---
title: Lysistrata
title_greek: Λυσιστράτη
author: Aristophanes of Athens
eul_wid: daw-ad
eul_aid: daw
canonical: "https://eulogikon.org/grc/aristophanes-of-athens/lysistrata"
canonical_json: "https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-lysistrata-daw-ad.json"
sha256: "0eb2063502924fe51605499b9d2b64d79166f80eb4f71c7ab65b51d4c4f49639"
period: Classical
dialect: Attic Comedy
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Lysistrata

*Λυσιστράτη*

**Author:** Aristophanes of Athens

**eul_wid:** `daw-ad` · [HTML page](https://eulogikon.org/grc/aristophanes-of-athens/lysistrata) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-lysistrata-daw-ad.json)

## Text

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 1

Ἀλλ’ εἴ τις εἰς Βακχεῖον αὐτὰς ἐκάλεσεν, ἢ ’ς Πανὸς ἢ ’πὶ Κωλιάδ’ εἰς Γενετυλλίδος, οὐδ’ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων. Νῦν δ’ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή·

### 5

πλὴν ἥ γ’ ἐμὴ κωμῆτις ἥδ’ ἐξέρχεται. Χαῖρ’, ὦ Κλεονίκη.

**ΚΛΕΟΝΙΚΗ**

### 6

Καὶ σύ γ’, ὦ Λυσιστράτη. Τί συντετάραξαι; Μὴ σκυθρώπαζ’, ὦ τέκνον· οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 6

Ἀλλ’, ὦ Κλεονίκη, κάομαι τὴν καρδίαν,

### 10

καὶ πόλλ’ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι, ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα εἶναι πανοῦργοι—

**ΚΛΕΟΝΙΚΗ**

### 12

Καὶ γάρ ἐσμεν νὴ Δία.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 12

εἰρημένον δ’ αὐταῖς ἀπαντᾶν ἐνθάδε βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,

### 15

εὕδουσι κοὐχ ἥκουσιν.

**ΚΛΕΟΝΙΚΗ**

### 15

Ἀλλ’, ὦ φιλτάτη, ἥξουσι· χαλεπή τοι γυναικῶν ἔξοδος. Ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρ’ ἐκύπτασεν, ἡ δ’ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον

### 15

κατέκλινεν, ἡ δ’ ἔλουσεν, ἡ δ’ ἐψώμισεν.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 20

Ἀλλ’ ἕτερα τἄρ’ ἦν τῶνδε προὐργιαίτερα αὐταῖς.

**ΚΛΕΟΝΙΚΗ**

### 21

Τί δ’ ἐστίν, ὦ φίλη Λυσιστράτη, ἐφ’ ὅ τι ποθ’ ἡμᾶς τὰς γυναῖκας ξυγκαλεῖς; Τί τὸ πρᾶγμα; Πηλίκον τι;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 23

Μέγα.

**ΚΛΕΟΝΙΚΗ**

### 23

Μῶν καὶ παχύ;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 23

Νὴ Δία παχὺ 〈πάνυ〉.

**ΚΛΕΟΝΙΚΗ**

### 24

Κᾆτα πῶς οὐχ ἥκομεν;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 25

Οὐχ οὗτος ὁ τρόπος· ταχὺ γὰρ ἂν ξυνήλθομεν. Ἀλλ’ ἔστιν ὑπ’ ἐμοῦ πρᾶγμ’ ἀνεζητημένον πολλαῖσί τ’ ἀγρυπνίαισιν ἐρριπτασμένον.

**ΚΛΕΟΝΙΚΗ**

### 25

Ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 25

Οὕτω γε λεπτὸν ὥσθ’ ὅλης τῆς Ἑλλάδος

### 30

ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία.

**ΚΛΕΟΝΙΚΗ**

### 30

Ἐν ταῖς γυναιξίν; Ἐπ’ ὀλίγου τἄρ’ εἴχετο.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 30

Ὡς ἔστ’ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα, ἢ μηκέτ’ εἶναι μήτε Πελοποννησίους—

**ΚΛΕΟΝΙΚΗ**

### 30

Βέλτιστα τοίνυν μηκέτ’ εἶναι νὴ Δία.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 35

Βοιωτίους τε πάντας ἐξολωλέναι.

**ΚΛΕΟΝΙΚΗ**

### 35

Μὴ δῆτα πάντας γ’, ἀλλ’ ἄφελε τὰς ἐγχέλεις.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 35

Περὶ τῶν Ἀθηνῶν δ’ οὐκ ἐπιγλωττήσομαι τοιοῦτον οὐδέν, ἀλλ’ ὑπονόησον σύ μοι. Ἢν δὲ ξυνέλθως’ αἱ γυναῖκες ἐνθάδε,

### 40

αἵ τ’ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων

### 40

ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.

**ΚΛΕΟΝΙΚΗ**

### 40

Τί δ’ ἂν γυναῖκες φρόνιμον ἐργασαίατο ἢ λαμπρόν, αἳ καθήμεθ’ ἐξηνθισμέναι, κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι

### 45

καὶ Κιμβερίκ’ ὀρθοστάδια καὶ περιβαρίδας;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 45

Ταῦτ’ αὐτὰ γάρ τοι κἄσθ’ ἃ σώσειν προσδοκῶ, τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.

**ΚΛΕΟΝΙΚΗ**

### 45

Τίνα δὴ τρόπον ποθ’;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 49

Ὥστε τῶν νῦν μηδένας

### 49

ἀνδρῶν ἐπ’ ἀλλήλοισιν αἴρεσθαι δόρυ—

**ΚΛΕΟΝΙΚΗ**

### 49

Κροκωτὸν ἄρα νὴ τὼ θεὼ ’γὼ βάψομαι.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 49

μηδ’ ἀσπίδα λαβεῖν—

**ΚΛΕΟΝΙΚΗ**

### 52

Κιμβερικὸν ἐνδύσομαι.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 52

μηδὲ ξιφίδιον.

**ΚΛΕΟΝΙΚΗ**

### 53

Κτήσομαι περιβαρίδας.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 53

Ἆρ’ οὐ παρεῖναι τὰς γυναῖκας δῆτ’ ἐχρῆν;

**ΚΛΕΟΝΙΚΗ**

### 55

Οὐ γὰρ μὰ Δί’ ἀλλὰ πετομένας ἥκειν πάλαι.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 55

Ἀλλ’, ὦ μέλ’, ὄψει τοι σφόδρ’ αὐτὰς Ἀττικάς, ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον. Ἀλλ’ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα, οὐδ’ ἐκ Σαλαμῖνος.

**ΚΛΕΟΝΙΚΗ**

### 59

Ἀλλ’ ἐκεῖναί γ’ οἶδ’ ὅτι

### 60

ἐπὶ τῶν κελήτων διαβεβήκας’ ὄρθριαι.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 60

Οὐδ’ ἃς προσεδόκων κἀλογιζόμην ἐγὼ

### 60

πρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέων γυναῖκας, οὐχ ἥκουσιν.

**ΚΛΕΟΝΙΚΗ**

### 63

Ἡ γοῦν Θεογένους ὡς δεῦρ’ ἰοῦσα τἀκάτειον ᾔρετο.

### 65

Ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 65

Αἵδ’ αὖθ’ ἕτεραι χωροῦσί τινες.

**ΚΛΕΟΝΙΚΗ**

### 66

Ἰοὺ ἰού, πόθεν εἰσίν;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 67

Ἀναγυρουντόθεν.

**ΚΛΕΟΝΙΚΗ**

### 67

Νὴ τὸν Δία· ὁ γοῦν Ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ.

**ΜΥΡΡΙΝΗ**

### 69

Μῶν ὕστεραι πάρεσμεν, ὦ Λυσιστράτη;

### 70

Τί φῄς; Τί σιγᾷς;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 70

Οὔ ς’ ἐπαινῶ, Μυρρίνη, ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος.

**ΜΥΡΡΙΝΗ**

### 70

Μόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον. Ἀλλ’ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε.

**ΚΛΕΟΝΙΚΗ**

### 70

Μὰ Δί’ ἀλλ’ ἐπαναμείνωμεν ὀλίγου γ’ εἵνεκα

### 75

τάς τ’ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων γυναῖκας ἐλθεῖν.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 76

Πολὺ σὺ κάλλιον λέγεις. Ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται. Ὦ φιλτάτη Λάκαινα, χαῖρε, Λαμπιτοῖ. Οἷον τὸ κάλλος, γλυκυτάτη, σου φαίνεται.

### 80

Ὡς δ’ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου. Κἂν ταῦρον ἄγχοις.

**ΛΑΜΠΙΤΩ**

### 81

Μάλα γ’, οἰῶ, ναὶ τὼ σιώ· γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι.

**ΚΛΕΟΝΙΚΗ**

### 81

Ὡς δὴ καλὸν τὸ χρῆμα τῶν τιτθῶν ἔχεις.

**ΛΑΜΠΙΤΩ**

### 81

Ἇπερ ἱαρεῖόν τοί μ’ ὑποψαλάσσετε.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 85

Ἡδὶ δὲ ποδαπὴ ’σθ’ ἡ νεᾶνις ἁτέρα;

**ΛΑΜΠΙΤΩ**

### 85

Πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία ἵκει ποθ’ ὑμέ.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 87

Νὴ Δί’ ὡς Βοιωτία καλόν γ’ ἔχουσα τὸ πεδίον.

**ΚΛΕΟΝΙΚΗ**

### 88

Καὶ νὴ Δία κομψότατα τὴν βληχώ γε παρατετιλμένη.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 90

Τίς δ’ ἁτέρα παῖς;

**ΛΑΜΠΙΤΩ**

### 90

Χαἵα ναὶ τὼ σιώ, Κορινθία δ’ αὖ.

**ΚΛΕΟΝΙΚΗ**

### 91

Χαΐα νὴ τὸν Δία δήλη ’στὶν οὖσα ταυταγὶ τἀντευθενί.

**ΛΑΜΠΙΤΩ**

### 91

Τίς δ’ αὖ συναλίαξε τόνδε τὸν στόλον τὸν τᾶν γυναικῶν;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 94

Ἥδ’ ἐγώ.

**ΛΑΜΠΙΤΩ**

### 94

Μύσιδδέ τοι

### 95

ὅ τι λῇς ποθ’ ἁμέ.

**ΚΛΕΟΝΙΚΗ**

### 95

Νὴ Δί’, ὦ φίλη γύναι, λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτ’ ἐστί σοι.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 95

Λέγοιμ’ ἂν ἤδη. Πρὶν λέγειν 〈δ’〉, ὑμᾶς τοδὶ ἐπερήσομαί, τι μικρόν.

**ΚΛΕΟΝΙΚΗ**

### 98

Ὅ τι βούλει γε σύ.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 98

Τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων

### 98

ἐπὶ στρατιᾶς ἀπόντας; Εὖ γὰρ οἶδ’ ὅτι πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.

**ΚΛΕΟΝΙΚΗ**

### 98

Ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας, ὦ τάλαν, ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.

**ΜΥΡΡΙΝΗ**

### 98

Ὁ δ’ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.

**ΛΑΜΠΙΤΩ**

### 105

Ὁ δ’ ἐμός γα, καἴ κ’ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά, πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 105

Ἀλλ’ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ. Ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι, οὐκ εἶδον οὐδ’ ὄλισβον ὀκτωδάκτυλον,

### 110

ὃς ἦν ἂν ἡμῖν σκυτίνη ’πικουρία. Ἐθέλοιτ’ ἂν οὖν, εἰ μηχανὴν εὕροιμ’ ἐγώ, μετ’ ἐμοῦ καταλῦσαι τὸν πόλεμον;

**ΚΛΕΟΝΙΚΗ**

### 112

Νὴ τὼ θεὼ ἔγωγέ τἄν, κἂν εἴ με χρείη τοὔγκυκλον τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν.

**ΜΥΡΡΙΝΗ**

### 115

Ἐγὼ δέ γ’ ἄν, κἂν ὡσπερεὶ ψῆτταν δοκῶ, δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ.

**ΛΑΜΠΙΤΩ**

### 115

Ἐγὼν δὲ καί κα ποττὸ Ταΰγετον ἄνω ἔλσοιμ’ ὅπα μέλλοιμί γ’ εἰράναν ἰδῆν.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 115

Λέγοιμ’ ἄν· οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον.

### 120

Ἡμῖν γάρ, ὦ γυναῖκες, εἴπερ μέλλομεν ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν,

### 120

ἀφεκτέ’ ἐστὶ—

**ΚΛΕΟΝΙΚΗ**

### 122

Τοῦ; φράσον.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 122

Ποήσετ’ οὖν;

**ΚΛΕΟΝΙΚΗ**

### 122

Ποήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 122

Ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους.

### 125

Τί μοι μεταστρέφεσθε; Ποῖ βαδίζετε; Αὗται, τί μοιμυᾶτε κἀνανεύετε; Τί χρὼς τέτραπται; Τί δάκρυον κατείβεται; Ποήσετ’ ἢ οὐ ποήσετ’; Ἢ τί μέλλετε;

**ΚΛΕΟΝΙΚΗ**

### 125

Οὐκ ἂν ποήσαιμ’, ἀλλ’ ὁ πόλεμος ἑρπέτω.

**ΜΥΡΡΙΝΗ**

### 130

Μὰ Δί’ οὐδ’ ἔγωγ’ ἄν, ἀλλ’ ὁ πόλεμος ἑρπέτω.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 130

Ταυτὶ σὺ λέγεις, ὦ ψῆττα; Καὶ μὴν ἄρτι γε ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ.

**ΚΛΕΟΝΙΚΗ**

### 130

Ἄλλ’, ἄλλ’ ὅ τι βούλει. Κἄν με χρῇ, διὰ τοῦ πυρὸς ἐθέλω βαδίζειν. Τοῦτο μᾶλλον τοῦ πέους·

### 135

οὐδὲν γὰρ οἷον, ὦ φίλη Λυσιστράτη.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 135

Τί δαὶ σύ;

**ΜΥΡΡΙΝΗ**

### 136

Κἀγὼ βούλομαι διὰ τοῦ πυρός.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 136

Ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος. Οὐκ ἐτὸς ἀφ’ ἡμῶν εἰσιν αἱ τραγῳδίαι· οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη.

### 140

Ἀλλ’, ὦ φίλη Λάκαινα, —σὺ γὰρ ἐὰν γένῃ μόνη μετ’ ἐμοῦ, τὸ πρᾶγμ’ ἀνασωσαίμεσθ’ ἔτ’ 〈ἄν〉, — ξυμψήφισαί μοι.

**ΛΑΜΠΙΤΩ**

### 142

Χαλεπὰ μὲν ναὶ τὼ σιὼ γυναῖκας ὑπνῶν ἐστ’ ἄνευ ψωλᾶς μόνας.

### 142

Ὅμως γα μάν· δεῖ τᾶς γὰρ εἰράνας μάλ’ αὖ.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 145

Ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή.

**ΚΛΕΟΝΙΚΗ**

### 145

Εἰ δ’ ὡς μάλιστ’ ἀπεχοίμεθ’ οὗ σὺ δὴ λέγεις, — ὃ μὴ γένοιτο, —μᾶλλον ἂν διὰ τουτογὶ γένοιτ’ ἂν εἰρήνη;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 148

Πολύ γε νὴ τὼ θεώ. Εἰ γὰρ καθῄμεθ’ ἔνδον ἐντετριμμέναι,

### 148

κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίονις γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι, στύοιντο δ’ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν, ἡμεῖς δὲ μὴ προσιείμεθ’, ἀλλ’ ἀπεχοίμεθα, σπονδὰς ποήσαιντ’ ἂν ταχέως, εὖ οἶδ’ ὅτι.

**ΛΑΜΠΙΤΩ**

### 155

Ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πα γυμνᾶς παραϊδὼν ἐξέβαλ’, οἰῶ, τὸ ξίφος.

**ΚΛΕΟΝΙΚΗ**

### 155

Τί δ’, ἢν ἀφιῶς’ ἅνδρες ἡμᾶς, ὦ μέλε;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 155

Τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην.

**ΚΛΕΟΝΙΚΗ**

### 155

Φλυαρία ταῦτ’ ἐστὶ τὰ μεμιμημένα.

### 160

Ἐὰν λαβόντες δ’ εἰς τὸ δωμάτιον βίᾳ ἕλκωσιν ἡμᾶς;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 161

Ἀντέχου σὺ τῶν θυρῶν.

**ΚΛΕΟΝΙΚΗ**

### 161

Ἐὰν δὲ τύπτωσιν;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 162

Παρέχειν χρὴ κακὰ κακῶς· οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν. Κἄλλως ὀδυνᾶν χρή· κἀμέλει ταχέως πάνυ

### 165

ἀπεροῦσιν. Οὐ γὰρ οὐδέποτ’ εὐφρανθήσεται

### 165

ἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ.

**ΚΛΕΟΝΙΚΗ**

### 165

Εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ.

**ΛΑΜΠΙΤΩ**

### 165

Καὶ τὼς μὲν ἁμὼς ἄνδρας ἁμὲς πείσομες παντᾶ δικαίως ἄδολον εἰράναν ἄγην·

### 170

τὸν τῶν Ἀσαναίων γα μὰν ῥυἅχετον πᾶ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 170

Ἡμεῖς ἀμέλει σοι τά γε παρ’ ἡμῖν πείσομεν.

**ΛΑΜΠΙΤΩ**

### 170

Οὔχ, ἇς πόδας γ’ ἔχωντι ταὶ τριήρεες καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 175

Ἀλλ’ ἔστι καὶ τοῦτ’ εὖ παρεσκευασμένον· καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον. Ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν, ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα, θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν.

**ΛΑΜΠΙΤΩ**

### 180

Πάντ’ εὖ κ’ ἔχοι· καὶ τᾶδε γὰρ λέγεις καλῶς.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 180

Τί δῆτα ταῦτ’ οὐχ ὡς τάχιστα, Λαμπιτοῖ, ξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ;

**ΛΑΜΠΙΤΩ**

### 180

Πάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 180

Καλῶς λέγεις. Ποῦ ’σθ’ ἡ Σκύθαινα; Ποῖ βλέπεις;

### 185

Θὲς εἰς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα, καί μοι δότω τὰ τόμιά τις.

**ΚΛΕΟΝΙΚΗ**

### 186

Λυσιστράτη, τίν’ ὅρκον ὁρκώσεις ποθ’ ἡμᾶς;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 187

Ὅντινα; εἰς ἀσπίδ’, ὥσπερ, φασίν, Αἰσχύλος ποτέ, μηλοσφαγούσας.

**ΚΛΕΟΝΙΚΗ**

### 189

Μὴ σύ γ’, ὦ Λυσιστράτη,

### 190

εἰς ἀσπίδ’ ὀμόσῃς μηδὲν εἰρήνης πέρι.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 190

Τίς ἂν οὖν γένοιτ’ ἂν ὅρκος; Ἢ λευκόν ποθεν ἵππον λαβοῦσαι τόμιον ἐντεμώμεθα;

**ΚΛΕΟΝΙΚΗ**

### 190

Ποῖ λευκὸν ἵππον;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 193

Ἀλλὰ πῶς ὀμούμεθα ἡμεῖς;

**ΚΛΕΟΝΙΚΗ**

### 194

Ἐγώ σοι νὴ Δί’, ἢν βούλῃ, φράσω.

### 195

Θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν, μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον ὀμόσωμεν εἰς τὴν κύλικα μὴ ’πιχεῖν ὕδωρ.

**ΛΑΜΠΙΤΩ**

### 195

Φεῦ δᾶ, τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 195

Φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον.

**ΚΛΕΟΝΙΚΗ**

### 195

Ὦ φίλταται γυναῖκες, 〈ὁ〉 κεραμὼν ὅσος. Ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 195

Καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου. Δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία, τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής.

**ΚΛΕΟΝΙΚΗ**

### 205

Εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς.

**ΛΑΜΠΙΤΩ**

### 205

Καὶ μὰν ποτόδδει γ’ ἁδὺ ναὶ τὸν Κάστορα.

**ΚΛΕΟΝΙΚΗ**

### 205

Ἐᾶτε πρώτην μ’, ὦ γυναῖκες, ὀμνύναι.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 205

Μὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς. Λάζυσθε πᾶσαι τῆς κύλικος, ὦ Λαμπιτοῖ·

### 210

λεγέτω δ’ ὑπὲρ ὑμῶν μί’ ἅπερ ἂν κἀγὼ λέγω· ὑμεῖς δ’ ἐπομεῖσθε ταῦτα κἀμπεδώσετε. Οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ’ ἀνήρ—

**ΚΛΕΟΝΙΚΗ**

### 210

Οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ’ ἀνήρ—

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 210

ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. Λέγε.

**ΚΛΕΟΝΙΚΗ**

### 215

ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. Παπαῖ, ὑπολύεταί μου τὰ γόνατ’, ὦ Λυσιστράτη.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 215

Οἴκοι δ’ ἀταυρώτη διάξω τὸν βίον—

**ΚΛΕΟΝΙΚΗ**

### 215

Οἴκοι δ’ ἀταυρώτη διάξω τὸν βίον—

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 215

κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη—

**ΚΛΕΟΝΙΚΗ**

### 220

κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη—

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 220

ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου· —

**ΚΛΕΟΝΙΚΗ**

### 220

ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου· —

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 220

κοὐδέποθ’ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.

**ΚΛΕΟΝΙΚΗ**

### 220

κοὐδέποθ’ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 225

Ἐὰν δέ μ’ ἄκουσαν βιάζηται βίᾳ—

**ΚΛΕΟΝΙΚΗ**

### 225

ἐὰν δέ μ’ ἄκουσαν βιάζηται βίᾳ—

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 225

κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.

**ΚΛΕΟΝΙΚΗ**

### 225

κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 225

Οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.

**ΚΛΕΟΝΙΚΗ**

### 230

Οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 230

Οὐ στήσομαι λέαιν’ ἐπὶ τυροκνήστιδος.

**ΚΛΕΟΝΙΚΗ**

### 230

Οὐ στήσομαι λέαιν’ ἐπὶ τυροκνήστιδος.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 230

Ταῦτ’ ἐμπεδοῦσα μὲν πίοιμ’ ἐντευθενί—

**ΚΛΕΟΝΙΚΗ**

### 230

Ταῦτ’ ἐμπεδοῦσα μὲν πίοιμ’ ἐντευθενί—

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 235

εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ’ ἡ κύλιξ.

**ΚΛΕΟΝΙΚΗ**

### 235

εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ’ ἡ κύλιξ.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 235

Συνεπόμνυθ’ ὑμεῖς ταῦτα πᾶσαι;

**ΠΑΣΑΙ**

### 237

Νὴ Δία.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 237

Φέρ’ ἐγὼ καθαγίσω τήνδε.

**ΚΛΕΟΝΙΚΗ**

### 238

Τὸ μέρος γ’, ὦ φίλη, ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι.

**ΛΑΜΠΙΤΩ**

### 240

Τίς ὡλολυγά;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 240

Τοῦτ’ ἐκεῖν’ οὑγὼ ’λεγον· αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦ ἤδη κατειλήφασιν. Ἀλλ’, ὦ Λαμπιτοῖ, σὺ μὲν βάδιζε καὶ τὰ παρ’ ὑμῖν εὖ τίθει, τασδὶ δ’ ὁμήρους κατάλιφ’ ἡμῖν ἐνθάδε.

### 245

Ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλει ξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς.

**ΚΛΕΟΝΙΚΗ**

### 245

Οὔκουν ἐφ’ ἡμᾶς ξυμβοηθήσειν οἴει τοὺς ἄνδρας εὐθύς;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 248

Ὀλίγον αὐτῶν μοι μέλει. Οὐ γὰρ τοσαύτας οὔτ’ ἀπειλὰς οὔτε πῦρ

### 248

ἥξους’ ἔχοντες ὥστ’ ἀνοῖξαι τὰς πύλας ταύτας, ἐὰν μὴ ’φ’ οἷσιν ἡμεῖς εἴπομεν.

**ΚΛΕΟΝΙΚΗ**

### 248

Μὰ τὴν Ἀφροδίτην οὐδέποτέ γ’· ἄλλως γὰρ ἂν

### 248

ἄμαχοι γυναῖκες καὶ μιαραὶ κεκλῄμεθ’ ἄν.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 254

Χώρει, Δράκης, ἡγοῦ βάδην, εἰ καὶ τὸν ὦμον ἀλγεῖς

### 255

κορμοῦ τοσουτονὶ βάρος χλωρᾶς φέρων ἐλάας.

### 256-257

Ἦ πόλλ’ ἄελπτ’ ἔνεστιν ἐν τῷ μακρῷ βίῳ, φεῦ,

### 258-259

ἐπεὶ τίς ἄν ποτ’ ἤλπις’, ὦ Στρυμόδωρ’, ἀκοῦσαι

### 260

γυναῖκας, ἃς ἐβόσκομεν κατ’ οἶκον ἐμφανὲς κακόν, κατὰ μὲν ἅγιον ἔχειν βρέτας κατά τ’ ἀκρόπολιν ἐμὴν λαβεῖν, μοχλοῖς δὲ καὶ κλῄθροισιν

### 265

τὰ προπύλαια πακτοῦν;

### 265

Ἀλλ’ ὡς τάχιστα πρὸς πόλιν σπεύσωμεν, ὦ Φιλοῦργε, ὅπως ἂν αὐταῖς ἐν κύκλῳ θέντες τὰ πρέμνα ταυτί, ὅσαι τὸ πρᾶγμα τοῦτ’ ἐνεστήσαντο καὶ μετῆλθον, μίαν πυρὰν νήσαντες ἐμπρήσωμεν αὐτόχειρες

### 270

πάσας, ἀπὸ ψήφου μιᾶς, πρώτην δὲ τὴν Λύκωνος.

### 271-272

Οὐ γὰρ μὰ τὴν Δήμητρ’ ἐμοῦ ζῶντος ἐγχανοῦνται·

### 273-274

ἐπεὶ οὐδὲ Κλεομένης, ὃς αὐτὴν κατέσχε πρῶτος,

### 275

ἀπῆλθεν ἀψάλακτος, ἀλλ’ ὅμως Λακωνικὸν πνέων ᾤχετο θὤπλα παραδοὺς ἐμοί, σμικρὸν ἔχων πάνυ τριβώνιον, πινῶν ῥύπ’, ἀπαράτιλτος,

### 280

ἓξ ἐτῶν ἄλουτος.

### 280

Οὕτως ἐπολιόρκης’ ἐγὼ τὸν ἄνδρ’ ἐκεῖνον ὠμῶς ἐφ’ ἑπτακαίδεκ’ ἀσπίδων πρὸς ταῖς πύλαις καθεύδων. Τασδὶ δὲ τὰς Εὐριπίδῃ θεοῖς τε πᾶσιν ἐχθρὰς ἐγὼ οὐκ ἄρα σχήσω παρὼν τολμήματος τοσούτου;

### 285

Μή νυν ἔτ’ ἐν 〈τῇ〉 τετραπόλει τοὐμὸν τροπαῖον εἴη.

### 285

Ἀλλ’ αὐτὸ γάρ μοι τῆς ὁδοῦ λοιπόν ἐστι χωρίον τὸ πρὸς πόλιν τὸ σιμόν, οἷ σπουδὴν ἔχω. Χὤπως ποτ’ ἐξαμπρεύσομεν

### 290

τοῦτ’ ἄνευ κανθηλίου· ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξιπώκατον. Ἀλλ’ ὅμως βαδιστέον, καὶ τὸ πῦρ φυσητέον, μή μ’ ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ.

### 295

Φῦ φῦ.

### 295

Ἰοὺ ἰοὺ τοῦ καπνοῦ.

### 295

Ὡς δεινόν, ὦναξ Ἡράκλεις, προσπεσόν μ’ ἐκ τῆς χύτρας ὥσπερ κύων λυττῶσα τὠφθαλμὼ δάκνει. Κἄστιν γε Λήμνιον τὸ πῦρ

### 295

τοῦτο πάσῃ μηχανῇ· οὐ γὰρ 〈ἄν〉 ποθ’ ὧδ’ ὀδὰξ ἔβρυκε τὰς λήμας ἐμοῦ. Σπεῦδε πρόσθεν εἰς πόλιν καὶ βοήθει τῇ θεῷ. Ἢ πότ’ αὐτῇ μᾶλλον ἢ νῦν, ὦ Λάχης, ἀρήξομεν;

### 305

Φῦ φῦ.

### 305

Ἰοὺ ἰοὺ τοῦ καπνοῦ.

### 305

Τουτὶ τὸ πῦρ ἐγρήγορεν θεῶν ἕκατι καὶ ζῇ. Οὔκουν ἄν, εἰ τὼ μὲν ξύλω θείμεσθα πρῶτον αὐτοῦ, τῆς ἀμπέλου δ’ εἰς τὴν χύτραν τὸν φανὸν ἐγκαθέντες ἅψαντες εἶτ’ εἰς τὴν θύραν κριηδὸν ἐμπέσοιμεν,

### 310

κἂν μὴ καλούντων τοὺς μοχλοὺς χαλῶσιν αἱ γυναῖκες, ἐμπιμπράναι χρὴ τὰς θύρας καὶ τῷ καπνῷ πιέζειν. Θώμεσθα δὴ τὸ φορτίον. Φεῦ τοῦ καπνοῦ, βαβαιάξ. Τίς ξυλλάβοιτ’ ἂν τοῦ ξύλου τῶν ἐν Σάμῳ στρατηγῶν; Ταυτὶ μὲν ἤδη τὴν ῥάχιν θλίβοντά μου πέπαυται.

### 315

Σὸν δ’ ἔργον ἐστίν, ὦ χύρτα, τὸν ἄνθρακ’ ἐξεγείρειν, τὴν λαμπάδ’ ἡμμένην ὅπως παρὼν ἐμοὶ προσοίσει. Δέσποινα Νίκη, ξυγγενοῦ τῶν τ’ ἐν πόλει γυναικῶν τοῦ νῦν παρεστῶτος θράσους θέσθαι τροπαῖον ἡμᾶς.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 319

Λιγνὺν δοκῶ μοι καθορᾶν καὶ καπνόν, ὦ γυναῖκες,

### 320

ὥσπερ πυρὸς καομένου· σπευστέον ἐστὶ θᾶττον.

### 320

Πέτου πέτου, Νικοδίκη, πρὶν ἐμπεπρῆσθαι Καλύκην τε καὶ Κρίτυλλαν περιφυσήτω

### 324-325

ὑπό τ’ ἀνέμων ἀργαλέων

### 325

ὑπό τε γερόντων ὀλέθρων. Ἀλλὰ φοβοῦμαι τόδε· μῶν ὑστερόπους βοηθῶ; Νυνδὴ γὰρ ἐμπλησαμένη τὴν ὑδρίαν κνεφαία

### 328-329

μόλις ἀπὸ κρήνης ὑπ’ ὄχλου καὶ θορύβου καὶ πατάγου χυτρείου,

### 330

δούλαισιν ὠστιζομένη στιγματίαις θ’, ἁρπαλέως ἀραμένη, ταῖσιν ἐμαῖς δημότισιν καομέναις φέρους’ ὕδωρ βοηθῶ.

### 335

Ἤκουσα γὰρ τυφογέρον‐ τας ἄνδρας ἔρρειν, στελέχη φέροντας ὥσπερ βαλανεύσοντας εἰς πόλιν ὡς τριτάλαντα βάρος, δεινότατ’ ἀπειλοῦντας ἐπῶν

### 340

ὡς πυρὶ χρὴ τὰς μυσαρὰς γυναῖκας ἀνθρακεύειν. Ἅς, ὦ θεά, μή ποτ’ ἐγὼ πιμπραμένας ἴδοιμι,

### 342-343

ἀλλὰ πολέμου καὶ μανιῶν ῥυσαμένας Ἑλλάδα καὶ πολίτας·

### 344

ἐφ’ οἷσπερ, ὦ χρυσολόφα

### 345

πολιοῦχε, σὰς ἔσχον ἕδρας. Καί σε καλῶ ξύμμαχον, ὦ Τριτογένει’, ἤν τις ἐκεί‐ νας ὑποπιμπρῇσιν ἀνήρ, φέρειν ὕδωρ μεθ’ ἡμῶν.

### 349

Ἔασον, ὤ, τουτὶ τί ἦν; Ἄνδρες πονωπονηροί· οὐ γάρ ποτ’ ἂν χρηστοί γ’ ἔδρων οὐδ’ εὐσεβεῖς τάδ’ ἄνδρες.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 351

Τουτὶ τὸ πρᾶγμ’ ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει· ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 351

Τί βδύλλεθ’ ἡμᾶς; Οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι;

### 355

Καὶ μὴν μέρος γ’ ἡμῶν ὁρᾶτ’ οὔπω τὸ μυριοστόν.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 355

Ὦ Φαιδρία, ταύτας λαλεῖν ἐάσομεν τοσαυτί; Οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντ’ ἐχρῆν τιν’ αὐταῖς;

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 355

Θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζ’, ὅπως ἄν, ἢν προσφέρῃ τὴν χεῖρά τις, μὴ τοῦτό μ’ ἐμποδίζῃ.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 360

Εἰ νὴ Δί’ ἤδη τὰς γνάθους τούτων τις ἢ δὶς ἢ τρὶς ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 360

Καὶ μὴν ἰδού· παταξάτω τις. Στᾶς’ ἐγὼ παρέξω, κοὐ μή ποτ’ ἄλλη σου κύων τῶν ὄρχεων λάβηται.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 360

Εἰ μὴ σιωπήσει, θενών σου ’κκοκκιῶ τὸ γῆρας.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 365

Ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 365

Τί δ’, ἢν σποδῶ τοῖς κονδύλοις; Τί μ’ ἐργάσει τὸ δεινόν;

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 365

Βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερ’ ἐξαμήσω.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 365

Οὐκ ἔστ’ ἀνὴρ Εὐριπίδου σοφώτερος ποητής· οὐδὲν γὰρ ὧδε θρέμμ’ ἀναιδές ἐστιν ὡς γυναῖκες.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 370

Αἰρώμεθ’ ἡμεῖς θοὔδατος τὴν κάλπιν, ὦ Ῥοδίππη.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 370

Τί δ’, ὦ θεοῖς ἐχθρά, σὺ δεῦρ’ ὕδωρ ἔχους’ ἀφίκου;

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 370

Τί δ’ αὖ σὺ πῦρ, ὦ τύμβ’, ἔχων; Ὡς σαυτὸν ἐμπυρεύσων;

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 370

Ἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 370

Ἐγὼ δέ γ’, ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 375

Τοὐμὸν σὺ πῦρ κατασβέσεις;

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 375

Τοὔργον τάχ’ αὐτὸ δείξει.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 375

Οὐκ οἶδά ς’ εἰ τῇδ’ ὡς ἔχω τῇ λαμπάδι σταθεύσω.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 375

Εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν 〈γ’〉 ἐγὼ παρέξω.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 375

Ἐμοὶ σὺ λουτρόν, ὦ σαπρά;

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 378

Καὶ ταῦτα νυμφικόν γε.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 378

Ἤκουσας αὐτῆς τοῦ θράσους;

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 379

Ἐλευθέρα γάρ εἰμι.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 380

Σχήσω ς’ ἐγὼ τῆς νῦν βοῆς.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 380

Ἀλλ’ οὐκέθ’ ἡλιάζει.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 380

Ἔμπρησον αὐτῆς τὰς κόμας.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 381

Σὸν ἔργον, ὦχελῷε.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 381

Οἴμοι τάλας.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 382

Μῶν θερμὸν ἦν;

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 382

Ποῖ θερμόν; Οὐ παύσει; Τί δρᾷς;

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 382

Ἄρδω ς’, ὅπως ἀμβλαστάνῃς.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 385

Ἀλλ’ αὗός εἰμ’ ἤδη τρέμων.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 385

Οὐκοῦν, ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν.

**ΠΡΟΒΟΥΛΟΣ**

### 387

Ἆρ’ ἐξέλαμψε τῶν γυναικῶν ἡ τρυφὴ χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι, ὅ τ’ Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν,

### 390

οὗ ’γώ ποτ’ ὢν ἤκουον ἐν τἠκκλησίᾳ; Ἔλεγεν ὁ μὴ ὥρασι μὲν Δημόστρατος πλεῖν εἰς Σικελίαν, ἡ γυνὴ δ’ ὀρχουμένη «Αἰαῖ Ἄδωνιν» φησίν. Ὁ δὲ Δημόστρατος ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων,

### 395

ἡ δ’ ὑποπεπωκυῖ’ ἡ γυνὴ ’πὶ τοῦ τέγους «Κόπτεσθ’ Ἄδωνιν» φησίν. Ὁ δ’ ἐβιάζετο, ὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης. Τοιαῦτ’ ἀπ’ αὐτῶν ἐστιν ἀκολαστήματα.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 395

Τί δῆτ’ ἄν, εἰ πύθοιο καὶ τὴν τῶνδ’ ὕβριν;

### 395

Αἳ τἄλλα θ’ ὑβρίκασι κἀκ τῶν καλπίδων ἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδια σείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας.

**ΠΡΟΒΟΥΛΟΣ**

### 395

Νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε. Ὅταν γὰρ αὐτοὶ ξυμπονηρευώμεθα

### 405

ταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν, τοιαῦτ’ ἀπ’ αὐτῶν βλαστάνει βουλεύματα. Οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί· «Ὦ χρυσοχόε, τὸν ὅρμον ὃν ἐπεσκεύασας, ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας

### 410

ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος. Ἐμοὶ μὲν οὖν ἔστ’ εἰς Σαλαμῖνα πλευστέα· σὺ δ’ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν ἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον.» Ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγει

### 415

νεανίαν καὶ πέος ἔχοντ’ οὐ παιδικόν· «Ὦ σκυτοτόμε, μου τῆς γυναικὸς τοῦ ποδὸς τὸ δακτυλίδιον πιέζει τὸ ζυγόν, ἅθ’ ἁπαλὸν ὄν· τοῦτ’ οὖν σὺ τῆς μεσημβρίας ἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ.»

### 420

Τοιαῦτ’ ἀπήντηκ’ εἰς τοιαυτὶ πράγματα, ὅτ’ ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπως

### 420

κωπῆς ἔσονται, τἀργυρίου νυνὶ δέον, ὑπὸ τῶν γυναικῶν ἀποκέκλεισμαι τῶν πυλῶν. Ἀλλ’ οὐδὲν ἔργον ἑστάναι. Φέρε τοὺς μοχλούς,

### 425

ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω. Τί κέχηνας, ὦ δύστηνε; Ποῖ δ’ αὖ σὺ βλέπεις, οὐδὲν ποιῶν ἀλλ’ ἢ καπηλεῖον σκοπῶν; Οὐχ ὑποβαλόντες τοὺς μοχλοὺς ὑπὸ τὰς πύλας ἐντεῦθεν ἐκμοχλεύσετ’; Ἐνθενδὶ δ’ ἐγὼ

### 430

ξυνεκμοχλεύσω.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 430

Μηδὲν ἐκμοχλεύετε· ἐξέρχομαι γὰρ αὐτομάτη. Τί δεῖ μοχλῶν; Οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν.

**ΠΡΟΒΟΥΛΟΣ**

### 430

Ἄληθες, ὦ μιαρὰ σύ; Ποῦ ’σθ’ ὁ τοξότης; Ξυλλάμβαν’ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 435

Εἰ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι ἄκραν προσοίσει, δημόσιος ὢν κλαύσεται.

**ΠΡΟΒΟΥΛΟΣ**

### 435

Ἔδεισας, οὗτος; Οὐ ξυναρπάσει μέσην καὶ σὺ μετὰ τούτου χἀνύσαντε δήσετον;

**ΚΛΕΟΝΙΚΗ**

### 435

Εἰ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον

### 440

τὴν χεῖρ’ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος.

**ΠΡΟΒΟΥΛΟΣ**

### 440

Ἰδού γ’ ἐπιχεσεῖ. Ποῦ ’στιν ἕτερος τοξότης;

### 440

Ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ.

**ΜΥΡΡΙΝΗ**

### 440

Εἰ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρ’ ἄκραν ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα.

**ΠΡΟΒΟΥΛΟΣ**

### 445

Τουτὶ τί ἦν; Ποῦ τοξότης; Ταύτης ἔχου. Παύσω τιν’ ὑμῶν τῆσδ’ ἐγὼ τῆς ἐξόδου.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 445

Εἰ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει, ἐγὼ ’κποκιῶ σου τὰς στενοκωκύτους τρίχας.

**ΠΡΟΒΟΥΛΟΣ**

### 445

Οἴμοι κακοδαίμων· ἐπιλέλοιφ’ ὁ τοξότης.

### 445

Ἀτὰρ οὐ γυναικῶν οὐδέποτ’ ἔσθ’ ἡττητέα ἡμῖν· ὁμόσε χωρῶμεν αὐταῖς, ὦ Σκύθαι, ξυνταξάμενοι.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 452

Νὴ τὼ θεὼ γνώσεσθ’ ἄρα ὅτι καὶ παρ’ ἡμῖν εἰσι τέτταρες λόχοι μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων.

**ΠΡΟΒΟΥΛΟΣ**

### 455

Ἀποστρέφετε τὰς χεῖρας αὐτῶν, ὦ Σκύθαι.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 455

Ὦ ξύμμαχοι γυναῖκες, ἐκθεῖτ’ ἔνδοθεν, ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες, ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες, οὐχ ἕλξετ’, οὐ παιήσετ’, οὐκ ἀράξετε,

### 460

οὐ λοιδορήσετ’, οὐκ ἀναισχυντήσετε; Παύσασθ’, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε.

**ΠΡΟΒΟΥΛΟΣ**

### 460

Οἴμ’ ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 460

Ἀλλὰ τί γὰρ ᾤου; Πότερον ἐπὶ δούλας τινὰς ἥκειν ἐνόμισας, ἢ γυναιξὶν οὐκ οἴει

### 465

χολὴν ἐνεῖναι;

**ΠΡΟΒΟΥΛΟΣ**

### 465

Νὴ τὸν Ἀπόλλω καὶ μάλα

### 465

πολλήν γ’, ἐάνπερ πλησίον κάπηλος ᾖ.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 465

Ὦ πόλλ’ ἀναλώσας ἔπη πρόβουλε τῆσδε 〈τῆσ〉 γῆς, τί τοῖσδε σαυτὸν εἰς λόγους τοῖς θηρίοις ξυνάπτεις; Οὐκ οἶσθα λουτρὸν οἷον αἵδ’ ἡμᾶς ἔλουσαν ἄρτι

### 470

ἐν τοῖσιν ἱματιδίοις, καὶ ταῦτ’ ἄνευ κονίας;

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 470

Ἀλλ’, ὦ μέλ’, οὐ χρὴ προσφέρειν τοῖς πλησίοισιν εἰκῇ τὴν χεῖρ’· ἐὰν δὲ τοῦτο δρᾷς, κυλοιδιᾶν ἀνάγκη. Ἐπεὶ ’θέλω ’γὼ σωφρόνως ὥσπερ κόρη καθῆσθαι, λυποῦσα μηδέν’ ἐνθαδί, κινοῦσα μηδὲ κάρφος,

### 475

ἢν μή τις ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζῃ.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 476-477

Ὦ Ζεῦ, τί ποτε χρησόμεθα τοῖσδε κνωδάλοις;

### 478

Οὐ γὰρ ἔτ’ ἀνεκτὰ τάδε γ’, ἀλλὰ βασανιστέον τόδε σοι τὸ πάθος μετ’ ἐμοῦ,

### 480

ὅ τι βουλόμεναί ποτε τὴν Κραναὰν κατέλαβον, ἐφ’ ὅ τι τε μεγαλόπετρον, ἄβατον ἀκρόπολιν, ἱερὸν τέμενος.

### 483

Ἀλλ’ ἀνερώτα καὶ μὴ πείθου καὶ πρόσφερε πάντας ἐλέγχους·

### 485

ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν τὸ τοιοῦτον πρᾶγμα μεθέντας.

**ΠΡΟΒΟΥΛΟΣ**

### 485

Καὶ μὴν αὐτῶν τοῦτ’ ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι, ὅ τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλείσατε τοῖσι μοχλοῖσιν.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 485

Ἵνα τἀργύριον σῶν παρέχοιμεν καὶ μὴ πολεμοῖτε δι’ αὐτό.

**ΠΡΟΒΟΥΛΟΣ**

### 485

Διὰ τἀργύριον πολεμοῦμεν γάρ;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 489

Καὶ τἄλλα γε πάντ’ ἐκυκήθη.

### 490

Ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες ἀεί τινα κορκορυγὴν ἐκύκων. Οἱ δ’ οὖν τοῦδ’ οὕνεκα δρώντων ὅ τι βούλονται· τὸ γὰρ ἀργύριον τοῦτ’ οὐκέτι μὴ καθέλωσιν.

**ΠΡΟΒΟΥΛΟΣ**

### 490

Ἀλλὰ τί δράσεις;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 493

Τοῦτό μ’ ἐρωτᾷς; Ἡμεῖς ταμιεύσομεν αὐτό.

**ΠΡΟΒΟΥΛΟΣ**

### 493

Ὑμεῖς ταμιεύσετε τἀργύριον;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 494

Τί 〈δὲ〉 δεινὸν τοῦτο νομίζεις;

### 495

Οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν;

**ΠΡΟΒΟΥΛΟΣ**

### 495

Ἀλλ’ οὐ ταὐτόν.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 496

Πῶς οὐ ταὐτόν;

**ΠΡΟΒΟΥΛΟΣ**

### 496

Πολεμητέον ἔστ’ ἀπὸ τούτου

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 496

Ἀλλ’ οὐδὲν δεῖ πρῶτον πολεμεῖν.

**ΠΡΟΒΟΥΛΟΣ**

### 497

Πῶς γὰρ σωθησόμεθ’ ἄλλως;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 497

Ἡμεῖς ὑμᾶς σώσομεν.

**ΠΡΟΒΟΥΛΟΣ**

### 498

Ὑμεῖς;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 498

Ἡμεῖς μέντοι.

**ΠΡΟΒΟΥΛΟΣ**

### 498

Σχέτλιόν γε.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 498

Ὡς σωθήσει, κἂν μὴ βούλῃ.

**ΠΡΟΒΟΥΛΟΣ**

### 499

Δεινόν 〈γε〉 λέγεις.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 499

Ἀγανακτεῖς,

### 499

ἀλλὰ ποητέα ταῦτ’ ἐστὶν ὅμως.

**ΠΡΟΒΟΥΛΟΣ**

### 499

Νὴ τὴν Δήμητρ’ ἄδικόν γε.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 499

Σωστέον, ὦ τᾶν.

**ΠΡΟΒΟΥΛΟΣ**

### 501

Κεἰ μὴ δέομαι;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 501

Τοῦδ’ οὕνεκα καὶ πολὺ μᾶλλον.

**ΠΡΟΒΟΥΛΟΣ**

### 501

Ὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆς τ’ εἰρήνης ἐμέλησεν;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 501

Ἡμεῖς φράσομεν.

**ΠΡΟΒΟΥΛΟΣ**

### 503

Λέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 503

Ἀκροῶ δή, καὶ τὰς χεῖρας πειρῶ κατέχειν.

**ΠΡΟΒΟΥΛΟΣ**

### 504

Ἀλλ’ οὐ δύναμαι· χαλεπὸν γὰρ

### 505

ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν.

**ΚΛΕΟΝΙΚΗ**

### 505

Κλαύσει τοίνυν πολὺ μᾶλλον.

**ΠΡΟΒΟΥΛΟΣ**

### 505

Τοῦτο μέν, ὦ γραῦ, σαυτῇ κρώξαις. Σὺ δέ μοι λέγε.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 506

Ταῦτα ποήσω. Ἡμεῖς τὸν μὲν πρότερον πόλεμον καὶ χρόνον ἠνεσχόμεθ’ 〈ὑμῶν〉 ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττ’ ἐποεῖτε· —οὐ γὰρ γρύζειν εἰᾶθ’ ἡμᾶς, —καίτοὐκ ἠρέσκετέ γ’ ἡμᾶς.

### 510

Ἀλλ’ ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους μέγα πρᾶγμα· εἶτ’ ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθ’ ἂν γελάσασαι «Τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαι ἐν τῷ δήμῳ τήμερον ὑμῖν;» — «Τί δὲ σοὶ τοῦτ’;» ἦ δ’ ὃς ἂν ἁνήρ·

### 515

«οὐ σιγήσει;» —κἀγὼ ’σίγων.

**ΚΛΕΟΝΙΚΗ**

### 515

Ἀλλ’ οὐκ ἂν ἐγώ ποτ’ ἐσίγων.

**ΠΡΟΒΟΥΛΟΣ**

### 515

Κἂν ᾤμωζές γ’, εἰ μὴ ’σίγας.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 516

Τοιγάρ〈τοὔγωγ’ ἂν〉 ἐσίγων. 〈Ἑτέρου δ’〉 ἕτερόν τι πονηρότερον βούλευμ’ ἐπεπύσμεθ’ ἂν ὑμῶν· εἶτ’ ἠρόμεθ’ ἄν· «Πῶς ταῦτ’, ὦνερ, διαπράττεσθ’ ὧδ’ ἀνοήτως;»

### 516

Ὁ δέ μ’ εὐθὺς ὑποβλέψας 〈ἂν〉 ἔφασκ’, εἰ μὴ τὸν στήμονα νήσω,

### 520

ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν· «πόλεμος δ’ ἄνδρεσσι μελήσει.»

**ΠΡΟΒΟΥΛΟΣ**

### 520

Ὀρθῶς γε λέγων νὴ Δί’ ἐκεῖνος.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 521

Πῶς ὀρθῶς, ὦ κακόδαιμον, εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι; Ὅτε δὴ δ’ ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη· «Οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ.» — «Μὰ Δί’ οὐ δῆτ’,» εἶφ’ ἕτερός τις, —

### 525

μετὰ ταῦθ’ ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ ταῖσι γυναιξὶν συλλεχθείσαις. Ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι; Ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητ’ ἀντακροᾶσθαι κἀντισιωπᾶν ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς.

**ΠΡΟΒΟΥΛΟΣ**

### 525

Ὑμεῖς ἡμᾶς; Δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 529

Σιώπα.

**ΠΡΟΒΟΥΛΟΣ**

### 530

Σοί γ’, ὦ κατάρατε, σιωπῶ ’γώ, καὶ ταῦτα κάλυμμα φορούσῃ περὶ τὴν κεφαλήν; Μή νυν ζῴην.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 531

Ἀλλ’ εἰ τοῦτ’ ἐμπόδιόν σοι, παρ’ ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼν ἔχε καὶ περίθου περὶ τὴν κεφαλήν, κᾆτα σιώπα.

**ΚΛΕΟΝΙΚΗ**

### 535

Καὶ τουτονγὶ τὸν καλαθίσκον. Κᾆτα ξαίνειν ξυζωσάμενος κυάμους τρώγων· πόλεμος δὲ γυναιξὶ μελήσει.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 535

Ἀπαίρετ’, ὦ γυναῖκες, ἀπὸ τῶν καλπίδων, ὅπως ἂν

### 540

ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν.

### 540

Ἐγὼ γὰρ οὔποτ’ ἂν κάμοιμ’ ὀρχουμένη, οὐδὲ γόνατ’ ἂν κόπος ἕλοι με καματήριος. Ἐθέλω δ’ ἐπὶ πᾶν ἰέναι μετὰ τῶνδ’ ἀρετῆς ἕνεχ’, αἷς

### 545

ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος, ἔνι τὸ σοφόν, ἔνι 〈δὲ〉 φιλόπολις ἀρετὴ φρόνιμος.

### 549

Ἀλλ’, ὦ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν,

### 549

χωρεῖτ’ ὀργῇ καὶ μὴ τέγγεσθ’· ἔτι γὰρ νῦν οὔρια θεῖτε.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 549

Ἀλλ’ ἤνπερ ὅ 〈τε〉 γλυκύθυμος Ἔρως χἠ Κυπρογένει’ Ἀφροδίτη ἵμερον ἡμῶν κατὰ τῶν κόλπων καὶ τῶν μηρῶν καταπνεύσῃ, κᾷτ’ ἐντέξῃ τέτανον τερπνὸν τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς, οἶμαί ποτε Λυσιμάχας ἡμᾶς ἐν τοῖς Ἕλλησι καλεῖσθαι.

**ΠΡΟΒΟΥΛΟΣ**

### 555

Τί ποησάσας;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 555

Ἢν παύσωμεν πρώτιστον μὲν ξὺν ὅπλοισιν ἀγοράζοντας καὶ μαινομένους.

**ΚΛΕΟΝΙΚΗ**

### 556

Νὴ τὴν Παφίαν Ἀφροδίτην.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 556

Νῦν μὲν γὰρ δὴ κἀν ταῖσι χύτραις καὶ τοῖς λαχάνοισιν ὁμοίως περιέρχονται κατὰ τὴν ἀγορὰν ξὺν ὅπλοις ὥσπερ Κορύβαντες.

**ΠΡΟΒΟΥΛΟΣ**

### 556

Νὴ Δία· χρὴ γὰρ τοὺς ἀνδρείους.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 559

Καὶ μὴν τό γε πρᾶγμα γέλοιον,

### 560

ὅταν ἀσπίδ’ ἔχων καὶ Γοργόνα τις κᾆτ’ ὠνῆται κορακίνους.

**ΚΛΕΟΝΙΚΗ**

### 560

Νὴ Δί’ ἐγὼ γοῦν ἄνδρα κομήτην φυλαρχοῦντ’ εἶδον ἐφ’ ἵππου εἰς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραός· ἕτερος δ’ αὖ Θρᾷξ πέλτην σείων κἀκόντιον ὥσπερ ὁ Τηρεύς, ἐδεδίττετο τὴν ἰσχαδόπωλιν καὶ τὰς δρυπεπεῖς κατέπινεν.

**ΠΡΟΒΟΥΛΟΣ**

### 565

Πῶς οὖν ὑμεῖς δυναταὶ παῦσαι τεταραγμένα πράγματα πολλὰ ἐν ταῖς χώραις καὶ διαλῦσαι;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 566

Φαύλως πάνυ.

**ΠΡΟΒΟΥΛΟΣ**

### 566

Πῶς; Ἀπόδειξον.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 566

Ὥσπερ κλωστῆρ’, ὅταν ἡμῖν ᾖ τεταραγμένος, ὧδε λαβοῦσαι, ὑπενεγκοῦσαι τοῖσιν ἀτράκτοις τὸ μὲν ἐνταυθοῖ, τὸ δ’ ἐκεῖσε, οὕτως καὶ τὸν πόλεμον τοῦτον διαλύσομεν, ἤν τις ἐάσῃ,

### 570

διενεγκοῦσαι διὰ πρεσβειῶν τὸ μὲν ἐνταυθοῖ, τὸ δ’ ἐκεῖσε.

**ΠΡΟΒΟΥΛΟΣ**

### 570

Ἐξ ἐρίων δὴ καὶ κλωστήρων καὶ ἀτράκτων πράγματα δεινὰ παύσειν οἴεσθ’; Ὡς ἀνόητοι.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 572

Κἂν ὑμῖν γ’ εἴ τις ἐνῆν νοῦς, ἐκ τῶν ἐρίων τῶν ἡμετέρων ἐπολιτεύεσθ’ ἂν ἅπαντα.

**ΠΡΟΒΟΥΛΟΣ**

### 572

Πῶς δή; Φέρ’ ἴδω.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 574

Πρῶτον μὲν χρῆν, ὥσπερ πόκον, ἐν βαλανείῳ

### 575

ἐκπλύναντας τὴν οἰσπώτην ἐκ τῆς πόλεως, ἐπὶ κλίνης ἐκραβδίζειν τοὺς μοχθηροὺς καὶ τοὺς τριβόλους ἀπολέξαι, καὶ τούς γε συνισταμένους τούτους καὶ τοὺς πιλοῦντας ἑαυτοὺς ἐπὶ ταῖς ἀρχαῖσι διαξῆναι καὶ τὰς κεφαλὰς ἀποτῖλαι· εἶτα ξαίνειν εἰς καλαθίσκον κοινὴν εὔνοιαν ἅπαντας

### 580

καταμειγνύντας· τούς τε μετοίκους κεἴ τις ξένος ᾖ φίλος ὑμῖν,

### 580

κεἴ τις ὀφείλῃ τῷ δημοσίῳ, καὶ τούτους ἐγκαταμεῖξαι· καὶ νὴ Δία τάς γε πόλεις, ὁπόσαι τῆς γῆς τῆσδ’ εἰσὶν ἄποικοι, διαγιγνώσκειν ὅτι ταῦθ’ ἡμῖν ὥσπερ τὰ κατάγματα κεῖται χωρὶς ἕκαστον· κᾆτ’ ἀπὸ τούτων πάντων τὸ κάταγμα λαβόντας

### 585

δεῦρο ξυνάγειν καὶ ξυναθροίζειν εἰς ἕν, κἄπειτα ποῆσαι τολύπην μεγάλην κᾆτ’ ἐκ ταύτης τῷ δήμῳ χλαῖναν ὑφῆναι.

**ΠΡΟΒΟΥΛΟΣ**

### 585

Οὔκουν δεινὸν ταυτὶ ταύτας ῥαβδίζειν καὶ τολυπεύειν, αἷς οὐδὲ μετῆν πάνυ τοῦ πολέμου;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 588

Καὶ μήν, ὦ παγκατάρατε, πλεῖν ἢ τὸ διπλοῦν αὐτοῦ φέρομεν. Πρώτιστον μέν γε τεκοῦσαι

### 590

κἀκπέμψασαι παῖδας ὁπλίτας—

**ΠΡΟΒΟΥΛΟΣ**

### 590

Σίγα, μὴ μνησικακήσῃς.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 590

εἶθ’ ἡνίκα χρῆν εὐφρανθῆναι καὶ τῆς ἥβης ἀπολαῦσαι, μονοκοιτοῦμεν διὰ τὰς στρατιάς. Καὶ θἠμέτερον μὲν ἐάσω, περὶ τῶν δὲ κορῶν ἐν τοῖς θαλάμοις γηρασκουσῶν ἀνιῶμαι.

**ΠΡΟΒΟΥΛΟΣ**

### 590

Οὔκουν χἄνδρες γηράσκουσιν;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 594

Μὰ Δί’ ἀλλ’ οὐκ εἶπας ὅμοιον.

### 595

Ὁ μὲν ἥκων γάρ, κἂν ᾖ πολιός, ταχὺ παῖδα κόρην γεγάμηκεν· τῆς δὲ γυναικὸς μικρὸς ὁ καιρός, κἂν τούτου μὴ ’πιλάβηται, οὐδεὶς ἐθέλει γῆμαι ταύτην, ὀττευομένη δὲ κάθηται.

**ΠΡΟΒΟΥΛΟΣ**

### 595

Ἀλλ’ ὅστις ἔτι στῦσαι δυνατὸς—

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 595

Σὺ δὲ δὴ τί μαθὼν οὐκ ἀποθνῄσκεις;

### 595

Χωρίον ἐστίν· σορὸν ὠνήσει· μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω. Λαβὲ ταυτὶ καὶ στεφάνωσαι.

**ΚΛΕΟΝΙΚΗ**

### 595

Καὶ ταυτασὶ δέξαι παρ’ ἐμοῦ.

**ΜΥΡΡΙΝΗ**

### 595

Καὶ τουτονγὶ λαβὲ τὸν στέφανον.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 605

Τοῦ δεῖ; Τί ποθεῖς; Χώρει ’ς τὴν ναῦν· ὁ Χάρων σε καλεῖ, σὺ δὲ κωλύεις ἀνάγεσθαι.

**ΠΡΟΒΟΥΛΟΣ**

### 605

Εἶτ’ οὐχὶ δεινὸν ταῦτα πάσχειν ἔστ’ ἐμέ; Νὴ τὸν Δί’ ἀλλὰ τοῖς προβούλοις ἄντικρυς

### 610

ἐμαυτὸν ἐπιδείξω βαδίζων ὡς ἔχω.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 610

Μῶν ἐγκαλεῖς ὅτι οὐχὶ προὐθέμεσθά σε; Ἀλλ’ εἰς τρίτην γοῦν ἡμέραν σοι πρῲ πάνυ ἥξει παρ’ ἡμῶν τὰ τρίτ’ ἐπεσκευασμένα.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 613

Οὐκέτ’ ἔργον ἐγκαθεύδειν ὅστις ἔστ’ ἐλεύθερος.

### 615

Ἀλλ’ ἐπαποδυώμεθ’, ὦνδρες, τουτῳὶ τῷ πράγματι. Ἤδη γὰρ ὄζει ταδὶ πλειόνων καὶ μειζόνων πραγμάτων μοι δοκεῖ,

### 618-619

καὶ μάλιστ’ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος·

### 620

καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲς

### 621-622

δεῦρο συνεληλυθότες ἄνδρες εἰς Κλεισθένους

### 623

τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπάρωσιν δόλῳ καταλαβεῖν τὰ χρήμαθ’ ἡμῶν τόν τε μισθόν,

### 625

ἔνθεν ἔζων ἐγώ.

### 625

Δεινὰ γάρ τοι τάσδε γ’ ἤδη τοὺς πολίτας νουθετεῖν, καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι, καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς, οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι.

### 630

Ἀλλὰ ταῦθ’ ὕφηναν ἡμῖν, ὦνδρες, ἐπὶ τυραννίδι. Ἀλλ’ ἐμοῦ μὲν οὐ τυραννεύσους’, ἐπεὶ φυλάξομαι καὶ «φορήσω τὸ ξίφος» τὸ λοιπὸν «ἐν μύρτου κλαδί,» ἀγοράσω τ’ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι, ὧδέ θ’ ἑστήξω παρ’ αὐτόν· αὐτὸ γάρ μοι γίγνεται

### 635

τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 635

Οὐκ ἄρ’ εἰσιόντα ς’ οἴκαδ’ ἡ τεκοῦσα γνώσεται. Ἀλλὰ θώμεσθ’, ὦ φίλαι γρᾶες, ταδὶ πρῶτον χαμαί. Ἡμεῖς γάρ, ὦ πάντες ἀστοί, λόγων κατάρχομεν τῇ πόλει χρησίμων·

### 640

εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με·

### 641-642

Ἑπτὰ μὲν ἔτη γεγῶς’ εὐθὺς ἠρρηφόρουν·

### 643-644

εἶτ’ ἀλετρὶς ἦ δεκέτις οὖσα τἀρχηγέτι·

### 645

κᾆτ’ ἔχουσα τὸν κροκωτὸν ἄρκτος ἦ Βραυρωνίοις· κἀκανηφόρουν ποτ’ οὖσα παῖς καλὴ ’χους’ ἰσχάδων ὁρμαθόν.

### 647

Ἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι; Εἰ δ’ ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι,

### 647

ἢν ἀμείνω γ’ εἰσενέγκω τῶν παρόντων πραγμάτων. Τοὐράνου γάρ μοι μέτεστι· καὶ γὰρ ἄνδρας εἰσφέρω. Τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθ’ ὑμῖν, ἐπεὶ τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν εἶτ’ ἀναλώσαντες οὐκ ἀντεισφέρετε τὰς εἰσφοράς,

### 655

ἀλλ’ ὑφ’ ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν. Ἆρα γρυκτόν ἐστιν ὑμῖν; Εἰ δὲ λυπήσεις τί με,

### 655

τῷδέ ς’ ἀψήκτῳ πατάξω τῷ κοθόρνῳ τὴν γνάθον.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 655

Ταῦτ’ οὖν οὐχ ὕβρις τὰ πράγματ’ ἐστὶ πολλή; κἀπιδώσειν

### 660

μοι δοκεῖ τὸ χρῆμα μᾶλλον. Ἀλλ’ ἀμυντέον τὸ πρᾶγμ’ ὅστις γ’ ἐνόρχης ἔστ’ ἀνήρ. Ἀλλὰ τὴν ἐξωμίδ’ ἐκδυώμεθ’, ὡς τὸν ἄνδρα δεῖ ἀνδρὸς ὄζειν εὐθύς, ἀλλ’ οὐκ ἐντεθριῶσθαι πρέπει. Ἀλλ’ ἄγετε λευκόποδες, οἵπερ ἐπὶ

### 665

Λειψύδριον ἤλθομεν ὅτ’ ἦμεν ἔτι,

### 666-669

νῦν δεῖ, νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι

### 670

πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε.

### 671-672

Εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν,

### 673

οὐδὲν ἐλλείψουσιν αὗται λιπαροῦς χειρουργίας, ἀλλὰ καὶ ναῦς τεκτανοῦνται, κἀπιχειρήσους’ ἔτι

### 675

ναυμαχεῖν καὶ πλεῖν ἐφ’ ἡμᾶς, ὥσπερ Ἀρτεμισία. Ἢν δ’ ἐφ’ ἱππικὴν τράπωνται, διαγράφω τοὺς ἱππέας· ἱππικώτατον γάρ ἐστι χρῆμα κἄποχον γυνή, κοὐκ ἂν ἀπολίσθοι τρέχοντος. Τὰς Ἀμαζόνας σκόπει, ἃς Μίκων ἔγραψ’ ἐφ’ ἵππων μαχομένας τοῖς ἀνδράσιν.

### 680

Ἀλλὰ τούτων χρῆν ἁπασῶν εἰς τετρημένον ξύλον ἐγκαθαρμόσαι λαβόντας τουτονὶ τὸν αὐχένα.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 681

Εἰ νὴ τὼ θεώ με ζωπυ‐ ρήσεις, λύσω τὴν ἐμαυτῆς ὗν ἐγὼ δή, καὶ ποήσω

### 685

τήμερον τοὺς δημότας βωστρεῖν ς’ ἐγὼ πεκτούμενον. Ἀλλὰ χἠμεῖς, ὦ γυναῖκες, θᾶττον ἐκδυώμεθα,

### 685

ὡς ἂν ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένων.

### 688-689

Νῦν πρὸς ἔμ’ ἴτω τις, ἵνα μήποτε φά‐

### 690

γῃ σκόροδα, μηδὲ κυάμους μέλανας.

### 691-694

Ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, —ὑπερχολῶ γάρ, —

### 695

αἰετὸν τίκτοντα κάνθαρός σε μαιεύσομαι.

### 695

Οὐ γὰρ ὑμῶν φροντίσαιμ’ ἄν, ἢν ἐμοὶ ζῇ Λαμπιτὼ ἥ τε Θηβαία φίλη παῖς εὐγενὴς Ἰσμηνία. Οὐ γὰρ ἔσται δύναμις, οὐδ’ ἢν ἑπτάκις σὺ ψηφίσῃ, ὅστις, ὦ δύστην’, ἀπήχθου πᾶσι καὶ τοῖς γείτοσιν.

### 695

Ὥστε κἀχθὲς θἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ ταῖσι παισὶ τὴν ἑταίραν ἐκάλες’ ἐκ τῶν γειτόνων, παῖδα χρηστὴν κἀγαπητὴν ἐκ Βοιωτῶν ἔγχελυν, οἱ δὲ πέμψειν οὐκ ἔφασκον διὰ τὰ σὰ ψηφίσματα. Κοὐχὶ μὴ παύσησθε τῶν ψηφισμάτων τούτων, πρὶν ἂν

### 705

τοῦ σκέλους ὑμᾶς λαβών τις ἐκτραχηλίσῃ φέρων.

### 705

Ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος, τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 705

Κακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴν ποεῖ μ’ ἄθυμον περιπατεῖν ἄνω κάτω.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 710

Τί φῄς; Τί φῄς;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 710

Ἀληθῆ, ἀληθῆ.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 711-712

Τί δ’ ἐστὶ δεινόν; Φράζε ταῖς σαυτῆς φίλαις.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 713

Ἀλλ’ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 713

Μή νύν με κρύψῃς ὅ τι πεπόνθαμεν κακόν.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 715

Βινητιῶμεν, ᾗ βράχιστον τοῦ λόγου.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 715

Ἰὼ Ζεῦ.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 715

Τί Ζῆν’ ἀυτεῖς; Ταῦτα δ’ οὖν οὕτως ἔχει. Ἐγὼ μὲν οὖν αὐτὰς ἀποσχεῖν οὐκέτι οἵα τ’ ἀπὸ τῶν ἀνδρῶν· διαδιδράσκουσι γάρ.

### 720

Τὴν μέν γε πρώην διαλέγουσαν τὴν ὀπὴν κατέλαβον ᾗ τοῦ Πανός ἐστι ταὐλίον, τὴν δ’ ἐκ τροχιλείας αὖ κατειλυσπωμένην, τὴν δ’ αὐτομολοῦσαν· τὴν δ’ ἐπὶ στρούθου μίαν ἤδη πέτεσθαι διανοουμένην κάτω

### 725

εἰς Ὀρσιλόχου χθὲς τῶν τριχῶν κατέσπασα. Πάσας τε προφάσεις ὥστ’ ἀπελθεῖν οἴκαδε ἕλκουσιν. Ἡδὶ γοῦν τις αὐτῶν ἔρχεται. Αὕτη σύ, ποῖ θεῖς;

**ΓΥΝΗ Α**

### 728

Οἴκαδ’ ἐλθεῖν βούλομαι. Οἴκοι γάρ ἐστιν ἔριά μοι Μιλήσια

### 730

ὑπὸ τῶν σέων κατακοπτόμενα.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 730

Ποίων σέων; Οὐκ εἶ πάλιν;

### 731

Ἀλλ’ ἥξω ταχέως νὴ τὼ θεὼ ὅσον διαπετάσας’ ἐπὶ τῆς κλίνης μόνον.

### 731

Μὴ διαπετάννυ, μηδ’ ἀπέλθῃς μηδαμῇ.

### 731

Ἀλλ’ ἐῶ ’πολέσθαι τἄρι’;

### 734

Ἢν τούτου δέῃ.

**ΓΥΝΗ Β**

### 735

Τάλαιν’ ἐγώ, τάλαινα τῆς ἀμόργιδος, ἣν ἄλοπον οἴκοι καταλέλοιφ’.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 736

Αὕτη ’τέρα ἐπὶ τὴν ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται. Χώρει πάλιν δεῦρ’.

### 738

Ἀλλὰ νὴ τὴν Φωσφόρον ἔγωγ’ ἀποδείρας’ αὐτίκα μάλ’ ἀνέρχομαι.

### 740

Μή, μἀποδείρῃς· ἢν γὰρ ἄρξῃς τουτουί, ἑτέρα γυνὴ ταὐτὸν ποεῖν βουλήσεται.

**ΓΥΝΗ Γ**

### 742

Ὦ πότνι’ Ἱλείθυ’, ἐπίσχες τοῦ τόκου ἕως ἂν εἰς ὅσιον μόλω ’γὼ χωρίον.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 742

Τί ταῦτα ληρεῖς;

### 744

Αὐτίκα μάλα τέξομαι.

### 745

Ἀλλ’ οὐκ ἐκύεις σύ γ’ ἐχθές.

### 745

Ἀλλὰ τήμερον. Ἀλλ’ οἴκαδέ μ’ ὡς τὴν μαῖαν, ὦ Λυσιστράτη, ἀπόπεμψον ὡς τάχιστα.

### 747

Τίνα λόγον λέγεις; Τί τοῦτ’ ἔχεις τὸ σκληρόν;

### 748

Ἄρρεν παιδίον.

### 748

Μὰ τὴν Ἀφροδίτην οὐ σύ γ’ ἀλλ’ ἢ χαλκίον

### 748

ἔχειν τι φαίνει κοῖλον· εἴσομαι δ’ ἐγώ. Ὦ καταγέλαστ’, ἔχουσα τήνδ’ ἱερὰν κυνῆν κυεῖν ἔφασκες;

### 752

Καὶ κυῶ γε νὴ Δία.

### 752

Τί δῆτα ταύτην εἶχες;

### 753

Ἵνα μ’ εἰ καταλάβοι ὁ τόκος ἔτ’ ἐν πόλει, τέκοιμ’ εἰς τὴν κυνῆν

### 755

εἰσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί.

### 755

Τί λέγεις; Προφασίζει· περιφανῆ τὰ πράγματα. Οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς;

### 755

Ἀλλ’ οὐ δύναμαι ’γωγ’ οὐδὲ κοιμᾶσθ’ ἐν πόλει, ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε.

### 760

Ἐγὼ δ’ ὑπὸ τῶν γλαυκῶν γε τάλαιν’ ἀπόλλυμαι ταῖς ἀγρυπνίαισι κικκαβαζουσῶν ἀεί.

### 760

Ὦ δαιμόνιαι, παύσασθε τῶν τερατευμάτων. Ποθεῖτ’ ἴσως τοὺς ἄνδρας· ἡμᾶς δ’ οὐκ οἴει ποθεῖν ἐκείνους; Ἀργαλέας γ’ εὖ οἶδ’ ὅτι

### 765

ἄγουσι νύκτας. Ἀλλ’ ἀνάσχεσθ’, ὦγαθαί, καὶ προσταλαιπωρήσατ’ ἔτ’ ὀλίγον χρόνον· ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰν μὴ στασιάσωμεν. Ἔστι δ’ ὁ χρησμὸς οὑτοσί.

### 765

Λέγ’ αὐτὸν ἡμῖν ὅ τι λέγει.

### 769

Σιγᾶτε δή.

### 770

Ἀλλ’ ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον, τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων, παῦλα κακῶν ἔσται, τὰ δ’ ὑπέρτερα νέρτερα θήσει Ζεὺς ὑψιβρεμέτης—

### 773

Ἐπάνω κατακεισόμεθ’ ἡμεῖς;

### 773

ἢν δὲ διαστῶσιν καὶ ἀνάπτωνται πτερύγεσσιν

### 775

ἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξει ὄρνεον οὐδ’ ὁτιοῦν καταπυγωνέστερον εἶναι.

### 775

Σαφής γ’ ὁ χρησμὸς νὴ Δί’. Ὦ πάντες θεοί.

### 775

Μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι, ἀλλ’ εἰσίωμεν. Καὶ γὰρ αἰσχρὸν τουτογί,

### 780

ὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 780

Μῦθον βούλομαι λέξαι τιν’ ὑμῖν,

### 782-784

ὅν ποτ’ ἤκους’ αὐτὸς ἔτι παῖς ὤν.

### 785

Οὕτως ἦν νεανίσκος Μελανίων τις, ὃς φεύ‐

### 786-787

γων γάμον ἀφίκετ’ ἐς ἐρημίαν, κἀν

### 788

τοῖς ὄρεσιν ᾤκει· κᾆτ’ ἐλαγοθήρει

### 790

πλεξάμενος ἄρκυς, [καὶ κύνα τιν’ εἶχεν]

### 792-794

κοὐκέτι κατῆλθε πάλιν οἴκαδ’ ὑπὸ μίσους.

### 795

Οὕτω τὰς γυναῖκας ἐβδελύχθη κεῖνος, ἡμεῖς δ’ οὐδὲν ἧττον τοῦ Μελανίωνος, οἱ σώφρονες.

### 796

Βούλομαί σε, γραῦ, κύσαι—

**ΓΥΝΗ**

### 796

Κρομμύων τἄρ’ οὔ σε δεῖ.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 796

κἀνατείνας λακτίσαι.

**ΓΥΝΗ**

### 796

Τὴν λόχμην πολλὴν φορεῖς.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 796

Καὶ Μυρωνίδης γὰρ ἦν τραχὺς ἐντεῦθεν μελάμπυ‐ γός τε τοῖς ἐχθροῖς ἐπᾴσσειν· ὣς δὲ καὶ Φορμίων.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 805

Κἀγὼ βούλομαι μῦθόν τιν’ ὑμῖν ἀντιλέξαι τῷ Μελανίωνι.

### 807-809

Τίμων ἦν τις ἀίδρυτος ἀβάτοισι τὸ πρόσ‐

### 810

ωπον εὖ σκώλοισι περιειργμένος, Ἐ‐ ρινύων ἀπορρώξ. Οὗτος οὖν ὁ Τίμων

### 813-814

ᾤχεθ’ ὑπὸ μίσους

### 815

πολλὰ καταρασάμενος ἀνδράσι πονηροῖς.

### 816-819

Οὕτω κεῖνος ἡμῖν ἀντεμίσει τοὺς πονηροὺς

### 820

ἄνδρας ἀεί, ταῖσι δὲ γυναιξὶν ἦν φίλτατος.

**ΓΥΝΗ**

### 820

Τὴν γνάθον βούλει θένω;

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 820

Μηδαμῶς· ἔδεισα γάρ.

**ΓΥΝΗ**

### 820

Ἀλλὰ κρούσω τῷ σκέλει;

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 820

Τὸν σάκανδρον ἐκφανεῖς.

**ΓΥΝΗ**

### 825

Ἀλλ’ ὅμως ἂν οὐκ ἴδοις καίπερ οὔσης γραὸς ὄντ’ αὐ‐ τὸν κομήτην, ἀλλ’ ἀπεψι‐

### 825

λωμένον τῷ λύχνῳ.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 825

Ἰοὺ ἰού, γυναῖκες, ἴτε δεῦρ’ ὡς ἐμὲ

### 830

ταχέως.

**ΓΥΝΗ**

### 830

Τί δ’ ἐστίν; Εἰπέ μοι, τίς ἡ βοή;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 830

Ἄνδρ’, 〈ἄνδρ’〉 ὁρῶ προσιόντα παραπεπληγμένον, τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον. Ὦ πότνια, Κύπρου καὶ Κυθήρων καὶ Πάφου μεδέους’. Ἴθ’ ὀρθὴν ἥνπερ ἔρχει τὴν ὁδόν.

**ΓΥΝΗ**

### 835

Ποῦ δ’ ἐστίν, ὅστις ἐστί;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 835

Παρὰ τὸ τῆς Χλόης.

**ΓΥΝΗ**

### 835

Ὢ νὴ Δί’ ἐστὶ δῆτα. Τίς κἀστίν ποτε;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 835

Ὁρᾶτε. Γιγνώσκει τις ὑμῶν;

**ΜΥΡΡΙΝΗ**

### 837

Νὴ Δία ἔγωγε· κἄστιν οὑμὸς ἀνὴρ Κινησίας.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 837

Σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν

### 840

κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν, καὶ πάνθ’ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ.

**ΜΥΡΡΙΝΗ**

### 840

Ἀμέλει, ποήσω ταῦτ’ ἐγώ.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 842

Καὶ μὴν ἐγὼ ξυνηπεροπεύσω 〈σοὶ〉 παραμένους’ ἐνθαδί, καὶ ξυσταθεύσω τοῦτον. Ἀλλ’ ἀπέλθετε.

**ΚΙΝΗΣΙΑΣ**

### 845

Οἴμοι κακοδαίμων, οἷος ὁ σπασμός μ’ ἔχει χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 845

Τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς;

**ΚΙΝΗΣΙΑΣ**

### 847

Ἐγώ.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 847

Ἀνήρ;

**ΚΙΝΗΣΙΑΣ**

### 848

Ἀνὴρ δῆτ’.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 848

Οὐκ ἄπει δῆτ’ ἐκποδών;

**ΚΙΝΗΣΙΑΣ**

### 848

Σὺ δ’ εἶ τίς ἡκβάλλουσά μ’;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 849

Ἡμεροσκόπος.

**ΚΙΝΗΣΙΑΣ**

### 849

Πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυρρίνην.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 849

Ἰδοὺ καλέσω ’γὼ Μυρρίνην σοι; Σὺ δὲ τίς εἶ;

**ΚΙΝΗΣΙΑΣ**

### 849

Ἁνὴρ ἐκείνης, Παιονίδης Κινησίας.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 849

Ὦ χαῖρε φίλτατ’· οὐ γὰρ ἀκλεὲς τοὔνομα τὸ σὸν παρ’ ἡμῖν ἐστιν οὐδ’ ἀνώνυμον.

### 855

Ἀεὶ γὰρ ἡ γυνή ς’ ἔχει διὰ στόμα. Κἂν ᾠὸν ἢ μῆλον λάβῃ, «Κινησίᾳ τουτὶ γένοιτο,» φησίν.

**ΚΙΝΗΣΙΑΣ**

### 857

Ὢ πρὸς τῶν θεῶν.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 857

Νὴ τὴν Ἀφροδίτην· κἂν περὶ ἀνδρῶν γ’ ἐμπέσῃ λόγος τις, εἴρηκ’ εὐθέως ἡ σὴ γυνὴ

### 860

ὅτι λῆρός ἐστι τἄλλα πρὸς Κινησίαν.

**ΚΙΝΗΣΙΑΣ**

### 860

Ἴθι νυν κάλεσον αὐτήν.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 861

Τί οὖν; Δώσεις τί μοι;

**ΚΙΝΗΣΙΑΣ**

### 861

Ἔγωγε 〈τόδε〉 νὴ τὸν Δί’, ἢν βούλῃ γε σύ. Ἔχω δὲ τοῦθ’· ὅπερ οὖν ἔχω, δίδωμί σοι.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 861

Φέρε νυν καλέσω καταβᾶσά σοι.

**ΚΙΝΗΣΙΑΣ**

### 864

Ταχύ νυν πάνυ·

### 865

ὡς οὐδεμίαν ἔχω γε τῷ βίῳ χάριν, ἐξ οὗπερ αὕτη ’ξῆλθεν ἐκ τῆς οἰκίας, ἀλλ’ ἄχθομαι μὲν εἰσιών, ἔρημα δὲ εἶναι δοκεῖ μοι πάντα, τοῖς δὲ σιτίοις χάριν οὐδεμίαν οἶδ’ ἐσθίων. Ἔστυκα γάρ.

**ΜΥΡΡΙΝΗ**

### 870

Φιλῶ φιλῶ ’γὼ τοῦτον· ἀλλ’ οὐ βούλεται ὑπ’ ἐμοῦ φιλεῖσθαι. Σὺ δέ με τούτῳ μὴ κάλει.

**ΚΙΝΗΣΙΑΣ**

### 870

Ὦ γλυκύτατον Μυρρινίδιον, τί ταῦτα δρᾷς; Κατάβηθι δεῦρο.

**ΜΥΡΡΙΝΗ**

### 873

Μὰ Δί’ ἐγὼ μὲν αὐτός’ οὔ.

**ΚΙΝΗΣΙΑΣ**

### 873

Ἐμοῦ καλοῦντος οὐ καταβήσει Μυρρίνη;

**ΜΥΡΡΙΝΗ**

### 875

Οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ.

**ΚΙΝΗΣΙΑΣ**

### 875

Ἐγὼ οὐ δεόμενος; Ἐπιτετριμμένος μὲν οὖν.

**ΜΥΡΡΙΝΗ**

### 875

Ἄπειμι.

**ΚΙΝΗΣΙΑΣ**

### 877

Μὴ δῆτ’, ἀλλὰ τῷ γοῦν παιδίῳ ὑπάκουσον. Οὗτος, οὐ καλεῖς τὴν μαμμίαν;

**ΠΑΙΔΙΟΝ**

### 879

Μαμμία, μαμμία, μαμμία.

**ΚΙΝΗΣΙΑΣ**

### 880

Αὕτη, τί πάσχεις; Οὐδ’ ἐλεεῖς τὸ παιδίον ἄλουτον ὂν κἄθηλον ἕκτην ἡμέραν;

**ΜΥΡΡΙΝΗ**

### 880

Ἔγωγ’ ἐλεῶ δῆτ’· ἀλλ’ ἀμελὴς αὐτῷ πατήρ ἐστιν.

**ΚΙΝΗΣΙΑΣ**

### 883

Κατάβηθ’, ὦ δαιμονία, τῷ παιδίῳ.

**ΜΥΡΡΙΝΗ**

### 883

Οἷον τὸ τεκεῖν. Καταβατέον. Τί γὰρ πάθω;

**ΚΙΝΗΣΙΑΣ**

### 885

Ἐμοὶ μὲν αὕτη καὶ νεωτέρα δοκεῖ πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν· χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται, ταῦτ’ αὐτὰ δή ’σθ’ ἃ καί μ’ ἐπιτρίβει τῷ πόθῳ.

**ΜΥΡΡΙΝΗ**

### 885

Ὦ γλυκύτατον σὺ τεκνίδιον κακοῦ πατρός,

### 890

φέρε σε φιλήσω, γλυκύτατον τῇ μαμμίᾳ.

**ΚΙΝΗΣΙΑΣ**

### 890

Τί, ὦ πονήρα, ταῦτα ποιεῖς χἀτέραις πείθει γυναιξί; Κἀμέ τ’ ἄχθεσθαι ποεῖς αὐτή τε λυπεῖ.

**ΜΥΡΡΙΝΗ**

### 893

Μὴ πρόσαγε τὴν χεῖρά μοι.

**ΚΙΝΗΣΙΑΣ**

### 893

Τὰ δ’ ἔνδον ὄντα τἀμὰ καὶ σὰ χρήματα

### 895

χεῖρον διατίθης.

**ΜΥΡΡΙΝΗ**

### 895

Ὀλίγον αὐτῶν μοι μέλει.

**ΚΙΝΗΣΙΑΣ**

### 895

Ὀλίγον μέλει σοι τῆς κρόκης φορουμένης ὑπὸ τῶν ἀλεκτρυόνων;

**ΜΥΡΡΙΝΗ**

### 897

Ἔμοιγε νὴ Δία.

**ΚΙΝΗΣΙΑΣ**

### 897

Τὰ τῆς Ἀφροδίτης ἱέρ’ ἀνοργίαστά σοι χρόνον τοσοῦτόν ἐστιν. Οὐ βαδιεῖ πάλιν;

**ΜΥΡΡΙΝΗ**

### 897

Μὰ Δί’ οὐκ ἔγωγ’, ἢν μὴ διαλλαχθῆτέ γε καὶ τοῦ πολέμου παύσησθε.

**ΚΙΝΗΣΙΑΣ**

### 901

Τοιγάρ, ἢν δοκῇ, ποήσομεν καὶ ταῦτα.

**ΜΥΡΡΙΝΗ**

### 902

Τοιγάρ, ἢν δοκῇ, κἄγωγ’ ἄπειμ’ ἐκεῖσε· νῦν δ’ ἀπομώμοκα.

**ΚΙΝΗΣΙΑΣ**

### 902

Σὺ δ’ ἀλλὰ κατακλίνηθι μετ’ ἐμοῦ διὰ χρόνου.

**ΜΥΡΡΙΝΗ**

### 905

Οὐ δῆτα· καίτοι ς’ οὐκ ἐρῶ γ’ ὡς οὐ φιλῶ.

**ΚΙΝΗΣΙΑΣ**

### 905

Φιλεῖς; Τί οὖν οὐ κατεκλίνης, ὦ Μύρριον;

**ΜΥΡΡΙΝΗ**

### 905

Ὦ καταγέλαστ’, ἐναντίον τοῦ παιδίου;

**ΚΙΝΗΣΙΑΣ**

### 905

Μὰ Δί’ ἀλλὰ τοῦτό γ’ οἴκαδ’, ὦ Μανῆ, φέρε. Ἰδοὺ τὸ μέν σοι παιδίον καὶ δὴ ’κποδών·

### 910

σὺ δ’ οὐ κατακλινεῖ;

**ΜΥΡΡΙΝΗ**

### 910

Ποῦ γὰρ ἄν τις καί, τάλαν, δράσειε τοῦθ’;

**ΚΙΝΗΣΙΑΣ**

### 911

Ὅπου; τὸ τοῦ Πανὸς καλόν.

**ΜΥΡΡΙΝΗ**

### 911

Καὶ πῶς ἔθ’ ἁγνὴ δῆτ’ ἂν ἔλθοιμ’ εἰς πόλιν;

**ΚΙΝΗΣΙΑΣ**

### 911

Κάλλιστα δήπου, λουσαμένη τῇ Κλεψύδρᾳ.

**ΜΥΡΡΙΝΗ**

### 911

Ἔπειτ’ ὀμόσασα δῆτ’ ἐπιορκήσω, τάλαν;

**ΚΙΝΗΣΙΑΣ**

### 915

Εἰς ἐμὲ τράποιτο· μηδὲν ὅρκου φροντίσῃς.

**ΜΥΡΡΙΝΗ**

### 915

Φέρε νυν ἐνέγκω κλινίδιον νῷν.

**ΚΙΝΗΣΙΑΣ**

### 916

Μηδαμῶς. Ἀρκεῖ χαμαὶ νῷν.

**ΜΥΡΡΙΝΗ**

### 917

Μὰ τὸν Ἀπόλλω, μή ς’ ἐγὼ καίπερ τοιοῦτον ὄντα κατακλινῶ χαμαί.

**ΚΙΝΗΣΙΑΣ**

### 917

Ἥ τοι γυνὴ φιλεῖ με, δήλη ’στὶν καλῶς.

**ΜΥΡΡΙΝΗ**

### 920

Ἰδού, κατάκεις’ ἁνύσας τι, κἀγὼ ’κδύομαι. Καίτοι, τὸ δεῖνα, ψίαθός ἐστ’ ἐξοιστέα.

**ΚΙΝΗΣΙΑΣ**

### 920

Ποία ψίαθος; Μή μοί γε.

**ΜΥΡΡΙΝΗ**

### 922

Νὴ τὴν Ἄρτεμιν, αἰσχρὸν γὰρ ἐπὶ τόνου γε.

**ΚΙΝΗΣΙΑΣ**

### 923

Δός μοί νυν κύσαι.

**ΜΥΡΡΙΝΗ**

### 923

Ἰδού.

**ΚΙΝΗΣΙΑΣ**

### 924

Παπαιάξ. Ἧκέ νυν ταχέως πάνυ.

**ΜΥΡΡΙΝΗ**

### 925

Ἰδοὺ ψίαθος. Κατάκεισο, καὶ δὴ ’κδύομαι. Καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις.

**ΚΙΝΗΣΙΑΣ**

### 925

Ἀλλ’ οὐ δέομ’ οὐδὲν ἔγωγε.

**ΜΥΡΡΙΝΗ**

### 927

Νὴ Δί’ ἀλλ’ ἐγώ.

**ΚΙΝΗΣΙΑΣ**

### 927

Ἀλλ’ ἦ τὸ πέος τόδ’ Ἡρακλῆς ξενίζεται;

**ΜΥΡΡΙΝΗ**

### 927

Ἀνίστας’, ἀναπήδησον. Ἤδη πάντ’ ἔχω.

**ΚΙΝΗΣΙΑΣ**

### 930

Ἅπαντα δῆτα. Δεῦρό νυν, ὦ χρυσίον.

**ΜΥΡΡΙΝΗ**

### 930

Τὸ στρόφιον ἤδη λύομαι. Μέμνησό νυν·

### 930

μή μ’ ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν.

**ΚΙΝΗΣΙΑΣ**

### 930

Νὴ Δί’ ἀπολοίμην.

**ΜΥΡΡΙΝΗ**

### 933

Ἀλλὰ σισύραν οὐκ ἔχεις.

**ΚΙΝΗΣΙΑΣ**

### 933

Μὰ Δί’ οὐδὲ δέομαί γ’, ἀλλὰ βινεῖν βούλομαι.

**ΜΥΡΡΙΝΗ**

### 935

Ἀμέλει, ποήσεις τοῦτο· ταχὺ γὰρ ἔρχομαι.

**ΚΙΝΗΣΙΑΣ**

### 935

Ἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα.

**ΜΥΡΡΙΝΗ**

### 935

Ἔπαιρε σαυτόν.

**ΚΙΝΗΣΙΑΣ**

### 937

Ἀλλ’ ἐπῆρται τουτογί.

**ΜΥΡΡΙΝΗ**

### 937

Βούλει μυρίσω σε;

**ΚΙΝΗΣΙΑΣ**

### 938

Μὰ τὸν Ἀπόλλω μή μέ γε.

**ΜΥΡΡΙΝΗ**

### 938

Νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γ’ ἤν τε μή.

**ΚΙΝΗΣΙΑΣ**

### 940

Εἴθ’ ἐκχυθείη τὸ μύρον, ὦ Ζεῦ δέσποτα.

**ΜΥΡΡΙΝΗ**

### 940

Πρότεινε δὴ τὴν χεῖρα κἀλείφου λαβών.

**ΚΙΝΗΣΙΑΣ**

### 940

Οὐχ ἡδὺ τὸ μύρον μὰ τὸν Ἀπόλλω τουτογί, εἰ μὴ διατριπτικόν γε κοὐκ ὄζον γάμων.

**ΜΥΡΡΙΝΗ**

### 940

Τάλαιν’ ἐγώ, τὸ Ῥόδιον ἤνεγκον μύρον.

**ΚΙΝΗΣΙΑΣ**

### 945

Ἀγαθόν· ἔα αὔτ’, ὦ δαιμονία.

**ΜΥΡΡΙΝΗ**

### 945

Ληρεῖς ἔχων.

**ΚΙΝΗΣΙΑΣ**

### 945

Κάκιστ’ ἀπόλοιθ’ ὁ πρῶτος ἑψήσας μύρον.

**ΜΥΡΡΙΝΗ**

### 945

Λαβὲ τόνδε τὸν ἀλάβαστον.

**ΚΙΝΗΣΙΑΣ**

### 947

Ἀλλ’ ἕτερον ἔχω. Ἀλλ’ ᾦζυρά, κατάκεισο καὶ μή μοι φέρε μηδέν.

**ΜΥΡΡΙΝΗ**

### 949

Ποήσω ταῦτα νὴ τὴν Ἄρτεμιν.

### 949

Ὑπολύομαι γοῦν. Ἀλλ’ ὅπως, ὦ φίλτατε, σπονδὰς ποεῖσθαι ψηφιεῖ.

**ΚΙΝΗΣΙΑΣ**

### 951

Βουλεύσομαι. —

### 951

Ἀπολώλεκέν με κἀπιτέτριφεν ἡ γυνὴ τά τ’ ἄλλα πάντα κἀποδείρας’ οἴχεται. Οἴμοι τί πάθω; Τίνα βινήσω,

### 955

τῆς καλλίστης πασῶν ψευσθεία; Πῶς ταυτηνὶ παιδοτροφήσω; Ποῦ Κυναλώπηξ; Μίσθωσόν μοι τὴν τίτθην.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 955

Ἐν δεινῷ γ’, ὦ δύστηνε, κακῷ

### 960

τείρει ψυχὴν ἐξαπατηθείς. Κἄγωγ’ οἰκτίρω ς’. Αἰαῖ. Ποῖος γὰρ 〈ἔτ’〉 ἂν νέφρος ἀντίσχοι, ποία ψυχή, ποῖοι δ’ ὄρχεις, ποία δ’ ὀσφύς, ποῖος δ’ ὄρρος

### 965

κατατεινόμενος καὶ μὴ βινῶν τοὺς ὄρθρους;

**ΚΙΝΗΣΙΑΣ**

### 965

Ὦ Ζεῦ, δεινῶν ἀντισπασμῶν.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 965

Ταυτὶ μέντοι νυνί ς’ ἐπόης’ ἡ παμβδελύρα καὶ παμμυσάρα.

**ΚΙΝΗΣΙΑΣ**

### 970

Μὰ Δί’ ἀλλὰ φίλη καὶ παγγλυκέρα.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 971-972

Ποία γλυκερά; Μιαρὰ μιαρὰ δῆτ’, ὦ Ζεῦ.

### 973

Εἴθ’ αὐτὴν ὥσπερ τοὺς θωμοὺς μεγάλῳ τυφῷ καὶ πρηστῆρι

### 975

ξυστρέψας καὶ ξυγγογγύλας οἴχοιο φέρων, εἶτα μεθείης, ἡ δὲ φέροιτ’ αὖ πάλιν εἰς τὴν γῆν,

### 975

κᾆτ’ ἐξαίφνης περὶ τὴν ψωλὴν περιβαίη.

**ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ**

### 980

Πᾶ τᾶν Ἀσανᾶν ἐστιν ἁ γερωχία ἢ τοὶ πρυτάνιες; Λῶ τι μυσίξαι νέον.

**ΠΡΥΤΑΝΙΣ**

### 982

Τίς δ’ εἶ; πότερον ἄνθρωπος ἢ Κονίσαλος;

**ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ**

### 982

Κᾶρυξ ἐγών, ὦ κυρσάνιε, ναὶ τὼ σιὼ ἔμολον ἀπὸ Σπάρτας περὶ τᾶν διαλλαγᾶν.

**ΠΡΥΤΑΝΙΣ**

### 985

Κἄπειτα δόρυ δῆθ’ ὑπὸ μάλης ἥκεις ἔχων;

**ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ**

### 985

Οὐ τὸν Δί’ οὐκ ἔγωνγα.

**ΠΡΥΤΑΝΙΣ**

### 986

Ποῖ μεταστρέφει; Τί δὴ προβάλλει τὴν χλαμύδ’; Ἦ βουβωνιᾷς ὑπὸ τῆς ὁδοῦ;

**ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ**

### 988

Ἀλεός γα ναὶ τὸν Κάστορα ὥνθρωπος.

**ΠΡΥΤΑΝΙΣ**

### 989

Ἀλλ’ ἔστυκας, ὦ μιαρώτατε.

**ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ**

### 990

Οὐ τὸν Δί’ οὐκ ἔγωνγα· μηδ’ αὖ πλαδδίη,

**ΠΡΥΤΑΝΙΣ**

### 990

Τί δ’ ἐστί σοι τοδί;

**ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ**

### 991

Σκυτάλα Λακωνικά.

**ΠΡΥΤΑΝΙΣ**

### 991

Εἴπερ γε, χαὔτη ’στὶ σκυτάλη Λακωνική. Ἀλλ’ ὡς πρὸς εἰδότ’ ἐμὲ σὺ τἀληθῆ λέγε. Τί τὰ πράγμαθ’ ὑμῖν ἐστι τἀν Λακεδαίμονι;

**ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ**

### 995

Ὀρσὰ Λακεδαίμων πᾶἁ καὶ τοὶ σύμμαχοι ἅπαντες ἐστύκαντι· 〈τὰν〉 πελλᾶν δὲ δεῖ.

**ΠΡΥΤΑΝΙΣ**

### 995

Ἀπὸ τοῦ δὲ τουτὶ τὸ κακὸν ὑμῖν ἐνέπεσεν; Ἀπὸ Πανός;

**ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ**

### 998

Οὔκ, ἀλλ’ ἆρχε μέν, οἰῶ, Λαμπιτώ, ἔπειτα τἄλλαι ταὶ κατὰ Σπάρταν ἁμᾶ

### 998

γυναῖκες ἇπερ ἀπὸ μιᾶς ὑσπλαγίδος ἀπήλαἁν τὼς ἄνδρας ἀπὸ τῶν ὑσσάκων.

**ΠΡΥΤΑΝΙΣ**

### 998

Πῶς οὖν ἔχετε;

**ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ**

### 1002

Μογίομες· ἂν γὰρ τὰν πόλιν ἇπερ λυχνοφορίοντες ὑποκεκύφαμες. Ταὶ γὰρ γυναῖκες οὐδὲ τῶ μύρτω σιγῆν

### 1005

ἐῶντι, πρίν χ’ ἅπαντες ἐξ ἑνὸς λόγω σπονδὰς ποιηὥμεσθα καττὰν Ἑλλάδα.

**ΠΡΥΤΑΝΙΣ**

### 1005

Τουτὶ τὸ πρᾶγμα πανταχόθεν ξυνομώμοται ὑπὸ τῶν γυναικῶν· ἄρτι νυνὶ μανθάνω. Ἀλλ’ ὡς τάχιστα φράζε περὶ διαλλαγῶν

### 1010

πρέσβεις ἀποπέμπειν αὐτοκράτορας ἐνθαδί. Ἐγὼ δ’ ἑτέρους ἐνθένδε τῇ βουλῇ φράσω πρέσβεις ἑλέσθαι τὸ πέος ἐπιδείξας τοδί.

**ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ**

### 1010

Ποτάὁμαι· κράτιστα γὰρ παντᾶ λέγεις.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 1010

Οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον,

### 1015

οὐδὲ πῦρ, οὐδ’ ὧδ’ ἀναιδὴς οὐδεμία πόρδαλις.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 1015

Ταῦτα μέντοι 〈σὺ〉 ξυνιεὶς εἶτα πολεμεῖς ἐμοί, ἐξόν, ὦ πόνηρέ, σοι βέβαιον ἔμ’ ἔχειν φίλην;

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 1015

Ὡς ἐγὼ μισῶν γυναῖκας οὐδέποτε παύσομαι.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 1015

Ἀλλ’ ὅταν βούλῃ σύ. Νῦν δ’ οὖν οὔ σε περιόψομαι

### 1020

γυμνὸν ὄνθ’ οὕτως. Ὅρα γὰρ ὡς καταγέλαστος εἶ. Ἀλλὰ τὴν ἐξωμίδ’ ἐνδύσω σε προσιοῦς’ ἐγώ.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 1020

Τοῦτο μὲν μὰ τὸν Δί’ οὐ πονηρὸν ἐποήσατε· ἀλλ’ ὑπ’ ὀργῆς γὰρ πονηρᾶς καὶ τότ’ ἀπέδυν ἐγώ.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 1020

Πρῶτα μὲν φαίνει γ’ ἀνήρ, εἶτ’ οὐ καταγέλαστος εἶ.

### 1025

Κεἴ με μὴ ’λύπεις, ἐγώ σου κἂν τόδε τὸ θηρίον τοὐπὶ τὠφθαλμῷ λαβοῦς’ ἐξεῖλον ἄν, ὃ νῦν ἔνι.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 1025

Τοῦτ’ ἄρ’ ἦν με τοὐπιτρῖβον. Δακτύλιος οὑτοσί· ἐκσκάλευσον αὐτό, κᾆτα δεῖξον ἀφελοῦσά μοι· ὡς τὸν ὀφθαλμόν γέ μου νὴ τὸν Δία πάλαι δάκνει.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 1030

Ἀλλὰ δράσω ταῦτα· καίτοι δύσκολος ἔφυς ἀνήρ. Ἦ μέγ’, ὦ Ζεῦ, χρῆμ’ ἰδεῖν τῆς ἐμπίδος ἔνεστί σοι. Οὐχ ὁρᾷς; Οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία;

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 1030

Νὴ Δί’ ὤνησάς γέ μ’, ὡς πάλαι γέ μ’ ἐφρεωρύχει, ὥστ’ ἐπειδὴ ’ξῃρέθη, ῥεῖ μου τὸ δάκρυον πολύ.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 1035

Ἀλλ’ ἀποψήσω ς’ ἐγώ, καίτοι πάνυ πονηρὸς εἶ, καὶ φιλήσω.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 1036

Μὴ φιλήσῃς.

**ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ**

### 1036

Ἤν τε βούλῃ γ’ ἤν τε μή.

**ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ**

### 1036

Ἀλλὰ μὴ ὥρας ἴκοισθ’· ὡς ἐστὲ θωπικαὶ φύσει, κἄστ’ ἐκεῖνο τοὔπος ὀρθῶς κοὐ κακῶς εἰρημένον, οὔτε σὺν πανωλέθροισιν οὔτ’ ἄνευ πανωλέθρων.

### 1040

Ἀλλὰ νυνὶ σπένδομαί σοι, καὶ τὸ λοιπὸν οὐκέτι οὔτε δράσω φλαῦρον οὐδὲν οὔθ’ ὑφ’ ὑμῶν πείσομαι. Ἀλλὰ κοινῇ συσταλέντες τοῦ μέλους ἀρξώμεθα.

**ΧΟΡΟΣ**

### 1042

Οὐ παρασκευαζόμεσθα τῶν πολιτῶν οὐδέν’, ὦνδρες,

### 1045

φλαῦρον εἰπεῖν οὐδὲ ἕν,

### 1046-1047

ἀλλὰ πολὺ τοὔμπαλιν πάντ’ ἀγαθὰ καὶ λέγειν καὶ

### 1048

δρᾶν· ἱκανὰ γὰρ τὰ κακὰ καὶ τὰ παρακείμενα. Ἀλλ’ ἐπαγγελλέτω πᾶς ἀνὴρ καὶ γυνή,

### 1048

εἴ τις ἀργυρίδιον δεῖ‐ ται λαβεῖν, μνᾶς ἢ δύ’ ἢ τρεῖς· ὡς ἔσω ’στὶν κἄχομεν βαλλάντια. Κἄν ποτ’ εἰρήνη φανῇ,

### 1055

ὅστις ἂν νυνὶ δανείση‐ ται παρ’ ἡμῶν, ἢν λάβῃ μηκέτ’ ἀποδῷ.

### 1057

Ἑστιᾶν δὲ μέλλομεν ξέ‐ νους τινὰς Καρυστίους, ἄν‐

### 1060

δρας καλούς τε κἀγαθούς. Κἄστιν ἔτνος τι· καὶ δελφάκιον ἦν τί μοι, καὶ

### 1062-1064

τοῦτο τέθυχ’, ὥστε γεύσεσθ’ ἁπαλὰ καὶ καλά.

### 1065

Ἥκετ’ οὖν εἰς ἐμοῦ τήμερον· πρῲ δὲ χρὴ τοῦτο δρᾶν λελουμένους αὐ‐ τούς τε καὶ τὰ παιδί’, εἶτ’ εἴ‐

### 1067

σω βαδίζειν, μηδ’ ἐρέσθαι μηδένα, ἀλλὰ χωρεῖν ἄντικρυς

### 1069

ὥσπερ οἴκαδ’ εἰς ἑαυτῶν

### 1070

γεννικῶς, ὡς ἡ θύρα κεκλείσεται.

### 1071

Καὶ μὴν ἀπὸ τῆς Σπάρτης οἱδὶ πρέσβεις ἕλκοντες ὑπήνας χωροῦς’, ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες. Ἄνδρες Λάκωνες, πρῶτα μέν μοι χαίρετε,

### 1075

εἶτ’ εἴπαθ’ ἡμῖν πῶς ἔχοντες ἥκετε.

**ΛΑΚΩΝ**

### 1076

Τί δεῖ ποθ’ ὑμὲ πολλὰ μυσίδδην ἔπη; Ὁρῆν γὰρ ἔξεσθ’ ὡς ἔχοντες ἵκομες.

**ΧΟΡΟΣ**

### 1076

Βαβαί· νενεύρωται μὲν ἥδε συμφορὰ δεινῶς τεθερμῶσθαί τε χεῖρον φαίνεται.

**ΛΑΜΠΙΤΩ**

### 1080

Ἄφατα. Τί κα λέγοι τις; Ἀλλ’ ὅπα σέλει παντᾶ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω.

**ΧΟΡΟΣ**

### 1080

Καὶ μὴν ὁρῶ καὶ τούσδε τοὺς αὐτόχθονας ὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρων θαἰμάτι’ ἀποστέλλοντας· ὥστε φαίνεται

### 1085

ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος.

**ΠΡΥΤΑΝΙΣ**

### 1085

Τίς ἂν φράσειε ποῦ ’στιν ἡ Λυσιστράτη; Ὡς ἅνδρες ἡμεῖς οὑτοιὶ τοιουτοιί.

**ΧΟΡΟΣ**

### 1085

Χαὔτη ξυνᾴδει θἀτέρᾳ ταύτῃ νόσος. Ἦ που πρὸς ὄρθρον σπασμὸς ὑμᾶς λαμβάνει;

**ΠΡΥΤΑΝΙΣ**

### 1090

Μὰ Δί’ ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα. Ὥστ’ εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχύ, οὐκ ἔσθ’ ὅπως οὐ Κλεισθένη βινήσομεν.

**ΧΟΡΟΣ**

### 1090

Εἰ σωφρονεῖτε, θαἰμάτια λήψεσθ’, ὅπως τῶν ἑρμοκοπιδῶν μή τις ὑμᾶς ὄψεται.

**ΠΡΥΤΑΝΙΣ**

### 1095

Νὴ τὸν Δί’ εὖ μέντοι λέγεις.

**ΛΑΜΠΙΤΩ**

### 1095

Ναὶ τὼ σιὼ παντᾶ γα. Φέρε τὸ ἔσθος ἀμβαλώμεθα.

**ΠΡΥΤΑΝΙΣ**

### 1095

Ὦ χαίρεθ’, οἱ Λάκωνες· αἰσχρά γ’ ἐπάθομεν.

**ΛΑΜΠΙΤΩ**

### 1095

Ὦ πολυχαρείδα, δεινά γ’ αὖ πεπόνθαμες, αἰκ εἶδον ἁμὲ τὤνδρες ἀμπεφλασμένως.

**ΠΡΥΤΑΝΙΣ**

### 1095

Ἄγε δή, Λάκωνες, αὔθ’ ἕκαστα χρὴ λέγειν. Ἐπὶ τί πάρεστε δεῦρο;

**ΛΑΜΠΙΤΩ**

### 1101

Περὶ διαλλαγᾶν πρέσβης.

**ΠΡΥΤΑΝΙΣ**

### 1102

Καλῶς δὴ λέγετε· χἠμεῖς τουτογί. Τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράτην,

### 1102

ἥπερ διαλλάξειεν ἡμᾶς ἂν μόνη;

**ΛΑΜΠΙΤΩ**

### 1105

Ναὶ τὼ σιώ, καἰ λῆτε, τὸν Λυἵστρατον.

**ΠΡΥΤΑΝΙΣ**

### 1105

Ἀλλ’ οὐδὲν ἡμᾶς, ὡς ἔοικε, δεῖ καλεῖν· αὐτὴ γάρ, ὡς ἤκουσεν, ἥδ’ ἐξέρχεται.

**ΧΟΡΟΣ**

### 1107

Χαῖρ’, ὦ πασῶν ἀνδρειοτάτη· δεῖ δὴ νυνί σε γενέσθαι δεινὴν 〈μαλακήν,〉 ἀγαθὴν φαύλην, σεμνὴν ἀγανήν, πολύπειρον·

### 1110

ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴυγγι συνεχώρησάν σοι καὶ κοινῇ τἀγκλήματα πάντ’ ἐπέτρεψαν.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 1111

Ἀλλ’ οὐχὶ χαλεπὸν τοὔργον, εἰ λάβοι γέ τις ὀργῶντας ἀλλήλων τε μὴ ’κπειρωμένους. Τάχα δ’ εἴσομαι ’γώ. Ποῦ ’στιν ἡ Διαλλαγή;

### 1115

Πρόσαγε λαβοῦσα πρῶτα τοὺς Λακωνικούς, καὶ μὴ χαλεπῇ τῇ χειρὶ μηδ’ αὐθαδικῇ, μηδ’ ὥσπερ ἡμῶν ἄνδρες ἀμαθῶς τοῦτ’ ἔδρων, ἀλλ’ ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ. Ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε.

### 1120

Ἴθι καὶ σὺ τούτους τοὺς Ἀθηναίους ἄγε· οὗ δ’ ἂν διδῶσι, πρόσαγε τούτου λαβομένη. Ἄνδρες Λάκωνες, στῆτε παρ’ ἐμὲ πλησίον, ἐνθένδε δ’ ὑμεῖς, καὶ λόγων ἀκούσατε. Ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δ’ ἔνεστί μοι.

### 1125

Αὐτὴ δ’ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω, τοὺς δ’ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους πολλοὺς ἀκούσας’ οὐ μεμούσωμαι κακῶς. Λαβοῦσα δ’ ὑμᾶς λοιδορῆσαι βούλομαι κοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβος

### 1130

βωμοὺς περιρραίνοντες ὥσπερ ξυγγενεῖς Ὀλυμπίασιν, ἐν Πύλαις, Πυθοῖ—πόσους εἴποιμ’ ἂν ἄλλους, εἴ με μηκύνειν δέοι; — ἐχθρῶν παρόντων βαρβάρῳ στρατεύματι Ἕλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε.

### 1135

Εἷς μὲν λόγος μοι δεῦρ’ ἀεὶ περαίνεται.

**ΠΡΥΤΑΝΙΣ**

### 1135

Ἐγὼ δ’ ἀπόλλυμαί γ’ ἀπεψωλημένος.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 1135

Εἶτ’, ὦ Λάκωνες, πρὸς γὰρ ὑμᾶς τρέψομαι, οὐκ ἴσθ’ ὅτ’ ἐλθὼν δεῦρο Περικλείδας ποτὲ ὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετο

### 1140

ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι στρατιὰν προσαιτῶν; Ἡ δὲ Μεσσήνη τότε ὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα. Ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις Κίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα.

### 1145

Ταυτὶ παθόντες τῶν Ἀθηναίων ὕπο δῃοῦτε χώραν, ἧς ὑπ’ εὖ πεπόνθατε;

**ΠΡΥΤΑΝΙΣ**

### 1145

Ἀδικοῦσιν οὗτοι νὴ Δί’, ὦ Λυσιστράτη.

**ΛΑΜΠΙΤΩ**

### 1145

Ἀδικίομες· ἀλλ’ ὁ πρωκτὸς ἄφατον ὡς καλός.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 1145

Ὑμᾶς δ’ ἀφήσειν τοὺς Ἀθηναίους 〈μ’〉 οἴει;

### 1145

Οὐκ ἴσθ’ ὅθ’ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ κατωνάκας φοροῦντας ἐλθόντες δορὶ πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν, πολλοὺς δ’ ἑταίρους Ἱππίου καὶ ξυμμάχους, καὶ ξυμμαχοῦντες τῇ τόθ’ ἡμέρᾳ μόνοι

### 1155

ἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκης τὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν;

**ΛΑΜΠΙΤΩ**

### 1155

Οὔπα γυναῖκ’ ὄπωπα χαἱωτέραν.

**ΠΡΥΤΑΝΙΣ**

### 1155

Ἐγὼ δὲ κύσθον γ’ οὐδέπω καλλίονα.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 1155

Τί δῆθ’ ὑπηργμένων γε πολλῶν κἀγαθῶν

### 1160

μάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας; Τί δ’ οὐ διηλλάγητε; Φέρε, τί τοὐμποδών,

**ΛΑΜΠΙΤΩ**

### 1160

Ἁμές γα λῶμες, αἴ τις ἁμὶν τὤγκυκλον λῇ τοῦτ’ ἀποδόμεν.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 1163

Ποῖον, ὦ τᾶν;

**ΛΑΜΠΙΤΩ**

### 1163

Τὰν Πύλον, τᾶσπερ πάλαι δεόμεθα καὶ βλιμάδδομες.

**ΠΡΥΤΑΝΙΣ**

### 1165

Μὰ τὸν Ποσειδῶ τοῦτο μέν γ’ οὐ δράσετε.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 1165

Ἄφετ’, ὦγάθ’, αὐτοῖς.

**ΠΡΥΤΑΝΙΣ**

### 1166

Κᾆτα τίνα κινήσομεν;

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 1166

Ἕτερόν γ’ ἀπαιτεῖτ’ ἀντὶ τούτου χωρίον.

**ΠΡΥΤΑΝΙΣ**

### 1166

Τὸ δεῖνα τοίνυν, παράδοθ’ ἡμῖν τουτονὶ πρώτιστα τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶ

### 1170

κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη.

**ΛΑΜΠΙΤΩ**

### 1170

Οὐ τὼ σιώ, οὐκὶ πάντα γ’, ὦ λισσάνιε.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 1170

Ἐᾶτε, μηδὲν διαφέρου περὶ σκελοῖν.

**ΠΡΥΤΑΝΙΣ**

### 1170

Ἤδη γεωργεῖν γυμνὸς ἀποδὺς βούλομαι.

**ΛΑΜΠΙΤΩ**

### 1170

Ἐγὼν δὲ κοπραγωγῆν γα πρῲ ναὶ τὼ σιώ.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 1175

Ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε. Ἀλλ’ εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶ τοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε.

**ΠΡΥΤΑΝΙΣ**

### 1175

Ποίοισιν, ὦ τᾶν, ξυμμάχοις; Ἐστύκαμεν. Οὐ ταὐτὰ δόξει τοῖσι συμμάχοισι νῷν,

### 1180

βινεῖν, ἅπασιν;

**ΛΑΜΠΙΤΩ**

### 1180

Τοῖσι γῶν ναὶ τὼ σιὼ ἁμοῖσι.

**ΠΡΥΤΑΝΙΣ**

### 1181

Καὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις.

**ΛΥΣΙΣΤΡΑΤΗ**

### 1181

Καλῶς λέγετε. Νῦν οὖν ὅπως ἁγνεύσετε, ὅπως ἂν αἱ γυναῖκες ὑμᾶς ἐν πόλει ξενίσωμεν ὧν ἐν ταῖσι κίσταις εἴχομεν.

### 1185

Ὅρκους δ’ ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε. Κἄπειτα τὴν αὑτοῦ γυναῖχ’ ὑμῶν λαβὼν ἄπεις’ ἕκαστος.

**ΠΡΥΤΑΝΙΣ**

### 1187

Ἀλλ’ ἴωμεν ὡς τάχος.

**ΛΑΜΠΙΤΩ**

### 1187

Ἄγ’ ὅπα τυ λῇς.

**ΠΡΥΤΑΝΙΣ**

### 1188

Νὴ τὸν Δί’ ὡς τάχιστ’ ἄγε.

**ΧΟΡΟΣ**

### 1188

Στρωμάτων δὲ ποικίλων καὶ

### 1190

χλανιδίων καὶ ξυστίδων καὶ χρυσίων, ὅς’ ἐστί μοι, οὐ φθόνος ἔνεστί μοι πᾶσι παρέχειν φέρειν τοῖς παισίν, ὁπόταν τε θυγάτηρ τινὶ κανηφορῇ. Πᾶσιν ὑμῖν λέγω λαμβάνειν τῶν ἐμῶν

### 1195

χρημάτων νῦν ἔνδοθεν, καὶ μηδὲν οὕτως εὖ σεσημάν‐ θαι τὸ μὴ οὐχὶ τοὺς ῥύπους ἀνασπάσαι,

### 1195

χἄττ’ 〈ἂν〉 ἔνδον ᾖ φορεῖν.

### 1195

Ὄψεται δ’ οὐδὲν σκοπῶν, εἰ μή τις ὑμῶν ὀξύτερον ἐμοῦ βλέπει.

### 1202

Εἰ δέ τῳ μὴ σῖτος ὑμῶν ἐστι, βόσκει δ’ οἰκέτας καὶ

### 1205

σμικρὰ πολλὰ παιδία, ἔστι παρ’ ἐμοῦ λαβεῖν πυρίδια λεπτὰ μέν, ὁ δ’ ἄρτος ἀπὸ χοίνικος ἰδεῖν μάλα νεανίας. Ὅστις οὖν βούλεται τῶν πενήτων ἴτω εἰς ἐμοῦ σάκους ἔχων καὶ

### 1210

κωρύκους· ὡς λήψεται πυ‐ ρούς. Ὁ Μανῆς δ’ οὑμὸς αὐτοῖς ἐμβαλεῖ. Πρός γε μέντοι τὴν θύραν προαγορεύω μὴ βαδίζειν

### 1214

τὴν ἐμήν, ἀλλ’

### 1215

εὐλαβεῖσθαι τὴν κύνα.

**ΠΡΥΤΑΝΙΣ**

### 1215

Ἄνοιγε τὴν θύραν σύ. Παραχωρεῖν ς’ ἔδει. Ὑμεῖς, τί κάθησθε; Μῶν ἐγὼ τῇ λαμπάδι ὑμᾶς κατακαύσω; Φορτικὸν τὸ χωρίον. Οὐκ ἂν ποήσαιμ’. Εἰ δὲ πάνυ δεῖ τοῦτο δρᾶν,

### 1220

ὑμῖν χαρίζεσθαι ταλαιπωρήσομεν.

**ΑΘΗΝΑΙΟΣ**

### 1221

Χἠμεῖς γε μετὰ σοῦ ξυνταλαιπωρήσομεν.

**ΠΡΥΤΑΝΙΣ**

### 1221

Οὐκ ἄπιτε; Κωκύσεσθε τὰς τρίχας μακρά.

### 1221

Οὐκ ἄπιθ’, ὅπως ἂν οἱ Λάκωνες ἔνδοθεν καθ’ ἡσυχίαν ἀπίωσιν εὐωχημένοι;

**ΑΘΗΝΑΙΟΣ**

### 1225

Οὔπω τοιοῦτον συμπόσιον ὄπωπ’ ἐγώ. Ἦ καὶ χαρίεντες ἦσαν οἱ Λακωνικοί· ἡμεῖς δ’ ἐν οἴνῳ συμπόται σοφώτατοι.

**ΠΡΥΤΑΝΙΣ**

### 1225

Ὀρθῶς γ’, ὁτιὴ νήφοντες οὐχ ὑγιαίνομεν. Ἢν τοὺς Ἀθηναίους ἐγὼ πείσω λέγων,

### 1230

μεθυόντες ἀεὶ πανταχοῖ πρεσβεύσομεν. Νῦν μὲν γὰρ ὅταν ἔλθωμεν εἰς Λακεδαίμονα νήφοντες, εὐθὺς βλέπομεν ὅ τι ταράξομεν· ὥσθ’ ὅ τι μὲν ἂν λέγωσιν οὐκ ἀκούομεν, ἃ δ’ οὐ λέγουσι, ταῦθ’ ὑπονενοήκαμεν,

### 1235

ἀγγέλλομεν δ’ οὐ ταὐτὰ τῶν αὐτῶν πέρι. Νυνὶ δ’ ἅπαντ’ ἤρεσκεν· ὥστ’ εἰ μέν γέ τις ᾄδοι Τελαμῶνος, Κλειταγόρας ᾄδειν δέον, ἐπῃνέσαμεν ἂν καὶ πρὸς ἐπιωρκήσαμεν. Ἀλλ’ οὑτοιὶ γὰρ αὖθις ἔρχονται πάλιν

### 1240

εἰς ταὐτόν. Οὐκ ἐρρήσετ’, ὦ μαστιγίαι;

**ΑΘΗΝΑΙΟΣ**

### 1240

Νὴ τὸν Δί’· ὡς ἤδη γε χωροῦς’ ἔνδοθεν.

**ΛΑΜΠΙΤΩ**

### 1240

Ὦ πολυχαρείδα, λαβὲ τὰ φυἁτήρια, ἵν’ ἐγὼν διποδιάξω τε κἀείὡ καλὸν ἐς τὼς Ἀσαναίως τε χἄμ’ ἄεισμ’ ἁμᾶ.

**ΠΡΥΤΑΝΙΣ**

### 1245

Λαβὲ δῆτα τὰς φυσαλλίδας πρὸς τῶν θεῶν· ὡς ἥδομαί γ’ ὑμᾶς ὁρῶν ὀρχουμένους.

**ΛΑΜΠΙΤΩ**

### 1247-1248

Ὅρμαὁν τῷ κυρσανίῳ, Μναμόνα,

### 1249

τὰν τεὰν Μῶἁν, ἅτις

### 1249

οἶδεν ἁμὲ τώς τ’ Ἀσαναί‐ ως, ὅκα τοὶ μὲν ἐπ’ Ἀρταμιτίῳ πρώκροον συείκελοι ποττὰ κᾶλα τὼς Μήδως τ’ ἐνίκων· ἁμὲ δ’ αὖ Λεωνίδας

### 1255

ἆγεν ἇπερ τὼς κάπρως σά‐ γοντας, οἰῶ, τὸν ὀδόντα· πολὺς δ’ ἀμφὶ τὰς γένυας ἀφρὸς ἤνσεεν, πο‐

### 1258-1259

λὺς δ’ ἁμᾶ καττῶν σκελῶν ἵετο.

### 1260

Ἦν γὰρ τὤνδρες οὐκ ἐλάσσως τᾶς ψάμμας τοὶ Πέρσαι.

### 1262-1263

Ἀγροτέρα σηροκτόνε, μόλε δεῦρο, παρσένε σιά,

### 1264

ποττὰς σπονδάς,

### 1265

ὡς συνέχῃς πολὺν ἁμὲ χρόνον. Νῦν δ’

### 1266-1267

αὖ φιλία τ’ ἀὲς εὔπορος εἴη

### 1268-1269

ταῖσι συνθήκαισι, καὶ τᾶν αἱμυλᾶν ἀ‐

### 1270

λωπέκων παυαἵμεθα. Ὤ, δεῦρ’ ἴθι, δεῦρο,

### 1270

ὦ κυναγὲ παρσένε.

**ΠΡΥΤΑΝΙΣ**

### 1270

Ἄγε νυν ἐπειδὴ τἄλλα πεπόηται καλῶς, ἀπάγεσθε ταύτας, ὦ Λάκωνες, τασδεδὶ

### 1275

ὑμεῖς· ἀνὴρ δὲ παρὰ γυναῖκα καὶ γυνὴ στήτω παρ’ ἄνδρα, κᾆτ’ ἐπ’ ἀγαθαῖς ξυμφοραῖς ὀρχησάμενοι θεοῖσιν εὐλαβώμεθα τὸ λοιπὸν αὖθις μὴ ’ξαμαρτάνειν ἔτι.

**ΧΟΡΟΣ**

### 1278

Πρόσαγε χορόν, ἔπαγε χάριτας,

### 1280

ἐπὶ δὲ κάλεσον Ἄρτεμιν, ἐπὶ δὲ δίδυμον ἀγέχορον Ἰήιον

### 1282-1283

εὔφρον’, ἐπὶ δὲ Νύσιον,

### 1284

ὃς μετὰ μαινάσιν ὄμμασι δαίεται,

### 1285

Δία τε πυρὶ φλεγόμενον, ἐπὶ δὲ πότνιαν ἄλοχον ὀλβίαν· εἶτα δὲ δαίμονας, οἷς ἐπιμάρτυσι χρησόμεθ’ οὐκ ἐπιλήσμοσιν ἡσυχίας πέρι τῆς ἀγανόφρονος,

### 1290

ἣν ἐπόησε θεὰ Κύπρις. Ἀλαλαί, ἰὴ παιών. Αἴρεσθ’ ἄνω, ἰαί, ὡς ἐπὶ νίκῃ, ἰαί. Εὐοῖ, εὐοῖ, εὐαῖ, εὐαῖ.

**ΠΡΥΤΑΝΙΣ**

### 1295

Λάκων, πρόφαινε δὴ σὺ μοῦσαν ἔτι νέαν.

**ΛΑΜΠΙΤΩ**

### 1295

Ταΰγετον αὖτ’ ἐραννὸν ἐκλιπῶἁ,

### 1297-1298

Μῶἁ μόλε, 〈μόλε,〉 Λάκαινα, πρεπτὸν ἁμὶν

### 1299

κλέωἁ τὸν Ἀμύκλαις σιὸν

### 1299

καὶ Χαλκίοικον ἄνασσαν, Τυνδαρίδας τ’ ἀγασώς, τοὶ δὴ πὰρ Εὐρώταν ψιάδδοντι. Εἶα μάλ’ ἔμβη, ὢ εἶα κοῦφα πᾶλον,

### 1305

ὡς Σπάρταν ὑμνίωμες, τᾷ σιῶν χοροὶ μέλοντι καὶ ποδῶν κτύπος, 〈ὅχ’〉 ἇτε πῶλοι ταὶ κόραι πὰρ τὸν Εὐρώταν

### 1310

ἀμπαδίοντι, πυκνὰ ποδοῖν ἀγκονίωαἱ, ταὶ δὲ κόμαι σείονται ἇπερ Βακχᾶν θυρσαδδωἇν καὶ παιδδωἇν. Ἁγῆται δ’ ἁ Λήδας παῖς

### 1315

ἁγνὰ χοραγὸς εὐπρεπής.

### 1316-1317

Ἀλλ’ ἄγε, κόμαν παραμπύκιδδε χερὶ ποδοῖν τε πάδη

### 1318-1319

ἇ τις ἔλαφος, κρότον δ’ ἁμᾶ ποίη χορωφελήταν,

### 1320-1321

καὶ τὰν κρατίσταν παμμάχον, τὰν Χαλκίοικον ὕμνη.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-lysistrata-daw-ad.json (sha256:0eb2063502924fe51605499b9d2b64d79166f80eb4f71c7ab65b51d4c4f49639). Cite as `eul_wid: daw-ad`.
