---
title: Clouds
title_greek: Νεφέλαι
author: Aristophanes of Athens
eul_wid: daw-an
eul_aid: daw
canonical: "https://eulogikon.org/grc/aristophanes-of-athens/clouds"
canonical_json: "https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-clouds-daw-an.json"
sha256: "1bbdee1c1e74170c6048b551ad700b2a7f36ff340351b33da296f6b0518372d4"
period: Classical
dialect: Attic Comedy
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Clouds

*Νεφέλαι*

**Author:** Aristophanes of Athens

**eul_wid:** `daw-an` · [HTML page](https://eulogikon.org/grc/aristophanes-of-athens/clouds) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-clouds-daw-an.json)

## Text

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1

ἰοὺ ἰού. ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν νυκτῶν ὅσον. ἀπέραντον. οὐδέποθ’ ἡμέρα γενήσεται; καὶ μὴν πάλαι γ’ ἀλεκτρυόνος ἤκους’ ἐγώ.

### 5

οἱ δ’ οἰκέται ῥέγκουσιν. ἀλλ’ οὐκ ἂν πρὸ τοῦ. ἀπόλοιο δῆτ’, ὦ πόλεμε, πολλῶν οὕνεκα, ὅτ’ οὐδὲ κολάς’ ἔξεστί μοι τοὺς οἰκέτας. ἀλλ’ οὐδ’ ὁ χρηστὸς οὑτοσὶ νεανίας ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται

### 10

ἐν πέντε σισύραις ἐγκεκορδυλημένος. ἀλλ’ εἰ δοκεῖ, ῥέγκωμεν ἐγκεκαλυμμένοι. ἀλλ’ οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν διὰ τουτονὶ τὸν υἱόν. ὁ δὲ κόμην ἔχων

### 15

ἱππάζεταί τε καὶ ξυνωρικεύεται ὀνειροπολεῖ θ’ ἵππους. ἐγὼ δ’ ἀπόλλυμαι ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας· οἱ γὰρ τόκοι χωροῦσιν. ἅπτε παῖ λύχνον κἄκφερε τὸ γραμματεῖον, ἵν’ ἀναγνῶ λαβὼν

### 20

ὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους. φέρ’ ἴδω, τί ὀφείλω; δώδεκα μνᾶς Πασίᾳ.

### 20

τοῦ δώδεκα μνᾶς Πασίᾳ; τί ἐχρησάμην; ὅτ’ ἐπριάμην τὸν κοππατίαν. οἴμοι τάλας, εἴθ’ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 25

Φίλων, ἀδικεῖς. ἔλαυνε τὸν σαυτοῦ δρόμον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 25

τοῦτ’ ἐστὶ τουτὶ τὸ κακὸν ὅ μ’ ἀπολώλεκεν· ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 25

πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 25

ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρ’ ἐλαύνεις δρόμους.

### 30

ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν; τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμεινίᾳ.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 30

ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 30

ἀλλ’ ὦ μέλ’ ἐξήλικας ἐμέ γ’ ἐκ τῶν ἐμῶν, ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου

### 35

ἐνεχυράσεσθαί φασιν.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 35

ἐτεόν, ὦ πάτερ, τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθ’ ὅλην;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 35

δάκνει μέ τις δήμαρχος ἐκ τῶν στρωμάτων.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 35

ἔασον ὦ δαιμόνιε καταδαρθεῖν τί με.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 35

σὺ δ’ οὖν κάθευδε. τὰ δὲ χρέα ταῦτ’ ἴσθ’ ὅτι

### 40

εἰς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται.

### 41a

φεῦ.

### 41b

εἴθ’ ὤφελ’ ἡ προμνήστρι’ ἀπολέσθαι κακῶς

### 42

ἥτις με γῆμ’ ἐπῆρε τὴν σὴν μητέρα. ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος, εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος,

### 45

βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις. ἔπειτ’ ἔγημα Μεγακλέους τοῦ Μεγακλέους ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως, σεμνήν, τρυφῶσαν, ἐγκεκοισυρωμένην. ταύτην ὅτ’ ἐγάμουν, συγκατεκλινόμην ἐγὼ

### 45

ὄζων τρυγός, τρασιᾶς, ἐρίων, περιουσίας, ἡ δ’ αὖ μύρου, κρόκου, καταγλωττισμάτων, δαπάνης, λαφυγμοῦ, Κωλιάδος, Γενετυλλίδος. οὐ μὴν ἐρῶ γ’ ὡς ἀργὸς ἦν, ἀλλ’ ἐσπάθα, ἐγὼ δ’ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ

### 55

πρόφασιν ἔφασκον· ὦ γύναι, λίαν σπαθᾷς.

**ΟΙΚΕΤΗΣ**

### 56

ἔλαιον ἡμῖν οὐκ ἔνεστ’ ἐν τῷ λύχνῳ.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 56

οἴμοι. τί γάρ μοι τὸν πότην ἧπτες λύχνον; δεῦρ’ ἔλθ’ ἵνα κλάῃς.

**ΟΙΚΕΤΗΣ**

### 58

διὰ τί δῆτα κλαύσομαι;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 58

ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων.

### 60

μετὰ ταῦθ’, ὅπως νῷν ἐγένεθ’ υἱὸς οὑτοσί, ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ, περὶ τοὐνόματος δὴ ’ντεῦθεν ἐλοιδορούμεθα. ἡ μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα, Ξάνθιππον ἢ Χάριππον ἢ Καλλιππίδην,

### 65

ἐγὼ δὲ τοῦ πάππου ’τιθέμην Φειδωνίδην. τέως μὲν οὖν ἐκρινόμεθ’· εἶτα τῷ χρόνῳ κοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην. τοῦτον τὸν υἱὸν λαμβάνους’ ἐκορίζετο· “ὅταν σὺ μέγας ὢν ἅρμ’ ἐλαύνῃς πρὸς πόλιν,

### 70

ὥσπερ Μεγακλέης, ξυστίδ’ ἔχων—” ἐγὼ δ’ ἔφην· “ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως, ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος—”. ἀλλ’ οὐκ ἐπείθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις, ἀλλ’ ἵππερόν μου κατέχεεν τῶν χρημάτων.

### 75

νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ μίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ, ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι. ἀλλ’ ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι. πῶς δῆτ’ ἂν ἥδιστ’ αὐτὸν ἐπεγείραιμι; πῶς;

### 80

Φειδιππίδη, Φειδιππίδιον.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 80

τί, ὦ πάτερ;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 80

κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 80

ἰδού. τί ἐστιν;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 82

εἰπέ μοι, φιλεῖς ἐμέ;

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 82

νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 82

μή μοι γε τοῦτον μηδαμῶς τὸν ἵππιον·

### 85

οὗτος γὰρ ὁ θεὸς αἴτιός μοι τῶν κακῶν. ἀλλ’ εἴπερ ἐκ τῆς καρδίας μ’ ὄντως φιλεῖς, ὦ παῖ, πιθοῦ.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 87

τί οὖν πίθωμαι δῆτά σοι;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 87

ἔκτρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους καὶ μάνθαν’ ἐλθὼν ἃν ἐγὼ παραινέσω.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 90

λέγε δή, τί κελεύεις;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 90

καί τι πείσει;

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 90

πείσομαι, νὴ τὸν Διόνυσον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 91

δεῦρό νυν ἀπόβλεπε. ὁρᾷς τὸ θύριον τοῦτο καὶ τοἰκίδιον;

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 91

ὁρῶ. τί οὖν τοῦτ’ ἐστὶν ἐτεόν, ὦ πάτερ;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 91

ψυχῶν σοφῶν τοῦτ’ ἐστὶ φροντιστήριον.

### 95

ἐνταῦθ’ ἐνοικοῦς’ ἄνδρες οἳ τὸν οὐρανὸν λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς, κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δ’ ἅνθρακες. οὗτοι διδάσκους’, ἀργύριον ἤν τις διδῷ, λέγοντα νικᾶν καὶ δίκαια κἄδικα.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 95

εἰσὶν δὲ τίνες;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 95

οὐκ οἶδ’ ἀκριβῶς τοὔνομα. μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 95

αἰβοῖ, πονηροί γ’, οἶδα. τοὺς ἀλαζόνας, τοὺς ὠχριῶντας, τοὺς ἀνυποδήτους λέγεις, ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 105

ἢ ἤ, σιώπα. μηδὲν εἴπῃς νήπιον. ἀλλ’ εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων, τούτων γενοῦ μοι, σχασάμενος τὴν ἱππικήν.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 105

οὐκ ἂν μὰ τὸν Διόνυσον εἰ δοίης γέ μοι τοὺς Φασιανοὺς οὓς τρέφει Λεωγόρας.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 110

ἴθ’, ἀντιβολῶ ς’, ὦ φίλτατ’ ἀνθρώπων ἐμοί, ἐλθὼν διδάσκου.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 111

καὶ τί σοι μαθήσομαι;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 111

εἶναι παρ’ αὐτοῖς φασὶν ἄμφω τὼ λόγω, τὸν κρείττον’, ὅστις ἐστί, καὶ τὸν ἥττονα. τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα,

### 115

νικᾶν λέγοντά φασι τἀδικώτερα. ἢν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον, ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶν οὐκ ἂν ἀποδοίην οὐδ’ ἂν ὀβολὸν οὐδενί.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 115

οὐκ ἂν πιθοίμην· οὐ γὰρ ἂν τλαίην ἰδεῖν

### 120

τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 120

οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γ’ ἐμῶν ἔδει οὔτ’ αὐτὸς οὔθ’ ὁ ζύγιος οὔθ’ ὁ σαμφόρας,

### 120

ἀλλ’ ἐξελῶ ς’ εἰς κόρακας ἐκ τῆς οἰκίας.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 120

ἀλλ’ οὐ περιόψεταί μ’ ὁ θεῖος Μεγακλέης

### 125

ἄνιππον. ἀλλ’ εἴσειμι, σοῦ δ’ οὐ φροντιῶ.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 125

ἀλλ’ οὐδ’ ἐγὼ μέντοι πεσών γε κείσομαι, ἀλλ’ εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι αὐτὸς βαδίζων εἰς τὸ φροντιστήριον. πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς

### 130

λόγων ἀκριβῶν σκινδαλάμους μαθήσομαι; ἰτητέον. τί ταῦτ’ ἔχων στραγγεύομαι ἀλλ’ οὐχὶ κόπτω τὴν θύραν; παῖ, παιδίον.

**ΜΑΘΗΤΗΣ**

### 133

βάλλ’ εἰς κόρακας. τίς ἐσθ’ ὁ κόψας τὴν θύραν;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 133

Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν.

**ΜΑΘΗΤΗΣ**

### 135

ἀμαθής γε νὴ Δί’, ὅστις οὑτωσὶ σφόδρα ἀπεριμερίμνως τὴν θύραν λελάκτικας καὶ φροντίδ’ ἐξήμβλωκας ἐξηυρημένην.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 135

σύγγνωθί μοι· τηλοῦ γὰρ οἰκῶν τῶν ἀγρῶν. ἀλλ’ εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον.

**ΜΑΘΗΤΗΣ**

### 140

ἀλλ’ οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 140

λέγε νυν ἐμοὶ θαρρῶν· ἐγὼ γὰρ οὑτοσὶ ἥκω μαθητὴς εἰς τὸ φροντιστήριον.

**ΜΑΘΗΤΗΣ**

### 140

λέξω, νομίσαι δὲ ταῦτα χρὴ μυστήρια.

### 140

ἀνήρετ’ ἄρτι Χαιρεφῶντα Σωκράτης

### 145

ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας. δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦν ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 145

πῶς δῆτα διεμέτρησε;

**ΜΑΘΗΤΗΣ**

### 148

δεξιώτατα. κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν

### 148

ἐνέβαψεν εἰς τὸν κηρὸν αὐτῆς τὼ πόδε, κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί. ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 148

ὦ Ζεῦ βασιλεῦ, τῆς λεπτότητος τῶν φρενῶν.

**ΜΑΘΗΤΗΣ**

### 148

τί δῆτ’ ἄν, ἕτερον εἰ πύθοιο Σωκράτους

### 155

φρόντισμα;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 155

ποῖον; ἀντιβολῶ, κάτειπέ μοι.

**ΜΑΘΗΤΗΣ**

### 155

ἀνήρετ’ αὐτὸν Χαιρεφῶν ὁ Σφήττιος ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας κατὰ τὸ στόμ’ ᾄδειν ἢ κατὰ τοὐρροπύγιον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 155

τί δῆτ’ ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος;

**ΜΑΘΗΤΗΣ**

### 160

ἔφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος στενόν, διὰ λεπτοῦ δ’ ὄντος αὐτοῦ τὴν πνοὴν

### 160

βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου· ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 165

σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων. ὦ τρισμακάριος τοῦ διεντερεύματος. ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος.

**ΜΑΘΗΤΗΣ**

### 165

πρῴην δέ γε γνώμην μεγάλην ἀφῃρέθη

### 170

ὑπ’ ἀσκαλαβώτου.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 170

τίνα τρόπον; κάτειπέ μοι.

**ΜΑΘΗΤΗΣ**

### 170

ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺς καὶ τὰς περιφοράς, εἶτ’ ἄνω κεχηνότος ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 170

ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους.

**ΜΑΘΗΤΗΣ**

### 175

ἐχθὲς δέ γ’ ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 175

εἶἑν. τί οὖν πρὸς τἄλφιτ’ ἐπαλαμήσατο;

**ΜΑΘΗΤΗΣ**

### 175

κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν, κάμψας ὀβελίσκον, εἶτα διαβήτην λαβών, ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 180

τί δῆτ’ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν; ἄνοιγ’ ἄνοιγ’ ἁνύσας τὸ φροντιστήριον καὶ δεῖξον ὡς τάχιστά μοι τὸν Σωκράτη. μαθητιῶ γάρ. ἀλλ’ ἄνοιγε τὴν θύραν.

### 180

ὦ Ἡράκλεις, ταυτὶ ποδαπὰ τὰ θηρία;

**ΜΑΘΗΤΗΣ**

### 185

τί ἐθαύμασας; τῷ σοι δοκοῦσιν εἰκέναι;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 185

τοῖς ἐκ Πύλου ληφθεῖσι, τοῖς Λακωνικοῖς. ἀτὰρ τί ποτ’ εἰς τὴν γῆν βλέπουσιν οὑτοιί;

**ΜΑΘΗΤΗΣ**

### 185

ζητοῦσιν οὗτοι τὰ κατὰ γῆς.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 188

βολβοὺς ἄρα ζητοῦσι. μή νυν τοῦτό γ’ ἔτι φροντίζετε·

### 190

ἐγὼ γὰρ οἶδ’ ἵν’ εἰσὶ μεγάλοι καὶ καλοί. τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρ’ ἐγκεκυφότες;

**ΜΑΘΗΤΗΣ**

### 190

οὗτοι δ’ ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 190

τί δῆθ’ ὁ πρωκτὸς εἰς τὸν οὐρανὸν βλέπει;

**ΜΑΘΗΤΗΣ**

### 190

αὐτὸς καθ’ αὑτὸν ἀστρονομεῖν διδάσκεται.

### 195

ἀλλ’ εἴσιθ’, ἵνα μὴ ’κεῖνος ὑμῖν ἐπιτύχῃ.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 195

μήπω γε μήπω γ’, ἀλλ’ ἐπιμεινάντων, ἵνα αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν.

**ΜΑΘΗΤΗΣ**

### 195

ἀλλ’ οὐχ οἷόν τ’ αὐτοῖσι πρὸς τὸν ἀέρα ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 195

πρὸς τῶν θεῶν, τί γὰρ τάδ’ ἐστίν; εἰπέ μοι.

**ΜΑΘΗΤΗΣ**

### 195

ἀστρονομία μὲν αὑτηί.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 201

τουτὶ δὲ τί;

**ΜΑΘΗΤΗΣ**

### 201

γεωμετρία.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 202

τοῦτ’ οὖν τί ἐστι χρήσιμον;

**ΜΑΘΗΤΗΣ**

### 202

γῆν ἀναμετρεῖσθαι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 203

πότερα τὴν κληρουχικήν;

**ΜΑΘΗΤΗΣ**

### 203

οὔκ, ἀλλὰ τὴν σύμπασαν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 204

ἀστεῖον λέγεις·

### 205

τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον.

**ΜΑΘΗΤΗΣ**

### 205

αὕτη δέ σοι γῆς περίοδος πάσης. ὁρᾷς; αἵδε μὲν Ἀθῆναι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 207

τί σὺ λέγεις; οὐ πείθομαι, ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους.

**ΜΑΘΗΤΗΣ**

### 207

ὡς τοῦτ’ ἀληθῶς Ἀττικὸν τὸ χωρίον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 210

καὶ ποῦ Κικυννῆς εἰσίν, οὑμοὶ δημόται;

**ΜΑΘΗΤΗΣ**

### 210

ἐνταῦθ’ ἔνεισιν. ἡ δέ γ’ Εὔβοι’, ὡς ὁρᾷς, ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 210

οἶδ’· ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους. ἀλλ’ ἡ Λακεδαίμων ποῦ ’στίν;

**ΜΑΘΗΤΗΣ**

### 214

ὅπου ’στίν; αὑτηί.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 215

ὡς ἐγγὺς ἡμῶν. τοῦτο μεταφροντίζετε, ταύτην ἀφ’ ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ.

**ΜΑΘΗΤΗΣ**

### 215

ἀλλ’ οὐχ οἷόν τε.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 217

νὴ Δί’, οἰμώξεσθ’ ἄρα.

### 217

φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ;

**ΜΑΘΗΤΗΣ**

### 217

αὐτός.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 219

τίς αὐτός;

**ΜΑΘΗΤΗΣ**

### 219

Σωκράτης.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 219

ὦ Σωκράτης.

### 220

ἴθ’ οὗτος ἀναβόησον αὐτόν μοι μέγα.

**ΜΑΘΗΤΗΣ**

### 220

αὐτὸς μὲν οὖν σὺ κάλεσον· οὐ γάρ μοι σχολή.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 220

ὦ Σώκρατες. ὦ Σωκρατίδιον.

**ΣΩΚΡΑΤΗΣ**

### 223

τί με καλεῖς, ὦ ’φήμερε;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 223

πρῶτον μὲν ὅτι δρᾷς, ἀντιβολῶ, κάτειπέ μοι.

**ΣΩΚΡΑΤΗΣ**

### 225

ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 225

ἔπειτ’ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς, ἀλλ’ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ;

**ΣΩΚΡΑΤΗΣ**

### 227

οὐ γὰρ ἄν ποτε ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα,

### 230

λεπτὴν καταμείξας εἰς τὸν ὅμοιον ἀέρα. εἰ δ’ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν, οὐκ ἄν ποθ’ ηὗρον· οὐ γὰρ ἀλλ’ ἡ γῆ βίᾳ ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος.

### 230

πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 235

πῶς φῄς; ἡ φροντὶς ἕλκει τὴν ἰκμάδ’ εἰς τὰ κάρδαμα; ἴθι νυν κατάβηθ’, ὦ Σωκρατίδιον, ὡς ἐμέ, ἵνα με διδάξῃς ὧνπερ ἕνεκ’ ἐλήλυθα.

**ΣΩΚΡΑΤΗΣ**

### 235

ἦλθες δὲ κατὰ τί;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 239

βουλόμενος μαθεῖν λέγειν·

### 240

ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων ἄγομαι, φέρομαι, τὰ χρήματ’ ἐνεχυράζομαι.

**ΣΩΚΡΑΤΗΣ**

### 240

πόθεν δ’ ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 240

νόσος μ’ ἐπέτριψεν ἱππική, δεινὴ φαγεῖν. ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν,

### 245

τὸν μηδὲν ἀποδιδόντα. μισθὸν δ’ ὅντιν’ ἂν πράττῃ μ’, ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς.

**ΣΩΚΡΑΤΗΣ**

### 245

ποίους θεοὺς ὀμεῖ σύ; πρῶτον γὰρ θεοὶ ἡμῖν νόμισμ’ οὐκ ἔστι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 248

τῷ γὰρ ὄμνυτε; [ἦ] σιδαρέοισιν, ὥσπερ ἐν Βυζαντίῳ;

**ΣΩΚΡΑΤΗΣ**

### 248

βούλει τὰ θεῖα πράγματ’ εἰδέναι σαφῶς ἅττ’ ἐστὶν ὀρθῶς;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 251

νὴ Δί’, εἴπερ ἐστί γε.

**ΣΩΚΡΑΤΗΣ**

### 251

καὶ συγγενέσθαι ταῖς Νεφέλαισιν εἰς λόγους, ταῖς ἡμετέραισι δαίμοσιν;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 253

μάλιστά γε.

**ΣΩΚΡΑΤΗΣ**

### 253

κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 255

ἰδού, κάθημαι.

**ΣΩΚΡΑΤΗΣ**

### 255

τουτονὶ τοίνυν λαβὲ τὸν στέφανον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 256

ἐπὶ τί στέφανον; οἴμοι, Σώκρατες, ὥσπερ με τὸν Ἀθάμανθ’ ὅπως μὴ θύσετε.

**ΣΩΚΡΑΤΗΣ**

### 256

οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένους ἡμεῖς ποοῦμεν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 259

εἶτα δὴ τί κερδανῶ;

**ΣΩΚΡΑΤΗΣ**

### 260

λέγειν γενήσει τρῖμμα, κρόταλον, παιπάλη. ἀλλ’ ἔχ’ ἀτρεμεί.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 261

μὰ τὸν Δί’ οὐ ψεύσει γέ με· καταπαττόμενος γὰρ παιπάλη γενήσομαι.

**ΣΩΚΡΑΤΗΣ**

### 261

εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν. ὦ δέσποτ’ ἄναξ, ἀμέτρητ’ Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον,

### 265

λαμπρός τ’ Αἰθήρ, σεμναί τε θεαὶ Νεφέλαι βροντησικέραυ‐

### 265

νοι, ἄρθητε, φάνητ’, ὦ δέσποιναι, τῷ φροντιστῇ μετέωροι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 265

μήπω, μήπω γε, πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ. τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμον’

### 268

ἔχοντα.

**ΣΩΚΡΑΤΗΣ**

### 268

ἔλθετε δῆτ’, ὦ πολυτίμητοι Νεφέλαι, τῷδ’ εἰς ἐπίδειξιν·

### 270

εἴτ’ ἐπ’ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε, εἴτ’ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμ‐

### 271

φαις, εἴτ’ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε

### 272

πρόχοισιν, ἢ Μαιῶτιν λίμνην ἔχετ’ ἢ σκόπελον νιφόεντα Μίμαντος· ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.

**ΧΟΡΟΣ**

### 275

ἀέναοι Νεφέλαι,

### 276-277

ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον

### 278

πατρὸς ἀπ’ Ὠκεανοῦ βαρυαχέος ὑψηλῶν ὀρέων κορυφὰς ἔπι

### 280

δενδροκόμους, ἵνα τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα καρπούς τ’ ἀρδομέναν ἱερὰν χθόνα καὶ ποταμῶν ζαθέων κελαδήματα καὶ πόντον κελάδοντα βαρύβρομον·

### 285-286

ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται

### 287

μαρμαρέαισιν αὐγαῖς. ἀλλ’ ἀποσεισάμεναι νέφος ὄμβριον ἀθανάτας ἰδέας ἐπιδώμεθα

### 290

τηλεσκόπῳ ὄμματι γαῖαν.

**ΣΩΚΡΑΤΗΣ**

### 290

ὦ μέγα σεμναὶ Νεφέλαι, φανερῶς ἠκούσατέ μου καλέσαντος. ᾔσθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 290

καὶ σέβομαί γ’, ὦ πολυτίμητοι, καὶ βούλομαι ἀνταπο‐

### 293

παρδεῖν πρὸς τὰς βροντάς· οὕτως αὐτὰς τετραμαίνω καὶ πεφόβημαι.

### 295

κεἰ θέμις ἐστίν, νυνί γ’ ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω.

**ΣΩΚΡΑΤΗΣ**

### 295

οὐ μὴ σκώψει μηδὲ ποήσεις ἅπερ οἱ τρυγοδαίμονες οὗτοι, ἀλλ’ εὐφήμει· μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς.

**ΧΟΡΟΣ**

### 297

παρθένοι ὀμβροφόροι,

### 299-300

ἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον γᾶν

### 301

Κέκροπος ὀψόμεναι πολυήρατον· οὗ σέβας ἀρρήτων ἱερῶν, ἵνα μυστοδόκος δόμος ἐν τελεταῖς ἁγίαις ἀναδείκνυται·

### 305

οὐρανίοις τε θεοῖς δωρήματα, ναοί θ’ ὑψερεφεῖς καὶ ἀγάλματα, καὶ πρόσοδοι μακάρων ἱερώταται

### 308-309

εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε

### 310

παντοδαπαῖσιν ὥραις, ἦρί τ’ ἐπερχομένῳ Βρομία χάρις εὐκελάδων τε χορῶν ἐρεθίσματα

### 310

καὶ μοῦσα βαρύβρομος αὐλῶν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 310

πρὸς τοῦ Διός, ἀντιβολῶ σε, φράσον, τίνες εἴς’, ὦ Σώ‐

### 314

κρατες, αὗται

### 315

αἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν; μῶν ἡρῷναί τινές εἰσιν;

**ΣΩΚΡΑΤΗΣ**

### 315

ἥκιστ’, ἀλλ’ οὐράνιαι Νεφέλαι, μεγάλαι θεαὶ ἀνδράσιν

### 316

ἀργοῖς, αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσιν καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 316

ταῦτ’ ἄρ’ ἀκούσας’ αὐτῶν τὸ φθέγμ’ ἡ ψυχή μου πεπότηται

### 320

καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν καὶ γνωμιδίῳ γνώμην νύξας’ ἑτέρῳ λόγῳ ἀντιλογῆσαι· ὥστ’ εἴ πως ἐστίν, ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ.

**ΣΩΚΡΑΤΗΣ**

### 320

βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθ’· ἤδη γὰρ ὁρῶ κατιούσας ἡσυχῇ αὐτάς.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 324

φέρε ποῦ; δεῖξον.

**ΣΩΚΡΑΤΗΣ**

### 324

χωροῦς’ αὗται πάνυ πολλαὶ

### 325

διὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 325

τί τὸ χρῆμα; ὡς οὐ καθορῶ.

**ΣΩΚΡΑΤΗΣ**

### 326

παρὰ τὴν εἴσοδον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 326

ἤδη νυνὶ μόλις οὕτως.

**ΣΩΚΡΑΤΗΣ**

### 326

νῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ λημᾷς κολοκύνταις.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 326

νὴ Δί’ ἔγωγ’. ὦ πολυτίμητοι· πάντα γὰρ ἤδη κατέχουσιν.

**ΣΩΚΡΑΤΗΣ**

### 326

ταύτας μέντοι σὺ θεὰς οὔσας οὐκ ᾔδεις οὐδ’ ἐνόμιζες;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 330

μὰ Δί’, ἀλλ’ ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην καὶ καπνὸν

### 330

εἶναι.

**ΣΩΚΡΑΤΗΣ**

### 330

οὐ γὰρ μὰ Δί’ οἶσθ’ ὁτιὴ πλείστους αὗται βόσκουσι σοφισ‐

### 331

τάς, Θουριομάντεις, ἰατροτέχνας, σφραγιδονυχαργοκομήτας· κυκλίων τε χορῶν ᾀσματοκάμπτας, ἄνδρας μετεωροφένα‐

### 333

κας, οὐδὲν δρῶντας βόσκους’ ἀργούς, ὅτι ταύτας μουσοποοῦσιν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 335

ταῦτ’ ἄρ’ ἐποίουν “ὑγρᾶν Νεφελᾶν στρεπταίγλαν δάϊον

### 335

ὁρμάν”, “πλοκάμους θ’ ἑκατογκεφάλα Τυφῶ” “πρημαινούσας τε

### 336

θυέλλας”, εἶτ’ “ἀερίας διεράς” “γαμψούς τ’ οἰωνοὺς ἀερονηχεῖς” “ὄμβρους θ’ ὑδάτων δροσερᾶν νεφελᾶν”· εἶτ’ ἀντ’ αὐτῶν

### 338

κατέπινον κεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν κρέα τ’ ὀρνίθεια κιχηλᾶν.

**ΣΩΚΡΑΤΗΣ**

### 340

διὰ μέντοι τάσδ’. οὐχὶ δικαίως;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 340

λέξον δή μοι, τί παθοῦσαι, εἴπερ νεφέλαι γ’ εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι γυναιξίν; οὐ γὰρ ἐκεῖναί γ’ εἰσὶ τοιαῦται.

**ΣΩΚΡΑΤΗΣ**

### 342

φέρε, ποῖαι γάρ τινές εἰσιν;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 342

οὐκ οἶδα σαφῶς· εἴξασιν δ’ οὖν ἐρίοισιν πεπταμένοισιν, κοὐχὶ γυναιξίν, μὰ Δί’, οὐδ’ ὁτιοῦν· αὗται δὲ ῥῖνας ἔχουσιν.

**ΣΩΚΡΑΤΗΣ**

### 345

ἀπόκριναί νυν ἅττ’ ἂν ἔρωμαι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 345

λέγε νυν ταχέως ὅτι βούλει.

**ΣΩΚΡΑΤΗΣ**

### 345

ἤδη ποτ’ ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν ἢ παρδάλει ἢ λύκῳ ἢ ταύρῳ;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 347

νὴ Δί’ ἔγωγ’. εἶτα τί τοῦτο;

**ΣΩΚΡΑΤΗΣ**

### 347

γίγνονται πάνθ’ ὅτι βούλονται· κᾆτ’ ἢν μὲν ἴδωσι κομήτην ἄγριόν τινα τῶν λασίων τούτων, οἷόνπερ τὸν Ξενοφάντου,

### 347

σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 347

τί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί

### 351

δρῶσιν;

**ΣΩΚΡΑΤΗΣ**

### 351

ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 351

ταῦτ’ ἄρα, ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς

### 353

ἰδοῦσαι, ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι διὰ τοῦτ’ ἐγένοντο.

**ΣΩΚΡΑΤΗΣ**

### 355

καὶ νῦν γ’ ὅτι Κλεισθένη εἶδον, ὁρᾷς, διὰ τοῦτ’ ἐγένοντο

### 355

γυναῖκες.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 355

χαίρετε τοίνυν, ὦ δέσποιναι· καὶ νῦν, εἴπερ τινὶ κἄλλῳ,

### 355

οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, ὦ παμβασίλειαι.

**ΧΟΡΟΣ**

### 355

χαῖρ’, ὦ πρεσβῦτα παλαιογενές, θηρατὰ λόγων φιλομούσων. σύ τε, λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς ὅτι χρῄ‐

### 359

ζεις·

### 360

οὐ γὰρ ἂν ἄλλῳ γ’ ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν πλὴν ἢ Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δὲ ὅτι βρενθύει τ’ ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις κἀνυπόδητος κακὰ πόλλ’ ἀνέχει κἀφ’ ἡμῖν σεμνοπροσω‐

### 363

πεῖς.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 363

ὦ Γῆ, τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες.

**ΣΩΚΡΑΤΗΣ**

### 365

αὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντ’ ἐστὶ φλύαρος.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 365

ὁ Ζεὺς δ’ ὑμῖν, φέρε, πρὸς τῆς Γῆς, Οὑλύμπιος οὐ θεός ἐστιν;

**ΣΩΚΡΑΤΗΣ**

### 365

ποῖος Ζεύς; οὐ μὴ ληρήσεις. οὐδ’ ἐστὶ Ζεύς.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 367

τί λέγεις σύ; ἀλλὰ τίς ὕει; τουτὶ γὰρ ἔμοιγ’ ἀπόφηναι πρῶτον ἁπάντων.

**ΣΩΚΡΑΤΗΣ**

### 367

αὗται δήπου· μεγάλοις δέ ς’ ἐγὼ σημείοις αὐτὸ διδάξω.

### 370

φέρε, ποῦ γὰρ πώποτ’ ἄνευ νεφελῶν ὕοντ’ ἤδη τεθέασαι; καίτοι χρῆν αἰθρίας ὕειν αὐτόν, ταύτας δ’ ἀποδημεῖν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 370

νὴ τὸν Ἀπόλλω, τοῦτό γε τοι τῷ νυνὶ λόγῳ εὖ προσέφυσας. καίτοι πρότερον τὸν Δί’ ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν. ἀλλ’ ὅστις ὁ βροντῶν ἐστὶ φράσον, τοῦθ’ ὅ με ποιεῖ τετρα‐

### 374

μαίνειν.

**ΣΩΚΡΑΤΗΣ**

### 375

αὗται βροντῶσι κυλινδόμεναι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 375

τῷ τρόπῳ, ὦ πάντα σὺ τολμῶν;

**ΣΩΚΡΑΤΗΣ**

### 375

ὅταν ἐμπλησθῶς’ ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι κατακριμνάμεναι πλήρεις ὄμβρου δι’ ἀνάγκην, εἶτα βαρεῖαι εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 375

ὁ δ’ ἀναγκάζων ἐστὶ τίς αὐτάς—οὐχ ὁ Ζεύς; —ὥστε φέρεσθαι;

**ΣΩΚΡΑΤΗΣ**

### 380

ἥκιστ’, ἀλλ’ αἰθέριος δῖνος.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 380

Δῖνος; τουτί μ’ ἐλελήθει, ὁ Ζεὺς οὐκ ὤν, ἀλλ’ ἀντ’ αὐτοῦ Δῖνος νυνὶ βασιλεύων. ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μ’ ἐδί‐

### 382

δαξας.

**ΣΩΚΡΑΤΗΣ**

### 382

οὐκ ἤκουσάς μου τὰς νεφέλας ὕδατος μεστὰς ὅτι φημὶ ἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 385

φέρε, τουτὶ τῷ χρὴ πιστεύειν;

**ΣΩΚΡΑΤΗΣ**

### 385

ἀπὸ σαυτοῦ ’γώ σε διδάξω. ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτ’ ἐταράχθης τὴν γαστέρα καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 385

νὴ τὸν Ἀπόλλω, καὶ δεινὰ ποεῖ γ’ εὐθύς μοι καὶ τετάρακται, χὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν,

### 390

ἀτρέμας πρῶτον, παππὰξ παππάξ, κἄπειτ’ ἐπάγει παπα‐

### 390

παππάξ·

### 390

χὤταν χέζω, κομιδῇ βροντᾷ, παπαπαππάξ, ὥσπερ ἐκεῖναι.

**ΣΩΚΡΑΤΗΣ**

### 390

σκέψαι τοίνυν ἀπὸ γαστριδίου τυννουτουὶ οἷα πέπορδας· τὸν δ’ ἀέρα τόνδ’ ὄντ’ ἀπέραντον πῶς οὐκ εἰκὸς μέγα

### 393

βροντᾶν; ταῦτ’ ἄρα καὶ τὠνόματ’ ἀλλήλοιν, “βροντὴ” καὶ “πορδή”,

### 394

ὁμοίω.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 395

ἀλλ’ ὁ κεραυνὸς πόθεν αὖ φέρεται λάμπων πυρί, τοῦτο

### 395

δίδαξον, καὶ καταφρύγει βάλλων ἡμᾶς, τοὺς δὲ ζῶντας περιφλεύει. τοῦτον γὰρ δὴ φανερῶς ὁ Ζεὺς ἵης’ ἐπὶ τοὺς ἐπιόρκους.

**ΣΩΚΡΑΤΗΣ**

### 395

καὶ πῶς, ὦ μῶρε σὺ καὶ Κρονίων ὄζων καὶ βεκκεσέληνε, εἴπερ βάλλει τοὺς ἐπιόρκους, δῆτ’ οὐχὶ Σίμων’ ἐνέπρησεν

### 395

οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον; καίτοι σφόδρα γ’ εἴς’

### 395

ἐπίορκοι. ἀλλὰ τὸν αὑτοῦ γε νεὼν βάλλει καὶ Σούνιον, ἄκρον Ἀθηνέων, καὶ τὰς δρῦς τὰς μεγάλας, τί μαθών; οὐ γὰρ δὴ δρῦς γ’ ἐπι‐

### 402

ορκεῖ.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 402

οὐκ οἶδ’· ἀτὰρ εὖ σὺ λέγειν φαίνει. τί γάρ ἐστιν δῆθ’ ὁ

### 403

κεραυνός;

**ΣΩΚΡΑΤΗΣ**

### 403

ὅταν εἰς ταύτας ἄνεμος ξηρὸς μετεωρισθεὶς κατακλεισθῇ,

### 405

ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ, κἄπειθ’ ὑπ’ ἀνάγκης ῥήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα,

### 405

ὑπὸ τοῦ ῥοίβδου καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν κατακάων.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 405

νὴ Δί’ ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί ποτε Διασίοισιν. ὀπτῶν γαστέρα τοῖς συγγένεσιν κᾆτ’ οὐκ ἔσχων ἀμελήσας,

### 410

ἡ δ’ ἄρ’ ἐφυσᾶτ’, εἶτ’ ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼ τὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν τὸ πρόσωπον.

**ΧΟΡΟΣ**

### 411

ὦ τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε παρ’ ἡμῶν, ὡς εὐδαίμων ἐν Ἀθηναίοις καὶ τοῖς Ἕλλησι γενήσει εἰ μνήμων εἶ καὶ φροντιστὴς καὶ τὸ ταλαίπωρον ἔνεστιν

### 415

ἐν τῇ ψυχῇ καὶ μὴ κάμνεις μήθ’ ἑστὼς μήτε βαδίζων μήτε ῥιγῶν ἄχθει λίαν μήτ’ ἀριστᾶν ἐπιθυμεῖς οἴνου τ’ ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων καὶ βέλτιστον τοῦτο νομίζεις, ὅπερ εἰκὸς δεξιὸν ἄνδρα, νικᾶν πράττων καὶ βουλεύων καὶ τῇ γλώττῃ πολεμίζων.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 420

ἀλλ’ εἵνεκα γε ψυχῆς στερρᾶς δυσκολοκοίτου τε μερίμνης καὶ φειδωλοῦ καὶ τρυσιβίου γαστρὸς καὶ θυμβρεπιδείπνου, ἀμέλει, θαρρῶν εἵνεκα τούτων ἐπιχαλκεύειν παρέχοιμ’ ἄν.

**ΣΩΚΡΑΤΗΣ**

### 420

ἄλλο τι δῆτ’ οὐ νομιεῖς ἤδη θεὸν οὐδένα πλὴν ἅπερ ἡμεῖς,

### 420

τὸ Χάος τουτὶ καὶ τὰς Νεφέλας καὶ τὴν Γλῶτταν, τρία ταυτί;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 425

οὐδ’ ἂν διαλεχθείην γ’ ἀτεχνῶς τοῖς ἄλλοις οὐδ’ ἂν ἀπαν‐

### 425

τῶν, οὐδ’ ἂν θύσαιμ’ οὐδ’ ἂν σπείσαιμ’ οὐδ’ ἐπιθείην λιβανωτόν.

**ΧΟΡΟΣ**

### 425

λέγε νυν ἡμῖν ὅτι σοι δρῶμεν θαρρῶν, ὡς οὐκ ἀτυχήσεις ἡμᾶς τιμῶν καὶ θαυμάζων καὶ ζητῶν δεξιὸς εἶναι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 425

ὦ δέσποιναι, δέομαι τοίνυν ὑμῶν τουτὶ πάνυ μικρόν,

### 430

τῶν Ἑλλήνων εἶναί με λέγειν ἑκατὸν σταδίοισιν ἄριστον.

**ΧΟΡΟΣ**

### 430

ἀλλ’ ἔσται σοι τοῦτο παρ’ ἡμῶν, ὥστε τὸ λοιπόν γ’ ἀπὸ

### 431

τουδὶ ἐν τῷ δήμῳ γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 431

μή μοι γε λέγειν γνώμας μεγάλας· οὐ γὰρ τούτων ἐπιθυμῶ, ἀλλ’ ὅς’ ἐμαυτῷ στρεψοδικῆσαι καὶ τοὺς χρήστας δι‐

### 434

ολισθεῖν.

**ΧΟΡΟΣ**

### 435

τεύξει τοίνυν ὧν ἱμείρεις· οὐ γὰρ μεγάλων ἐπιθυμεῖς. ἀλλὰ σεαυτὸν παράδος θαρρῶν τοῖς ἡμετέροις προπόλοισιν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 435

δράσω ταῦθ’ ὑμῖν πιστεύσας· ἡ γὰρ ἀνάγκη με πιέζει διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μ’ ἐπέ‐

### 438

τριψεν. νῦν οὖν [χρήσθων] ἀτεχνῶς ὅτι βούλονται

### 440

τουτὶ τό γ’ ἐμὸν σῶμ’ αὐτοῖσιν παρέχω τύπτειν, πεινῆν, διψῆν,

### 440

αὐχμεῖν, ῥιγῶν, ἀσκὸν δείρειν, εἴπερ τὰ χρέα διαφευξοῦμαι τοῖς τ’ ἀνθρώποις εἶναι δόξω

### 445

θρασύς, εὔγλωττος, τολμηρός, ἴτης, βδελυρός, ψευδῶν συγκολλητής, εὑρησιεπής, περίτριμμα δικῶν, κύρβις, κρόταλον, κίναδος, τρύμη, μάσθλης, εἴρων, γλοιός, ἀλαζών,

### 445

κέντρων, μιαρός, στρόφις, ἀργαλέος, ματιολοιχός. ταῦτ’ εἴ με καλοῦς’ ἁπαντῶντες, δρώντων ἀτεχνῶς ὅτι χρῄζουσιν· κεἰ βούλονται,

### 455

νὴ τὴν Δήμητρ’ ἔκ μου χορδὴν τοῖς φροντισταῖς παραθέντων.

**ΧΟΡΟΣ**

### 455

λῆμα μὲν πάρεστι τῷδέ γ’ οὐκ ἄτολμον ἀλλ’ ἕτοιμον. ἴσθι δ’ ὡς

### 460-461

ταῦτα μαθὼν παρ’ ἐμοῦ κλέος οὐρανόμηκες

### 462

ἐν βροτοῖσιν ἕξεις.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 462

τί πείσομαι;

**ΧΟΡΟΣ**

### 463

τὸν πάντα χρόνον μετ’ ἐμοῦ ζηλωτότατον βίον ἀν‐

### 465

θρώπων διάξεις.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 465

ἆρά γε τοῦτ’ ἄρ’ ἐγώ ποτ’ ὄψομαι;

**ΧΟΡΟΣ**

### 467

ὥστε γέ σου πολλοὺς ἐπὶ ταῖσι θύραις ἀεὶ καθῆσθαι,

### 470

βουλομένους ἀνακοινοῦ‐ σθαι τε καὶ εἰς λόγον ἐλθεῖν πράγματα κἀντιγραφὰς πολλῶν ταλάντων, ἄξια σῇ φρενὶ συμ‐

### 475

βουλευσομένους μετὰ σοῦ.

### 475

ἀλλ’ ἐγχείρει τὸν πρεσβύτην ὅτιπερ μέλλεις προδιδάσκειν καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ.

**ΣΩΚΡΑΤΗΣ**

### 477

ἄγε δή, κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον, ἵν’ αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς

### 480

ἤδη ’πὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 480

τί δέ; τειχομαχεῖν μοι διανοεῖ, πρὸς τῶν θεῶν;

**ΣΩΚΡΑΤΗΣ**

### 480

οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι, εἰ μνημονικὸς εἶ.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 483

δύο τρόπω, νὴ τὸν Δία. ἢν μέν γ’ ὀφείληταί τι μοι, μνήμων πάνυ,

### 485

ἐὰν δ’ ὀφείλω σχέτλιος, ἐπιλήσμων πάνυ.

**ΣΩΚΡΑΤΗΣ**

### 485

ἔνεστι δῆτά σοι λέγειν ἐν τῇ φύσει;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 485

λέγειν μὲν οὐκ ἔνεστ’, ἀποστερεῖν δ’ ἔνι.

**ΣΩΚΡΑΤΗΣ**

### 485

πῶς οὖν δυνήσει μανθάνειν;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 488

ἀμέλει, καλῶς.

**ΣΩΚΡΑΤΗΣ**

### 488

ἄγε νυν ὅπως, ὅταν τι προβάλωμαι σοφὸν

### 490

περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 490

τί δαί; κυνηδὸν τὴν σοφίαν σιτήσομαι;

**ΣΩΚΡΑΤΗΣ**

### 490

ἅνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος. δέδοικά ς’, ὦ πρεσβῦτα, μὴ πληγῶν δέει. φέρ’ ἴδω, τί δρᾷς ἤν τις σε τύπτῃ;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 494

τύπτομαι,

### 495

κἄπειτ’ ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι· εἶτ’ αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι.

**ΣΩΚΡΑΤΗΣ**

### 495

ἴθι νυν κατάθου θοἰμάτιον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 497

ἠδίκηκά τι;

**ΣΩΚΡΑΤΗΣ**

### 497

οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 497

ἀλλ’ οὐχὶ φωράσων ἔγωγ’ εἰσέρχομαι.

**ΣΩΚΡΑΤΗΣ**

### 497

κατάθου. τί ληρεῖς;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 497

εἰπὲ δή νυν μοι τοδί· ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω, τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι;

**ΣΩΚΡΑΤΗΣ**

### 497

οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 497

οἴμοι κακοδαίμων, ἡμιθνὴς γενήσομαι.

**ΣΩΚΡΑΤΗΣ**

### 505

οὐ μὴ λαλήσεις, ἀλλ’ ἀκολουθήσεις ἐμοὶ ἁνύσας τι δευρὶ θᾶττον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 506

εἰς τὼ χεῖρέ νυν δός μοι μελιτοῦτταν πρότερον, ὡς δέδοικ’ ἐγὼ εἴσω καταβαίνων ὥσπερ εἰς Τροφωνίου.

**ΣΩΚΡΑΤΗΣ**

### 506

χώρει. τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;

**ΧΟΡΟΣ**

### 510

ἀλλ’ ἴθι χαίρων τῆς ἀνδρείας εἵνεκα ταύτης.

### 511

εὐτυχία γένοιτο τἀν‐ θρώπῳ ὅτι προήκων εἰς βαθὺ τῆς ἡλικίας

### 515

νεωτέροις τὴν φύσιν αὑ‐ τοῦ πράγμασιν χρωτίζεται καὶ σοφίαν ἐπασκεῖ.

### 517

ὦ θεώμενοι, κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως τἀληθῆ, νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.

### 520

οὕτω νικήσαιμί τ’ ἐγὼ καὶ νομιζοίμην σοφὸς ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς καὶ ταύτην σοφώτατ’ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν πρώτους ἠξίως’ ἀναγεῦς’ ὑμᾶς, ἣ παρέσχε μοι

### 520

ἔργον πλεῖστον· εἶτ’ ἀνεχώρουν ὑπ’ ἀνδρῶν φορτικῶν

### 525

ἡττηθεὶς οὐκ ἄξιος ὤν. ταῦτ’ οὖν ὑμῖν μέμφομαι τοῖς σοφοῖς, ὧν οὕνεκ’ ἐγὼ ταῦτ’ ἐπραγματευόμην. ἀλλ’ οὐδ’ ὣς ὑμῶν ποθ’ ἑκὼν προδώσω τοὺς δεξιούς. ἐξ ὅτου γὰρ ἐνθάδ’ ὑπ’ ἀνδρῶν, οὓς ἡδὺ καὶ λέγειν, ὁ σώφρων τε χὠ καταπύγων ἄριστ’ ἠκουσάτην,

### 530

κἀγώ, παρθένος γὰρ ἔτ’ ἦν κοὐκ ἐξῆν πώ μοι τεκεῖν, ἐξέθηκα, παῖς δ’ ἑτέρα τις λαβοῦς’ ἀνείλετο, ὑμεῖς δ’ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε, ἐκ τούτου μοι πιστὰ παρ’ ὑμῶν γνώμης ἔσθ’ ὅρκια. νῦν οὖν Ἠλέκτραν κατ’ ἐκείνην ἥδ’ ἡ κωμῳδία

### 535

ζητοῦς’ ἦλθ’, ἤν που ’πιτύχῃ θεαταῖς οὕτω σοφοῖς. γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον. ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθ’, ἥτις πρῶτα μὲν οὐδὲν ἦλθε ῥαψαμένη σκύτινον καθειμένον ἐρυθρὸν ἐξ ἄκρου, παχύ, τοῖς παιδίοις ἵν’ ᾖ γέλως·

### 540

οὐδ’ ἔσκωψεν τοὺς φαλακρούς, οὐδὲ κόρδαχ’ εἵλκυσεν· οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῇ βακτηρίᾳ τύπτει τὸν παρόντ’, ἀφανίζων πονηρὰ σκώμματα· οὐδ’ εἰσῇξε δᾷδας ἔχους’ οὐδ’ “ἰοὺ ἰού” βοᾷ· ἀλλ’ αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύους’ ἐλήλυθεν.

### 545

κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποητὴς οὐ κομῶ, οὐδ’ ὑμᾶς ζητῶ ’ξαπατᾶν δὶς καὶ τρὶς ταὔτ’ εἰσάγων,

### 545

ἀλλ’ αἰεὶ καινὰς ἰδέας εἰσφέρων σοφίζομαι οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς· ὃς μέγιστον ὄντα Κλέων’ ἔπαις’ εἰς τὴν γαστέρα

### 545

κοὐκ ἐτόλμης’ αὖθις ἐπεμπηδῆς’ αὐτῷ κειμένῳ. οὗτοι δ’, ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος, τοῦτον δείλαιον κολετρῶς’ ἀεὶ καὶ τὴν μητέρα. Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς,

### 555

προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχ’, ἣν Φρύνιχος πάλαι πεπόηχ’, ἣν τὸ κῆτος ἤσθιεν. εἶθ’ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον, ἅλλοι τ’ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον, τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.

### 560

ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω. ἢν δ’ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθ’ εὑρήμασιν, εἰς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.

### 562

ὑψιμέδοντα μὲν θεῶν Ζῆνα τύραννον εἰς χορὸν

### 565

πρῶτα μέγαν κικλήσκω· τόν τε μεγασθενῆ τριαίνης ταμίαν, γῆς τε καὶ ἁλμυρᾶς θαλάσ‐

### 565

σης ἄγριον μοχλευτήν· καὶ μεγαλώνυμον ἡμέτερον πατέρ’

### 570

Αἰθέρα σεμνότατον, βιοθρέμμονα πάντων· τόν θ’ ἱππονώμαν, ὃς ὑπερ‐ λάμπροις ἀκτῖσιν κατέχει γῆς πέδον, μέγας ἐν θεοῖς ἐν θνητοῖσί τε δαίμων.

### 575

ὦ σοφώτατοι θεαταί, δεῦρο τὸν νοῦν προσέχετε· ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθ’ ἐναντίον. πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν δαιμόνων ἡμῖν μόναις οὐ θύετ’ οὐδὲ σπένδετε, αἵτινες τηροῦμεν ὑμᾶς. ἢν γὰρ ᾖ τις ἔξοδος

### 580

μηδενὶ ξὺν νῷ, τότ’ ἢ βροντῶμεν ἢ ψακάζομεν. εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα ἡνίχ’ ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς ξυνήγομεν κἀποοῦμεν δεινά, βροντὴ δ’ ἐρράγη δι’ ἀστραπῆς. ἡ σελήνη δ’ ἐξέλειπεν τὰς ὁδούς, ὁ δ’ ἥλιος

### 585

τὴν θρυαλλίδ’ εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας οὐ φανεῖν ἔφασκεν ὑμῖν εἰ στρατηγήσοι Κλέων. ἀλλ’ ὅμως εἵλεσθε τοῦτον· φασὶ γὰρ δυσβουλίαν τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεούς, ἅττ’ ἂν ὑμεῖς ἐξαμάρτητ’, ἐπὶ τὸ βέλτιον τρέπειν.

### 590

ὡς δὲ καὶ τοῦτο ξυνοίσει, ῥᾳδίως διδάξομεν.

### 590

ἢν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα, αὖθις εἰς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε, ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει ξυνοίσεται.

### 595

ἀμφί μοι αὖτε Φοῖβ’ ἄναξ Δήλιε, Κυνθίαν ἔχων ὑψικέρατα πέτραν· ἥ τ’ Ἐφέσου μάκαιρα πάγχρυσον ἔχεις οἶκον, ἐν ᾧ κόραι σε Λυ‐

### 595

δῶν μεγάλως σέβουσιν· ἥ τ’ ἐπιχώριος ἡμετέρα θεὸς αἰγίδος ἡνίοχος, πολιοῦχος Ἀθάνα· Παρνασσίαν θ’ ὃς κατέχων πέτραν σὺν πεύκαις σελαγεῖ

### 605

Βάκχαις Δελφίσιν ἐμπρέπων κωμαστὴς Διόνυσος.

### 606

ἡνίχ’ ἡμεῖς δεῦρ’ ἀφορμᾶσθαι παρεσκευάσμεθα, ἡ Σελήνη ξυντυχοῦς’ ἡμῖν ἐπέστειλεν φράσαι πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις·

### 610

εἶτα θυμαίνειν ἔφασκε. δεινὰ γὰρ πεπονθέναι ὠφελοῦς’ ὑμᾶς ἅπαντας οὐ λόγοις ἀλλ’ ἐμφανῶς· πρῶτα μὲν τοῦ μηνὸς εἰς δᾷδ’ οὐκ ἔλαττον ἢ δραχμήν,

### 610

ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας “μὴ πρίῃ, παῖ, δᾷδ’, ἐπειδὴ φῶς Σεληναίης καλόν.”

### 615

ἄλλα τ’ εὖ δρᾶν φησίν, ὑμᾶς δ’ οὐκ ἄγειν τὰς ἡμέρας οὐδὲν ὀρθῶς, ἀλλ’ ἄνω τε καὶ κάτω κυδοιδοπᾶν, ὥστ’ ἀπειλεῖν φησὶν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε, ἡνίκ’ ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν.

### 620

κᾆθ’ ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε, πολλάκις δ’ ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν, ἡνίκ’ ἂν πενθῶμεν ἢ τὸν Μέμνον’ ἢ Σαρπηδόνα, σπένδεθ’ ὑμεῖς καὶ γελᾶτ’· ἀνθ’ ὧν λαχὼν Ὑπέρβολος τῆτες ἱερομνημονεῖν κἄπειθ’ ὑφ’ ἡμῶν τῶν θεῶν

### 625

τὸν στέφανον ἀφῃρέθη· μᾶλλον γὰρ οὕτως εἴσεται κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας.

**ΣΩΚΡΑΤΗΣ**

### 626

μὰ τὴν Ἀναπνοήν, μὰ τὸ Χάος, μὰ τὸν Ἀέρα, οὐκ εἶδον οὕτως ἄνδρ’ ἄγροικον οὐδαμοῦ οὐδ’ ἄπορον οὐδὲ σκαιὸν οὐδ’ ἐπιλήσμονα,

### 630

ὅστις σκαλαθυρμάτι’ ἄττα μικρὰ μανθάνων ταῦτ’ ἐπιλέλησται πρὶν μαθεῖν. ὅμως γε μὴν αὐτὸν καλῶ θύραζε δεῦρο πρὸς τὸ φῶς. ποῦ Στρεψιάδης; ἔξει τὸν ἀσκάντην λαβών;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 630

ἀλλ’ οὐκ ἐῶσί μ’ ἐξενεγκεῖν οἱ κόρεις.

**ΣΩΚΡΑΤΗΣ**

### 635

ἁνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 635

ἰδού.

**ΣΩΚΡΑΤΗΣ**

### 635

ἄγε δή, τί βούλει πρῶτα νυνὶ μανθάνειν ὧν οὐκ ἐδιδάχθης πώποτ’ οὐδέν; εἰπέ μοι. πότερον περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 635

περὶ τῶν μέτρων ἔγωγ’· ἔναγχος γάρ ποτε

### 640

ὑπ’ ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ.

**ΣΩΚΡΑΤΗΣ**

### 640

οὐ τοῦτ’ ἐρωτῶ ς’, ἀλλ’ ὅτι κάλλιστον μέτρον ἡγεῖ, πότερον τὸ τρίμετρον ἢ τὸ τετράμετρον;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 640

ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιέκτεω.

**ΣΩΚΡΑΤΗΣ**

### 640

οὐδὲν λέγεις, ὤνθρωπε.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 644

περίδου νυν ἐμοὶ

### 645

εἰ μὴ τετράμετρόν ἐστιν ἡμιέκτεων.

**ΣΩΚΡΑΤΗΣ**

### 645

εἰς κόρακας. ὡς ἄγροικος εἶ καὶ δυσμαθής. ταχύ γ’ ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 645

τί δέ μ’ ὠφελήσους’ οἱ ῥυθμοὶ πρὸς τἄλφιτα;

**ΣΩΚΡΑΤΗΣ**

### 645

πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ,

### 645

ἐπαΐονθ’ ὁποῖός ἐστι τῶν ῥυθμῶν

### 645

κατ’ ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 645

κατὰ δάκτυλον; νὴ τὸν Δί’, ἀλλ’ οἶδ’.

**ΣΩΚΡΑΤΗΣ**

### 652

εἰπὲ δή.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 652

[τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου;] πρὸ τοῦ μέν, ἔτ’ ἐμοῦ παιδὸς ὄντος, οὑτοσί.

**ΣΩΚΡΑΤΗΣ**

### 655

ἀγρεῖος εἶ καὶ σκαιός.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 655

οὐ γὰρ ᾠζυρὲ τούτων ἐπιθυμῶ μανθάνειν οὐδέν.

**ΣΩΚΡΑΤΗΣ**

### 656

τί δαί;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 656

ἐκεῖν’ ἐκεῖνο, τὸν ἀδικώτατον λόγον.

**ΣΩΚΡΑΤΗΣ**

### 656

ἀλλ’ ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν, τῶν τετραπόδων ἅττ’ ἐστιν ὀρθῶς ἄρρενα.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 660

ἀλλ’ οἶδ’ ἔγωγε τἄρρεν’, εἰ μὴ μαίνομαι· κριός, τράγος, ταῦρος, κύων, ἀλεκτρυών.

**ΣΩΚΡΑΤΗΣ**

### 660

ὁρᾷς ἃ πάσχεις; τήν τε θήλειαν καλεῖς ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 660

πῶς δή, φέρε;

**ΣΩΚΡΑΤΗΣ**

### 664

πῶς; ἀλεκτρυὼν κἀλεκτρυών.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 665

νὴ τὸν Ποσειδῶ. νῦν δὲ πῶς με χρὴ καλεῖν;

**ΣΩΚΡΑΤΗΣ**

### 665

ἀλεκτρύαιναν, τὸν δ’ ἕτερον ἀλέκτορα.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 665

ἀλεκτρύαιναν; εὖ γε νὴ τὸν Ἀέρα· ὥστ’ ἀντὶ τούτου τοῦ διδάγματος μόνου διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.

**ΣΩΚΡΑΤΗΣ**

### 670

ἰδοὺ μάλ’ αὖθις, τοῦθ’ ἕτερον. τὴν κάρδοπον ἄρρενα καλεῖς θήλειαν οὖσαν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 671

τῷ τρόπῳ; ἄρρενα καλῶ ’γὼ κάρδοπον;

**ΣΩΚΡΑΤΗΣ**

### 672

μάλιστά γε, ὥσπερ γε καὶ Κλεώνυμον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 673

πῶς δή; φράσον.

**ΣΩΚΡΑΤΗΣ**

### 673

ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 675

ἀλλ’ ὦ ’γάθ’, οὐδ’ ἦν κάρδοπος Κλεωνύμῳ, ἀλλ’ ἐν θυείᾳ στρογγύλῃ γ’ ἀνεμάττετο. ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν;

**ΣΩΚΡΑΤΗΣ**

### 677

ὅπως; τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 677

τὴν καρδόπην θήλειαν;

**ΣΩΚΡΑΤΗΣ**

### 679

ὀρθῶς γὰρ λέγεις.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 680

ἐκεῖνο † δ’ ἦν ἄν †· καρδόπη, Κλεωνύμη.

**ΣΩΚΡΑΤΗΣ**

### 680

ἔτι δέ γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ, ἅττ’ ἄρρεν’ ἐστίν, ἅττα δ’ αὐτῶν θήλεα.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 680

ἀλλ’ οἶδ’ ἔγωγ’ ἃ θήλε’ ἐστίν.

**ΣΩΚΡΑΤΗΣ**

### 683

εἰπὲ δή.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 683-684

Λύσιλλα, Φίλιννα, Κλειταγόρα, Δημητρία.

**ΣΩΚΡΑΤΗΣ**

### 685

ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 685

μυρία. Φιλόξενος, Μελησίας, Ἀμεινίας.

**ΣΩΚΡΑΤΗΣ**

### 685

ἀλλ’ ὦ πόνηρε, ταῦτά γ’ ἔστ’ οὐκ ἄρρενα.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 685

οὐκ ἄρρεν’ ὑμῖν ἐστίν;

**ΣΩΚΡΑΤΗΣ**

### 688

οὐδαμῶς γ’, ἐπεὶ πῶς γ’ ἂν καλέσειας ἐντυχὼν Ἀμεινίᾳ;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 690

ὅπως ἄν; ὡδί· δεῦρο δεῦρ’, Ἀμεινία.

**ΣΩΚΡΑΤΗΣ**

### 690

ὁρᾷς; γυναῖκα τὴν Ἀμεινίαν καλεῖς.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 690

οὔκουν δικαίως, ἥτις οὐ στρατεύεται; ἀτὰρ τί ταῦθ’ ἃ πάντες ἴσμεν μανθάνω;

**ΣΩΚΡΑΤΗΣ**

### 690

οὐδὲν μὰ Δί’, ἀλλὰ κατακλινεὶς δευρί—

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 694

τί δρῶ;

**ΣΩΚΡΑΤΗΣ**

### 695

ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 695

μὴ δῆθ’, ἱκετεύω, ’νταῦθά γ’, ἀλλ’ εἴπερ γε χρή, χαμαί μ’ ἔασον αὐτὰ ταῦτ’ ἐκφροντίσαι.

**ΣΩΚΡΑΤΗΣ**

### 695

οὐκ ἔστι παρὰ ταῦτ’ ἄλλα.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 698

κακοδαίμων ἐγώ.

### 698

οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.

**ΧΟΡΟΣ**

### 698

φρόντιζε δὴ καὶ διάθρει πάντα τρόπον τε σαυτὸν

### 702-703

στρόβει πυκνώσας. ταχὺς δ’, ὅταν εἰς ἄπορον

### 704

πέσῃς, ἐπ’ ἄλλο πήδα

### 705

νόημα φρενός· ὕπνος δ’ ἀπέ‐ στω γλυκύθυμος ὀμμάτων.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 706

ἀτταταῖ ἀτταταῖ.

**ΧΟΡΟΣ**

### 706

τί πάσχεις; τί κάμνεις;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 706

ἀπόλλυμαι δείλαιος. ἐκ τοῦ σκίμποδος

### 710

δάκνουσί μ’ ἐξέρποντες οἱ Κορίνθιοι, καὶ τὰς πλευρὰς δαρδάπτουσιν καὶ τὴν ψυχὴν ἐκπίνουσιν καὶ τοὺς ὄρχεις ἐξέλκουσιν καὶ τὸν πρωκτὸν διορύττουσιν,

### 715

καί μ’ ἀπολοῦσιν.

**ΧΟΡΟΣ**

### 715

μή νυν βαρέως ἄλγει λίαν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 715

καὶ πῶς; ὅτε μου φροῦδα τὰ χρήματα, φρούδη χροιά, φρούδη ψυχή, φρούδη δ’ ἐμβάς,

### 720

καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς φρουρᾶς ᾄδων

### 720

ὀλίγου φροῦδος γεγένημαι.

**ΣΩΚΡΑΤΗΣ**

### 720

οὗτος τί ποιεῖς; οὐχὶ φροντίζεις;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 723

ἐγώ; νὴ τὸν Ποσειδῶ.

**ΣΩΚΡΑΤΗΣ**

### 724

καὶ τί δῆτ’ ἐφρόντισας;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 725

ὑπὸ τῶν κόρεων εἴ μου τι περιλειφθήσεται.

**ΣΩΚΡΑΤΗΣ**

### 725

ἀπολεῖ κάκιστ’.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 726

ἀλλ’ ὦ ’γάθ’ ἀπόλωλ’ ἀρτίως.

**ΧΟΡΟΣ**

### 726

οὐ μαλθακιστέ’ ἀλλὰ περικαλυπτέα. ἐξευρετέος γὰρ νοῦς ἀποστερητικός κἀπαιόλημ’.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 729

οἴμοι τίς ἂν δῆτ’ ἐπιβάλοι

### 730

ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα;

**ΣΩΚΡΑΤΗΣ**

### 730

φέρε νυν ἀθρήσω πρῶτον, ὅτι δρᾷ, τουτονί. οὗτος, καθεύδεις;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 732

μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ.

**ΣΩΚΡΑΤΗΣ**

### 732

ἔχεις τι;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 733

μὰ Δί’ οὐ δῆτ’ ἔγωγ’.

**ΣΩΚΡΑΤΗΣ**

### 733

οὐδὲν πάνυ;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 733

οὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ.

**ΣΩΚΡΑΤΗΣ**

### 735

οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 735

περὶ τοῦ; σὺ γάρ μοι τοῦτο φράσον, ὦ Σώκρατες.

**ΣΩΚΡΑΤΗΣ**

### 735

αὐτὸς ὅτι βούλει πρῶτος ἐξευρὼν λέγε.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 735

ἀκήκοας μυριάκις ἁγὼ βούλομαι, περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί.

**ΣΩΚΡΑΤΗΣ**

### 740

ἴθι νυν καλύπτου, καὶ σχάσας τὴν φροντίδα λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα ὀρθῶς διαιρῶν καὶ σκοπῶν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 742

οἴμοι τάλας.

**ΣΩΚΡΑΤΗΣ**

### 742

ἔχ’ ἀτρέμα· κἂν ἀπορῇς τι τῶν νοημάτων, ἀφεὶς ἄπελθε, κᾆτα τῇ γνώμῃ πάλιν

### 745

κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 745

ὦ Σωκρατίδιον φίλτατον.

**ΣΩΚΡΑΤΗΣ**

### 746

τί, ὦ γέρον;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 746

ἔχω τόκου γνώμην ἀποστερητικήν.

**ΣΩΚΡΑΤΗΣ**

### 746

ἐπίδειξον αὐτήν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 748

εἰπὲ δή νυν μοι—

**ΣΩΚΡΑΤΗΣ**

### 748

τὸ τί;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 748

γυναῖκα φαρμακίδ’ εἰ πριάμενος Θετταλὴν

### 748

καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ αὐτὴν καθείρξαιμ’ εἰς λοφεῖον στρογγύλον ὥσπερ κάτροπτον, κᾆτα τηροίην ἔχων.

**ΣΩΚΡΑΤΗΣ**

### 748

τί δῆτα τοῦτ’ ἂν ὠφελήσειέν ς’;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 753

ὅτι εἰ μηκέτ’ ἀνατέλλοι σελήνη μηδαμοῦ,

### 755

οὐκ ἂν ἀποδοίην τοὺς τόκους.

**ΣΩΚΡΑΤΗΣ**

### 755

ὁτιὴ τί δή;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 755

ὁτιὴ κατὰ μῆνα τἀργύριον δανείζεται.

**ΣΩΚΡΑΤΗΣ**

### 755

εὖ γ’. ἀλλ’ ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν. εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη, ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 760

ὅπως; ὅπως; οὐκ οἶδ’. ἀτὰρ ζητητέον.

**ΣΩΚΡΑΤΗΣ**

### 760

μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί, ἀλλ’ ἀποχάλα τὴν φροντίδ’ εἰς τὸν ἀέρα λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 760

ηὕρηκ’ ἀφάνισιν τῆς δίκης σοφωτάτην,

### 765

ὥστ’ αὐτὸν ὁμολογεῖν σέ μοι.

**ΣΩΚΡΑΤΗΣ**

### 765

ποίαν τινά;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 765

ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον ταύτην ἑόρακας, τὴν καλήν, τὴν διαφανῆ, ἀφ’ ἧς τὸ πῦρ ἅπτουσι;

**ΣΩΚΡΑΤΗΣ**

### 768

τὴν ὕαλον λέγεις;

### 768

ἔγωγε. φέρε, τί δῆτ’ ἄν, εἰ ταύτην λαβών,

### 770

ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς, ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον

### 770

τὰ γράμματ’ ἐκτήξαιμι τῆς ἐμῆς δίκης;

### 770

σοφῶς γε νὴ τὰς Χάριτας.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 773

οἴμ’, ὡς ἥδομαι ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη.

**ΣΩΚΡΑΤΗΣ**

### 775

ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 775

τὸ τί;

**ΣΩΚΡΑΤΗΣ**

### 775

ὅπως ἀποστρέψαις ἂν ἀντιδικῶν δίκην, μέλλων ὀφλήσειν, μὴ παρόντων μαρτύρων.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 775

φαυλότατα καὶ ῥᾷστ’.

**ΣΩΚΡΑΤΗΣ**

### 778

εἰπὲ δή.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 778

καὶ δὴ λέγω. εἰ πρόσθεν ἔτι μιᾶς· ἐνεστώσης δίκης

### 780

πρὶν τὴν ἐμὴν καλεῖσθ’ ἀπαγξαίμην τρέχων.

**ΣΩΚΡΑΤΗΣ**

### 780

οὐδὲν λέγεις.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 781

νὴ τοὺς θεοὺς ἔγωγ’, ἐπεὶ οὐδεὶς κατ’ ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην.

**ΣΩΚΡΑΤΗΣ**

### 781

ὑθλεῖς. ἄπερρ’. οὐκ ἂν διδαξαίμην ς’ ἔτι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 781

ὁτιὴ τί; ναί, πρὸς τῶν θεῶν, ὦ Σώκρατες.

**ΣΩΚΡΑΤΗΣ**

### 785

ἀλλ’ εὐθὺς ἐπιλήθει σύ γ’ ἅττ’ ἂν καὶ μάθῃς.

### 785

ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης; λέγε.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 785

φέρ’ ἴδω, τί μέντοι πρῶτον ἦν; τί πρῶτον ἦν; τίς ἦν ἐν ᾗ ματτόμεθα μέντοι τἄλφιτα; οἴμοι, τίς ἦν;

**ΣΩΚΡΑΤΗΣ**

### 789

οὐκ εἰς κόρακας ἀποφθερεῖ,

### 790

ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 790

οἴμοι. τί οὖν δῆθ’ ὁ κακοδαίμων πείσομαι; ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν. ἀλλ’ ὦ Νεφέλαι, χρηστόν τι συμβουλεύσατε.

**ΧΟΡΟΣ**

### 790

ἡμεῖς μέν, ὦ πρεσβῦτα, συμβουλεύομεν,

### 795

εἴ σοι τις υἱός ἐστιν ἐκτεθραμμένος, πέμπειν ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 795

ἀλλ’ ἔστ’ ἔμοιγ’ υἱὸς καλός τε κἀγαθός· ἀλλ’ οὐκ ἐθέλει γὰρ μανθάνειν, τί ἐγὼ πάθω;

**ΧΟΡΟΣ**

### 795

σὺ δ’ ἐπιτρέπεις;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 799

εὐσωματεῖ γὰρ καὶ σφριγᾷ,

### 799

κἄστ’ ἐκ γυναικῶν εὐπτέρων καὶ Κοισύρας. ἀτὰρ μέτειμί γ’ αὐτόν· ἢν δὲ μὴ θέλῃ, οὐκ ἔσθ’ ὅπως οὐκ ἐξελῶ ’κ τῆς οἰκίας. ἀλλ’ ἐπανάμεινόν μ’ ὀλίγον εἰσελθὼν χρόνον.

**ΧΟΡΟΣ**

### 803

ἆρ’ αἰσθάνει πλεῖστα δι’ ἡ‐

### 805

μᾶς ἀγάθ’ αὐτίχ’ ἕξων μόνας θεῶν; ὡς ἕτοιμος ὅδ’ ἐστὶν ἅπαν‐ τα δρᾶν ὅς’ ἂν κελεύῃς. σὺ δ’ ἀνδρὸς ἐκπεπληγμένου

### 805

καὶ φανερῶς ἐπηρμένου

### 810-811

γνοὺς ἀπολάψεις ὅτι πλεῖστον δύνασαι

### 812

ταχέως· φιλεῖ γάρ πως τὰ τοι‐ αῦθ’ ἑτέρᾳ τρέπεσθαι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 813

οὔτοι μὰ τὴν Ὁμίχλην ἔτ’ ἐνταυθοῖ μενεῖς,

### 815

ἀλλ’ ἔσθι’ ἐλθὼν τοὺς Μεγακλέους κίονας.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 815

ὦ δαιμόνιε, τί χρῆμα πάσχεις, ὦ πάτερ; οὐκ εὖ φρονεῖς, μὰ τὸν Δία τὸν Ὀλύμπιον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 815

ἰδού γ’ ἰδοὺ Δί’ Ὀλύμπιον. τῆς μωρίας· τὸν Δία νομίζειν ὄντα τηλικουτονί.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 820

τί δὲ τοῦτ’ ἐγέλασας ἐτεόν;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 820

ἐνθυμούμενος ὅτι παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά. ὅμως γε μὴν πρόσελθ’, ἵν’ εἰδῇς πλείονα, καί σοι φράσω τι πρᾶγμ’ ὃ [σὺ] μαθὼν ἀνὴρ ἔσει. ὅπως δὲ τοῦτο μὴ διδάξεις μηδένα.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 825

ἰδού. τί ἐστιν;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 825

ὤμοσας νυνὶ Δία.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 825

ἔγωγ’.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 826

ὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν; οὐκ ἔστιν, ὦ Φειδιππίδη, Ζεύς.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 827

ἀλλὰ τίς;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 827

Δῖνος βασιλεύει τὸν Δί’ ἐξεληλακώς.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 827

αἰβοῖ· τί ληρεῖς;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 829

ἴσθι τοῦθ’ οὕτως ἔχον.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 830

τίς φησι ταῦτα;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 830

Σωκράτης ὁ Μήλιος καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 830

σὺ δ’ εἰς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας ὥστ’ ἀνδράσιν πείθει χολῶσιν;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 833

εὐστόμει καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς

### 835

καὶ νοῦν ἔχοντας, ὧν ὑπὸ τῆς φειδωλίας ἀπεκείρατ’ οὐδεὶς πώποτ’ οὐδ’ ἠλείψατο οὐδ’ εἰς βαλανεῖον ἦλθε λουσόμενος· σὺ δὲ ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον. ἀλλ’ ὡς τάχιστ’ ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 840

τί δ’ ἂν παρ’ ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 840

ἄληθες; ὅσαπέρ ἐστιν ἀνθρώποις σοφά. γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς. ἀλλ’ ἐπανάμεινόν μ’ ὀλίγον ἐνταυθοῖ χρόνον.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 840

οἴμοι· τί δράσω παραφρονοῦντος τοῦ πατρός;

### 845

πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω,

### 845

ἢ τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 845

φέρ’ ἴδω, σὺ τοῦτον τίνα νομίζεις; εἰπέ μοι.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 845

ἀλεκτρυόνα.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 848

καλῶς γε. ταυτηνὶ δὲ τί;

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 848

ἀλεκτρυόν’.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 849

ἄμφω ταὐτό; καταγέλαστος εἶ.

### 849

μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖν ἀλεκτρύαιναν, τουτονὶ δ’ ἀλέκτορα.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 849

ἀλεκτρύαιναν; ταῦτ’ ἔμαθες τὰ δεξιὰ εἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 849

χἄτερά γε πόλλ’· ἀλλ’ ὅτι μάθοιμ’ ἑκάστοτε

### 855

ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 855

διὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 855

ἀλλ’ οὐκ ἀπολώλεκ’, ἀλλὰ καταπεφρόντικα.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 855

τὰς δ’ ἐμβάδας ποῖ τέτροφας, ὦ ’νόητε σύ;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 855

ὥσπερ Περικλέης, εἰς τὸ δέον ἀπώλεσα.

### 860

ἀλλ’ ἴθι, βάδιζ’, ἴωμεν. εἶτα τῷ πατρὶ πιθόμενος ἐξάμαρτε. κἀγώ τοι ποτὲ οἶδ’ ἑξέτει σοι τραυλίσαντι πιθόμενος. ὃν πρῶτον ὀβολὸν ἔλαβον ἠλιαστικόν, τούτου ’πριάμην σοι Διασίοις ἁμαξίδα.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 865

ἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτ’ ἀχθέσει.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 865

εὖ γ’ ὅτι ἐπείσθης.

### 866

δεῦρο δεῦρ’ ὦ Σώκρατες, ἔξελθ’· ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶ ἄκοντ’ ἀναπείσας.

**ΣΩΚΡΑΤΗΣ**

### 868

νηπύτιος γάρ ἐστ’ ἔτι καὶ τῶν κρεμαστῶν οὐ τρίβων τῶν ἐνθάδε.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 870

αὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 870

οὐκ εἰς κόρακας; καταρᾷ σὺ τῷ διδασκάλῳ;

**ΣΩΚΡΑΤΗΣ**

### 870

ἰδοὺ κρέμαι’· ὡς ἠλίθιον ἐφθέγξατο καὶ τοῖσι χείλεσιν διερρυηκόσιν. πῶς ἂν μάθοι ποθ’ οὗτος ἀπόφευξιν δίκης

### 875

ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν; καίτοι ταλάντου τοῦτ’ ἔμαθεν Ὑπέρβολος.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 875

ἀμέλει δίδασκε. θυμόσοφός ἐστιν φύσει. εὐθύς γε τοι παιδάριον ὂν τυννουτονὶ ἔπλαττεν ἔνδον οἰκίας ναῦς τ’ ἔγλυφεν

### 880

ἁμαξίδας τε † σκυτίνας ἠργάζετο κἀκ τῶν σιδίων βατράχους ἐποίει, πῶς δοκεῖς; ὅπως δ’ ἐκείνω τὼ λόγω μαθήσεται,

### 880

τὸν κρείττον’, ὅστις ἐστί, καὶ τὸν ἥττονα, ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα·

### 885

ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ.

**ΣΩΚΡΑΤΗΣ**

### 885

αὐτὸς μαθήσεται παρ’ αὐτοῖν τοῖν λόγοιν· ἐγὼ δ’ ἀπέσομαι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 887

τοῦτό νυν μέμνης’, ὅπως πρὸς πάντα τὰ δίκαι’ ἀντιλέγειν δυνήσεται.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 889

χώρει δευρί· δεῖξον σαυτὸν

### 890

τοῖσι θεαταῖς καίπερ θρασὺς ὤν.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 891

ἴθ’ ὅποι χρῄζεις· πολὺ γὰρ μᾶλλόν ς’ ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 891

ἀπολεῖς σύ; τίς ὤν;

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 893

λόγος.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 893

ἥττων γ’ ὤν.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 894a

ἀλλά σε νικῶ

### 894b

τὸν ἐμοῦ κρείττω φάσκοντ’ εἶναι.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 895

τί σοφὸν ποιῶν;

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 895

γνώμας καινὰς ἐξευρίσκων.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 895

ταῦτα γὰρ ἀνθεῖ

### 895

διὰ τουτουσὶ τοὺς ἀνοήτους.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 895

οὔκ, ἀλλὰ σοφούς.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 899

ἀπολῶ σε κακῶς.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 899

εἰπέ, τί ποιῶν;

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 899

τὰ δίκαια λέγων.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 899

ἀλλ’ ἀνατρέψω ταῦτ’ ἀντιλέγων· οὐδὲ γὰρ εἶναι πάνυ φημὶ Δίκην.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 899

οὐκ εἶναι φῄς;

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 903

φέρε γάρ, ποῦ ’στίν;

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 904a

παρὰ τοῖσι θεοῖς.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 904b

πῶς δῆτα Δίκης οὔσης ὁ Ζεὺς

### 905

οὐκ ἀπόλωλεν τὸν πατέρ’ αὑτοῦ δήσας;

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 906

αἰβοῖ, τουτὶ καὶ δὴ. χωρεῖ τὸ κακόν. δότε μοι λεκάνην.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 906

τυφογέρων εἶ κἀνάρμοστος.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 906

καταπύγων εἶ κἀναίσχυντος.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 910

ῥόδα μ’ εἴρηκας.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 910

καὶ βωμολόχος.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 910

κρίνεσι στεφανοῖς.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 911

καὶ πατραλοίας.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 911

χρυσῷ πάττων μ’ οὐ γιγνώσκεις.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 911

οὐ δῆτα πρὸ τοῦ γ’, ἀλλὰ μολύβδῳ.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 911

νῦν δέ γε κόσμος τοῦτ’ ἐστὶν ἐμοί.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 915

θρασὺς εἶ πολλοῦ.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 915

σὺ δέ γ’ ἀρχαῖος.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 915

διὰ σὲ δὲ φοιτᾶν οὐδεὶς ἐθέλει τῶν μειρακίων. καὶ γνωσθήσει ποτ’ Ἀθηναίοις οἷα διδάσκεις τοὺς ἀνοήτους.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 920

αὐχμεῖς αἰσχρῶς.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 920

σὺ δέ γ’ εὖ πράττεις. καίτοι πρότερόν γ’ ἐπτώχευες, Τήλεφος εἶναι Μυσὸς φάσκων ἐκ πηριδίου γνώμας τρώγων Πανδελετείους.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 925

ὤμοι σοφίας—

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 925

ὤμοι μανίας—

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 925

ἧς ἐμνήσθης.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 926

τῆς σῆς πόλεως θ’ ἥτις σε τρέφει λυμαινόμενον τοῖς μειρακίοις.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 926

οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 930

εἴπερ γ’ αὐτὸν σωθῆναι χρὴ καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 930

δεῦρ’ ἴθι, τοῦτον δ’ ἔα μαίνεσθαι.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 930

κλαύσει, τὴν χεῖρ’ ἢν ἐπιβάλλῃς.

**ΧΟΡΟΣ**

### 930

παύσασθε μάχης καὶ λοιδορίας.

### 935

ἀλλ’ ἐπίδειξαι σύ τε τοὺς προτέρους ἅττ’ ἐδίδασκες,

### 937a

σύ τε τὴν καινὴν

### 937b

παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν

### 938

ἀντιλεγόντοιν κρίνας φοιτᾷ.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 938

δρᾶν ταῦτ’ ἐθέλω.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 939

κἄγωγ’ ἐθέλω.

**ΧΟΡΟΣ**

### 940

φέρε δή, πότερος λέξει πρότερος;

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 940

τούτῳ δώσω· κᾆτ’ ἐκ τούτων ὧν ἂν λέξῃ ῥηματίοισιν καινοῖς αὐτὸν καὶ διανοίαις κατατοξεύσω,

### 945

τὸ τελευταῖον δ’, ἢν ἀναγρύζῃ, τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ κεντούμενος ὥσπερ ὑπ’ ἀνθρηνῶν ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.

**ΧΟΡΟΣ**

### 948

νῦν δείξετον τὼ πισύνω

### 948

τοῖς περιδεξίοισιν λόγοισι καὶ φροντίσι καὶ γνωμοτύποις μερίμναις ὁπότερος αὐτοῖν ἀμεί‐ νων λέγων φανήσεται.

### 955

νῦν γὰρ ἅπας ἐνθάδε κίν‐ δυνος ἀνεῖται σοφίας, ἧς πέρι τοῖς ἐμοῖς φίλοις ἐστὶν ἀγὼν μέγιστος.

### 958

ἀλλ’ ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώ‐

### 959

σας,

### 960

ῥῆξον φωνὴν ᾗτινι χαίρεις καὶ τὴν σαυτοῦ φύσιν εἰπέ.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 960

λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο, ὅτ’ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ’νενόμιστο. πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδέν’ ἀκοῦσαι· εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως εἰς κιθαριστοῦ

### 965

τοὺς κωμήτας γυμνοὺς ἁθρόους, κεἰ κριμνώδη κατανείφοι.

### 965

εἶτ’ αὖ προμαθεῖν ᾆσμ’ ἐδίδασκεν τὼ μηρὼ μὴ ξυνέχοντας, ἢ “Παλλάδα περσέπολιν δεινάν” ἢ “τηλέπορόν τι

### 967

βόαμα”, ἐντειναμένους τὴν ἁρμονίαν ἣν οἱ πατέρες παρέδωκαν. εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτ’ ἢ κάμψειέν τινα καμπὴν

### 970

οἵας οἱ νῦν, τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπ‐ τους, ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων. ἐν παιδοτρίβου δὲ καθίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι τοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές·

### 975

εἶτ’ αὖ πάλιν αὖθις ἀνιστάμενον συμψῆσαι καὶ προνοεῖσθαι εἴδωλον τοῖσιν ἐρασταῖσιν τῆς ἥβης μὴ καταλείπειν. ἠλείψατο δ’ ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότ’ ἄν,

### 977

ὥστε τοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει. οὐδ’ ἂν μαλακὴν φυρασάμενος τὴν φωνὴν πρὸς τὸν ἐραστὴν

### 980

αὐτὸς ἑαυτὸν προαγωγεύων τοῖν ὀφθαλμοῖν ἐβάδιζεν.

### 980

οὐδ’ ἀνελέσθαι δειπνοῦντ’ ἐξῆν κεφάλαιον τῆς ῥαφανῖδος, οὐδ’ ἄννηθον τῶν πρεσβυτέρων ἁρπάζειν οὐδὲ σέλινον, οὐδ’ ὀψοφαγεῖν οὐδὲ κιχλίζειν οὐδ’ ἴσχειν τὼ πόδ’ ἐναλλάξ.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 980

ἀρχαῖά γε καὶ Διπολιώδη καὶ τεττίγων ἀνάμεστα

### 985

καὶ Κηκείδου καὶ Βουφονίων.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 985

ἀλλ’ οὖν ταῦτ’ ἐστὶν ἐκεῖνα ἐξ ὧν ἄνδρας Μαραθωνομάχας ἡμὴ παίδευσις ἔθρεψεν. σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοισι διδάσκεις ἐντετυλίχθαι, ὥστε μ’ ἀπάγχεσθ’ ὅταν ὀρχεῖσθαι Παναθηναίοις δέον

### 988

αὐτοὺς τὴν ἀσπίδα τῆς κωλῆς προέχων ἀμελῇ τις Τριτογενείης.

### 990

πρὸς ταῦτ’, ὦ μειράκιον, θαρρῶν ἐμὲ τὸν κρείττω λόγον

### 990

αἱροῦ. κἀπιστήσει μισεῖν ἀγορὰν καὶ βαλανείων ἀπέχεσθαι, καὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι κἂν σκώπτῃ τίς σε φλέγεσθαι, καὶ τῶν θάκων τοῖς πρεσβυτέροις ὑπανίστασθαι προσιοῦσιν, καὶ μὴ περὶ τοὺς σαυτοῦ γονέας σκαιουργεῖν, ἄλλο τε μηδὲν

### 995

αἰσχρὸν ποιεῖν ὅτι τῆς Αἰδοῦς μέλλεις τἄγαλμ’ † ἀναπλή‐

### 995

σειν †· μηδ’ εἰς ὀρχηστρίδος εἰσᾴττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς μήλῳ βληθεὶς ὑπὸ πορνιδίου τῆς εὐκλείας ἀποθραυσθῇς, μηδ’ ἀντειπεῖν τῷ πατρὶ μηδὲν μηδ’ Ἰαπετὸν καλέσαντα μνησικακῆσαι τὴν ἡλικίαν ἐξ ἧς ἐνεοττοτροφήθης.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 995

εἰ ταῦτ’, ὦ μειράκιον, πείσει τούτῳ, νὴ τὸν Διόνυσον τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις καί σε καλοῦσι βλιτομάμ‐

### 1001

μαν.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 1001

ἀλλ’ οὖν λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις διατρίψεις, οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελ’, οἷάπερ οἱ

### 1003

νῦν, οὐδ’ ἑλκόμενος περὶ πραγματίου γλισχραντιλογεξεπιτρίπτου,

### 1005

ἀλλ’ εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει στεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου, σμίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης † φυλλο‐

### 1007

βολούσης †, ἦρος ἐν ὥρᾳ, χαίρων ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ.

### 1007

ἢν ταῦτα ποῇς ἁγὼ φράζω

### 1010

καὶ πρὸς τούτοις προσέχῃς τὸν νοῦν ἕξεις αἰεὶ στῆθος λιπαρόν, χροιὰν λαμπράν, ὤμους μεγάλους, γλῶτταν βαιάν, πυγὴν μεγάλην, πόσθην μικράν·

### 1015

ἢν δ’ ἅπερ οἱ νῦν ἐπιτηδεύῃς, πρῶτα μὲν ἕξεις χροιὰν ὠχράν, ὤμους μικρούς, στῆθος λεπτόν, γλῶτταν μεγάλην, κωλῆν μικράν, ψήφισμα μακρόν,

### 1020

καί ς’ ἀναπείσει τὸ μὲν αἰσχρὸν ἅπαν καλὸν ἡγεῖσθαι, τὸ καλὸν δ’ αἰσχρόν, καὶ πρὸς τούτοις τῆς Ἀντιμάχου καταπυγοσύνης ἀναπλήσει.

**ΧΟΡΟΣ**

### 1023

ὦ καλλίπυργον σοφίαν

### 1025

κλεινοτάτην ἐπασκῶν, ὡς ἡδύ σου τοῖσι λόγοις σῶφρον ἔπεστιν ἄνθος.

### 1028-1029

εὐδαίμονες ἄρ’ ἦσαν οἱ ζῶντες τότε.

### 1030-1031

πρὸς τάδε ς’, ὦ κομψοπρεπῆ μοῦσαν ἔχων,

### 1032

δεῖ σε λέγειν τι καινόν, ὡς

### 1032

ηὐδοκίμηκεν ἁνήρ. δεινῶν δέ σοι βουλευμάτων ἔοικε δεῖν πρὸς αὐτόν,

### 1035

εἴπερ τὸν ἄνδρ’ ὑπερβαλεῖ καὶ μὴ γέλωτ’ ὀφλήσεις.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 1035

καὶ μὴν πάλαι ’γὼ ’πνιγόμην τὰ σπλάγχνα κἀπεθύμουν ἅπαντα ταῦτ’ ἐναντίαις γνώμαισι συνταράξαι. ἐγὼ γὰρ ἥττων μὲν λόγος δι’ αὐτὸ τοῦτ’ ἐκλήθην ἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος ἐπενόησα

### 1040

τοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντί’ ἀντιλέξαι. καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστ’ ἄξιον στατήρων, αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν. σκέψαι δὲ τὴν παίδευσιν ᾗ πέποιθεν, ὡς ἐλέγξω, ὅστις σε θερμῷ φησὶ λοῦσθαι πρῶτον οὐκ ἐάσειν.

### 1045

καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά;

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 1045

ὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποεῖ τὸν ἄνδρα.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 1045

ἐπίσχες· εὐθὺς γάρ σε μέσον ἔχω λαβὼν ἄφυκτον. καί μοι φράσον· τῶν τοῦ Διὸς παίδων τίν’ ἄνδρ’ ἄριστον ψυχὴν νομίζεις, εἰπέ, καὶ πλείστους πόνους πονῆσαι;

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 1045

ἐγὼ μὲν οὐδέν’ Ἡρακλέους βελτίον’ ἄνδρα κρίνω.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 1045

ποῦ ψυχρὰ δῆτα πώποτ’ εἶδες Ἡράκλεια λουτρά; καίτοι τίς ἀνδρειότερος ἦν;

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 1052

ταῦτ’ ἐστί, ταῦτ’, ἐκεῖνα ἃ τῶν νεανίσκων ἀεὶ δι’ ἡμέρας λαλούντων πλῆρες τὸ βαλανεῖον ποιεῖ κενὰς δὲ τὰς παλαίστρας.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 1055

εἶτ’ ἐν ἀγορᾷ τὴν διατριβὴν ψέγεις, ἐγὼ δ’ ἐπαινῶ. εἰ γὰρ πονηρὸν ἦν, Ὅμηρος οὐδέποτ’ ἂν ἐποίει τὸν Νέστορ’ ἀγορητὴν ἄν, οὐδὲ τοὺς σοφοὺς ἅπαντας. ἄνειμι δῆτ’ ἐντεῦθεν εἰς τὴν γλῶτταν, ἣν ὁδὶ μὲν οὔ φησι χρῆναι τοὺς νέους ἀσκεῖν, ἐγὼ δέ φημι.

### 1060

καὶ σωφρονεῖν αὖ φησὶ χρῆναι, δύο κακὼ μεγίστω. ἐπεὶ σὺ διὰ τὸ σωφρονεῖν τῷ πώποτ’ εἶδες ἤδη ἀγαθόν τι γενόμενον; φράσον, καί μ’ ἐξέλεγξον εἰπών.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 1060

πολλοῖς. ὁ γοῦν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 1060

μάχαιραν; ἀστεῖόν γε κέρδος ἔλαβεν ὁ κακοδαίμων.

### 1065

Ὑπέρβολος δ’ οὑκ τῶν λύχνων πλεῖν ἢ τάλαντα πολλὰ εἴληφε διὰ πονηρίαν, ἀλλ’ οὐ μὰ Δί’ οὐ μάχαιραν.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 1065

καὶ τὴν Θέτιν γ’ ἔγημε διὰ τὸ σωφρονεῖν ὁ Πηλεύς.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 1065

κᾆτ’ ἀπολιποῦσά γ’ αὐτὸν ᾤχετ’· οὐ γὰρ ἦν ὑβριστὴς οὐδ’ ἡδὺς ἐν τοῖς στρώμασιν τὴν νύκτα παννυχίζειν·

### 1070

γυνὴ δὲ σιναμωρουμένη χαίρει. σὺ δ’ εἶ Κρόνιππος. σκέψαι γάρ, ὦ μειράκιον, ἐν τῷ σωφρονεῖν ἅπαντα ἅνεστιν, ἡδονῶν θ’ ὅσων μέλλεις ἀποστερεῖσθαι· παίδων, γυναικῶν, κοττάβων, ὄψων, πότων, καχασμῶν. καίτοι τί σοι ζῆν ἄξιον, τούτων ἐὰν στερηθῇς;

### 1075

εἶἑν. πάρειμ’ ἐντεῦθεν εἰς τὰς τῆς φύσεως ἀνάγκας. ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτ’ ἐλήφθης. ἀπόλωλας· ἀδύνατος γὰρ εἶ λέγειν. ἐμοὶ δ’ ὁμιλῶν

### 1075

χρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε μηδὲν αἰσχρόν. μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς, τάδ’ ἀντερεῖς πρὸς αὐτόν,

### 1080

ὡς οὐδὲν ἠδίκηκας· εἶτ’ εἰς τὸν Δί’ ἐπανενεγκεῖν, κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν· καίτοι σὺ θνητὸς ὢν θεοῦ πῶς μεῖζον ἂν δύναιο;

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 1080

τί δ’ ἢν ῥαφανιδωθῇ πιθόμενός σοι τέφρᾳ τε τιλθῇ; ἕξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι;

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 1085

ἢν δ’ εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν;

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 1085

τί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ;

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 1085

τί δῆτ’ ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ;

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 1085

σιγήσομαι. τί δ’ ἄλλο;

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 1088

φέρε δή μοι φράσον, συνηγοροῦσιν ἐκ τίνων;

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 1090

ἐξ εὐρυπρώκτων.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 1090

πείθομαι. τί δαί; τραγῳδοῦς’ ἐκ τίνων;

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 1090

ἐξ εὐρυπρώκτων.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 1092

εὖ λέγεις. δημηγοροῦσι δ’ ἐκ τίνων;

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 1092

ἐξ εὐρυπρώκτων.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 1094

ἆρα δῆτ’

### 1095

ἔγνωκας ὡς οὐδὲν λέγεις; καὶ τῶν θεατῶν ὁπότεροι πλείους σκόπει.

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 1095

καὶ δὴ σκοπῶ.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 1097

τί δῆθ’ ὁρᾷς;

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 1097

πολὺ πλείονας, νὴ τοὺς θεούς, τοὺς εὐρυπρώκτους. τουτονὶ

### 1099

γοῦν οἶδ’ ἐγὼ κἀκεινονὶ

### 1099

καὶ τὸν κομήτην τουτονί.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 1099

τί δῆτ’ ἐρεῖς;

**Ο ΚΡΕΙΤΤΩΝ ΛΟΓΟΣ**

### 1099

ἡττήμεθ’. ὦ κινούμενοι, πρὸς τῶν θεῶν δέξασθέ μου θοἰμάτιον, ὡς ἐξαυτομολῶ πρὸς ὑμᾶς.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 1105

τί δῆτα; πότερα τοῦτον ἀπάγεσθαι λαβὼν βούλει τὸν υἱόν, ἢ διδάσκω σοι λέγειν;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1105

δίδασκε καὶ κόλαζε καὶ μέμνης’ ὅπως εὖ μοι στομώσεις αὐτόν, ἐπὶ μὲν θάτερα οἷον δικιδίοις, τὴν δ’ ἑτέραν αὐτοῦ γνάθον

### 1110

στόμωσον οἵαν εἰς τὰ μείζω πράγματα.

**Ο ΗΤΤΩΝ ΛΟΓΟΣ**

### 1110

ἀμέλει, κομιεῖ τοῦτον σοφιστὴν δεξιόν.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1110

ὠχρὸν μὲν οὖν οἶμαί γε καὶ κακοδαίμονα.

**ΧΟΡΟΣ**

### 1112

χωρεῖτέ νυν. οἶμαι δὲ σοὶ

### 1112

ταῦτα μεταμελήσειν.

### 1115

τοὺς κριτὰς ἃ κερδανοῦσιν, ἤν τι τόνδε τὸν χορὸν ὠφελῶς’ ἐκ τῶν δικαίων, βουλόμεσθ’ ἡμεῖς φράσαι. πρῶτα μὲν γάρ, ἢν νεᾶν βούλησθ’ ἐν ὥρᾳ τοὺς ἀγρούς, ὕσομεν πρώτοισιν ὑμῖν, τοῖσι δ’ ἄλλοις ὕστερον. εἶτα τὸν καρπὸν τεκούσας ἀμπέλους φυλάξομεν,

### 1120

ὥστε μήτ’ αὐχμὸν πιέζειν μήτ’ ἄγαν ἐπομβρίαν. ἢν δ’ ἀτιμάσῃ τις ἡμᾶς θνητὸς ὢν οὔσας θεάς, προσεχέτω τὸν νοῦν πρὸς ἡμῶν οἷα πείσεται κακά, λαμβάνων οὔτ’ οἶνον οὔτ’ ἄλλ’ οὐδὲν ἐκ τοῦ χωρίου. ἡνίκ’ ἂν γὰρ αἵ τ’ ἐλαῖαι βλαστάνως’ αἵ τ’ ἄμπελοι,

### 1125

ἀποκεκόψονται· τοιαύταις σφενδόναις παιήσομεν. ἢν δὲ πλινθεύοντ’ ἴδωμεν, ὕσομεν καὶ τοῦ τέγους τὸν κέραμον αὐτοῦ χαλάζαις στρογγύλαις συντρίψομεν. κἂν γαμῇ ποτ’ αὐτὸς ἢ τῶν ξυγγενῶν ἢ τῶν φίλων, ὕσομεν τὴν νύκτα πᾶσαν, ὥστ’ ἴσως βουλήσεται

### 1130

κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1130

πέμπτη, τετράς, τρίτη· μετὰ ταύτην δευτέρα· εἶθ’ ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶν δέδοικα καὶ πέφρικα καὶ βδελύττομαι, εὐθὺς μετὰ ταύτην ἔσθ’ ἕνη τε καὶ νέα.

### 1135

πᾶς γάρ τις ὀμνύς, οἷς ὀφείλων τυγχάνω, θείς μοι πρυτανεῖ’ ἀπολεῖν μέ φησι κἀξολεῖν.

### 1135

κἀμοῦ μέτριά τε καὶ δίκαι’ αἰτουμένου, “ὦ δαιμόνιε, τὸ μέν τι νυνὶ μὴ λάβῃς, τὸ δ’ ἀναβαλοῦ μοι, τὸ δ’ ἄφες”, οὔ φασίν ποτε

### 1140

οὕτως ἀπολήψεσθ’, ἀλλὰ λοιδοροῦσί με ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι. νῦν οὖν δικαζέσθων. ὀλίγον γάρ μοι μέλει, εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης. τάχα δ’ εἴσομαι κόψας τὸ φροντιστήριον.

### 1145

παῖ, ἠμί, παῖ, παῖ.

**ΣΩΚΡΑΤΗΣ**

### 1145

Στρεψιάδην ἀσπάζομαι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1145

κἄγωγέ ς’. ἀλλὰ τουτονὶ πρῶτον λαβέ. χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον. καί μοι τὸν υἱόν, εἰ μεμάθηκε τὸν λόγον ἐκεῖνον, εἴφ’, ὃν ἀρτίως εἰσήγαγες.

**ΣΩΚΡΑΤΗΣ**

### 1145

μεμάθηκεν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1145

εὖ γ’, ὦ παμβασίλει’ Ἀπαιόλη.

**ΣΩΚΡΑΤΗΣ**

### 1145

ὥστ’ ἀποφύγοις ἂν ἥντιν’ ἂν βούλῃ δίκην.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1145

κεἰ μάρτυρες παρῆσαν ὅτ’ ἐδανειζόμην;

**ΣΩΚΡΑΤΗΣ**

### 1145

πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1145

βοάσομαι τἄρα τὰν ὑπέρτονον

### 1155

βοάν. ἰώ, κλάετ’ ὦ ’βολοστάται, αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων. οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθ’ ἔτι, οἷος ἐμοὶ τρέφεται τοῖσδ’ ἐνὶ δώμασι παῖς

### 1160

ἀμφήκει γλώττῃ λάμπων, πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη, λυσανίας πατρῴων μεγάλων κακῶν·

### 1163-1164

ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ.

### 1165

ὦ τέκνον, ὦ παῖ, ἔξελθ’ οἴκων, ἄϊε σοῦ πατρός.

**ΣΩΚΡΑΤΗΣ**

### 1165

ὅδ’ ἐκεῖνος ἀνήρ.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1165

ὦ φίλος, ὦ φίλος.

**ΣΩΚΡΑΤΗΣ**

### 1165

ἄπιθι λαβών.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1170

ἰὼ ἰώ, τέκνον.

### 1171a

ἰοῦ ἰοῦ.

### 1171b

ὡς ἥδομαί σου πρῶτα τὴν χροιὰν ἰδών.

### 1172

νῦν μέν γ’ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς κἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριον ἀτεχνῶς ἐπανθεῖ, τὸ “τί λέγεις σύ;” καὶ δοκεῖν

### 1175

ἀδικοῦντ’ ἀδικεῖσθαι, καὶ κακουργοῦντ’, οἶδ’ ὅτι. ἐπὶ τοῦ προσώπου τ’ ἐστὶν Ἀττικὸν βλέπος. νῦν οὖν ὅπως σώσεις μ’, ἐπεὶ κἀπώλεσας.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1175

φοβεῖ δὲ δὴ τί;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1178

τὴν ἕνην τε καὶ νέαν.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1178

ἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1180

εἰς ἥν γε θήσειν τὰ πρυτανεῖά φασί μοι.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1180

ἀπολοῦς’ ἄρ’ αὔθ’ οἱ θέντες. οὐ γάρ ἐσθ’ ὅπως μί’ ἡμέρα γένοιτ’ ἂν ἡμέραι δύο.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1180

οὐκ ἂν γένοιτο;

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1183

πῶς γάρ, εἰ μή περ γ’ ἅμα αὑτὴ γένοιτ’ ἂν γραῦς τε καὶ νέα γυνή.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1185

καὶ μὴν νενόμισταί γ’.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1185

οὐ γὰρ οἶμαι τὸν νόμον ἴσασιν ὀρθῶς ὅτι νοεῖ.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1186

νοεῖ δὲ τί;

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1186

ὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος τὴν φύσιν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1186

τουτὶ μὲν οὐδέν πω πρὸς ἕνην τε καὶ νέαν.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1186

ἐκεῖνος οὖν τὴν κλῆσιν εἰς δύ’ ἡμέρας

### 1190

ἔθηκεν, εἴς γε τὴν ἕνην τε καὶ νέαν,

### 1190

ἵν’ αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1190

ἵνα δὴ τί τὴν ἕνην προσέθηκεν;

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1192

ἵν’, ὦ μέλε, παρόντες οἱ φεύγοντες ἡμέρᾳ μιᾷ πρότερον ἀπαλλάττοινθ’ ἑκόντες· εἰ δὲ μή,

### 1195

ἕωθεν ὑπανιῷντο τῇ νουμηνίᾳ.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1195

πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ ἁρχαὶ τὰ πρυτανεῖ’, ἀλλ’ ἕνῃ τε καὶ νέᾳ;

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1195

ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι παθεῖν· ὅπως τάχιστα τὰ πρυτανεῖ’ ὑφελοίατο,

### 1195

διὰ τοῦτο προυτένθευσαν ἡμέρᾳ μιᾷ.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1195

εὖ γ’. ὦ κακοδαίμονες, τί κάθησθ’ ἀβέλτεροι, ἡμέτερα κέρδη τῶν σοφῶν, ὄντες λίθοι, ἀριθμός, πρόβατ’ ἄλλως, ἀμφορῆς νενησμένοι; ὥστ’ εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶ

### 1205

ἐπ’ εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον. “μάκαρ ὦ Στρεψίαδες αὐτός τ’ ἔφυς, ὡς σοφός, χοἶον τὸν υἱὸν τρέφεις”, φήσουσι δή μ’ οἱ φίλοι χοἰ δημόται

### 1210

ζηλοῦντες ἡνίκ’ ἂν σὺ νι‐ κᾷς λέγων τὰς δίκας.

### 1212-1213

ἀλλ’ εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι.

**ΧΡΗΣΤΗΣ Α**

### 1214

εἶτ’ ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι;

### 1215

οὐδέποτέ γ’, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα, ὅτε τῶν ἐμαυτοῦ γ’ ἕνεκα νυνὶ χρημάτων ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ.

### 1220

ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην—

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1221

τίς οὑτοσί;

**ΧΡΗΣΤΗΣ**

### 1221

—εἰς τὴν ἕνην τε καὶ νέαν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1222

μαρτύρομαι ὅτι εἰς δύ’ εἶπεν ἡμέρας. τοῦ χρήματος;

**ΧΡΗΣΤΗΣ**

### 1222

τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενος

### 1225

τὸν ψαρὸν ἵππον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1225

ἵππον; οὐκ ἀκούετε; ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθ’ ἱππικήν.

**ΧΡΗΣΤΗΣ**

### 1225

καὶ νὴ Δί’ ἀποδώσειν γ’ ἐπώμνυς τοὺς θεούς.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1225

μὰ τὸν Δί’ οὐ γάρ πω τότ’ ἐξηπίστατο

### 1225

Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον.

**ΧΡΗΣΤΗΣ**

### 1230

νῦν δὲ διὰ τοῦτ’ ἔξαρνος εἶναι διανοεῖ;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1230

τί γὰρ ἄλλ’ ἂν ἀπολαύσαιμι τοῦ μαθήματος;

**ΧΡΗΣΤΗΣ**

### 1230

καὶ ταῦτ’ ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺς ἵν’ ἂν κελεύσω ’γώ σε;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1233

τοὺς ποίους θεούς;

**ΧΡΗΣΤΗΣ**

### 1233

τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1234

νὴ Δία,

### 1235

κἂν προσκαταθείην γ’, ὥστ’ ὀμόσαι, τριώβολον.

**ΧΡΗΣΤΗΣ**

### 1235

ἀπόλοιο τοίνυν ἕνεκ’ ἀναιδείας ἔτι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1235

ἁλσὶν διασμηχθεὶς ὄναιτ’ ἂν οὑτοσί.

**ΧΡΗΣΤΗΣ**

### 1235

οἴμ’ ὡς καταγελᾷς.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1238

ἓξ χοᾶς χωρήσεται.

**ΧΡΗΣΤΗΣ**

### 1238

οὔτοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺς

### 1240

ἐμοῦ καταπροίξει.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1240

θαυμασίως ἥσθην θεοῖς, καὶ Ζεὺς γελοῖος ὀμνύμενος τοῖς εἰδόσιν.

**ΧΡΗΣΤΗΣ**

### 1240

ἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην. ἀλλ’ εἴτ’ ἀποδώσεις μοι τὰ χρήματ’ εἴτε μή,

### 1240

ἀπόπεμψον ἀποκρινάμενος.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1244

ἔχε νυν ἥσυχος·

### 1245

ἐγὼ γὰρ αὐτίκ’ ἀποκρινοῦμαί σοι σαφῶς.

**ΧΡΗΣΤΗΣ**

### 1245

τί σοι δοκεῖ δράσειν; ἀποδώσειν σοι δοκεῖ;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1245

ποῦ ’σθ’ οὗτος ἁπαιτῶν με τἀργύριον; λέγε, τουτὶ τί ἐστι;

**ΧΡΗΣΤΗΣ**

### 1248

τοῦθ’ ὅτι ἐστί; κάρδοπος.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1248

ἔπειτ’ ἀπαιτεῖς ἀργύριον τοιοῦτος ὤν;

### 1248

οὐκ ἂν ἀποδοίην οὐδ’ ἂν ὀβολὸν οὐδενὶ ὅστις καλέσειε “κάρδοπον” τὴν καρδόπην.

**ΧΡΗΣΤΗΣ**

### 1248

οὐκ ἄρ’ ἀποδώσεις;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1252

οὐχ ὅσον γ’ ἔμ’ εἰδέναι. οὔκουν ἁνύσας τι θᾶττον ἀπολιταργιεῖς ἀπὸ τῆς θύρας;

**ΧΡΗΣΤΗΣ**

### 1254

ἄπειμι· καὶ τοῦτ’ ἴσθ’, ὅτι

### 1255

θήσω πρυτανεῖ’, ἢ μηκέτι ζῴην ἐγώ.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1255

προσαποβαλεῖς ἄρ’ αὐτὰ πρὸς ταῖς δώδεκα. καίτοι σε τοῦτό γ’ οὐχὶ βούλομαι παθεῖν ὁτιὴ ’κάλεσας εὐηθικῶς “τὴν κάρδοπον”.

**ΧΡΗΣΤΗΣ Β**

### 1259a

ἰώ μοι μοι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1259b

ἔα·

### 1260

τίς οὑτοσί ποτ’ ἔσθ’ ὁ θρηνῶν; οὔ τι που τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο;

**ΧΡΗΣΤΗΣ**

### 1260

τί δ’, ὅστις εἰμί, τοῦτο βούλεσθ’ εἰδέναι; ἀνὴρ κακοδαίμων.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1263

κατὰ σεαυτόν νυν τρέπου.

**ΧΡΗΣΤΗΣ**

### 1263

ὦ σκληρὲ δαῖμον· ὦ τύχαι θραυσάντυγες

### 1265

ἵππων ἐμῶν· ὦ Παλλάς, ὥς μ’ ἀπώλεσας.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1265

τί δαί σε Τλημπόλεμός ποτ’ εἴργασται κακόν;

**ΧΡΗΣΤΗΣ**

### 1265

μὴ σκῶπτέ μ’, ὦ τᾶν, ἀλλά μοι τὰ χρήματα τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν, ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1270

τὰ ποῖα ταῦτα χρήμαθ’;

**ΧΡΗΣΤΗΣ**

### 1270

ἁδανείσατο.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1270

κακῶς ἄρ’ ὄντως εἶχες, ὥς γ’ ἐμοὶ δοκεῖς.

**ΧΡΗΣΤΗΣ**

### 1270

ἵππους γ’ ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1270

τί δῆτα ληρεῖς ὥσπερ ἀπ’ ὄνου καταπεσών;

**ΧΡΗΣΤΗΣ**

### 1270

ληρῶ, τὰ χρήματ’ ἀπολαβεῖν εἰ βούλομαι;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1275

οὐκ ἔσθ’ ὅπως σύ γ’ αὐτὸς ὑγιαίνεις.

**ΧΡΗΣΤΗΣ**

### 1275

τί δαί;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1275

τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς.

**ΧΡΗΣΤΗΣ**

### 1275

σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γ’ ἐμοί, εἰ μὴ ’ποδώσεις τἀργύριον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1278

κάτειπέ νυν· πότερα νομίζεις καινὸν αἰεὶ τὸν Δία

### 1280

ὕειν ὕδωρ ἑκάστοτ’, ἢ τὸν ἥλιον ἕλκειν κάτωθεν ταὐτὸ τοῦθ’ ὕδωρ πάλιν;

**ΧΡΗΣΤΗΣ**

### 1280

οὐκ οἶδ’ ἔγωγ’ ὁπότερον, οὐδέ μοι μέλει.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1280

πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ, εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων;

**ΧΡΗΣΤΗΣ**

### 1285

ἀλλ’ εἰ † σπανίζεις τἀργυρίου μοι τὸν τόκον ἀπόδοτε †.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1286

τοῦτο δ’ ἔσθ’, ὁ τόκος, τί θηρίον;

**ΧΡΗΣΤΗΣ**

### 1286

τί δ’ ἄλλο γ’ ἢ κατὰ μῆνα καὶ καθ’ ἡμέραν πλέον πλέον τἀργύριον αἰεὶ γίγνεται ὑπορρέοντος τοῦ χρόνου;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1289

καλῶς λέγεις.

### 1290

τί δῆτα; τὴν θάλαττάν ἐσθ’ ὅτι πλείονα νυνὶ νομίζεις ἢ πρὸ τοῦ;

**ΧΡΗΣΤΗΣ**

### 1291

μὰ Δί’, ἀλλ’ ἴσην. οὐ γὰρ δίκαιον πλείον’ εἶναι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1292

κᾆτα πῶς αὕτη μέν, ὦ κακόδαιμον, οὐδὲν γίγνεται ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ

### 1295

ζητεῖς ποῆσαι τἀργύριον πλέον τὸ σόν; οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας; φέρε μοι τὸ κέντρον.

**ΧΡΗΣΤΗΣ**

### 1297

ταῦτ’ ἐγὼ μαρτύρομαι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1297

ὕπαγε. τί μέλλεις; οὐκ ἐλᾷς, ὦ σαμφόρα;

**ΧΡΗΣΤΗΣ**

### 1297

ταῦτ’ οὐχ ὕβρις δῆτ’ ἐστίν;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1299

ἄξεις; ἐπιαλῶ

### 1299

κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον. φεύγεις; ἔμελλόν ς’ ἆρα κινήσειν ἐγὼ αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν.

**ΧΟΡΟΣ**

### 1302

οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων· ὁ γὰρ γέρων ὅδ’ ἐρασθεὶς

### 1305

ἀποστερῆσαι βούλεται τὰ χρήμαθ’ ἁδανείσατο. κοὐκ ἔσθ’ ὅπως οὐ τήμερον λήψεταί τι πρᾶγμ’ ὃ τοῦ‐ τον ποήσει τὸν σοφι‐

### 1310a

στὴν ὧν πανουργεῖν ἤρξατ’ ἐξ‐

### 1310b

αίφνης † τι κακὸν λαβεῖν †.

### 1311

οἶμαι γὰρ αὐτὸν αὐτίχ’ εὑρήσειν ὅπερ πάλαι ποτ’ ἐζήτει, εἶναι τὸν υἱὸν δεινόν οἱ γνώμας ἐναντίας λέγειν

### 1315

τοῖσιν δικαίοις, ὥστε νι‐ κᾶν ἅπαντας, οἵσπερ ἂν ξυγγένηται, κἂν λέγῃ παμπόνηρ’. ἴσως δ’ ἴσως βουλήσεται

### 1320

κἄφωνον αὐτὸν εἶναι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1320

ἰοὺ ἰού. ὦ γείτονες καὶ ξυγγενεῖς καὶ δημόται, ἀμυνάθετέ μοι τυπτομένῳ πάσῃ τέχνῃ. οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου.

### 1325

ὦ μιαρέ, τύπτεις τὸν πατέρα;

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1325

φήμ’, ὦ πάτερ.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1325

ὁρᾶθ’ ὁμολογοῦνθ’ ὅτι με τύπτει;

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1326

καὶ μάλα.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1326

ὦ μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1326

αὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε. ἆρ’ οἶσθ’ ὅτι χαίρω πόλλ’ ἀκούων καὶ κακά;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1330

ὦ λακκόπρωκτε.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1330

πάττε πολλοῖς τοῖς ῥόδοις.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1330

τὸν πατέρα τύπτεις;

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1331

κἀποφανῶ γε νὴ Δία ὡς ἐν δίκῃ ς’ ἔτυπτον.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1332

ὦ μιαρώτατε, καὶ πῶς γένοιτ’ ἂν πατέρα τύπτειν ἐν δίκῃ;

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1332

ἔγωγ’ ἀποδείξω καί σε νικήσω λέγων.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1335

τουτὶ σὺ νικήσεις;

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1335

πολύ γε καὶ ῥᾳδίως. ἑλοῦ δ’ ὁπότερον τοῖν λόγοιν βούλει λέγειν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1335

ποίοιν λόγοιν;

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1337

τὸν κρείττον’ ἢ τὸν ἥττονα.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1337

ἐδιδαξάμην μέντοι σε νὴ Δί’, ὦ μέλε, τοῖσιν δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γε

### 1340

μέλλεις ἀναπείσειν, ὡς δίκαιον καὶ καλὸν τὸν πατέρα τύπτεσθ’ ἐστὶν ὑπὸ τῶν υἱέων.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1340

ἀλλ’ οἴομαι μέντοι ς’ ἀναπείσειν, ὥστε γε οὐδ’ αὐτὸς ἀκροασάμενος οὐδὲν ἀντερεῖς.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1340

καὶ μὴν ὅτι καὶ λέξεις ἀκοῦσαι βούλομαι.

**ΧΟΡΟΣ**

### 1345

σὸν ἔργον, ὦ πρεσβῦτα, φροντίζειν ὅπῃ τὸν ἄνδρα κρατήσεις, ὡς οὗτος, εἰ μή τῳ ’πεποίθειν, οὐκ ἂν ἦν

### 1345

οὕτως ἀκόλαστος. ἀλλ’ ἔσθ’ ὅτῳ θρασύνεται· δῆλόν 〈γε τοι〉

### 1345

τὸ λῆμα τἀνθρώπου.

### 1345

ἀλλ’ ἐξ ὅτου τὸ πρῶτον ἤρξαθ’ ἡ μάχη γενέσθαι ἤδη λέγειν χρὴ πρὸς χορόν· πάντως δὲ τοῦτο δράσεις.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1352

καὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαι ἐγὼ φράσω. ’πειδὴ γὰρ εἱστιώμεθ’, ὥσπερ ἴστε,

### 1355

πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντ’ ἐγὼ ’κέλευσα ᾆσαι Σιμωνίδου μέλος, τὸν Κριόν, ὡς ἐπέχθη. ὁ δ’ εὐθέως ἀρχαῖον εἶν’ ἔφασκε τὸ κιθαρίζειν ᾄδειν τε πίνονθ’, ὡσπερεὶ κάχρυς γυναῖκ’ ἀλοῦσαν.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1355

οὐ γὰρ τότ’ εὐθὺς χρῆν ς’ ἀράττεσθαί τε καὶ πατεῖσθαι,

### 1360

ᾄδειν κελεύονθ’, ὡσπερεὶ τέττιγας ἑστιῶντα;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1360

τοιαῦτα μέντοι καὶ τότ’ ἔλεγεν ἔνδον, οἷάπερ νῦν, καὶ τὸν Σιμωνίδην ἔφασκ’ εἶναι κακὸν ποητήν. κἀγὼ μόλις μέν, ἀλλ’ ὅμως, ἠνεσχόμην τὸ πρῶτον. ἔπειτα δ’ ἐκέλευς’ αὐτὸν ἀλλὰ μυρρίνην λαβόντα

### 1365

τῶν Αἰσχύλου λέξαι τί μοι. κᾆθ’ οὗτος εὐθὺς εἶπεν· “ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποηταῖς—

### 1365

ψόφου πλέων, ἀξύστατον, στόμφακα, κρημνοποιόν.” κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν; ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην· “σὺ δ’ ἀλλὰ τούτων

### 1370

λέξον τι τῶν νεωτέρων, ἅττ’ ἐστὶ τὰ σοφὰ ταῦτα.” ὁ δ’ εὐθὺς ἦγ’ Εὐριπίδου ῥῆσίν τιν’, ὡς ἐκίνει ἁδελφός, ὦ ’λεξίκακε, τὴν ὁμομητρίαν ἀδελφήν. κἀγὼ οὐκέτ’ ἐξηνεσχόμην, ἀλλ’ εὐθέως ἀράττω πολλοῖς κακοῖς καἰσχροῖσι. κᾆτ’ ἐντεῦθεν, οἷον εἰκός,

### 1375

ἔπος πρὸς ἔπος ἠρειδόμεσθ’· εἶθ’ οὗτος ἐπαναπηδᾷ, κἄπειτ’ ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέτριβεν.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1375

οὔκουν δικαίως, ὅστις οὐκ Εὐριπίδην ἐπαινεῖς, σοφώτατον;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1378

σοφώτατον γ’ ἐκεῖνον, ὦ—τί ς’ εἴπω; ἀλλ’ αὖθις αὖ τυπτήσομαι.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1379

νὴ τὸν Δί’, ἐν δίκῃ γ’ ἄν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1380

καὶ πῶς δικαίως; ὅστις ὦ ’ναίσχυντέ ς’ ἐξέθρεψα αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅτι νοοίης. εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον·

### 1380

μαμμᾶν δ’ ἂν αἰτήσαντος, ἧκόν σοι φέρων ἂν ἄρτον· κακκᾶν δ’ ἂν οὐκ ἔφθης φράσας, κἀγὼ λαβὼν θύραζε

### 1385

ἐξέφερον ἂν καὶ προυσχόμην σε. σὺ δέ με νῦν ἀπάγχων, βοῶντα καὶ κεκραγόθ’ ὅτι χεζητιῴην, οὐκ ἔτλης ἔξω ’ξενεγκεῖν, ὦ μιαρέ, θύραζέ μ’, ἀλλὰ πνιγόμενος

### 1390

αὐτοῦ ’πόησα κακκᾶν.

**ΧΟΡΟΣ**

### 1390

οἶμαί γε τῶν νεωτέρων τὰς καρδίας πηδᾶν ὅτι λέξει. εἰ γὰρ τοιαῦτά γ’ οὗτος ἐξειργασμένος λαλῶν ἀναπείσει,

### 1395

τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἂν ἀλλ’ οὐδ’ ἐρεβίνθου.

### 1396

σὸν ἔργον, ὦ καινῶν ἐπῶν κινητὰ καὶ μοχλευτά, πειθώ τινα ζητεῖν, ὅπως δόξεις λέγειν δίκαια.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1398

ὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν

### 1398

καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι. ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον, οὐδ’ ἂν τρί’ εἰπεῖν ῥήμαθ’ οἷός τ’ ἦν πρὶν ἐξαμαρτεῖν· νυνὶ δ’, ἐπειδή μ’ οὑτοσὶ τούτων ἔπαυσεν αὐτός, γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις,

### 1405

οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1405

ἵππευε τοίνυν νὴ Δί’, ὡς ἔμοιγε κρεῖττόν ἐστιν ἵππων τρέφειν τέθριππον ἢ τυπτόμενον ἐπιτριβῆναι.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1405

ἐκεῖσε δ’ ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι, καὶ πρῶτ’ ἐρήσομαί σε τουτί· παῖδά μ’ ὄντ’ ἔτυπτες;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1410

ἔγωγέ ς’, εὐνοῶν τε καὶ κηδόμενος.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1410

εἰπὲ δή μοι, οὐ κἀμὲ σοὶ δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίως τύπτειν τ’, ἐπειδήπερ γε τοῦτ’ ἔστ’ εὐνοεῖν, τὸ τύπτειν; πῶς γὰρ τὸ μὲν σὸν σῶμα χρὴ πληγῶν ἀθῷον εἶναι, τοὐμὸν δὲ μή; καὶ μὴν ἔφυν ἐλεύθερός γε κἀγώ.

### 1415

“κλάουσι παῖδες, πατέρα δ’ οὐ κλάειν δοκεῖς;” φήσεις νομίζεσθαι σὺ παιδὸς τοῦτο τοὔργον εἶναι· ἐγὼ δέ γ’ ἀντείποιμ’ ἂν ὡς δὶς παῖδες οἱ γέροντες. εἰκός τε μᾶλλον τοὺς γέροντας ἢ νέους τι κλάειν, ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1420

ἀλλ’ οὐδαμοῦ νομίζεται τὸν πατέρα τοῦτο πάσχειν.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1420

οὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον ἦν τὸ πρῶτον, ὥσπερ σὺ κἀγώ, καὶ λέγων ἔπειθε τοὺς παλαιούς; ἧττόν τι δῆτ’ ἔξεστι κἀμοὶ καινὸν αὖ τὸ λοιπὸν θεῖναι νόμον τοῖς υἱέσιν, τοὺς πατέρας ἀντιτύπτειν;

### 1425

ὅσας δὲ πληγὰς εἴχομεν πρὶν τὸν νόμον τεθῆναι, ἀφίεμεν, καὶ δίδομεν αὐτοῖς προῖκα συγκεκόφθαι. σκέψαι δὲ τοὺς ἀλεκτρυόνας καὶ τἄλλα τὰ βοτὰ ταυτί, ὡς τοὺς πατέρας ἀμύνεται· καίτοι τί διαφέρουσιν ἡμῶν ἐκεῖνοι, πλήν γ’ ὅτι ψηφίσματ’ οὐ γράφουσιν;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1430

τί δῆτ’, ἐπειδὴ τοὺς ἀλεκτρυόνας ἅπαντα μιμεῖ, οὐκ ἐσθίεις καὶ τὴν κόπρον κἀπὶ ξύλου καθεύδεις;

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1430

οὐ ταὐτόν, ὦ τᾶν, ἐστίν, οὐδ’ ἂν Σωκράτει δοκοίη.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1430

πρὸς ταῦτα μὴ τύπτ’· εἰ δὲ μή, σαυτόν ποτ’ αἰτιάσει.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1430

καὶ πῶς;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1434

ἐπεὶ σὲ μὲν δίκαιός εἰμ’ ἐγὼ κολάζειν,

### 1435

σὺ δ’, ἢν γένηταί σοι, τὸν υἱόν.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1435

ἢν δὲ μὴ γένηται, μάτην ἐμοὶ κεκλαύσεται, σὺ δ’ ἐγχανὼν τεθνήξεις.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1435

ἐμοὶ μέν, ὦνδρες ἥλικες, δοκεῖ λέγειν δίκαια, κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ· κλάειν γὰρ ἡμᾶς εἰκός ἐστ’, ἢν μὴ δίκαια δρῶμεν.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1440

σκέψαι δὲ χἀτέραν ἔτι γνώμην.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1440

ἀπὸ γὰρ ὀλοῦμαι.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1440

καὶ μὴν ἴσως γ’ οὐκ ἀχθέσει παθὼν ἃ νῦν πέπονθας.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1440

πῶς δή; δίδαξον γὰρ τί μ’ ἐκ τούτων ἐπωφελήσεις.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1440

τὴν μητέρ’ ὥσπερ καὶ σὲ τυπτήσω.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1443

τί φῄς, τί φῂς σύ; τοῦθ’ ἕτερον αὖ μεῖζον κακόν.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1444

τί δ’ ἢν ἔχων τὸν ἥττω

### 1445

λόγον σε νικήσω λέγων τὴν μητέρ’ ὡς τύπτειν χρεών;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1445

τί δ’ ἄλλο γ’ ἤ, ταῦτ’ ἢν ποῇς, οὐδέν σε κωλύσει σεαυτὸν ἐμβαλεῖν

### 1449-1450

εἰς τὸ βάραθρον μετὰ Σωκράτους

### 1451

καὶ τὸν λόγον τὸν ἥττω; ταυτὶ δι’ ὑμᾶς, ὦ Νεφέλαι, πέπονθ’ ἐγώ, ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα.

**ΧΟΡΟΣ**

### 1451

αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος,

### 1455

στρέψας σεαυτὸν εἰς πονηρὰ πράγματα.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1455

τί δῆτα ταῦτ’ οὔ μοι τότ’ ἠγορεύετε, ἀλλ’ ἄνδρ’ ἄγροικον καὶ γέροντ’ ἐπήρατε;

**ΧΟΡΟΣ**

### 1455

ἡμεῖς ποοῦμεν ταῦθ’ ἑκάστοθ’, ὅντιν’ ἂν γνῶμεν πονηρῶν ὄντ’ ἐραστὴν πραγμάτων,

### 1460

ἕως ἂν αὐτὸν ἐμβάλωμεν εἰς κακόν,

### 1460

ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1460

ὤμοι, πονηρά γ’, ὦ Νεφέλαι, δίκαια δέ· οὐ γάρ με χρῆν τὰ χρήμαθ’ ἁδανεισάμην ἀποστερεῖν. νῦν οὖν ὅπως, ὦ φίλτατε,

### 1465

τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη ἀπολεῖς μετ’ ἐμοῦ ’λθών, οἳ σὲ κἄμ’ ἐξηπάτων.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1465

ἀλλ’ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1465

ναὶ ναί, καταιδέσθητι πατρῷον Δία.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1465

ἰδού γε Δία πατρῷον. ὡς ἀρχαῖος εἶ.

### 1470

Ζεὺς γάρ τις ἐστίν;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1470

ἐστίν.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1470

οὐκ ἔστ’, οὔκ, ἐπεὶ Δῖνος βασιλεύει, τὸν Δί’ ἐξεληλακώς.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1470

οὐκ ἐξελήλακ’, ἀλλ’ ἐγὼ τοῦτ’ ᾠόμην διὰ τουτονὶ τὸν δῖνον. ὤμοι δείλαιος, ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην.

**ΦΕΙΔΙΠΠΙΔΗΣ**

### 1475

ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1475

οἴμοι παρανοίας. ὡς ἐμαινόμην ἄρα ὅτ’ ἐξέβαλον καὶ τοὺς θεοὺς διὰ Σωκράτη. ἀλλ’ ὦ φίλ’ Ἑρμῆ, μηδαμῶς θύμαινέ μοι, μηδέ μ’ ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχε

### 1480

ἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ.

### 1480

καί μοι γενοῦ ξύμβουλος, εἴτ’ αὐτοὺς γραφὴν διωκάθω γραψάμενος, εἴθ’ ὅτι σοι δοκεῖ. ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν ἀλλ’ ὡς τάχιστ’ ἐμπιμπράναι τὴν οἰκίαν

### 1485

τῶν ἀδολεσχῶν. δεῦρο δεῦρ’, ὦ Ξανθία, κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων, κἄπειτ’ ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριον τὸ τέγος κατάσκαπτ’, εἰ φιλεῖς τὸν δεσπότην, ἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν.

### 1490

ἐμοὶ δὲ δᾷδ’ ἐνεγκάτω τις ἡμμένην. κἀγώ τιν’ αὐτῶν τήμερον δοῦναι δίκην ἐμοὶ ποήσω, κεἰ σφόδρ’ εἴς’ ἀλαζόνες.

**ΜΑΘΗΤΗΣ Α**

### 1493

ἰοὺ ἰού.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1493

σὸν ἔργον, ὦ δᾷς, ἱέναι πολλὴν φλόγα.

**ΜΑΘΗΤΗΣ**

### 1495

ἄνθρωπε, τί ποεῖς;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1495

ὅτι ποῶ; τί δ’ ἄλλο γ’ ἢ διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας;

**ΜΑΘΗΤΗΣ Β**

### 1497

οἴμοι· τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1497

ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε.

**ΜΑΘΗΤΗΣ**

### 1497

ἀπολεῖς, ἀπολεῖς.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1499

τοῦτ’ αὐτὸ γὰρ καὶ βούλομαι,

### 1499

ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας ἢ ’γὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών.

**ΣΩΚΡΑΤΗΣ**

### 1499

οὗτος, τί ποιεῖς ἐτεόν, οὑπὶ τοῦ τέγους;

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1499

ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.

**ΣΩΚΡΑΤΗΣ**

### 1499

οἴμοι τάλας δείλαιος, ἀποπνιγήσομαι.

**ΜΑΘΗΤΗΣ**

### 1505

ἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι.

**ΣΤΡΕΨΙΑΔΗΣ**

### 1505

τί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε καὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν; δίωκε, παῖε, βάλλε, πολλῶν οὕνεκα, μάλιστα δ’ εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν.

**ΧΟΡΟΣ**

### 1510-1511

ἡγεῖσθ’ ἔξω· κεχόρευται γὰρ μετρίως τό γε τήμερον

### 1510-1511

ἡμῖν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-clouds-daw-an.json (sha256:1bbdee1c1e74170c6048b551ad700b2a7f36ff340351b33da296f6b0518372d4). Cite as `eul_wid: daw-an`.
