---
title: Knights
title_greek: Ἱππῆς
author: Aristophanes of Athens
eul_wid: daw-am
eul_aid: daw
canonical: "https://eulogikon.org/grc/aristophanes-of-athens/knights"
canonical_json: "https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-knights-daw-am.json"
sha256: "2f273861face6404196c758c6f864fc23c4474f00dc8ff7da2544d64e7d7aa84"
period: Classical
dialect: Attic Comedy
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Knights

*Ἱππῆς*

**Author:** Aristophanes of Athens

**eul_wid:** `daw-am` · [HTML page](https://eulogikon.org/grc/aristophanes-of-athens/knights) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-knights-daw-am.json)

## Text

**ΟΙΚΕΤΗΣ Α**

### 1

Ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ. Κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί. Ἐξ οὗ γὰρ εἰσήρρησεν εἰς τὴν οἰκίαν

### 5

πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις.

**ΟΙΚΕΤΗΣ Β**

### 6

Κάκιστα δῆθ’ οὗτός γε πρῶτος Παφλαγόνων αὐταῖς διαβολαῖς.

### 7

Ὦ κακόδαιμον, πῶς ἔχεις;

### 7

Κακῶς καθάπερ σύ.

### 8

Δεῦρο δὴ πρόσελθ’, ἵνα ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.

### 10

Μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ.

### 10

Τί κινυρόμεθ’ ἄλλως; Οὐκ ἐχρῆν ζητεῖν τινα σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;

### 10

Τίς οὖν γένοιτ’ ἄν;

### 13

Λέγε σύ.

### 13

Σὺ μὲν οὖν μοι λέγε, ἵνα μὴ μάχωμαι.

### 14

Μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ.

### 15

Ἀλλ’ εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω.

### 17

Ἀλλ’ οὐκ ἔνι μοι τὸ θρέττε. Πῶς ἂν οὖν ποτε εἴποιμ’ ἂν αὐτὸ δῆτα κομψευριπικῶς; —

### 16

Πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;

### 19

Μή μοί γε, μή μοι, μὴ διασκανδικίσῃς·

### 20

ἀλλ’ εὑρέ τιν’ ἀπόκινον ἀπὸ τοῦ δεσπότου.

### 20

Λέγε δὴ μο — λω — μεν ξυνεχὲς ὡδὶ ξυλλαβών.

### 20

Καὶ δὴ λέγω· Μολωμε ν.

### 22

Ἐξόπισθέ νυν αὐ — το φάθι τοῦ μολωμεν.

### 23

Αὐτο.

### 23

Πάνυ καλῶς. Ὥσπερ δεφόμενός νυν ἀτρέμα πρῶτον λέγε

### 25

τὸ μολωμε ν, εἶτα δ’ αὐτ ο, κᾆτ’ ἐπάγων πυκνόν.

### 25

Μολωμεν αὐτο μολωμεν αὐτομολῶμεν.

### 26

Ἤν, οὐχ ἡδύ;

### 27

Νὴ Δία· πλήν γε περὶ τῷ δέρματι δέδοικα τουτονὶ τὸν οἰωνόν.

### 28

Τί δαί;

### 28

Ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται.

### 30

Κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν, θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.

### 30

Ποῖον βρέτας; 〈Φέρ’〉 ἐτεὸν ἡγεῖ γὰρ θεούς;

### 30

Ἔγωγε.

### 33

Ποίῳ χρώμενος τεκμηρίῳ;

### 33

Ὁτιὴ θεοῖσιν ἐχθρός εἰμ’. Οὐκ εἰκότως;

### 35

Εὖ προσβιβάζεις μ’. Ἀλλ’ ἑτέρᾳ πῃ σκεπτέον. Βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;

### 35

Οὐ χεῖρον· ἓν δ’ αὐτοὺς παραιτησώμεθα, ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποεῖν, ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.

### 40

Λέγοιμ’ ἂν ἤδη. Νῷν γάρ ἐστι δεσπότης ἄγροικος ὀργήν, κυαμοτρώξ, ἀκράχολος, Δῆμος Πυκνίτης, δύσκολον γερόντιον ὑπόκωφον. Οὗτος τῇ προτέρᾳ νουμηνίᾳ ἐπρίατο δοῦλον βυρσοδέψην, Παφλαγόνα

### 45

πανουργότατον καὶ διαβολώτατόν τινα. Οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους, ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην ᾔκαλλ’, ἐθώπευ’, ἐκολάκευ’, ἐξηπάτα κοσκυλματίοις ἄκροισι, τοιαυτὶ λέγων·

### 45

«Ὦ Δῆμε, λοῦσαι πρῶτον ἐκδικάσας μίαν, ἐνθοῦ, ῥόφησον, ἔντραγ’, ἔχε τριώβολον. Βούλει παραθῶ σοι δόρπον;» Εἶτ’ ἀναρπάσας ὅ τι ἄν τις ἡμῶν σκευάσῃ τῷ δεσπότῃ Παφλαγὼν κεχάρισται τοῦτο. Καὶ πρώην γ’ ἐμοῦ

### 55

μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν, πανουργότατά πως παραδραμὼν ὑφαρπάσας αὐτὸς παρέθηκε τὴν ὑπ’ ἐμοῦ μεμαγμένην. Ἡμᾶς δ’ ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων

### 60

δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας. Ἄιδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ. Ὁ δ’ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα, τέχνην πεπόηται· τοὺς γὰρ ἔνδον ἄντικρυς ψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθα

### 65

ἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας αἰτεῖ, ταράττει, δωροδοκεῖ λέγων τάδε· «Ὁρᾶτε τὸν Ὕλαν δι’ ἐμὲ μαστιγούμενον; Εἰ μή μ’ ἀναπείσετ’, ἀποθανεῖσθε τήμερον.» Ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι

### 70

ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν. Νῦν οὖν ἁνύσαντε φροντίσωμεν, ὦγαθέ, ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.

### 70

Κράτιστ’ ἐκείνην τὴν μολωμε ν, ὦγαθέ.

### 70

Ἀλλ’ οὐχ οἷόν τε τὸν Παφλαγόν’ οὐδὲν λαθεῖν·

### 75

ἐφορᾷ γὰρ αὐτὸς πάντ’. Ἔχει γὰρ τὸ σκέλος τὸ μὲν ἐν Πύλῳ, τὸ δ’ ἕτερον ἐν τἠκκλησίᾳ. Τοσόνδε δ’ αὐτοῦ βῆμα διαβεβηκότος ὁ πρωκτός ἐστιν αὐτόχρημ’ ἐν Χάοσιν, τὼ χεῖρ’ ἐν Αἰτωλοῖς, ὁ νοῦς δ’ ἐν Κλωπιδῶν.

### 80

Κράτιστον οὖν νῷν ἀποθανεῖν.

### 80

Ἀλλὰ σκόπει, ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα.

### 80

Πῶς δῆτα, πῶς γένοιτ’ ἂν ἀνδρικώτατα; Βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν·

### 80

ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.

### 85

Μὰ Δί’ ἀλλ’ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος. Ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.

### 85

Ἰδού γ’ ἄκρατον. Περὶ ποτοῦ γοῦν ἐστί σοι. Πῶς δ’ ἂν μεθύων χρηστόν τι βουλεύσαιτ’ ἀνήρ;

### 85

Ἄληθες, οὗτος; κρουνοχυτροληραῖος εἶ.

### 90

Οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν; Οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον; Ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι, τότε πλουτοῦσι, διαπράττουσι, νικῶσιν δίκας, εὐδαιμονοῦσιν, ὠφελοῦσι τοὺς φίλους.

### 95

Ἀλλ’ ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ, τὸν νοῦν ἵν’ ἄρδω καὶ λέγω τι δεξιόν.

### 95

Οἴμοι, τί ποθ’ ἡμᾶς ἐργάσει τῷ σῷ ποτῷ;

### 95

Ἀγάθ’· ἀλλ’ ἔνεγκ’· ἐγὼ δὲ κατακλινήσομαι. Ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω

### 95

βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων.

### 95

Ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν κλέπτων τὸν οἶνον.

### 102

Εἰπέ μοι, Παφλαγών τί δρᾷ;

### 102

Ἐπίπαστα λείξας δημιόπραθ’ ὁ βάσκανος ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος.

### 105

Ἴθι νυν, ἄκρατον ἐγκάναξόν μοι πολὺν σπονδήν.

### 106

Λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος.

### 106

Ἕλχ’, ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου. Ὦ δαῖμον ἀγαθέ, σὸν τὸ βούλευμ’, οὐκ ἐμόν.

### 106

Εἴπ’, ἀντιβολῶ, τί ἐστι;

### 109

Τοὺς χρησμοὺς ταχὺ

### 110

κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν, ἕως καθεύδει.

### 111

Ταῦτ’. Ἀτὰρ τοῦ δαίμονος δέδοιχ’ ὅπως μὴ τεύξομαι κακοδαίμονος.

### 111

Φέρε νυν, ἐγὼ ’μαυτῷ προσαγάγω τὸν χοᾶ, τὸν νοῦν ἵν’ ἄρδω καὶ λέγω τι δεξιόν.

### 115

Ὡς μεγάλ’ ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται, ὥστ’ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών, ὅνπερ μάλιστ’ ἐφύλαττεν.

### 117

Ὦ σοφώτατε. — Φέρ’ αὐτόν, ἵν’ ἀναγνῶ· σὺ δ’ ἔγχεον πιεῖν ἁνύσας τι. Φέρ’ ἴδω, τί ἄρ’ ἔνεστιν αὐτόθι;

### 120

Ὦ λόγια. Δός μοι, δὸς τὸ ποτήριον ταχύ.

### 120

Ἰδού. Τί φης’ ὁ χρησμός;

### 121

Ἑτέραν ἔγχεον.

### 121

Ἐν τοῖς λογίοις ἔνεστιν· «Ἑτέραν ἔγχεον;»

### 121

Ὦ Βάκι.

### 123

Τί ἐστι;

### 123

Δὸς τὸ ποτήριον ταχύ.

### 123

Πολλῷ γ’ ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.

### 125

Ὦ μιαρὲ Παφλαγών, ταῦτ’ ἄρ’ ἐφυλάττου πάλαι, τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν.

### 126

Τιή;

### 126

Ἐνταῦθ’ ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.

### 126

Καὶ πῶς;

### 128

Ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται,

### 130

ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα.

### 130

Εἷς οὑτοσὶ πώλης. Τί τοὐντεῦθεν; λέγε.

### 130

Μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.

### 130

Δύο τώδε πώλα. Καὶ τί τόνδε χρὴ παθεῖν;

### 130

Κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος

### 135

αὐτοῦ γένοιτο· μετὰ δὲ ταῦτ’ ἀπόλλυται. Ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών, ἅρπαξ, κεκράκτης, Κυκλοβόρου φωνὴν ἔχων.

### 135

Τὸν προβατοπώλην ἦν ἄρ’ ἀπολέσθαι χρεὼν ὑπὸ βυρσοπώλου;

### 139

Νὴ Δί’.

### 139

Οἴμοι δείλαιος.

### 140

Πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἷς μόνος;

### 140

Ἔτ’ ἔστιν εἷς ὑπερφυᾶ τέχνην ἔχων.

### 140

Εἴπ’, ἀντιβολῶ, τίς ἐστιν;

### 142

Εἴπω;

### 142

Νὴ Δία.

### 142

Ἀλλαντοπώλης ἔσθ’ ὁ τοῦτον ἐξελῶν.

### 142

Ἀλλαντοπώλης; Ὦ Πόσειδον, τῆς τέχνης.

### 145

Φέρε, ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν;

### 145

Ζητῶμεν αὐτόν. Ἀλλ’ ὁδὶ προσέρχεται ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν. Ὦ μακάριε ἀλλαντοπῶλα, δεῦρο δεῦρ’, ὦ φίλτατε, ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 145

Τί ἐστι; Τί με καλεῖτε;

### 145

Δεῦρ’ ἔλθ’, ἵνα πύθῃ ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.

### 145

Ἴθι δή, κάθελ’ αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει· ἐγὼ δ’ ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.

### 155

Ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί· ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.

### 155

Ἰδού· τί ἐστιν;

### 157

Ὦ μακάρι’, ὦ πλούσιε, ὦ νῦν μὲν οὐδείς, αὔριον δ’ ὑπέρμεγας, ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.

### 160

Τί μ’, ὦγάθ’, οὐ πλύνειν ἐᾷς τὰς κοιλίας πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;

### 160

Ὦ μῶρε, ποίας κοιλίας; Δευρὶ βλέπε. Τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν;

### 163

Ὁρῶ.

### 163

Τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,

### 165

καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός· βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις, δήσεις, φυλάξεις, ἐν πρυτανείῳ λαικάσεις.

### 165

Ἐγώ;

### 168

Σὺ μέντοι· κοὐδέπω γε πάνθ’ ὁρᾷς. Ἀλλ’ ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ

### 170

καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ.

### 170

Καθορῶ.

### 171

Τί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας;

### 171

Ἔγωγε.

### 172

Πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς; Ἔτι νυν τὸν ὀφθαλμὸν παράβαλλ’ εἰς Καρίαν τὸν δεξιόν, τὸν δ’ ἕτερον εἰς Καρχηδόνα.

### 175

Εὐδαιμονήσω δ’, εἰ διαστραφήσομαι;

### 175

Οὔκ, ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται· γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει, ἀνὴρ μέγιστος.

### 178

Εἰπέ μοι, καὶ πῶς ἐγὼ ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;

### 180

Δι’ αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας, ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς.

### 180

Οὐκ ἀξιῶ ’γὼ ’μαυτὸν ἰσχύειν μέγα.

### 180

Οἴμοι, τί ποτ’ ἔσθ’ ὅτι σαυτὸν οὐ φῂς ἄξιον; Ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.

### 185

Μῶν ἐκ καλῶν εἶ κἀγαθῶν;

### 185

Μὰ τοὺς θεούς, εἰ μὴ ’κ πονηρῶν γ’.

### 186

Ὦ μακάριε τῆς τύχης, ὅσον πέπονθας ἀγαθὸν εἰς τὰ πράγματα.

### 186

Ἀλλ’, ὦγάθ’, οὐδὲ μουσικὴν ἐπίσταμαι πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.

### 190

Τουτὶ μόνον ς’ ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς.

### 190

Ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ ἔτ’ ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους, ἀλλ’ εἰς ἀμαθῆ καὶ βδελυρόν. Ἀλλὰ μὴ παρῇς ἅ σοι διδόας’ ἐν τοῖς λογίοισιν οἱ θεοί.

### 195

Πῶς δῆτά φης’ ὁ χρησμός;

### 195

Εὖ νὴ τοὺς θεοὺς καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος· Ἀλλ’ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην, δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,

### 195

κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει, αἴ κα μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.

### 195

Πῶς οὖν πρὸς ἐμὲ ταῦτ’ ἐστίν; ἀναδίδασκέ με.

### 195

Βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθ’ οὑτοσί.

### 195

Τί δ’ ἀγκυλοχήλης ἐστίν;

### 204

Αὐτό που λέγει,

### 205

ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει.

### 205

Ὁ δράκων δὲ πρὸς τί;

### 206

Τοῦτο περιφανέστατον. Ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τ’ ἀλλᾶς αὖ μακρόν· εἶθ’ αἱματοπώτης ἔσθ’ ὅ τ’ ἀλλᾶς χὠ δράκων. Τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον

### 210

ἤδη κρατήσειν, αἴ κα μὴ θαλφθῇ λόγοις.

### 210

Τὰ μὲν λόγι’ αἰκάλλει με· θαυμάζω δ’ ὅπως τὸν δῆμον οἷός τ’ ἐπιτροπεύειν εἴμ’ ἐγώ.

### 210

Φαυλότατον ἔργον· ταῦθ’ ἅπερ ποεῖς πόει·

### 210

τάραττε καὶ χόρδευ’ ὁμοῦ τὰ πράγματα

### 215

ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς. Τὰ δ’ ἄλλα σοι πρόσεστι δημαγωγικά, φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ· ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ·

### 220

χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν. Ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ· χὤπως ἀμυνεῖ τὸν ἄνδρα.

### 222

Καὶ τίς ξύμμαχος γενήσεταί μοι; Καὶ γὰρ οἵ τε πλούσιοι δεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς.

### 225

Ἀλλ’ εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι, καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί. καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός, κἀγὼ μετ’ αὐτῶν χὠ θεὸς ξυλλήψεται.

### 230

Καὶ μὴ δέδιθ’· οὐ γάρ ἐστιν ἐξῃκασμένος· ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν τῶν σκευοποιῶν εἰκάσαι. Πάντως γε μὴν γνωσθήσεται· τὸ γὰρ θέατρον δεξιόν.

### 230

Οἴμοι κακοδαίμων, ὁ Παφλαγὼν ἐξέρχεται.

**ΠΑΦΛΑΓΩΝ**

### 235

Οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον, ὁτιὴ ’πὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι. Τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;

### 235

Οὐκ ἔσθ’ ὅπως οὐ Χαλκιδέας ἀφίστατον. Ἀπολεῖσθον, ἀποθανεῖσθον, ὦ μιαρωτάτω.

### 240

Οὗτος, τί φεύγεις; Οὐ μενεῖς; Ὦ γεννάδα ἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα. Ἄνδρες ἱππῆς, παραγένεσθε· νῦν ὁ καιρός. Ὦ Σίμων, ὦ Παναίτι’, οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας; Ἅνδρες ἐγγύς. Ἀλλ’ ἀμύνου κἀπαναστρέφου πάλιν.

### 245

Ὁ κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων. Ἀλλ’ ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 247

Παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον καὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς, καὶ πανοῦργον καὶ πανοῦργον· πολλάκις γὰρ αὔτ’ ἐρῶ.

### 247

καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας. Ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκα καὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κἀπικείμενος βόα· εὐλαβοῦ δὲ μὴ ’κφύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς, ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων.

**ΠΑΦΛΑΓΩΝ**

### 255

Ὦ γέροντες ἡλιασταί, φράτερες τριωβόλου, οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κἄδικα, παραβοηθεῖθ’, ὡς ὑπ’ ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 255

Ἐν δίκῃ γ’, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις, κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν,

### 260

ὅστις αὐτῶν ὠμός ἐστιν ἢ πέπων ἢ μὴ πέπων.

### 264

Καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,

### 265

πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα.

### 261

Κἄν τιν’ αὐτῶν γνῷς ἀπράγμον’ ὄντα καὶ κεχηνότα, καταγαγὼν ἐκ Χερρονήσου, διαλαβὼν ἀγκυρίσας, εἶτ’ ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας.

**ΠΑΦΛΑΓΩΝ**

### 266

Ξυνεπίκεισθ’ ὑμεῖς; ἐγὼ δ’, ἄνδρες, δι’ ὑμᾶς τύπτομαι, ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει ἱστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 266

Ὡς δ’ ἀλαζών, ὡς δὲ μάσθλης. Εἶδες οἷ’ ὑπέρχεται·

### 270

ὡσπερεὶ γέροντας ἡμᾶς ἐκκοβαλικεύεται.

**ΠΑΦΛΑΓΩΝ**

### 273

Ὦ πόλις καὶ δῆμ’, ὑφ’ οἵων θηρίων γαστρίζομαι.

### 273

Καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 271

Ἀλλ’ ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται· ἢν δ’ ὑπεκκλίνῃ γε, δευρὶ πρὸς σκέλος κυρηβάσει.

**ΠΑΦΛΑΓΩΝ**

### 275

Ἀλλ’ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 275

Ἀλλ’ ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλά σοι· ἢν δ’ ἀναιδείᾳ παρέλθῃ ς’, ἡμέτερος ὁ πυραμοῦς.

**ΠΑΦΛΑΓΩΝ**

### 275

Τουτονὶ τὸν ἄνδρ’ ἐγὼ ’νδείκνυμι, καὶ φήμ’ ἐξάγειν ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 280

Ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳ εἰσδραμὼν εἰς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ.

### 280

Νὴ Δί’, ἐξάγων γε τἀπόρρηθ’, ἅμ’ ἄρτον καὶ κρέας καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.

**ΠΑΦΛΑΓΩΝ**

### 280

Ἀποθανεῖσθον αὐτίκα μάλα.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 285

Τριπλάσιον κεκράξομαί σου.

**ΠΑΦΛΑΓΩΝ**

### 285

Καταβοήσομαι βοῶν σε.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 285

Κατακεκράξομαί σε κράζων.

**ΠΑΦΛΑΓΩΝ**

### 285

Διαβαλῶ ς’, ἐὰν στρατηγῇς.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 285

Κυνοκοπήσω σου τὸ νῶτον.

**ΠΑΦΛΑΓΩΝ**

### 290

Περιελῶ ς’ ἀλαζονείαις.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 290

Ὑποτεμοῦμαι τὰς ὁδούς σου.

**ΠΑΦΛΑΓΩΝ**

### 290

Βλέψον εἴς μ’ ἀσκαρδάμυκτος.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 290

Ἐν ἀγορᾷ κἀγὼ τέθραμμαι.

**ΠΑΦΛΑΓΩΝ**

### 290

Διαφορήσω ς’, εἴ τι γρύξεις.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 295

Κοπροφορήσω ς’, εἰ λαλήσεις.

**ΠΑΦΛΑΓΩΝ**

### 295

Ὁμολογῶ κλέπτειν· σὺ δ’ οὐχί.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 295

Νὴ τὸν Ἑρμῆν τὸν Ἀγοραῖον.

**ΠΑΦΛΑΓΩΝ**

### 295

Κἀπιορκῶ γε βλεπόντων.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 295

Ἀλλότρια τοίνυν σοφίζει.

**ΠΑΦΛΑΓΩΝ**

### 295

Καὶ φανῶ σε τοῖς πρυτάνεσιν

### 295

ἀδεκατεύτους τῶν θεῶν ἱε‐ ρὰς ἔχοντα κοιλίας.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 303-304

Ὦ μιαρὲ καὶ βδελυρὲ κρᾶκτα, τοῦ σοῦ θράσους

### 305

πᾶσα μὲν γῆ πλέα, πᾶσα δ’ ἐκκλησία,

### 306-307

καὶ τέλη καὶ γραφαὶ καὶ δικαστήρι’, ὦ

### 308-309

βορβοροτάραξι καὶ τὴν πόλιν ἅπασαν ἡ‐

### 310

μῶν ἀνατετυρβακώς,

### 311-312

ὅστις ἡμῶν τὰς Ἀθήνας ἐκκεκώφωκας βοῶν

### 313

κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν.

**ΠΑΦΛΑΓΩΝ**

### 313

Οἶδ’ ἐγὼ τὸ πρᾶγμα τοῦθ’ ὅθεν πάλαι καττύεται.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 315

Εἰ δὲ μὴ σύ γ’ οἶσθα κάττυμ’, οὐδ’ ἐγὼ χορδεύματα, ὅστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς τοῖς ἀγροίκοισιν πανούργως, ὥστε φαίνεσθαι παχύ, καὶ πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν.

### 315

Νὴ Δία κἀμὲ τοῦτ’ ἔδρασε ταὐτόν, ὥστε κατάγελων

### 320

πάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν. Πρὶν γὰρ εἶναι Περγασῆσιν ἔνεον ἐν ταῖς ἐμβάσιν.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 324

Ἆρα δῆτ’ οὐκ ἀπ’ ἀρχῆς ἐδήλους ἀναί‐

### 325

δειαν, ἥπερ μόνη προστατεῖ ῥητόρων; Ἧι σὺ πιστεύων ἀμέλγει τῶν ξένων τοὺς καρπίμους, πρῶτος ὤν· ὁ δ’ Ἱπποδάμου λείβεται θεώμενος. Ἀλλ’ ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺ

### 325

σοῦ μιαρώτερος, ὥστε με χαίρειν,

### 330

ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν, αὐτόθεν πανουργίᾳ τε καὶ θράσει καὶ κοβαλικεύμασιν. Ἀλλ’ ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν, νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 335

Καὶ μὴν ἀκούσαθ’ οἷός ἐστιν οὑτοσὶ πολίτης.

**ΠΑΦΛΑΓΩΝ**

### 335

Οὐκ αὖ μ’ ἐάσεις;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 336

Μὰ Δί’, ἐπεὶ κἀγὼ πονηρός εἰμι.

### 336

Ἐὰν δὲ μὴ ταύτῃ γ’ ὑπείκῃ, λέγ’ ὅτι κἀκ πονηρῶν.

**ΠΑΦΛΑΓΩΝ**

### 336

Οὐκ αὖ μ’ ἐάσεις;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 338

Μὰ Δία.

**ΠΑΦΛΑΓΩΝ**

### 338

Ναὶ μὰ Δία.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 338

Μὰ τὸν Ποσειδῶ, ἀλλ’ αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.

**ΠΑΦΛΑΓΩΝ**

### 340

Οἴμοι, διαρραγήσομαι.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 340

Καὶ μὴν ἐγὼ οὐ παρήσω.

### 340

Πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι.

**ΠΑΦΛΑΓΩΝ**

### 340

Τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 340

Ὁτιὴ λέγειν οἷός τε κἀγὼ καὶ καρυκοποιεῖν.

**ΠΑΦΛΑΓΩΝ**

### 340

Ἰδοὺ λέγειν. Καλῶς γ’ ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι

### 345

ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς. Ἀλλ’ οἶσθ’ ὅ μοι πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος. Εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,

### 345

τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ, ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τ’ ἀνιῶν,

### 345

ᾤου δυνατὸς εἶναι λέγειν. Ὦ μῶρε τῆς ἀνοίας.

### 345

Τί δαὶ σὺ πίνων τὴν πόλιν πεπόηκας, ὥστε νυνὶ ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν;

### 345

Ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τιν’; ὅστις εὐθὺς θύννεια θερμὰ καταφαγών, κᾆτ’ ἐπιπιὼν ἀκράτου

### 355

οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 355

Ἐγὼ δέ γ’ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν καταβροχθίσας κᾆτ’ ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.

### 355

Τὰ μὲν ἄλλα μ’ ἤρεσας λέγων· ἓν δ’ οὐ προσίεταί με,

### 360

τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσεις.

**ΠΑΦΛΑΓΩΝ**

### 360

Ἀλλ’ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 360

Ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα.

**ΠΑΦΛΑΓΩΝ**

### 360

Ἐγὼ δ’ ἐπεισπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 360

Ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης.

**ΠΑΦΛΑΓΩΝ**

### 365

Ἐγὼ δέ γ’ ἐξέλξω σε τῆς πυγῆς θύραζε κῦβδα.

### 365

Νὴ τὸν Ποσειδῶ κἀμὲ τἄρ’, ἤνπερ γε τοῦτον ἕλκῃς.

### 365

Οἷόν σε δήσω 〈’ν〉 τῷ ξύλῳ.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 365

Διώξομαί σε δειλίας.

**ΠΑΦΛΑΓΩΝ**

### 365

Ἡ βύρσα σου θρανεύσεται.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 370

Δερῶ σε θύλακον κλοπῆς.

**ΠΑΦΛΑΓΩΝ**

### 370

Διαπατταλευθήσει χαμαί.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 370

Περικόμματ’ ἔκ σου σκευάσω.

**ΠΑΦΛΑΓΩΝ**

### 370

Τὰς βλεφαρίδας σου παρατιλῶ.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 370

Τὸν πρηγορεῶνά σου ’κτεμῶ.

### 375

Καὶ νὴ Δί’ ἐμβαλόντες αὐ‐ τῷ πάτταλον μαγειρικῶς εἰς τὸ στόμ’, εἶτα δ’ ἔνδοθεν τὴν γλῶτταν ἐξείραντες αὐ‐ τοῦ σκεψόμεσθ’ εὖ κἀνδρικῶς

### 380

κεχηνότος τὸν πρωκτὸν, εἰ χαλαζᾷ.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 382-383

Ἦν ἄρα πυρός 〈γ’〉 ἕτερα θερμότερα καὶ λόγων

### 384-385

ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι·

### 385-386

καὶ τὸ πρᾶγμ’ ἦν ἄρ’ οὐ φαῦλον ὧδ’ 〈οὐδ’ ἐλαφρόν.〉

### 387

Ἀλλ’ ἔπιθι καὶ στρόβει, μηδὲν ὀλίγον πόει· νῦν γὰρ ἔχεται μέσος. Ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,

### 390

δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι.

### 390

Ἀλλ’ ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον, κᾆτ’ ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος. Νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν, ἐν ξύλῳ δήσας ἀφαύει κἀποδόσθαι βούλεται.

**ΠΑΦΛΑΓΩΝ**

### 395

Οὐ δέδοιχ’ ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον,

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 397-398

Ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθί‐

### 398-399

στησι τοῦ χρώματος τοῦ παρεστηκότος.

### 398-399

Εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ. Ὦ περὶ πάντ’ ἐπὶ πᾶσί τε πράγμασι δωροδόκοισιν ἐπ’ ἄνθεσιν ἵζων, εἴθε φαύλως, ὥσπερ ηὗρες, ἐκβάλοις τὴν ἔνθεσιν.

### 405

Ἄισαιμι γὰρ τότ’ ἂν μόνον· «Πῖνε πῖν’ ἐπὶ συμφοραῖς». Τὸν Οὐλίου τ’ ἂν οἴομαι, γέροντα πυροπίπην, ἡσθέντ’ ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι.

**ΠΑΦΛΑΓΩΝ**

### 408

Οὔτοί μ’ ὑπερβαλεῖσθ’ ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,

### 410

ἢ μήποτ’ Ἀγοραίου Διὸς σπλάγχνοισι παραγενοίμην.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 410

Ἔγωγε, νὴ τοὺς κονδύλους, οὓς πολλὰ δὴ ’πὶ πολλοῖς ἠνεσχόμην ἐκ παιδίου, μαχαιρίδων τε πληγάς, ὑπερβαλεῖσθαί ς’ οἴομαι τούτοισιν, ἢ μάτην γ’ ἂν ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην.

**ΠΑΦΛΑΓΩΝ**

### 415

Ἀπομαγδαλιὰς ὥσπερ κύων; Ὦ παμπόνηρε, πῶς οὖν

### 415

κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλῳ;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 415

Καὶ νὴ Δί’ ἄλλα γ’ ἐστί μου κόβαλα παιδὸς ὄντος· ἐξηπάτων γὰρ τοὺς μαγείρους 〈ἂν〉 λέγων τοιαυτί· «Σκέψασθε, παῖδες· οὐχ ὁρᾶθ’; ὥρα νέα, χελιδών.»

### 420

Οἱ δ’ ἔβλεπον, κἀγὼ ’ν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον.

### 420

Ὦ δεξιώτατον κρέας, σοφῶς γε προὐνοήσω· ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες.

### 420

Καὶ ταῦτα δρῶν ἐλάνθανόν 〈γ’.〉 Εἰ δ’ οὖν ἴδοι τις αὐτῶν, ἀποκρυπτόμενος εἰς τὼ κοχώνα τοὺς θεοὺς ἀπώμνυν·

### 425

ὥστ’ εἶπ’ ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα· «Οὐκ ἔσθ’ ὅπως ὁ παῖς ὅδ’ οὐ τὸν δῆμον ἐπιτροπεύσει.»

### 425

Εὖ γε ξυνέβαλεν αὔτ’· ἀτὰρ δῆλόν γ’ ἀφ’ οὗ ξυνέγνω· ὁτιὴ ’πιώρκεις θ’ ἡρπακὼς καὶ κρέας ὁ πρωκτὸς εἶχεν.

**ΠΑΦΛΑΓΩΝ**

### 425

Ἐγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω.

### 430

Ἔξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιείς, ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 430

Ἐγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας εἶτ’ ἀφήσω κατὰ κῦμ’ ἐμαυτὸν οὔριον, κλάειν σε μακρὰ κελεύσας.

### 430

Κἄγωγ’, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω.

**ΠΑΦΛΑΓΩΝ**

### 435

Οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ κλέψας Ἀθηναίων.

### 436

Ἄθρει καὶ τοῦ ποδὸς παρίει·

### 436

ὡς οὗτος ἤδη καικίας ἢ συκοφαντίας πνεῖ.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 436

Σὲ δ’ ἐκ Ποτειδαίας ἔχοντ’ εὖ οἶδα δέκα τάλαντα.

**ΠΑΦΛΑΓΩΝ**

### 436

Τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾶν;

### 440

Ἁνὴρ ἂν ἡδέως λάβοι. Τοὺς τερθρίους παρίει· τὸ πνεῦμ’ ἔλαττον γίγνεται.

### 440

Φεύξει γραφὰς ἑκατονταλάντους τέτταρας.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 440

Σὺ δ’ ἀστρατείας γ’ εἴκοσιν, κλοπῆς δὲ πλεῖν ἢ χιλίας.

**ΠΑΦΛΑΓΩΝ**

### 445

Ἐκ τῶν ἀλιτηρίων σέ φη‐ μι γεγονέναι τῶν τῆς θεοῦ.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 445

Τὸν πάππον εἶναι φημί σου τῶν δορυφόρων—

**ΠΑΦΛΑΓΩΝ**

### 448

Ποίων; φράσον.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 448

Τῶν Βυρσίνης τῆς Ἱππίου.

**ΠΑΦΛΑΓΩΝ**

### 448

Κόβαλος εἶ.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 448

Πανοῦργος εἶ.

### 448

Παῖ’ ἀνδρικῶς.

**ΠΑΦΛΑΓΩΝ**

### 451

Ἰοὺ ἰού, τύπτουσί μ’ οἱ ξυνωμόται.

### 451

Παῖ’ αὐτὸν ἀνδρικώτατα καὶ γάστριζε, καὶ τοῖς ἐντέροις

### 455

καὶ τοῖς κόλοις

### 455

ὅπως κολᾷ τὸν ἄνδρα.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 455

Ὦ γεννικώτατον κρέας ψυχήν τ’ ἄριστε πάντων, καὶ τῇ πόλει σωτὴρ φανεὶς ἡμῖν τε τοῖς πολίταις, ὡς εὖ τὸν ἄνδρα ποικίλως τ’ ἐπῆλθες ἐν λόγοισιν.

### 460

Πῶς ἄν ς’ ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα;

**ΠΑΦΛΑΓΩΝ**

### 460

Ταυτὶ μὰ τὴν Δήμητρά μ’ οὐκ ἐλάνθανεν τεκταινόμενα τὰ πράγματ’, ἀλλ’ ἠπιστάμην γομφούμεν’ αὐτὰ πάντα καὶ κολλώμενα.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 465

Οὔκουν μ’ ἐν Ἄργει γ’ οἷα πράττεις λανθάνει. Πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποεῖ, ἰδίᾳ δ’ ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.

### 464

Οἴμοι, σὺ δ’ οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις;

### 468

Καὶ ταῦτ’ ἐφ’ οἷσίν ἐστι συμφυσώμενα ἐγᾦδ’· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.

### 470

Εὖ γ’, εὖ γε· χάλκευ’ ἀντὶ τῶν κολλωμένων.

### 470

Καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτ’ ἐκεῖθεν αὖ. Καὶ ταῦτά μ’ οὔτ’ ἀργύριον οὔτε χρυσίον διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους, ὅπως ἐγὼ ταῦτ’ οὐκ Ἀθηναίοις φράσω.

**ΠΑΦΛΑΓΩΝ**

### 475

Ἐγὼ μὲν οὖν αὐτίκα μάλ’ εἰς βουλὴν ἰὼν ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ, καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς ἐν τῇ πόλει, καὶ πάνθ’ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε, καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 480

Πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος;

**ΠΑΦΛΑΓΩΝ**

### 480

Ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.

### 480

Ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα γνώμην ἔχεις, νυνὶ διδάξεις, εἴπερ ἀπεκρύψω τότε εἰς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις.

### 485

Θεύσει γὰρ ᾄξας εἰς τὸ βουλευτήριον, ὡς οὗτος εἰσπεσὼν ἐκεῖσε διαβαλεῖ ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 485

Ἀλλ’ εἶμι· πρῶτον δ’, ὡς ἔχω, τὰς κοιλίας καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.

### 490

Ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί, ἵν’ ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.

### 490

Ἀλλ’ εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί.

### 490

Ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί.

### 493

Τί δαί;

### 493

Ἵν’ ἄμεινον, ὦ τᾶν, ἐσκοροδισμένος μάχῃ.

### 495

Καὶ σπεῦδε ταχέως.

### 495

Ταῦτα δρῶ.

### 495

Μέμνησό νυν δάκνειν, διαβάλλειν, τοὺς λόφους κατεσθίειν, χὤπως τὰ κάλλαι’ ἀποφαγὼν ἥξεις πάλιν.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 497

Ἀλλ’ ἴθι χαίρων, καὶ πράξειας κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι

### 497

Ζεὺς Ἀγοραῖος· καὶ νικήσας αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς

### 497

ἔλθοις στεφάνοις κατάπαστος. Ὑμεῖς δ’ ἡμῖν προσέχετε τὸν νοῦν τοῖς ἀναπαίστοις,

### 505

ὦ παντοίας ἤδη μούσης πειραθέντες καθ’ ἑαυτούς.

### 506

Εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι, οὐκ ἂν φαύλως ἔτυχεν τούτου· νῦν δ’ ἄξιός ἐσθ’ ὁ ποητής,

### 510

ὅτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ τολμᾷ τε λέγειν τὰ δίκαια, καὶ γενναίως πρὸς τὸν Τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην. Ἃ δὲ θαυμάζειν ὑμῶν φησιν πολλοὺς αὐτῷ προσιόντας καὶ βασανίζειν πῶς οὐχὶ πάλαι χορὸν αἰτοίη καθ’ ἑαυτόν, ἡμᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. Φησὶ γὰρ ἁνὴρ

### 515

οὐχ ὑπ’ ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων· πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι· ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας καὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας·

### 520

τοῦτο μὲν εἰδὼς ἅπαθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις, ὃς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα· πάσας δ’ ὑμῖν φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχειοῖς οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφ’ ἥβης,

### 525

ἐξεβλήθη πρεσβύτης ὤν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη· εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσας ποτ’ ἐπαίνῳ

### 525

διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους· ᾆσαι δ’ οὐκ ἦν ἐν συμποσίῳ πλήν· Δωροῖ συκοπέδιλ ε,

### 530

καὶ τέκτονες εὐπαλάμων ὕμνω ν· οὕτως ἤνθησεν ἐκεῖνος. Νυνὶ δ’ ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντ’ οὐκ ἐλεεῖτε, ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τοῦ τόνου οὐκέτ’ ἐνόντος τῶν θ’ ἁρμονιῶν διαχασκουσῶν· ἀλλὰ γέρων ὢν περιέρρει, ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὗον, δίψῃ δ’ ἀπολωλώς,

### 535

ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ, καὶ μὴ ληρεῖν, ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰ τῷ Διονύσῳ. Οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς, ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπεν, ἀπὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας·

### 540

χοὖτος μέντοι μόνος ἀντήρκει, τοτὲ μὲν πίπτων, τοτὲ δ’ οὐχί. Ταῦτ’ ὀρρωδῶν διέτριβεν ἀεί, καὶ πρὸς τούτοισιν ἔφασκεν ἐρέτην χρῆναι πρῶτα γενέσθαι πρὶν πηδαλίοις ἐπιχειρεῖν, κᾆτ’ ἐντεῦθεν πρῳρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι, κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. Τούτων οὖν οὕνεκα πάντων,

### 545

ὅτι σωφρονικῶς κοὐκ ἀνοήτως εἰσπηδήσας ἐφλυάρει, αἴρεσθ’ αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατ’ ἐφ’ ἕνδεκα κώπαις, θόρυβον χρηστὸν ληναΐτην, ἵν’ ὁ ποιητὴς ἀπίῃ χαίρων κατὰ νοῦν πράξας,

### 545

φαιδρὸς λάμποντι μετώπῳ.

### 545

Ἵππι’ ἄναξ Πόσειδον, ᾧ χαλκοκρότων ἵππων κτύπος

### 545

καὶ χρεμετισμὸς ἁνδάνει καὶ κυανέμβολοι θοαὶ

### 555

μισθοφόροι τριήρεις, μειρακίων θ’ ἅμιλλα λαμ‐ πρυνομένων ἐν ἅρμασιν καὶ βαρυδαιμονούντων, δεῦρ’ ἔλθ’ εἰς χορόν, ὦ χρυσοτρίαιν’, ὦ

### 560

δελφίνων μεδέων Σουνιάρατε, ὦ Γεραίστιε παῖ Κρόνου, Φορμίωνί τε φίλτατ’ ἐκ τῶν ἄλλων τε θεῶν Ἀθη‐ ναίοις πρὸς τὸ παρεστός.

### 565

Εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι ἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου, οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφράκτῳ στρατῷ πανταχοῦ νικῶντες ἀεὶ τήνδ’ ἐκόσμησαν πόλιν· οὐ γὰρ οὐδεὶς πώποτ’ αὐτῶν τοὺς ἐναντίους ἰδὼν

### 570

ἠρίθμησεν, ἀλλ’ ὁ θυμὸς εὐθὺς ἦν ἀμυνίας· εἰ δέ που πέσοιεν εἰς τὸν ὦμον ἐν μάχῃ τινί, τοῦτ’ ἀπεψήσαντ’ ἄν, εἶτ’ ἠρνοῦντο μὴ πεπτωκέναι, ἀλλὰ διεπάλαιον αὖθις. Καὶ στρατηγὸς οὐδ’ ἂν εἷς τῶν πρὸ τοῦ σίτησιν ᾔτης’ ἐρόμενος Κλεαίνετον·

### 575

νῦν δ’ ἐὰν μὴ προεδρίαν φέρωσι καὶ τὰ σιτία, οὐ μαχεῖσθαί φασιν. Ἡμεῖς δ’ ἀξιοῦμεν τῇ πόλει προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις. Καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνον· ἤν ποτ’ εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,

### 580

μὴ φθονεῖθ’ ἡμῖν κομῶσι μηδ’ ἀπεστλεγγισμένοις.

### 580

Ὦ πολιοῦχε Παλλάς, ὦ τῆς ἱερωτάτης ἁπα‐ σῶν πολέμῳ τε καὶ ποη‐ ταῖς δυνάμει θ’ ὑπερφερού‐

### 585

σης μεδέουσα χώρας, δεῦρ’ ἀφικοῦ λαβοῦσα τὴν ἐν στρατιαῖς τε καὶ μάχαις ἡμετέραν ξυνεργὸν Νίκην, ἣ χορικῶν ἐστιν ἑταίρα

### 590

τοῖς τ’ ἐχθροῖσι μεθ’ ἡμῶν στασιάζει. Νῦν οὖν δεῦρο φάνηθι· δεῖ γὰρ τοῖς ἀνδράσι τοῖσδε πά‐ σῃ τέχνῃ πορίσαι σε νί‐ κην εἴπερ ποτὲ καὶ νῦν.

### 595

Ἃ ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθ’ ἐπαινέσαι. Ἄξιοι δ’ εἴς’ εὐλογεῖσθαι· πολλὰ γὰρ δὴ πράγματα ξυνδιήνεγκαν μεθ’ ἡμῶν, εἰσβολάς τε καὶ μάχας. Ἀλλὰ τἀν τῇ γῇ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν, ὡς ὅτ’ εἰς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,

### 595

πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα· εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ ἐμβαλόντες ἀνεφρυάξανθ’· «Ἱππαπαῖ, τίς ἐμβαλεῖ; Ληπτέον μᾶλλον. Τί δρῶμεν; Οὐκ ἐλᾷς, ὦ σαμφόρα;» Ἐξεπήδων τ’ εἰς Κόρινθον· εἶτα δ’ οἱ νεώτατοι

### 605

ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς καὶ μετῇσαν βρώματα· ἤσθιον δὲ τοὺς παγούρους ἀντὶ ποίας Μηδικῆς,

### 605

εἴ τις ἐξέρποι θύραζε κἀκ βυθοῦ θηρώμενοι· ὥστ’ ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον· «Δεινά γ’, ὦ Πόσειδον, εἰ μηδ’ ἐν βυθῷ δυνήσομαι

### 610

μήτε γῇ μήτ’ ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας.»

### 610

Ὦ φίλτατ’ ἀνδρῶν καὶ νεανικώτατε, ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα· καὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν, ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμ’ ἠγωνίσω.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 615

Τί δ’ ἄλλο γ’ εἰ μὴ νικόβουλος ἐγενόμην;

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 615

Νῦν ἄρ’ ἄξιον πᾶσίν ἐστιν ὀλολῦξαι. Ὦ καλὰ λέγων, πολὺ δ’ ἀμείνον’ ἔτι τῶν λόγων ἐργασάμεν’ εἴθ’ ἐπέλ‐ θοις ἅπαντά μοι σαφῶς·

### 620

ὡς ἐγώ μοι δοκῶ κἂν μακρὰν ὁδὸν διελθεῖν ὥστ’ ἀκοῦσαι. Πρὸς τάδ’, ὦ βέλ‐ τιστε, θαρρήσας λέγ’, ὡς ἅ‐

### 623

παντες ἡδόμεσθά σοι.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 623

Καὶ μὴν ἀκοῦσαί γ’ ἄξιον τῶν πραγμάτων.

### 625

Εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδ’ ἱέμην· ὁ δ’ ἄρ’ ἔνδον ἐλασίβροντ’ ἀναρρηγνὺς ἔπη τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων, κρημνοὺς ἐρείδων καὶ ξυνωμότας λέγων πιθανώταθ’· ἡ βουλὴ δ’ ἅπας’ ἀκροωμένη

### 630

ἐγένεθ’ ὑπ’ αὐτοῦ ψευδατραφάξυος πλέα, κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπ’ ἀνέσπασεν. Κἄγωγ’ ὅτε δὴ ’γνων ἐνδεχομένην τοὺς λόγους καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην· «Ἄγε δὴ Σκίταλοι καὶ Φένακες, ἦν δ’ ἐγώ,

### 635

Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων, ἀγορά τ’, ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ, νῦν μοι θράσος καὶ γλῶτταν εὔπορον δότε φωνήν τ’ ἀναιδῆ». Ταῦτα φροντίζοντί μοι ἐκ δεξιᾶς ἐπέπαρδε καταπύγων ἀνήρ.

### 640

Κἀγὼ προσέκυσα· κᾆτα τῷ πρωκτῷ θενὼν τὴν κιγκλίδ’ ἐξήραξα κἀναχανὼν μέγα ἀνέκραγον· «Ὦ βουλή, λόγους ἀγαθοὺς φέρων εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι· ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη,

### 645

οὐπώποτ’ ἀφύας εἶδον ἀξιωτέρας.» Ἡ δ’ εὐθέως τὰ πρόσωπα διεγαλήνισεν· εἶτ’ ἐστεφάνουν μ’ εὐαγγέλια· κἀγὼ ’φρασα αὐτοῖς ἀπόρρητον ποησάμενος ταχύ, ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ,

### 645

τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια. Οἱ δ’ ἀνεκρότησαν καὶ πρὸς ἔμ’ ἐκεχήνεσαν. Ὁ δ’ ὑπονοήσας, ὁ Παφλαγών, εἰδὼς ἄρα οἷς ἥδεθ’ ἡ βουλὴ μάλιστα ῥήμασιν, γνώμην ἔλεξεν· «Ἄνδρες, ἤδη μοι δοκεῖ

### 655

ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ. Ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν. Κἄγωγ’ ὅτε δὴ ’γνων τοῖς βολίτοις ἡττημένος, διηκοσίῃσι βουσὶν ὑπερηκόντισα,

### 660

τῇ δ’ Ἀγροτέρᾳ κατὰ χιλίων παρῄνεσα εὐχὴν ποήσασθαι χιμάρων εἰς αὔριον, αἱ τριχίδες εἰ γενοίαθ’ ἑκατὸν τοὐβολοῦ. Ἐκαραδόκησεν εἰς ἔμ’ ἡ βουλὴ πάλιν. Ὁ δὲ ταῦτ’ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα·

### 665

κᾆθ’ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται, οἱ δ’ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες. Ὁ δ’ ἠντεβόλει γ’ αὐτοὺς ὀλίγον μεῖναι χρόνον· «ἵν’ ἅτθ’ ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει πύθησθ’· ἀφῖκται γὰρ περὶ σπονδῶν», λέγων.

### 670

Οἱ δ’ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον· «Νυνὶ περὶ σπονδῶν; ἐπειδή γ’, ὦ μέλε, ᾔσθοντο τὰς ἀφύας παρ’ ἡμῖν ἀξίας. Οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω.» Ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι·

### 675

εἶθ’ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ. Ἐγὼ δὲ τὰ κορίανν’ ἐπριάμην ὑποδραμὼν ἅπαντα τά τε γήτει’ ὅς’ ἦν ἐν τἀγορᾷ· ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα

### 675

ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην.

### 680

Οἱ δ’ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 682

Πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα· ηὗρε δ’ ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις

### 685

μείζοσι κεκασμένον καὶ δόλοισι ποικίλοις ῥήμασίν θ’ αἱμύλοις. Ἀλλ’ ὅπως ἀγωνιεῖ φρόν‐

### 688

τιζε τἀπίλοιπ’ ἄριστα· συμμάχους δ’ ἡμᾶς ἔχων εὔ‐

### 690

νους ἐπίστασαι πάλαι.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 690

Καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται, ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν, ὡς δὴ καταπιόμενός με. Μορμὼ τοῦ θράσους.

**ΠΑΦΛΑΓΩΝ**

### 690

Εἰ μή ς’ ἀπολέσαιμ’, εἴ τι τῶν αὐτῶν ἐμοὶ

### 695

ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 695

Ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις, ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα.

**ΠΑΦΛΑΓΩΝ**

### 695

Οὔτοι μὰ τὴν Δήμητρ’ ἔτ’ εἰ μή ς’ ἐκφάγω ἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 695

Εἰ μὴ ’κφάγῃς; Ἐγὼ δέ γ’, εἰ μή ς’ ἐκπίω, κἂν ἐκροφήσας αὐτὸς ἐπιδιαρραγῶ.

**ΠΑΦΛΑΓΩΝ**

### 695

Ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 695

Ἰδοὺ προεδρίαν· οἷον ὄψομαί ς’ ἐγὼ ἐκ τῆς προεδρίας ἔσχατον θεώμενον.

**ΠΑΦΛΑΓΩΝ**

### 705

Ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 705

Ὡς ὀξύθυμος. Φέρε τί σοι δῶ καταφαγεῖν; Ἐπὶ τῷ φάγοις ἥδιστ’ ἄν; Ἐπὶ βαλλαν—τίῳ;

**ΠΑΦΛΑΓΩΝ**

### 705

Ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 705

Ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία.

**ΠΑΦΛΑΓΩΝ**

### 710

Ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 710

Κἀγὼ δὲ ς’ ἕλξω καὶ διαβαλῶ πλείονα.

**ΠΑΦΛΑΓΩΝ**

### 710

Ἀλλ’, ὦ πόνηρε, σοὶ μὲν οὐδὲν πείθεται· ἐγὼ δ’ ἐκείνου καταγελῶ γ’ ὅσον θέλω.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 710

Ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.

**ΠΑΦΛΑΓΩΝ**

### 715

Ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 715

Κᾆθ’ ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς· μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντίθης, αὐτὸς δ’ ἐκείνου τριπλάσιον κατέσπακας.

**ΠΑΦΛΑΓΩΝ**

### 715

Καὶ νὴ Δί’ ὑπό γε δεξιότητος τῆς ἐμῆς

### 720

δύναμαι ποεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 720

Χὠ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται.

**ΠΑΦΛΑΓΩΝ**

### 720

Οὐκ, ὦγάθ’, ἐν βουλῇ με δόξεις καθυβρίσαι. Ἴωμεν εἰς τὸν δῆμον.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 723

Οὐδὲν κωλύει, ἰδού· βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.

**ΠΑΦΛΑΓΩΝ**

### 725

Ὦ Δῆμε, δεῦρ’ ἔξελθε—

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 725

Νὴ Δί’, ὦ πάτερ, ἔξελθε δῆτ’, ὦ Δημίδιον, 〈ὦ〉 φίλτατον.

**ΠΑΦΛΑΓΩΝ**

### 725

Ἔξελθ’, ἵν’ εἰδῇς οἷα περιυβρίζομαι.

**ΔΗΜΟΣ**

### 728

Τίνες οἱ βοῶντες; Οὐκ ἄπιτ’ ἀπὸ τῆς θύρας; Τὴν εἰρεσιώνην μου κατεσπαράξατε.

### 730

Τίς, ὦ Παφλαγών, ἀδικεῖ σε;

**ΠΑΦΛΑΓΩΝ**

### 730

Διὰ σὲ τύπτομαι ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων.

**ΔΗΜΟΣ**

### 731

Τιή;

**ΠΑΦΛΑΓΩΝ**

### 731

Ὁτιὴ φιλῶ ς’, ὦ Δῆμ’, ἐραστής τ’ εἰμὶ σός.

**ΔΗΜΟΣ**

### 731

Σὺ δ’ εἶ τίς ἐτεόν;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 733

Ἀντεραστὴς τουτουί, ἐρῶν πάλαι σου βουλόμενός τέ ς’ εὖ ποεῖν,

### 735

ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί. Ἀλλ’ οὐχ οἷοί τ’ ἐσμὲν διὰ τουτονί. Σὺ γὰρ ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις· τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει, σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις

### 740

καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.

**ΠΑΦΛΑΓΩΝ**

### 740

Εὖ γὰρ ποιῶ τὸν δῆμον.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 741

Εἰπέ μοι, τί δρῶν;

**ΠΑΦΛΑΓΩΝ**

### 741

Ὅ τι; τῶν στρατηγῶν ὑποδραμόντων ἐκ Πύλου, πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 741

Ἐγὼ δὲ περιπατῶν γ’ ἀπ’ ἐργαστηρίου

### 745

ἕψοντος ἑτέρου τὴν χύτραν ὑφειλόμην.

**ΠΑΦΛΑΓΩΝ**

### 745

Καὶ μὴν ποήσας αὐτίκα μάλ’ ἐκκλησίαν, ὦ Δῆμ’, ἵν’ εἰδῇς ὁπότερος νῷν ἐστί σοι εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 745

Ναί, ναί, διάκρινον δῆτα, πλὴν μὴ ’ν τῇ πυκνί.

**ΔΗΜΟΣ**

### 745

Οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ. Ἀλλ’ εἰς τὸ πρόσθε. Χρὴ παρεῖν’ εἰς τὴν πύκνα.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 745

Οἴμοι κακοδαίμων, ὡς ἀπόλωλ’. Ὁ γὰρ γέρων οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος, ὅταν δ’ ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,

### 755

κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 755

Νῦν δή σε πάντα δεῖ κάλων ἐξιέναι σεαυτοῦ, καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτους, ὅτοισι τόνδ’ ὑπερβαλεῖ. Ποικίλος γὰρ ἁνὴρ κἀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν.

### 760

Πρὸς ταῦθ’ ὅπως ἔξει πολὺς καὶ λαμπρὸς εἰς τὸν ἄνδρα.

### 760

Ἀλλὰ φυλάττου καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι πρότερον σὺ τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου.

**ΠΑΦΛΑΓΩΝ**

### 762

Τῇ μὲν δεσποίνῃ Ἀθηναίῃ, τῇ τῆς πόλεως μεδεούσῃ, εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι

### 765

βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ, ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν τῷ πρυτανείῳ· εἰ δέ σε μισῶ καὶ μὴ περί σου μάχομαι μόνος ἀντιβεβηκώς, ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείην τε λέπαδνα.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 765

Κἄγωγ’, ὦ Δῆμ’, εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς

### 770

ἑψοίμην ἐν περικομματίοις· κεἰ μὴ τούτοισι πέποιθας, ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην εἰς Κεραμεικόν.

**ΠΑΦΛΑΓΩΝ**

### 770

Καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν, ὦ Δῆμε, γένοιτο πολίτης; ὃς πρῶτα μέν, ἡνίκ’ ἐβούλευον, σοὶ χρήματα πλεῖστ’ ἀπέδειξα

### 775

ἐν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν, τοὺς δ’ ἄγχων, τοὺς δὲ μεταιτῶν, οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 775

Τοῦτο μέν, ὦ Δῆμ’, οὐδὲν σεμνόν· κἀγὼ γὰρ τοῦτό σε δράσω· ἁρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω. Ὡς δ’ οὐχὶ φιλεῖ ς’ οὐδ’ ἔστ’ εὔνους, τοῦτ’ αὐτό σε πρῶτα διδάξω,

### 780

ἀλλ’ ἢ διὰ τοῦτ’ αὔθ’ ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει. Σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι, καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας, ἐπὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως, οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. Ἀλλ’ ἐπαναίρου,

### 785

κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι.

**ΔΗΜΟΣ**

### 785

Ἄνθρωπε, τίς εἶ; Μῶν ἔγγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων; Τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.

**ΠΑΦΛΑΓΩΝ**

### 785

Ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 785

Καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες.

**ΠΑΦΛΑΓΩΝ**

### 790

Καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων ἢ μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 790

Καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντ’ ἐν ταῖς πιθάκναισιν καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις, ἀλλὰ καθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμου δὲ φέροντος

### 795

τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τ’ ἀπελαύνεις ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.

**ΠΑΦΛΑΓΩΝ**

### 795

Ἵνα γ’ Ἑλλήνων ἄρξῃ πάντων. Ἔστι γὰρ ἐν τοῖς λογίοισιν ὡς τοῦτον δεῖ ποτ’ ἐν Ἀρκαδίᾳ πεντωβόλου ἡλιάσασθαι, ἢν ἀναμείνῃ· πάντως δ’ αὐτὸν θρέψω ’γὼ καὶ θεραπεύσω,

### 795

ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 795

Οὐχ ἵνα γ’ ἄρξῃ μὰ Δί’ Ἀρκαδίας προνοούμενος, ἀλλ’ ἵνα μᾶλλον σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου, ἀλλ’ ὑπ’ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ.

### 805

Εἰ δέ ποτ’ εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ, καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ εἰς λόγον ἔλθῃ, γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου· εἶθ’ ἥξει σοι δριμὺς ἄγροικος κατά σου τὴν ψῆφον ἰχνεύων. Ἃ σὺ γιγνώσκων τόνδ’ ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ αὐτοῦ.

**ΠΑΦΛΑΓΩΝ**

### 810

Οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτ’ ἔστ’ ἐμὲ καὶ διαβάλλειν πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποηκότα πλείονα χρηστὰ νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 810

Ὦ πόλις Ἄργους, κλύεθ’ οἷα λέγει. Σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις; ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ,

### 815

καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν, ἀφελών τ’ οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν· σὺ δ’ Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι διατειχίζων καὶ χρησμῳδῶν, ὁ Θεμιστοκλεῖ ἀντιφερίζων. Κἀκεῖνος μὲν φεύγει τὴν γῆν, σὺ δ’ Ἀχιλλείων ἀπομάττει.

**ΠΑΦΛΑΓΩΝ**

### 820

Οὔκουν ταυτὶ δεινὸν ἀκούειν, ὦ Δῆμ’, ἐστίν μ’ ὑπὸ τούτου, ὁτιή σε φιλῶ;

**ΔΗΜΟΣ**

### 821

〈Ὢ〉 παῦ’, οὗτος, καὶ μὴ σκέρβολλε πονηρά. Πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθεις ἐγκρυφιάζων.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 821

Μιαρώτατος, ὦ Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς. Ὁπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς

### 825

τῶν εὐθυνῶν ἐκκαυλίζων καταβροχθίζει, κἀμφοῖν χειροῖν μυστιλᾶται τῶν δημοσίων.

**ΠΑΦΛΑΓΩΝ**

### 825

Οὐ χαιρήσεις, ἀλλά σε κλέπτονθ’ αἱρήσω ’γὼ τρεῖς μυριάδας.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 830

Τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις, μιαρώτατος ὢν περὶ τὸν δῆμον τὸν Ἀθηναίων; Καί ς’ ἐπιδείξω νὴ τὴν Δήμητρ’, ἢ μὴ ζῴην, δωροδοκήσαντ’ ἐκ Μυτιλήνης

### 835

πλεῖν ἢ μνᾶς τετταράκοντα.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 835

Ὦ πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα, ζηλῶ σε τῆς εὐγλωττίας. Εἰ γὰρ ὧδ’ ἐποίσεις, μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξεις τἀν τῇ πόλει τῶν συμμάχων τ’ ἄρξεις ἔχων τρίαιναν,

### 840

ᾗ πολλὰ χρήματ’ ἐργάσει σείων τε καὶ ταράττων.

### 840

Καὶ μὴ μεθῇς τὸν ἄνδρ’, ἐπειδή σοι λαβὴν δέδωκεν· κατεργάσει γὰρ ῥᾳδίως πλευρὰς ἔχων τοιαύτας.

**ΠΑΦΛΑΓΩΝ**

### 842

Οὐκ, ὦγαθοί, ταῦτ’ ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ. Ἐμοὶ γάρ ἐστ’ εἰργασμένον τοιοῦτον ἔργον ὥστε

### 845

ἁπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν, ἕως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 845

Ἐπίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρ ἐνδέδωκας. Οὐ γάρ ς’ ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι.

### 845

Ἀλλ’ ἐστὶ τοῦτ’, ὦ Δῆμε, μηχάνημ’, ἵν’, ἢν σὺ βούλῃ τὸν ἄνδρα κολάσαι τουτονί, σοὶ τοῦτο μὴ ’κγένηται. Ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν νεανιῶν· τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι καὶ τυροπῶλαι· τοῦτο δ’ εἰς ἕν ἐστι συγκεκυφός,

### 855

ὥστ’ εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα, νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας θέοντες τὰς εἰσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.

**ΔΗΜΟΣ**

### 855

Οἴμοι τάλας· ἔχουσι γὰρ πόρπακας; Ὦ πόνηρε, ὅσον με παρεκόπτου χρόνον τοιαῦτα κρουσιδημῶν.

**ΠΑΦΛΑΓΩΝ**

### 860

Ὦ δαιμόνιε, μὴ τοῦ λέγοντος ἴσθι, μηδ’ οἰηθῇς

### 860

ἐμοῦ ποθ’ εὑρήσειν φίλον βελτίον’, ὅστις εἷς ὢν ἔπαυσα τοὺς ξυνωμότας, καί μ’ οὐ λέληθεν οὐδὲν ἐν τῇ πόλει ξυνιστάμενον, ἀλλ’ εὐθέως κέκραγα.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 860

Ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.

### 865

Ὅταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν· ἐὰν δ’ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν, αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς. Ἓν δ’ εἰπέ μοι τοσουτονί· σκύτη τοσαῦτα πωλῶν ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ

### 870

ταῖς ἐμβάσιν φάσκων φιλεῖν;

**ΔΗΜΟΣ**

### 870

Οὐ δῆτα μὰ τὸν Ἀπόλλω.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 870

Ἔγνωκας οὖν δῆτ’ αὐτὸν οἷός ἐστιν; Ἀλλ’ ἐγώ σοι ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.

**ΔΗΜΟΣ**

### 870

Κρίνω ς’ ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρ’ ἄριστον εὐνούστατόν τε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν.

**ΠΑΦΛΑΓΩΝ**

### 875

Οὐ δεινὸν οὖν δῆτ’ ἐμβάδας τοσουτονὶ δύνασθαι, ἐμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας; ὅστις ἔπαυσα τοὺς κινουμένους, τὸν Γρύττον ἐξαλείψας.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 875

Οὔκουν σε δῆτα ταῦτα δεινόν ἐστι πρωκτοτηρεῖν παῦσαί τε τοὺς κινουμένους; Κοὐκ ἔσθ’ ὅπως ἐκείνους

### 880

οὐχὶ φθονῶν ἔπαυσας, ἵνα μὴ ῥήτορες γένοιντο. Τονδὶ δ’ ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτον οὐπώποτ’ ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσας χειμῶνος ὄντος· ἀλλ’ ἐγώ σοι τουτονὶ δίδωμι.

**ΔΗΜΟΣ**

### 880

Τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτ’ ἐπενόησεν.

### 885

Καίτοι σοφὸν κἀκεῖν’ ὁ Πειραιεύς· ἔμοιγε μέντοι οὐ μεῖζον εἶναι φαίνετ’ ἐξεύρημα τοῦ χιτῶνος.

**ΠΑΦΛΑΓΩΝ**

### 885

Οἴμοι τάλας, οἵοις πιθηκισμοῖς με περιελαύνεις.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 885

Οὔκ, ἀλλ’ ὅπερ πίνων ἀνὴρ πέπονθ’ ὅταν χεσείῃ, τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.

**ΠΑΦΛΑΓΩΝ**

### 890

Ἀλλ’ οὐχ ὑπερβαλεῖ με θωπείαις· ἐγὼ γὰρ αὐτὸν προσαμφιῶ τοδί· σὺ δ’ οἴμωζ’, ὦ πόνηρ’.

**ΔΗΜΟΣ**

### 891

Ἰαιβοῖ. Οὐκ ἐς κόρακας ἀποφθερεῖ βύρσης κάκιστον ὄζον;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 891

Καὶ τοῦτό 〈γ’〉 ἐπίτηδές σε περιήμπεσχ’, ἵνα ς’ ἀποπνίξῃ· καὶ πρότερον ἐπεβούλευσέ σοι. Τὸν καυλὸν οἶσθ’ ἐκεῖνον

### 895

τὸν σιλφίου τὸν ἄξιον γενόμενον;

**ΔΗΜΟΣ**

### 895

Οἶδα μέντοι.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 895

Ἐπίτηδες οὗτος αὐτὸν ἔσπευς’ ἄξιον γενέσθαι, ἵν’ ἐσθίοιτ’ ὠνούμενοι, κἄπειτ’ ἐν ἡλιαίᾳ βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταί.

**ΔΗΜΟΣ**

### 895

Νὴ τὸν Ποσειδῶ καὶ πρὸς ἐμὲ τοῦτ’ εἶπ’ ἀνὴρ Κόπρειος.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 895

Οὐ γὰρ τόθ’ ὑμεῖς βδεόμενοι δήπου ’γένεσθε πυρροί;

**ΔΗΜΟΣ**

### 895

Καὶ νὴ Δί’ ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα.

**ΠΑΦΛΑΓΩΝ**

### 895

Οἵοισί μ’, ὦ πανοῦργε, βωμολοχεύμασιν ταράττεις.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 895

Ἡ γὰρ θεός μ’ ἐκέλευε νικῆσαί ς’ ἀλαζονείαις.

**ΠΑΦΛΑΓΩΝ**

### 895

Ἀλλ’ οὐχὶ νικήσεις. Ἐγὼ γάρ φημί σοι παρέξειν,

### 905

ὦ Δῆμε, μηδὲν δρῶντι μισθοῦ τρύβλιον ῥοφῆσαι.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 905

Ἐγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι τἀν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν.

**ΠΑΦΛΑΓΩΝ**

### 905

Ἐγὼ δὲ τὰς πολιάς γέ σου ’κλέγων νέον ποήσω.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 905

Ἰδοὺ δέχου κέρκον λαγῶ τὠφθαλμιδίω περιψῆν.

**ΠΑΦΛΑΓΩΝ**

### 910

Ἀπομυξάμενος, ὦ Δῆμέ, μου πρὸς τὴν κεφαλὴν ἀποψῶ.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 910

Ἐμοῦ μὲν οὖν.

**ΠΑΦΛΑΓΩΝ**

### 911

Ἐμοῦ μὲν οὖν. Ἐγώ σε ποιήσω τριη‐ ραρχεῖν, ἀναλίσκοντα τῶν σαυτοῦ, παλαιὰν ναῦν ἔχοντ’,

### 915

εἰς ἣν ἀναλῶν οὐκ ἐφέ‐ ξεις οὐδὲ ναυπηγούμενος· διαμηχανήσομαί θ’ ὅπως ἂν ἱστίον σαπρὸν λάβῃς.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 915

Ἁνὴρ παφλάζει, παῦε παῦ’,

### 920

ὑπερζέων· ὑφελκτέον τῶν δαλίων ἀπαρυστέον τε τῶν ἀπειλῶν ταυτῃί.

**ΠΑΦΛΑΓΩΝ**

### 920

Δώσεις ἐμοὶ καλὴν δίκην ἰπούμενος ταῖς εἰσφοραῖς.

### 925

Ἐγὼ γὰρ εἰς τοὺς πλουσίους σπεύσω ς’ ὅπως ἂν ἐγγραφῇς.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 925

Ἐγὼ δ’ ἀπειλήσω μὲν οὐ‐

### 925

δέν, εὔχομαι δέ σοι ταδί· τὸ μὲν τάγηνον τευθίδων

### 930

ἐφεστάναι σῖζον, σὲ δὲ γνώμην ἐρεῖν μέλλοντα περὶ Μιλησίων καὶ κερδανεῖν τάλαντον, ἢν κατεργάσῃ, σπεύδειν ὅπως τῶν τευθίδων

### 935

ἐμπλήμενος φθαίης ἔτ’ εἰς ἐκκλησίαν ἐλθών· ἔπει‐ τα πρὶν φαγεῖν ἁνὴρ μεθή‐ κοι, καὶ σὺ τὸ τάλαντον λαβεῖν βουλόμενος ἐ‐

### 940

σθίων 〈ἅμ’〉 ἀποπνιγείης.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 941-942

Εὖ γε νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα.

**ΔΗΜΟΣ**

### 943

Κἀμοὶ δοκεῖ, καὶ τἄλλα γ’ εἶναι καταφανῶς ἀγαθὸς πολίτης, οἷος οὐδείς πω χρόνου

### 945

ἀνὴρ γεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ. Σὺ δ’, ὦ Παφλαγών, φάσκων φιλεῖν μ’ ἐσκορόδισας. Καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτι ἐμοὶ ταμιεύσεις.

**ΠΑΦΛΑΓΩΝ**

### 948

Ἔχε· τοσοῦτον δ’ ἴσθ’ ὅτι, εἰ μή μ’ ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ

### 948

ἐμοῦ πανουργότερός τις ἀναφανήσεται.

**ΔΗΜΟΣ**

### 948

Οὐκ ἔσθ’ ὅπως ὁ δακτύλιός ἐσθ’ οὑτοσὶ οὑμός· τὸ γοῦν σημεῖον ἕτερον φαίνεται. Ἀλλ’ ἦ οὐ καθορῶ;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 953

Φέρ’ ἴδω, τί σοι σημεῖον ἦν;

**ΔΗΜΟΣ**

### 953

Δημοῦ βοείου θρῖον ἐξωπτημένον.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 955

Οὐ τοῦτ’ ἔνεστιν.

**ΔΗΜΟΣ**

### 955

Οὐ τὸ θρῖον; Ἀλλὰ τί;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 955

Λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.

**ΔΗΜΟΣ**

### 955

Αἰβοῖ τάλας.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 957

Τί ἐστιν;

**ΔΗΜΟΣ**

### 957

Ἀπόφερ’ ἐκποδών. Οὐ τὸν ἐμὸν εἶχεν, ἀλλὰ τὸν Κλεωνύμου. Παρ’ ἐμοῦ δὲ τουτονὶ λαβὼν ταμίευέ μοι.

**ΠΑΦΛΑΓΩΝ**

### 960

Μὴ δῆτά πώ γ’, ὦ δέσποτ’, ἀντιβολῶ ς’ ἐγώ, πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 960

Καὶ τῶν ἐμῶν νυν.

**ΠΑΦΛΑΓΩΝ**

### 962

Ἀλλ’ ἐὰν τούτῳ πίθῃ, μολγὸν γενέσθαι δεῖ σε.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 963

Κἄν γε τουτῳί, ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου.

**ΠΑΦΛΑΓΩΝ**

### 965

Ἀλλ’ οἵ γ’ ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ χώρας ἁπάσης ἐστεφανωμένον ῥόδοις.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 965

Οὑμοὶ δέ γ’ αὖ λέγουσιν ὡς ἁλουργίδα ἔχων κατάπαστον καὶ στεφάνην ἐφ’ ἅρματος χρυσοῦ διώξεις Σμικύθην καὶ κύριον.

**ΔΗΜΟΣ**

### 970

Καὶ μὴν ἔνεγκ’ αὐτοὺς ἰών, ἵν’ οὑτοσὶ αὐτῶν ἀκούσῃ.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 971

Πάνυ γε.

**ΔΗΜΟΣ**

### 971

Καὶ σύ νυν φέρε.

**ΠΑΦΛΑΓΩΝ**

### 971

Ἰδού.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 972

Ἰδοὺ νὴ τὸν Δί’, οὐδὲν κωλύει.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 972

Ἥδιστον φάος ἡμέρας

### 972

ἔσται τοῖς 〈τε〉 παροῦσι καὶ

### 975

τοῖσιν 〈εἰσ〉αφικνουμένοις, ἢν Κλέων ἀπόληται. Καίτοι πρεσβυτέρων τινῶν οἵων ἀργαλεωτάτων ἐν τῷ δείγματι τῶν δικῶν

### 980

ἤκους’ ἀντιλεγόντων, ὡς εἰ μὴ ’γένεθ’ οὗτος ἐν τῇ πόλει μέγας, οὐκ ἂν ἤ‐ στην σκεύει δύο χρησίμω,

### 983

δοῖδυξ οὐδὲ τορύνη.

### 983

Ἀλλὰ καὶ τόδ’ ἔγωγε θαυ‐

### 985

μάζω τῆς ὑομουσίας

### 986-987

αὐτοῦ· φασὶ γὰρ αὐτὸν οἱ

### 988

παῖδες οἳ ξυνεφοίτων, τὴν Δωριστὶ μόνην 〈ἂν〉 ἁρ‐

### 990

μόττεσθαι θαμὰ τὴν λύραν, ἄλλην δ’ οὐκ ἐθέλειν μαθεῖν· κᾆτα τὸν κιθαριστὴν ὀργισθέντ’ ἀπάγειν κελεύ‐ ειν, ὡς ἁρμονίαν ὁ παῖς

### 995

οὗτος οὐ δύναται μαθεῖν ἢν μὴ Δωροδοκιστί.

**ΠΑΦΛΑΓΩΝ**

### 996

Ἰδοὺ θέασαι, κοὐχ ἅπαντας ἐκφέρω.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 996

Οἴμ’ ὡς χεσείω, κοὐχ ἅπαντας ἐκφέρω.

**ΔΗΜΟΣ**

### 996

Ταυτὶ τί ἐστι;

**ΠΑΦΛΑΓΩΝ**

### 999

Λόγια.

**ΔΗΜΟΣ**

### 999

Πάντ’;

**ΠΑΦΛΑΓΩΝ**

### 999

Ἐθαύμασας;

### 999

Καὶ νὴ Δί’ ἔτι γέ μοὐστὶ κιβωτὸς πλέα.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 999

Ἐμοὶ δ’ ὑπερῷον καὶ ξυνοικία δύο.

**ΔΗΜΟΣ**

### 999

Φέρ’ ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε;

**ΠΑΦΛΑΓΩΝ**

### 999

Οὑμοὶ μέν εἰσι Βάκιδος.

**ΔΗΜΟΣ**

### 1003

Οἱ δὲ σοὶ τίνος;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1003

Γλάνιδος, ἀδελφοῦ τοῦ Βάκιδος γεραιτέρου.

**ΔΗΜΟΣ**

### 1005

Εἰσὶν δὲ περὶ τοῦ;

**ΠΑΦΛΑΓΩΝ**

### 1005

Περὶ Ἀθηνῶν, περὶ Πύλου, περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.

**ΔΗΜΟΣ**

### 1005

Οἱ σοὶ δὲ περὶ τοῦ;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1007

Περὶ Ἀθηνῶν, περὶ φακῆς, περὶ Λακεδαιμονίων, περὶ σκόμβρων νέων, περὶ τῶν μετρούντων τἄλφιτ’ ἐν ἀγορᾷ κακῶς,

### 1010

περὶ σοῦ, περὶ ἐμοῦ. —Τὸ πέος οὑτοσὶ δάκοι.

**ΔΗΜΟΣ**

### 1010

Ἄγε νυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι, καὶ τὸν περὶ ἐμοῦ ’κεῖνον ᾧπερ ἥδομαι, ὡς ἐν νεφέλῃσιν αἰετὸς γενήσομαι.

**ΠΑΦΛΑΓΩΝ**

### 1010

Ἄκουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοί·

### 1015

Φράζευ, Ἐρεχθεΐδη, λογίων ὁδόν, ἥν σοι Ἀπόλλων ἴαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων. Σῴζεσθαί ς’ ἐκέλευ’ ἱερὸν κύνα καρχαρόδοντα, ὃς πρὸ σέθεν χάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼς σοὶ μισθὸν ποριεῖ. Κἂν μὴ δρᾷς ταῦτ’, ἀπολεῖται·

### 1020

πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί.

**ΔΗΜΟΣ**

### 1020

Ταυτὶ μὰ τὴν Δήμητρ’ ἐγὼ οὐκ οἶδ’ ὅ τι λέγει. Τί γάρ ἐστ’ Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί;

**ΠΑΦΛΑΓΩΝ**

### 1020

Ἐγὼ μέν εἰμ’ ὁ κύων· πρὸ σοῦ γὰρ ἀπύω· σοὶ δ’ εἶπε σῴζεσθαι ’μ’ ὁ Φοῖβος τὸν κύνα.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1025

Οὐ τοῦτό φης’ ὁ χρησμός, ἀλλ’ ὁ κύων ὁδὶ ὥσπερ ἀθάρης σου τῶν λογίων παρεσθίει. Ἐμοὶ γάρ ἐστ’ ὀρθῶς περὶ τούτου τοῦ κυνός.

**ΔΗΜΟΣ**

### 1025

Λέγε νυν· ἐγὼ δὲ πρῶτα λήψομαι λίθον, ἵνα μή μ’ ὁ χρησμὸς ὁ περὶ τοῦ κυνὸς δάκῃ.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1030

Φράζευ, Ἐρεχθεΐδη, κύνα Κέρβερον ἀνδραποδιστήν, ὃς κέρκῳ σαίνων ς’, ὁπόταν δειπνῇς, ἐπιτηρῶν ἐξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς· ἐσφοιτῶν τ’ ἐς τοὐπτάνιον λήσει σε κυνηδὸν νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.

**ΔΗΜΟΣ**

### 1035

Νὴ τὸν Ποσειδῶ πολύ γ’ ἄμεινον, ὦ Γλάνι.

**ΠΑΦΛΑΓΩΝ**

### 1035

Ὦ τᾶν, ἄκουσον, εἶτα διάκρινον, τόδε· Ἔστι γυνή, τέξει δὲ λέονθ’ ἱεραῖς ἐν Ἀθήναις, ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται ὥς τε περὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φυλάξαι,

### 1040

τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς. Ταῦτ’ οἶσθ’ ὅ τι λέγει;

**ΔΗΜΟΣ**

### 1041

Μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ.

**ΠΑΦΛΑΓΩΝ**

### 1041

Ἔφραζεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμέ· ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι.

**ΔΗΜΟΣ**

### 1041

Καὶ πῶς μ’ ἐλελήθεις Ἀντιλέων γεγενημένος;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1045

Ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών, ὅ τι τὸ σιδήρου τεῖχός ἐστι καὶ ξύλων, ἐν ᾧ σε σῴζειν τόνδ’ ἐκέλευ’ ὁ Λοξίας.

**ΔΗΜΟΣ**

### 1045

Πῶς δῆτα τοῦτ’ ἔφραζεν ὁ θεός;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1048

Τουτονὶ δῆσαί ς’ ἐκέλευ’ ἐν πεντεσυρίγγῳ ξύλῳ.

**ΔΗΜΟΣ**

### 1048

Ταυτὶ τελεῖσθαι τὰ λόγι’ ἤδη μοι δοκεῖ.

**ΠΑΦΛΑΓΩΝ**

### 1048

Μὴ πείθου· φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι. Ἀλλ’ ἱέρακα φίλει μεμνημένος ἐν φρεσίν, ὅς σοι ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1048

Τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς.

### 1055

Κεκροπίδη κακόβουλε, τί τοῦθ’ ἡγεῖ μέγα τοὔργον; Καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη· ἀλλ’ οὐκ ἂν μαχέσαιτο· χέσαιτο γάρ, εἰ μαχέσαιτο.

**ΠΑΦΛΑΓΩΝ**

### 1055

Ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν· Ἔστι Πύλος πρὸ Πύλοιο—

**ΔΗΜΟΣ**

### 1059

Τί τοῦτο λέγει, πρὸ Πύλοιο;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1060

Τὰς πυέλους φησὶν καταλήψεσθ’ ἐν βαλανείῳ.

**ΔΗΜΟΣ**

### 1060

Ἐγὼ δ’ ἄλουτος τήμερον γενήσομαι;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1060

Οὗτος γὰρ ἡμῶν τὰς πυέλους ὑφήρπασεν. Ἀλλ’ οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.

**ΔΗΜΟΣ**

### 1065

Προσέχω· σὺ δ’ ἀναγίγνωσκε, τοῖς ναύταισί μου ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1065

Αἰγεΐδη, φράσσαι κυναλώπεκα, μή σε δολώσῃ, λαίθαργον, ταχύπουν, δολίαν κερδώ, πολύιδριν. Οἶσθ’ ὅ τι ἐστὶν τοῦτο;

**ΔΗΜΟΣ**

### 1069

Φιλόστρατος ἡ κυναλώπηξ.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1070

Οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί· ταύτας ἀπαυδᾷ μὴ διδόναι ς’ ὁ Λοξίας.

**ΔΗΜΟΣ**

### 1070

Πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1073

Ὅπως; ὅτι ἡ τριήρης 〈τ’〉 ἐστὶ χὠ κύων ταχύ.

**ΔΗΜΟΣ**

### 1075

Πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1075

Ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν, ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.

**ΔΗΜΟΣ**

### 1075

Εἶἑν.

### 1078

Τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1078

Ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.

### 1080

Ἀλλ’ ἔτι τόνδ’ ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ.

**ΔΗΜΟΣ**

### 1080

Ποίαν Κυλλήνην;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1082

Τὴν τούτου χεῖρ’ ἐπόησεν Κυλλήνην ὀρθῶς, ὁτιή φης’· «Ἔμβαλε κυλλῇ.»

**ΠΑΦΛΑΓΩΝ**

### 1082

Οὐκ ὀρθῶς φράζει· τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος

### 1085

ἐς τὴν χεῖρ’ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους. Ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,

### 1085

αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1085

Καὶ γὰρ ἐμοί· καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης, χὤτι γ’ ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.

**ΠΑΦΛΑΓΩΝ**

### 1090

Ἀλλ’ ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴ τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1090

Νὴ Δία καὶ γὰρ ἐγώ· καί μοὐδόκει ἡ θεὸς αὐτὴ ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ ’πικαθῆσθαι· εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ

### 1095

ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.

**ΔΗΜΟΣ**

### 1095

Ἰοῦ ἰοῦ. Οὐκ ἦν ἄρ’ οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος. Καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν.

**ΠΑΦΛΑΓΩΝ**

### 1095

Μήπω γ’, ἱκετεύω ς’, ἀλλ’ ἀνάμεινον, ὡς ἐγὼ κριθὰς ποριῶ σοι καὶ βίον καθ’ ἡμέραν.

**ΔΗΜΟΣ**

### 1095

Οὐκ ἀνέχομαι κριθῶν ἀκούων· πολλάκις ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.

**ΠΑΦΛΑΓΩΝ**

### 1095

Ἀλλ’ ἄλφιτ’ ἤδη σοι ποριῶ ’σκευασμένα.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1105

Ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας καὶ τοὔψον ὀπτόν· μηδὲν ἄλλ’ εἰ μὴ ’σθιε.

**ΔΗΜΟΣ**

### 1105

Ἁνύσατέ νυν, ὅ τι περ ποήσεθ’· ὡς ἐγώ, ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποῇ, τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας.

**ΠΑΦΛΑΓΩΝ**

### 1110

Τρέχοιμ’ ἂν εἴσω πρότερος.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1110

Οὐ δῆτ’, ἀλλ’ ἐγώ.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 1110

Ὦ Δῆμε, καλήν γ’ ἔχεις

### 1110

ἀρχήν, ὅτε πάντες ἄν‐ θρωποι δεδίασί ς’ ὥσ‐ περ ἄνδρα τύραννον.

### 1115

Ἀλλ’ εὐπαράγωγος εἶ, θωπευόμενός τε χαί‐ ρεις κἀξαπατώμενος, πρὸς τόν τε λέγοντ’ ἀεὶ κέχηνας· ὁ νοῦς δέ σου

### 1120

παρὼν ἀποδημεῖ.

**ΔΗΜΟΣ**

### 1120

Νοῦς οὐκ ἔνι ταῖς κόμαις ὑμῶν, ὅτε μ’ οὐ φρονεῖν νομίζετ’· ἐγὼ δ’ ἑκὼν ταῦτ’ ἠλιθιάζω.

### 1125

Αὐτός τε γὰρ ἥδομαι βρύλλων τὸ καθ’ ἡμέραν, κλέπτοντά τε βούλομαι τρέφειν ἕνα προστάτην· τοῦτον δ’, ὅταν ᾖ πλέως,

### 1130

ἄρας ἐπάταξα.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 1130

Οὕτω μὲν ἂν εὖ ποιοῖς, εἴ σοι πυκνότης ἔνεστ’ ἐν τῷ τρόπῳ, ὡς λέγεις, τούτῳ πάνυ πολλή,

### 1135

εἰ τούσδ’ ἐπίτηδες ὥσ‐ περ δημοσίους τρέφεις ἐν τῇ πυκνί, κᾆθ’ ὅταν

### 1135

μή σοι τύχῃ ὄψον ὄν, τούτων ὃς ἂν ᾖ παχύς,

### 1140

θύσας ἐπιδειπνεῖς.

**ΔΗΜΟΣ**

### 1140

Σκέψασθε δέ μ’, εἰ σοφῶς αὐτοὺς περιέρχομαι τοὺς οἰομένους φρονεῖν κἄμ’ ἐξαπατύλλειν.

### 1145

Τηρῶ γὰρ ἑκάστοτ’ αὐ‐ τοὺς οὐδὲ δοκῶν ὁρᾶν κλέπτοντας· ἔπειτ’ ἀναγ‐ κάζω πάλιν ἐξεμεῖν ἅττ’ ἂν κεκλόφωσί μου,

### 1145

κημὸν καταμηλῶν.

**ΠΑΦΛΑΓΩΝ**

### 1145

Ἄπαγ’ ἐς μακαρίαν ἐκποδών.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1151

Σύ γ’, ὦ φθόρε.

**ΠΑΦΛΑΓΩΝ**

### 1151

Ὦ Δῆμ’, ἐγὼ μέντοι παρεσκευασμένος τρίπαλαι κάθημαι βουλόμενός ς’ εὐεργετεῖν.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1151

Ἐγὼ δὲ δεκάπαλαι γε καὶ δωδεκάπαλαι

### 1155

καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι.

**ΔΗΜΟΣ**

### 1155

Ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι βδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1155

Οἶσθ’ οὖν ὃ δρᾶσον;

**ΔΗΜΟΣ**

### 1158

Εἴσομ’, ἢν φράσῃς γε σύ.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1158

Ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί,

### 1160

ἵνα ς’ εὖ ποιῶμεν ἐξ ἴσου.

**ΔΗΜΟΣ**

### 1160

Δρᾶν ταῦτα χρή. Ἄπιτον.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ ΚΑΙ ΠΑΦΛΑΓΩΝ**

### 1161

Ἰδού.

**ΔΗΜΟΣ**

### 1161

Θέοιτ’ ἄν.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1161

Ὑποθεῖν οὐκ ἐῶ.

**ΔΗΜΟΣ**

### 1161

Ἀλλ’ ἢ μεγάλως εὐδαιμονήσω τήμερον ὑπὸ τῶν ἐραστῶν, νὴ Δί’, ἢ ’γὼ θρύψομαι.

**ΠΑΦΛΑΓΩΝ**

### 1161

Ὁρᾷς, ἐγώ σοι πρότερος ἐκφέρω δίφρον.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1165

Ἀλλ’ οὐ τράπεζαν· ἀλλ’ ἐγὼ προτεραίτερος.

**ΠΑΦΛΑΓΩΝ**

### 1165

Ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1165

Ἐγὼ δὲ μυστίλας μεμυστιλημένας ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.

**ΔΗΜΟΣ**

### 1170

Ὡς μέγαν ἄρ’ εἶχες, ὦ πότνια, τὸν δάκτυλον.

**ΠΑΦΛΑΓΩΝ**

### 1170

Ἐγὼ δ’ ἔτνος γε πίσινον εὔχρων καὶ καλόν· ἐτόρυνε δ’ αὐτὴ Παλλὰς ἡ Πυλαιμάχος.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1170

Ὦ Δῆμ’, ἐναργῶς ἡ θεός ς’ ἐπισκοπεῖ. Καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.

**ΔΗΜΟΣ**

### 1175

Οἴει γὰρ οἰκεῖσθ’ ἂν ἔτι τήνδε τὴν πόλιν, εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;

**ΠΑΦΛΑΓΩΝ**

### 1175

Τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1175

Ἡ δ’ Ὀβριμοπάτρα γ’ ἑφθὸν ἐκ ζωμοῦ κρέας καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.

**ΔΗΜΟΣ**

### 1180

Καλῶς γ’ ἐπόησε τοῦ πέπλου μεμνημένη.

**ΠΑΦΛΑΓΩΝ**

### 1180

Ἡ Γοργολόφα ς’ ἐκέλευε τουτουὶ φαγεῖν ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1180

Λαβὲ καὶ ταδί νυν.

**ΔΗΜΟΣ**

### 1183

Καὶ τί τούτοις χρήσομαι τοῖς ἐντέροις;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1184

Ἐπίτηδες αὔτ’ ἔπεμψέ σοι

### 1185

εἰς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός· ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν. Ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.

**ΔΗΜΟΣ**

### 1185

Ὡς ἡδύς, ὦ Ζεῦ, καὶ τὰ τρία φέρων καλῶς.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1185

Ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν.

**ΠΑΦΛΑΓΩΝ**

### 1190

Λαβέ νυν πλακοῦντος πίονος παρ’ ἐμοῦ τόμον.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1190

Παρ’ ἐμοῦ δ’ ὅλον γε τὸν πλακοῦντα τουτονί.

**ΠΑΦΛΑΓΩΝ**

### 1190

Ἀλλ’ οὐ λαγῷ’ ἕξεις ὁπόθεν δῷς· ἀλλ’ ἐγώ.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1190

Οἴμοι, πόθεν λαγῷά μοι γενήσεται; Ὦ θυμέ, νυνὶ βωμολόχον ἔξευρέ τι.

**ΠΑΦΛΑΓΩΝ**

### 1195

Ὁρᾷς τάδ’, ὦ κακόδαιμον;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1195

Ὀλίγον μοι μέλει· ἐκεινοιὶ γὰρ ὡς ἔμ’ ἔρχονταί τινες πρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια.

**ΠΑΦΛΑΓΩΝ**

### 1195

Ποῦ ποῦ;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1198

Τί δέ σοι τοῦτ’; Οὐκ ἐάσεις τοὺς ξένους; Ὦ Δημίδιον, ὁρᾷς τὰ λαγῷ’ ἅ σοι φέρω;

**ΠΑΦΛΑΓΩΝ**

### 1198

Οἴμοι τάλας, ἀδίκως γε τἄμ’ ὑφήρπασας.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1198

Νὴ τὸν Ποσειδῶ, καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.

**ΔΗΜΟΣ**

### 1198

Εἴπ’, ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1198

Τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμ’ ἐμόν. Ἐγὼ δ’ ἐκινδύνευς’.

**ΠΑΦΛΑΓΩΝ**

### 1204

Ἐγὼ δ’ ὤπτησά γε.

**ΔΗΜΟΣ**

### 1205

Ἄπιθ’· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις.

**ΠΑΦΛΑΓΩΝ**

### 1205

Οἴμοι κακοδαίμων, ὑπεραναιδευθήσομαι.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1205

Τί οὐ διακρίνεις, Δῆμ’, ὁπότερός ἐστι νῷν ἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;

**ΔΗΜΟΣ**

### 1205

Τῷ δῆτ’ ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ

### 1210

δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1210

Ἐγὼ φράσω σοι. Τὴν ἐμὴν κίστην ἰὼν ξύλλαβε σιωπῇ καὶ βασάνισον ἅττ’ ἔνι, καὶ τὴν Παφλαγόνος· κἀμέλει κρινεῖς καλῶς.

**ΔΗΜΟΣ**

### 1210

Φέρ’ ἴδω, τί οὖν ἔνεστιν;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1214

Οὐχ ὁρᾷς κενήν,

### 1215

ὦ παππίδιον; Ἅπαντα γάρ σοι παρεφόρουν.

**ΔΗΜΟΣ**

### 1215

Αὕτη μὲν ἡ κίστη τὰ τοῦ δήμου φρονεῖ.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1215

Βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος. Ὁρᾷς 〈τάδ’;〉

**ΔΗΜΟΣ**

### 1218

Οἴμοι, τῶν ἀγαθῶν ὅσων πλέα. Ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο·

### 1220

ἐμοὶ δ’ ἔδωκεν ἀποτεμὼν τυννουτονί.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1220

Τοιαῦτα μέντοι καὶ πρότερόν ς’ ἠργάζετο·

### 1220

σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν, αὐτὸς δ’ ἑαυτῷ παρετίθει τὰ μείζονα.

**ΔΗΜΟΣ**

### 1220

Ὦ μιαρέ, κλέπτων δή με ταῦτ’ ἐξηπάτας;

### 1225

Ἐγὼ δέ τυ ἐστεφάνιξα κἠδωρησάμα ν.

**ΠΑΦΛΑΓΩΝ**

### 1225

Ἐγὼ δ’ ἔκλεπτον ἐπ’ ἀγαθῷ γε τῇ πόλει.

**ΔΗΜΟΣ**

### 1225

Κατάθου ταχέως τὸν στέφανον, ἵν’ ἐγὼ τουτῳὶ αὐτὸν περιθῶ.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1228

Κατάθου ταχέως, μαστιγία.

**ΠΑΦΛΑΓΩΝ**

### 1228

Οὐ δῆτ’, ἐπεί μοι χρησμός ἐστι Πυθικὸς

### 1230

φράζων, ὑφ’ οὗ χρεὼν ἔμ’ ἡττᾶσθαι μόνου.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1230

Τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.

**ΠΑΦΛΑΓΩΝ**

### 1230

Καὶ μήν ς’ ἐλέγξαι βούλομαι τεκμηρίῳ, εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις. Καί σου τοσοῦτο πρῶτον ἐκπειράσομαι·

### 1235

Παῖς ὢν ἐφοίτας εἰς τίνος διδασκάλου;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1235

Ἐν ταῖσιν εὔστραις κονδύλοις ἡρμοττόμην.

**ΠΑΦΛΑΓΩΝ**

### 1235

Πῶς εἶπας; Ὥς μοὐ χρησμὸς ἅπτεται φρενῶν.

### 1237

Εἶἑν. Ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1237

Κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον.

**ΠΑΦΛΑΓΩΝ**

### 1240

Ὦ Φοῖβ’ Ἄπολλον Λύκιε, τί ποτέ μ’ ἐργάσει; Τέχνην δὲ τίνα ποτ’ εἶχες ἐξανδρούμενος;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1240

Ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην.

**ΠΑΦΛΑΓΩΝ**

### 1240

Οἴμοι κακοδαίμων· οὐκέτ’ οὐδέν εἰμ’ ἐγώ.

### 1240

Λεπτή τις ἐλπίς ἐστ’ ἐφ’ ἧς ὀχούμεθα.

### 1245

Καί μοι τοσοῦτον εἰπέ· πότερον ἐν ἀγορᾷ ἠλλαντοπώλεις ἐτεὸν ἢ ’πὶ ταῖς πύλαις;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1245

Ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.

**ΠΑΦΛΑΓΩΝ**

### 1245

Οἴμοι, πέπρακται τοῦ θεοῦ τὸ θέσφατον. Κυλίνδετ’ εἴσω τόνδε τὸν δυσδαίμονα.

### 1245

Ὦ στέφανε, χαίρων ἄπιθι, καί ς’ ἄκων ἐγὼ λείπω· σὲ δ’ ἄλλος τις λαβὼν κεκτήσεται, κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1245

Ἑλλάνιε Ζεῦ, σὸν τὸ νικητήριον.

### 1245

Ὦ χαῖρε καλλίνικε· καὶ μέμνης’ ὅτι

### 1255

ἀνὴρ γεγένησαι δι’ ἐμέ· καί ς’ αἰτῶ βραχύ, ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν.

**ΔΗΜΟΣ**

### 1255

Ἐμοὶ δέ γ’ ὅ τι σοι τοὔνομ’ εἴπ’.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1257

Ἀγοράκριτος· ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.

**ΔΗΜΟΣ**

### 1257

Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω

### 1260

καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1260

Καὶ μὴν ἐγώ ς’, ὦ Δῆμε, θεραπεύσω καλῶς, ὥσθ’ ὁμολογεῖν σε μηδέν’ ἀνθρώπων ἐμοῦ ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 1263

Τί κάλλιον ἀρχομένοι‐

### 1265

σιν ἢ καταπαυομένοισιν ἢ θοᾶν ἵππων ἐλατῆρας ἀείδειν μηδὲν εἰς Λυσίστρατον,

### 1265

μηδὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυ‐ πεῖν ἑκούσῃ καρδίᾳ;

### 1270

Καὶ γὰρ οὗτος, ὦ φίλ’ Ἄπολλον, 〈ἀεὶ〉 πεινῇ, θαλεροῖς δακρύοισιν σᾶς ἁπτόμενος φαρέτρας Πυθῶνι δίᾳ 〈μὴ〉 κακῶς πένεσθαι.

### 1273

Λοιδορῆσαι τοὺς πονηροὺς οὐδέν ἐστ’ ἐπίφθονον,

### 1275

ἀλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται. Εἰ μὲν οὖν ἅνθρωπος, ὃν δεῖ πόλλ’ ἀκοῦσαι καὶ κακά, αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθην φίλου. Νῦν δ’ Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται, ὅστις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμον.

### 1280

Ἔστιν οὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐ συγγενής, Ἀριφράδης πονηρός. Ἀλλὰ τοῦτο μὲν καὶ βούλεται· ἐστὶ δ’ οὐ μόνον πονηρός, οὐ γὰρ οὐδ’ ἂν ᾐσθόμην, οὐδὲ παμπόνηρος, ἀλλὰ καὶ προσεξηύρηκέ τι. Τὴν γὰρ αὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖς λυμαίνεται,

### 1285

ἐν κασαυρείοισι λείχων τὴν ἀπόπτυστον δρόσον, καὶ μολύνων τὴν ὑπήνην καὶ κυκῶν τὰς ἐσχάρας, καὶ Πολυμνήστεια ποιῶν καὶ ξυνὼν Οἰωνίχῳ. Ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται, οὔποτ’ ἐκ ταὐτοῦ μεθ’ ἡμῶν πίεται ποτηρίου.

### 1290

Ἦ πολλάκις ἐννυχίαι‐

### 1290

σι φροντίσι συγγεγένημαι, καὶ διεζήτηχ’ ὁπόθεν ποτὲ φαύλως ἐσθίει Κλεώνυμος. Φασὶ γάρ 〈ποτ’〉 αὐτὸν ἐρεπτόμενον

### 1295

τὰ τῶν ἐχόντων ἀνέρων οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης· τοὺς δ’ ἀντιβολεῖν ἂν ὁμοίως· Ἴθ’, ὦ ἄνα, πρὸς γονάτων, ἔξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ.

### 1299

Φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις εἰς λόγον, καὶ μίαν λέξαι τιν’ αὐτῶν, ἥτις ἦν γεραιτέρα· «Οὐδὲ πυνθάνεσθε ταῦτ’, ὦ παρθένοι, τἀν τῇ πόλει; Φασὶν αἰτεῖσθαί τιν’ ἡμῶν ἑκατὸν εἰς Καρχηδόνα, ἄνδρα μοχθηρὸν πολίτην, ὀξίνην Ὑπέρβολον·»

### 1305

ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν, καί τιν’ εἰπεῖν, ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει· «Ἀποτρόπαι’, οὐ δῆτ’ ἐμοῦ γ’ ἄρξει ποτ’, ἀλλ’ ἐάν με χρῇ, ὑπὸ τερηδόνων σαπεῖς’ ἐνταῦθα καταγηράσομαι.» — «Οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτ’, ὦ θεοί,

### 1310

εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην. Ἢν δ’ ἀρέσκῃ ταῦτ’ Ἀθηναίοις, καθῆσθαί μοι δοκῶ εἰς τὸ Θησεῖον πλεούσας ἢ ’πὶ τῶν σεμνῶν θεῶν. Οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει· ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται,

### 1315

τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας.»

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1315

Εὐφημεῖν χρὴ καὶ στόμα κλείειν καὶ μαρτυριῶν ἀπέχεσθαι,

### 1315

καὶ τὰ δικαστήρια συγκλείειν, οἷς ἡ πόλις ἥδε γέγηθεν, ἐπὶ καιναῖσιν δ’ εὐτυχίαισιν παιωνίζειν τὸ θέατρον.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 1315

Ὦ ταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε,

### 1320

τίν’ ἔχων φήμην ἀγαθὴν ἥκεις, ἐφ’ ὅτῳ κνισῶμεν ἀγυιάς;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1320

Τὸν Δῆμον ἀφεψήσας ὑμῖν καλὸν ἐξ αἰσχροῦ πεπόηκα.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 1320

Καὶ ποῦ ’στιν νῦν, ὦ θαυμαστὰς ἐξευρίσκων ἐπινοίας;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1320

Ἐν ταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖς ἀρχαίαισιν Ἀθήναις.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 1320

Πῶς ἂν ἴδοιμεν; Ποίαν 〈τιν’〉 ἔχει σκευήν; Ποῖος γεγένηται;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1325

Οἷός περ Ἀριστείδῃ πρότερον καὶ Μιλτιάδῃ ξυνεσίτει. Ὄψεσθε δέ· καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδη τῶν προπυλαίων· Ἀλλ’ ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισιν Ἀθήναις καὶ θαυμασταῖς καὶ πολυύμνοις, ἵν’ ὁ κλεινὸς Δῆμος ἐνοικεῖ.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 1325

Ὦ ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀριζήλωτοι Ἀθῆναι,

### 1330

δείξατε τὸν τῆς Ἑλλάδος ἡμῖν καὶ τῆς γῆς τῆσδε μόναρχον.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1330

Ὅδ’ ἐκεῖνος ὁρᾶν τεττιγοφόρος, τἀρχαίῳ σχήματι λαμπρός· οὐ χοιρινῶν ὄζων, ἀλλὰ σπονδῶν, σμύρνῃ κατάλειπτος.

**ΧΟΡΟΣ ΙΠΠΕΩΝ**

### 1330

Χαῖρ’, ὦ βασιλεῦ τῶν Ἑλλήνων· καί σοι ξυγχαίρομεν ἡμεῖς· τῆς γὰρ πόλεως ἄξια πράττεις καὶ τοῦ ’ν Μαραθῶνι τροπαίου.

**ΔΗΜΟΣ**

### 1335

Ὦ φίλτατ’ ἀνδρῶν, ἐλθὲ δεῦρ’, Ἀγοράκριτε. Ὅσα με δέδρακας ἀγάθ’ ἀφεψήσας.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1336

Ἐγώ; Ἀλλ’, ὦ μέλ’, οὐκ οἶσθ’ οἷος ἦσθ’ αὐτὸς πάρος,

### 1336

οὐδ’ οἷ’ ἔδρας· ἐμὲ γὰρ νομίζοις ἂν θεόν.

**ΔΗΜΟΣ**

### 1336

Τί δ’ ἔδρων πρὸ τοῦ, κάτειπε, καὶ ποῖός τις ἦν;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1340

Πρῶτον μέν, ὁπότ’ εἴποι τις ἐν τἠκκλησίᾳ· «Ὦ Δῆμ’, ἐραστής εἰμι σὸς φιλῶ τέ σε καὶ κήδομαί σου καὶ προβουλεύω μόνος», τούτοις ὁπότε χρήσαιτό τις προοιμίοις, ἀνωρτάλιζες κἀκερουτίας.

**ΔΗΜΟΣ**

### 1344

Ἐγώ;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1345

Εἶτ’ ἐξαπατήσας ς’ ἀντὶ τούτων ᾤχετο.

**ΔΗΜΟΣ**

### 1345

Τί φῄς;

### 1346

Ταυτί μ’ ἔδρων, ἐγὼ δὲ τοῦτ’ οὐκ ᾐσθόμην;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1346

Τὰ γὰρ ὦτά σου, νὴ 〈τὸν〉 Δί’, ἐξεπετάννυτο ὥσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο.

**ΔΗΜΟΣ**

### 1346

Οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1346

Καὶ νὴ Δί’ εἴ γε δύο λεγοίτην ῥήτορε, ὁ μὲν ποεῖσθαι ναῦς μακράς, ὁ δ’ ἕτερος αὖ καταμισθοφορῆσαι τοῦθ’, ὁ τὸν μισθὸν λέγων τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο. Οὗτος, τί κύπτεις; Οὐχὶ κατὰ χώραν μενεῖς;

**ΔΗΜΟΣ**

### 1355

Αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1355

Ἀλλ’ οὐ σὺ τούτων αἴτιος, μὴ φροντίσῃς, ἀλλ’ οἵ σε ταῦτ’ ἐξηπάτων. Νῦν δὴ φράσον· Ἐάν τις εἴπῃ βωμολόχος ξυνήγορος· «Οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα,

### 1360

εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην», τοῦτον τί δράσεις, εἰπέ, τὸν ξυνήγορον;

**ΔΗΜΟΣ**

### 1360

Ἄρας μετέωρον εἰς τὸ βάραθρον ἐμβαλῶ, ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1360

Τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις·

### 1365

τὰ δ’ ἄλλα, φέρ’ ἴδω, πῶς πολιτεύσει; φράσον.

**ΔΗΜΟΣ**

### 1365

Πρῶτον μὲν ὁπόσοι ναῦς ἐλαύνουσιν μακράς, καταγομένοις τὸν μισθὸν ἀποδώσω ’ντελῆ.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1365

Πολλοῖς γ’ ὑπολίσποις πυγιδίοισιν ἐχαρίσω.

**ΔΗΜΟΣ**

### 1365

Ἔπειθ’ ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ

### 1370

οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται, ἀλλ’ οὗπερ ἦν τὸ πρῶτον ἐγγεγράψεται.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1370

Τοῦτ’ ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.

**ΔΗΜΟΣ**

### 1370

Οὐδ’ ἀγοράσει γ’ ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1370

Ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων;

**ΔΗΜΟΣ**

### 1375

Τὰ μειράκια ταυτὶ λέγω τἀν τῷ μύρῳ, ἃ στωμυλεῖται τοιαδὶ καθήμενα· Σοφός γ’ ὁ Φαίαξ δεξιῶς τ’ οὐκ ἀπέθανεν. Συνερτικὸς γάρ ἐστι καὶ περαντικός, καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικός,

### 1380

καταληπτικός τ’ ἄριστα τοῦ θορυβητικοῦ

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1380

Οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;

**ΔΗΜΟΣ**

### 1380

Μὰ Δί’, ἀλλ’ ἀναγκάσω κυνηγετεῖν ἐγὼ

### 1380

τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1380

Ἔχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν

### 1385

καὶ παῖδ’ ἐνόρχην, ὅσπερ οἴσει τόνδε σοι· κἄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν πόει.

**ΔΗΜΟΣ**

### 1385

Μακάριος εἰς τἀρχαῖα δὴ καθίσταμαι.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1385

Φήσεις γ’, ἐπειδὰν τὰς τριακοντούτιδας σπονδὰς παραδῶ σοι. Δεῦρ’ ἴθ’, αἱ Σπονδαί, ταχύ.

**ΔΗΜΟΣ**

### 1390

Ὦ Ζεῦ πολυτίμηθ’, ὡς καλαί. Πρὸς τῶν θεῶν, ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι; Πῶς ἔλαβες αὐτὰς ἐτεόν;

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1392

Οὐ γὰρ ὁ Παφλαγὼν ἀπέκρυπτε ταύτας ἔνδον, ἵνα σὺ μὴ λάβῃς; Νῦν οὖν ἐγώ σοι παραδίδωμ’ εἰς τοὺς ἀγροὺς

### 1395

αὐτὰς ἰέναι λαβόντα.

**ΔΗΜΟΣ**

### 1395

Τὸν δὲ Παφλαγόνα, ὃς ταῦτ’ ἔδρασεν, εἴφ’ ὅ τι ποήσεις κακόν.

**ΑΛΛΑΝΤΟΠΩΛΗΣ**

### 1395

Οὐδὲν μέγ’ ἀλλ’ ἢ τὴν ἐμὴν ἕξει τέχνην· ἐπὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος, τὰ κύνεια μειγνὺς τοῖς ὀνείοις πράγμασιν,

### 1395

μεθύων τε ταῖς πόρναισι λοιδορήσεται, κἀκ τῶν βαλανείων πίεται τὸ λούτριον.

**ΔΗΜΟΣ**

### 1395

Εὖ γ’ ἐπενόησας οὗπέρ ἐστιν ἄξιος, πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι. Καί ς’ ἀντὶ τούτων εἰς τὸ πρυτανεῖον καλῶ

### 1405

εἰς τὴν ἕδραν θ’, ἵν’ ἐκεῖνος ἧσθ’ ὁ φαρμακός. Ἕπου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα· κἀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,

### 1405

ἵν’ ἴδωσιν αὐτὸν, οἷς ἐλωβᾶθ’, οἱ ξένοι.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-knights-daw-am.json (sha256:2f273861face6404196c758c6f864fc23c4474f00dc8ff7da2544d64e7d7aa84). Cite as `eul_wid: daw-am`.
