βασίλεια θεά,

### 975

πότνι’ Εἰρήνη, δέσποινα χορῶν, δέσποινα γάμων, δέξαι θυσίαν τὴν ἡμετέραν.

**ΟΙΚΕΤΗΣ**

### 975

Δέξαι δῆτ’, ὦ πολυτιμήτη, νὴ Δία, καὶ μὴ ποίει γ’ ἅπερ αἱ

### 980

μοιχευόμεναι δρῶσι γυναῖκες. Καὶ γὰρ ἐκεῖναι παρακλίνασαι τῆς αὐλείας παρακύπτουσιν· κἄν τις προσέχῃ τὸν νοῦν αὐταῖς ἀναχωροῦσιν·

### 985

κᾆτ’ ἢν ἀπίῃ, παρακύπτουσιν. Τούτων σὺ πόει μηδὲν ἔθ’ ἡμῖν.

**ΤΡΥΓΑΙΟΣ**

### 985

Μὰ Δί’, ἀλλ’ ἀπόφηνον ὅλην σαυτὴν γενναιοπρεπῶς τοῖσιν ἐρασταῖς ἡμῖν, οἵ σου τρυχόμεθ’ ἤδη

### 990

τρία καὶ δέκ’ ἔτη· λῦσον δὲ μάχας καὶ κορκορυγάς, ἵνα Λυσιμάχην σε καλῶμεν· παῦσον δ’ ἡμῶν τὰς ὑπονοίας τὰς περικόμψους,

### 995

αἷς στωμυλλόμεθ’ εἰς ἀλλήλους· μεῖξον δ’ ἡμᾶς τοὺς Ἕλληνας

### 996

πάλιν ἐξ ἀρχῆς φιλίας χυλῷ καὶ συγγνώμῃ

### 996

τινὶ πρᾳοτέρᾳ κέρασον τὸν νοῦν· καὶ τὴν ἀγορὰν ἡμῖν ἀγαθῶν

### 996

ἐμπλησθῆναι, ’κ Μεγάρων σκορόδων, σικύων πρῴων, μήλων, ῥοιῶν, δούλοισι χλανισκιδίων μικρῶν· κἀκ Βοιωτῶν γε φέροντας ἰδεῖν χῆνας, νήττας, φάττας, τροχίλους·

### 1005

καὶ Κωπᾴδων ἐλθεῖν σπυρίδας, καὶ περὶ ταύτας ἡμᾶς ἁθρόους ὀψωνοῦντας τυρβάζεσθαι Μορύχῳ, Τελέᾳ, Γλαυκέτῃ, ἄλλοις τένθαις πολλοῖς· κᾆτα Μελάνθιον

### 1010

ἥκειν ὕστερον εἰς τὴν ἀγοράν, τὰς δὲ πεπρᾶσθαι, τὸν δ’ ὀτοτύζειν, εἶτα μονῳδεῖν ἐκ Μηδείας· «Ὀλόμαν, ὀλόμαν ἀποχηρωθεὶς τᾶς ἐν τεύτλοισι λοχευομένας·»

### 1015

τοὺς δ’ ἀνθρώπους ἐπιχαίρειν. Ταῦτ’, ὦ πολυτίμητ’, εὐχομένοις ἡμῖν δίδου. Λαβὲ τὴν μάχαιραν· εἶθ’ ὅπως μαγειρικῶς σφάξεις τὸν οἶν.

**ΟΙΚΕΤΗΣ**

### 1018

Ἀλλ’ οὐ θέμις.

**ΤΡΥΓΑΙΟΣ**

### 1018

Τιὴ τί δή;

**ΟΙΚΕΤΗΣ**

### 1018

Οὐχ ἥδεται δήπουθεν Εἰρήνη σφαγαῖς,

### 1020

οὐδ’ αἱματοῦται βωμός.

**ΤΡΥΓΑΙΟΣ**

### 1020

Ἀλλ’ εἴσω φέρων θύσας τὰ μηρί’ ἐξελὼν δεῦρ’ ἔκφερε, χοὔτω τὸ πρόβατον τῷ χορηγῷ σῴζεται.

**ΧΟΡΟΣ**

### 1020

Σὲ δὴ θύρασιν 〈ἐνθαδὶ〉 χρὴ μένοντα τοίνυν σχίζας δευρὶ τιθέναι ταχέως

### 1025

τά τε πρόσφορα πάντ’ ἐπὶ τούτοις.

**ΤΡΥΓΑΙΟΣ**

### 1025

Οὔκουν δοκῶ σοι μαντικῶς τὸ φρύγανον τίθεσθαι;

**ΧΟΡΟΣ**

### 1025

Πῶς δ’ οὐχί; Τί γάρ σε πέφευγ’ ὅσα χρὴ σοφὸν ἄνδρα; Τί δ’ οὐ σὺ φρονεῖς ὁπόσα χρε‐

### 1029-1030

ών ἐστιν τόν 〈γε〉 σοφῇ δόκιμον

### 1030

φρενὶ πορίμῳ τε τόλμῃ;

**ΤΡΥΓΑΙΟΣ**

### 1030

Ἡ σχίζα γοῦν ἐνημμένη τὸν Στιλβίδην πιέζει.

### 1032-1033

Καὶ τὴν τράπεζαν οἴσομαι, καὶ παιδὸς οὐ δεήσει.

**ΧΟΡΟΣ**

### 1034

Τίς οὖν ἂν οὐκ ἐπαινέσει‐

### 1034

εν ἄνδρα τοιοῦτον, ὅσ‐

### 1035

τις πόλλ’ ἀνατλὰς ἔσω‐ σε τὴν ἱερὰν πόλιν; ὥστ’ οὐχὶ μὴ παύσει ποτ’ ὢν ζηλωτὸς ἅπασιν.

**ΤΡΥΓΑΙΟΣ**

### 1035

Ταυτὶ δέδραται. Τίθεσο τὼ μηρὼ λαβών·

### 1040

ἐγὼ δ’ ἐπὶ σπλάγχν’ εἶμι καὶ θυλήματα.

**ΟΙΚΕΤΗΣ**

### 1040

Ἐμοὶ μελήσει ταῦτά γ’·

**ΤΡΥΓΑΙΟΣ**

### 1041

Ἀλλ’ ἥκειν ἐχρῆν.

**ΟΙΚΕΤΗΣ**

### 1041

Ἰδού, πάρειμι. Μῶν ἐπισχεῖν σοι δοκῶ;

**ΤΡΥΓΑΙΟΣ**

### 1041

Ὄπτα καλῶς νυν αὐτά· καὶ γὰρ οὑτοσὶ προσέρχεται δάφνῃ τις ἐστεφανωμένος.

**ΟΙΚΕΤΗΣ**

### 1045

Τίς ἄρα ποτ’ ἐστίν;

**ΤΡΥΓΑΙΟΣ**

### 1045

Ὡς ἀλαζὼν φαίνεται.

**ΟΙΚΕΤΗΣ**

### 1045

Μάντις τίς ἐστιν;

**ΤΡΥΓΑΙΟΣ**

### 1046

Οὐ μὰ Δί’, ἀλλ’ Ἱεροκλέης οὗτός γέ πού ’σθ’ ὁ χρησμολόγος οὑξ Ὠρεοῦ.

**ΟΙΚΕΤΗΣ**

### 1046

Τί ποτ’ ἄρα λέξει;

**ΤΡΥΓΑΙΟΣ**

### 1048

Δῆλός ἐσθ’ οὗτός γ’ ὅτι ἐναντιώσεταί τι ταῖς διαλλαγαῖς.

**ΟΙΚΕΤΗΣ**

### 1048

Οὔκ, ἀλλὰ κατὰ τὴν κνῖσαν εἰσελήλυθεν.

**ΤΡΥΓΑΙΟΣ**

### 1048

Μή νυν ὁρᾶν δοκῶμεν αὐτόν.

**ΟΙΚΕΤΗΣ**

### 1051

Εὖ λέγεις.

**ΙΕΡΟΚΛΗΣ**

### 1052

Τίς ἡ θυσία ποθ’ αὑτηὶ καὶ τῷ θεῶν;

**ΤΡΥΓΑΙΟΣ**

### 1052

Ὄπτα σὺ σιγῇ κἄπαγ’ ἀπὸ τῆς ὀσφύος.

**ΙΕΡΟΚΛΗΣ**

### 1052

Ὅτῳ δὲ θύετ’ οὐ φράσεθ’;

**ΤΡΥΓΑΙΟΣ**

### 1054

Ἡ κέρκος ποεῖ

### 1055

καλῶς.

**ΟΙΚΕΤΗΣ**

### 1055

Καλῶς δῆτ’, ὦ πότνι’ Εἰρήνη φίλη.

**ΙΕΡΟΚΛΗΣ**

### 1055

Ἄγε νυν ἀπάρχου κᾆτα δὸς τἀπάργματα.

**ΤΡΥΓΑΙΟΣ**

### 1055

Ὀπτᾶν ἄμεινον πρῶτον.

**ΙΕΡΟΚΛΗΣ**

### 1057

Ἀλλὰ ταυταγὶ ἤδη ’στὶν ὀπτά.

**ΤΡΥΓΑΙΟΣ**

### 1058

Πολλὰ πράττεις, ὅστις εἶ. Κατάτεμνε.

**ΙΕΡΟΚΛΗΣ**

### 1059

Ποῦ τράπεζα;

**ΤΡΥΓΑΙΟΣ**

### 1059

Τὴν σπονδὴν φέρε.

**ΙΕΡΟΚΛΗΣ**

### 1060

Ἡ γλῶττα χωρὶς τέμνεται.

**ΤΡΥΓΑΙΟΣ**

### 1060

Μεμνήμεθα. Ἀλλ’ οἶσθ’ ὃ δρᾶσον;

**ΙΕΡΟΚΛΗΣ**

### 1061

Ἢν φράσῃς.

**ΤΡΥΓΑΙΟΣ**

### 1061

Μὴ διαλέγου νῷν μηδέν· Εἰρήνῃ γὰρ ἱερὰ θύομεν.

**ΙΕΡΟΚΛΗΣ**

### 1061

Ὦ μέλεοι θνητοὶ καὶ νήπιοι—

**ΤΡΥΓΑΙΟΣ**

### 1063

Ἐς κεφαλὴν σοί.

**ΙΕΡΟΚΛΗΣ**

### 1063

οἵτινες ἀφραδίῃσι θεῶν νόον οὐκ ἀίοντες

### 1065

συνθήκας πεπόησθ’ ἄνδρες χαροποῖσι πιθήκοις—

**ΤΡΥΓΑΙΟΣ**

### 1065

Αἰβοιβοῖ.

**ΙΕΡΟΚΛΗΣ**

### 1066

Τί γελᾷς;

**ΤΡΥΓΑΙΟΣ**

### 1066

Ἥσθην χαροποῖσι πιθήκοις.

**ΙΕΡΟΚΛΗΣ**

### 1066

καὶ κέπφοι τρήρωνες ἀλωπεκιδεῦσι πέπεισθε, ὧν δόλιαι ψυχαί, δόλιαι φρένες.

**ΤΡΥΓΑΙΟΣ**

### 1068

Εἴθε σου εἶναι ὤφελεν, ὦλαζών, οὑτωσὶ θερμὸς ὁ πλεύμων.

**ΙΕΡΟΚΛΗΣ**

### 1070

Εἰ γὰρ μὴ νύμφαι γε θεαὶ Βάκιν ἐξαπάτασκον, μηδὲ Βάκις θνητούς, μηδ’ αὖ νύμφαι Βάκιν αὐτὸν—

**ΤΡΥΓΑΙΟΣ**

### 1070

Ἐξώλης ἀπόλοι’, εἰ μὴ παύσαιο βακίζων.

**ΙΕΡΟΚΛΗΣ**

### 1070

οὔπω θέσφατον ἦν Εἰρήνης δέσμ’ ἀναλῦσαι, ἀλλὰ τόδε πρότερον—

**ΤΡΥΓΑΙΟΣ**

### 1074

Τοῖς ἁλσί γε παστέα ταυτί.

**ΙΕΡΟΚΛΗΣ**

### 1075

Οὐ γάρ πω τοῦτ’ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν,

### 1076a

φυλόπιδος λῆξαι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.

**ΤΡΥΓΑΙΟΣ**

### 1076b

Καὶ πῶς, ὦ κατάρατε, λύκος ποτ’ ἂν οἶν ὑμεναιοῖ;

**ΙΕΡΟΚΛΗΣ**

### 1077

Ἕως ἡ σφονδύλη φεύγουσα πονηρότατον βδεῖ, χἠ κώδων ἀκαλανθὶς ἐπειγομένη τυφλὰ τίκτει, τουτάκις οὔπω χρῆν τὴν εἰρήνην πεποῆσθαι.

**ΤΡΥΓΑΙΟΣ**

### 1080

Ἀλλὰ τί χρῆν ἡμᾶς; Οὐ παύσασθαι πολεμοῦντας; Ἢ διακαυνιάσαι πότεροι κλαυσούμεθα μεῖζον, ἐξὸν σπεισαμένοις κοινῇ τῆς Ἑλλάδος ἄρχειν;

**ΙΕΡΟΚΛΗΣ**

### 1080

Οὔποτε ποιήσεις τὸν καρκίνον ὀρθὰ βαδίζειν.

**ΤΡΥΓΑΙΟΣ**

### 1080

Οὔποτε δειπνήσεις ἔτι τοῦ λοιποῦ ’ν πρυτανείῳ,

### 1085

οὐδ’ ἐπὶ τῷ πραχθέντι ποήσεις ὕστερον οὐδέν.

**ΙΕΡΟΚΛΗΣ**

### 1085

Οὐδέποτ’ ἂν θείης λεῖον τὸν τρηχὺν ἐχῖνον.

**ΤΡΥΓΑΙΟΣ**

### 1085

Ἆρα φενακίζων ποτ’ Ἀθηναίους ἔτι παύσει;

**ΙΕΡΟΚΛΗΣ**

### 1085

Ποῖον γὰρ κατὰ χρησμὸν ἐκαύσατε μῆρα θεοῖσιν;

**ΤΡΥΓΑΙΟΣ**

### 1085

Ὅνπερ κάλλιστον δήπου πεπόηκεν Ὅμηρος·

### 1090

«Ὣς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο Εἰρήνην εἵλοντο καὶ ἱδρύσανθ’ ἱερείῳ. Αὐτὰρ ἐπεὶ κατὰ μῆρ’ ἐκάη καὶ σπλάγχν’ ἐπάσαντο, ἔσπενδον δεπάεσσιν, ἐγὼ δ’ ὁδὸν ἡγεμόνευον·» χρησμολόγῳ δ’ οὐδεὶς ἐδίδου κώθωνα φαεινόν.

**ΙΕΡΟΚΛΗΣ**

### 1095

Οὐ μετέχω τούτων· οὐ γὰρ ταῦτ’ εἶπε Σίβυλλα.

**ΤΡΥΓΑΙΟΣ**

### 1095

Ἀλλ’ ὁ σοφός τοι νὴ Δί’ Ὅμηρος δεξιὸν εἶπεν· «Ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος, ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.»

**ΙΕΡΟΚΛΗΣ**

### 1095

Φράζεο δή, μή πώς σε δόλῳ φρένας ἐξαπατήσας

### 1095

ἰκτῖνος μάρψῃ—

**ΤΡΥΓΑΙΟΣ**

### 1095

Τουτὶ μέντοι σὺ φυλάττου, ὡς οὗτος φοβερὸς τοῖς σπλάγχνοις ἐστὶν ὁ χρησμός. Ἔγχει δὴ σπονδὴν καὶ τῶν σπλάγχνων φέρε δευρί.

**ΙΕΡΟΚΛΗΣ**

### 1095

Ἀλλ’ εἰ ταῦτα δοκεῖ, κἀγὼ ’μαυτῷ βαλανεύσω.

**ΤΡΥΓΑΙΟΣ**

### 1095

Σπονδὴ σπονδή.

**ΙΕΡΟΚΛΗΣ**

### 1105

Ἔγχει δὴ κἀμοὶ καὶ σπλάγχνων μοῖραν ὄρεξον.

**ΤΡΥΓΑΙΟΣ**

### 1105

Ἀλλ’ οὔπω τοῦτ’ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν·

### 1105

ἀλλὰ τόδε πρότερον, σπένδειν ἡμᾶς, σὲ δ’ ἀπελθεῖν. Ὦ πότνι’ Εἰρήνη, παράμεινον τὸν βίον ἡμῖν.

**ΙΕΡΟΚΛΗΣ**

### 1105

Πρόσφερε τὴν γλῶτταν.

**ΤΡΥΓΑΙΟΣ**

### 1109

Σὺ δὲ τὴν σαυτοῦ γ’ ἀπένεγκε.

**ΟΙΚΕΤΗΣ**

### 1110

Σπονδή.

**ΤΡΥΓΑΙΟΣ**

### 1110

Καὶ ταυτὶ μετὰ τῆς σπονδῆς λαβὲ θᾶττον.

**ΙΕΡΟΚΛΗΣ**

### 1110

Οὐδεὶς προσδώσει μοι σπλάγχνων;

**ΤΡΥΓΑΙΟΣ**

### 1111

Οὐ γὰρ οἷόν τε ἡμῖν προσδιδόναι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.

**ΙΕΡΟΚΛΗΣ**

### 1111

Ναὶ πρὸς τῶν γονάτων.

**ΤΡΥΓΑΙΟΣ**

### 1113

Ἄλλως, ὦ τᾶν, ἱκετεύεις· οὐ γὰρ ποιήσεις λεῖον τὸν τρηχὺν ἐχῖνον.

### 1115

Ἄγε δή, θεαταί, δεῦρο συσπλαγχνεύετε μετὰ νῷν.

**ΙΕΡΟΚΛΗΣ**

### 1116

Τί δὲ δὴ ’γώ;

**ΤΡΥΓΑΙΟΣ**

### 1116

Τὴν Σίβυλλαν ἔσθιε.

**ΙΕΡΟΚΛΗΣ**

### 1116

Οὔτοι μὰ τὴν Γῆν ταῦτα κατέδεσθον μόνω, ἀλλ’ ἁρπάσομαι σφῷν αὐτά· κεῖται δ’ ἐν μέσῳ.

**ΤΡΥΓΑΙΟΣ**

### 1116

Ὢ παῖε παῖε τὸν Βάκιν.

**ΙΕΡΟΚΛΗΣ**

### 1119

Μαρτύρομαι.

**ΤΡΥΓΑΙΟΣ**

### 1120

Κἄγωγ’, ὅτι τένθης εἶ σὺ κἀλαζὼν ἀνήρ. Παῖ’ αὐτὸν ἐπέχων τῷ ξύλῳ, τὸν ἀλαζόνα.

**ΟΙΚΕΤΗΣ**

### 1120

Σὺ μὲν οὖν· ἐγὼ δὲ τουτονὶ τῶν κῳδίων, ἁλάμβαν’ αὐτὸς ἐξαπατῶν, ἐκβολβιῶ.

**ΤΡΥΓΑΙΟΣ**

### 1120

Οὐ καταβαλεῖς τὰ κῴδι’, ὦ θυηπόλε;

### 1125

Ἤκουσας; Ὁ κόραξ οἷος ἦλθ’ ἐξ Ὠρεοῦ. Οὐκ ἀποπετήσει θᾶττον εἰς Ἐλύμνιον;

**ΧΟΡΟΣ**

### 1126

Ἥδομαί γ’ ἥδομαι κράνους ἀπηλλαγμένος τυροῦ τε καὶ κρομμύων.

### 1130

Οὐ γὰρ φιληδῶ μάχαις, ἀλλὰ πρὸς πῦρ διέλ‐ κων μετ’ ἀνδρῶν ἑταί‐

### 1132

ρων φίλων, ἐκκέας, τῶν ξύλων ἅττ’ ἂν ᾖ δανότατα τοῦ θέρους

### 1135

ἐκπεπρεμνισμένα κἀνθρακίζων τοὐρεβίνθου τήν τε φηγὸν ἐμπυρεύων, χἄμα τὴν Θρᾷτταν κυνῶν τῆς γυναικὸς λουμένης.

### 1140

Οὐ γὰρ ἔσθ’ ἥδιον ἢ τυχεῖν μὲν ἤδη ’σπαρμένα, τὸν θεὸν δ’ ἐπιψακάζειν, καί τιν’ εἰπεῖν γείτονα· «Εἰπέ μοι, τί τηνικαῦτα δρῶμεν, ὦ Κωμαρχίδη;» — «Ἐμπιεῖν ἔμοιγ’ ἀρέσκει τοῦ θεοῦ δρῶντος καλῶς. Ἀλλὰ φαῦσον τῶν φασήλων, ὦ γύναι, τρεῖς χοίνικας,

### 1145

τῶν τε πυρῶν μεῖξον αὐτοῖς, τῶν τε σύκων ἔξελε, τόν τε Μανῆν ἡ Σύρα βωστρησάτω ’κ τοῦ χωρίου. Οὐ γὰρ οἷόν τ’ ἐστὶ πάντως οἰναρίζειν τήμερον οὐδὲ τυντλάζειν, ἐπειδὴ παρδακὸν τὸ χωρίον.» — «Κἀξ ἐμοῦ δ’ ἐνεγκάτω τις τὴν κίχλην καὶ τὼ σπίνω·

### 1145

ἦν δὲ καὶ πυός τις ἔνδον καὶ λαγῷα τέτταρα, εἴ τι μὴ ’ξήνεγκεν αὐτῶν ἡ γαλῆ τῆς ἑσπέρας·

### 1145

ἐψόφει γοῦν ἔνδον οὐκ οἶδ’ ἅττα κἀκυδοιδόπα· ὧν ἔνεγκ’, ὦ παῖ, τρί’ ἡμῖν, ἓν δὲ δοῦναι τῷ πατρί· μυρρίνας τ’ αἴτησον ἐξ Αἰσχινάδου τῶν καρπίμων·

### 1155

χἄμα τῆς αὐτῆς ὁδοῦ Χαρινάδην τις βωσάτω, ὡς ἂν ἐμπίῃ μεθ’ ἡμῶν, εὖ ποιοῦντος κὠφελοῦντος τοῦ θεοῦ τἀρώματα.»

### 1158

Ἡνίκ’ ἂν δ’ ἀχέτας

### 1160

ᾄδῃ τὸν ἡδὺν νόμον, διασκοπῶν ἥδομαι τὰς Λημνίας ἀμπέλους, εἰ πεπαίνουσιν ἤ‐ δη—τὸ γὰρ φῖτυ πρῷ‐

### 1165

ον φύσει—τόν τε φή‐

### 1165

ληχ’ ὁρῶν οἰδάνοντ’· εἶθ’ ὁπόταν ᾖ πέπων, ἐσθίω κἀπέχω χἄμα φήμ’· «Ὧραι φίλαι·» καὶ τοῦ θύμου τρίβων κυκῶμαι·

### 1170

κᾆτα γίγνομαι παχὺς τηνικαῦτα τοῦ θέρους μᾶλλον ἢ θεοῖσιν ἐχθρὸν ταξίαρχον προσβλέπων τρεῖς λόφους ἔχοντα καὶ φοινικίδ’ ὀξεῖαν πάνυ, ἣν ἐκεῖνός φησιν εἶναι βάμμα Σαρδιανικόν·

### 1175

ἢν δέ που δέῃ μάχεσθ’ ἔχοντα τὴν φοινικίδα, τηνικαῦτ’ αὐτὸς βέβαπται βάμμα Κυζικηνικόν· κᾆτα φεύγει πρῶτος ὥσπερ ξουθὸς ἱππαλεκτρυὼν τοὺς λόφους σείων· ἐγὼ δ’ ἕστηκα λινοπτώμενος. Ἡνίκ’ ἂν δ’ οἴκοι γένωνται, δρῶσιν οὐκ ἀνασχετά,

### 1180

τοὺς μὲν ἐγγράφοντες ἡμῶν, τοὺς δ’ ἄνω τε καὶ κάτω ἐξαλείφοντες δὶς ἢ τρίς. «Αὔριον δ’ ἔσθ’ ἥξοδος.» Τῷ δὲ σιτί’ οὐκ ἐώνητ’· οὐ γὰρ ᾔδειν ἐξιών· εἶτα προσστὰς πρὸς τὸν ἀνδριάντα τὸν Πανδίονος εἶδεν αὑτόν, κἀπορῶν θεῖ τῷ κακῷ βλέπων ὀπόν.

### 1185

Ταῦτα δ’ ἡμᾶς τοὺς ἀγροίκους δρῶσι, τοὺς δ’ ἐξ ἄστεως ἧττον, οἱ θεοῖσιν οὗτοι κἀνδράσιν ῥιψάσπιδες.

### 1187-1188

Ὧν ἔτ’ εὐθύνας ἐμοὶ δώσουσιν, ἢν θεὸς θέλῃ.

### 1189

Πολλὰ γὰρ δή μ’ ἠδίκησαν,

### 1189

ὄντες οἴκοι μὲν λέοντες,

### 1190

ἐν μάχῃ δ’ ἀλώπεκες.

**ΤΡΥΓΑΙΟΣ**

### 1190

Ἰοὺ ἰού. Ὅσον τὸ χρῆμ’ ἐπὶ δεῖπνον ἦλθ’ εἰς τοὺς γάμους. Ἔχ’, ἀποκάθαιρε τὰς τραπέζας ταυτῃί· πάντως γὰρ οὐδὲν ὄφελός ἐστ’ αὐτῆς ἔτι.

### 1195

Ἔπειτ’ ἐπιφόρει τοὺς ἀμύλους καὶ τὰς κίχλας καὶ τῶν λαγῴων πολλὰ καὶ τοὺς κολλάβους.

**ΔΡΕΠΑΝΟΥΡΓΟΣ**

### 1197

Ποῦ ποῦ Τρυγαῖός ἐστιν;

**ΤΡΥΓΑΙΟΣ**

### 1197

Ἀναβράττω κίχλας.

**ΔΡΕΠΑΝΟΥΡΓΟΣ**

### 1197

Ὦ φίλτατ’, ὦ Τρυγαῖ’, ὅς’ ἡμᾶς τἀγαθὰ δέδρακας εἰρήνην ποήσας· ὡς πρὸ τοῦ

### 1197

οὐδεὶς ἐπρίατ’ ἂν δρέπανον οὐδὲ κολλύβου, νυνὶ δὲ πέντε γ’ αὐτὰ δραχμῶν ἐμπολῶ, ὁδὶ δὲ τριδράχμους τοὺς κάδους εἰς τοὺς ἀγρούς. Ἀλλ’, ὦ Τρυγαῖε, τῶν δρεπάνων τε λάμβανε

### 1197

κάδων θ’ ὅ τι βούλει προῖκα· καὶ ταυτὶ δέχου·

### 1205

ἀφ’ ὧν γὰρ ἀπεδόμεσθα κἀκερδάναμεν τὰ δῶρα ταυτί σοι φέρομεν εἰς τοὺς γάμους.

**ΤΡΥΓΑΙΟΣ**

### 1205

Ἴθι νυν, καταθέμενοι παρ’ ἐμοὶ ταῦτ’ εἴσιτε ἐπὶ δεῖπνον ὡς τάχιστα· καὶ γὰρ οὑτοσὶ ὅπλων κάπηλος ἀχθόμενος προσέρχεται.

**ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ**

### 1210

Οἴμ’ ὡς προθέλυμνόν μ’, ὦ Τρυγαῖ’, ἀπώλεσας.

**ΤΡΥΓΑΙΟΣ**

### 1210

Τί δ’ ἐστίν, ὦ κακόδαιμον; Οὔ τί που λοφᾷς;

**ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ**

### 1210

Ἀπώλεσάς μου τὴν τέχνην καὶ τὸν βίον, καὶ τουτουὶ καὶ τοῦ δορυξοῦ ’κεινουί.

**ΤΡΥΓΑΙΟΣ**

### 1210

Τί δῆτα τουτοινὶ καταθῶ σοι τοῖν λόφοιν;

**ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ**

### 1215

Αὐτὸς σὺ τί δίδως;

**ΤΡΥΓΑΙΟΣ**

### 1215

Ὅ τι δίδωμ’; αἰσχύνομαι. Ὅμως δ’ ὅτι τὸ σφήκωμ’ ἔχει πόνον πολύν, δοίην ἂν αὐτοῖν ἰσχάδων τρεῖς χοίνικας, ἵν’ ἀποκαθαίρω τὴν τράπεζαν τουτῳί.

**ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ**

### 1215

Ἔνεγκε τοίνυν εἰσιὼν τὰς ἰσχάδας·

### 1220

κρεῖττον γάρ, ὦ τᾶν, ἐστιν ἢ μηδὲν λαβεῖν.

**ΤΡΥΓΑΙΟΣ**

### 1220

Ἀπόφερ’ ἀπόφερ’ ἐς κόρακας ἀπὸ τῆς οἰκίας. Τριχορρυεῖτον, οὐδέν ἐστον τὼ λόφω. Οὐκ ἂν πριαίμην οὐδ’ ἂν ἰσχάδος μιᾶς.

**ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ**

### 1220

Τί δαὶ δεκάμνῳ τῷδε θώρακος κύτει

### 1225

ἐνημμένῳ κάλλιστα χρήσομαι τάλας;

**ΤΡΥΓΑΙΟΣ**

### 1225

Οὗτος μὲν οὐ μή σοι ποήσει ζημίαν. Ἀλλ’ αἶρέ μοι τοῦτόν γε τῆς ἰσωνίας·

### 1225

ἐναποπατεῖν γάρ ἐστ’ ἐπιτήδειος πάνυ—

**ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ**

### 1225

Παῦσαί μ’ ὑβρίζων τοῖς ἐμοῖσι χρήμασιν.

**ΤΡΥΓΑΙΟΣ**

### 1230

Ὡδί, παραθέντι τρεῖς λίθους. Οὐ δεξιῶς;

**ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ**

### 1230

Ποίᾳ δ’ ἀποψήσει ποτ’, ὦμαθέστατε;

**ΤΡΥΓΑΙΟΣ**

### 1230

Τῃδί, διεὶς τὴν χεῖρα διὰ τῆς θαλαμίας καὶ τῇδ’.

**ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ**

### 1233

Ἅμ’ ἀμφοῖν δῆτ’;

**ΤΡΥΓΑΙΟΣ**

### 1233

Ἔγωγε νὴ Δία, ἵνα μή γ’ ἁλῶ τρύπημα κλέπτων τῆς νεώς.

**ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ**

### 1235

Ἔπειτ’ ἐπὶ δεκάμνῳ χεσεῖ καθήμενος;

**ΤΡΥΓΑΙΟΣ**

### 1235

Ἔγωγε νὴ Δί’, ὦπίτριπτ’. Οἴει γὰρ ἂν τὸν πρωκτὸν ἀποδόσθαι με χιλιῶν δραχμῶν;

**ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ**

### 1235

Ἴθι δή, ’ξένεγκε τἀργύριον.

**ΤΡΥΓΑΙΟΣ**

### 1238

Ἀλλ’, ὦγαθέ, θλίβει τὸν ὄρρον. Ἀπόφερ’, οὐκ ὠνήσομαι.

**ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ**

### 1240

Τί δ’ ἆρα τῇ σάλπιγγι τῇδε χρήσομαι, ἣν ἐπριάμην δραχμῶν ποθ’ ἑξήκοντ’ ἐγώ;

**ΤΡΥΓΑΙΟΣ**

### 1240

Μόλυβδον εἰς τουτὶ τὸ κοῖλον ἐγχέας ἔπειτ’ ἄνωθεν ῥάβδον ἐνθεὶς ὑπόμακρον, γενήσεταί σοι τῶν κατακτῶν κοττάβων.

**ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ**

### 1245

Οἴμοι καταγελᾷς.

**ΤΡΥΓΑΙΟΣ**

### 1245

Ἀλλ’ ἕτερον παραινέσω. Τὸν μὲν μόλυβδον, ὥσπερ εἶπον, ἔγχεον, ἐντευθενὶ δὲ σπαρτίοις ἠρτημένην πλάστιγγα πρόσθες, καὐτό σοι γενήσεται τὰ σῦκ’ ἐν ἀγρῷ τοῖς οἰκέταισιν ἱστάναι.

**ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ**

### 1245

Ὦ δυσκάθαρτε δαῖμον, ὥς μ’ ἀπώλεσας, ὅτ’ ἀντέδωκα κἀντὶ τῶνδε μνᾶν ποτέ. Καὶ νῦν τί δράσω; Τίς γὰρ αὔτ’ ὠνήσεται;

**ΤΡΥΓΑΙΟΣ**

### 1245

Πώλει βαδίζων αὐτὰ τοῖς Αἰγυπτίοις· ἔστιν γὰρ ἐπιτήδεια συρμαίαν μετρεῖν.

**ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ**

### 1255

Οἴμ’, ὦ κρανοποί’, ὡς ἀθλίως πεπράγαμεν.

**ΤΡΥΓΑΙΟΣ**

### 1255

Οὗτος μὲν οὐ πέπονθεν οὐδέν.

**ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ**

### 1256

Ἀλλὰ τί ἔτ’ ἐστὶ τοῖσι κράνεσιν ὅ τι τις χρήσεται;

**ΤΡΥΓΑΙΟΣ**

### 1256

Ἐὰν τοιαυτασὶ μάθῃ λαβὰς ποεῖν, ἄμεινον ἢ νῦν αὔτ’ ἀποδώσεται πολύ.

**ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ**

### 1260

Ἀπίωμεν, ὦ δορυξέ.

**ΤΡΥΓΑΙΟΣ**

### 1260

Μηδαμῶς γ’, ἐπεὶ τούτῳ γ’ ἐγὼ τὰ δόρατα ταῦτ’ ὠνήσομαι.

**ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ**

### 1260

Πόσον δίδως δῆτ’;

**ΤΡΥΓΑΙΟΣ**

### 1262

Εἰ διαπρισθείη δίχα, λάβοιμ’ ἂν αὔτ’ εἰς χάρακας ἑκατὸν τῆς δραχμῆς.

**ΟΠΛΩΝ ΚΑΠΗΛΟΣ**

### 1262

Ὑβριζόμεθα. Χωρῶμεν, ὦ τᾶν, ἐκποδών.

**ΤΡΥΓΑΙΟΣ**

### 1265

Νὴ τὸν Δί’, ὡς τὰ παιδί’ ἤδη ’ξέρχεται οὐρησόμενα τὰ τῶν ἐπικλήτων δεῦρ’, ἵνα ἅττ’ ᾄσεται προαναβάληταί, μοι δοκεῖ. Ἀλλ’ ὅ τι περ ᾄδειν ἐπινοεῖς, ὦ παιδίον,

### 1265

αὐτοῦ παρ’ ἐμὲ στὰν πρότερον ἀναβαλοῦ ’νθαδί.

**ΠΑΙΔΙΟΝ Α**

### 1270

Νῦν αὖθ’ ὁπλοτέρων ἀνδρῶν ἀρχώμεθα—

**ΤΡΥΓΑΙΟΣ**

### 1270

Παῦσαι ὁπλοτέρους ᾄδων, καὶ ταῦτ’, ὦ τρισκακόδαιμον, εἰρήνης οὔσης· ἀμαθές γ’ εἶ καὶ κατάρατον.

### 1270

Οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες, σύν ῥ’ ἔβαλον ῥινούς τε καὶ ἀσπίδας ὀμφαλοέσσας.

### 1275

Ἀσπίδας; οὐ παύσει μεμνημένος ἀσπίδος ἡμῖν;

### 1275

Ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.

### 1275

Ἀνδρῶν οἰμωγή; κλαύσει νὴ τὸν Διόνυσον οἰμωγὰς ᾄδων, καὶ ταύτας ὀμφαλοέσσας.

### 1275

Ἀλλὰ τί δῆτ’ ᾄδω; Σὺ γὰρ εἰπέ μοι οἷστισι χαίρεις.

### 1280

«Ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα,» καὶ τὰ τοιαυτί· «ἄριστον προτίθεντο καὶ ἅσς’ ἥδιστα πάσασθαι.»

### 1280

Ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὐχένας ἵππων ἔκλυον ἱδρώοντας, ἐπεὶ πολέμου ἐκόρεσθεν.

### 1280

Εἶἑν· ἐκόρεσθεν τοῦ πολέμου κᾆτ’ ἤσθιον.

### 1285

Ταῦτ’ ᾆδε, ταῦθ’, ὡς ἤσθιον κεκορημένοι.

### 1285

Θωρήσσοντ’ ἄρ’ ἔπειτα πεπαυμένοι—

### 1286

Ἄσμενοι, οἶμαι.

### 1286

πύργων δ’ ἐξεχέοντο, βοὴ δ’ ἄσβεστος ὀρώρει.

### 1286

Κάκιστ’ ἀπόλοιο, παιδάριον, αὐταῖς μάχαις· οὐδὲν γὰρ ᾄδεις πλὴν πολέμους. Τοῦ καί ποτ’ εἶ;

### 1290

Ἐγώ;

### 1290

Σὺ μέντοι νὴ Δί’.

### 1290

Υἱὸς Λαμάχου.

### 1290

Αἰβοῖ. Ἦ γὰρ ἐγὼ θαύμαζον ἀκούων, εἰ σὺ μὴ εἴης ἀνδρὸς βουλομάχου καὶ κλαυσιμάχου τινὸς υἱός. Ἄπερρε καὶ τοῖς λογχοφόροισιν ᾆδ’ ἰών.

### 1295

Ποῦ μοι τὸ τοῦ Κλεωνύμου ’στὶ παιδίον; Ἆισον πρὶν εἰσιέναι τι· σὺ γὰρ εὖ οἶδ’ ὅτι οὐ πράγματ’ ᾄσει· σώφρονος γὰρ εἶ πατρός.

**ΠΑΙΔΙΟΝ Β**

### 1298

Ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων—

**ΤΡΥΓΑΙΟΣ**

### 1298

Εἰπέ μοι, ὦ πόσθων, εἰς τὸν σαυτοῦ πατέρ’ ᾄδεις;

### 1298

ψυχὴν δ’ ἐξεσάωσα—

### 1301

καταισχυνάς γε τοκῆας. Ἀλλ’ εἰσίωμεν· εὖ γὰρ οἶδ’ ἐγὼ σαφῶς ὅτι ταῦθ’ ὅς’ ᾖσας ἄρτι περὶ τῆς ἀσπίδος οὐ μὴ ’πιλάθῃ ποτ’ ὢν ἐκείνου τοῦ πατρός.

### 1305

Ὑμῶν τὸ λοιπὸν ἔργον ἤδη ’νταῦθα τῶν μενόντων φλᾶν ταῦτα πάντα καὶ σποδεῖν, καὶ μὴ κενὰς παρέλκειν Ἀλλ’ ἀνδρικῶς ἐμβάλλετε

### 1308-1309

καὶ σμώχετ’ ἀμφοῖν τοῖν γνάθοιν· οὐδὲν γάρ, ὦ πόνηροι,

### 1310

λευκῶν ὀδόντων ἔργον ἔστ’, ἢν μή τι καὶ μασῶνται.

**ΧΟΡΟΣ**

### 1310

Ἡμῖν μελήσει ταῦτά γ’· εὖ ποεῖς δὲ καὶ σὺ φράζων. Ἀλλ’, ὦ πρὸ τοῦ πεινῶντες, ἐμβάλλεσθε τῶν λαγῴων·

### 1310

ὡς οὐχὶ πᾶσαν ἡμέραν πλακοῦσιν ἔστιν ἐντυχεῖν πλανωμένοις ἐρήμοις.

### 1315

Πρὸς ταῦτα βρύκετ’ ἢ τάχ’ ὑμῖν φημι μεταμελήσειν.

**ΤΡΥΓΑΙΟΣ**

### 1315

Εὐφημεῖν χρὴ καὶ τὴν νύμφην ἔξω τινὰ δεῦρο κομίζειν δᾷδάς τε φέρειν, καὶ πάντα λεὼν συγχαίρειν κἀπικελεύειν. Καὶ τὰ σκεύη πάλιν εἰς τὸν ἀγρὸν νυνὶ χρὴ πάντα κομίζειν ὀρχησαμένους καὶ σπείσαντας καὶ Ὑπέρβολον ἐξελάσαντας,

### 1320

κἀπευξαμένους τοῖσι θεοῖσιν διδόναι πλοῦτον τοῖς Ἕλλησιν, κριθάς τε ποεῖν ἡμᾶς πολλὰς πάντας ὁμοίως οἶνόν τε πολύν, σῦκά τε τρώγειν,

### 1325

τάς τε γυναῖκας τίκτειν ἡμῖν, καὶ τἀγαθὰ πάνθ’ ὅς’ ἀπωλέσαμεν συλλέξασθαι πάλιν ἐξ ἀρχῆς, λῆξαί τ’ αἴθωνα σίδηρον. Δεῦρ’, ὦ γύναι, εἰς ἀγρόν,

### 1330

χὤπως μετ’ ἐμοῦ καλὴ καλῶς κατακείσει. Ὑμήν, Ὑμέναι’ ὤ.

**ΧΟΡΟΣ**

### 1330

Ὦ τρισμάκαρ, ὡς δικαί‐ ως τἀγαθὰ νῦν ἔχεις.

### 1335

Ὑμήν, Ὑμέναι’ ὤ.

### 1335

Ὑμήν, Ὑμέναι’, ὤ.

**ΤΡΥΓΑΙΟΣ**

### 1335

Τί δράσομεν αὐτήν;

**ΧΟΡΟΣ**

### 1335

Τί δράσομεν αὐτήν;

**ΤΡΥΓΑΙΟΣ**

### 1335

Τρυγήσομεν αὐτήν.

**ΧΟΡΟΣ**

### 1340

Τρυγήσομεν αὐτήν. Ἀλλ’ ἀράμενοι φέρω‐ μεν οἱ προτεταγμένοι τὸν νυμφίον, ὦνδρες. Ὑμήν, Ὑμέναι’, ὤ.

### 1345

Ὑμήν, Ὑμέναι’ ὤ.

**ΤΡΥΓΑΙΟΣ**

### 1345

Οἰκήσετε γοῦν καλῶς οὐ πράγματ’ ἔχοντες, ἀλ‐ λὰ συκολογοῦντες. Ὑμήν, Ὑμέναι’, ὤ.

### 1345

Ὑμήν, Ὑμέναι’, ὤ.

**ΧΟΡΟΣ**

### 1345

Τοῦ μὲν μέγα καὶ παχύ, τῆς δ’ ἡδὺ τὸ σῦκον.

**ΤΡΥΓΑΙΟΣ**

### 1345

Φήσεις γ’ ὅταν ἐσθίῃς οἶνόν τε πίῃς πολύν.

### 1355

Ὑμήν, Ὑμέναι’, ὤ. Ὑμήν, Ὑμέναι’, ὤ. Ὦ χαίρετε χαίρετ’ ἄν‐ δρες· κἂν ξυνέπησθέ μοι,

### 1355

πλακοῦντας ἔδεσθε.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-peace-daw-ar.json (sha256:58038c1628779a07b1eb925f7e353b69aac8e4364a44fff8896ddc10c89792ad). Cite as `eul_wid: daw-ar`.
