---
title: Frogs
title_greek: Βάτραχοι
author: Aristophanes of Athens
eul_wid: daw-aq
eul_aid: daw
canonical: "https://eulogikon.org/grc/aristophanes-of-athens/frogs"
canonical_json: "https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-frogs-daw-aq.json"
sha256: "95264f9eb3fe98619d266066dbadf1460613ba4880b16ae38b576c64110bb817"
period: Classical
dialect: Attic Comedy
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Frogs

*Βάτραχοι*

**Author:** Aristophanes of Athens

**eul_wid:** `daw-aq` · [HTML page](https://eulogikon.org/grc/aristophanes-of-athens/frogs) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-frogs-daw-aq.json)

## Text

**ΞΑΝΘΙΑΣ**

### 1

Εἴπω τι τῶν εἰωθότων, ὦ δέσποτα, ἐφ’ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι;

**ΔΙΟΝΥΣΟΣ**

### 3

Νὴ τὸν Δί’ ὅ τι βούλει γε, πλὴν «Πιέζομαι.» Τοῦτο δὲ φύλαξαι· πάνυ γάρ ἐστ’ ἤδη χολή.

**ΞΑΝΘΙΑΣ**

### 5

Μηδ’ ἕτερον ἀστεῖόν τι;

**ΔΙΟΝΥΣΟΣ**

### 5

Πλήν γ’ «Ὡς θλίβομαι.»

**ΞΑΝΘΙΑΣ**

### 5

Τί δαί; Τὸ πάνυ γέλοιον εἴπω;

**ΔΙΟΝΥΣΟΣ**

### 6

Νὴ Δία θαρρῶν γε· μόνον ἐκεῖν’ ὅπως μὴ ’ρεῖς—

**ΞΑΝΘΙΑΣ**

### 7

Τὸ τί;

**ΔΙΟΝΥΣΟΣ**

### 7

μεταβαλλόμενος τἀνάφορον ὅτι χεζητιᾷς.

**ΞΑΝΘΙΑΣ**

### 7

Μηδ’ ὅτι τοσοῦτον ἄχθος ἐπ’ ἐμαυτῷ φέρων,

### 10

εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι;

**ΔΙΟΝΥΣΟΣ**

### 10

Μὴ δῆθ’, ἱκετεύω, πλήν γ’ ὅταν μέλλω ’ξεμεῖν.

**ΞΑΝΘΙΑΣ**

### 10

Τί δῆτ’ ἔδει με ταῦτα τὰ σκεύη φέρειν, εἴπερ ποήσω μηδὲν ὧνπερ Φρυνίχοις εἴωθε ποιεῖν καὶ Λύκισι κἀμειψίαις

### 15

σκεύη φέρους’ ἑκάστοτ’ ἐν κωμῳδίᾳ;

**ΔΙΟΝΥΣΟΣ**

### 15

Μή νυν ποήσῃς· ὡς ἐγὼ θεώμενος, ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω, πλεῖν ἢ ’νιαυτῷ πρεσβύτερος ἀπέρχομαι.

**ΞΑΝΘΙΑΣ**

### 15

Ὦ τρισκακοδαίμων ἄρ’ ὁ τράχηλος οὑτοσί,

### 20

ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ.

**ΔΙΟΝΥΣΟΣ**

### 20

Εἶτ’ οὐχ ὕβρις ταῦτ’ ἐστὶ καὶ πολλὴ τρυφή, ὅτ’ ἐγὼ μὲν ὢν Διόνυσος, υἱὸς Σταμνίου, αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δ’ ὀχῶ, ἵνα μὴ ταλαιπωροῖτο μηδ’ ἄχθος φέροι;

**ΞΑΝΘΙΑΣ**

### 25

Οὐ γὰρ φέρω ’γώ;

**ΔΙΟΝΥΣΟΣ**

### 25

Πῶς φέρεις γὰρ ὅς γ’ ὀχεῖ;

**ΞΑΝΘΙΑΣ**

### 25

Φέρων γε ταυτί.

**ΔΙΟΝΥΣΟΣ**

### 26

Τίνα τρόπον;

**ΞΑΝΘΙΑΣ**

### 26

Βαρέως πάνυ.

**ΔΙΟΝΥΣΟΣ**

### 26

Οὔκουν τὸ βάρος τοῦθ’ ὃ σὺ φέρεις ὄνος φέρει;

**ΞΑΝΘΙΑΣ**

### 26

Οὐ δῆθ’ ὅ γ’ ἔχω ’γὼ καὶ φέρω, μὰ τὸν Δί’ οὔ.

**ΔΙΟΝΥΣΟΣ**

### 26

Πῶς γὰρ φέρεις, ὅς γ’ αὐτὸς ὑφ’ ἑτέρου φέρει;

**ΞΑΝΘΙΑΣ**

### 30

Οὐκ οἶδ’· ὁ δ’ ὦμος οὑτοσὶ πιέζεται.

**ΔΙΟΝΥΣΟΣ**

### 30

Σὺ δ’ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς ς’ ὠφελεῖν, ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.

**ΞΑΝΘΙΑΣ**

### 30

Οἴμοι κακοδαίμων· τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν; Ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.

**ΔΙΟΝΥΣΟΣ**

### 35

Κατάβα, πανοῦργε. Καὶ γὰρ ἐγγὺς τῆς θύρας ἤδη βαδίζων εἰμὶ τῆσδ’, οἷ πρῶτά με ἔδει τραπέσθαι. Παιδίον, παῖ, ἠμί, παῖ.

**ΗΡΑΚΛΗΣ**

### 38

Τίς τὴν θύραν ἐπάταξεν; Ὡς κενταυρικῶς

### 38

ἐνήλαθ’ ὅστις. Εἰπέ μοι, τουτὶ τί ἦν;

**ΔΙΟΝΥΣΟΣ**

### 40

Ὁ παῖς.

**ΞΑΝΘΙΑΣ**

### 40

Τί ἐστιν;

**ΔΙΟΝΥΣΟΣ**

### 40

Οὐκ ἐνεθυμήθης;

**ΞΑΝΘΙΑΣ**

### 40

Τὸ τί;

**ΔΙΟΝΥΣΟΣ**

### 40

Ὡς σφόδρα μ’ ἔδεισε.

**ΞΑΝΘΙΑΣ**

### 41

Νὴ Δία, μὴ μαίνοιό γε.

**ΗΡΑΚΛΗΣ**

### 41

Οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν. Καίτοι δάκνω γ’ ἐμαυτόν· ἀλλ’ ὅμως γελῶ.

**ΔΙΟΝΥΣΟΣ**

### 41

Ὦ δαιμόνιε, πρόσελθε· δέομαι γάρ τί σου.

**ΗΡΑΚΛΗΣ**

### 45

Ἀλλ’ οὐχ οἷός τ’ εἴμ’ ἀποσοβῆσαι τὸν γέλων ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην. Τίς ὁ νοῦς; Τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην; Ποῖ γῆς ἀπεδήμεις;

**ΔΙΟΝΥΣΟΣ**

### 48

Ἐπεβάτευον Κλεισθένει.

**ΗΡΑΚΛΗΣ**

### 48

Κἀναυμάχησας;

**ΔΙΟΝΥΣΟΣ**

### 49

Καὶ κατεδύσαμέν γε ναῦς

### 49

τῶν πολεμίων ἢ δώδεκ’ ἢ τρεισκαίδεκα.

**ΗΡΑΚΛΗΣ**

### 49

Σφώ;

**ΔΙΟΝΥΣΟΣ**

### 51

Νὴ τὸν Ἀπόλλω.

**ΞΑΝΘΙΑΣ**

### 51

Κᾆτ’ ἔγωγ’ ἐξηγρόμην.

**ΔΙΟΝΥΣΟΣ**

### 51

Καὶ δῆτ’ ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος τὴν καρδίαν ἐπάταξε πῶς οἴει σφόδρα.

**ΗΡΑΚΛΗΣ**

### 55

Πόθος; πόσος τις;

**ΔΙΟΝΥΣΟΣ**

### 55

Σμικρός, ἡλίκος Μόλων.

**ΗΡΑΚΛΗΣ**

### 55

Γυναικός;

**ΔΙΟΝΥΣΟΣ**

### 56

Οὐ δῆτ’.

**ΗΡΑΚΛΗΣ**

### 56

Ἀλλὰ παιδός;

**ΔΙΟΝΥΣΟΣ**

### 56

Οὐδαμῶς.

**ΗΡΑΚΛΗΣ**

### 56

Ἀλλ’ ἀνδρός;

**ΔΙΟΝΥΣΟΣ**

### 57

Ἀπαπαῖ.

**ΗΡΑΚΛΗΣ**

### 57

Ξυνεγένου τῷ Κλεισθένει;

**ΔΙΟΝΥΣΟΣ**

### 57

Μὴ σκῶπτέ μ’, ὦδέλφ’· οὐ γὰρ ἀλλ’ ἔχω κακῶς· τοιοῦτος ἵμερός με διαλυμαίνεται.

**ΗΡΑΚΛΗΣ**

### 60

Ποῖός τις, ὦδελφίδιον;

**ΔΙΟΝΥΣΟΣ**

### 60

Οὐκ ἔχω φράσαι. Ὅμως γε μέντοι σοι δι’ αἰνιγμῶν ἐρῶ. Ἤδη ποτ’ ἐπεθύμησας ἐξαίφνης ἔτνους;

**ΗΡΑΚΛΗΣ**

### 60

Ἔτνους; Βαβαιάξ, μυριάκις γ’ ἐν τῷ βίῳ.

**ΔΙΟΝΥΣΟΣ**

### 60

Ἆρ’ ἐκδιδάσκω τὸ σαφὲς ἢ πέρα φράσω;

**ΗΡΑΚΛΗΣ**

### 65

Μὴ δῆτα περὶ ἔτνους γε· πάνυ γὰρ μανθάνω.

**ΔΙΟΝΥΣΟΣ**

### 65

Τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος Εὐριπίδου.

**ΗΡΑΚΛΗΣ**

### 67

Καὶ ταῦτα τοῦ τεθνηκότος;

**ΔΙΟΝΥΣΟΣ**

### 67

Κοὐδείς γέ μ’ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ ἐλθεῖν ἐπ’ ἐκεῖνον.

**ΗΡΑΚΛΗΣ**

### 69

Πότερον εἰς Ἅιδου κάτω;

**ΔΙΟΝΥΣΟΣ**

### 70

Καὶ νὴ Δί’ εἴ τί γ’ ἔστιν ἔτι κατωτέρω.

**ΗΡΑΚΛΗΣ**

### 70

Τί βουλόμενος;

**ΔΙΟΝΥΣΟΣ**

### 71

Δέομαι ποητοῦ δεξιοῦ. Οἱ μὲν γὰρ οὐκέτ’ εἰσίν, οἱ δ’ ὄντες κακοί.

**ΗΡΑΚΛΗΣ**

### 71

Τί δ’; Οὐκ Ἰοφῶν ζῇ;

**ΔΙΟΝΥΣΟΣ**

### 73

Τοῦτο γάρ τοι καὶ μόνον ἔτ’ ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτ’ ἄρα·

### 75

οὐ γὰρ σάφ’ οἶδ’ οὐδ’ αὐτὸ τοῦθ’ ὅπως ἔχει.

**ΗΡΑΚΛΗΣ**

### 75

Εἶτ’ οὐ Σοφοκλέα πρότερον ἀντ’ Εὐριπίδου μέλλεις ἀνάγειν, εἴπερ 〈γ’〉 ἐκεῖθεν δεῖ ς’ ἄγειν;

**ΔΙΟΝΥΣΟΣ**

### 75

Οὔ, πρίν γ’ ἂν Ἰοφῶντ’, ἀπολαβὼν αὐτὸν μόνον, ἄνευ Σοφοκλέους ὅ τι ποεῖ κωδωνίσω.

### 80

Κἄλλως ὁ μέν γ’ Εὐριπίδης πανοῦργος ὢν κἂν ξυναποδρᾶναι δεῦρ’ ἐπιχειρήσειέ μοι· ὁ δ’ εὔκολος μὲν ἐνθάδ’, εὔκολος δ’ ἐκεῖ.

**ΗΡΑΚΛΗΣ**

### 80

Ἀγάθων δὲ ποῦ ’στιν;

**ΔΙΟΝΥΣΟΣ**

### 83

Ἀπολιπών μ’ ἀποίχεται, ἀγαθὸς ποητὴς καὶ ποθεινὸς τοῖς φίλοις.

**ΗΡΑΚΛΗΣ**

### 85

Ποῖ γῆς ὁ τλήμων;

**ΔΙΟΝΥΣΟΣ**

### 85

Ἐς μακάρων εὐωχίαν.

**ΗΡΑΚΛΗΣ**

### 85

Ὁ δὲ Ξενοκλέης;

**ΔΙΟΝΥΣΟΣ**

### 86

Ἐξόλοιτο νὴ Δία.

**ΗΡΑΚΛΗΣ**

### 86

Πυθάγγελος δέ;

**ΞΑΝΘΙΑΣ**

### 87

Περὶ ἐμοῦ δ’ οὐδεὶς λόγος ἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα.

**ΗΡΑΚΛΗΣ**

### 87

Οὔκουν ἕτερ’ ἔστ’ ἐνταῦθα μειρακύλλια

### 90

τραγῳδίας ποιοῦντα πλεῖν ἢ μυρία, Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα;

**ΔΙΟΝΥΣΟΣ**

### 90

Ἐπιφυλλίδες ταῦτ’ ἐστὶ καὶ στωμύλματα, χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης, ἃ φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ,

### 95

ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ. Γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτι ζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι.

**ΗΡΑΚΛΗΣ**

### 95

Πῶς γόνιμον;

**ΔΙΟΝΥΣΟΣ**

### 98

Ὡδὶ γόνιμον, ὅστις φθέγξεται

### 98

τοιουτονί τι παρακεκινδυνευμένον,

### 98

«αἰθέρα Διὸς δωμάτιον,» ἢ «χρόνου πόδα,» ἢ «φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθ’ ἱερῶν, γλῶτταν δ’ ἐπιορκήσασαν ἰδίᾳ τῆς φρενός.»

**ΗΡΑΚΛΗΣ**

### 98

Σὲ δὲ ταῦτ’ ἀρέσκει;

**ΔΙΟΝΥΣΟΣ**

### 103

Μἀλλὰ πλεῖν ἢ μαίνομαι.

**ΗΡΑΚΛΗΣ**

### 103

Ἦ μὴν κόβαλά γ’ ἐστίν, ὡς καὶ σοὶ δοκεῖ.

**ΔΙΟΝΥΣΟΣ**

### 105

Μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχεις γὰρ οἰκίαν.

**ΗΡΑΚΛΗΣ**

### 105

Καὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται.

**ΔΙΟΝΥΣΟΣ**

### 105

Δειπνεῖν με δίδασκε.

**ΞΑΝΘΙΑΣ**

### 107

Περὶ ἐμοῦ δ’ οὐδεὶς λόγος.

**ΔΙΟΝΥΣΟΣ**

### 107

Ἀλλ’ ὧνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχων ἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένους

### 110

τοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺ ἐχρῶ τόθ’, ἡνίκ’ ἦλθες ἐπὶ τὸν Κέρβερον, τούτους φράσον μοι, λιμένας, ἀρτοπώλια, πορνεῖ’, ἀναπαύλας, ἐκτροπάς, κρήνας, ὁδούς, πόλεις, διαίτας, πανδοκευτρίας, ὅπου

### 115

κόρεις ὀλίγιστοι.

**ΞΑΝΘΙΑΣ**

### 115

Περὶ ἐμοῦ δ’ οὐδεὶς λόγος.

**ΗΡΑΚΛΗΣ**

### 115

Ὦ σχέτλιε, τολμήσεις γὰρ ἰέναι;

**ΔΙΟΝΥΣΟΣ**

### 116

Καὶ σύ γε μηδὲν ἔτι πρὸς ταῦτ’, ἀλλὰ φράζε τῶν ὁδῶν ὅπῃ τάχιστ’ ἀφιξόμεθ’ εἰς Ἅιδου κάτω· καὶ μήτε θερμὴν μήτ’ ἄγαν ψυχρὰν φράσῃς.

**ΗΡΑΚΛΗΣ**

### 120

Φέρε δή, τίν’ αὐτῶν σοι φράσω πρώτην; τίνα;

### 120

Μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου, κρεμάσαντι σαυτόν.

**ΔΙΟΝΥΣΟΣ**

### 122

Παῦε, πνιγηρὰν λέγεις.

**ΗΡΑΚΛΗΣ**

### 122

Ἀλλ’ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη, ἡ διὰ θυείας.

**ΔΙΟΝΥΣΟΣ**

### 124

Ἆρα κώνειον λέγεις;

**ΗΡΑΚΛΗΣ**

### 125

Μάλιστά γε.

**ΔΙΟΝΥΣΟΣ**

### 125

Ψυχράν γε καὶ δυσχείμερον· εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια.

**ΗΡΑΚΛΗΣ**

### 125

Βούλει ταχεῖαν καὶ κατάντη σοι φράσω;

**ΔΙΟΝΥΣΟΣ**

### 125

Νὴ τὸν Δί’, ὡς ὄντος γε μὴ βαδιστικοῦ.

**ΗΡΑΚΛΗΣ**

### 125

Καθέρπυσόν νυν εἰς Κεραμεικόν.

**ΔΙΟΝΥΣΟΣ**

### 129

Κᾆτα τί;

**ΗΡΑΚΛΗΣ**

### 130

Ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν—

**ΔΙΟΝΥΣΟΣ**

### 130

Τί δρῶ;

**ΗΡΑΚΛΗΣ**

### 130

ἀφιεμένην τὴν λαμπάδ’ ἐντεῦθεν θεῶ, κἄπειτ’ ἐπειδὰν φῶσιν οἱ θεώμενοι «εἷνται,» τόθ’ εἷναι καὶ σὺ σαυτόν.

**ΔΙΟΝΥΣΟΣ**

### 133

Ποῖ;

**ΗΡΑΚΛΗΣ**

### 133

Κάτω.

**ΔΙΟΝΥΣΟΣ**

### 133

Ἀλλ’ ἀπολέσαιμ’ ἂν ἐγκεφάλου θρίω δύο.

### 135

Οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην.

**ΗΡΑΚΛΗΣ**

### 135

Τί δαί;

**ΔΙΟΝΥΣΟΣ**

### 135

Ἥνπερ σὺ τότε κατῆλθες.

**ΗΡΑΚΛΗΣ**

### 136

Ἀλλ’ ὁ πλοῦς πολύς. Εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ ἄβυσσον.

**ΔΙΟΝΥΣΟΣ**

### 138

Εἶτα πῶς γε περαιωθήσομαι;

**ΗΡΑΚΛΗΣ**

### 138

Ἐν πλοιαρίῳ τυννουτῳί ς’ ἀνὴρ γέρων

### 140

ναύτης διάξει δύ’ ὀβολὼ μισθὸν λαβών.

**ΔΙΟΝΥΣΟΣ**

### 140

Φεῦ.

### 141

Ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύ’ ὀβολώ. Πῶς ἠλθέτην κἀκεῖσε;

**ΗΡΑΚΛΗΣ**

### 142

Θησεὺς ἤγαγεν. Μετὰ ταῦτ’ ὄφεις καὶ θηρί’ ὄψει μυρία δεινότατα.

**ΔΙΟΝΥΣΟΣ**

### 144

Μή μ’ ἔκπληττε μηδὲ δειμάτου·

### 145

οὐ γάρ μ’ ἀποτρέψεις.

**ΗΡΑΚΛΗΣ**

### 145

Εἶτα βόρβορον πολὺν καὶ σκῶρ ἀείνων· ἐν δὲ τούτῳ κειμένους, εἴ που ξένον τις ἠδίκησε πώποτε, ἢ παῖδα κινῶν τἀργύριον ὑφείλετο, ἢ μητέρ’ ἠλόησεν, ἢ πατρὸς γνάθον

### 145

ἐπάταξεν, ἢ ’πίορκον ὅρκον ὤμοσεν.

**ΔΙΟΝΥΣΟΣ**

### 152

Νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰ τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου,

### 151

ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.

**ΗΡΑΚΛΗΣ**

### 154

Ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή,

### 155

ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε, καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμονας ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.

**ΔΙΟΝΥΣΟΣ**

### 155

Οὗτοι δὲ δὴ τίνες εἰσίν;

**ΗΡΑΚΛΗΣ**

### 158

Οἱ μεμυημένοι—

**ΞΑΝΘΙΑΣ**

### 158

Νὴ τὸν Δί’ ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια.

### 160

Ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον.

**ΗΡΑΚΛΗΣ**

### 160

οἵ σοι φράσους’ ἁπαξάπανθ’ ὧν ἂν δέῃ. Οὗτοι γὰρ ἐγγύτατα παρ’ αὐτὴν τὴν ὁδὸν ἐπὶ ταῖσι τοῦ Πλούτωνος οἰκοῦσιν θύραις. Καὶ χαῖρε πόλλ’, ὦδελφέ.

**ΔΙΟΝΥΣΟΣ**

### 164

Νὴ Δία καὶ σύ γε

### 165

ὑγίαινε. Σὺ δὲ τὰ στρώματ’ αὖθις λάμβανε.

**ΞΑΝΘΙΑΣ**

### 165

Πρὶν καὶ καταθέσθαι;

**ΔΙΟΝΥΣΟΣ**

### 166

Καὶ ταχέως μέντοι πάνυ.

**ΞΑΝΘΙΑΣ**

### 166

Μὴ δῆθ’, ἱκετεύω ς’, ἀλλὰ μίσθωσαί τινα τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτ’ ἔρχεται.

**ΔΙΟΝΥΣΟΣ**

### 166

Ἐὰν δὲ μηὕρω;

**ΞΑΝΘΙΑΣ**

### 169

Τότ’ ἔμ’ ἄγειν.

**ΔΙΟΝΥΣΟΣ**

### 169

Καλῶς λέγεις.

### 170

Καὶ γάρ τιν’ ἐκφέρουσι τουτονὶ νεκρόν. Οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα. Ἄνθρωπε, βούλει σκευάρι’ εἰς Ἅιδου φέρειν;

**ΝΕΚΡΟΣ**

### 173

Πός’ ἄττα;

**ΔΙΟΝΥΣΟΣ**

### 173

Ταυτί.

**ΝΕΚΡΟΣ**

### 173

Δύο δραχμὰς μισθὸν τελεῖς;

**ΔΙΟΝΥΣΟΣ**

### 173

Μὰ Δί’, ἀλλ’ ἔλαττον.

**ΝΕΚΡΟΣ**

### 174

Ὑπάγεθ’ ὑμεῖς τῆς ὁδοῦ.

**ΔΙΟΝΥΣΟΣ**

### 175

Ἀνάμεινον, ὦ δαιμόνι’, ἐὰν ξυμβῶ τί σοι.

**ΝΕΚΡΟΣ**

### 175

Εἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου.

**ΔΙΟΝΥΣΟΣ**

### 175

Λάβ’ ἐννέ’ ὀβολούς.

**ΝΕΚΡΟΣ**

### 177

Ἀναβιοίην νυν πάλιν.

**ΞΑΝΘΙΑΣ**

### 177

Ὡς σεμνὸς ὁ κατάρατος. Οὐκ οἰμώξεται; Ἐγὼ βαδιοῦμαι.

**ΔΙΟΝΥΣΟΣ**

### 179

Χρηστὸς εἶ καὶ γεννάδας.

### 180

Χωρῶμεν ἐπὶ τὸ πλοῖον.

**ΧΑΡΩΝ**

### 180

Ὠόπ, παραβαλοῦ.

**ΞΑΝΘΙΑΣ**

### 180

Τουτὶ τί ἐστι;

**ΔΙΟΝΥΣΟΣ**

### 181

Τοῦτο; λίμνη νὴ Δία αὕτη ’στὶν ἣν ἔφραζε, καὶ πλοῖόν γ’ ὁρῶ.

**ΞΑΝΘΙΑΣ**

### 181

Νὴ τὸν Ποσειδῶ κἄστι γ’ ὁ Χάρων οὑτοσί.

**ΔΙΟΝΥΣΟΣ**

### 181

Χαῖρ’, ὦ Χάρων, χαῖρ’, ὦ Χάρων, χαῖρ’, ὦ Χάρων.

**ΧΑΡΩΝ**

### 185

Τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων; Τίς εἰς τὸ Λήθης πεδίον, ἢ ’ς Ὀνουπόκας, ἢ ’ς Κερβερίους, ἢ ’ς κόρακας, ἢ ’πὶ Ταίναρον;

**ΔΙΟΝΥΣΟΣ**

### 185

Ἐγώ.

**ΧΑΡΩΝ**

### 188

Ταχέως ἔμβαινέ που.

**ΔΙΟΝΥΣΟΣ**

### 188

Σχήσειν δοκεῖς ἐς κόρακας ὄντως;

**ΧΑΡΩΝ**

### 189

Ναὶ μὰ Δία σοῦ γ’ οὕνεκα.

### 190

Εἴσβαινε δή.

**ΔΙΟΝΥΣΟΣ**

### 190

Παῖ, δεῦρο.

**ΧΑΡΩΝ**

### 190

Δοῦλον οὐκ ἄγω, εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν.

**ΞΑΝΘΙΑΣ**

### 190

Μὰ τὸν Δί’ οὐ γὰρ ἀλλ’ ἔτυχον ὀφθαλμιῶν.

**ΧΑΡΩΝ**

### 190

Οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ;

**ΞΑΝΘΙΑΣ**

### 190

Ποῦ δῆτ’ ἀναμενῶ;

**ΧΑΡΩΝ**

### 194

Παρὰ τὸν Αὑαίνου λίθον,

### 195

ἐπὶ ταῖς ἀναπαύλαις.

**ΔΙΟΝΥΣΟΣ**

### 195

Μανθάνεις;

**ΞΑΝΘΙΑΣ**

### 195

Πάνυ μανθάνω. Οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών;

**ΧΑΡΩΝ**

### 195

Κάθιζ’ ἐπὶ κώπην. Εἴ τις ἔτι πλεῖ, σπευδέτω. Οὗτος, τί ποιεῖς;

**ΔΙΟΝΥΣΟΣ**

### 198

Ὅ τι ποιῶ; Τί δ’ ἄλλο γ’ ἢ ἵζω ’πὶ κώπην, οὗπερ ἐκέλευές με σύ;

**ΧΑΡΩΝ**

### 198

Οὔκουν καθεδεῖ δῆτ’ ἐνθαδί, γάστρων;

**ΔΙΟΝΥΣΟΣ**

### 198

Ἰδού.

**ΧΑΡΩΝ**

### 198

Οὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖς;

**ΔΙΟΝΥΣΟΣ**

### 201

Ἰδού.

**ΧΑΡΩΝ**

### 201

Οὐ μὴ φλυαρήσεις ἔχων, ἀλλ’ ἀντιβὰς ἐλᾷς προθύμως.

**ΔΙΟΝΥΣΟΣ**

### 203

Κᾆτα πῶς δυνήσομαι ἄπειρος, ἀθαλάττευτος, ἀσαλαμίνιος

### 205

ὢν εἶτ’ ἐλαύνειν;

**ΧΑΡΩΝ**

### 205

Ῥᾷστ’· ἀκούσει γὰρ μέλη κάλλιστ’, ἐπειδὰν ἐμβάλῃς ἅπαξ.

**ΔΙΟΝΥΣΟΣ**

### 206

Τίνων;

**ΧΑΡΩΝ**

### 206

Βατράχων κύκνων θαυμαστά.

**ΔΙΟΝΥΣΟΣ**

### 207

Κατακέλευε δή.

**ΧΑΡΩΝ**

### 207

Ὠοπόπ, ὠοπόπ.

**ΒΑΤΡΑΧΟΙ**

### 209

Βρεκεκεκεξ κοαξ κοαξ,

### 210

βρεκεκεκεξ κοαξ κοαξ. Λιμναῖα κρηνῶν τέκνα, ξύναυλον ὕμνων βοὰν φθεγξώμεθ’, εὔγηρυν ἐμὰν ἀοιδάν, κοαξ κοαξ,

### 215

ἣν ἀμφὶ Νυσήιον Διὸς Διώνυσον ἐν Λίμναισιν ἰαχήσαμεν, ἡνίχ’ ὁ κραιπαλόκωμος

### 218

τοῖς ἱεροῖσι Χύτροισι χωρεῖ κατ’ ἐμὸν τέμενος λαῶν ὄχλος.

### 220

Βρεκεκεκεξ κοαξ κοαξ.

**ΔΙΟΝΥΣΟΣ**

### 220

Ἐγὼ δέ γ’ ἀλγεῖν ἄρχομαι τὸν ὄρρον, ὦ κοαξ κοαξ.

**ΒΑΤΡΑΧΟΙ**

### 220

Βρεκεκεκεξ κοαξ κοαξ.

**ΔΙΟΝΥΣΟΣ**

### 220

Ὑμῖν δ’ ἴσως οὐδὲν μέλει.

**ΒΑΤΡΑΧΟΙ**

### 225

Βρεκεκεκεξ κοαξ κοαξ.

**ΔΙΟΝΥΣΟΣ**

### 225

Ἀλλ’ ἐξόλοισθ’ αὐτῷ κοα ξ· οὐδὲν γάρ ἐστ’ ἀλλ’ ἢ κοα ξ.

**ΒΑΤΡΑΧΟΙ**

### 225

Εἰκότως γ’, ὦ πολλὰ πράττων. Ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι

### 230

καὶ κεροβάτας Πάν, ὁ καλαμόφθογγα παίζων·

### 231-232

προσεπιτέρπεται δ’ ὁ φορμικτὰς Ἀπόλλων,

### 233

ἕνεκα δόνακος, ὃν ὑπολύριον ἔνυδρον ἐν λίμναις τρέφω.

### 235

Βρεκεκεκεξ κοαξ κοαξ.

**ΔΙΟΝΥΣΟΣ**

### 235

Ἐγὼ δὲ φλυκταίνας γ’ ἔχω, χὠ πρωκτὸς ἰδίει πάλαι, κᾆτ’ αὐτίκ’ ἐκκύψας ἐρεῖ—

**ΒΑΤΡΑΧΟΙ**

### 235

Βρεκεκεκεξ κοαξ κοαξ.

**ΔΙΟΝΥΣΟΣ**

### 240

Ἀλλ’, ὦ φιλῳδὸν γένος, παύσασθε.

**ΒΑΤΡΑΧΟΙ**

### 241

Μᾶλλον μὲν οὖν φθεγξόμεσθ’, εἰ δή ποτ’ εὐ‐ ηλίοις ἐν ἁμέραισιν ἡλάμεσθα διὰ κυπείρου

### 245

καὶ φλέω, χαίροντες ᾠδῆς

### 245

πολυκολύμβοισι μέλεσιν ἢ Διὸς φεύγοντες ὄμβρον ἔνυδρον ἐν βυθῷ χορείαν αἰόλαν ἐφθεγξάμεσθα πομφολυγοπαφλάσμασιν.

**ΔΙΟΝΥΣΟΣ**

### 245

Βρεκεκεκεξ κοαξ κοαξ. Τουτὶ παρ’ ὑμῶν λαμβάνω.

**ΒΑΤΡΑΧΟΙ**

### 245

Δεινὰ τἄρα πεισόμεσθα.

**ΔΙΟΝΥΣΟΣ**

### 253-254

Δεινότερα δ’ ἔγωγ’, ἐλαύνων

### 255

εἰ διαρραγήσομαι.

**ΒΑΤΡΑΧΟΙ**

### 255

Βρεκεκεκεξ κοαξ κοαξ.

**ΔΙΟΝΥΣΟΣ**

### 255

Οἰμώζετ’· οὐ γάρ μοι μέλει.

**ΒΑΤΡΑΧΟΙ**

### 255

Ἀλλὰ μὴν κεκραξόμεσθά γ’ ὁπόσον ἡ φάρυξ ἂν ἡμῶν

### 260

χανδάνῃ δι’ ἡμέρας—

**ΔΙΟΝΥΣΟΣ**

### 260

Βρεκεκεκεξ κοαξ κοαξ. Τούτῳ γὰρ οὐ νικήσετε.

**ΒΑΤΡΑΧΟΙ**

### 260

Οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.

**ΔΙΟΝΥΣΟΣ**

### 260

Οὐδὲ μὴν ὑμεῖς γ’ ἐμέ.

### 265

Οὐδέποτε· κεκράξομαι γὰρ

### 265

κἄν με δῇ δι’ ἡμέρας, ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοα ξ, βρεκεκεκεξ κοαξ κοαξ. Ἔμελλον ἄρα παύσειν ποθ’ ὑμᾶς τοῦ κοα ξ.

**ΧΑΡΩΝ**

### 265

Ὢ παῦε, παῦε, παραβαλοῦ τὼ κωπίω.

### 270

Ἔκβαιν’, ἀπόδος τὸν ναῦλον.

**ΔΙΟΝΥΣΟΣ**

### 270

Ἔχε δὴ τὠβολώ. Ὁ Ξανθίας. Ποῦ Ξανθίας; Ἤ, Ξανθία.

**ΞΑΝΘΙΑΣ**

### 270

Ἰαῦ.

**ΔΙΟΝΥΣΟΣ**

### 272

Βάδιζε δεῦρο.

**ΞΑΝΘΙΑΣ**

### 272

Χαῖρ’, ὦ δέσποτα.

**ΔΙΟΝΥΣΟΣ**

### 272

Τί ἐστι τἀνταυθοῖ;

**ΞΑΝΘΙΑΣ**

### 273

Σκότος καὶ βόρβορος.

**ΔΙΟΝΥΣΟΣ**

### 273

Κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι

### 275

καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν;

**ΞΑΝΘΙΑΣ**

### 275

Σὺ δ’ οὔ;

**ΔΙΟΝΥΣΟΣ**

### 275

Νὴ τὸν Ποσειδῶ ’γωγε, καὶ νυνί γ’ ὁρῶ. Ἄγε δή, τί δρῶμεν;

**ΞΑΝΘΙΑΣ**

### 277

Προϊέναι βέλτιστα νῷν, ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία τὰ δείν’ ἔφασκ’ ἐκεῖνος.

**ΔΙΟΝΥΣΟΣ**

### 279

Ὡς οἰμώξεται.

### 280

Ἠλαζονεύεθ’ ἵνα φοβηθείην ἐγώ, εἰδώς με μάχιμον ὄντα, φιλοτιμούμενος. Οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθ’ ὡς Ἡρακλῆς. Ἐγὼ δέ γ’ εὐξαίμην ἂν ἐντυχεῖν τινι λαβεῖν τ’ ἀγώνισμ’ ἄξιόν τι τῆς ὁδοῦ.

**ΞΑΝΘΙΑΣ**

### 285

Νὴ τὸν Δία· καὶ μὴν αἰσθάνομαι ψόφου τινός.

**ΔΙΟΝΥΣΟΣ**

### 285

Ποῦ ποῦ ’στιν;

**ΞΑΝΘΙΑΣ**

### 286

Ἐξόπισθεν.

**ΔΙΟΝΥΣΟΣ**

### 286

Ἐξόπισθ’ ἴθι.

**ΞΑΝΘΙΑΣ**

### 286

Ἀλλ’ ἔστιν ἐν τῷ πρόσθε.

**ΔΙΟΝΥΣΟΣ**

### 287

Πρόσθε νυν ἴθι.

**ΞΑΝΘΙΑΣ**

### 287

Καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.

**ΔΙΟΝΥΣΟΣ**

### 287

Ποῖόν τι;

**ΞΑΝΘΙΑΣ**

### 289

Δεινόν. Παντοδαπὸν γοῦν γίγνεται·

### 290

τοτὲ μέν γε βοῦς, νυνὶ δ’ ὀρεύς, τοτὲ δ’ αὖ γυνὴ ὡραιοτάτη τις.

**ΔΙΟΝΥΣΟΣ**

### 291

Ποῦ ’στι; Φέρ’ ἐπ’ αὐτὴν ἴω.

**ΞΑΝΘΙΑΣ**

### 291

Ἀλλ’ οὐκέτ’ αὖ γυνή ’στιν, ἀλλ’ ἤδη κύων.

**ΔΙΟΝΥΣΟΣ**

### 291

Ἔμπουσα τοίνυν ἐστί.

**ΞΑΝΘΙΑΣ**

### 293

Πυρὶ γοῦν λάμπεται ἅπαν τὸ πρόσωπον.

**ΔΙΟΝΥΣΟΣ**

### 294

Καὶ σκέλος χαλκοῦν ἔχει;

**ΞΑΝΘΙΑΣ**

### 295

Νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θἄτερον, σάφ’ ἴσθι.

**ΔΙΟΝΥΣΟΣ**

### 296

Ποῖ δῆτ’ ἂν τραποίμην;

**ΞΑΝΘΙΑΣ**

### 296

Ποῖ δ’ ἐγώ;

**ΔΙΟΝΥΣΟΣ**

### 296

Ἱερεῦ, διαφύλαξόν μ’, ἵν’ ὦ σοι ξυμπότης.

**ΞΑΝΘΙΑΣ**

### 296

Ἀπολούμεθ’, ὦναξ Ἡράκλεις.

**ΔΙΟΝΥΣΟΣ**

### 298

Οὐ μὴ καλεῖς μ’, ὦνθρωφ’, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα.

**ΞΑΝΘΙΑΣ**

### 298

Διόνυσε τοίνυν.

**ΔΙΟΝΥΣΟΣ**

### 298

Τοῦτ’ ἔθ’ ἧττον θἀτέρου.

**ΞΑΝΘΙΑΣ**

### 298

Ἴθ’ ᾗπερ ἔρχει. Δεῦρο δεῦρ’, ὦ δέσποτα.

**ΔΙΟΝΥΣΟΣ**

### 298

Τί δ’ ἐστί;

**ΞΑΝΘΙΑΣ**

### 302

Θάρρει· πάντ’ ἀγαθὰ πεπράγαμεν, ἔξεστί θ’ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν· «Ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ.»

### 305

Ἥμπουσα φρούδη.

**ΔΙΟΝΥΣΟΣ**

### 305

Κατόμοσον.

**ΞΑΝΘΙΑΣ**

### 305

Νὴ τὸν Δία.

**ΔΙΟΝΥΣΟΣ**

### 305

Καὖθις κατόμοσον.

**ΞΑΝΘΙΑΣ**

### 306

Νὴ Δί’.

**ΔΙΟΝΥΣΟΣ**

### 306

Ὄμοσον.

**ΞΑΝΘΙΑΣ**

### 306

Νὴ Δία.

**ΔΙΟΝΥΣΟΣ**

### 306

Οἴμοι τάλας, ὡς ὠχρίας’ αὐτὴν ἰδών.

**ΞΑΝΘΙΑΣ**

### 306

Ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου.

**ΔΙΟΝΥΣΟΣ**

### 306

Οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν;

### 310

Τίν’ αἰτιάσομαι θεῶν μ’ ἀπολλύναι; Αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα;

**ΞΑΝΘΙΑΣ**

### 310

Οὗτος.

**ΔΙΟΝΥΣΟΣ**

### 312

Τί ἐστιν;

**ΞΑΝΘΙΑΣ**

### 312

Οὐ κατήκουσας;

**ΔΙΟΝΥΣΟΣ**

### 312

Τίνος;

**ΞΑΝΘΙΑΣ**

### 312

Αὐλῶν πνοῆς.

**ΔΙΟΝΥΣΟΣ**

### 313

Ἔγωγε, καὶ δᾴδων γέ με αὔρα τις εἰσέπνευσε μυστικωτάτη.

### 315

Ἀλλ’ ἠρεμεὶ πτήξαντες ἀκροασώμεθα.

**ΧΟΡΟΣ**

### 316

Ἴακχ’, ὦ Ἴακχε. Ἴακχ’, ὦ Ἴακχε.

**ΞΑΝΘΙΑΣ**

### 316

Τοῦτ’ ἔστ’ ἐκεῖν’, ὦ δέσποθ’· οἱ μεμυημένοι ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν.

### 320

Ἄδουσι γοῦν τὸν Ἴακχον ὅνπερ δι’ ἀγορᾶς.

**ΔΙΟΝΥΣΟΣ**

### 320

Κἀμοὶ δοκοῦσιν. Ἡσυχίαν τοίνυν ἄγειν βέλτιστόν ἐστιν, ὡς ἂν εἰδῶμεν σαφῶς.

**ΧΟΡΟΣ**

### 323-324

Ἴακχ’, ὦ πολυτίμητ’ ἐν ἕδραις ἐνθάδε ναίων,

### 325

Ἴακχ’, ὦ Ἴακχε, ἐλθὲ τόνδ’ ἀνὰ λειμῶνα χορεύσων ὁσίους εἰς θιασώτας, πολύκαρπον μὲν τινάσσων περὶ κρατὶ σῷ βρύοντα

### 330

στέφανον μύρτων, θρασεῖ δ’ ἐγκατακρούων ποδὶ τὰν ἀκόλαστον φιλοπαίγμονα τιμάν,

### 333-335

χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνήν, ἱερὰν

### 336

ὁσίοις μύσταις χορείαν.

**ΞΑΝΘΙΑΣ**

### 336

Ὦ πότνια πολυτίμητε Δήμητρος κόρη, ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν.

**ΔΙΟΝΥΣΟΣ**

### 336

Οὔκουν ἀτρέμ’ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς;

**ΧΟΡΟΣ**

### 340

Ἔγειρε· φλογέας ἐν χερσὶ γὰρ ἥκει τινάσσων, Ἴακχ’, ὦ Ἴακχε,

### 342-343

νυκτέρου τελετῆς φωσφόρος ἀστήρ.

### 344

Φλογὶ φέγγεται δὲ λειμών·

### 345

γόνυ πάλλεται γερόντων· ἀποσείονται δὲ λύπας

### 347-348

χρονίους τ’ ἐτῶν παλαιῶν ἐνιαυτοὺς

### 349-350

ἱερᾶς ὑπὸ τιμῆς.

### 351

Σὺ δὲ λαμπάδι φέγγων προβάδην ἔξαγ’ ἐπ’ ἀνθηρὸν ἕλειον δάπεδον χοροποιόν, μάκαρ, ἥβαν.

### 353

Εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν,

### 355

ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμην μὴ καθαρεύει, ἢ γενναίων ὄργια Μουσῶν μήτ’ εἶδεν μήτ’ ἐχόρευσεν, μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης Βακχεῖ’ ἐτελέσθη, ἢ βωμολόχοις ἔπεσιν χαίρει μὴ ’ν καιρῷ τοῦτο ποιοῦσιν, ἢ στάσιν ἐχθρὰν μὴ καταλύει μηδ’ εὔκολός ἐστι πολίταις,

### 360

ἀλλ’ ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν, ἢ τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται, ἢ προδίδωσιν φρούριον ἢ ναῦς, ἢ τἀπόρρητ’ ἀποπέμπει ἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων, ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον,

### 365

ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει, ἢ κατατιλᾷ τῶν Ἑκατείων κυκλίοισι χοροῖσιν ὑπᾴδων, ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτ’ ἀποτρώγει, κωμῳδηθεὶς ἐν ταῖς πατρίοις τελεταῖς ταῖς τοῦ Διονύσου. Τούτοις αὐδῶ καὖθις ἐπαυδῶ καὖθις τὸ τρίτον μάλ’ ἐπαυδῶ

### 370

ἐξίστασθαι μύσταισι χοροῖς· ὑμεῖς δ’ ἀνεγείρετε μολπὴν καὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ.

### 371

Χώρει νυν πᾶς ἀνδρείως εἰς τοὺς εὐανθεῖς κόλπους λειμώνων ἐγκρούων

### 375

κἀπισκώπτων

### 375

καὶ παίζων καὶ χλευάζων. Ἠρίστηται δ’ ἐξαρκούντως. — Ἀλλ’ ἔμβα χὤπως ἀρεῖς τὴν Σώτειραν γενναίως τῇ φωνῇ μολπάζων,

### 380

ἣ τὴν χώραν

### 380

σῴζειν φής’ εἰς τὰς ὥρας, κἂν Θωρυκίων μὴ βούληται.

### 381

Ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν, Δήμητρα θεάν, ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε.

### 383

Δήμητερ, ἁγνῶν ὀργίων

### 385

ἄνασσα, συμπαραστάτει, καὶ σῷζε τὸν σαυτῆς χορόν· καί μ’ ἀσφαλῶς πανήμερον παῖσαί τε καὶ χορεῦσαι. —

### 388

Καὶ πολλὰ μὲν γέλοιά μ’ εἰ‐

### 390

πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ τῆς σῆς ἑορτῆς ἀξίως παίσαντα καὶ σκώψαντα νι‐ κήσαντα ταινιοῦσθαι.

### 393

Ἄγ’ εἶά

### 395

νυν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο ᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας.

### 397-398

Ἴακχε πολυτίμητε, μέλος ἑορτῆς

### 399

ἥδιστον εὑρών, δεῦρο συνακολούθει

### 399

πρὸς τὴν θεὸν καὶ δεῖξον ὡς ἄνευ πόνου πολλὴν ὁδὸν περαίνεις. Ἴακχε φιλοχορευτά, συμπρόπεμπέ με. — Σὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτι

### 405

κἀπ’ εὐτελείᾳ τόδε τὸ σανδαλίσκον καὶ τὸ ῥάκος, κἀξηῦρες ὥστ’ ἀζημίους

### 407

παίζειν τε καὶ χορεύειν. Ἴακχε φιλοχορευτά, συμπρόπεμπέ με. — Καὶ γὰρ παραβλέψας τι μειρακίσκης

### 410

νυνδὴ κατεῖδον καὶ μάλ’ εὐπροσώπου, συμπαιστρίας, χιτωνίου παραρραγέν‐

### 412

τος τιτθίον προκύψαν. Ἴακχε φιλοχορευτά, συμπρόπεμπέ με.

**ΞΑΝΘΙΑΣ**

### 413

Ἐγὼ δ’ ἀεί πως φιλακόλου‐

### 414

θός εἰμι καὶ μετ’ αὐτῆς

### 415

παίζων χορεύειν βούλομαι.

**ΔΙΟΝΥΣΟΣ**

### 415

Κἄγωγε πρός.

**ΧΟΡΟΣ**

### 415

Βούλεσθε δῆτα κοινῇ σκώψωμεν Ἀρχέδημον, ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας; — Νυνὶ δὲ δημαγωγεῖ

### 420

ἐν τοῖς ἄνω νεκροῖσι, κἄστιν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας. — Τὸν Κλεισθένους δ’ ἀκούω ἐν ταῖς ταφαῖσι πρωκτὸν τίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους. —

### 425

Κἀκόπτετ’ ἐγκεκυφώς, κἄκλαε κἀκεκράγει Σεβῖνον ὅστις ἐστὶν Ἁναφλύστιος. — Καὶ Καλλίαν γέ φασι τοῦτον τὸν Ἱπποκίνου

### 430

κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.

**ΔΙΟΝΥΣΟΣ**

### 430

Ἔχοιτ’ ἂν οὖν φράσαι νῷν Πλούτων’ ὅπου ’νθάδ’ οἰκεῖ; Ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω.

**ΧΟΡΟΣ**

### 430

Μηδὲν μακρὰν ἀπέλθῃς,

### 435

μηδ’ αὖθις ἐπανέρῃ με, ἀλλ’ ἴσθ’ ἐπ’ αὐτὴν τὴν θύραν ἀφιγμένος.

**ΔΙΟΝΥΣΟΣ**

### 435

Αἴροι’ ἂν αὖθις, ὦ παῖ.

**ΞΑΝΘΙΑΣ**

### 435

Τουτὶ τί ἦν τὸ πρᾶγμα; Ἀλλ’ ἦ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν;

**ΧΟΡΟΣ**

### 440

Χωρεῖτέ

### 441-442

νυν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀν’ ἄλσος

### 443

παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς.

### 444-445

Ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν,

### 446-447

οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.

### 448

Χωρῶμεν εἰς πολυρρόδους λειμῶνας ἀνθεμώδεις,

### 448

τὸν ἡμέτερον τρόπον, τὸν καλλιχορώτατον, παίζοντες, ὃν ὄλβιαι Μοῖραι ξυνάγουσιν. — Μόνοις γὰρ ἡμῖν ἥλιος

### 455

καὶ φέγγος ἱλαρόν ἐστιν, ὅσοι μεμυήμεθ’ εὐ‐ σεβῆ τε διήγομεν τρόπον περὶ τοὺς ξένους καὶ τοὺς ἰδιώτας.

**ΔΙΟΝΥΣΟΣ**

### 460

Ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; Τίνα; Πῶς ἐνθάδ’ ἄρα κόπτουσιν οὑπιχώριοι;

**ΞΑΝΘΙΑΣ**

### 460

Οὐ μὴ διατρίψεις, ἀλλὰ γεῦσαι τῆς θύρας, καθ’ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμ’ ἔχων.

**ΔΙΟΝΥΣΟΣ**

### 460

Παῖ παῖ.

**ΑΙΑΚΟΣ**

### 464

Τίς οὗτος;

**ΔΙΟΝΥΣΟΣ**

### 464

Ἡρακλῆς ὁ καρτερός.

**ΑΙΑΚΟΣ**

### 465

Ὦ βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺ καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε, ὃς τὸν κύν’ ἡμῶν ἐξελάσας τὸν Κέρβερον ἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών, ὃν ἐγὼ ’φύλαττον. Ἀλλὰ νῦν ἔχει μέσος·

### 470

τοία Στυγός σε μελανοκάρδιος πέτρα

### 470

Ἀχερόντιός τε σκόπελος αἱματοσταγὴς φρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες, ἔχιδνά θ’ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σου διασπαράξει· πλευμόνων τ’ ἀνθάψεται

### 475

Ταρτησσία μύραινα, τὼ νεφρὼ δέ σου αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω διασπάσονται Γοργόνες Τειθράσιαι, ἐφ’ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.

**ΞΑΝΘΙΑΣ**

### 475

Οὗτος, τί δέδρακας;

**ΔΙΟΝΥΣΟΣ**

### 479

Ἐγκέχοδα· κάλει θεόν.

**ΞΑΝΘΙΑΣ**

### 480

Ὦ καταγέλαστ’, οὔκουν ἀναστήσει ταχὺ πρίν τινά ς’ ἰδεῖν ἀλλότριον;

**ΔΙΟΝΥΣΟΣ**

### 481

Ἀλλ’ ὡρακιῶ. Ἀλλ’ οἶσε πρὸς τὴν καρδίαν μου σπογγιάν.

**ΞΑΝΘΙΑΣ**

### 481

Ἰδοὺ λαβέ· προσθοῦ. —Ποῦ ’στιν; Ὦ χρυσοῖ θεοί, ἐνταῦθ’ ἔχεις τὴν καρδίαν;

**ΔΙΟΝΥΣΟΣ**

### 484

Δείσασα γὰρ

### 485

εἰς τὴν κάτω μου κοιλίαν καθείρπυσεν.

**ΞΑΝΘΙΑΣ**

### 485

Ὦ δειλότατε θεῶν σὺ κἀνθρώπων.

**ΔΙΟΝΥΣΟΣ**

### 486

Ἐγώ; Πῶς δειλὸς ὅστις σπογγιὰν ᾔτησά σε; Οὐ τἂν ἕτερός γ’ αὔτ’ εἰργάσατ’ ἀνήρ.

**ΞΑΝΘΙΑΣ**

### 488

Ἀλλὰ τί;

**ΔΙΟΝΥΣΟΣ**

### 488

Κατέκειτ’ ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν·

### 490

ἐγὼ δ’ ἀνέστην καὶ προσέτ’ ἀπεψησάμην.

**ΞΑΝΘΙΑΣ**

### 490

Ἀνδρεῖά γ’, ὦ Πόσειδον.

**ΔΙΟΝΥΣΟΣ**

### 491

Οἶμαι νὴ Δία. Σὺ δ’ οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτων καὶ τὰς ἀπειλάς;

**ΞΑΝΘΙΑΣ**

### 493

Οὐ μὰ Δί’ οὐδ’ ἐφρόντισα.

**ΔΙΟΝΥΣΟΣ**

### 493

Ἴθι νυν, ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ,

### 495

σὺ μὲν γενοῦ ’γὼ τὸ ῥόπαλον τουτὶ λαβών καὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ· ἐγὼ δ’ ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει.

**ΞΑΝΘΙΑΣ**

### 495

Φέρε δὴ ταχέως αὔτ’· οὐ γὰρ ἀλλὰ πειστέον. Καὶ βλέψον εἰς τὸν Ἡρακλειοξανθίαν,

### 495

εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμ’ ἔχων.

**ΔΙΟΝΥΣΟΣ**

### 495

Μὰ Δί’ ἀλλ’ ἀληθῶς οὑκ Μελίτης μαστιγίας. Φέρε νυν, ἐγὼ τὰ στρώματ’ αἴρωμαι ταδί.

**ΘΕΡΑΠΑΙΝΑ**

### 503

Ὦ φίλταθ’ ἥκεις Ἡράκλεις; Δεῦρ’ εἴσιθι. Ἡ γὰρ θεός ς’ ὡς ἐπύθεθ’ ἥκοντ’, εὐθέως

### 505

ἔπεττεν ἄρτους, ἧψε κατερικτῶν χύτρας ἔτνους δύ’ ἢ τρεῖς, βοῦν ἀπηνθράκιζ’ ὅλον, πλακοῦντας ὤπτα, κολλάβους. Ἀλλ’ εἴσιθι.

**ΞΑΝΘΙΑΣ**

### 505

Κάλλιστ’, ἐπαινῶ.

**ΘΕΡΑΠΑΙΝΑ**

### 508

Μὰ τὸν Ἀπόλλω οὐ μή ς’ ἐγὼ περιόψομἀπελθόντ’, ἐπεί τοι καὶ κρέα

### 510

ἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματα

### 510

ἔφρυγε, κᾦνον ἀνεκεράννυ γλυκύτατον. Ἀλλ’ εἴσιθ’ ἅμ’ ἐμοί.

**ΞΑΝΘΙΑΣ**

### 512

Πάνυ καλῶς.

**ΘΕΡΑΠΑΙΝΑ**

### 512

Ληρεῖς ἔχων· οὐ γάρ ς’ ἀφήσω. Καὶ γὰρ αὐλητρίς τέ σοι ἤδη ’νδον ἔσθ’ ὡραιοτάτη κὠρχηστρίδες

### 515

ἕτεραι δύ’ ἢ τρεῖς—

**ΞΑΝΘΙΑΣ**

### 515

Πῶς λέγεις; Ὀρχηστρίδες;

**ΘΕΡΑΠΑΙΝΑ**

### 515

ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι. Ἀλλ’ εἴσιθ’, ὡς ὁ μάγειρος ἤδη τὰ τεμάχη ἔμελλ’ ἀφαιρεῖν χἠ τράπεζ’ εἰσῄρετο.

**ΞΑΝΘΙΑΣ**

### 515

Ἴθι νυν, φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν

### 520

ταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι. Ὁ παῖς, ἀκολούθει δεῦρο τὰ σκεύη φέρων.

**ΔΙΟΝΥΣΟΣ**

### 520

Ἐπίσχες, οὗτος. Οὔ τί που σπουδὴν ποεῖ, ὁτιή σε παίζων Ἡρακλέα ’νεσκεύασα; Οὐ μὴ φλυαρήσεις ἔχων, ὦ Ξανθία,

### 525

ἀλλ’ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα.

**ΞΑΝΘΙΑΣ**

### 525

Τί δ’ ἐστίν; Οὔ τί πού μ’ ἀφελέσθαι διανοεῖ ἅδωκας αὐτός;

**ΔΙΟΝΥΣΟΣ**

### 527

Οὐ τάχ’, ἀλλ’ ἤδη ποιῶ. Κατάθου τὸ δέρμα.

**ΞΑΝΘΙΑΣ**

### 528

Ταῦτ’ ἐγὼ μαρτύρομαι καὶ τοῖς θεοῖσιν ἐπιτρέπω.

**ΔΙΟΝΥΣΟΣ**

### 529

Ποίοις θεοῖς;

### 530

Τὸ δὲ προσδοκῆσαί ς’ οὐκ ἀνόητον καὶ κενὸν

### 530

ὡς δοῦλος ὢν καὶ θνητὸς Ἁλκμήνης ἔσει;

**ΞΑΝΘΙΑΣ**

### 530

Ἀμέλει, καλῶς· ἔχ’ αὔτ’. Ἴσως γάρ τοί ποτε ἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι.

**ΧΟΡΟΣ**

### 533

Ταῦτα μὲν πρὸς ἀνδρός ἐστι

### 535

νοῦν ἔχοντος καὶ φρένας καὶ

### 535

πολλὰ περιπεπλευκότος, μετακυλίνδειν αὑτὸν ἀεὶ

### 536

πρὸς τὸν εὖ πράττοντα τοῖχον μᾶλλον ἢ γεγραμμένην

### 537

εἰκόν’ ἑστάναι, λαβόνθ’ ἓν σχῆμα· τὸ δὲ μεταστρέφεσθαι πρὸς τὸ μαλθακώτερον

### 540

δεξιοῦ πρὸς ἀνδρός ἐστι

### 540

καὶ φύσει Θηραμένους.

**ΔΙΟΝΥΣΟΣ**

### 540

Οὐ γὰρ ἂν γέλοιον ἦν, εἰ Ξανθίας μὲν δοῦλος ὢν ἐν

### 542

στρώμασιν Μιλησίοις ἀνατετραμμένος κυνῶν ὀρ‐

### 543

χηστρίδ’ εἶτ’ ᾔτησεν ἁμίδ’, ἐ‐ γὼ δὲ πρὸς τοῦτον βλέπων

### 545

τοὐρεβίνθου ’δραττόμην, οὗ‐

### 545-546

τος δ’ ἅτ’ ὢν αὐτὸς πανοῦργος

### 546

εἶδε, κᾆτ’ ἐκ τῆς γνάθου πὺξ πατάξας μοὐξέκοψε τοῦ χοροῦ τοὺς προσθίους;

**ΠΑΝΔΟΚΕΥΤΡΙΑ Α**

### 549

Πλαθάνη, Πλαθάνη, δεῦρ’ ἔλθ’. Ὁ πανοῦργος οὑτοσί,

### 549

ὃς εἰς τὸ πανδοκεῖον εἰσελθών ποτε ἑκκαίδεκ’ ἄρτους κατέφαγ’ ἡμῶν—

**ΠΑΝΔΟΚΕΥΤΡΙΑ Β**

### 551

Νὴ Δία, ἐκεῖνος αὐτὸς δῆτα.

**ΞΑΝΘΙΑΣ**

### 552

Κακὸν ἥκει τινί.

### 552

καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστ’ εἴκοσιν ἀνημιωβολιαῖα—

### 554

Δώσει τις δίκην.

### 555

καὶ τὰ σκόροδα τὰ πολλά.

**ΔΙΟΝΥΣΟΣ**

### 555

Ληρεῖς, ὦ γύναι, κοὐκ οἶσθ’ ὅ τι λέγεις.

### 556

Οὐ μὲν οὖν με προσεδόκας, ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί ς’ ἔτι. Τί δαί; Τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω.

### 556

Μὰ Δί’ οὐδὲ τὸν τυρόν γε τὸν χλωρόν, τάλαν,

### 560

ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν.

### 560

Κἄπειτ’ ἐπειδὴ τἀργύριον ἐπραττόμην, ἔβλεψεν εἴς με δριμὺ κἀμυκᾶτό γε—

**ΞΑΝΘΙΑΣ**

### 560

Τούτου πάνυ τοὔργον· οὗτος ὁ τρόπος πανταχοῦ.

### 560

καὶ τὸ ξίφος γ’ ἐσπᾶτο μαίνεσθαι δοκῶν.

### 565

Νὴ Δία, τάλαινα.

### 565

Νὼ δὲ δεισάσα γέ πω ἐπὶ τὴν κατήλιφ’ εὐθὺς ἀνεπηδήσαμεν· ὁ δ’ ᾤχετ’ ἐξᾴξας γε τὰς ψιάθους λαβών.

### 565

Καὶ τοῦτο τούτου τοὔργον.

### 568

Ἀλλ’ ἐχρῆν τι δρᾶν. Ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι—

### 570

Σὺ δ’ ἔμοιγ’ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον·

### 570

ἵν’ αὐτὸν ἐπιτρίψωμεν. Ὦ μιαρὰ φάρυξ, ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους κόπτοιμ’ ἄν, οἷς μου κατέφαγες τὰ φορτία.

### 570

Ἐγὼ δέ γ’ εἰς τὸ βάραθρον ἐμβάλοιμί σε.

### 575

Ἐγὼ δὲ τὸν λάρυγγ’ ἂν ἐκτέμοιμί σου δρέπανον λαβοῦς’, ᾧ τὰς χόλικας κατέσπασας.

### 575

Ἀλλ’ εἶμ’ ἐπὶ τὸν Κλέων’, ὃς αὐτοῦ τήμερον ἐκπηνιεῖται ταῦτα προσκαλούμενος.

**ΔΙΟΝΥΣΟΣ**

### 575

Κάκιστ’ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ.

**ΞΑΝΘΙΑΣ**

### 580

Οἶδ’ οἶδα τὸν νοῦν· παῦε παῦε τοῦ λόγου. Οὐκ ἂν γενοίμην Ἡρακλῆς αὖ.

**ΔΙΟΝΥΣΟΣ**

### 581

Μηδαμῶς, ὦ Ξανθίδιον.

**ΞΑΝΘΙΑΣ**

### 582

Καὶ πῶς ἂν Ἁλκμήνης ἐγὼ υἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν;

**ΔΙΟΝΥΣΟΣ**

### 582

Οἶδ’ οἶδ’ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς·

### 585

κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι. Ἀλλ’ ἤν σε τοῦ λοιποῦ ποτ’ ἀφέλωμαι χρόνου, πρόρριζος αὐτός, ἡ γυνή, τὰ παιδία, κάκιστ’ ἀπολοίμην, κἀρχέδημος ὁ γλάμων.

**ΞΑΝΘΙΑΣ**

### 585

Δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.

**ΧΟΡΟΣ**

### 590

Νῦν σὸν ἔργον ἔστ’, ἐπειδὴ

### 590

τὴν στολὴν εἴληφας ἥνπερ εἶχες, ἐξ ἀρχῆς πάλιν ἀνανεάζειν 〈αὖ τὸ λῆμα〉

### 592

καὶ βλέπειν αὖθις τὸ δεινόν, τοῦ θεοῦ μεμνημένον

### 593

ᾧπερ εἰκάζεις σεαυτόν. Ἢν δὲ παραληρῶν ἁλῷς ἢ

### 595

κἀκβάλῃς τι μαλθακόν, αὖθις αἴρεσθαί ς’ ἀνάγκη

### 596

’σται πάλιν τὰ στρώματα.

**ΞΑΝΘΙΑΣ**

### 596

Οὐ κακῶς, ὦνδρες, παραινεῖτ’, ἀλλὰ καὐτὸς τυγχάνω ταῦτ’

### 598

ἄρτι συννοούμενος. Ὅδε μὲν οὖν, ἢν χρηστὸν ᾖ τι,

### 598

ταῦτ’ ἀφαιρεῖσθαι πάλιν πει‐

### 598

ράσεταί μ’ εὖ οἶδ’ ὅτι. Ἀλλ’ ὅμως ἐγὼ παρέξω ’μαυτὸν ἀνδρεῖον τὸ λῆμα

### 602

καὶ βλέποντ’ ὀρίγανον. Δεῖν δ’ ἔοικεν, ὡς ἀκούω τῆς θύρας καὶ δὴ ψόφον.

**ΑΙΑΚΟΣ**

### 605

Ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον, ἵνα δῷ δίκην· ἁνύετον.

**ΔΙΟΝΥΣΟΣ**

### 606

Ἥκει τῳ κακόν.

**ΞΑΝΘΙΑΣ**

### 606

Οὐκ ἐς κόρακας; Μὴ πρόσιτον.

**ΑΙΑΚΟΣ**

### 607

Εἶἑν, καὶ μάχει; Ὁ Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκας, χωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί.

**ΔΙΟΝΥΣΟΣ**

### 610

Εἶτ’ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ κλέπτοντα πρὸς τἀλλότρια;

**ΑΙΑΚΟΣ**

### 611

Μἀλλ’ ὑπερφυᾶ.

**ΔΙΟΝΥΣΟΣ**

### 611

Σχέτλια μὲν οὖν καὶ δεινά.

**ΞΑΝΘΙΑΣ**

### 612

Καὶ μὴν νὴ Δία, εἰ πώποτ’ ἦλθον δεῦρ’, ἐθέλω τεθνηκέναι, ἢ ’κλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός.

### 615

Καί σοι ποήσω πρᾶγμα γενναῖον πάνυ· βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών, κἄν ποτέ μ’ ἕλῃς ἀδικοῦντ’, ἀπόκτεινόν μ’ ἄγων.

**ΑΙΑΚΟΣ**

### 615

Καὶ πῶς βασανίσω;

**ΞΑΝΘΙΑΣ**

### 618

Πάντα τρόπον· ἐν κλίμακι δήσας, κρεμάσας, ὑστριχίδι μαστιγῶν, δέρων,

### 620

στρεβλῶν, ἔτι δ’ εἰς τὰς ῥῖνας ὄξος ἐγχέων, πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳ μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ.

**ΑΙΑΚΟΣ**

### 620

Δίκαιος ὁ λόγος· κἄν τι πηρώσω γέ σοι τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται.

**ΞΑΝΘΙΑΣ**

### 625

Μὴ δῆτ’ ἔμοιγ’. Οὕτω δὲ βασάνιζ’ ἀπαγαγών.

**ΑΙΑΚΟΣ**

### 625

Αὐτοῦ μὲν οὖν, ἵνα σοι κατ’ ὀφθαλμοὺς λέγῃ. Κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς ἐνταῦθα μηδὲν ψεῦδος.

**ΔΙΟΝΥΣΟΣ**

### 628

Ἀγορεύω τινὶ ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντ’· εἰ δὲ μή,

### 630

αὐτὸς σεαυτὸν αἰτιῶ.

**ΑΙΑΚΟΣ**

### 630

Λέγεις δὲ τί;

**ΔΙΟΝΥΣΟΣ**

### 630

Ἀθάνατος εἶναί φημι, Διόνυσος Διός, τοῦτον δὲ δοῦλον.

**ΑΙΑΚΟΣ**

### 632

Ταῦτ’ ἀκούεις;

**ΞΑΝΘΙΑΣ**

### 632

Φήμ’ ἐγώ. Καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος· εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται.

**ΔΙΟΝΥΣΟΣ**

### 635

Τί δῆτ’, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός, οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί;

**ΞΑΝΘΙΑΣ**

### 635

Δίκαιος ὁ λόγος· χὠπότερόν γ’ ἂν νῷν ἴδῃς κλαύσαντα πρότερον ἢ προτιμήσαντά τι τυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν.

**ΑΙΑΚΟΣ**

### 640

Οὐκ ἔσθ’ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ· χωρεῖς γὰρ εἰς τὸ δίκαιον. Ἀποδύεσθε δή.

**ΞΑΝΘΙΑΣ**

### 640

Πῶς οὖν βασανιεῖς νὼ δικαίως;

**ΑΙΑΚΟΣ**

### 642

Ῥᾳδίως· πληγὴν παρὰ πληγὴν ἑκάτερον.

**ΞΑΝΘΙΑΣ**

### 643

Καλῶς λέγεις.

### 643

Ἰδού· σκόπει νυν ἤν μ’ ὑποκινήσαντ’ ἴδῃς.

**ΑΙΑΚΟΣ**

### 645

Ἤδη ’πάταξά ς’;

**ΞΑΝΘΙΑΣ**

### 645

Οὐ μὰ Δί’ οὐδαμοῖ δοκεῖς.

**ΑΙΑΚΟΣ**

### 645

Ἀλλ’ εἶμ’ ἐπὶ τονδὶ καὶ πατάξω.

**ΔΙΟΝΥΣΟΣ**

### 646

Πηνίκα;

**ΑΙΑΚΟΣ**

### 646

Καὶ δὴ ’πάταξα.

**ΔΙΟΝΥΣΟΣ**

### 647

Κᾆτα πῶς οὐκ ἔπταρον;

**ΑΙΑΚΟΣ**

### 647

Οὐκ οἶδα· τουδὶ δ’ αὖθις ἀποπειράσομαι.

**ΞΑΝΘΙΑΣ**

### 647

Οὔκουν ἁνύσεις; Ἰατταταῖ.

**ΑΙΑΚΟΣ**

### 649

Τί τἀτταταῖ;

### 649

Μῶν ὠδυνήθης;

**ΞΑΝΘΙΑΣ**

### 649

Οὐ μὰ Δί’ ἀλλ’ ἐφρόντισα ὁπόθ’ Ἡράκλεια τἀν Διομείοις γίγνεται.

**ΑΙΑΚΟΣ**

### 649

Ἅνθρωπος ἱερός. Δεῦρο πάλιν βαδιστέον.

**ΔΙΟΝΥΣΟΣ**

### 649

Ἰοὺ ἰού.

**ΑΙΑΚΟΣ**

### 653

Τί ἐστιν;

**ΔΙΟΝΥΣΟΣ**

### 653

Ἱππέας ὁρῶ.

**ΑΙΑΚΟΣ**

### 653

Τί δῆτα κλάεις;

**ΔΙΟΝΥΣΟΣ**

### 654

Κρομμύων ὀσφραίνομαι.

**ΑΙΑΚΟΣ**

### 655

Ἐπεὶ προτιμᾷς γ’ οὐδέν;

**ΔΙΟΝΥΣΟΣ**

### 655

Οὐδέν μοι μέλει.

**ΑΙΑΚΟΣ**

### 655

Βαδιστέον τἄρ’ ἐστὶν ἐπὶ τονδὶ πάλιν.

**ΞΑΝΘΙΑΣ**

### 655

Οἴμοι.

**ΑΙΑΚΟΣ**

### 657

Τί ἐστι;

**ΞΑΝΘΙΑΣ**

### 657

Τὴν ἄκανθαν ἔξελε.

**ΑΙΑΚΟΣ**

### 657

Τί τὸ πρᾶγμα τουτί; Δεῦρο πάλιν βαδιστέον.

**ΔΙΟΝΥΣΟΣ**

### 657

Ἄπολλον, —ὅς που Δῆλον ἢ Πυθῶν’ ἔχεις.

**ΞΑΝΘΙΑΣ**

### 660

Ἤλγησεν· οὐκ ἤκουσας;

**ΔΙΟΝΥΣΟΣ**

### 660

Οὐκ ἔγωγ’, ἐπεὶ ἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην.

**ΞΑΝΘΙΑΣ**

### 660

Οὐδὲν ποεῖς γάρ· ἀλλὰ τὰς λαγόνας σπόδει.

**ΑΙΑΚΟΣ**

### 660

Μὰ τὸν Δί’, ἀλλ’ ἤδη πάρεχε τὴν γαστέρα.

**ΔΙΟΝΥΣΟΣ**

### 660

Πόσειδον, —

**ΞΑΝΘΙΑΣ**

### 664

Ἤλγησέν τις.

**ΔΙΟΝΥΣΟΣ**

### 664

ἁλὸς ἐν βένθεσιν

### 665-667

ὃς Αἰγαίου πρωνὸς ἢ γλαυκᾶς μέδεις—

**ΑΙΑΚΟΣ**

### 668

Οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι ’γὼ μαθεῖν ὁπότερος ὑμῶν ἐστι θεός. Ἀλλ’ εἴσιτον·

### 670

ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται χἠ Φερρέφατθ’, ἅτ’ ὄντε κἀκείνω θεώ.

**ΔΙΟΝΥΣΟΣ**

### 670

Ὀρθῶς λέγεις· ἐβουλόμην δ’ ἂν τοῦτό σε πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.

**ΧΟΡΟΣ**

### 673

Μοῦσα, χορῶν ἱερῶν ἐπίβηθι καὶ ἔλθ’ ἐπὶ τέρψιν

### 675

ἀοιδᾶς ἐμᾶς, τὸν πολὺν ὀψομένη λαῶν ὄχλον, οὗ σοφίαι μυρίαι κάθηνται

### 678-679

φιλοτιμότεραι Κλεοφῶντος, ἐφ’ οὗ δὴ

### 680

χείλεσιν ἀμφιλάλοις δεινὸν ἐπιβρέμεται

### 680

Θρηικία χελιδὼν ἐπὶ βάρβαρον ἑζομένη πέταλον·

### 683-684

τρύζει δ’ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται,

### 685

κἂν ἴσαι γένωνται.

### 685

Τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει ξυμπαραινεῖν καὶ διδάσκειν. Πρῶτον οὖν ἡμῖν δοκεῖ ἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα. Κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν,

### 690

ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότε αἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας. Εἶτ’ ἄτιμόν φημι χρῆναι μηδέν’ εἶν’ ἐν τῇ πόλει. Καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίαν καὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας.

### 695

Κοὐδὲ ταῦτ’ ἔγωγ’ ἔχοιμ’ ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν, ἀλλ’ ἐπαινῶ· μόνα γὰρ αὐτὰ νοῦν ἔχοντ’ ἐδράσατε. Πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθ’ ὑμῶν πολλὰ δὴ χοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοις.

### 695

Ἀλλὰ τῆς ὀργῆς ἀνέντες, ὦ σοφώτατοι φύσει, πάντας ἀνθρώπους ἑκόντες ξυγγενεῖς κτησώμεθα κἀπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ. Εἰ δὲ ταῦτ’ ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα, τὴν πόλιν καὶ ταῦτ’ ἔχοντες κυμάτων ἐν ἀγκάλαις,

### 705

ὑστέρῳ χρόνῳ ποτ’ αὖθις εὖ φρονεῖν οὐ δόξομεν.

### 705

Εἰ δ’ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος ἢ τρόπον ὅστις ἔτ’ οἰμώξεται,

### 705

οὐ πολὺν οὐδ’ ὁ πίθηκος οὗτος ὁ νῦν ἐνοχλῶν, Κλειγένης ὁ μικρός,

### 710

ὁ πονηρότατος βαλανεὺς ὁπόσοι κρα‐

### 710-711

τοῦσι κυκησίτεφροι ψευδολίτρου τε κονί‐

### 712

ας καὶ Κιμωλίας γῆς,

### 713-714

χρόνον ἐνδιατρίψει· ἰδὼν δὲ τάδ’ οὐκ

### 715-716

εἰρηνικὸς ἔσθ’, ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄ‐

### 717

νευ ξύλου βαδίζων.

### 717

Πολλάκις γ’ ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναι ταὐτὸν εἴς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς

### 720

εἴς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον. Οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις, ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων καὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις ἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ

### 725

χρώμεθ’ οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι. Τῶν πολιτῶν θ’ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺς καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ,

### 730

προυσελοῦμεν, τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαις καὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθα ὑστάτοις ἀφιγμένοισιν, οἷσιν ἡ πόλις πρὸ τοῦ οὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατ’ ἄν.

### 730

Ἀλλὰ καὶ νῦν, ὦνόητοι, μεταβαλόντες τοὺς τρόπους

### 735

χρῆσθε τοῖς χρηστοῖσιν αὖθις· καὶ κατορθώσασι γὰρ εὔλογον, κἄν τι σφαλῆτ’, ἐξ ἀξίου γοῦν τοῦ ξύλου, ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε.

**ΟΙΚΕΤΗΣ**

### 738

Νὴ τὸν Δία τὸν σωτῆρα, γεννάδας ἀνὴρ ὁ δεσπότης σου.

**ΞΑΝΘΙΑΣ**

### 739

Πῶς γὰρ οὐχὶ γεννάδας,

### 740

ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον;

**ΟΙΚΕΤΗΣ**

### 740

Τὸ δὲ μὴ πατάξαι ς’ ἐξελεγχθέντ’ ἄντικρυς, ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης.

**ΞΑΝΘΙΑΣ**

### 740

Ὤιμωξε μέντἄν.

**ΟΙΚΕΤΗΣ**

### 743

Τοῦτο μέντοι δουλικὸν εὐθὺς πεπόηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.

**ΞΑΝΘΙΑΣ**

### 745

Χαίρεις, ἱκετεύω;

**ΟΙΚΕΤΗΣ**

### 745

Μἀλλ’ ἐποπτεύειν δοκῶ, ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ.

**ΞΑΝΘΙΑΣ**

### 745

Τί δὲ τονθορύζων, ἡνίκ’ ἂν πληγὰς λαβὼν πολλὰς ἀπίῃς θύραζε;

**ΟΙΚΕΤΗΣ**

### 748

Καὶ τοῦθ’ ἥδομαι.

**ΞΑΝΘΙΑΣ**

### 748

Τί δὲ πολλὰ πράττων;

**ΟΙΚΕΤΗΣ**

### 749

Ὡς μὰ Δί’ οὐδὲν οἶδ’ ἐγώ.

**ΞΑΝΘΙΑΣ**

### 749

Ὁμόγνιε Ζεῦ· καὶ παρακούων δεσποτῶν ἅττ’ ἂν λαλῶσι;

**ΟΙΚΕΤΗΣ**

### 751

Μἀλλὰ πλεῖν ἢ μαίνομαι.

**ΞΑΝΘΙΑΣ**

### 751

Τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν;

**ΟΙΚΕΤΗΣ**

### 752

Ἐγώ; μὰ Δί’ ἀλλ’ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι.

**ΞΑΝΘΙΑΣ**

### 752

Ὦ Φοῖβ’ Ἄπολλον, ἔμβαλέ μοι τὴν δεξιάν,

### 755

καὶ δὸς κύσαι καὐτὸς κύσον, —καί μοι φράσον πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας, τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ χὠ λοιδορησμός;

**ΟΙΚΕΤΗΣ**

### 758

Αἰσχύλου κεὐριπίδου.

**ΞΑΝΘΙΑΣ**

### 758

Ἆ.

**ΟΙΚΕΤΗΣ**

### 759

Πρᾶγμα, πρᾶγμα μέγα κεκίνηται, μέγα

### 760

ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ.

**ΞΑΝΘΙΑΣ**

### 760

Ἐκ τοῦ;

**ΟΙΚΕΤΗΣ**

### 761

Νόμος τις ἐνθάδ’ ἐστὶ κείμενος ἀπὸ τῶν τεχνῶν, ὅσαι μεγάλαι καὶ δεξιαί, τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν

### 765

θρόνον τε τοῦ Πλούτωνος ἑξῆς—

**ΞΑΝΘΙΑΣ**

### 765

Μανθάνω.

**ΟΙΚΕΤΗΣ**

### 765

ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτερος ἕτερός τις αὐτοῦ· τότε δὲ παραχωρεῖν ἔδει.

**ΞΑΝΘΙΑΣ**

### 765

Τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;

**ΟΙΚΕΤΗΣ**

### 765

Ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον,

### 770

ὡς ὢν κράτιστος τὴν τέχνην.

**ΞΑΝΘΙΑΣ**

### 770

Νυνὶ δὲ τίς;

**ΟΙΚΕΤΗΣ**

### 770

Ὅτε δὴ κατῆλθ’ Εὐριπίδης, ἐπεδείκνυτο τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις, ὅπερ ἔστ’ ἐν Ἅιδου πλῆθος, οἱ δ’ ἀκροώμενοι

### 775

τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον· κἄπειτ’ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου, ἵν’ Αἰσχύλος καθῆστο.

**ΞΑΝΘΙΑΣ**

### 778

Κοὐκ ἐβάλλετο;

**ΟΙΚΕΤΗΣ**

### 778

Μὰ Δί’, ἀλλ’ ὁ δῆμος ἀνεβόα κρίσιν ποεῖν

### 780

ὁπότερος εἴη τὴν τέχνην σοφώτερος.

**ΞΑΝΘΙΑΣ**

### 780

Ὁ τῶν πανούργων;

**ΟΙΚΕΤΗΣ**

### 781

Νὴ Δί’, οὐράνιόν γ’ ὅσον.

**ΞΑΝΘΙΑΣ**

### 781

Μετ’ Αἰσχύλου δ’ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;

**ΟΙΚΕΤΗΣ**

### 781

Ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.

**ΞΑΝΘΙΑΣ**

### 781

Τί δῆθ’ ὁ Πλούτων δρᾶν παρασκευάζεται;

**ΟΙΚΕΤΗΣ**

### 785

Ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν κἄλεγχον αὐτοῖν τῆς τέχνης.

**ΞΑΝΘΙΑΣ**

### 786

Κἄπειτα πῶς οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;

**ΟΙΚΕΤΗΣ**

### 786

Μὰ Δί’ οὐκ ἐκεῖνος, ἀλλ’ ἔκυσε μὲν Αἰσχύλον, ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιὰν

### 790

κἄνεικος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου. Νυνὶ δ’ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης, ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ,

### 790

ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης διαγωνιεῖσθ’ ἔφασκε πρός γ’ Εὐριπίδην.

**ΞΑΝΘΙΑΣ**

### 795

Τὸ χρῆμ’ ἄρ’ ἔσται;

**ΟΙΚΕΤΗΣ**

### 795

Νὴ Δί’ ὀλίγον ὕστερον. Κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται. Καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται—

**ΞΑΝΘΙΑΣ**

### 795

Τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;

**ΟΙΚΕΤΗΣ**

### 795

καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν

### 795

καὶ πλαίσια ξύμπηκτα—

**ΞΑΝΘΙΑΣ**

### 795

Πλινθεύσουσι γάρ;

**ΟΙΚΕΤΗΣ**

### 795

καὶ διαμέτρους καὶ σφῆνας. Ὁ γὰρ Εὐριπίδης κατ’ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.

**ΞΑΝΘΙΑΣ**

### 795

Ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.

**ΟΙΚΕΤΗΣ**

### 795

Ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.

**ΞΑΝΘΙΑΣ**

### 805

Κρινεῖ δὲ δὴ τίς ταῦτα;

**ΟΙΚΕΤΗΣ**

### 805

Τοῦτ’ ἦν δύσκολον· σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην. Οὔτε γὰρ Ἀθηναίοισι συνέβαιν’ Αἰσχύλος—

**ΞΑΝΘΙΑΣ**

### 805

Πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους.

**ΟΙΚΕΤΗΣ**

### 805

λῆρόν τε τἄλλ’ ἡγεῖτο τοῦ γνῶναι πέρι

### 810

φύσεις ποητῶν· εἶτα τῷ σῷ δεσπότῃ ἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν. Ἀλλ’ εἰσίωμεν· ὡς ὅταν γ’ οἱ δεσπόται ἐσπουδάκωσι, κλαύμαθ’ ἡμῖν γίγνεται.

**ΧΟΡΟΣ**

### 813

Ἦ που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει,

### 815

ἡνίκ’ ἂν ὀξύλαλόν περ ἴδῃ θήγοντος ὀδόντα ἀντιτέχνου· τότε δὴ μανίας ὑπὸ δεινῆς ὄμματα στροβήσεται. Ἔσται δ’ ἱππολόφων τε λόγων κορυθαίολα νείκη σκινδαλάμων τε παραξόνια σμιλευματοεργοῦ

### 820

φωτὸς ἀμυνομένου φρενοτέκτονος ἀνδρὸς ῥήμαθ’ ἱπποβάμονα. Φρίξας δ’ αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν, δεινὸν ἐπισκύνιον ξυνάγων, βρυχώμενος ἥσει ῥήματα γομφοπαγῆ, πινακηδὸν ἀποσπῶν

### 825

γηγενεῖ φυσήματι. Ἔνθεν δὴ στοματουργός, ἐπῶν βασανίστρια, λίσπη γλῶσς’, ἀνελισσομένη φθονεροὺς κινοῦσα χαλινούς, ῥήματα δαιομένη καταλεπτολογήσει πλευμόνων πολὺν πόνον.

**ΕΥΡΙΠΙΔΗΣ**

### 830

Οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει· κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην.

**ΔΙΟΝΥΣΟΣ**

### 830

Αἰσχύλε, τί σιγᾷς; Αἰσθάνει γὰρ τοῦ λόγου.

**ΕΥΡΙΠΙΔΗΣ**

### 830

Ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο.

**ΔΙΟΝΥΣΟΣ**

### 835

Ὦ δαιμόνι’ ἀνδρῶν, μὴ μεγάλα λίαν λέγε.

**ΕΥΡΙΠΙΔΗΣ**

### 835

Ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι,

### 835

ἄνθρωπον ἀγριοποιόν, αὐθαδόστομον, ἔχοντ’ ἀχάλινον, ἀκρατές, ἀπύλωτον στόμα, ἀπεριλάλητον, κομποφακελορρήμονα.

**ΑΙΣΧΥΛΟΣ**

### 840

Ἄληθες, ὦ παῖ τῆς ἀρουραίας θεοῦ; σὺ δὴ ’μὲ ταῦτ’, ὦ στωμυλιοσυλλεκτάδη καὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη; Ἀλλ’ οὔ τι χαίρων αὔτ’ ἐρεῖς.

**ΔΙΟΝΥΣΟΣ**

### 843

Παῦ’, Αἰσχύλε, καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ.

**ΑΙΣΧΥΛΟΣ**

### 845

Οὐ δῆτα, πρίν γ’ ἂν τοῦτον ἀποφήνω σαφῶς τὸν χωλοποιὸν οἷος ὢν θρασύνεται.

**ΔΙΟΝΥΣΟΣ**

### 845

Ἄρν’ ἄρνα μέλανα, παῖδες, ἐξενέγκατε· τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται.

**ΑΙΣΧΥΛΟΣ**

### 845

Ὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας,

### 845

γάμους δ’ ἀνοσίους εἰσφέρων εἰς τὴν τέχνην, —

**ΔΙΟΝΥΣΟΣ**

### 845

Ἐπίσχες οὗτος, ὦ πολυτίμητ’ Αἰσχύλε. Ἀπὸ τῶν χαλαζῶν δ’, ὦ πόνηρ’ Εὐριπίδη, ἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς, ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι

### 855

θενὼν ὑπ’ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον. Σὺ δὲ μὴ πρὸς ὀργήν, Αἰσχύλ’, ἀλλὰ πραόνως ἔλεγχ’, ἐλέγχου· λοιδορεῖσθαι δ’ οὐ πρέπει ἄνδρας ποητὰς ὥσπερ ἀρτοπώλιδας· σὺ δ’ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.

**ΕΥΡΙΠΙΔΗΣ**

### 860

Ἕτοιμός εἰμ’ ἔγωγε, κοὐκ ἀναδύομαι, δάκνειν, δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ, τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας, καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.

**ΔΙΟΝΥΣΟΣ**

### 865

Σὺ δὲ 〈δὴ〉 τί βουλεύει ποεῖν; λέγ’, Αἰσχύλε.

**ΑΙΣΧΥΛΟΣ**

### 865

Ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε· οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν.

**ΔΙΟΝΥΣΟΣ**

### 867

Τί δαί;

**ΑΙΣΧΥΛΟΣ**

### 867

Ὅτι ἡ πόησις οὐχὶ συντέθνηκέ μοι, τούτῳ δὲ συντέθνηκεν, ὥσθ’ ἕξει λέγειν.

### 870

Ὅμως δ’ ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή.

**ΔΙΟΝΥΣΟΣ**

### 870

Ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω, ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτων ἀγῶνα κρῖναι τόνδε μουσικώτατα· ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπᾴσατε.

**ΧΟΡΟΣ**

### 875

Ὦ Διὸς ἐννέα παρθένοι, ἁγναὶ Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες, ἔλθετ’ ἐποψόμεναι δύναμιν

### 880

δεινοτάτοιν στομάτοιν πορίσασθαι ῥήματα καὶ παραπρίσματ’ ἐπῶν.

### 882-884

Νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη.

**ΔΙΟΝΥΣΟΣ**

### 885

Εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν.

**ΑΙΣΧΥΛΟΣ**

### 885

Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα, εἶναί με τῶν σῶν ἄξιον μυστηρίων.

**ΔΙΟΝΥΣΟΣ**

### 885

Ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 888

Καλῶς· ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς.

**ΔΙΟΝΥΣΟΣ**

### 890

Ἴδιοί τινες σου, κόμμα καινόν;

**ΕΥΡΙΠΙΔΗΣ**

### 890

Καὶ μάλα.

**ΔΙΟΝΥΣΟΣ**

### 890

Ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς.

**ΕΥΡΙΠΙΔΗΣ**

### 890

Αἰθήρ, ἐμὸν βόσκημα, καὶ γλώττης στρόφιγξ καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι, ὀρθῶς μ’ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.

**ΧΟΡΟΣ**

### 895

Καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμεν παρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαι, τίνα λόγων ἔπιτε δαΐαν ὁδόν. Γλῶσσα μὲν γὰρ ἠγρίωται, λῆμα δ’ οὐκ ἄτολμον ἀμφοῖν,

### 899

οὐδ’ ἀκίνητοι φρένες.

### 899

Προσδοκᾶν οὖν εἰκός ἐστι τὸν μὲν ἀστεῖόν τι λέξειν

### 901

καὶ κατερρινημένον, τὸν δ’ ἀνασπῶντ’ αὐτοπρέμνοις τοῖς λόγοισιν ἐμπεσόντα

### 901

συσκεδᾶν πολλὰς ἀλινδήθρας ἐπῶν.

### 905

Ἀλλ’ ὡς τάχιστα χρὴ λέγειν· οὕτω δ’ ὅπως ἐρεῖτον ἀστεῖα καὶ μήτ’ εἰκόνας μήθ’ οἷ’ ἂν ἄλλος εἴποι.

**ΕΥΡΙΠΙΔΗΣ**

### 905

Καὶ μὴν ἐμαυτὸν μέν γε, τὴν πόησιν οἷός εἰμι, ἐν τοῖσιν ὑστάτοις φράσω· τοῦτον δὲ πρῶτ’ ἐλέγξω, ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰς

### 910

ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας. Πρώτιστα μὲν γὰρ ἕνα τιν’ ἂν καθῖσεν ἐγκαλύψας, Ἀχιλλέα τιν’ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς, πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί.

**ΔΙΟΝΥΣΟΣ**

### 910

Μὰ τὸν Δί’ οὐ δῆθ’.

**ΕΥΡΙΠΙΔΗΣ**

### 914

Ὁ δὲ χορός γ’ ἤρειδεν ὁρμαθοὺς ἂν

### 915

μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν· οἱ δ’ ἐσίγων.

**ΔΙΟΝΥΣΟΣ**

### 915

Ἐγὼ δ’ ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτ’ ἔτερπεν οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες.

**ΕΥΡΙΠΙΔΗΣ**

### 917

Ἠλίθιος γὰρ ἦσθα, σάφ’ ἴσθι.

**ΔΙΟΝΥΣΟΣ**

### 918

Κἀμαυτῷ δοκῶ. Τί δὲ ταῦτ’ ἔδρας’ ὁ δεῖνα;

**ΕΥΡΙΠΙΔΗΣ**

### 918

Ὑπ’ ἀλαζονείας, ἵν’ ὁ θεατὴς προσδοκῶν καθῇτο,

### 920

ὁπόθ’ ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δ’ ἂν διῄει.

**ΔΙΟΝΥΣΟΣ**

### 920

Ὦ παμπόνηρος, οἷ’ ἄρ’ ἐφενακιζόμην ὑπ’ αὐτοῦ. Τί σκορδινᾷ καὶ δυσφορεῖς;

**ΕΥΡΙΠΙΔΗΣ**

### 922

Ὅτι αὐτὸν ἐξελέγχω. Κἄπειτ’ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα ἤδη μεσοίη, ῥήματ’ ἂν βόεια δώδεκ’ εἶπεν,

### 925

ὀφρῦς ἔχοντα καὶ λόφους, δείν’ ἄττα μορμορωπά, ἄγνωτα τοῖς θεωμένοις.

**ΑΙΣΧΥΛΟΣ**

### 926

Οἴμοι τάλας.

**ΔΙΟΝΥΣΟΣ**

### 926

Σιώπα.

**ΕΥΡΙΠΙΔΗΣ**

### 926

Σαφὲς δ’ ἂν εἶπεν οὐδὲ ἕν—

**ΔΙΟΝΥΣΟΣ**

### 927

Μὴ πρῖε τοὺς ὀδόντας.

**ΕΥΡΙΠΙΔΗΣ**

### 927

ἀλλ’ ἢ Σκαμάνδρους ἢ τάφρους ἢ ’π’ ἀσπίδων ἐπόντας γρυπαιέτους χαλκηλάτους καὶ ῥήμαθ’ ἱππόκρημνα,

### 930

ἃ ξυμβαλεῖν οὐ ῥᾴδι’ ἦν.

**ΔΙΟΝΥΣΟΣ**

### 930

Νὴ τοὺς θεούς, ἐγὼ γοῦν ἤδη ποτ’ ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησα τὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν τίς ἐστιν ὄρνις.

**ΑΙΣΧΥΛΟΣ**

### 930

Σημεῖον ἐν ταῖς ναυσίν, ὦμαθέστατ’, ἐνεγέγραπτο.

**ΔΙΟΝΥΣΟΣ**

### 930

Ἐγὼ δὲ τὸν Φιλοξένου γ’ ᾤμην Ἔρυξιν εἶναι.

**ΕΥΡΙΠΙΔΗΣ**

### 935

Εἶτ’ ἐν τραγῳδίαις ἐχρῆν κἀλεκτρυόνα ποῆσαι;

**ΑΙΣΧΥΛΟΣ**

### 935

Σὺ δ’, ὦ θεοῖσιν ἐχθρέ, ποῖ’ ἄττ’ ἐστὶν ἅττ’ ἐποίεις;

**ΕΥΡΙΠΙΔΗΣ**

### 935

Οὐχ ἱππαλεκτρυόνας μὰ Δί’ οὐδὲ τραγελάφους, ἅπερ σύ, ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν· ἀλλ’ ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺς

### 940

οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν, ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλον ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς, χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν· εἶτ’ ἀνέτρεφον μονῳδίαις Κηφισοφῶντα μειγνύς.

### 945

Εἶτ’ οὐκ ἐλήρουν ὅ τι τύχοιμ’ οὐδ’ ἐμπεσὼν ἔφυρον, ἀλλ’ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπ’ ἂν εὐθὺς τοῦ δράματος.

**ΔΙΟΝΥΣΟΣ**

### 947

Κρεῖττον γὰρ ἦν σοι νὴ Δί’ ἢ τὸ σαυτοῦ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 947

Ἔπειτ’ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκ’ ἂν ἀργόν, ἀλλ’ ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον,

### 947

χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν.

**ΑΙΣΧΥΛΟΣ**

### 947

Εἶτα δῆτα οὐκ ἀποθανεῖν σε ταῦτ’ ἐχρῆν τολμῶντα;

**ΕΥΡΙΠΙΔΗΣ**

### 951

Μὰ τὸν Ἀπόλλω· δημοκρατικὸν γὰρ αὔτ’ ἔδρων.

**ΔΙΟΝΥΣΟΣ**

### 952

Τοῦτο μὲν ἔασον, ὦ τᾶν. Οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου.

**ΕΥΡΙΠΙΔΗΣ**

### 952

Ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα—

**ΑΙΣΧΥΛΟΣ**

### 954

Φημὶ κἀγώ.

### 955

Ὡς πρὶν διδάξαι γ’ ὤφελες μέσος διαρραγῆναι.

**ΕΥΡΙΠΙΔΗΣ**

### 955

λεπτῶν τε κανόνων εἰσβολὰς ἐπῶν τε γωνιασμούς, νοεῖν, ὁρᾶν, ξυνιέναι, στρέφειν ἐρᾶν, τεχνάζειν, κάχ’ ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα—

**ΑΙΣΧΥΛΟΣ**

### 958

Φημὶ κἀγώ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 958

οἰκεῖα πράγματ’ εἰσάγων, οἷς χρώμεθ’, οἷς ξύνεσμεν,

### 960

ἐξ ὧν γ’ ἂν ἐξηλεγχόμην· ξυνειδότες γὰρ οὗτοι ἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλ’ οὐκ ἐκομπολάκουν ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδ’ ἐξέπληττον αὐτούς, Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους. Γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς.

### 965

Τουτουμενὶ Φορμίσιος Μεγαίνετός θ’ ὁ Μανῆς, σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται, οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός.

**ΔΙΟΝΥΣΟΣ**

### 965

Θηραμένης; σοφός γ’ ἀνὴρ καὶ δεινὸς εἰς τὰ πάντα, ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ,

### 970

πέπτωκεν ἔξω τῶν κακῶν, οὐ χεῖος, ἀλλὰ Κεῖος.

**ΕΥΡΙΠΙΔΗΣ**

### 970

Τοιαῦτα μέντοὐγὼ φρονεῖν τούτοισιν εἰσηγησάμην, λογισμὸν ἐνθεὶς τῇ τέχνῃ καὶ σκέψιν, ὥστ’ ἤδη νοεῖν

### 975

ἅπαντα καὶ διειδέναι τά τ’ ἄλλα καὶ τὰς οἰκίας οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ κἀνασκοπεῖν· «Πῶς τοῦτ’ ἔχει; Ποῦ μοι τοδί; Τίς τοῦτ’ ἔλαβε;»

**ΔΙΟΝΥΣΟΣ**

### 980

Νὴ τοὺς θεούς, νῦν γοῦν Ἀθη‐ ναίων ἅπας τις εἰσιὼν κέκραγε πρὸς τοὺς οἰκέτας ζητεῖ τε· «Ποῦ ’στιν ἡ χύτρα; Τίς τὴν κεφαλὴν ἀπεδήδοκεν

### 985

τῆς μαινίδος; Τὸ τρύβλιον τὸ περυσινὸν τέθνηκέ μοι; Ποῦ τὸ σκόροδον τὸ χθιζινόν; Τίς τῆς ἐλάας παρέτραγεν;»

### 985

Τέως δ’ ἀβελτερώτατοι

### 990

κεχηνότες μαμμάκυθοι, μελιτίδαι καθῆντο.

**ΧΟΡΟΣ**

### 991

Τάδε μὲν λεύσσεις, φαίδιμ’ Ἀχιλλεῦ· σὺ δὲ τί, φέρε, πρὸς ταῦτα λέξεις; Μόνον ὅπως μή ς’ ὁ θυμὸς ἁρπάσας

### 995

ἐκτὸς οἴσει τῶν ἐλαῶν· δεινὰ γὰρ κατηγόρηκεν. Ἀλλ’ ὅπως, ὦ γεννάδα, μὴ πρὸς ὀργὴν ἀντιλέξεις, ἀλλὰ συστείλας ἄκροισι

### 995

χρώμενος τοῖς ἱστίοις, εἶτα μᾶλλον μᾶλλον ἄξεις καὶ φυλάξεις, ἡνίκ’ ἂν τὸ πνεῦμα λεῖον καὶ καθεστηκὸς λάβῃς.

### 1003

Ἀλλ’ ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ

### 1005

καὶ κοσμήσας τραγικὸν λῆρον, θαρρῶν τὸν κρουνὸν ἀφίει.

**ΑΙΣΧΥΛΟΣ**

### 1005

Θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καί μου τὰ σπλάγχν’ ἀγανακτεῖ, εἰ πρὸς τοῦτον δεῖ μ’ ἀντιλέγειν· ἵνα μὴ φάσκῃ δ’ ἀπορεῖν με, — ἀπόκριναί μοι, τίνος οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποητήν;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1005

Δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεν

### 1010

τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν.

**ΑΙΣΧΥΛΟΣ**

### 1010

Ταῦτ’ οὖν εἰ μὴ πεπόηκας, ἀλλ’ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας, τί παθεῖν φήσεις ἄξιος εἶναι;

**ΔΙΟΝΥΣΟΣ**

### 1012

Τεθνάναι· μὴ τοῦτον ἐρώτα.

**ΑΙΣΧΥΛΟΣ**

### 1012

Σκέψαι τοίνυν οἵους αὐτοὺς παρ’ ἐμοῦ παρεδέξατο πρῶτον, εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας,

### 1015

μηδ’ ἀγοραίους μηδὲ κοβάλους, ὥσπερ νῦν, μηδὲ πανούργους, ἀλλὰ πνέοντας δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείας καὶ πήληκας καὶ κνημῖδας καὶ θυμοὺς ἑπταβοείους.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1015

Καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν· κρανοποιῶν αὖ μ’ ἐπιτρίψει.

**ΔΙΟΝΥΣΟΣ**

### 1015

Καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας;

### 1020

Αἰσχύλε, λέξον, μηδ’ αὐθάδως σεμνυνόμενος χαλέπαινε.

**ΑΙΣΧΥΛΟΣ**

### 1020

Δρᾶμα ποήσας Ἄρεως μεστόν.

**ΔΙΟΝΥΣΟΣ**

### 1021

Ποῖον;

**ΑΙΣΧΥΛΟΣ**

### 1021

Τοὺς Ἕπ τ ’ ἐπὶ Θήβα ς· ὃ θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι.

**ΔΙΟΝΥΣΟΣ**

### 1021

Τουτὶ μέν σοι κακὸν εἴργασται· Θηβαίους γὰρ πεπόηκας ἀνδρειοτέρους εἰς τὸν πόλεμον· καὶ τούτου γ’ οὕνεκα τύπτου.

**ΑΙΣΧΥΛΟΣ**

### 1025

Ἀλλ’ ὑμῖν αὔτ’ ἐξῆν ἀσκεῖν, ἀλλ’ οὐκ ἐπὶ τοῦτ’ ἐτράπεσθε. Εἶτα διδάξας Πέρσας μετὰ τοῦτ’ ἐπιθυμεῖν ἐξεδίδαξα νικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον.

**ΔΙΟΝΥΣΟΣ**

### 1025

Ἐχάρην γοῦν, ἡνίκ’ ἐκώκυσας περὶ Δαρείου τεθνεῶτος, ὁ χορὸς δ’ εὐθὺς τὼ χεῖρ’ ὡδὶ συγκρούσας εἶπεν· «Ἰαυοῖ.»

**ΑΙΣΧΥΛΟΣ**

### 1030

Ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν. Σκέψαι γὰρ ἀπ’ ἀρχῆς ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται. Ὀρφεὺς μὲν γὰρ τελετάς θ’ ἡμῖν κατέδειξε φόνων τ’ ἀπέχεσθαι, Μουσαῖος δ’ ἐξακέσεις τε νόσων καὶ χρησμούς, Ἡσίοδος δὲ

### 1030

γῆς ἐργασίας, καρπῶν ὥρας, ἀρότους· ὁ δὲ θεῖος Ὅμηρος

### 1035

ἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδ’ ὅτι χρήστ’ ἐδίδαξεν, τάξεις, ἀρετάς, ὁπλίσεις ἀνδρῶν;

**ΔΙΟΝΥΣΟΣ**

### 1036

Καὶ μὴν οὐ Παντακλέα γε ἐδίδαξεν ὅμως τὸν σκαιότατον. Πρώην γοῦν, ἡνίκ’ ἔπεμπεν, τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλ’ ἐπιδήσειν.

**ΑΙΣΧΥΛΟΣ**

### 1036

Ἀλλ’ ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἥρως·

### 1040-1041

ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐπόησεν,

### 1041

Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵν’ ἐπαίροιμ’ ἄνδρα πολίτην ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ. Ἀλλ’ οὐ μὰ Δί’ οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας, οὐδ’ οἶδ’ οὐδεὶς ἥντιν’ ἐρῶσαν πώποτ’ ἐποίησα γυναῖκα.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1045

Μὰ Δί’, οὐδὲ γὰρ ἦν τῆς Ἀφροδίτης οὐδέν σοι.

**ΑΙΣΧΥΛΟΣ**

### 1045

Μηδέ γ’ ἐπείη· ἀλλ’ ἐπὶ σοί τοι καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ ’πικαθῆτο, ὥστε γε καὐτόν σε κατ’ οὖν ἔβαλεν.

**ΔΙΟΝΥΣΟΣ**

### 1047

Νὴ τὸν Δία τοῦτό γέ τοι δή. Ἃ γὰρ εἰς τὰς ἀλλοτρίας ἐπόεις, αὐτὸς τούτοισιν ἐπλήγης.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1047

Καὶ τί βλάπτους’, ὦ σχέτλι’ ἀνδρῶν, τὴν πόλιν ἁμαὶ Σθενέβοιαι;

**ΑΙΣΧΥΛΟΣ**

### 1047

Ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας κώνεια πίνειν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1047

Πότερον δ’ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα;

**ΑΙΣΧΥΛΟΣ**

### 1047

Μὰ Δί’, ἀλλ’ ὄντ’· ἀλλ’ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποητήν, καὶ μὴ παράγειν μηδὲ διδάσκειν. Τοῖς μὲν γὰρ παιδαρίοισιν

### 1055

ἐστὶ διδάσκαλος ὅστις φράζει, τοῖσιν δ’ ἡβῶσι ποηταί. Πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1056

Ἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς καὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτ’ ἐστὶ τὸ χρηστὰ διδάσκειν, ὃν χρῆν φράζειν ἀνθρωπείως;

**ΑΙΣΧΥΛΟΣ**

### 1058

Ἀλλ’, ὦ κακόδαιμον, ἀνάγκη μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν.

### 1060

Κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι· καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν. Ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1062

Τί δράσας;

**ΑΙΣΧΥΛΟΣ**

### 1062

Πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκι’ ἀμπισχών, ἵν’ ἐλεινοὶ τοῖς ἀνθρώποις φαίνοιντ’ εἶναι.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1064

Τοῦτ’ οὖν ἔβλαψα τί δράσας;

**ΑΙΣΧΥΛΟΣ**

### 1065

Οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα, ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι.

**ΔΙΟΝΥΣΟΣ**

### 1065

Νὴ τὴν Δήμητρα χιτῶνά γ’ ἔχων οὔλων ἐρίων ὑπένερθεν. Κἂν ταῦτα λέγων ἐξαπατήσῃ, περὶ τοὺς ἰχθῦς ἀνέκυψεν.

**ΑΙΣΧΥΛΟΣ**

### 1065

Εἶτ’ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας,

### 1070

ἣ ’ξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν ἀνταγορεύειν τοῖς ἄρχουσιν. Καίτοι τότε γ’, ἡνίκ’ ἐγὼ ’ζων, οὐκ ἠπίσταντ’ ἀλλ’ ἢ μᾶζαν καλέσαι καὶ «Ῥυππαπαῖ» εἰπεῖν.

**ΔΙΟΝΥΣΟΣ**

### 1070

Νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γ’ εἰς τὸ στόμα τῷ θαλάμακι,

### 1075

καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι·

### 1075

νῦν δ’ ἀντιλέγει κοὐκέτ’ ἐλαύνει· πλεῖ δευρὶ καὖθις ἐκεῖσε.

**ΑΙΣΧΥΛΟΣ**

### 1075

Ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστ’;

### 1078-1079

Οὐ προαγωγοὺς κατέδειξ’ οὗτος,

### 1080

καὶ τικτούσας ἐν τοῖς ἱεροῖς, καὶ μειγνυμένας τοῖσιν ἀδελφοῖς, καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν; Κᾆτ’ ἐκ τούτων ἡ πόλις ἡμῶν ὑπογραμματέων ἀνεμεστώθη

### 1085

καὶ βωμολόχων δημοπιθήκων ἐξαπατώντων τὸν δῆμον ἀεί, λαμπάδα δ’ οὐδεὶς οἷός τε φέρειν ὑπ’ ἀγυμνασίας ἔτι νυνί.

**ΔΙΟΝΥΣΟΣ**

### 1085

Μὰ Δί’ οὐ δῆθ’, ὥστε γ’ ἀφαυάνθην

### 1090

Παναθηναίοισι γελῶν, ὅτε δὴ βραδὺς ἄνθρωπός τις ἔθει κύψας λευκός, πίων, ὑπολειπόμενος καὶ δεινὰ ποιῶν· κᾆθ’ οἱ Κεραμῆς ἐν ταῖσι πύλαις παίους’ αὐτοῦ

### 1095

γαστέρα, πλευράς, λαγόνας, πυγήν, ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις ὑποπερδόμενος φυσῶν τὴν λαμπάδ’ ἔφευγεν.

**ΧΟΡΟΣ**

### 1098

Μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται.

### 1098

Χαλεπὸν οὖν ἔργον διαιρεῖν, ὅταν ὁ μὲν τείνῃ βιαίως, ὁ δ’ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς. Ἀλλὰ μὴ ’ν ταὐτῷ κάθησθον· εἰσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων.

### 1105

Ὅ τι περ οὖν ἔχετον ἐρίζειν, λέγετον, ἔπιτον, ἀνὰ 〈δὲ〉 δέρετον τά τε παλαιὰ καὶ τὰ καινά, κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν

### 1108

Εἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇ

### 1110

τοῖς θεωμένοισιν, ὡς τὰ λεπτὰ μὴ γνῶναι λεγόντοιν, μηδὲν ὀρρωδεῖτε τοῦθ’· ὡς οὐκέθ’ οὕτω ταῦτ’ ἔχει. Ἐστρατευμένοι γάρ εἰσι, βιβλίον τ’ ἔχων ἕκαστος μανθάνει τὰ δεξιά·

### 1115

αἱ φύσεις τ’ ἄλλως κράτισται, νῦν δὲ καὶ παρηκόνηνται. Μηδὲν οὖν δείσητον, ἀλλὰ πάντ’ ἐπέξιτον, θεατῶν γ’ οὕνεχ’, ὡς ὄντων σοφῶν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1118

Καὶ μὴν ἐπ’ αὐτοὺς τοὺς προλόγους σοι τρέψομαι,

### 1120

ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέρος πρώτιστον αὐτοῦ βασανιῶ τοῦ δεξιοῦ. Ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων.

**ΔΙΟΝΥΣΟΣ**

### 1120

Καὶ ποῖον αὐτοῦ βασανιεῖς;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1123

Πολλοὺς πάνυ. Πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε.

**ΔΙΟΝΥΣΟΣ**

### 1125

Ἄγε δὴ σιώπα πᾶς ἀνήρ. Λέγ’, Αἰσχύλε.

**ΑΙΣΧΥΛΟΣ**

### 1125

«Ἑρμῆ χθόνιε, πατρῷ’ ἐποπτεύων κράτη σωτὴρ γενοῦ μοι σύμμαχός τ’ αἰτουμένῳ. Ἥκω γὰρ εἰς γῆν τήνδε καὶ κατέρχομαι» —

**ΔΙΟΝΥΣΟΣ**

### 1125

Τούτων ἔχεις ψέγειν τι;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1129

Πλεῖν ἢ δώδεκα.

**ΔΙΟΝΥΣΟΣ**

### 1130

Ἀλλ’ οὐδὲ πάντα ταῦτά γ’ ἔστ’ ἀλλ’ ἢ τρία.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1130

Ἔχει δ’ ἕκαστον εἴκοσίν γ’ ἁμαρτίας.

**ΔΙΟΝΥΣΟΣ**

### 1130

Αἰσχύλε, παραινῶ σοι σιωπᾶν· εἰ δὲ μή, πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ.

**ΑΙΣΧΥΛΟΣ**

### 1130

Ἐγὼ σιωπῶ τῷδ’;

**ΔΙΟΝΥΣΟΣ**

### 1134

Ἐὰν πείθῃ γ’ ἐμοί.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1135

Εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιον ὅσον.

**ΑΙΣΧΥΛΟΣ**

### 1135

Ὁρᾷς ὅτι ληρεῖς.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1136

Ἀλλ’ ὀλίγον γέ μοι μέλει.

**ΑΙΣΧΥΛΟΣ**

### 1136

Πῶς φῄς μ’ ἁμαρτεῖν;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1137

Αὖθις ἐξ ἀρχῆς λέγε.

**ΑΙΣΧΥΛΟΣ**

### 1137

«Ἑρμῆ χθόνιε, πατρῷ’ ἐποπτεύων κράτη.»

**ΕΥΡΙΠΙΔΗΣ**

### 1137

Οὔκουν Ὀρέστης τοῦτ’ ἐπὶ τῷ τύμβῳ λέγει

### 1140

τῷ τοῦ πατρὸς τεθνεῶτος;

**ΑΙΣΧΥΛΟΣ**

### 1140

Οὐκ ἄλλως λέγω.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1140

Πότερ’ οὖν τὸν Ἑρμῆν, ὡς ὁ πατὴρ ἀπώλετο αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς δόλοις λαθραίοις, ταῦτ’ ἐποπτεύειν ἔφη;

**ΑΙΣΧΥΛΟΣ**

### 1140

Οὐ δῆτ’ ἐκεῖνον, ἀλλὰ τὸν Ἐριούνιον

### 1145

Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1145

Ἔτι μεῖζον ἐξήμαρτες ἢ ’γὼ ’βουλόμην· εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας—

**ΔΙΟΝΥΣΟΣ**

### 1145

οὕτω γ’ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος.

**ΑΙΣΧΥΛΟΣ**

### 1145

Διόνυσε, πίνεις οἶνον οὐκ ἀνθοσμίαν.

**ΔΙΟΝΥΣΟΣ**

### 1145

Λέγ’ ἕτερον αὐτῷ· σὺ δ’ ἐπιτήρει τὸ βλάβος.

**ΑΙΣΧΥΛΟΣ**

### 1145

«Σωτὴρ γενοῦ μοι σύμμαχός τ’ αἰτουμένῳ.

### 1145

Ἥκω γὰρ εἰς γῆν τήνδε καὶ κατέρχομαι» —

**ΕΥΡΙΠΙΔΗΣ**

### 1145

Δὶς ταὐτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος.

**ΔΙΟΝΥΣΟΣ**

### 1155

Πῶς δίς;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1155

Σκόπει τὸ ῥῆμ’· ἐγὼ δέ σοι φράσω. «Ἥκω γὰρ εἰς γῆν,» φησί, «καὶ κατέρχομαι»· ἥκειν δὲ ταὐτόν ἐστι τῷ κατέρχομα ι.

**ΔΙΟΝΥΣΟΣ**

### 1155

Νὴ τὸν Δί’, ὥσπερ γ’ εἴ τις εἴποι γείτονι· «Χρῆσον σὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον.»

**ΑΙΣΧΥΛΟΣ**

### 1160

Οὐ δῆτα τοῦτό γ’, ὦ κατεστωμυλμένε ἄνθρωπε, ταὔτ’ ἔστ’, ἀλλ’ ἄριστ’ ἐπῶν ἔχον.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1160

Πῶς δή; Δίδαξον γάρ με καθ’ ὅτι δὴ λέγεις.

**ΑΙΣΧΥΛΟΣ**

### 1160

Ἐλθεῖν μὲν εἰς γῆν ἔσθ’ ὅτῳ μετῇ πάτρας· χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν·

### 1165

φεύγων δ’ ἀνὴρ ἥκει τε καὶ κατέρχετα ι.

**ΔΙΟΝΥΣΟΣ**

### 1165

Εὖ νὴ τὸν Ἀπόλλω. Τί σὺ λέγεις, Εὐριπίδη;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1165

Οὔ φημι τὸν Ὀρέστην κατελθεῖν οἴκαδε· λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους.

**ΔΙΟΝΥΣΟΣ**

### 1165

Εὖ νὴ τὸν Ἑρμῆν· ὅ τι λέγεις δ’ οὐ μανθάνω.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1170

Πέραινε τοίνυν ἕτερον.

**ΔΙΟΝΥΣΟΣ**

### 1170

Ἴθι πέραινε σύ, Αἰσχύλ’, ἁνύσας· σὺ δ’ εἰς τὸ κακὸν ἀπόβλεπε.

**ΑΙΣΧΥΛΟΣ**

### 1170

«Τύμβου δ’ ἐπ’ ὄχθῳ τῷδε κηρύσσω πατρὶ κλύειν, ἀκοῦσαι» —

**ΕΥΡΙΠΙΔΗΣ**

### 1173

Τοῦθ’ ἕτερον αὖθις λέγει, κλύει ν , ἀκοῦσα ι, ταὐτὸν ὂν σαφέστατα.

**ΑΙΣΧΥΛΟΣ**

### 1175

Τεθνηκόσιν γὰρ ἔλεγεν, ὦ μόχθηρε σύ, οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα. Σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1177

Ἐγὼ φράσω. Κἄν που δὶς εἴπω ταὐτόν, ἢ στοιβὴν ἴδῃς ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον.

**ΔΙΟΝΥΣΟΣ**

### 1180

Ἴθι δὴ λέγ’· οὐ γὰρ μοὐστὶν ἀλλ’ ἀκουστέα τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1180

«Ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ,» —

**ΑΙΣΧΥΛΟΣ**

### 1180

Μὰ τὸν Δί’ οὐ δῆτ’, ἀλλὰ κακοδαίμων φύσει. Ὅντινά γε, πρὶν φῦναι μέν, Ἁπόλλων ἔφη

### 1185

ἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι, πῶς οὗτος ἦν τὸ πρῶτον εὐτυχὴς ἀνήρ;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1185

«εἶτ’ ἐγένετ’ αὖθις ἀθλιώτατος βροτῶν.»

**ΑΙΣΧΥΛΟΣ**

### 1185

Μὰ τὸν Δί’ οὐ δῆτ’, οὐ μὲν οὖν ἐπαύσατο. Πῶς γάρ; Ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον

### 1190

χειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ, ἵνα μὴ ’κτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς· εἶθ’ ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε· ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα·

### 1195

εἶτ’ ἐξετύφλωσεν αὑτόν.

**ΔΙΟΝΥΣΟΣ**

### 1195

Εὐδαίμων ἄρ’ ἦν, εἰ κἀστρατήγησέν γε μετ’ Ἐρασινίδου.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1195

Ληρεῖς· ἐγὼ δὲ τοὺς προλόγους καλῶς ποιῶ.

**ΑΙΣΧΥΛΟΣ**

### 1195

Καὶ μὴν μὰ τὸν Δί’ οὐ κατ’ ἔπος γέ σου κνίσω τὸ ῥῆμ’ ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖς

### 1195

ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1195

Ἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς;

**ΑΙΣΧΥΛΟΣ**

### 1201

Ἑνὸς μόνου.

### 1201

Ποεῖς γὰρ οὕτως ὥστ’ ἐναρμόζειν ἅπαν, καὶ κῳδάριον καὶ ληκύθιον καὶ θυλάκιον, ἐν τοῖς ἰαμβείοισι. Δείξω δ’ αὐτίκα.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1205

Ἰδού, σὺ δείξεις;

**ΑΙΣΧΥΛΟΣ**

### 1205

Φημί.

**ΔΙΟΝΥΣΟΣ**

### 1205

Καὶ δὴ χρὴ λέγειν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1205

«Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος, ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ Ἄργος κατασχών» —

**ΑΙΣΧΥΛΟΣ**

### 1208

ληκύθιον ἀπώλεσεν.

**ΔΙΟΝΥΣΟΣ**

### 1208

Τουτὶ τί ἦν τὸ ληκύθιον; Οὐ κλαύσεται;

### 1210

Λέγ’ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1210

«Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς καθαπτὸς ἐν πεύκῃσι Παρνασσὸν κάτα πηδᾷ χορεύων» —

**ΑΙΣΧΥΛΟΣ**

### 1213

ληκύθιον ἀπώλεσεν.

**ΔΙΟΝΥΣΟΣ**

### 1213

Οἴμοι πεπλήγμεθ’ αὖθις ὑπὸ τῆς ληκύθου.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1215

Ἀλλ’ οὐδὲν ἔσται πρᾶγμα· πρὸς γὰρ τουτονὶ τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον. «Οὐκ ἔστιν ὅστις πάντ’ ἀνὴρ εὐδαιμονεῖ· ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον, ἢ δυσγενὴς ὤν» —

**ΑΙΣΧΥΛΟΣ**

### 1219

ληκύθιον ἀπώλεσεν.

**ΔΙΟΝΥΣΟΣ**

### 1220

Εὐριπίδη, —

**ΕΥΡΙΠΙΔΗΣ**

### 1220

Τί ἐστιν;

**ΔΙΟΝΥΣΟΣ**

### 1220

Ὑφέσθαι μοι δοκεῖ. Τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1220

Οὐδ’ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε· νυνὶ γὰρ αὐτοῦ τοῦτό γ’ ἐκκεκόψεται.

**ΔΙΟΝΥΣΟΣ**

### 1220

Ἴθι δὴ λέγ’ ἕτερον κἀπέχου τῆς ληκύθου.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1225

«Σιδώνιόν ποτ’ ἄστυ Κάδμος ἐκλιπὼν Ἀγήνορος παῖς» —

**ΑΙΣΧΥΛΟΣ**

### 1226

ληκύθιον ἀπώλεσεν.

**ΔΙΟΝΥΣΟΣ**

### 1226

Ὦ δαιμόνι’ ἀνδρῶν, ἀποπρίω τὴν λήκυθον, ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1228

Τὸ τί; Ἐγὼ πρίωμαι τῷδ’;

**ΔΙΟΝΥΣΟΣ**

### 1229

Ἐὰν πείθῃ γ’ ἐμοί.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1230

Οὐ δῆτ’, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν ἵν’ οὗτος οὐχ ἕξει προσάψαι λήκυθον. «Πέλοψ ὁ Ταντάλειος εἰς Πῖσαν μολὼν θοαῖσιν ἵπποις» —

**ΑΙΣΧΥΛΟΣ**

### 1233

ληκύθιον ἀπώλεσεν.

**ΔΙΟΝΥΣΟΣ**

### 1233

Ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον.

### 1235

Ἀλλ’, ὦγάθ’, ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ· λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1235

Μὰ τὸν Δί’ οὔπω γ’· ἔτι γὰρ εἰσί μοι συχνοί. «Οἰνεύς ποτ’ ἐκ γῆς» —

**ΑΙΣΧΥΛΟΣ**

### 1238

ληκύθιον ἀπώλεσεν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1238

Ἔασον εἰπεῖν πρῶθ’ ὅλον με τὸν στίχον.

### 1240

«Οἰνεύς ποτ’ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν θύων ἀπαρχάς» —

**ΑΙΣΧΥΛΟΣ**

### 1241

ληκύθιον ἀπώλεσεν.

**ΔΙΟΝΥΣΟΣ**

### 1241

Μεταξὺ θύων; Καὶ τίς αὔθ’ ὑφείλετο;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1241

Ἔασον, ὦ τᾶν· πρὸς τοδὶ γὰρ εἰπάτω. «Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο» —

**ΔΙΟΝΥΣΟΣ**

### 1245

Ἀπολεῖς· ἐρεῖ γὰρ «ληκύθιον ἀπώλεσεν.» Τὸ ληκύθιον γὰρ τοῦτ’ ἐπὶ τοῖς προλόγοισί σου ὥσπερ τὰ σῦκ’ ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ. Ἀλλ’ εἰς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1245

Καὶ μὴν ἔχω γ’ οἷς αὐτὸν ἀποδείξω κακὸν

### 1245

μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτ’ ἀεί.

**ΧΟΡΟΣ**

### 1245

Τί ποτε πρᾶγμα γενήσεται; Φροντίζειν γὰρ ἔγωγ’ ἔχω, τίν’ ἄρα μέμψιν ἐποίσει ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ

### 1255

καὶ κάλλιστα μέλη ποή‐ σαντι τῶν μέχρι νυνί. [Θαυμάζω γὰρ ἔγωγ’ ὅπῃ μέμψεταί ποτε τοῦτον τὸν Βακχεῖον ἄνακτα,

### 1260

καὶ δέδοιχ’ ὑπὲρ αὐτοῦ.]

**ΕΥΡΙΠΙΔΗΣ**

### 1260

Πάνυ γε μέλη θαυμαστά· δείξει δὴ τάχα. Εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ.

**ΔΙΟΝΥΣΟΣ**

### 1260

Καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1260

Φθιῶτ’ Ἀχιλλεῦ, τί ποτ’ ἀνδροδάικτον ἀκούων

### 1265

ἰὴ κόπον οὐ πελάθεις ἐπ’ ἀρωγάν; Ἑρμᾶν μὲν πρόγονον τίομεν γένος οἱ περὶ λίμναν. Ἰὴ κόπον οὐ πελάθεις ἐπ’ ἀρωγάν;

**ΔΙΟΝΥΣΟΣ**

### 1265

Δύο σοι κόπω, Αἰσχύλε, τούτω.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1269-1270

Κύδιστ’ Ἀχαιῶν, Ἀτρέως πολυκοίρανε μάνθανέ μου παῖ.

### 1271

Ἰὴ κόπον οὐ πελάθεις ἐπ’ ἀρωγάν;

**ΔΙΟΝΥΣΟΣ**

### 1271

Τρίτος, Αἰσχύλε, σοι κόπος οὗτος.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1273-1274

Εὐφαμεῖτε. Μελισσονόμοι δόμον Ἀρτέμιδος πέλας οἴγειν.

### 1275

Ἰὴ κόπον οὐ πελάθεις ἐπ’ ἀρωγάν; Κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν. Ἰὴ κόπον οὐ πελάθεις ἐπ’ ἀρωγάν;

**ΔΙΟΝΥΣΟΣ**

### 1275

Ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν κόπων ὅσον. Ἐγὼ μὲν οὖν εἰς τὸ βαλανεῖον βούλομαι·

### 1280

ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1280

Μή, πρίν γ’ ἀκούσῃς χἀτέραν στάσιν μελῶν ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην.

**ΔΙΟΝΥΣΟΣ**

### 1280

Ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1284-1285

Ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας,

### 1286

τοφλαττοθρατ τοφλαττοθρατ, Σφίγγα, δυσαμεριᾶν πρύτανιν κύνα, πέμπει, τοφλαττοθρατ τοφλαττοθρατ,

### 1286

ξὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις,

### 1290

τοφλαττοθρατ τοφλαττοθρατ, κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις, τοφλαττοθρατ τοφλαττοθρατ,

### 1293-1294

τὸ συγκλινές τ’ ἐπ’ Αἴαντι,

### 1295

τοφλαττοθρατ τοφλαττοθρατ.

**ΔΙΟΝΥΣΟΣ**

### 1295

Τί τὸ φλαττοθρατ τοῦτ’ ἐστίν; Ἐκ Μαραθῶνος ἢ πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη;

**ΑΙΣΧΥΛΟΣ**

### 1295

Ἀλλ’ οὖν ἐγὼ μὲν εἰς τὸ καλὸν ἐκ τοῦ καλοῦ ἤνεγκον αὔθ’, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ

### 1295

λειμῶνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων· οὗτος δ’ ἀπὸ πάντων μὲν φέρει, πορνῳδιῶν, σκολίων Μελήτου, Καρικῶν αὐλημάτων, θρήνων, χορειῶν. Τάχα δὲ δηλωθήσεται. Ἐνεγκάτω τις τὸ λύριον. Καίτοι τί δεῖ

### 1305

λύρας ἐπὶ τοῦτον; Ποῦ ’στιν ἡ τοῖς ὀστράκοις αὕτη κροτοῦσα; Δεῦρο, Μοῦς’ Εὐριπίδου, πρὸς ἥνπερ ἐπιτήδεια τάδ’ ἔστ’ ᾄδειν μέλη.

**ΔΙΟΝΥΣΟΣ**

### 1305

Αὕτη ποθ’ ἡ Μοῦς’ οὐκ ἐλεσβίαζεν, οὔ.

**ΑΙΣΧΥΛΟΣ**

### 1305

Ἀλκυόνες, αἳ παρ’ ἀενάοις θαλάσσης

### 1310

κύμασι στωμύλλετε, τέγγουσαι νοτίοις πτερῶν ῥανίσι χρόα δροσιζόμεναι· αἵ θ’ ὑπωρόφιοι κατὰ γωνίας

### 1310

εἰειειειειειλίσσετε δακτύλοις φάλαγγες

### 1315

ἱστότονα πηνίσματα, κερκίδος ἀοιδοῦ μελέτας, ἵν’ ὁ φίλαυλος ἔπαλλε δελ‐ φὶς πρῴραις κυανεμβόλοις μαντεῖα καὶ σταδίους.

### 1320

Οἰνάνθας γάνος ἀμπέλου, βότρυος ἕλικα παυσίπονον. περίβαλλ’, ὦ τέκνον, ὠλένας. Ὁρᾷς τὸν πόδα τοῦτον;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1323

Ὁρῶ.

**ΑΙΣΧΥΛΟΣ**

### 1323

Τί δέ; Τοῦτον ὁρᾷς;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1324

Ὁρῶ.

**ΑΙΣΧΥΛΟΣ**

### 1325

Τοιαυτὶ μέντοι σὺ ποιῶν τολμᾷς τἀμὰ μέλη ψέγειν, ἀνὰ τὸ δωδεκαμήχανον Κυρήνης μελοποιῶν; Τὰ μὲν μέλη σου ταῦτα· βούλομαι δ’ ἔτι

### 1330

τὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον. Ὦ Νυκτὸς κελαινοφαὴς

### 1331-1332

ὄρφνα, τίνα μοι δύστανον ὄνει‐

### 1332

ρον πέμπεις ἐξ ἀφανοῦς Ἀίδα προμολῶν, ψυχὰν ἄψυχον ἔχοντα, μελαίνας

### 1335

Νυκτὸς παῖδα, φρικώδη δεινὰν ὄ‐ ψιν, μελανονεκυείμονα, φόνια φόνια

### 1335

δερκόμενον, μεγάλους ὄνυχας ἔχοντα; Ἀλλά μοι, ἀμφίπολοι, λύχνον ἅψατε κάλπισί τ’ ἐκ ποταμῶν δρόσον ἄρατε, θέρμετε δ’ ὕδωρ,

### 1340

ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω. Ἰὼ πόντιε δαῖμον,

### 1341-1342

τοῦτ’ ἐκεῖν’· ἰὼ ξύνοικοι,

### 1342

τάδε τέρα θεάσασθε. Τὸν ἀλεκτρυόνα μου ξυναρπάσασα

### 1343

φρούδη Γλύκη. Νύμφαι ὀρεσσίγονοι,

### 1345

ὦ Μανία, ξύλλαβε. Ἐγὼ δ’ ἁ τάλαινα

### 1346

προσέχους’ ἔτυχον ἐμαυτῆς ἔργοισι, λίνου μεστὸν ἄτρακτον εἰειειλίσσουσα χεροῖν κλωστῆρα ποιοῦς’, ὅπως

### 1346

κνεφαῖος εἰς ἀγορὰν φέρους’ ἀποδοίμαν. Ὁ δ’ ἀνέπτατ’ ἀνέπτατ’ ἐξ αἰθέρα

### 1352

κουφοτάταις πτερύγων ἀκμαῖς, ἐμοὶ δ’ ἄχε’ ἄχεα κατέλιπε, δάκρυα δάκρυά τ’ ἀπ’ ὀμμάτων

### 1355

ἔβαλον ἔβαλον ἁ τλάμων. Ἀλλ’, ὦ Κρῆτες, Ἴδας τέκνα, τὰ τόξα 〈τε〉 λαβόντες ἐπαμύνατε, τὰ κῶλά τ’ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν.

### 1355

Ἅμα δὲ Δίκτυννα παῖς, Ἄρτεμις καλά,

### 1360

τὰς κυνίσκας ἔχους’ ἐλθέτω διὰ δόμων πανταχῇ. Σὺ δ’, ὦ Διός, διπύρους ἀνέχου‐ σα λαμπάδας ὀξυτάτας χεροῖν,

### 1362

Ἑκάτα, παράφηνον εἰς Γλύκης, ὅπως ἂν εἰσελθοῦσα φωράσω.

**ΔΙΟΝΥΣΟΣ**

### 1362

Παύσασθον ἤδη τῶν μελῶν.

**ΑΙΣΧΥΛΟΣ**

### 1364

Κἄμοιγ’ ἅλις.

### 1365

Ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι, ὅπερ ἐξελέγξει τὴν πόησιν νῷν μόνον· τὸ γὰρ βάρος νὼ βασανιεῖ τῶν ῥημάτων.

**ΔΙΟΝΥΣΟΣ**

### 1365

Ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό με, ἀνδρῶν ποητῶν τυροπωλῆσαι τέχνην.

**ΧΟΡΟΣ**

### 1370

Ἐπίπονοί γ’ οἱ δεξιοί. Τόδε γὰρ ἕτερον αὖ τέρας νεοχμόν, ἀτοπίας πλέων, ὃ τίς ἂν ἐπενόησεν ἄλλος; Μὰ τόν, ἐγὼ μὲν οὐκ ἂν εἴ τις

### 1375

ἔλεγέ μοι τῶν ἐπιτυχόντων, ἐπιθόμην, ἀλλ’ ᾠόμην ἂν αὐτὸν αὐτὰ ληρεῖν.

**ΔΙΟΝΥΣΟΣ**

### 1375

Ἴθι δὴ παρίστασθον παρὰ τὼ πλάστιγγ’.

**ΑΙΣΧΥΛΟΣ ΚΑΙ ΕΥΡΙΠΙΔΗΣ**

### 1378

Ἰδού.

**ΔΙΟΝΥΣΟΣ**

### 1378

Καὶ λαβομένω τὸ ῥῆμ’ ἑκάτερος εἴπατον,

### 1380

καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῷν κοκκύσω.

**ΑΙΣΧΥΛΟΣ ΚΑΙ ΕΥΡΙΠΙΔΗΣ**

### 1380

Ἐχόμεθα.

**ΔΙΟΝΥΣΟΣ**

### 1381

Τοὔπος νυν λέγετον εἰς τὸν σταθμόν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1381

«Εἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος.»

**ΑΙΣΧΥΛΟΣ**

### 1381

«Σπερχειὲ ποταμὲ βούνομοί τ’ ἐπιστροφαί.»

**ΔΙΟΝΥΣΟΣ**

### 1381

Κόκκυ.

**ΑΙΣΧΥΛΟΣ ΚΑΙ ΕΥΡΙΠΙΔΗΣ**

### 1384

Μεθεῖται.

**ΔΙΟΝΥΣΟΣ**

### 1384

Καὶ πολύ γε κατωτέρω

### 1385

χωρεῖ τὸ τοῦδε.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1385

Καὶ τί ποτ’ ἐστὶ ταἴτιον;

**ΔΙΟΝΥΣΟΣ**

### 1385

Ὅ τι; εἰσέθηκε ποταμόν, ἐριοπωλικῶς ὑγρὸν ποήσας τοὔπος ὥσπερ τἄρια, σὺ δ’ εἰσέθηκας τοὔπος ἐπτερωμένον.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1385

Ἀλλ’ ἕτερον εἰπάτω τι κἀντιστησάτω.

**ΔΙΟΝΥΣΟΣ**

### 1390

Λάβεσθε τοίνυν αὖθις.

**ΑΙΣΧΥΛΟΣ ΚΑΙ ΕΥΡΙΠΙΔΗΣ**

### 1390

Ἢν ἰδού.

**ΔΙΟΝΥΣΟΣ**

### 1390

Λέγε.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1390

«Οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν Λόγος.»

**ΑΙΣΧΥΛΟΣ**

### 1390

«Μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ.»

**ΔΙΟΝΥΣΟΣ**

### 1390

Μέθετε.

**ΑΙΣΧΥΛΟΣ ΚΑΙ ΕΥΡΙΠΙΔΗΣ**

### 1393

Μεθεῖται.

**ΔΙΟΝΥΣΟΣ**

### 1393

Καὶ τὸ τοῦδέ γ’ αὖ ῥέπει· θάνατον γὰρ εἰσέθηκε, βαρύτατον κακόν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1395

Ἐγὼ δὲ πειθώ γ’, ἔπος ἄριστ’ εἰρημένον.

**ΔΙΟΝΥΣΟΣ**

### 1395

Πειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον. Ἀλλ’ ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων, ὅ τι σοι καθέλξει, καρτερόν τι καὶ μέγα.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1395

Φέρε ποῦ τοιοῦτον δῆτα μοὐστί; ποῦ;

**ΔΙΟΝΥΣΟΣ**

### 1399

Φράσω·

### 1399

«Βέβληκ’ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα.» Λέγοιτ’ ἄν, ὡς αὕτη ’στὶ λοιπὴ σφῷν στάσις.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1399

«Σιδηροβριθές τ’ ἔλαβε δεξιᾷ ξύλον.»

**ΑΙΣΧΥΛΟΣ**

### 1399

«Ἐφ’ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρός.»

**ΔΙΟΝΥΣΟΣ**

### 1399

Ἐξηπάτηκεν αὖ σε καὶ νῦν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1404

Τῷ τρόπῳ;

**ΔΙΟΝΥΣΟΣ**

### 1405

Δύ’ ἅρματ’ εἰσέθηκε καὶ νεκρὼ δύο, οὓς οὐκ ἂν ἄραιντ’ οὐδ’ ἑκατὸν Αἰγύπτιοι.

**ΑΙΣΧΥΛΟΣ**

### 1405

Καὶ μηκέτ’ ἔμοιγε κατ’ ἔπος, ἀλλ’ εἰς τὸν σταθμὸν αὐτός, τὰ παιδί’, ἡ γυνή, Κηφισοφῶν, ἐμβὰς καθήσθω, ξυλλαβὼν τὰ βιβλία·

### 1410

ἐγὼ δὲ δύ’ ἔπη τῶν ἐμῶν ἐρῶ μόνον—

**ΔΙΟΝΥΣΟΣ**

### 1410

Ἅνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ. Οὐ γὰρ δι’ ἔχθρας οὐδετέρῳ γενήσομαι· τὸν μὲν γὰρ ἡγοῦμαι σοφόν, τῷ δ’ ἥδομαι.

**ΠΛΟΥΤΩΝ**

### 1414

Οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα;

**ΔΙΟΝΥΣΟΣ**

### 1415

Ἐὰν δὲ κρίνω τὸν ἕτερον;

**ΠΛΟΥΤΩΝ**

### 1415

Λαβὼν ἄπει ὁπότερον ἂν κρίνῃς, ἵν’ ἔλθῃς μὴ μάτην.

**ΔΙΟΝΥΣΟΣ**

### 1415

Εὐδαιμονοίης. Φέρε, πύθεσθέ μου ταδί. Ἐγὼ κατῆλθον ἐπὶ ποητήν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1418

Τοῦ χάριν;

**ΔΙΟΝΥΣΟΣ**

### 1418

Ἵν’ ἡ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ.

### 1420

Ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσειν μέλλῃ τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ. Πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίν’ ἔχετον γνώμην ἑκάτερος; Ἡ πόλις γὰρ δυστοκεῖ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1420

Ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην;

**ΔΙΟΝΥΣΟΣ**

### 1424

Τίνα;

### 1425

Ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δ’ ἔχειν. Ἀλλ’ ὅ τι νοεῖτον εἴπατον τούτου πέρι.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1425

Μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν βραδὺς φανεῖται, μεγάλα δὲ βλάπτειν ταχύς, καὶ πόριμον αὑτῷ, τῇ πόλει δ’ ἀμήχανον.

**ΔΙΟΝΥΣΟΣ**

### 1430

Εὖ γ’, ὦ Πόσειδον. Σὺ δὲ τίνα γνώμην ἔχεις;

**ΑΙΣΧΥΛΟΣ**

### 1431a

[Οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν.]

### 1431b

Μάλιστα μὲν λέοντα μὴ ’ν πόλει τρέφειν·

### 1432

ἢν δ’ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.

**ΔΙΟΝΥΣΟΣ**

### 1432

Νὴ τὸν Δία τὸν σωτῆρα, δυσκρίτως γ’ ἔχω· ὁ μὲν σοφῶς γὰρ εἶπεν, ὁ δ’ ἕτερος σαφῶς.

### 1435

Ἀλλ’ ἔτι μίαν γνώμην ἑκάτερος εἴπατον περὶ τῆς πόλεως ἥντιν’ ἔχετον σωτηρίαν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1435

Εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ, αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα—

**ΔΙΟΝΥΣΟΣ**

### 1435

γέλοιον ἂν φαίνοιτο. Νοῦν δ’ ἔχει τίνα;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1440

εἰ ναυμαχοῖεν, κᾆτ’ ἔχοντες ὀξίδας ῥαίνοιεν εἰς τὰ βλέφαρα τῶν ἐναντίων. Ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν.

**ΔΙΟΝΥΣΟΣ**

### 1442

Λέγε.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1442

Ὅταν τὰ νῦν ἄπιστα πίσθ’ ἡγώμεθα, τὰ δ’ ὄντα πίστ’ ἄπιστα—

**ΔΙΟΝΥΣΟΣ**

### 1444

Πῶς; Οὐ μανθάνω.

### 1445

Ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1445

Εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν, τούτοις ἀπιστήσαιμεν, οἷς δ’ οὐ χρώμεθα, τούτοισι χρησαίμεσθα, σωθείημεν ἄν. Εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς

### 1445

τἀναντί’ 〈ἂν〉 πράττοντες οὐ σῳζοίμεθ’ ἄν;

**ΔΙΟΝΥΣΟΣ**

### 1445

Εὖ γ’, ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις. Ταυτὶ πότερ’ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1445

Ἐγὼ μόνος· τὰς δ’ ὀξίδας Κηφισοφῶν.

**ΔΙΟΝΥΣΟΣ**

### 1445

Τί δαὶ σύ; Τί λέγεις;

**ΑΙΣΧΥΛΟΣ**

### 1454

Τὴν πόλιν νῦν μοι φράσον

### 1455

πρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς;

**ΔΙΟΝΥΣΟΣ**

### 1455

Πόθεν; Μισεῖ κάκιστα, τοῖς πονηροῖς δ’ ἥδεται.

**ΑΙΣΧΥΛΟΣ**

### 1455

Οὐ δῆτ’ ἐκείνη γ’, ἀλλὰ χρῆται πρὸς βίαν. Πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν, ᾗ μήτε χλαῖνα μήτε σισύρα ξυμφέρει;

**ΔΙΟΝΥΣΟΣ**

### 1460

Εὕρισκε νὴ Δί’, εἴπερ ἀναδύσει πάλιν.

**ΑΙΣΧΥΛΟΣ**

### 1460

Ἐκεῖ φράσαιμ’ ἄν, ἐνθαδὶ δ’ οὐ βούλομαι.

**ΔΙΟΝΥΣΟΣ**

### 1460

Μὴ δῆτα σύ γ’, ἀλλ’ ἐνθένδ’ ἀνίει τἀγαθά.

**ΑΙΣΧΥΛΟΣ**

### 1460

Τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων,

### 1465

πόρον δὲ τὰς ναῦς, ἀπορίαν δὲ τὸν πόρον.

**ΔΙΟΝΥΣΟΣ**

### 1465

Εὖ, πλήν γ’ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος.

**ΠΛΟΥΤΩΝ**

### 1465

Κρίνοις ἄν.

**ΔΙΟΝΥΣΟΣ**

### 1467

Αὕτη σφῷν κρίσις γενήσεται. Αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1467

Μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας

### 1470

ἦ μὴν ἀπάξειν μ’ οἴκαδ’, αἱροῦ τοὺς φίλους.

**ΔΙΟΝΥΣΟΣ**

### 1470

Ἡ γλῶττ’ ὀμώμοκ’, Αἰσχύλον δ’ αἱρήσομαι.

**ΕΥΡΙΠΙΔΗΣ**

### 1470

Τί δέδρακας, ὦ μιαρώτατ’ ἀνθρώπων;

**ΔΙΟΝΥΣΟΣ**

### 1472

Ἐγώ; ἔκρινα νικᾶν Αἰσχύλον. Τιὴ γὰρ οὔ;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1472

Αἴσχιστον ἔργον προσβλέπεις μ’ εἰργασμένος;

**ΔΙΟΝΥΣΟΣ**

### 1475

Τί δ’ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ;

**ΕΥΡΙΠΙΔΗΣ**

### 1475

Ὦ σχέτλιε, περιόψει με δὴ τεθνηκότα;

**ΔΙΟΝΥΣΟΣ**

### 1475

«Τίς δ’ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν», τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον;

**ΠΛΟΥΤΩΝ**

### 1475

Χωρεῖτε τοίνυν, ὦ Διόνυς’, εἴσω.

**ΔΙΟΝΥΣΟΣ**

### 1479

Τί δαί;

**ΠΛΟΥΤΩΝ**

### 1480

Ἵνα ξενίσω 〈’γώ〉 σφω πρὶν ἀποπλεῖν.

**ΔΙΟΝΥΣΟΣ**

### 1480

Εὖ λέγεις νὴ τὸν Δί’· οὐ γὰρ ἄχθομαι τῷ πράγματι.

**ΧΟΡΟΣ**

### 1481

Μακάριός γ’ ἀνὴρ ἔχων ξύνεσιν ἠκριβωμένην. Πάρα δὲ πολλοῖσιν μαθεῖν.

### 1485

Ὅδε γὰρ εὖ φρονεῖν δοκήσας πάλιν ἄπεισιν οἴκαδ’ αὖθις, ἐπ’ ἀγαθῷ μὲν τοῖς πολίταις, ἐπ’ ἀγαθῷ δὲ τοῖς ἑαυτοῦ ξυγγενέσι τε καὶ φίλοισι,

### 1490

διὰ τὸ συνετὸς εἶναι.

### 1490

Χαρίεν οὖν μὴ Σωκράτει παρακαθήμενον λαλεῖν, ἀποβαλόντα μουσικὴν τά τε μέγιστα παραλιπόντα

### 1495

τῆς τραγῳδικῆς τέχνης. Τὸ δ’ ἐπὶ σεμνοῖσιν λόγοισι καὶ σκαριφησμοῖσι λήρων διατριβὴν ἀργὸν ποεῖσθαι, παραφρονοῦντος ἀνδρός.

**ΠΛΟΥΤΩΝ**

### 1499

Ἄγε δὴ χαίρων, Αἰσχύλε, χώρει, καὶ σῷζε πόλιν τὴν ἡμετέραν

### 1499

γνώμαις ἀγαθαῖς, καὶ παίδευσον τοὺς ἀνοήτους· πολλοὶ δ’ εἰσίν· καὶ δὸς τουτὶ Κλεοφῶντι φέρων

### 1505

καὶ τουτὶ τοῖσι πορισταῖς, Μύρμηκί θ’ ὁμοῦ καὶ Νικομάχῳ τόδε δ’ Ἀρχενόμῳ· καὶ φράζ’ αὐτοῖς ταχέως ἥκειν ὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν· κἂν μὴ ταχέως

### 1510

ἥκωσιν, ἐγὼ νὴ τὸν Ἀπόλλω

### 1511-1512

στίξας αὐτοὺς καὶ ξυμποδίσας

### 1513

μετ’ Ἀδειμάντου τοῦ Λευκολόφου κατὰ γῆς ταχέως ἀποπέμψω.

**ΑΙΣΧΥΛΟΣ**

### 1515

Ταῦτα ποήσω· σὺ δὲ τὸν θᾶκον τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν καὶ διασῴζειν, ἢν ἄρ’ ἐγώ ποτε δεῦρ’ ἀφίκωμαι. Τοῦτον γὰρ ἐγὼ σοφίᾳ κρίνω δεύτερον εἶναι.

### 1520

Μέμνησο δ’ ὅπως ὁ πανοῦργος ἀνὴρ καὶ ψευδολόγος καὶ βωμολόχος μηδέποτ’ εἰς τὸν θᾶκον τὸν ἐμὸν μηδ’ ἄκων ἐγκαθεδεῖται.

**ΠΛΟΥΤΩΝ**

### 1520

Φαίνετε τοίνυν ὑμεῖς τούτῳ

### 1525

λαμπάδας ἱεράς, χἄμα προπέμπετε τοῖσιν τούτου τοῦτον μέλεσιν καὶ μολπαῖσιν κελαδοῦντες.

**ΧΟΡΟΣ**

### 1527

Πρῶτα μὲν εὐοδίαν ἀγαθὴν ἀπιόντι ποητῇ εἰς φάος ὀρνυμένῳ δότε, δαίμονες οἱ κατὰ γαίας,

### 1530

τῇ δὲ πόλει μεγάλων ἀγαθῶν ἀγαθὰς ἐπινοίας. Πάγχυ γὰρ ἐκ μεγάλων ἀχέων παυσαίμεθ’ ἂν οὕτως ἀργαλέων τ’ ἐν ὅπλοις ξυνόδων. Κλεοφῶν δὲ μαχέσθω

### 1530

κἄλλος ὁ βουλόμενος τούτων πατρίοις ἐν ἀρούραις.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-frogs-daw-aq.json (sha256:95264f9eb3fe98619d266066dbadf1460613ba4880b16ae38b576c64110bb817). Cite as `eul_wid: daw-aq`.
