---
title: Birds
title_greek: Ὄρνιθες
author: Aristophanes of Athens
eul_wid: daw-ap
eul_aid: daw
canonical: "https://eulogikon.org/grc/aristophanes-of-athens/birds"
canonical_json: "https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-birds-daw-ap.json"
sha256: d1d09238d26e1bc790e17b5af80b49d9ae453982fac2b8836756f52d21508ddd
period: Classical
dialect: Attic Comedy
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Birds

*Ὄρνιθες*

**Author:** Aristophanes of Athens

**eul_wid:** `daw-ap` · [HTML page](https://eulogikon.org/grc/aristophanes-of-athens/birds) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-birds-daw-ap.json)

## Text

**ΕΥΕΛΠΙΔΗΣ**

### 1

Ὀρθὴν κελεύεις, ᾗ τὸ δένδρον φαίνεται;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 2

Διαρραγείης. Ἥδε δ’ αὖ κρώζει πάλιν.

**ΕΥΕΛΠΙΔΗΣ**

### 2

Τί, ὦ πόνηρ’, ἄνω κάτω πλανύττομεν; Ἀπολούμεθ’ ἄλλως τὴν ὁδὸν προφορουμένω.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 5

Τὸ δ’ ἐμὲ κορώνῃ πειθόμενον τὸν ἄθλιον ὁδοῦ περιελθεῖν στάδια πλεῖν ἢ χίλια.

**ΕΥΕΛΠΙΔΗΣ**

### 5

Τὸ δ’ ἐμὲ κολοιῷ πειθόμενον τὸν δύσμορον ἀποσποδῆσαι τοὺς ὄνυχας τῶν δακτύλων.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 5

Ἀλλ’ οὐδὲ ποῦ γῆς ἐσμὲν οἶδ’ ἔγωγ’ ἔτι.

**ΕΥΕΛΠΙΔΗΣ**

### 10

Ἐντευθενὶ τὴν πατρίδ’ ἂν ἐξεύροις σύ που;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 10

Οὐδ’ ἂν μὰ Δί’ ἐγγετευθενὶ ’ξηκεστίδης.

**ΕΥΕΛΠΙΔΗΣ**

### 10

Οἴμοι.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 12

Σὺ μέν, ὦ τᾶν, τὴν ὁδὸν ταύτην ἴθι.

**ΕΥΕΛΠΙΔΗΣ**

### 12

Ἦ δεινὰ νὼ δέδρακεν οὑκ τῶν ὀρνέων, ὁ πινακοπώλης Φιλοκράτης μελαγχολῶν,

### 15

ὃς τώδ’ ἔφασκε νῷν φράσειν τὸν Τηρέα, τὸν ἔποφ’, ὃς ὄρνις ἐγένετ’, ἐκ τῶν ὀρνέων· κἀπέδοτο τὸν μὲν Θαρραλείδου τουτονὶ κολοιὸν ὀβολοῦ, τηνδεδὶ τριωβόλου. Τὼ δ’ οὐκ ἄρ’ ᾔστην οὐδὲν ἄλλο πλὴν δάκνειν.

### 20

Καὶ νῦν τί κέχηνας; Ἔσθ’ ὅποι κατὰ τῶν πετρῶν ἡμᾶς ἔτ’ ἄξεις; οὐ γάρ ἐστ’ ἐνταῦθά τις ὁδός.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 22

Οὐδὲ μὰ Δί’ ἐνταῦθά γ’ ἀτραπὸς οὐδαμοῦ.

**ΕΥΕΛΠΙΔΗΣ**

### 22

Τί δ’ ἡ κορώνη; Τῆς ὁδοῦ τι λέγει πέρι;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 22

Οὐ ταὐτὰ κρώζει μὰ Δία νῦν τε καὶ τότε.

**ΕΥΕΛΠΙΔΗΣ**

### 25

Τί δὴ λέγει περὶ τῆς ὁδοῦ;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 25

Τί δ’ ἄλλο γ’ ἢ βρύκους’ ἀπέδεσθαί φησί μου τοὺς δακτύλους;

**ΕΥΕΛΠΙΔΗΣ**

### 25

Οὐ δεινὸν οὖν δῆτ’ ἐστὶν ἡμᾶς δεομένους ἐς κόρακας ἐλθεῖν καὶ παρεσκευασμένους ἔπειτα μὴ ’ξευρεῖν δύνασθαι τὴν ὁδόν;

### 30

Ἡμεῖς γάρ, ὦνδρες οἱ παρόντες ἐν λόγῳ, νόσον νοσοῦμεν τὴν ἐναντίαν Σάκᾳ· ὁ μὲν γὰρ ὢν οὐκ ἀστὸς εἰσβιάζεται, ἡμεῖς δὲ φυλῇ καὶ γένει τιμώμενοι, ἀστοὶ μετ’ ἀστῶν, οὐ σοβοῦντος οὐδενὸς

### 35

ἀνεπτόμεθ’ ἐκ τῆς πατρίδος ἀμφοῖν τοῖν ποδοῖν, αὐτὴν μὲν οὐ μισοῦντ’ ἐκείνην τὴν πόλιν

### 35

τὸ μὴ οὐ μεγάλην εἶναι φύσει κεὐδαίμονα καὶ πᾶσι κοινὴν ἐναποτεῖσαι χρήματα. Οἱ μὲν γὰρ οὖν τέττιγες ἕνα μῆν’ ἢ δύο

### 40

ἐπὶ τῶν κραδῶν ᾄδους’, Ἀθηναῖοι δ’ ἀεὶ ἐπὶ τῶν δικῶν ᾄδουσι πάντα τὸν βίον. Διὰ ταῦτα τόνδε τὸν βάδον βαδίζομεν, κανοῦν δ’ ἔχοντε καὶ χύτραν καὶ μυρρίνας πλανώμεθα ζητοῦντε τόπον ἀπράγμονα,

### 45

ὅποι καθιδρυθέντε διαγενοίμεθ’ ἄν. Ὁ δὲ στόλος νῷν ἐστι παρὰ τὸν Τηρέα, τὸν ἔποπα, παρ’ ἐκείνου πυθέσθαι δεομένω, εἴ που τοιαύτην εἶδε πόλιν ᾗ ’πέπτετο.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 45

Οὗτος.

**ΕΥΕΛΠΙΔΗΣ**

### 49

Τί ἐστιν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 49

Ἡ κορώνη μοι πάλαι

### 49

ἄνω τι φράζει.

**ΕΥΕΛΠΙΔΗΣ**

### 49

Χὠ κολοιὸς οὑτοσὶ ἄνω κέχηνεν ὡσπερεὶ δεικνύς τί μοι, κοὐκ ἔσθ’ ὅπως οὐκ ἔστιν ἐνταῦθ’ ὄρνεα. Εἰσόμεθα δ’ αὐτίκ’, ἢν ποήσωμεν ψόφον.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 49

Ἀλλ’ οἶσθ’ ὃ δρᾶσον; Τῷ σκέλει θένε τὴν πέτραν.

**ΕΥΕΛΠΙΔΗΣ**

### 55

Σὺ δὲ τῇ κεφαλῇ γ’, ἵν’ ᾖ διπλάσιος ὁ ψόφος.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 55

Σὺ δ’ οὖν λίθῳ κόψον λαβών.

**ΕΥΕΛΠΙΔΗΣ**

### 56

Πάνυ γ’, εἰ δοκεῖ. Παῖ παῖ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 57

Τί λέγεις, οὗτος; Τὸν ἔποπα παῖ καλεῖς;

### 57

Οὐκ ἀντὶ τοῦ παιδός ς’ ἐχρῆν ἐποποῖ καλεῖν;

**ΕΥΕΛΠΙΔΗΣ**

### 57

Ἐποποῖ. Ποήσεις τοί με κόπτειν αὖθις αὖ.

### 60

Ἐποποῖ.

**ΘΕΡΑΠΩΝ ΕΠΟΠΟΣ**

### 60

Τίνες οὗτοι; Τίς ὁ βοῶν τὸν δεσπότην;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 60

Ἄπολλον ἀποτρόπαιε, τοῦ χασμήματος.

**ΘΕΡΑΠΩΝ ΕΠΟΠΟΣ**

### 60

Οἴμοι τάλας, ὀρνιθοθήρα τουτωί.

**ΕΥΕΛΠΙΔΗΣ**

### 60

Οὕτω ’στὶ δεινόν; Οὐδὲ κάλλιον λέγειν;

**ΘΕΡΑΠΩΝ ΕΠΟΠΟΣ**

### 60

Ἀπολεῖσθον.

**ΕΥΕΛΠΙΔΗΣ**

### 64

Ἀλλ’ οὐκ ἐσμὲν ἀνθρώπω.

**ΘΕΡΑΠΩΝ ΕΠΟΠΟΣ**

### 64

Τί δαί;

**ΕΥΕΛΠΙΔΗΣ**

### 65

Ὑποδεδιὼς ἔγωγε, Λιβυκὸν ὄρνεον.

**ΘΕΡΑΠΩΝ ΕΠΟΠΟΣ**

### 65

Οὐδὲν λέγεις.

**ΕΥΕΛΠΙΔΗΣ**

### 66

Καὶ μὴν ἐροῦ τὰ πρὸς ποδῶν.

**ΘΕΡΑΠΩΝ ΕΠΟΠΟΣ**

### 66

Ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; Οὐκ ἐρεῖς;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 66

Ἐπικεχοδὼς ἔγωγε Φασιανικός.

**ΕΥΕΛΠΙΔΗΣ**

### 66

Ἀτὰρ σὺ τί θηρίον ποτ’ εἶ, πρὸς τῶν θεῶν;

**ΘΕΡΑΠΩΝ ΕΠΟΠΟΣ**

### 70

Ὄρνις ἔγωγε δοῦλος.

**ΕΥΕΛΠΙΔΗΣ**

### 70

Ἡττήθης τινὸς ἀλεκτρυόνος;

**ΘΕΡΑΠΩΝ ΕΠΟΠΟΣ**

### 71

Οὔκ, ἀλλ’ ὅτε περ ὁ δεσπότης ἔποψ ἐγένετο, τότε γενέσθαι μ’ ηὔξατο

### 71

ὄρνιν, ἵν’ ἀκόλουθον διάκονόν τ’ ἔχῃ.

**ΕΥΕΛΠΙΔΗΣ**

### 71

Δεῖται γὰρ ὄρνις καὶ διακόνου τινός;

**ΘΕΡΑΠΩΝ ΕΠΟΠΟΣ**

### 75

Οὗτός γ’, ἅτ’, οἶμαι, πρότερον ἄνθρωπός ποτ’ ὤν. Τοτὲ μὲν ἐρᾷ φαγεῖν ἀφύας Φαληρικάς, τρέχω ’π’ ἀφύας ἐγὼ λαβὼν τὸ τρύβλιον· ἔτνους δ’ ἐπιθυμεῖ, δεῖ τορύνης καὶ χύτρας, τρέχω ’πὶ τορύνην.

**ΕΥΕΛΠΙΔΗΣ**

### 79

Τροχίλος ὄρνις οὑτοσί.

### 80

Οἶσθ’ οὖν ὃ δρᾶσον, ὦ τροχίλε; Τὸν δεσπότην ἡμῖν κάλεσον.

**ΘΕΡΑΠΩΝ ΕΠΟΠΟΣ**

### 81

Ἀλλ’ ἀρτίως νὴ τὸν Δία εὕδει καταφαγὼν μύρτα καὶ σέρφους τινάς.

**ΕΥΕΛΠΙΔΗΣ**

### 81

Ὅμως ἐπέγειρον αὐτόν.

**ΘΕΡΑΠΩΝ ΕΠΟΠΟΣ**

### 83

Οἶδα μὲν σαφῶς ὅτι ἀχθέσεται, σφῷν δ’ αὐτὸν εἵνεκ’ ἐπεγερῶ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 85

Κακῶς σύ γ’ ἀπόλοι’. Ὥς μ’ ἀπέκτεινας δέει.

**ΕΥΕΛΠΙΔΗΣ**

### 85

Οἴμοι κακοδαίμων, χὠ κολοιός μοἴχεται ὑπὸ τοῦ δέους.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 87

Ὦ δειλότατον σὺ θηρίον, δείσας ἀφῆκας τὸν κολοιόν.

**ΕΥΕΛΠΙΔΗΣ**

### 88

Εἰπέ μοι, σὺ δὲ τὴν κορώνην οὐκ ἀφῆκας καταπεσών;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 90

Μὰ Δί’ οὐκ ἔγωγε.

**ΕΥΕΛΠΙΔΗΣ**

### 90

Ποῦ γάρ ἐστιν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 90

Ἀπέπτετο.

**ΕΥΕΛΠΙΔΗΣ**

### 90

Οὐκ ἆρ’ ἀφῆκας; Ὦγάθ’, ὡς ἀνδρεῖος εἶ.

**ΕΠΟΨ**

### 92

Ἄνοιγε τὴν ὕλην, ἵν’ ἐξέλθω ποτέ.

**ΕΥΕΛΠΙΔΗΣ**

### 92

Ὦ Ἡράκλεις, τουτὶ τί ποτ’ ἐστὶ θηρίον; Τίς ἡ πτέρωσις; Τίς ὁ τρόπος τῆς τριλοφίας;

**ΕΠΟΨ**

### 95

Τίνες εἰσί μ’ οἱ ζητοῦντες;

**ΕΥΕΛΠΙΔΗΣ**

### 95

Οἱ δώδεκα θεοὶ εἴξασιν ἐπιτρῖψαί σε.

**ΕΠΟΨ**

### 96

Μῶν με σκώπτετον ὁρῶντε τὴν πτέρωσιν; Ἦν γάρ, ὦ ξένοι, ἄνθρωπος.

**ΕΥΕΛΠΙΔΗΣ**

### 98

Οὐ σοῦ καταγελῶμεν.

**ΕΠΟΨ**

### 98

Ἀλλὰ τοῦ;

**ΕΥΕΛΠΙΔΗΣ**

### 98

Τὸ ῥάμφος ἡμῖν σου γέλοιον φαίνεται.

**ΕΠΟΨ**

### 98

Τοιαῦτα μέντοι Σοφοκλέης λυμαίνεται ἐν ταῖς τραγῳδίαισιν ἐμέ, τὸν Τηρέα.

**ΕΥΕΛΠΙΔΗΣ**

### 98

Τηρεὺς γὰρ εἶ σύ; Πότερον ὄρνις ἢ ταὧς;

**ΕΠΟΨ**

### 98

Ὄρνις ἔγωγε.

**ΕΥΕΛΠΙΔΗΣ**

### 103

Κᾆτά σοι ποῦ τὰ πτερά;

**ΕΠΟΨ**

### 103

Ἐξερρύηκε.

**ΕΥΕΛΠΙΔΗΣ**

### 104

Πότερον ὑπὸ νόσου τινός;

**ΕΠΟΨ**

### 105

Οὔκ, ἀλλὰ τὸν χειμῶνα πάντα τὤρνεα πτερορρυεῖ, κᾆτ’ αὖθις ἕτερα φύομεν. Ἀλλ’ εἴπατόν μοι σφὼ τίν’ ἐστόν;

**ΕΥΕΛΠΙΔΗΣ**

### 107

Νώ; βροτώ.

**ΕΠΟΨ**

### 107

Ποδαπὼ τὸ γένος;

**ΕΥΕΛΠΙΔΗΣ**

### 108

Ὅθεν αἱ τριήρεις αἱ καλαί.

**ΕΠΟΨ**

### 108

Μῶν ἡλιαστά;

**ΕΥΕΛΠΙΔΗΣ**

### 109

Μἀλλὰ θἀτέρου τρόπου,

### 110

ἀπηλιαστά.

**ΕΠΟΨ**

### 110

Σπείρεται γὰρ τοῦτ’ ἐκεῖ τὸ σπέρμ’;

**ΕΥΕΛΠΙΔΗΣ**

### 111

Ὀλίγον ζητῶν ἂν ἐξ ἀγροῦ λάβοις.

**ΕΠΟΨ**

### 111

Πράγους δὲ δὴ τοῦ δεομένω δεῦρ’ ἤλθετον;

**ΕΥΕΛΠΙΔΗΣ**

### 111

Σοὶ ξυγγενέσθαι βουλομένω.

**ΕΠΟΨ**

### 113

Τίνος πέρι;

**ΕΥΕΛΠΙΔΗΣ**

### 113

Ὅτι πρῶτα μὲν ἦσθ’ ἄνθρωπος ὥσπερ νώ ποτε,

### 115

κἀργύριον ὠφείλησας ὥσπερ νώ ποτε, κοὐκ ἀποδιδοὺς ἔχαιρες ὥσπερ νώ ποτε· εἶτ’ αὖθις ὀρνίθων μεταλλάξας φύσιν καὶ γῆν ἐπέπτου καὶ θάλατταν ἐν κύκλῳ, καὶ πάνθ’ ὅσαπερ ἄνθρωπος ὅσα τ’ ὄρνις φρονεῖς.

### 120

Ταῦτ’ οὖν ἱκέται νὼ πρὸς σὲ δεῦρ’ ἀφίγμεθα, εἴ τινα πόλιν φράσειας ἡμῖν εὔερον ὥσπερ σισύραν ἐγκατακλινῆναι μαλθακήν.

**ΕΠΟΨ**

### 120

Ἔπειτα μείζω τῶν Κραναῶν ζητεῖς πόλιν;

**ΕΥΕΛΠΙΔΗΣ**

### 120

Μείζω μὲν οὐδέν, προσφορωτέραν δὲ νῷν.

**ΕΠΟΨ**

### 125

Ἀριστοκρατεῖσθαι δῆλος εἶ ζητῶν.

**ΕΥΕΛΠΙΔΗΣ**

### 125

Ἐγώ; ἥκιστα· καὶ τὸν Σκελλίου βδελύττομαι.

**ΕΠΟΨ**

### 125

Ποίαν τιν’ οὖν ἥδιστ’ ἂν οἰκοῖτ’ ἂν πόλιν;

**ΕΥΕΛΠΙΔΗΣ**

### 125

Ὅπου τὰ μέγιστα πράγματ’ εἴη τοιάδε. Ἐπὶ τὴν θύραν μου πρῴ τις ἐλθὼν τῶν φίλων

### 130

λέγοι ταδί· «Πρὸς τοῦ Διὸς τοὐλυμπίου ὅπως παρέσει μοι καὶ σὺ καὶ τὰ παιδία λουσάμενα πρῴ· μέλλω γὰρ ἑστιᾶν γάμους· καὶ μηδαμῶς ἄλλως ποήσῃς· εἰ δὲ μή, μή μοι τότ’ ἔλθῃς, ὅταν ἐγὼ πράττω κακῶς.»

**ΕΠΟΨ**

### 135

Νὴ Δία ταλαιπώρων γε πραγμάτων ἐρᾷς. Τί δαὶ σύ;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 136

Τοιούτων ἐρῶ κἀγώ.

**ΕΠΟΨ**

### 136

Τίνων;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 136

Ὅπου ξυναντῶν μοι ταδί τις μέμψεται ὥσπερ ἀδικηθεὶς παιδὸς ὡραίου πατήρ· «Καλῶς γέ μου τὸν υἱόν, ὦ στιλβωνίδη,

### 140

εὑρὼν ἀπιόντ’ ἀπὸ γυμνασίου λελουμένον οὐκ ἔκυσας, οὐ προσεῖπας, οὐ προσηγάγου, οὐκ ὠρχιπέδισας, ὢν ἐμοὶ πατρικὸς φίλος.»

**ΕΠΟΨ**

### 140

Ὦ δειλακρίων σύ, τῶν κακῶν οἵων ἐρᾷς. Ἀτὰρ ἔστι γ’ ὁποίαν λέγετον εὐδαίμων πόλις

### 145

παρὰ τὴν ἐρυθρὰν θάλατταν.

**ΕΥΕΛΠΙΔΗΣ**

### 145

Οἴμοι, μηδαμῶς

### 145

ἡμῖν γε παρὰ θάλατταν, ἵν’ ἀνακύψεται κλητῆρ’ ἄγους’ ἕωθεν ἡ Σαλαμινία. Ἑλληνικὴν δὲ πόλιν ἔχεις ἡμῖν φράσαι;

**ΕΠΟΨ**

### 145

Τί οὐ τὸν Ἠλεῖον Λέπρεον οἰκίζετον

### 145

ἐλθόνθ’;

**ΕΥΕΛΠΙΔΗΣ**

### 145

Ὁτιὴ νὴ τοὺς θεοὺς ὅς’ οὐκ ἰδὼν βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου.

**ΕΠΟΨ**

### 145

Ἀλλ’ εἰσὶν ἕτεροι τῆς Λοκρίδος Ὀπούντιοι, ἵνα χρὴ κατοικεῖν.

**ΕΥΕΛΠΙΔΗΣ**

### 153

Ἀλλ’ ἔγωγ’ Ὀπούντιος οὐκ ἂν γενοίμην ἐπὶ ταλάντῳ χρυσίου.

### 155

Οὗτος δὲ δὴ τίς ἐσθ’ ὁ μετ’ ὀρνίθων βίος; Σὺ γὰρ οἶσθ’ ἀκριβῶς.

**ΕΠΟΨ**

### 156

Οὐκ ἄχαρις εἰς τὴν τριβήν· οὗ πρῶτα μὲν δεῖ ζῆν ἄνευ βαλλαντίου.

**ΕΥΕΛΠΙΔΗΣ**

### 156

Πολλήν γ’ ἀφεῖλες τοῦ βίου κιβδηλίαν.

**ΕΠΟΨ**

### 156

Νεμόμεσθα δ’ ἐν κήποις τὰ λευκὰ σήσαμα

### 160

καὶ μύρτα καὶ μήκωνα καὶ σισύμβρια.

**ΕΥΕΛΠΙΔΗΣ**

### 160

Ὑμεῖς μὲν ἆρα ζῆτε νυμφίων βίον.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 160

Φεῦ φεῦ·

### 162

Ἦ μέγ’ ἐνορῶ βούλευμ’ ἐν ὀρνίθων γένει, καὶ δύναμιν ἣ γένοιτ’ ἄν, εἰ πίθοισθέ μοι.

**ΕΠΟΨ**

### 162

Τί σοι πιθώμεσθ’;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 164

Ὅ τι πίθησθε; πρῶτα μὲν

### 165

μὴ περιπέτεσθε πανταχῇ κεχηνότες· ὡς τοῦτ’ ἄτιμον τοὔργον ἐστίν. Αὐτίκα

### 165

ἐκεῖ παρ’ ἡμῖν τοὺς πετομένους ἢν ἔρῃ· «Τίς ὄρνις οὗτος;» ὁ Τελέας ἐρεῖ ταδί· «Ἄνθρωπος ὄρνις ἀστάθμητος, πετόμενος,

### 170

ἀτέκμαρτος, οὐδὲν οὐδέποτ’ ἐν ταὐτῷ μένων.»

**ΕΠΟΨ**

### 170

Νὴ τὸν Διόνυσον εὖ γε μωμᾷ ταυταγί. Τί οὖν ποιῶμεν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 172

Οἰκίσατε μίαν πόλιν.

**ΕΠΟΨ**

### 172

Ποίαν δ’ ἂν οἰκίσαιμεν ὄρνιθες πόλιν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 172

Ἄληθες, ὦ σκαιότατον εἰρηκὼς ἔπος;

### 175

Βλέψον κάτω.

**ΕΠΟΨ**

### 175

Καὶ δὴ βλέπω.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 175

Βλέπε νυν ἄνω.

**ΕΠΟΨ**

### 175

Βλέπω.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 176

Περίαγε τὸν τράχηλον.

**ΕΠΟΨ**

### 176

Νὴ Δία ἀπολαύσομαί 〈τί〉 γ’, εἰ διαστραφήσομαι

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 176

Εἶδές τι;

**ΕΠΟΨ**

### 178

Τὰς νεφέλας γε καὶ τὸν οὐρανόν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 178

Οὐχ οὗτος οὖν δήπου ’στὶν ὀρνίθων πόλος;

**ΕΠΟΨ**

### 180

Πόλος; Τίνα τρόπον;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 180

Ὥσπερ 〈ἂν〉 εἴποι τις τόπος. Ὅτι δὲ πολεῖται τοῦτο καὶ διέρχεται ἅπαντα διὰ τούτου, καλεῖται νῦν πόλος. Ἢν δ’ οἰκίσητε τοῦτο καὶ φράξηθ’ ἅπαξ, ἐκ τοῦ πόλου τούτου κεκλήσεται πόλις.

### 185

Ὥστ’ ἄρξετ’ ἀνθρώπων μὲν ὥσπερ παρνόπων,

### 185

τοὺς δ’ αὖ θεοὺς ἀπολεῖτε λιμῷ Μηλίῳ.

**ΕΠΟΨ**

### 185

Πῶς;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 187

Ἐν μέσῳ δήπουθεν ἀήρ ἐστι γῆς. Εἶθ’ ὥσπερ ἡμεῖς, ἢν ἰέναι βουλώμεθα Πυθώδε, Βοιωτοὺς δίοδον αἰτούμεθα,

### 190

οὕτως, ὅταν θύωσιν ἄνθρωποι θεοῖς, ἢν μὴ φόρον φέρωσιν ὑμῖν οἱ θεοί, διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους τῶν μηρίων τὴν κνῖσαν οὐ διαφρήσετε.

**ΕΠΟΨ**

### 190

Ἰοῦ ἰοῦ·

### 194

μὰ γῆν, μὰ παγίδας, μὰ νεφέλας, μὰ δίκτυα,

### 195

μὴ ’γὼ νόημα κομψότερον ἤκουσά πω· ὥστ’ ἂν κατοικίζοιμι μετὰ σοῦ τὴν πόλιν, εἰ ξυνδοκοίη τοῖσιν ἄλλοις ὀρνέοις.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 195

Τίς ἂν οὖν τὸ πρᾶγμ’ αὐτοῖς διηγήσαιτο;

**ΕΠΟΨ**

### 198

Σύ. Ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας πρὸ τοῦ

### 198

ἐδίδαξα τὴν φωνήν, ξυνὼν πολὺν χρόνον.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 198

Πῶς δῆτ’ ἂν αὐτοὺς ξυγκαλέσειας;

**ΕΠΟΨ**

### 201

Ῥᾳδίως. Δευρὶ γὰρ ἐμβὰς αὐτίκα μάλ’ εἰς τὴν λόχμην, ἔπειτ’ ἀνεγείρας τὴν ἐμὴν ἀηδόνα, καλοῦμεν αὐτούς· οἱ δὲ νῷν τοῦ φθέγματος

### 205

ἐάνπερ ἐπακούσωσι θεύσονται δρόμῳ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 205

Ὦ φίλτατ’ ὀρνίθων σύ, μή νυν ἕσταθι· ἀλλ’ ἀντιβολῶ ς’ ἄγ’ ὡς τάχιστ’ εἰς τὴν λόχμην

### 205

εἴσβαινε κἀνέγειρε τὴν ἀηδόνα.

**ΕΠΟΨ**

### 205

Ἄγε σύννομέ μοι, παῦσαι μὲν ὕπνου,

### 210

λῦσον δὲ νόμους ἱερῶν ὕμνων, οὓς διὰ θείου στόματος θρηνεῖς τὸν ἐμὸν καὶ σὸν πολύδακρυν Ἴτυν, ἐλελιζομένη διεροῖς μέλεσιν γένυος ξουθῆς. Καθαρὰ χωρεῖ

### 215

διὰ φυλλοκόμου μίλακος ἠχὼ πρὸς Διὸς ἕδρας, ἵν’ ὁ χρυσοκόμας Φοῖβος ἀκούων τοῖς σοῖς ἐλέγοις ἀντιψάλλων ἐλεφαντόδετον φόρμιγγα θεῶν ἵστησι χορούς·

### 220

διὰ δ’ ἀθανάτων στομάτων χωρεῖ ξύμφωνος ὁμοῦ θεία μακάρων ὀλολυγή.

**ΕΥΕΛΠΙΔΗΣ**

### 222

Ὦ Ζεῦ βασιλεῦ, τοῦ φθέγματος τοὐρνιθίου· οἷον κατεμελίτωσε τὴν λόχμην ὅλην.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 225

Οὗτος.

**ΕΥΕΛΠΙΔΗΣ**

### 225

Τί ἐστιν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 225

Οὐ σιωπήσει;

**ΕΥΕΛΠΙΔΗΣ**

### 225

Τί δαί;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 225

Οὕποψ μελῳδεῖν αὖ παρασκευάζεται.

**ΕΠΟΨ**

### 226

Ἐποποποῖ ποποῖ, ποποποποῖ ποποῖ,

### 226

ἰὼ ἰὼ ἴτω ἴτω ἴτω τις ὧδε τῶν ἐμῶν ὁμοπτέρων·

### 230

ὅσοι τ’ εὐσπόρους ἀγροίκων γύας νέμεσθε, φῦλα μυρία κριθοτράγων σπερμολόγων τε γένη ταχὺ πετόμενα, μαλθακὴν ἱέντα γῆρυν· ὅσα τ’ ἐν ἄλοκι θαμὰ

### 235

βῶλον ἀμφιτιττυβίζεθ’ ὧδε λεπτὸν ἡδομένᾳ φωνᾷ· —τιοτιοτιοτιοτιοτιοτιοτιο— ὅσα θ’ ὑμῶν κατὰ κήπους ἐπὶ κισσοῦ κλάδεσι νομὸν ἔχει,

### 240

τά τε κατ’ ὄρεα τά τε κοτινοτράγα τά τε κομαροφάγα,

### 241-242

ἁνύσατε πετόμενα πρὸς ἐμὰν αὐδάν·

### 243

—τριοτο τριοτο τοτοβριξ· — οἵ θ’ ἑλείας παρ’ αὐλῶνας ὀξυστόμους

### 245

ἐμπίδας κάπτεθ’, ὅσα τ’ εὐδρόσους γῆς τόπους

### 246-247

ἔχετε λειμῶνά τ’ ἐρόεντα Μαραθῶνος, ὄρ‐

### 248-249

νις 〈τε〉 πτεροποίκιλος, ἀτταγᾶς ἀτταγᾶς·

### 248-249

ὧν τ’ ἐπὶ πόντιον οἶδμα θαλάσσης φῦλα μετ’ ἀλκυόνεσσι ποτῆται, δεῦρ’ ἴτε πευσόμενοι τὰ νεώτερα· πάντα γὰρ ἐνθάδε φῦλ’ ἁθροΐζομεν οἰωνῶν ταναοδείρων.

### 255

Ἥκει γάρ τις δριμὺς πρέσβυς καινὸς γνώμην

### 255

καινῶν ἔργων τ’ ἐγχειρητής. Ἀλλ’ ἴτ’ εἰς λόγους ἅπαντα, δεῦρο δεῦρο δεῦρο δεῦρο·

### 260

τοροτοροτοροτοροτιξ, κικκαβαυ κικκαβαυ, τοροτοροτορολιλιλιξ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 262

Ὁρᾷς τιν’ ὄρνιν;

**ΕΥΕΛΠΙΔΗΣ**

### 263

Μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ. Καίτοι κέχηνά γ’ εἰς τὸν οὐρανὸν βλέπων.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 265

Ἄλλως ἄρ’ οὕποψ, ὡς ἔοικ’, εἰς τὴν λόχμην ἐμβὰς ἐπῶζε χαραδριὸν μιμούμενος.

**ΟΡΝΙΣ**

### 267

Τοροτιξ τοροτιξ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 267

Ὦγάθ’, ἀλλ’ 〈οὖν〉 οὑτοσὶ καὶ δή τις ὄρνις ἔρχεται.

**ΕΥΕΛΠΙΔΗΣ**

### 267

Νὴ Δί’ ὄρνις δῆτα. Τίς ποτ’ ἐστίν; Οὐ δήπου ταὧς;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 270

Οὗτος αὐτὸς νῷν φράσει. Τίς ἐστιν ὄρνις οὑτοσί;

**ΕΠΟΨ**

### 270

Οὗτος οὐ τῶν ἠθάδων τῶνδ’ ὧν ὁρᾶθ’ ὑμεῖς ἀεί, ἀλλὰ λιμναῖος.

**ΕΥΕΛΠΙΔΗΣ**

### 272

Βαβαῖ, καλός γε καὶ φοινικιοῦς.

**ΕΠΟΨ**

### 272

Εἰκότως 〈γε〉· καὶ γὰρ ὄνομ’ αὐτῷ ’στὶ φοινικόπτερος.

**ΕΥΕΛΠΙΔΗΣ**

### 272

Οὗτος, ὦ—σέ τοι.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 274

Τί βωστρεῖς;

**ΕΥΕΛΠΙΔΗΣ**

### 274

Ἕτερος ὄρνις οὑτοσί.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 275

Νὴ Δί’ ἕτερος δῆτα χοὖτος ἔξεδρον χώραν ἔχων. Τίς ποτ’ ἔσθ’ ὁ μουσόμαντις, ἄτοπος ὄρνις, ὀρειβάτης;

**ΕΠΟΨ**

### 275

Ὄνομα τούτῳ Μῆδός ἐστι.

**ΕΥΕΛΠΙΔΗΣ**

### 277

Μῆδος; Ὦναξ Ἡράκλεις. Εἶτα πῶς ἄνευ καμήλου Μῆδος ὢν εἰσέπτετο;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 277

Ἕτερος αὖ λόφον κατειληφώς τις ὄρνις οὑτοσί.

**ΕΥΕΛΠΙΔΗΣ**

### 280

Τί τὸ τέρας τουτί ποτ’ ἐστίν; Οὐ σὺ μόνος ἄρ’ ἦσθ’ ἔποψ, ἀλλὰ χοὖτος ἕτερος;

**ΕΠΟΨ**

### 281

Οὑτοσὶ μέν ἐστι Φιλοκλέους ἐξ ἔποπος, ἐγὼ δὲ τούτου πάππος, ὥσπερ εἰ λέγοις Ἱππόνικος Καλλίου κἀξ Ἱππονίκου Καλλίας.

**ΕΥΕΛΠΙΔΗΣ**

### 281

Καλλίας ἄρ’ οὗτος οὕρνις ἐστίν. Ὡς πτερορρυεῖ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 285

Ἅτε γὰρ ὢν γενναῖος ὑπό 〈τε〉 συκοφαντῶν τίλλεται, αἵ τε θήλειαι πρὸς ἐκτίλλουσιν αὐτοῦ τὰ πτερά.

**ΕΥΕΛΠΙΔΗΣ**

### 285

Ὦ Πόσειδον, ἕτερος αὖ τις βαπτὸς ὄρνις οὑτοσί. Τίς ὀνομάζεταί ποθ’ οὗτος;

**ΕΠΟΨ**

### 288

Οὑτοσὶ κατωφαγᾶς.

**ΕΥΕΛΠΙΔΗΣ**

### 288

Ἔστι γὰρ κατωφαγᾶς τις ἄλλος ἢ Κλεώνυμος;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 290

Πῶς ἂν οὖν Κλεώνυμός γ’ ὢν οὐκ ἀπέβαλε τὸν λόφον;

**ΕΥΕΛΠΙΔΗΣ**

### 290

Ἀλλὰ μέντοι τίς ποθ’ ἡ λόφωσις ἡ τῶν ὀρνέων; Ἦ ’πὶ τὸν δίαυλον ἦλθον;

**ΕΠΟΨ**

### 292

Ὥσπερ οἱ Κᾶρες μὲν οὖν ἐπὶ λόφων οἰκοῦσιν, ὦγάθ’, ἀσφαλείας οὕνεκα.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 292

Ὦ Πόσειδον, οὐχ ὁρᾷς ὅσον συνείλεκται κακὸν

### 295

ὀρνέων;

**ΕΥΕΛΠΙΔΗΣ**

### 295

Ὦναξ Ἄπολλον, τοῦ νέφους. Ἰοὺ ἰού, οὐδ’ ἰδεῖν ἔτ’ ἔσθ’ ὑπ’ αὐτῶν πετομένων τὴν εἴσοδον.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 295

Οὑτοσὶ πέρδιξ.

**ΕΥΕΛΠΙΔΗΣ**

### 297

Ἐκεινοσὶ δὲ νὴ Δί’ ἀτταγᾶς.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 297

Οὑτοσὶ δὲ πηνέλοψ.

**ΕΥΕΛΠΙΔΗΣ**

### 298

Ἐκεινηὶ δέ γ’ ἀλκυών. Τίς γάρ ἐσθ’ οὕπισθεν αὐτῆς;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 299

Ὅστις ἐστί; κειρύλος.

**ΕΥΕΛΠΙΔΗΣ**

### 299

Κειρύλος γάρ ἐστιν ὄρνις;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 299

Οὐ γάρ ἐστι Σποργίλος;

**ΕΠΟΨ**

### 299

Χαὐτηί γε γλαῦξ.

**ΕΥΕΛΠΙΔΗΣ**

### 301

Τί φῄς; Τίς γλαῦκ’ Ἀθήναζ’ ἤγαγεν;

**ΕΠΟΨ**

### 301

Κίττα, τρυγών, κορυδός, ἐλεᾶς, ὑποθυμίς, περιστερά, νέρτος, ἱέραξ, φάττα, κόκκυξ, ἐρυθρόπους, κεβλήπυρις,

### 304-305

πορφυρίς, κερχνῄς, κολυμβίς, ἀμπελίς, φήνη, δρύοψ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 306

Ἰοὺ ἰού, τῶν ὀρνέων.

**ΕΥΕΛΠΙΔΗΣ**

### 306

Ἰοὺ ἰού, τῶν κοψίχων.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 306

Οἷα πιπίζουσι καὶ τρέχουσι διακεκραγότες.

**ΕΥΕΛΠΙΔΗΣ**

### 306

Ἆρ’ ἀπειλοῦσίν γε νῷν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 308

Οἴμοι, κεχήνασίν γέ τοι καὶ βλέπουσιν εἰς σὲ κἀμέ.

**ΕΥΕΛΠΙΔΗΣ**

### 309

Τοῦτο μὲν κἀμοὶ δοκεῖ.

**ΧΟΡΟΣ**

### 310-311

Ποποποποποπο ποῦ μ’ ὃς ἐκάλεσε; Τίνα τόπον ἄρα νέμεται;

**ΕΠΟΨ**

### 312-313

Οὑτοσὶ πάλαι πάρειμι κοὐκ ἀποστατῶ φίλων.

**ΧΟΡΟΣ**

### 314-315

Τιτιτιτιτιτιτι τίνα λόγον ἄρα ποτὲ πρὸς ἐμὲ φίλον ἔχων;

**ΕΠΟΨ**

### 316

Κοινόν, ἀσφαλῆ, δίκαιον, ἡδύν, ὠφελήσιμον.

### 317-318

Ἄνδρε γὰρ λεπτὼ λογιστὰ δεῦρ’ ἀφῖχθον ὡς ἐμέ.

**ΧΟΡΟΣ**

### 319

Ποῦ; πᾷ; πῶς φῄς;

**ΕΠΟΨ**

### 320

Φήμ’ ἀπ’ ἀνθρώπων ἀφῖχθαι δεῦρο πρεσβύτα δύο· ἥκετον δ’ ἔχοντε πρέμνον πράγματος πελωρίου.

**ΧΟΡΟΣ**

### 320

Ὦ μέγιστον ἐξαμαρτὼν ἐξ ὅτου ’τράφην ἐγώ, πῶς λέγεις;

**ΕΠΟΨ**

### 323

Μήπω φοβηθῇς τὸν λόγον.

**ΧΟΡΟΣ**

### 323

Τί μ’ ἠργάσω;

**ΕΠΟΨ**

### 323

Ἄνδρ’ ἐδεξάμην ἐραστὰ τῆσδε τῆς ξυνουσίας.

**ΧΟΡΟΣ**

### 325

Καὶ δέδρακας τοῦτο τοὔργον;

**ΕΠΟΨ**

### 325

Καὶ δεδρακώς γ’ ἥδομαι.

**ΧΟΡΟΣ**

### 325

Κἀστὸν ἤδη που παρ’ ἡμῖν;

**ΕΠΟΨ**

### 326

Εἰ παρ’ ὑμῖν εἴμ’ ἐγώ.

**ΧΟΡΟΣ**

### 326

Ἔα ἔα· προδεδόμεθ’ ἀνόσιά τ’ ἐπάθομεν· ὃς γὰρ φίλος ἦν ὁμότροφά θ’ ἡμῖν ἐνέμετο

### 330

πεδία παρ’ ἡμῖν, παρέβη μὲν θεσμοὺς ἀρχαίους, παρέβη δ’ ὅρκους ὀρνίθων. Εἰς δὲ δόλον ἐκάλεσε, παρέβαλέ τ’ ἐμὲ παρὰ γένος ἀνόσιον, ὅπερ ἐξότ’ ἐγένετ’ ἐπ’ ἐμοὶ

### 335

πολέμιον ἐτράφη.

### 335

Ἀλλὰ πρὸς τοῦτον μὲν ἡμῖν ἐστιν ὕστερος λόγος· τὼ δὲ πρεσβύτα δοκεῖ μοι τώδε δοῦναι τὴν δίκην διαφορηθῆναί θ’ ὑφ’ ἡμῶν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 338

Ὡς ἀπωλόμεσθ’ ἄρα.

**ΕΥΕΛΠΙΔΗΣ**

### 338

Αἴτιος μέντοι σὺ νῷν εἶ τῶν κακῶν τούτων μόνος.

### 340

Ἐπὶ τί γάρ μ’ ἐκεῖθεν ἦγες;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 340

Ἵν’ ἀκολουθοίης ἐμοί.

**ΕΥΕΛΠΙΔΗΣ**

### 340

Ἵνα μὲν οὖν κλάοιμι μεγάλα.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 341

Τοῦτο μὲν ληρεῖς ἔχων κάρτα· πῶς κλαύσει γάρ, ἢν ἅπαξ γε τὠφθαλμὼ ’κκοπῇς;

**ΧΟΡΟΣ**

### 342

Ἰὼ ἰώ· ἔπαγ’ ἔπιθ’ ἐπίφερε πολέμιον ὁρμὰν

### 345

φονίαν, πτέρυγά τε παντᾷ περίβαλε περί τε κύκλωσαι· ὡς δεῖ τώδ’ οἰμώζειν ἄμφω

### 345

καὶ δοῦναι ῥύγχει φορβάν. Οὔτε γὰρ ὄρος σκιερὸν οὔτε νέφος αἰθέριον

### 345

οὔτε πολιὸν πέλαγος ἔστιν ὅ τι δέξεται τώδ’ ἀποφυγόντε με.

### 351

Ἀλλὰ μὴ μέλλωμεν ἤδη τώδε τίλλειν καὶ δάκνειν. Ποῦ ’σθ’ ὁ ταξίαρχος; Ἐπαγέτω τὸ δεξιὸν κέρας.

**ΕΥΕΛΠΙΔΗΣ**

### 351

Τοῦτ’ ἐκεῖνο. Ποῖ φύγω δύστηνος;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 354

Οὗτος, οὐ μενεῖς;

**ΕΥΕΛΠΙΔΗΣ**

### 355

Ἵν’ ὑπὸ τούτων διαφορηθῶ;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 355

Πῶς γὰρ ἂν τούτους δοκεῖς ἐκφυγεῖν;

**ΕΥΕΛΠΙΔΗΣ**

### 356

Οὐκ οἶδ’ ὅπως ἄν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 356

Ἀλλ’ ἐγώ τοι σοι λέγω, ὅτι μένοντε δεῖ μάχεσθαι λαμβάνειν τε τῶν χυτρῶν.

**ΕΥΕΛΠΙΔΗΣ**

### 356

Τί δὲ χύτρα νὼ ’πωφελήσει;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 358

Γλαῦξ μὲν οὐ πρόσεισι νῷν.

**ΕΥΕΛΠΙΔΗΣ**

### 358

Τοῖς δὲ γαμψώνυξι τοισδί;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 359

Τὸν ὀβελίσκον ἁρπάσας

### 360

εἶτα κατάπηξον πρὸ σαυτοῦ.

**ΕΥΕΛΠΙΔΗΣ**

### 360

Τοῖσι δ’ ὀφθαλμοῖσι τί;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 360

Ὀξύβαφον ἐντευθενὶ προθοῦ λαβὼν ἢ τρύβλιον.

**ΕΥΕΛΠΙΔΗΣ**

### 360

Ὦ σοφώτατ’, εὖ γ’ ἀνηῦρες αὐτὸ καὶ στρατηγικῶς· ὑπερακοντίζεις σύ γ’ ἤδη Νικίαν ταῖς μηχαναῖς·

**ΧΟΡΟΣ**

### 360

Ἐλελελεῦ· χώρει, κάθες τὸ ῥύγχος· οὐ μέλλειν ἐχρῆν.

### 365

Ἕλκε, τίλλε, παῖε, δεῖρε· κόπτε πρώτην τὴν χύτραν.

**ΕΠΟΨ**

### 365

Εἰπέ μοι, τί μέλλετ’, ὦ πάντων κάκιστα θηρίων, ἀπολέσαι παθόντες οὐδὲν ἄνδρε καὶ διασπάσαι τῆς ἐμῆς γυναικὸς ὄντε ξυγγενεῖ καὶ φυλέτα;

**ΧΟΡΟΣ**

### 365

Φεισόμεσθα γάρ τι τῶνδε μᾶλλον ἡμεῖς ἢ λύκων;

### 370

Ἢ τίνας τεισαίμεθ’ ἄλλους τῶνδ’ ἂν ἐχθίους ἔτι;

**ΕΠΟΨ**

### 370

Εἰ δὲ τὴν φύσιν μὲν ἐχθροί, τὸν δὲ νοῦν εἰσιν φίλοι, καὶ διδάξοντές τι δεῦρ’ ἥκουσιν ὑμᾶς χρήσιμον;

**ΧΟΡΟΣ**

### 370

Πῶς δ’ ἂν οἵδ’ ἡμᾶς τι χρήσιμον διδάξειάν ποτε ἢ φράσειαν, ὄντες ἐχθροὶ τοῖσι πάπποις τοῖς ἐμοῖς;

**ΕΠΟΨ**

### 375

Ἀλλ’ ἀπ’ ἐχθρῶν δῆτα πολλὰ μανθάνουσιν οἱ σοφοί. Ἡ γὰρ εὐλάβεια σῴζει πάντα. Παρὰ μὲν οὖν φίλου οὐ μάθοις ἂν τοῦθ’, ὁ δ’ ἐχθρὸς εὐθὺς ἐξηνάγκασεν. Αὐτίχ’ αἱ πόλεις παρ’ ἀνδρῶν ἔμαθον ἐχθρῶν κοὐ φίλων ἐκπονεῖν θ’ ὑψηλὰ τείχη ναῦς τε κεκτῆσθαι μακράς·

### 380

τὸ δὲ μάθημα τοῦτο σῴζει παῖδας, οἶκον, χρήματα.

**ΧΟΡΟΣ**

### 380

Ἔστι μὲν λόγων ἀκοῦσαι πρῶτον, ὡς ἡμῖν δοκεῖ, χρήσιμον· μάθοι γὰρ ἄν τις κἀπὸ τῶν ἐχθρῶν σοφόν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 380

Οἵδε τῆς ὀργῆς χαλᾶν εἴξασιν. Ἄναγ’ ἐπὶ σκέλος.

**ΕΠΟΨ**

### 380

Καὶ δίκαιόν γ’ ἐστὶ κἀμοὶ δεῖ νέμειν ὑμᾶς χάριν.

**ΧΟΡΟΣ**

### 385

Ἀλλὰ μὴν οὐδ’ ἄλλο σοί πω πρᾶγμ’ ἐνηντιώμεθα.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 385

Μᾶλλον εἰρήνην ἄγουσιν. Ὥστε τὴν χύτραν καθίει·

### 385

καὶ τὸ δόρυ χρή, τὸν ὀβελίσκον, περιπατεῖν ἔχοντας ἡμᾶς

### 390

τῶν ὅπλων ἐντός, παρ’ αὐτὴν τὴν χύτραν ἄκραν ὁρῶντας τἀγγύς· ὡς οὐ φευκτέον νῷν.

**ΕΥΕΛΠΙΔΗΣ**

### 390

Ἐτεὸν ἢν δ’ ἄρ’ ἀποθάνωμεν, κατορυχησόμεσθα ποῦ γῆς;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 395

Ὁ Κεραμεικὸς δέξεται νώ. Δημοσίᾳ γὰρ ἵνα ταφῶμεν, φήσομεν πρὸς τοὺς στρατηγοὺς μαχομένω τοῖς πολεμίοισιν ἀποθανεῖν ἐν Ὀρνεαῖς.

**ΧΟΡΟΣ**

### 399

Ἄναγ’ εἰς τάξιν πάλιν εἰς ταὐτόν, καὶ τὸν θυμὸν κατάθου κύψας παρὰ τὴν ὀργὴν ὥσπερ ὁπλίτης·

### 403-404

κἀναπυθώμεθα τούσδε τίνες ποτὲ

### 405

[καὶ] πόθεν ἔμολον [ἐπὶ] τίνα τ’ ἐπίνοιαν.

### 405

Ἰώ, ἔποψ, σέ τοι καλῶ.

**ΕΠΟΨ**

### 405

Καλεῖς δὲ τοῦ κλύειν θέλων;

**ΧΟΡΟΣ**

### 405

Τίνες ποθ’ οἵδε καὶ πόθεν;

**ΕΠΟΨ**

### 405

Ξένω σοφῆς ἀφ’ Ἑλλάδος.

**ΧΟΡΟΣ**

### 410

Τύχη δὲ ποία κομί‐ ζει ποτ’ αὐτὼ πρὸς ὄρ‐ νιθας ἐλθεῖν;

**ΕΠΟΨ**

### 412

Ἔρως βίου διαίτης τέ σου

### 412

καὶ ξυνοικεῖν τέ σοι

### 415

καὶ ξυνεῖναι τὸ πᾶν.

**ΧΟΡΟΣ**

### 415

Τί φῄς; Λέγουσιν δὲ δὴ τίνας λόγους;

**ΕΠΟΨ**

### 416

Ἄπιστα καὶ πέρα κλύειν.

**ΧΟΡΟΣ**

### 416

Ὁρᾷ τι κέρδος ἐνθάδ’ ἄ‐ ξιον μονῆς, ὅτῳ πέποιθ’ ἐμοὶ ξυνὼν

### 420

κρατεῖν ἂν ἢ τὸν ἐχθρὸν ἢ φίλοισιν ὠφελεῖν ἔχειν;

**ΕΠΟΨ**

### 420

Λέγει μέγαν τιν’ ὄλβον οὔ‐ τε λεκτὸν οὔτε πιστόν· ὡς σὰ πάντα καὶ

### 425

τὸ τῇδε καὶ τὸ κεῖσε καὶ τὸ δεῦρο προσβιβᾷ λέγων.

**ΧΟΡΟΣ**

### 425

Πότερα μαινόμενος;

**ΕΠΟΨ**

### 425

Ἄφατον ὡς φρόνιμος.

**ΧΟΡΟΣ**

### 425

Ἔνι σοφόν τι φρενί;

**ΕΠΟΨ**

### 430

Πυκνότατον κίναδος, σόφισμα, κύρμα, τρῖμμα, παιπάλημ’ ὅλον.

**ΧΟΡΟΣ**

### 430

Λέγειν λέγειν κέλευέ μοι. Κλύων γὰρ ὧν σύ μοι λέγεις

### 433

λόγων ἀνεπτέρωμαι.

**ΕΠΟΨ**

### 433

Ἄγε δὴ σὺ καὶ σὺ τὴν πανοπλίαν μὲν πάλιν

### 435

ταύτην λαβόντε κρεμάσατον τύχἀγαθῇ

### 435

εἰς τὸν ἰπνὸν εἴσω πλησίον τοὐπιστάτου· σὺ δὲ τούσδ’ ἐφ’ οἷσπερ τοῖς λόγοις ξυνέλεξ’ ἐγὼ φράσον, δίδαξον.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 438

Μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ, ἢν μὴ διάθωνταί γ’ οἵδε διαθήκην ἐμοὶ

### 440

ἥνπερ ὁ πίθηκος τῇ γυναικὶ διέθετο, ὁ μαχαιροποιός, μήτε δάκνειν τούτους ἐμὲ μήτ’ ὀρχίπεδ’ ἕλκειν μήτ’ ὀρύττειν—

**ΕΥΕΛΠΙΔΗΣ**

### 442

Οὔ τί που τόνδ’;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 443

Οὐδαμῶς. Οὔκ, ἀλλὰ τὠφθαλμὼ λέγω.

**ΧΟΡΟΣ**

### 443

Διατίθεμαι ’γώ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 444

Κατόμοσόν νυν ταῦτά μοι.

**ΧΟΡΟΣ**

### 445

Ὄμνυμ’ ἐπὶ τούτοις, πᾶσι νικᾶν τοῖς κριταῖς καὶ τοῖς θεαταῖς πᾶσιν, —

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 446

Ἔσται ταυταγί.

**ΧΟΡΟΣ**

### 446

εἰ δὲ παραβαίην, ἑνὶ κριτῇ νικᾶν μόνον.

**ΕΠΟΨ**

### 446

Ἀκούετε λεῴ· τοὺς ὁπλίτας νυνμενὶ ἀνελομένους θὤπλ’ ἀπιέναι πάλιν οἴκαδε,

### 446

σκοπεῖν δ’ ὅ τι ἂν προγράφωμεν ἐν τοῖς πινακίοις.

**ΧΟΡΟΣ**

### 446

Δολερὸν μὲν ἀεὶ κατὰ πάντα δὴ τρόπον πέφυκεν ἄνθρωπος· σὺ δ’ ὅμως λέγε μοι. Τάχα γὰρ τύχοις ἂν Χρηστὸν ἐξειπὼν ὅ τι μοι παρορᾷς, ἢ

### 455

δύναμίν τινα μείζω

### 455

παραλειπομένην ὑπ’ ἐμῆς φρενὸς ἀ‐

### 456

ξυνέτου· σὺ δὲ τοῦθ’ οὑρᾷς λέγ’ εἰς κοινόν. Ὃ γὰρ ἂν σὺ τύχῃς μοι ἀγαθὸν πορίσας, τοῦτο κοινὸν ἔσται.

### 460

Ἀλλ’ ἐφ’ ὅτῳπερ πράγματι τὴν σὴν ἥκεις γνώμην ἀναπείσας, λέγε θαρρήσας· ὡς τὰς σπονδὰς οὐ μὴ πρότερον παραβῶμεν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 460

Καὶ μὴν ὀργῶ νὴ τὸν Δία καὶ προπεφύραται λόγος εἷς μοι, ὃν διαμάττειν οὐ κωλύει. Φέρε, παῖ, στέφανον· καταχεῖσθαι κατὰ χειρὸς ὕδωρ φερέτω ταχύ τις.

**ΕΥΕΛΠΙΔΗΣ**

### 464

Δειπνήσειν μέλλομεν; Ἢ τί;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 465

Μὰ Δί’ ἀλλὰ λέγειν ζητῶ τι πάλαι, μέγα καὶ λαρινὸν ἔπος τι, ὅ τι τὴν τούτων θραύσει ψυχήν. Οὕτως ὑμῶν ὑπεραλγῶ, οἵτινες ὄντες πρότερον βασιλῆς—

**ΧΟΡΟΣ**

### 467

Ἡμεῖς βασιλῆς; τίνος;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 467

Ὑμεῖς πάντων ὁπός’ ἔστιν, ἐμοῦ πρῶτον, τουδί, καὶ τοῦ Διὸς αὐτοῦ, ἀρχαιότεροι πρότεροί τε Κρόνου καὶ Τιτάνων ἐγένεσθε,

### 470

καὶ Γῆς.

**ΧΟΡΟΣ**

### 470

Καὶ Γῆς;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 470

Νὴ τὸν Ἀπόλλω.

**ΧΟΡΟΣ**

### 470

Τουτὶ μὰ Δί’ οὐκ ἐπεπύσμην.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 470

Ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδ’ Αἴσωπον πεπάτηκας, ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι, προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρ’ αὐτῆς ἀποθνῄσκειν· γῆν δ’ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον· τὴν δ’ ἀποροῦσαν

### 475

ὑπ’ ἀμηχανίας τὸν πατέρ’ αὑτῆς ἐν τῇ κεφαλῇ κατορύξαι.

**ΕΥΕΛΠΙΔΗΣ**

### 475

Ὁ πατὴρ ἄρα τῆς κορυδοῦ νυνὶ κεῖται τεθνεὼς Κεφαλῆσιν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 475

Οὔκουν δῆτ’ εἰ πρότεροι μὲν γῆς, πρότεροι δὲ θεῶν ἐγένοντο, ὡς πρεσβυτάτων ὄντων αὐτῶν ὀρθῶς ἐσθ’ ἡ βασιλεία;

**ΕΥΕΛΠΙΔΗΣ**

### 475

Νὴ τὸν Ἀπόλλω. Πάνυ τοίνυν χρὴ ῥύγχος βόσκειν σε τὸ λοιπόν·

### 480

οὐκ ἀποδώσει ταχέως ὁ Ζεὺς τὸ σκῆπτρον τῷ δρυκολάπτῃ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 480

Ὡς δ’ οὐχὶ θεοὶ τοίνυν ἦρχον τῶν ἀνθρώπων τὸ παλαιόν, ἀλλ’ ὄρνιθες, κἀβασίλευον, πόλλ’ ἐστὶ τεκμήρια τούτων. Αὐτίκα δ’ ὑμῖν πρῶτ’ ἐπιδείξω τὸν ἀλεκτρυόν’, ὡς ἐτυράννει ἦρχέ τε Περσῶν πρῶτος πάντων Δαρείων καὶ Μεγαβάζων,

### 485

ὥστε καλεῖται Περσικὸς ὄρνις ἀπὸ τῆς ἀρχῆς ἔτ’ ἐκείνης.

**ΕΥΕΛΠΙΔΗΣ**

### 485

Διὰ ταῦτ’ ἄρ’ ἔχων καὶ νῦν ὥσπερ βασιλεὺς ὁ μέγας διαβάσκει ἐπὶ τῆς κεφαλῆς τὴν κυρβασίαν τῶν ὀρνίθων μόνος ὀρθήν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 485

Οὕτω δ’ ἴσχυέ τε καὶ μέγας ἦν τότε καὶ πολύς, ὥστ’ ἔτι καὶ νῦν ὑπὸ τῆς ῥώμης τῆς τότ’ ἐκείνης, ὁπόταν μόνον ὄρθριον ᾄσῃ,

### 490

ἀναπηδῶσιν πάντες ἐπ’ ἔργον, χαλκῆς, κεραμῆς, σκυλοδέψαι, σκυτῆς, βαλανῆς, ἀλφιταμοιβοί, τορνευτολυρασπιδοπηγοί· οἱ δὲ βαδίζους’ ὑποδησάμενοι νύκτωρ.

**ΕΥΕΛΠΙΔΗΣ**

### 492

Ἐμὲ τοῦτό γ’ ἐρώτα. Χλαῖναν γὰρ ἀπώλες’ ὁ μοχθηρὸς Φρυγίων ἐρίων διὰ τοῦτον. Εἰς δεκάτην γάρ ποτε παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει,

### 495

κἄρτι καθηῦδον· καὶ πρὶν δειπνεῖν τοὺς ἄλλους οὗτος ἄρ’ ἦσεν· κἀγὼ νομίσας ὄρθρον ἐχώρουν Ἁλιμουντάδε, κἄρτι προκύπτω ἔξω τείχους καὶ λωποδύτης παίει ῥοπάλῳ με τὸ νῶτον· κἀγὼ πίπτω μέλλω τε βοᾶν, ὁ δ’ ἀπέβλισε θοἰμάτιόν μου.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 495

Ἰκτῖνος δ’ οὖν τῶν Ἑλλήνων ἦρχεν τότε κἀβασίλευεν.

**ΧΟΡΟΣ**

### 495

Τῶν Ἑλλήνων;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 495

Καὶ κατέδειξέν 〈γ’〉 οὗτος πρῶτος βασιλεύων προκυλινδεῖσθαι τοῖς ἰκτίνοις.

**ΕΥΕΛΠΙΔΗΣ**

### 501

Νὴ τὸν Διόνυσον, ἐγὼ γοῦν ἐκυλινδούμην ἰκτῖνον ἰδών· κᾆθ’ ὕπτιος ὢν ἀναχάσκων ὀβολὸν κατεβρόχθισα· κᾆτα κενὸν τὸν θύλακον οἴκαδ’ ἀφεῖλκον.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 501

Αἰγύπτου δ’ αὖ καὶ Φοινίκης πάσης κόκκυξ βασιλεὺς ἦν·

### 505

χὠπόθ’ ὁ κόκκυξ εἴποι «κόκκυ,» τότ’ 〈ἂν〉 οἱ Φοίνικες ἅπαντες τοὺς πυροὺς ἂν καὶ τὰς κριθὰς ἐν τοῖς πεδίοις ἐθέριζον.

**ΕΥΕΛΠΙΔΗΣ**

### 505

Τοῦτ’ ἄρ’ ἐκεῖν’ ἦν τοὔπος ἀληθῶς· «Κόκκυ, ψωλοί, πεδίονδε.»

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 505

Ἦρχον δ’ οὕτω σφόδρα τὴν ἀρχήν, ὥστ’ εἴ τις καὶ βασιλεύοι ἐν ταῖς πόλεσιν τῶν Ἑλλήνων Ἀγαμέμνων ἢ Μενέλαος,

### 510

ἐπὶ τῶν σκήπτρων ἐκάθητ’ ὄρνις μετέχων ὅ τι δωροδοκοίη.

**ΕΥΕΛΠΙΔΗΣ**

### 510

Τουτὶ τοίνυν οὐκ ᾔδη ’γώ· καὶ δῆτά μ’ ἐλάμβανε θαῦμα, ὁπότ’ ἐξέλθοι Πρίαμός τις ἔχων ὄρνιν ἐν τοῖσι τραγῳδοῖς, ὁ δ’ ἄρ’ εἱστήκει τὸν Λυσικράτη τηρῶν ὅ τι δωροδοκοίη.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 510

Ὃ δὲ δεινότατόν 〈γ’〉 ἐστὶν ἁπάντων, ὁ Ζεὺς γὰρ ὁ νῦν βασιλεύων

### 515

αἰετὸν ὄρνιν ἕστηκεν ἔχων ἐπὶ τῆς κεφαλῆς βασιλεὺς ὤν, ἡ δ’ αὖ θυγάτηρ γλαῦχ’, ὁ δ’ Ἀπόλλων ὥσπερ θεράπων ἱέρακα.

**ΕΥΕΛΠΙΔΗΣ**

### 515

Νὴ τὴν Δήμητρ’ εὖ ταῦτα λέγεις. Τίνος οὕνεκα ταῦτ’ ἄρ’ ἔχουσιν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 515

Ἵν’ ὅταν θύων τις ἔπειτ’ αὐτοῖς εἰς τὴν χεῖρ’, ὡς νόμος ἐστίν, τὰ σπλάγχνα διδῷ, τοῦ Διὸς αὐτοὶ πρότεροι τὰ σπλάγχνα λάβωσιν.

### 520

Ὤμνυ τ’ οὐδεὶς τότ’ 〈ἂν〉 ἀνθρώπων θεόν, ἀλλ’ ὄρνιθας ἅπαντες.

**ΕΥΕΛΠΙΔΗΣ**

### 520

Λάμπων δ’ ὄμνυς’ ἔτι καὶ νυνὶ τὸν χῆν’, ὅταν ἐξαπατᾷ τι.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 520

Οὕτως ὑμᾶς πάντες πρότερον μεγάλους ἁγίους τ’ ἐνόμιζον, νῦν δ’ ἀνδράποδ’, ἠλιθίους, Μανᾶς. Ὥσπερ δ’ ἤδη τοὺς μαινομένους

### 525

βάλλους’ ὑμᾶς. Κἀν τοῖς ἱεροῖς πᾶς τις ἐφ’ ὑμῖν ὀρνιθευτὴς ἵστησι βρόχους, παγίδας, ῥάβδους, ἕρκη, νεφέλας, δίκτυα, πηκτάς· εἶτα λαβόντες πωλοῦς’ ἁθρόους·

### 530

οἱ δ’ ὠνοῦνται βλιμάζοντες· κοὐδ’ οὖν, εἴπερ ταῦτα δοκεῖ δρᾶν, ὀπτησάμενοι παρέθενθ’ ὑμᾶς, ἀλλ’ ἐπικνῶσιν τυρόν, ἔλαιον, σίλφιον, ὄξος, καὶ τρίψαντες

### 535

κατάχυσμ’ ἕτερον γλυκὺ καὶ λιπαρόν, κἄπειτα κατεσκέδασαν θερμὸν τοῦτο καθ’ ὑμῶν, αὕων ὥσπερ κενεβρείων.

**ΧΟΡΟΣ**

### 538

Πολὺ δὴ πολὺ δὴ χαλεπωτάτους λόγους

### 540

ἤνεγκας, ἄνθρωφ’· ὡς ἐδάκρυσά γ’ ἐμῶν πατέρων κάκην, οἳ τάσδε τὰς τιμὰς προγόνων παραδόντων ἐπ’ ἐμοὶ κατέλυσαν. Σὺ δέ μοι κατὰ δαίμονα καί 〈τινα〉 συν‐

### 544

τυχίαν ἀγαθὴν

### 545

ἥκεις ἐμοὶ σωτήρ. Ἀναθεὶς γὰρ ἐγώ σοι τὰ νεόττια κἀμαυτὸν οἰκετεύσω.

### 547

Ἀλλ’ ὅ τι χρὴ δρᾶν, σὺ δίδασκε παρών· ὡς ζῆν οὐκ ἄξιον ἡμῖν, εἰ μὴ κομιούμεθα παντὶ τρόπῳ τὴν ἡμετέραν βασιλείαν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 547

Καὶ δὴ τοίνυν πρῶτα διδάσκω μίαν ὀρνίθων πόλιν εἶναι, κἄπειτα τὸν ἀέρα πάντα κύκλῳ καὶ πᾶν τουτὶ τὸ μεταξὺ περιτειχίζειν μεγάλαις πλίνθοις ὀπταῖς ὥσπερ Βαβυλῶνα.

**ΕΥΕΛΠΙΔΗΣ**

### 547

Ὦ Κεβριόνα καὶ Πορφυρίων, ὡς σμερδαλέον τὸ πόλισμα.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 547

Κἀπειδὰν τοῦτ’ ἐπανεστήκῃ, τὴν ἀρχὴν τὸν Δί’ ἀπαιτεῖν·

### 555

κἂν μὲν μὴ φῇ μηδ’ ἐθελήσῃ μηδ’ εὐθὺς γνωσιμαχήσῃ, ἱερὸν πόλεμον πρωυδᾶν αὐτῷ, καὶ τοῖσι θεοῖσιν ἀπειπεῖν διὰ τῆς χώρας τῆς ὑμετέρας ἐστυκόσι μὴ διαφοιτᾶν, ὥσπερ πρότερον μοιχεύσοντες τὰς Ἀλκμήνας κατέβαινον καὶ τὰς Ἀλόπας καὶ τὰς Σεμέλας· ἤνπερ δ’ ἐπίως’, ἐπιβάλλειν

### 560

σφραγῖδ’ αὐτοῖς ἐπὶ τὴν ψωλήν, ἵνα μὴ βινῶς’ ἔτ’ ἐκείνας. Τοῖς δ’ ἀνθρώποις ὄρνιν ἕτερον πέμψαι κήρυκα κελεύω, ὡς ὀρνίθων βασιλευόντων θύειν ὄρνισι τὸ λοιπόν,

### 560

κἄπειτα θεοῖς ὕστερον αὖθις· προσνείμασθαι δὲ πρεπόντως τοῖσι θεοῖσιν τῶν ὀρνίθων ὃς ἂν ἁρμόττῃ καθ’ ἕκαστον·

### 565

Ἢν Ἀφροδίτῃ θύῃ, κριθὰς ὄρνιθι φαληρίδι θύειν· ἢν δὲ Ποσειδῶνί τις οἶν θύῃ, νήττῃ πυροὺς καθαγίζειν· ἢν δ’ Ἡρακλέει θύῃσι, λάρῳ ναστοὺς θύειν μελιτοῦντας· κἂν Διὶ θύῃ βασιλεῖ κριόν, βασιλεύς ἐστ’ ὀρχίλος ὄρνις, ᾧ προτέρῳ δεῖ τοῦ Διὸς αὐτοῦ σέρφον ἐνόρχην σφαγιάζειν.

**ΕΥΕΛΠΙΔΗΣ**

### 570

Ἥσθην σέρφῳ σφαγιαζομένῳ. Βροντάτω νῦν ὁ μέγας Ζάν.

**ΧΟΡΟΣ**

### 570

Καὶ πῶς ἡμᾶς νομιοῦσι θεοὺς ἄνθρωποι κοὐχὶ κολοιούς, οἳ πετόμεσθα πτέρυγάς τ’ ἔχομεν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 572

Ληρεῖς. Καὶ νὴ Δί’ ὅ γ’ Ἑρμῆς πέτεται θεὸς ὢν πτέρυγάς τε φορεῖ, κἄλλοι γε θεοὶ πάνυ πολλοί. Αὐτίκα Νίκη πέτεται πτερύγοιν χρυσαῖν καὶ νὴ Δί’ Ἔρως γε·

### 575

Ἶριν δέ γ’ Ὅμηρος ἔφασκ’ ἰκέλην εἶναι τρήρωνι πελείῃ.

**ΕΥΕΛΠΙΔΗΣ**

### 575

Ὁ Ζεὺς δ’ ἡμῖν οὐ βροντήσας πέμψει πτερόεντα κεραυνόν;

**ΧΟΡΟΣ**

### 575

Ἢν δ’ οὖν ἡμᾶς μὲν ὑπ’ ἀγνοίας εἶναι νομίσωσι τὸ μηδέν, τούτους δὲ θεοὺς τοὺς ἐν Ὀλύμπῳ;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 578

Τότε χρὴ στρούθων νέφος ἀρθὲν καὶ σπερμολόγων ἐκ τῶν ἀγρῶν τὸ σπέρμ’ αὐτῶν ἀνακάψαι·

### 580

κἄπειτ’ αὐτοῖς ἡ Δημήτηρ πυροὺς πεινῶσι μετρείτω.

**ΕΥΕΛΠΙΔΗΣ**

### 580

Οὐκ ἐθελήσει μὰ Δί’, ἀλλ’ ὄψει προφάσεις αὐτὴν παρέχουσαν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 580

Οἱ δ’ αὖ κόρακες τῶν ζευγαρίων, οἷσιν τὴν γῆν καταροῦσιν, καὶ τῶν προβάτων τοὺς ὀφθαλμοὺς ἐκκοψάντων ἐπὶ πείρᾳ· εἶθ’ Ἁπόλλων ἰατρός 〈γ’〉 ὢν ἰάσθω· μισθοφορεῖ δέ.

**ΕΥΕΛΠΙΔΗΣ**

### 585

Μή, πρίν γ’ ἂν ἐγὼ τὼ βοιδαρίω τὠμὼ πρώτιστ’ ἀποδῶμαι.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 585

Ἢν δ’ ἡγῶνται σὲ θεόν, σὲ βίον, σὲ δὲ Γῆν, σὲ Κρόνον, σὲ Ποσειδῶ, ἀγάθ’ αὐτοῖσιν πάντα παρέσται.

**ΧΟΡΟΣ**

### 587

Λέγε δή μοι τῶν ἀγαθῶν ἕν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 587

Πρῶτα μὲν αὐτῶν τὰς οἰνάνθας οἱ πάρνοπες οὐ κατέδονται, ἀλλὰ γλαυκῶν λόχος εἷς αὐτοὺς καὶ κερχνῄδων ἐπιτρίψει.

### 590

Εἶθ’ οἱ κνῖπες καὶ ψῆνες ἀεὶ τὰς συκᾶς οὐ κατέδονται, ἀλλ’ ἀναλέξει πάντας καθαρῶς αὐτοὺς ἀγέλη μία κιχλῶν.

**ΧΟΡΟΣ**

### 590

Πλουτεῖν δὲ πόθεν δώσομεν αὐτοῖς; καὶ γὰρ τούτου σφόδρ’ ἐρῶσιν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 590

Τὰ μέταλλ’ αὐτοῖς μαντευομένοις οὗτοι δώσουσι τὰ χρηστά,

### 590

τάς τ’ ἐμπορίας τὰς κερδαλέας πρὸς τὸν μάντιν κατεροῦσιν,

### 595

ὥστ’ ἀπολεῖται τῶν ναυκλήρων οὐδείς.

**ΧΟΡΟΣ**

### 595

Πῶς οὐκ ἀπολεῖται;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 595

Προερεῖ τις ἀεὶ τῶν ὀρνίθων μαντευομένῳ περὶ τοῦ πλοῦ· «Νυνὶ μὴ πλεῖ, χειμὼν ἔσται.» «Νυνὶ πλεῖ, κέρδος ἐπέσται.»

**ΕΥΕΛΠΙΔΗΣ**

### 595

Γαῦλον κτῶμαι καὶ ναυκληρῶ, κοὐκ ἂν μείναιμι παρ’ ὑμῖν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 595

Τοὺς θησαυτρούς τ’ αὐτοῖς δείξους’ οὓς οἱ πρότεροι κατέθεντο

### 595

τῶν ἀργυρίων· οὗτοι γὰρ ἴσασι· λέγουσι δέ τοι τάδε πάντες· «Οὐδεὶς οἶδεν τὸν θησαυρὸν τὸν ἐμὸν πλὴν εἴ τις ἄρ’ ὄρνις.»

**ΕΥΕΛΠΙΔΗΣ**

### 595

Πωλῶ γαῦλον, κτῶμαι σμινύην, καὶ τὰς ὑδρίας ἀνορύττω.

**ΧΟΡΟΣ**

### 595

Πῶς δ’ ὑγίειαν δώσους’ αὐτοῖς, οὖσαν παρὰ τοῖσι θεοῖσιν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 595

Ἢν εὖ πράττως’, οὐχ ὑγιεία μεγάλη τοῦτ’ ἐστί;

**ΕΥΕΛΠΙΔΗΣ**

### 604

Σάφ’ ἴσθι,

### 605

ὡς ἄνθρωπός γε κακῶς πράττων ἀτεχνῶς οὐδεὶς ὑγιαίνει.

**ΧΟΡΟΣ**

### 605

Πῶς δ’ εἰς γῆράς ποτ’ ἀφίξονται; καὶ γὰρ τοῦτ’ ἔστ’ ἐν Ὀλύμπῳ. Ἢ παιδάρι’ ὄντ’ ἀποθνῄσκειν δεῖ;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 607

Μὰ Δί’ ἀλλὰ τριακόσι’ αὐτοῖς ἔτι προσθήσους’ ὄρνιθες ἔτη.

**ΧΟΡΟΣ**

### 608

Παρὰ τοῦ;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 608

Παρὰ τοῦ; παρ’ ἑαυτῶν. Οὐκ οἶσθ’ ὅτι πέντ’ ἀνδρῶν γενεὰς ζώει λακέρυζα κορώνη;

**ΕΥΕΛΠΙΔΗΣ**

### 610

Αἰβοῖ, πολλῷ κρείττους οὗτοι τοῦ Διὸς ἡμῖν βασιλεύειν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 610

Οὐ γὰρ πολλῷ;

### 610

Πρῶτον μέν 〈γ’〉 οὐχὶ νεὼς ἡμᾶς οἰκοδομεῖν δεῖ λιθίνους αὐτοῖς, οὐδὲ θυρῶσαι χρυσαῖσι θύραις,

### 615

ἀλλ’ ὑπὸ θάμνοις καὶ πρινιδίοις οἰκήσουσιν. Τοῖς δ’ αὖ σεμνοῖς τῶν ὀρνίθων δένδρον ἐλάας ὁ νεὼς ἔσται. Κοὐκ εἰς Δελφοὺς οὐδ’ εἰς Ἄμμων’ ἐλθόντες ἐκεῖ

### 620

θύσομεν, ἀλλ’ ἐν ταῖσιν κομάροις καὶ τοῖς κοτίνοις στάντες, ἔχοντες κριθάς, πυροὺς εὐξόμεθ’ αὐτοῖς ἀνατείνοντες τὼ χεῖρ’ ἀγαθῶν διδόναι τὸ μέρος· καὶ ταῦθ’ ἡμῖν

### 625

παραχρῆμ’ ἔσται πυροὺς ὀλίγους προβαλοῦσιν.

**ΧΟΡΟΣ**

### 626

Ὦ φίλτατ’ ἐμοὶ πολὺ πρεσβυτῶν ἐξ ἐχθίστου μεταπίπτων, οὐκ ἔστιν ὅπως ἂν ἐγώ ποθ’ ἑκὼν τῆς σῆς γνώμης ἔτ’ ἀφείμην.

### 628

Ἐπαυχήσας δὲ τοῖς σοῖς λόγοις

### 630

ἐπηπείλησα καὶ κατώμοσα, ἢν σὺ παρ’ ἐμὲ θέμενος ὁμόφρο‐ νας λόγους δίκαιος ἄδολος ὅσιος ἐπὶ θεοὺς ἴῃς, ἐμοὶ φρονῶν ξυνῳδά, μὴ

### 635

πολὺν χρόνον θεοὺς ἔτι σκῆπτρα τἀμὰ τρίψειν.

### 636

Ἀλλ’ ὅσα μὲν δεῖ ῥώμῃ πράττειν, ἐπὶ ταῦτα τεταξόμεθ’ ἡμεῖς·

### 636

ὅσα δὲ γνώμῃ δεῖ βουλεύειν, ἐπὶ σοὶ τάδε πάντ’ ἀνάκειται.

**ΕΠΟΨ**

### 636

Καὶ μὴν μὰ τὸν Δί’ οὐχὶ νυστάζειν ἔτι

### 640

ὥρα ’στὶν ἡμῖν οὐδὲ μελλονικιᾶν, ἀλλ’ ὡς τάχιστα δεῖ τι δρᾶν. Πρῶτον δέ τοι εἰσέλθετ’ εἰς νεοττιάν τε τὴν ἐμὴν καὶ τἀμὰ κάρφη καὶ τὰ παρόντα φρύγανα,

### 643

καὶ τοὔνομ’ ἡμῖν φράσατον.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 643

Ἀλλὰ ῥᾴδιον. Ἐμοὶ μὲν ὄνομα Πισθέταιρος, τῳδεδὶ

### 645

Εὐελπίδης Κριῶθεν.

**ΕΠΟΨ**

### 645

Ἀλλὰ χαίρετον ἄμφω.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 646

Δεχόμεθα.

**ΕΠΟΨ**

### 646

Δεῦρο τοίνυν εἴσιτον.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 646

Ἴωμεν· εἰσηγοῦ σὺ λαβὼν ἡμᾶς.

**ΕΠΟΨ**

### 647

Ἴθι.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 647

Ἀτάρ, τὸ δεῖνα, δεῦρ’ ἐπανάκρουσαι πάλιν. Φέρ’ ἴδω, φράσον νῷν, πῶς ἐγώ τε χοὐτοσὶ

### 647

ξυνεσόμεθ’ ὑμῖν πετομένοις οὐ πετομένω;

**ΕΠΟΨ**

### 647

Καλῶς.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 651

Ὅρα νυν, ὡς ἐν Αἰσώπου λόγοις

### 651

ἐστὶν λεγόμενον δή τι, τὴν ἀλώπεχ’, ὡς φλαύρως ἐκοινώνησεν αἰετῷ ποτε.

**ΕΠΟΨ**

### 651

Μηδὲν φοβηθῇς· ἔστι γάρ τι ῥιζίον,

### 655

ὃ διατραγόντ’ ἔσεσθον ἐπτερωμένω.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 655

Οὕτω μὲν εἰσίωμεν. Ἄγε δή, Ξανθία καὶ Μανόδωρε, λαμβάνετε τὰ στρώματα.

**ΧΟΡΟΣ**

### 655

Οὗτος, σὲ καλῶ, σὲ λέγω.

**ΕΠΟΨ**

### 658

Τί καλεῖς;

**ΧΟΡΟΣ**

### 658

Τούτους μὲν ἄγων μετὰ σαυτοῦ ἀρίστισον εὖ· τὴν δ’ ἡδυμελῆ ξύμφωνον ἀηδόνα Μούσαις

### 660

κατάλειφ’ ἡμῖν δεῦρ’ ἐκβιβάσας, ἵνα παίσωμεν μετ’ ἐκείνης.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 660

Ὢ τοῦτο μέντοι νὴ Δί’ αὐτοῖσιν πιθοῦ. Ἐκβίβασον ἐκ τοῦ βουτόμου τοὐρνίθιον· ἐκβίβασον αὐτοῦ, πρὸς θεῶν, αὐτήν, ἵνα καὶ νὼ θεασώμεσθα τὴν ἀηδόνα.

**ΕΠΟΨ**

### 665

Ἀλλ’ εἰ δοκεῖ σφῷν, ταῦτα χρὴ δρᾶν. Ἡ Πρόκνη, ἔκβαινε καὶ σαυτὴν ἐπιδείκνυ τοῖς ξένοις.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 665

Ὦ Ζεῦ πολυτίμηθ’, ὡς καλὸν τοὐρνίθιον· ὡς δ’ ἁπαλόν, ὡς δὲ λευκόν. Ἆρά γ’ οἶσθ’ ὅτι ἐγὼ διαμηρίζοιμ’ ἂν αὐτὴν ἡδέως;

**ΕΥΕΛΠΙΔΗΣ**

### 670

Ὅσον δ’ ἔχει τὸν χρυσόν, ὥσπερ παρθένος. Ἐγὼ μὲν αὐτὴν κἂν φιλῆσαί μοι δοκῶ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 670

Ἀλλ’, ὦ κακόδαιμον, ῥύγχος ὀβελίσκοιν ἔχει.

**ΕΥΕΛΠΙΔΗΣ**

### 670

Ἀλλ’ ὥσπερ ᾠὸν νὴ Δί’ ἀπολέψαντα χρὴ ἀπὸ τῆς κεφαλῆς τὸ λέμμα κᾆθ’ οὕτω φιλεῖν.

**ΕΠΟΨ**

### 675

Ἴωμεν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 675

Ἡγοῦ δὴ σὺ νῷν τύχἀγαθῇ.

**ΧΟΡΟΣ**

### 675

Ὦ φίλη, ὦ ξουθή, ὦ φίλτατον ὀρνέων, πάντων ξύννομε τῶν ἐμῶν ὕμνων, ξύντροφ’ ἀηδοῖ,

### 680

ἦλθες ἦλθες ὤφθης, ἡδὺν φθόγγον ἐμοὶ φέρους’. Ἀλλ’, ὦ καλλιβόαν κρέκους’ αὐλὸν φθέγμασιν ἠρινοῖς, ἄρχου τῶν ἀναπαίστων.

### 685

Ἄγε δὴ φύσιν ἄνδρες ἀμαυρόβιοι, φύλλων γενεᾷ προσόμοιοι, ὀλιγοδρανέες, πλάσματα πηλοῦ, σκιοειδέα φῦλ’ ἀμενηνά, ἀπτῆνες ἐφημέριοι, ταλαοὶ βροτοί, ἀνέρες εἰκελόνειροι, προσέχετε τὸν νοῦν τοῖς ἀθανάτοις ἡμῖν, τοῖς αἰὲν ἐοῦσιν, τοῖς αἰθερίοις, τοῖσιν ἀγήρῳς, τοῖς ἄφθιτα μηδομένοισιν,

### 690

ἵν’ ἀκούσαντες πάντα παρ’ ἡμῶν ὀρθῶς περὶ τῶν μετεώρων, φύσιν οἰωνῶν γένεσίν τε θεῶν ποταμῶν τ’ Ἐρέβους τε Χάους τε εἰδότες ὀρθῶς, Προδίκῳ παρ’ ἐμοῦ κλάειν εἴπητε τὸ λοιπόν. Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς· γῆ δ’ οὐδ’ ἀὴρ οὐδ’ οὐρανὸς ἦν· Ἐρέβους δ’ ἐν ἀπείροσι κόλποις

### 695

τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν, ἐξ οὗ περιτελλομέναις ὥραις ἔβλαστεν Ἔρως ὁ ποθεινός,

### 695

στίλβων νῶτον πτερύγοιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις. Οὗτος δὲ Χάει πτερόεντι μιγεὶς νύχιος κατὰ Τάρταρον εὐρὺν ἐνεόττευσεν γένος ἡμέτερον, καὶ πρῶτον ἀνήγαγεν εἰς φῶς.

### 695

Πρότερον δ’ οὐκ ἦν γένος ἀθανάτων, πρὶν Ἔρως ξυνέμειξεν ἅπαντα· ξυμμειγνυμένων δ’ ἑτέρων ἑτέροις γένετ’ οὐρανὸς ὠκεανός τε καὶ γῆ πάντων τε θεῶν μακάρων γένος ἄφθιτον. Ὧδε μέν ἐσμεν πολὺ πρεσβύτατοι πάντων μακάρων ἡμεῖς. Ὡς δ’ ἐσμὲν Ἔρωτος πολλοῖς δῆλον· πετόμεσθά 〈τε〉 γὰρ καὶ τοῖσιν ἐρῶσι σύνεσμεν·

### 705

πολλοὺς δὲ καλοὺς ἀπομωμοκότας παῖδας πρὸς τέρμασιν ὥρας διὰ τὴν ἰσχὺν τὴν ἡμετέραν διεμήρισαν ἄνδρες ἐρασταί, ὁ μὲν ὄρτυγα δούς, ὁ δὲ πορφυρίων’, ὁ δὲ χῆν’, ὁ δὲ Περσικὸν ὄρνιν. Πάντα δὲ θνητοῖς ἐστιν ἀφ’ ἡμῶν τῶν ὀρνίθων τὰ μέγιστα. Πρῶτα μὲν ὥρας φαίνομεν ἡμεῖς ἦρος, χειμῶνος, ὀπώρας·

### 710

σπείρειν μέν, ὅταν γέρανος κρώζους’ εἰς τὴν Λιβύην μεταχωρῇ· καὶ πηδάλιον τότε ναυκλήρῳ φράζει κρεμάσαντι καθεύδειν, εἶτα δ’ Ὀρέστῃ χλαῖναν ὑφαίνειν, ἵνα μὴ ῥιγῶν ἀποδύῃ. Ἰκτῖνος 〈δ’〉 αὖ μετὰ ταῦτα φανεὶς ἑτέραν ὥραν ἀποφαίνει, ἡνίκα πεκτεῖν ὥρα προβάτων πόκον ἠρινόν· εἶτα χελιδών,

### 715

ὅτε χρὴ χλαῖναν πωλεῖν ἤδη καὶ ληδάριόν τι πρίασθαι. Ἐσμὲν δ’ ὑμῖν Ἄμμων, Δελφοί, Δωδώνη, Φοῖβος Ἀπόλλων. Ἐλθόντες γὰρ πρῶτον ἐπ’ ὄρνις οὕτω πρὸς ἅπαντα τρέπεσθε,

### 715

πρός τ’ ἐμπορίαν, καὶ πρὸς βιότου κτῆσιν, καὶ πρὸς γάμον ἀνδρός. Ὄρνιν τε νομίζετε πάνθ’ ὅσαπερ περὶ μαντείας διακρίνει·

### 720

φήμη γ’ ὑμῖν ὄρνις ἐστί, πταρμόν τ’ ὄρνιθα καλεῖτε, ξύμβολον ὄρνιν, φωνὴν ὄρνιν, θεράποντ’ ὄρνιν, ὄνον ὄρνιν. Ἆρ’ οὐ φανερῶς ἡμεῖς ὑμῖν ἐσμὲν μαντεῖος Ἀπόλλων; Ἢν οὖν ἡμᾶς νομίσητε θεούς, ἕξετε χρῆσθαι μάντεσι Μούσαις

### 725

αὔραις, ὥραις, χειμῶνι, θέρει, μετρίῳ πνίγει· κοὐκ ἀποδράντες καθεδούμεθ’ ἄνω σεμνυνόμενοι παρὰ ταῖς νεφέλαις ὥσπερ χὠ Ζεύς· ἀλλὰ παρόντες δώσομεν ὑμῖν

### 730

αὐτοῖς, παισίν, παίδων παισίν, πλουθυγίειαν, βίον, εἰρήνην,

### 732-733

νεότητα, γέλωτα, χορούς, θαλίας

### 734

γάλα τ’ ὀρνίθων. Ὥστε παρέσται

### 735

κοπιᾶν ὑμῖν ὑπὸ τῶν ἀγαθῶν· οὕτω πλουτήσετε πάντες.

### 736

Μοῦσα λοχμαία, τιοτιοτιοτιοτιοτιγξ, ποικίλη, μεθ’ ἧς ἐγὼ

### 740

νάπαισί 〈τε καὶ〉 κορυφαῖς ἐν ὀρείαις, τιοτιοτιοτιγξ, ἑζόμενος μελίας ἔπι φυλλοκόμου, τιοτιοτιοτιγξ,

### 740

δι’ ἐμῆς γένυος ξουθῆς μελέων

### 745

Πανὶ νόμους ἱεροὺς ἀναφαίνω σεμνά τε Μητρὶ χορεύματ’ ὀρείᾳ,

### 746-747

τοτοτοτοτοτοτοτοτοτιγξ,

### 748

ἔνθεν ὡσπερεὶ μέλιττα Φρύνιχος ἀμβροσίων μελέων ἀπε‐

### 748

βόσκετο καρπὸν ἀεὶ φέ‐

### 748

ρων γλυκεῖαν ᾠδάν,

### 751-752

τιοτιοτιοτιγξ.

### 753

Εἰ μετ’ ὀρνίθων τις ὑμῶν, ὦ θεαταί, βούλεται διαπλέκειν ζῶν ἡδέως τὸ λοιπόν, ὡς ἡμᾶς ἴτω.

### 755

Ὅσα γὰρ ἐνθάδ’ ἐστὶν αἰσχρὰ τῷ νόμῳ κρατούμενα, ταῦτα πάντ’ ἐστὶν παρ’ ἡμῖν τοῖσιν ὄρνισιν καλά. Εἰ γὰρ ἐνθάδ’ ἐστὶν αἰσχρὸν τὸν πατέρα τύπτειν νόμῳ, τοῦτ’ ἐκεῖ καλὸν παρ’ ἡμῖν ἐστιν, ἤν τις τῷ πατρὶ προσδραμὼν εἴπῃ πατάξας· «Αἶρε πλῆκτρον, εἰ μάχει.»

### 760

Εἰ δὲ τυγχάνει τις ὑμῶν δραπέτης ἐστιγμένος, ἀτταγᾶς οὗτος παρ’ ἡμῖν ποικίλος κεκλήσεται. Εἰ δὲ τυγχάνει τις ὢν Φρὺξ μηδὲν ἧττον Σπινθάρου, φρυγίλος ὄρνις οὗτος ἔσται, τοῦ Φιλήμονος γένους. Εἰ δὲ δοῦλός ἐστι καὶ Κὰρ ὥσπερ Ἐξηκεστίδης,

### 765

φυσάτω πάππους παρ’ ἡμῖν, καὶ φανοῦνται φράτερες. Εἰ δ’ ὁ Πεισίου προδοῦναι τοῖς ἀτίμοις τὰς πύλας

### 765

βούλεται, πέρδιξ γενέσθω, τοῦ πατρὸς νεόττιον· ὡς παρ’ ἡμῖν οὐδὲν αἰσχρόν ἐστιν ἐκπερδικίσαι.

### 768

Τοιάδε κύκνοι,

### 770

τιοτιοτιοτιο〈τιοτιγξ〉, συμμιγῆ βοὴν ὁμοῦ πτεροῖσι κρέκοντες ἴακχον Ἀπόλλω, τιοτιοτιοτιγξ, ὄχθῳ ἐφεζόμενοι παρ’ Ἕβρον ποταμόν,

### 775

τιοτιοτιο〈τιγξ〉, διὰ δ’ αἰθέριον νέφος ἦλθε βοά· πτῆξε δὲ φῦλά τε ποικίλα θηρῶν, κύματά τ’ ἔσβεσε νήνεμος αἴθρη, τοτοτοτοτοτο〈τοτοτο〉τιγξ·

### 780

πᾶς δ’ ἐπεκτύπης’ Ὄλυμπος· εἷλε δὲ θάμβος ἄνακτας· Ὀλυμπιά‐ δες δὲ μέλος Χάριτες Μοῦ‐ σαί τ’ ἐπωλόλυξαν, τιοτιοτιοτιγξ.

### 785

Οὐδέν ἐστ’ ἄμεινον οὐδ’ ἥδιον ἢ φῦσαι πτερά. Αὐτίχ’ ὑμῶν τῶν θεατῶν εἴ τις ἦν ὑπόπτερος, εἶτα πεινῶν τοῖς χοροῖσι τῶν τραγῳδῶν ἤχθετο, ἐκπτόμενος ἂν οὗτος ἠρίστησεν ἐλθὼν οἴκαδε, κᾆτ’ ἂν ἐμπλησθεὶς ἐφ’ ἡμᾶς αὖθις αὖ κατέπτετο.

### 790

Εἴ τε Πατροκλείδης τις ὑμῶν τυγχάνει χεζητιῶν, οὐκ ἂν ἐξίδισεν εἰς θοἰμάτιον, ἀλλ’ ἀνέπτετο, κἀποπαρδὼν κἀναπνεύσας αὖθις αὖ κατέπτετο. Εἴ τε μοιχεύων τις ὑμῶν ἐστιν ὅστις τυγχάνει, κᾆθ’ ὁρᾷ τὸν ἄνδρα τῆς γυναικὸς ἐν βουλευτικῷ,

### 795

οὗτος ἂν πάλιν παρ’ ὑμῶν πτερυγίσας ἀνέπτετο, εἶτα βινήσας ἐκεῖθεν αὖθις αὖ κατέπτετο. Ἆρ’ ὑπόπτερον γενέσθαι παντός ἐστιν ἄξιον; Ὡς Διειτρέφης γε πυτιναῖα μόνον ἔχων πτερὰ ᾑρέθη φύλαρχος, εἶθ’ ἵππαρχος, εἶτ’ ἐξ οὐδενὸς

### 795

μεγάλα πράττει κἀστὶ νυνὶ ξουθὸς ἱππαλεκτρυών.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 795

Ταυτὶ τοιαυτί.

**ΕΥΕΛΠΙΔΗΣ**

### 801

Μὰ Δί’ ἐγὼ μὲν πρᾶγμά πω γελοιότερον οὐκ εἶδον οὐδεπώποτε.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 801

Ἐπὶ τῷ γελᾷς;

**ΕΥΕΛΠΙΔΗΣ**

### 803

Ἐπὶ τοῖσι σοῖς ὠκυπτέροις. Οἶσθ’ ᾧ μάλιστ’ ἔοικας ἐπτερωμένος;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 805

Εἰς εὐτέλειαν χηνὶ σύ γε γεγραμμένῳ.

**ΕΥΕΛΠΙΔΗΣ**

### 805

Σὺ δὲ κοψίχῳ γε σκάφιον ἀποτετιλμένῳ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 805

Ταυτὶ μὲν ᾐκάσμεσθα κατὰ τὸν Αἰσχύλον

### 805

«Τάδ’ οὐχ ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς.»

**ΧΟΡΟΣ**

### 805

Ἄγε δὴ τί χρὴ δρᾶν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 809

Πρῶτον ὄνομα τῇ πόλει

### 810

θέσθαι τι μέγα καὶ κλεινόν, εἶτα τοῖς θεοῖς θῦσαι μετὰ τοῦτο.

**ΕΥΕΛΠΙΔΗΣ**

### 811

Ταῦτα κἀμοὶ συνδοκεῖ.

**ΧΟΡΟΣ**

### 811

Φέρ’ ἴδω, τί δ’ ἡμῖν τοὔνομ’ ἔσται τῇ πόλει;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 811

Βούλεσθε τὸ μέγα τοῦτο τοὐκ Λακεδαίμονος Σπάρτην ὄνομα καλῶμεν αὐτήν;

**ΕΥΕΛΠΙΔΗΣ**

### 814

Ἡράκλεις·

### 815

σπάρτην γὰρ ἂν θείμην ἐγὼ τἠμῇ πόλει; Οὐδ’ ἂν χαμεύνῃ πάνυ γε κειρίαν γ’ ἔχων.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 815

Τί δῆτ’ ὄνομ’ αὐτῇ θησόμεσθ’;

**ΕΥΕΛΠΙΔΗΣ**

### 817

Ἐντευθενὶ ἐκ τῶν νεφελῶν καὶ τῶν μετεώρων χωρίων χαῦνόν τι πάνυ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 819

Βούλει Νεφελοκοκκυγίαν;

**ΧΟΡΟΣ**

### 820

Ἰοῦ ἰοῦ·

### 820

καλόν γ’ ἀτεχνῶς 〈σὺ〉 καὶ μέγ’ ηὗρες τοὔνομα.

**ΕΥΕΛΠΙΔΗΣ**

### 820

Ἆρ’ ἐστὶν αὑτηγὶ Νεφελοκοκκυγία, ἵνα καὶ τὰ Θεογένους τὰ πολλὰ χρήματα τά τ’ Αἰσχίνου ’σθ’ ἅπαντα;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 823

Καὶ λῷστον μὲν οὖν

### 823

τὸ Φλέγρας πεδίον, ἵν’ οἱ θεοὶ τοὺς γηγενεῖς

### 825

ἀλαζονευόμενοι καθυπερηκόντισαν.

**ΧΟΡΟΣ**

### 825

Λιπαρὸν τὸ χρῆμα τῆς πόλεως. Τίς δαὶ θεὸς πολιοῦχος ἔσται; Τῷ ξανοῦμεν τὸν πέπλον;

**ΕΥΕΛΠΙΔΗΣ**

### 825

Τί δ’ οὐκ Ἀθηναίαν ἐῶμεν πολιάδα;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 825

Καὶ πῶς ἂν ἔτι γένοιτ’ ἂν εὔτακτος πόλις,

### 830

ὅπου θεὸς γυνὴ γεγονυῖα πανοπλίαν ἕστηκ’ ἔχουσα, Κλεισθένης δὲ κερκίδα;

**ΧΟΡΟΣ**

### 830

Τίς δαὶ καθέξει τῆς πόλεως τὸ Πελαργικόν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 830

Ὄρνις.

**ΧΟΡΟΣ**

### 833

Ἀφ’ ἡμῶν; Τοῦ γένους;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 833

Τοῦ Περσικοῦ, ὅσπερ λέγεται δεινότατος εἶναι πανταχοῦ,

### 835

Ἄρεως νεοττός—

**ΕΥΕΛΠΙΔΗΣ**

### 835

Ὦ νεοττὲ δέσποτα.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 835

ὡς ὁ θεὸς ἐπιτήδειος οἰκεῖν ἐπὶ πετρῶν. Ἄγε νυν σὺ μὲν βάδιζε πρὸς τὸν ἀέρα καὶ τοῖσι τειχίζουσι παραδιακόνει, χάλικας παραφόρει, πηλὸν ἀποδὺς ὄργασον,

### 840

λεκάνην ἀνένεγκε, κατάπες’ ἀπὸ τῆς κλίμακος, φυλακὰς κατάστησαι, τὸ πῦρ ἔγκρυπτ’ ἀεί, κωδωνοφορῶν περίτρεχε καὶ κάθευδ’ ἐκεῖ. Κήρυκα δὲ πέμψον τὸν μὲν εἰς θεοὺς ἄνω, ἕτερον δ’ ἄνωθεν αὖ παρ’ ἀνθρώπους κάτω,

### 845

κἀκεῖθεν αὖθις παρ’ ἐμέ.

**ΕΥΕΛΠΙΔΗΣ**

### 845

Σὺ δέ γ’ αὐτοῦ μένων οἴμωζε παρ’ ἔμ’.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 846

Ἴθ’, ὦγάθ’, οἷ πέμπω ς’ ἐγώ. Οὐδὲν γὰρ ἄνευ σοῦ τῶνδ’ ἃ λέγω πεπράξεται. Ἐγὼ δ’ ἵνα θύσω τοῖσι καινοῖσιν θεοῖς, τὸν ἱερέα πέμψοντα τὴν πομπὴν καλῶ.

### 846

Παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα.

**ΧΟΡΟΣ**

### 846

Ὁμορροθῶ, συνθέλω, συμπαραινέσας ἔχω προσόδια μεγάλα σεμνὰ προσιέναι θεοῖ‐ σιν, ἅμα δὲ προσέτι χάριτος ἕνε‐

### 855-856

κα προβάτιόν τι θύειν.

### 857

Ἴτω ἴτω ἴτω δὲ Πυθιὰς βοά, συναυλείτω δὲ Χαῖρις ᾠδᾷ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 858

Παῦσαι σὺ φυσῶν. Ἡράκλεις, τουτὶ τί ἦν;

### 860

Τουτὶ μὰ Δί’ ἐγὼ πολλὰ δὴ καὶ δείν’ ἰδὼν οὔπω κόρακ’ εἶδον ἐμπεφορβειωμένον. Ἱερεῦ, σὸν ἔργον, θῦε τοῖς καινοῖς θεοῖς.

**ΙΕΡΕΥΣ**

### 863-864

Δράσω τάδ’. Ἀλλὰ ποῦ ’στιν ὁ τὸ κανοῦν ἔχων;

### 865

Εὔχεσθε τῇ Ἑστίᾳ τῇ ὀρνιθείῳ καὶ τῷ ἰκτίνῳ τῷ ἑστιούχῳ καὶ ὄρνισιν Ὀλυμπίοις καὶ Ὀλυμπίῃσι πᾶσι καὶ πάσῃσιν—

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 865

Ὦ Σουνιέρακε, χαῖρ’, ἄναξ Πελαργικέ.

**ΙΕΡΕΥΣ**

### 869-870

καὶ κύκνῳ Πυθίῳ καὶ Δηλίῳ καὶ Λητοῖ Ὀρτυγομή‐

### 871

τρᾳ καὶ Ἀρτέμιδι Ἀκαλανθίδι—

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 871

Οὐκέτι Κολαινίς, ἀλλ’ Ἀκαλανθὶς Ἄρτεμις.

**ΙΕΡΕΥΣ**

### 873-875

καὶ φρυγίλῳ Σαβαζίῳ καὶ στρούθῳ μεγάλῃ Μητρὶ

### 876

θεῶν καὶ ἀνθρώπων—

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 876

Δέσποινα Κυβέλη, στροῦθε, μῆτερ Κλεοκρίτου.

**ΙΕΡΕΥΣ**

### 876

διδόναι Νεφελοκοκκυγιεῦσιν ὑγίειαν καὶ σωτηρίαν αὐτοῖσι καὶ Χίοισι—

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 880

Χίοισιν ἥσθην πανταχοῦ προσκειμένοις.

**ΙΕΡΕΥΣ**

### 881-882

καὶ ἥρωσιν ὄρνισι καὶ ἡρώων παισί, πορφυρίωνι καὶ

### 883-884

πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ

### 885-886

ταὧνι καὶ ἐλεᾷ καὶ βασκᾷ καὶ ἐλασᾷ καὶ ἐρῳδιῷ καὶ

### 887-888

καταρράκτῃ καὶ μελαγκορύφῳ καὶ αἰγιθάλῳ—

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 889

Παῦ’· ἐς κόρακας· παῦσαι καλῶν. Ἰοὺ ἰού·

### 890

ἐπὶ ποῖον, ὦ κακόδαιμον, ἱερεῖον καλεῖς ἁλιαιέτους καὶ γῦπας; Οὐχ ὁρᾷς ὅτι ἰκτῖνος εἷς ἂν τοῦτό γ’ οἴχοιθ’ ἁρπάσας; Ἄπελθ’ ἀφ’ ἡμῶν καὶ σὺ καὶ τὰ στέμματα· ἐγὼ γὰρ αὐτὸς τουτογὶ θύσω μόνος.

**ΧΟΡΟΣ**

### 895

Εἶτ’ αὖθις αὖ τἄρα σοι δεῖ με δεύτερον μέλος

### 897-898

χέρνιβι θεοσεβὲς ὅσιον ἐπιβοᾶν, καλεῖν

### 899

δὲ μάκαρας, ἕνα τινὰ μόνον, εἴ‐

### 899

περ ἱκανὸν ἕξετ’ ὄψον. Τὰ γὰρ παρόντα θύματ’ οὐδὲν ἄλλο πλὴν γένειόν τ’ ἐστὶ καὶ κέρατα.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 902

Θύοντες εὐξώμεσθα τοῖς πτερίνοις θεοῖς.

**ΠΟΙΗΤΗΣ**

### 904

Νεφελοκοκκυγίαν τὰν εὐδαίμονα

### 905-906

κλῇσον, ὦ Μοῦσα, τεαῖς ἐν ὕμνων ἀοιδαῖς.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 907

Τουτὶ τὸ πρᾶγμα ποδαπόν; Εἰπέ μοι, τίς εἶ;

**ΠΟΙΗΤΗΣ**

### 907

Ἐγώ; μελιγλώσσων ἐπέων ἱεὶς ἀοιδὰν Μουσάων θεράπων ὀτρηρός,

### 910

κατὰ τὸν Ὅμηρον.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 910

Ἔπειτα δῆτα δοῦλος ὢν κόμην ἔχεις;

**ΠΟΙΗΤΗΣ**

### 910

Οὔκ, ἀλλὰ πάντες ἐσμὲν οἱ διδάσκαλοι Μουσάων θεράποντες ὀτρηροί, κατὰ τὸν Ὅμηρον.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 915

Οὐκ ἐτὸς ὀτρηρὸν καὶ τὸ ληδάριον ἔχεις. Ἀτάρ, ὦ ποητά, κατὰ τί δεῦρ’ ἀνεφθάρης;

**ΠΟΙΗΤΗΣ**

### 915

Μέλη πεπόηκ’ εἰς τὰς Νεφελοκοκκυγίας τὰς ὑμετέρας κύκλιά τε πολλὰ καὶ καλὰ καὶ παρθένεια καὶ κατὰ τὰ Σιμωνίδου.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 920

Ταυτὶ σὺ πότ’ ἐπόησας; Ἀπὸ πόσου χρόνου;

**ΠΟΙΗΤΗΣ**

### 920

Πάλαι, πάλαι δὴ τήνδ’ ἐγὼ κλῄζω πόλιν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 920

Οὐκ ἄρτι θύω τὴν δεκάτην ταύτης ἐγώ, καὶ τοὔνομ’ ὥσπερ παιδίῳ νυνδὴ ’θέμην;

**ΠΟΙΗΤΗΣ**

### 920

Ἀλλά τις ὠκεῖα Μουσάων φάτις

### 925

οἷάπερ ἵππων ἀμαρυγά. Σὺ δὲ πάτερ, κτίστορ Αἴτνας, ζαθέων ἱερῶν ὁμώνυμε, δὸς ἐμὶν ὅ τι περ τεᾷ κεφαλᾷ θέλεις

### 930

πρόφρων δόμεν ἐμὶν τεῶν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 930

Τουτὶ παρέξει τὸ κακὸν ἡμῖν πράγματα, εἰ μή τι τούτῳ δόντες ἀποφευξούμεθα. Οὗτος, σὺ μέντοι σπολάδα καὶ χιτῶν’ ἔχεις,

### 930

ἀπόδυθι καὶ δὸς τῷ ποητῇ τῷ σοφῷ.

### 935

Ἔχε τὴν σπολάδα· πάντως δέ μοι ῥιγῶν δοκεῖς.

**ΠΟΙΗΤΗΣ**

### 935

Τόδε μὲν οὐκ ἀέκουσα φίλα Μοῦσα δῶρον δέχεται·

### 938-939

τὺ δὲ τεᾷ φρενὶ μάθε Πινδάρειον ἔπος—

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 940

Ἅνθρωπος ἡμῶν οὐκ ἀπαλλαχθήσεται.

**ΠΟΙΗΤΗΣ**

### 941-942

Νομάδεσσι γὰρ ἐν Σκύθαις ἀλᾶται στρατῶν

### 943

ὃς ὑφαντοδόνητον ἔσθος οὐ πέπαται. Ἀκλεὴς δ’ ἔβα σπολὰς ἄνευ χιτῶνος.

### 945

Ξύνες ὅ τοι λέγω.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 945

Ξυνίημ’ ὅτι βούλει τὸν χιτωνίσκον λαβεῖν. Ἀπόδυθι· δεῖ γὰρ τὸν ποητὴν ὠφελεῖν. Ἄπελθε τουτονὶ λαβών.

**ΠΟΙΗΤΗΣ**

### 948

Ἀπέρχομαι, κἀς τὴν πόλιν ἀπελθὼν ποήσω τοιαδί·

### 948

«Κλῇσον, ὦ χρυσόθρονε, τὰν τρομεράν, κρυεράν· νιφόβολα πεδία πολύπορά τ’ ἤλυθον. Ἀλαλαί.»

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 954

Νὴ τὸν Δί’ ἀλλ’ ἤδη πέφευγας ταυταγὶ

### 955

τὰ κρυερὰ τονδὶ τὸν χιτωνίσκον λαβών. Τουτὶ μὰ Δί’ ἐγὼ τὸ κακὸν οὐδέποτ’ ἤλπισα, οὕτω ταχέως τοῦτον πεπύσθαι τὴν πόλιν. Αὖθις σὺ περιχώρει λαβὼν τὴν χέρνιβα.

### 955

Εὐφημία ’στω.

**ΧΡΗΣΜΟΛΟΓΟΣ**

### 959

Μὴ κατάρξῃ τοῦ τράγου.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 960

Σὺ δ’ εἶ τίς;

**ΧΡΗΣΜΟΛΟΓΟΣ**

### 960

Ὅστις; χρησμολόγος.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 960

Οἴμωζέ νυν.

**ΧΡΗΣΜΟΛΟΓΟΣ**

### 960

Ὦ δαιμόνιε, τὰ θεῖα μὴ φαύλως φέρε· ὡς ἔστι Βάκιδος χρησμὸς ἄντικρυς λέγων εἰς τὰς Νεφελοκοκκυγίας.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 963

Κἄπειτα πῶς ταῦτ’ οὐκ ἐχρησμολόγεις σὺ πρὶν ἐμὲ τὴν πόλιν

### 965

τήνδ’ οἰκίσαι;

**ΧΡΗΣΜΟΛΟΓΟΣ**

### 965

Τὸ θεῖον ἐνεπόδιζέ με.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 965

Ἀλλ’ οὐδὲν οἷον εἰσακοῦσαι τῶν ἐπῶν.

**ΧΡΗΣΜΟΛΟΓΟΣ**

### 965

Ἀλλ’ ὅταν οἰκήσωσι λύκοι πολιαί τε κορῶναι ἐν ταὐτῷ τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος, —

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 965

Τί οὖν προσήκει δῆτ’ ἐμοὶ Κορινθίων;

**ΧΡΗΣΜΟΛΟΓΟΣ**

### 970

Ἠινίξαθ’ ὁ Βάκις τοῦτο πρὸς τὸν ἀέρα. πρῶτον Πανδώρᾳ θῦσαι λευκότριχα κριόν· ὃς δέ κ’ ἐμῶν ἐπέων ἔλθῃ πρώτιστα προφήτης, τῷ δόμεν ἱμάτιον καθαρὸν καὶ καινὰ πέδιλα—

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 970

Ἔνεστι καὶ τὰ πέδιλα;

**ΧΡΗΣΜΟΛΟΓΟΣ**

### 974

Λαβὲ τὸ βιβλίον.

### 975

καὶ φιάλην δοῦναι καὶ σπλάγχνων χεῖρ’ ἐνιπλῆσαι, —

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 975

Καὶ σπλάγχνα διδόν’ ἔνεστι;

**ΧΡΗΣΜΟΛΟΓΟΣ**

### 976

Λαβὲ τὸ βιβλίον.

### 976

κἢν μέν, θέσπιε κοῦρε, ποῇς ταῦθ’ ὡς ἐπιτέλλω, αἰετὸς ἐν νεφέλῃσι γενήσεαι· αἰ δέ κε μὴ δῷς, οὐκ ἔσε’ οὐ τρυγών, οὐ λάιος, οὐ δρυκολάπτης.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 980

Καὶ ταῦτ’ ἔνεστ’ ἐνταῦθα;

**ΧΡΗΣΜΟΛΟΓΟΣ**

### 980

Λαβὲ τὸ βιβλίον.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 980

Οὐδὲν ἄρ’ ὅμοιός ἐσθ’ ὁ χρησμὸς τουτῳί, ὃν ἐγὼ παρὰ τἀπόλλωνος ἐξεγραψάμην· Αὐτὰρ ἐπὴν ἄκλητος ἰὼν ἄνθρωπος ἀλαζὼν λυπῇ θύοντας καὶ σπλαγχνεύειν ἐπιθυμῇ,

### 985

δὴ τότε χρὴ τύπτειν αὐτὸν πλευρῶν τὸ μεταξὺ—

**ΧΡΗΣΜΟΛΟΓΟΣ**

### 985

Οὐδὲν λέγειν οἶμαί σε.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 986

Λαβὲ τὸ βιβλίον. καὶ φείδου μηδὲν μηδ’ αἰετοῦ ἐν νεφέλῃσιν, μήτ’ ἢν Λάμπων ᾖ μήτ’ ἢν ὁ μέγας Διοπείθης.

**ΧΡΗΣΜΟΛΟΓΟΣ**

### 986

Καὶ ταῦτ’ ἔνεστ’ ἐνταῦθα;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 989

Λαβὲ τὸ βιβλίον.

### 990

Οὐκ εἶ θύραζ’; Ἐς κόρακας.

**ΧΡΗΣΜΟΛΟΓΟΣ**

### 990

Οἴμοι δείλαιος.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 990

Οὔκουν ἑτέρωσε χρησμολογήσεις ἐκτρέχων;

**ΜΕΤΩΝ**

### 992

Ἥκω παρ’ ὑμᾶς—

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 992

Ἕτερον αὖ τουτὶ κακόν. Τί δαὶ σὺ δράσων; Τίς ἰδέα βουλεύματος;

### 992

Τίς ἡπίνοια—τίς ὁ κόθορνος—τῆς ὁδοῦ;

**ΜΕΤΩΝ**

### 995

Γεωμετρῆσαι βούλομαι τὸν ἀέρα ὑμῖν διελεῖν τε κατὰ γύας.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 996

Πρὸς τῶν θεῶν, σὺ δ’ εἶ τίς ἀνδρῶν;

**ΜΕΤΩΝ**

### 997

Ὅστις εἴμ’ ἐγώ; Μέτων, ὃν οἶδεν Ἑλλὰς χὠ Κολωνός.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 998

Εἰπέ μοι, ταυτὶ δέ σοι τί ἐστι;

**ΜΕΤΩΝ**

### 999

Κανόνες ἀέρος.

### 999

Αὐτίκα γὰρ ἀήρ ἐστι τὴν ἰδέαν ὅλος κατὰ πνιγέα μάλιστα. Προσθεὶς οὖν ἐγὼ τὸν κανόν’ ἄνωθεν τουτονὶ τὸν καμπύλον, ἐνθεὶς διαβήτην—μανθάνεις;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1003

Οὐ μανθάνω.

**ΜΕΤΩΝ**

### 1003

Ὀρθῷ μετρήσω κανόνι προστιθείς, ἵνα

### 1005

ὁ κύκλος γένηταί σοι τετράγωνος κἀν μέσῳ ἀγορά, φέρουσαι δ’ ὦσιν εἰς αὐτὴν ὁδοὶ ὀρθαὶ πρὸς αὐτὸ τὸ μέσον, ὥσπερ δ’ ἀστέρος αὐτοῦ κυκλοτεροῦς ὄντος ὀρθαὶ πανταχῇ ἀκτῖνες ἀπολάμπωσιν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1009

Ἅνθρωπος Θαλῆς.

### 1010

Μέτων—

**ΜΕΤΩΝ**

### 1010

Τί ἐστιν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1010

Ἴσθ’ ὁτιὴ φιλῶ ς’ ἐγώ, κἀμοὶ πιθόμενος ὑπαποκίνει τῆς ὁδοῦ.

**ΜΕΤΩΝ**

### 1010

Τί δ’ ἐστὶ δεινόν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1012

Ὥσπερ ἐν Λακεδαίμονι ξενηλατοῦνται καὶ κεκίνηνταί τινες. Πληγαὶ συχναὶ κατ’ ἄστυ.

**ΜΕΤΩΝ**

### 1014

Μῶν στασιάζετε;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1015

Μὰ τὸν Δί’ οὐ δῆτ’.

**ΜΕΤΩΝ**

### 1015

Ἀλλὰ πῶς;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1015

Ὁμοθυμαδὸν σποδεῖν ἅπαντας τοὺς ἀλαζόνας δοκεῖ.

**ΜΕΤΩΝ**

### 1015

Ὑπάγοιμι τἄρ’ ἄν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1017

Νὴ Δί’, ὡς οὐκ οἶδ’ ἂν εἰ φθαίης ἄν· ἐπίκεινται γὰρ ἐγγὺς αὑταιί.

**ΜΕΤΩΝ**

### 1017

Οἴμοι κακοδαίμων.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1019

Οὐκ ἔλεγον ἐγὼ πάλαι;

### 1020

Οὐκ ἀναμετρήσει σαυτὸν ἀπιὼν ἀλλαχῇ;

**ΕΠΙΣΚΟΠΟΣ**

### 1021

Ποῦ πρόξενοι;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1021

Τίς ὁ Σαρδανάπαλλος οὑτοσί;

**ΕΠΟΨ**

### 1021

Ἐπίσκοπος ἥκω δεῦρο τῷ κυάμῳ λαχὼν εἰς τὰς Νεφελοκοκκυγίας.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1023

Ἐπίσκοπος; Ἔπεμψε δὲ τίς σε δεῦρο;

**ΕΠΟΨ**

### 1024

Φαῦλον βιβλίον

### 1025

Τελέου τι.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1025

Βούλει δῆτα τὸν μισθὸν λαβὼν μὴ πράγματ’ ἔχειν ἀλλ’ ἀπιέναι;

**ΕΠΟΨ**

### 1026

Νὴ τοὺς θεούς. Ἐκκλησιάσαι γοῦν ἐδεόμην οἴκοι μένων· ἔστιν γὰρ ἃ δι’ ἐμοῦ πέπρακται Φαρνάκῃ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1026

Ἄπιθι λαβών· ἔστιν δ’ ὁ μισθὸς οὑτοσί.

**ΕΠΟΨ**

### 1030

Τουτὶ τί ἦν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1030

Ἐκκλησία περὶ Φαρνάκου.

**ΕΠΟΨ**

### 1030

Μαρτύρομαι τυπτόμενος ὢν ἐπίσκοπος.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1030

Οὐκ ἀποσοβήσεις; Οὐκ ἀποίσεις τὼ κάδω; Οὐ δεινά; Καὶ πέμπουσιν ἤδη ’πισκόπους εἰς τὴν πόλιν, πρὶν καὶ τεθύσθαι τοῖς θεοῖς;

**ΨΗΦΙΣΜΑΤΟΠΩΛΗΣ**

### 1035-1036

«Ἐὰν δ’ ὁ Νεφελοκοκκυγιεὺς τὸν Ἀθηναῖον

### 1035-1036

ἀδικῇ—»

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1037

Τουτὶ τί ἐστιν αὖ κακόν, τὸ βιβλίον;

**ΨΗΦΙΣΜΑΤΟΠΩΛΗΣ**

### 1037

Ψηφισματοπώλης εἰμὶ καὶ νόμους νέους ἥκω παρ’ ὑμᾶς δεῦρο πωλήσων.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1039

Τὸ τί;

**ΨΗΦΙΣΜΑΤΟΠΩΛΗΣ**

### 1040

«Χρῆσθαι Νεφελοκοκκυγιᾶς τοῖς αὐτοῖς μέτροισι

### 1041-1042

καὶ σταθμοῖσι καὶ ψηφίσμασι καθάπερ Ὀλοφύξιοι.»

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1043

Σὺ δέ γ’ οἷσπερ Ὡτοτύξιοι χρήσει τάχα.

**ΨΗΦΙΣΜΑΤΟΠΩΛΗΣ**

### 1043

Οὗτος, τί πάσχεις;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1044

Οὐκ ἀποίσεις τοὺς νόμους;

### 1045

Πικροὺς ἐγώ σοι τήμερον δείξω νόμους.

**ΕΠΟΨ**

### 1046-1047

Καλοῦμαι Πισθέταιρον ὕβρεως εἰς τὸν Μουνιχιῶνα

### 1046-1047

μῆνα.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1048

Ἄληθες, οὗτος; Ἔτι γὰρ ἐνταῦθ’ ἦσθα σύ;

**ΨΗΦΙΣΜΑΤΟΠΩΛΗΣ**

### 1049-1050

«Ἐὰν δέ τις ἐξελαύνῃ τοὺς ἄρχοντας καὶ μὴ δέχη‐

### 1049-1050

ται κατὰ τὴν στήλην—»

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1051

Οἴμοι κακοδαίμων, καὶ σὺ γὰρ ἐνταῦθ’ ἦσθ’ ἔτι;

**ΕΠΟΨ**

### 1051

Ἀπολῶ σε καὶ γράψω σε μυρίας δραχμάς—

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1051

Ἐγὼ δὲ σοῦ γε τὼ κάδω διασκεδῶ.

**ΨΗΦΙΣΜΑΤΟΠΩΛΗΣ**

### 1051

Μέμνης’ ὅτε τῆς στήλης κατετίλας ἑσπέρας;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1055

Αἰβοῖ· λαβέτω τις αὐτόν. Οὗτος, οὐ μενεῖς; Ἀπίωμεν ἡμεῖς ὡς τάχιστ’ ἐντευθενὶ θύσοντες εἴσω τοῖς θεοῖσι τὸν τράγον.

**ΧΟΡΟΣ**

### 1057

Ἤδη ’μοὶ τῷ παντόπτᾳ καὶ παντάρχᾳ θνητοὶ πάντες

### 1060

θύσους’ εὐκταίαις εὐχαῖς. Πᾶσαν μὲν γὰρ γᾶν ὀπτεύω, σῴζω δ’ εὐθαλεῖς καρποὺς κτείνων παμφύλων γένναν θηρῶν, ἃ πάντ’ ἐν γαίᾳ

### 1065

ἐκ κάλυκος αὐξανόμενον γένυσι παμφάγοις δένδρεσί τ’ ἐφημένα καρπὸν ἀποβόσκεται. Κτείνω δ’ οἳ κήπους εὐώδεις φθείρουσιν λύμαις ἐχθίσταις· ἑρπετά τε καὶ δάκετα 〈πάνθ’〉 ὅσαπερ

### 1070-1071

ἔστιν, ὑπ’ ἐμᾶς πτέρυγος ἐν φοναῖς ὄλλυται.

### 1072

Τῇδε μέντοι θἠμέρᾳ μάλιστ’ ἐπαναγορεύεται· «Ἢν ἀποκτείνῃ τις ὑμῶν Διαγόραν τὸν Μήλιον, λαμβάνειν τάλαντον, ἤν τε τῶν τυράννων τίς τινα

### 1075

τῶν τεθνηκότων ἀποκτείνῃ, τάλαντον λαμβάνειν.» Βουλόμεσθ’ οὖν νῦν ἀνειπεῖν ταῦτα χἠμεῖς ἐνθάδε· «Ἢν ἀποκτείνῃ τις ὑμῶν Φιλοκράτη τὸν Στρούθιον, λήψεται τάλαντον, ἢν δὲ ζῶντ’ ἀπαγάγῃ, τέτταρα, ὅτι συνείρων τοὺς σπίνους πωλεῖ καθ’ ἑπτὰ τοὐβολοῦ,

### 1080

εἶτα φυσῶν τὰς κίχλας δείκνυσι καὶ λυμαίνεται, τοῖς τε κοψίχοισιν εἰς τὰς ῥῖνας ἐγχεῖ τὰ πτερά, τὰς περιστεράς θ’ ὁμοίως ξυλλαβὼν εἵρξας ἔχει, κἀπαναγκάζει παλεύειν δεδεμένας ἐν δικτύῳ.» Ταῦτα βουλόμεσθ’ ἀνειπεῖν· κεἴ τις ὄρνιθας τρέφει

### 1085

εἱργμένους ὑμῶν ἐν αὐλῇ, φράζομεν μεθιέναι.

### 1085

Ἢν δὲ μὴ πείθησθε, συλληφθέντες ὑπὸ τῶν ὀρνέων αὖθις ὑμεῖς αὖ παρ’ ἡμῖν δεδεμένοι παλεύσετε.

### 1087

Εὔδαιμον φῦλον πτηνῶν οἰωνῶν, οἳ χειμῶνος μὲν

### 1090

χλαίνας οὐκ ἀμπισχνοῦνται· οὐδ’ αὖ θερμὴ πνίγους ἡμᾶς ἀκτὶς τηλαυγὴς θάλπει· ἀλλ’ ἀνθηρῶν λειμώνων φύλλων 〈τ’〉 ἐν κόλποις ναίω,

### 1095

ἡνίκ’ ἂν ὁ θεσπέσιος ὀξὺ μέλος ἀχέτας θάλπεσι μεσημβρινοῖς ἡλιομανὴς βοᾷ. Χειμάζω δ’ ἐν κοίλοις ἄντροις νύμφαις οὐρείαις ξυμπαίζων· ἠρινά τε βοσκόμεθα παρθένια

### 1100-1101

λευκότροφα μύρτα Χαρίτων τε κηπεύματα.

### 1102

Τοῖς κριταῖς εἰπεῖν τι βουλόμεσθα τῆς νίκης πέρι, ὅς’ ἀγάθ’, ἢν κρίνωσιν ἡμᾶς, πᾶσιν αὐτοῖς δώσομεν, ὥστε κρείττω δῶρα πολλῷ τῶν Ἀλεξάνδρου λαβεῖν.

### 1105

Πρῶτα μὲν γάρ, οὗ μάλιστα πᾶς κριτὴς ἐφίεται, γλαῦκες ὑμᾶς οὔποτ’ ἐπιλείψουσι Λαυρειωτικαί· ἀλλ’ ἐνοικήσουσιν ἔνδον, ἔν τε τοῖς βαλλαντίοις ἐννεοττεύσουσι κἀκλέψουσι μικρὰ κέρματα. Εἶτα πρὸς τούτοισιν ὥσπερ ἐν ἱεροῖς οἰκήσετε·

### 1110

τὰς γὰρ ὑμῶν οἰκίας ἐρέψομεν πρὸς αἰετόν· κἂν λαχόντες ἀρχίδιον εἶθ’ ἁρπάσαι βούλησθέ τι, ὀξὺν ἱερακίσκον εἰς τὰς χεῖρας ὑμῖν δώσομεν. Ἢν δέ που δειπνῆτε, πρηγορεῶνας ὑμῖν πέμψομεν. Ἢν δὲ μὴ κρίνητε, χαλκεύεσθε μηνίσκους φορεῖν

### 1115

ὥσπερ ἁνδριάντες· ὡς ὑμῶν ὃς ἂν μὴ μῆν’ ἔχῃ, ὅταν ἔχητε χλανίδα λευκήν, τότε μάλισθ’ οὕτω δίκην δώσεθ’ ἡμῖν, πᾶσι τοῖς ὄρνισι κατατιλώμενοι.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1117

Τὰ μὲν ἱέρ’ ἡμῖν ἐστιν, ὦρνιθες, καλά. Ἀλλ’ ὡς ἀπὸ τοῦ τείχους πάρεστιν ἄγγελος

### 1120

οὐδείς, ὅτου πευσόμεθα τἀκεῖ πράγματα. Ἀλλ’ οὑτοσὶ τρέχει τις Ἀλφειὸν πνέων.

**ΑΓΓΕΛΟΣ Α**

### 1122

Ποῦ ποῦ ’στι, ποῦ ποῦ ποῦ ’στι, ποῦ ποῦ ποῦ ’στι, ποῦ, ποῦ Πισθέταιρός ἐστιν ἅρχων;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1123

Οὑτοσί.

### 1123

Ἐξῳκοδόμηταί σοι τὸ τεῖχος.

### 1124

Εὖ λέγεις.

### 1125

Κάλλιστον ἔργον καὶ μεγαλοπρεπέστατον· ὥστ’ ἂν ἐπάνω μὲν Προξενίδης ὁ Κομπασεὺς καὶ Θεογένης ἐναντίω δύ’ ἅρματε, ἵππων ὑπόντων μέγεθος ὅσον ὁ δούριος, ὑπὸ τοῦ πλάτους ἂν παρελασαίτην.

### 1129

Ἡράκλεις.

### 1130

Τὸ δὲ μῆκός ἐστι, καὶ γὰρ ἐμέτρης’ αὔτ’ ἐγώ, ἑκατοντορόγυιον.

### 1131

Ὦ Πόσειδον, τοῦ μάκρους. Τίνες ᾠκοδόμησαν αὐτὸ τηλικουτονί;

### 1131

Ὄρνιθες, οὐδεὶς ἄλλος, οὐκ Αἰγύπτιος πλινθοφόρος, οὐ λιθουργός, οὐ τέκτων παρῆν,

### 1135

ἀλλ’ αὐτόχειρες, ὥστε θαυμάζειν ἐμέ. Ἐκ μέν γε Λιβύης ἧκον ὡς τρισμύριαι γέρανοι θεμελίους καταπεπωκυῖαι λίθους· τούτους δ’ ἐτύκιζον αἱ κρέκες τοῖς ῥύγχεσιν. Ἕτεροι δ’ ἐπλινθούργουν πελαργοὶ μύριοι·

### 1140

ὕδωρ δ’ ἐφόρουν κάτωθεν εἰς τὸν ἀέρα οἱ χαραδριοὶ καὶ τἄλλα ποτάμι’ ὄρνεα.

### 1140

Ἐπηλοφόρουν δ’ αὐτοῖσι τίνες;

### 1142

Ἐρῳδιοὶ λεκάναισι.

### 1143

Τὸν δὲ πηλὸν ἐνεβάλλοντο πῶς;

### 1143

Τοῦτ’, ὦγάθ’, ἐξηύρητο καὶ σοφώτατα·

### 1145

οἱ χῆνες ὑποτύπτοντες ὥσπερ ταῖς ἄμαις εἰς τὰς λεκάνας ἐνέβαλλον αὐτὸν τοῖν ποδοῖν.

### 1145

Τί δῆτα πόδες ἂν οὐκ ἂν ἐργασαίατο;

### 1145

Καὶ νὴ Δί’ αἱ νῆτταί γε περιεζωσμέναι ἐπλινθοφόρουν· ἄνω δὲ τὸν ὑπαγωγέα

### 1145

ἐπέτοντ’ ἔχουσαι κατόπιν ὥσπερ παιδία, τὸν πηλὸν ἐν τοῖς στόμασιν αἱ χελιδόνες.

### 1145

Τί δῆτα μισθωτοὺς ἂν ἔτι μισθοῖτό τις; Φέρ’ ἴδω, τί δαί; Τὰ ξύλινα τοῦ τείχους τίνες ἀπηργάσαντ’;

### 1154

Ὄρνιθες ἦσαν τέκτονες

### 1155

σοφώτατοι πελεκᾶντες, οἳ τοῖς ῥύγχεσιν ἀπεπελέκησαν τὰς πύλας· ἦν δ’ ὁ κτύπος αὐτῶν πελεκώντων ὥσπερ ἐν ναυπηγίῳ. Καὶ νῦν ἅπαντ’ ἐκεῖνα πεπύλωται πύλαις καὶ βεβαλάνωται καὶ φυλάττεται κύκλῳ,

### 1160

ἐφοδεύεται, κωδωνοφορεῖται, πανταχῇ φυλακαὶ καθεστήκασι καὶ φρυκτωρίαι ἐν τοῖσι πύργοις. Ἀλλ’ ἐγὼ μὲν ἀποτρέχων ἀπονίψομαι· σὺ δ’ αὐτὸς ἤδη τἄλλα δρᾶ.

**ΧΟΡΟΣ**

### 1160

Οὗτος, τί ποιεῖς; Ἆρα θαυμάζεις ὅτι

### 1165

οὕτω τὸ τεῖχος ἐκτετείχισται ταχύ;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1165

Νὴ τοὺς θεοὺς ἔγωγε· καὶ γὰρ ἄξιον· ἴσα γὰρ ἀληθῶς φαίνεταί μοι ψεύδεσιν. Ἀλλ’ ὅδε φύλαξ γὰρ τῶν ἐκεῖθεν ἄγγελος εἰσθεῖ πρὸς ἡμᾶς δεῦρο πυρρίχην βλέπων.

**ΑΓΓΕΛΟΣ Β**

### 1170

Ἰοὺ ἰού, ἰοὺ ἰού, ἰοὺ ἰού.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1170

Τί τὸ πρᾶγμα τουτί;

### 1171

Δεινότατα πεπόνθαμεν.

### 1171

Τῶν γὰρ θεῶν τις ἄρτι τῶν παρὰ τοῦ Διὸς διὰ τῶν πυλῶν εἰσέπτετ’ εἰς τὸν ἀέρα, λαθὼν κολοιοὺς φύλακας ἡμεροσκόπους.

### 1175

Ὦ δεινὸν ἔργον καὶ σχέτλιον εἰργασμένος. Τίς τῶν θεῶν;

### 1176

Οὐκ ἴσμεν· ὅτι δ’ εἶχε πτερά, τοῦτ’ ἴσμεν.

### 1177

Οὔκουν δῆτα περιπόλους ἐχρῆν πέμψαι κατ’ αὐτὸν εὐθύς;

### 1178

Ἀλλ’ ἐπέμψαμεν τρισμυρίους ἱέρακας ἱπποτοξότας·

### 1180

χωρεῖ δὲ πᾶς τις ὄνυχας ἠγκυλωμένος, κερχνῄς, τριόρχης, γύψ, κύμινδις, αἰετός· ῥύμῃ τε καὶ πτεροῖσι καὶ ῥοιζήμασιν αἰθὴρ δονεῖται τοῦ θεοῦ ζητουμένου· κἄστ’ οὐ μακρὰν ἄπωθεν, ἀλλ’ ἐνταῦθά που

### 1185

ἤδη ’στίν.

### 1185

Οὐκοῦν σφενδόνας δεῖ λαμβάνειν καὶ τόξα. Χώρει δεῦρο πᾶς ὑπηρέτης· τόξευε, παῖε· σφενδόνην τίς μοι δότω.

**ΧΟΡΟΣ**

### 1188-1189

Πόλεμος αἴρεται, πόλεμος οὐ φατὸς

### 1190-1191

πρὸς ἐμὲ καὶ θεούς. Ἀλλὰ φύλαττε πᾶς

### 1192-1193

ἀέρα περινέφελον, ὃν Ἔρεβος ἐτέκετο,

### 1194-1195

μή σε λάθῃ θεῶν τις ταύτῃ περῶν.

### 1195

Ἄθρει δὲ πᾶς κύκλῳ περισκοπούμενος·

### 1195

ὡς ἐγγὺς ἤδη δαίμονος πεδαρσίου δίνης πτερωτὸς φθόγγος ἐξακούεται.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1195

Αὕτη σύ, ποῖ ποῖ ποῖ πέτει; Μέν’ ἥσυχος,

### 1195

ἔχ’ ἀτρέμας αὐτοῦ· στῆθ’· ἐπίσχες τοῦ δρόμου. Τίς εἶ; Ποδαπή; Λέγειν ἐχρῆν ὁπόθεν πέτει.

**ΙΡΙΣ**

### 1202

Παρὰ τῶν θεῶν ἔγωγε τῶν Ὀλυμπίων.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1202

Ὄνομα δέ σοι τί ἐστι; Πλοῖον ἢ κυνῆ;

**ΙΡΙΣ**

### 1202

Ἶρις ταχεῖα.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1204

Πάραλος ἢ Σαλαμινία;

**ΙΡΙΣ**

### 1205

Τί δὲ τοῦτο;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1205

Ταυτηνί τις οὐ ξυλλήψεται ἀναπτόμενος τρίορχος;

**ΙΡΙΣ**

### 1206

Ἐμὲ ξυλλήψεται; Τί ποτ’ ἐστὶ τουτὶ τὸ κακόν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1207

Οἰμώξει μακρά.

**ΙΡΙΣ**

### 1207

Ἄτοπόν γε τουτὶ πρᾶγμα.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1208

Κατὰ ποίας πύλας εἰσῆλθες εἰς τὸ τεῖχος, ὦ μιαρωτάτη;

**ΙΡΙΣ**

### 1210

Οὐκ οἶδα μὰ Δί’ ἔγωγε, κατὰ ποίας πύλας.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1210

Ἤκουσας αὐτῆς οἷον εἰρωνεύεται; Πρὸς τοὺς κολοιάρχους προσῆλθες; Οὐ λέγεις; Σφραγῖδ’ ἔχεις παρὰ τῶν πελαργῶν;

**ΙΡΙΣ**

### 1213

Τί τὸ κακόν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1213

Οὐκ ἔλαβες;

**ΙΡΙΣ**

### 1214

Ὑγιαίνεις μέν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1214

Οὐδὲ σύμβολον

### 1215

ἐπέβαλεν ὀρνίθαρχος οὐδείς σοι παρών;

**ΙΡΙΣ**

### 1215

Μὰ Δί’ οὐκ ἔμοιγ’ ἐπέβαλεν οὐδείς, ὦ μέλε.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1215

Κἄπειτα δῆθ’ οὕτω σιωπῇ διαπέτει διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους;

**ΙΡΙΣ**

### 1215

Ποίᾳ γὰρ ἄλλῃ χρὴ πέτεσθαι τοὺς θεούς;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1220

Οὐκ οἶδα μὰ Δί’ ἔγωγε· τῇδε μὲν γὰρ οὔ. Ἀδικεῖς δὲ καὶ νῦν. Ἆρά γ’ οἶσθα τοῦθ’ ὅτι δικαιότατ’ ἂν ληφθεῖσα πασῶν Ἰρίδων ἀπέθανες, εἰ τῆς ἀξίας ἐτύγχανες;

**ΙΡΙΣ**

### 1220

Ἀλλ’ ἀθάνατός εἰμ’.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1224

Ἀλλ’ ὅμως ἂν ἀπέθανες.

### 1225

Δεινότατα γάρ τοι πεισόμεσθ’, ἐμοὶ δοκεῖ, εἰ τῶν μὲν ἄλλων ἄρχομεν, ὑμεῖς δ’ οἱ θεοὶ ἀκολαστανεῖτε, κοὐδέπω γνώσεσθ’ ὅτι ἀκροατέον ὑμῖν ἐν μέρει τῶν κρειττόνων. Φράσον δέ τοί μοι τὼ πτέρυγε ποῖ ναυστολεῖς;

**ΙΡΙΣ**

### 1230

Ἐγώ; Πρὸς ἀνθρώπους πέτομαι παρὰ τοῦ πατρὸς φράσουσα θύειν τοῖς Ὀλυμπίοις θεοῖς μηλοσφαγεῖν τε βουθύτοις ἐπ’ ἐσχάραις κνισᾶν τ’ ἀγυιάς.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1233

Τί σὺ λέγεις; Ποίοις θεοῖς;

**ΙΡΙΣ**

### 1233

Ποίοισιν; Ἡμῖν, τοῖς ἐν οὐρανῷ θεοῖς.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1235

Θεοὶ γὰρ ὑμεῖς;

**ΙΡΙΣ**

### 1235

Τίς γάρ ἐστ’ ἄλλος θεός;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1235

Ὄρνιθες ἀνθρώποισι νῦν εἰσιν θεοί,

### 1235

οἷς θυτέον αὐτοῖς, ἀλλὰ μὰ Δί’ οὐ τῷ Διί.

**ΙΡΙΣ**

### 1235

Ὦ μῶρε, μῶρε, μὴ θεῶν κίνει φρένας δεινάς, ὅπως μή σου γένος πανώλεθρον

### 1240

Διὸς μακέλλῃ πᾶν ἀναστρέψῃ Δίκη, λιγνὺς δὲ σῶμα καὶ δόμων περιπτυχὰς καταιθαλώσῃ σου Λικυμνίαις βολαῖς.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1240

Ἄκουσον, αὕτη· παῦε τῶν παφλασμάτων· ἔχ’ ἀτρέμα. Φέρ’ ἴδω, πότερα Λυδὸν ἢ Φρύγα

### 1245

ταυτὶ λέγουσα μορμολύττεσθαι δοκεῖς; Ἆρ’ οἶσθ’ ὅτι Ζεὺς εἴ με λυπήσει πέρα, μέλαθρα μὲν αὐτοῦ καὶ δόμους Ἀμφίονος καταιθαλώσω πυρφόροισιν αἰετοῖς, πέμψω δὲ πορφυρίωνας εἰς τὸν οὐρανὸν

### 1245

ὄρνις ἐπ’ αὐτὸν παρδαλᾶς ἐνημμένους πλεῖν ἑξακοσίους τὸν ἀριθμόν; Καὶ δή ποτε εἷς Πορφυρίων αὐτῷ παρέσχε πράγματα. Σὺ δ’ εἴ με λυπήσεις τι, τῆς διακόνου πρώτης ἀνατείνας τὼ σκέλει διαμηριῶ

### 1255

τὴν Ἶριν αὐτήν, ὥστε θαυμάζειν ὅπως οὕτω γέρων ὢν στύομαι τριέμβολον.

**ΙΡΙΣ**

### 1255

Διαρραγείης, ὦ μέλ’, αὐτοῖς ῥήμασιν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1255

Οὐκ ἀποσοβήσεις; Οὐ ταχέως; Εὐράξ, πατάξ.

**ΙΡΙΣ**

### 1255

Ἦ μήν σε παύσει τῆς ὕβρεως οὑμὸς πατήρ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1260

Οἴμοι τάλας. Οὔκουν ἑτέρωσε πετομένη καταιθαλώσεις τῶν νεωτέρων τινά;

**ΧΟΡΟΣ**

### 1261

Ἀποκεκλῄκαμεν διογενεῖς θεοὺς

### 1263-1264

μηκέτι τὴν ἐμὴν διαπερᾶν πόλιν,

### 1265-1266

μηδέ τιν’ ἱερόθυτον ἀνὰ δάπεδον 〈ἕν’〉 ἔτι

### 1267-1268

τῇδε βροτῶν θεοῖσι πέμπειν καπνόν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1269

Δεινόν γε τὸν κήρυκα τὸν παρὰ τοὺς βροτοὺς

### 1270

οἰχόμενον, εἰ μηδέποτε νοστήσει πάλιν.

**ΚΗΡΥΞ**

### 1271

Ὦ Πισθέταιρ’, ὦ μακάρι’, ὦ σοφώτατε, ὦ κλεινότατ’, ὦ σοφώτατ’, ὦ γλαφυρώτατε, ὦ τρισμακάρι’, ὦ—κατακέλευσον.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1273

Τί σὺ λέγεις;

**ΚΗΡΥΞ**

### 1273

Στεφάνῳ σε χρυσῷ τῷδε σοφίας οὕνεκα

### 1275

στεφανοῦσι καὶ τιμῶσιν οἱ πάντες λεῴ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1275

Δέχομαι. Τί δ’ οὕτως οἱ λεῲ τιμῶσί με;

**ΚΗΡΥΞ**

### 1275

Ὦ κλεινοτάτην αἰθέριον οἰκίσας πόλιν, οὐκ οἶσθ’ ὅσην τιμὴν παρ’ ἀνθρώποις φέρει, ὅσους τ’ ἐραστὰς τῆσδε τῆς χώρας ἔχεις.

### 1280

Πρὶν μὲν γὰρ οἰκίσαι σε τήνδε τὴν πόλιν,

### 1280

ἐλακωνομάνουν ἅπαντες ἄνθρωποι τότε, ἐκόμων, ἐπείνων, ἐρρύπων, ἐσωκράτων, σκυτάλι’ ἐφόρουν· νῦν δ’ ὑποστρέψαντες αὖ ὀρνιθομανοῦσι, πάντα δ’ ὑπὸ τῆς ἡδονῆς

### 1285

ποιοῦσιν ἅπερ ὄρνιθες ἐκμιμούμενοι. Πρῶτον μὲν εὐθὺς πάντες ἐξ εὐνῆς ἅμα ἐπέτονθ’ ἕωθεν ὥσπερ ἡμεῖς ἐπὶ νομόν· κἀκεῖθεν ἂν κατῇρον εἰς τὰ βιβλία· εἶτ’ ἂν ἐνέμοντ’ ἐνταῦθα τὰ ψηφίσματα.

### 1290

Ὠρνιθομάνουν δ’ οὕτω περιφανῶς ὥστε καὶ πολλοῖσιν ὀρνίθων ὀνόματ’ ἦν κείμενα. Πέρδιξ μὲν εἷς κάπηλος ὠνομάζετο χωλός, Μενίππῳ δ’ ἦν Χελιδὼν τοὔνομα, Ὀπουντίῳ δ’ ὀφθαλμὸν οὐκ ἔχων Κόραξ,

### 1295

Κορυδὸς Φιλοκλέει, Χηναλώπηξ Θεογένει, Ἶβις Λυκούργῳ, Χαιρεφῶντι Νυκτερίς, Συρακοσίῳ δὲ Κίττα· Μειδίας δέ τοι Ὄρτυξ ἐκαλεῖτο· καὶ γὰρ ᾔκειν ὄρτυγι ὑπὸ στυφοκόπου τὴν κεφαλὴν πεπληγμένῳ.

### 1295

Ἦιδον δ’ ὑπὸ φιλορνιθίας πάντες μέλη, ὅπου χελιδὼν ἦν τις ἐμπεποημένη

### 1295

ἢ πηνέλοψ ἢ χήν τις ἢ περιστερὰ ἢ πτέρυγες, ἢ πτεροῦ τι καὶ σμικρὸν προσῆν. Τοιαῦτα μὲν τἀκεῖθεν. Ἓν δέ σοι λέγω·

### 1305

Ἥξους’ ἐκεῖθεν δεῦρο πλεῖν ἢ μυρίοι πτερῶν δεόμενοι καὶ τρόπων γαμψωνύχων. Ὥστε πτερῶν σοι τοῖς ἐποίκοις δεῖ ποθέν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1305

Οὐ τἄρα μὰ Δί’ ἡμῖν ἔτ’ ἔργον ἑστάναι. Ἀλλ’ ὡς τάχιστα σὺ μὲν ἰὼν τὰς ἀρρίχους

### 1310

καὶ τοὺς κοφίνους ἅπαντας ἐμπίμπλη πτερῶν· Μανῆς δὲ φερέτω μοι θύραζε τὰ πτερά· ἐγὼ δ’ ἐκείνων τοὺς προσιόντας δέξομαι.

**ΧΟΡΟΣ**

### 1312

Τάχα δὴ πολυάνορα τάνδε πόλιν καλεῖ τις ἀνθρώπων·

### 1315

τύχη μόνον προσείη. Κατέχουσι δ’ ἔρωτες ἐμᾶς πόλεως.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1315

Θᾶττον φέρειν κελεύω.

**ΧΟΡΟΣ**

### 1315

Τί γὰρ οὐκ ἔνι ταύτῃ καλὸν ἀνδρὶ μετοικεῖν;

### 1320

Σοφία, Πόθος, ἀμβρόσιαι Χάριτες τό τε τῆς ἀγανόφρονος Ἡσυχίας εὐήμερον πρόσωπον.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1323-1324

Ὡς βλακικῶς διακονεῖς. Οὐ θᾶττον ἐγκονήσεις;

**ΧΟΡΟΣ**

### 1325

Φερέτω κάλαθον ταχύ τις πτερῶν. Σὺ δ’ αὖθις ἐξόρμα

### 1325

τύπτων γε τοῦτον ὡδί. Πάνυ γὰρ βραδύς ἐστί τις ὥσπερ ὄνος.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1325

Μανῆς γάρ ἐστι δειλός.

**ΧΟΡΟΣ**

### 1330

Σὺ δὲ τὰ πτερὰ πρῶτον διάθες τάδε κόσμῳ· τά τε μουσίχ’ ὁμοῦ τά τε μαντικὰ καὶ τὰ θαλάττι’. Ἔπειτα δ’ ὅπως φρονίμως πρὸς ἄνδρ’ ὁρῶν πτερώσεις.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1335

Οὔ τοι μὰ τὰς κερχνῇδας ἔτι σου σχήσομαι, οὕτως ὁρῶν σε δειλὸν ὄντα καὶ βραδύν.

**ΠΑΤΡΑΛΟΙΑΣ**

### 1337

Γενοίμαν αἰετὸς ὑψιπέτας, ὡς ἂν ποταθείην ὑπὲρ ἀτρυγέτου γλαυκᾶς ἐπ’ οἶδμα λίμνας.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1340

Ἔοικεν οὐ ψευδαγγελήσειν ἅγγελος· ᾄδων γὰρ ὅδε τις αἰετοὺς προσέρχεται.

**ΠΑΤΡΑΛΟΙΑΣ**

### 1340

Αἰβοῖ.

### 1343a

Οὐκ ἔστιν οὐδὲν τοῦ πέτεσθαι γλυκύτερον.

### 1343b

[Ἐρῶ δ’ ἔγωγε τῶν ἐν ὄρνισιν νόμων.]

### 1344

Ὀρνιθομανῶ γὰρ καὶ πέτομαι καὶ βούλομαι

### 1345

οἰκεῖν μεθ’ ὑμῶν κἀπιθυμῶ τῶν νόμων.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1345

Ποίων νόμων; Πολλοὶ γὰρ ὀρνίθων νόμοι.

**ΠΑΤΡΑΛΟΙΑΣ**

### 1345

Πάντων· μάλιστα δ’ ὅτι καλὸν νομίζεται τὸν πατέρα τοῖς ὄρνισιν ἄγχειν καὶ δάκνειν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1345

Καὶ νὴ Δί’ ἀνδρεῖόν γε πάνυ νομίζομεν,

### 1345

ὃς ἂν πεπλήγῃ τὸν πατέρα νεοττὸς ὤν.

**ΠΑΤΡΑΛΟΙΑΣ**

### 1345

Διὰ ταῦτα μέντοι δεῦρ’ ἀνοικισθεὶς ἐγὼ ἄγχειν ἐπιθυμῶ τὸν πατέρα καὶ πάντ’ ἔχειν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1345

Ἀλλ’ ἔστιν ἡμῖν τοῖσιν ὄρνισιν νόμος παλαιὸς ἐν ταῖς τῶν πελαργῶν κύρβεσιν·

### 1355

«Ἐπὴν ὁ πατὴρ ὁ πελαργὸς ἐκπετησίμους πάντας ποήσῃ τοὺς πελαργιδέας τρέφων, δεῖ τοὺς νεοττοὺς τὸν πατέρα πάλιν τρέφειν.»

**ΠΑΤΡΑΛΟΙΑΣ**

### 1355

Ἀπέλαυσα τἄρα νὴ Δί’ ἐλθὼν ἐνθαδί, εἴπερ γέ μοι καὶ τὸν πατέρα βοσκητέον.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1360

Οὐδέν γ’· ἐπειδήπερ γὰρ ἦλθες, ὦ μέλε, εὔνους, πτερώσω ς’ ὥσπερ ὄρνιν ὀρφανόν. Σοὶ δ’, ὦ νεανίσκ’, οὐ κακῶς ὑποθήσομαι, ἀλλ’ οἷάπερ αὐτὸς ἔμαθον ὅτε παῖς ἦν. Σὺ γὰρ τὸν μὲν πατέρα μὴ τύπτε, ταυτηνδὶ λαβὼν

### 1365

τὴν πτέρυγα καὶ τουτὶ τὸ πλῆκτρον θἀτέρᾳ, νομίσας ἀλεκτρυόνος ἔχειν τονδὶ λόφον, φρούρει, στρατεύου, μισθοφορῶν σαυτὸν τρέφε.

### 1365

Τὸν πατέρ’ ἔα ζῆν. Ἀλλ’ ἐπειδὴ μάχιμος εἶ, εἰς τἀπὶ Θρᾴκης ἀποπέτου κἀκεῖ μάχου.

**ΠΑΤΡΑΛΟΙΑΣ**

### 1370

Νὴ τὸν Διόνυσον εὖ γέ μοι δοκεῖς λέγειν, καὶ πείσομαί σοι.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1371

Νοῦν ἄρ’ ἕξεις νὴ Δία.

**ΚΙΝΗΣΙΑΣ**

### 1372-1373

Ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις·

### 1374

πέτομαι δ’ ὁδὸν ἄλλοτ’ ἐπ’ ἄλλαν μελέων—

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1375

Τουτὶ τὸ πρᾶγμα φορτίου δεῖται πτερῶν.

**ΚΙΝΗΣΙΑΣ**

### 1376-1377

ἀφόβῳ φρενὶ σώματί τε νέαν ἐφέπων.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1378

Ἀσπαζόμεσθα φιλύρινον Κινησίαν. Τί δεῦρο πόδα σὺ κυλλὸν ἀνὰ κύκλον κυκλεῖς;

**ΚΙΝΗΣΙΑΣ**

### 1380-1381

Ὄρνις γενέσθαι βούλομαι λιγύφθογγος ἀηδών.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1382

Παῦσαι μελῳδῶν, ἀλλ’ ὅ τι λέγεις εἰπέ μοι.

**ΚΙΝΗΣΙΑΣ**

### 1382

Ὑπὸ σοῦ πτερωθεὶς βούλομαι μετάρσιος ἀναπτόμενος ἐκ τῶν νεφελῶν καινὰς λαβεῖν

### 1385

ἀεροδονήτους καὶ νιφοβόλους ἀναβολάς.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1385

Ἐκ τῶν νεφελῶν γὰρ ἄν τις ἀναβολὰς λάβοι;

**ΚΙΝΗΣΙΑΣ**

### 1385

Κρέμαται μὲν οὖν ἐντεῦθεν ἡμῶν ἡ τέχνη. Τῶν διθυράμβων γὰρ τὰ λαμπρὰ γίγνεται ἀέρια καὶ σκοτεινὰ καὶ κυαναυγέα

### 1390

καὶ πτεροδόνητα· σὺ δὲ κλύων εἴσει τάχα.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1390

Οὐ δῆτ’ ἔγωγε.

**ΚΙΝΗΣΙΑΣ**

### 1391

Νὴ τὸν Ἡρακλέα σύ γε. Ἅπαντα γὰρ δίειμί σοι τὸν ἀέρα. Εἴδωλα πετηνῶν

### 1393

αἰθεροδρόμων οἰωνῶν ταναοδείρων—

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1395

Ὠόπ.

**ΚΙΝΗΣΙΑΣ**

### 1395

τὸν ἀλαδρόμον ἀλάμενος ἅμ’ ἀνέμων πνοαῖσι βαίην—

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1395

Νὴ τὸν Δί’ ἦ ’γώ σου καταπαύσω τὰς πνοὰς.

**ΚΙΝΗΣΙΑΣ**

### 1395

τοτὲ μὲν νοτίαν στείχων πρὸς ὁδόν, τοτὲ δ’ αὖ βορέᾳ σῶμα πελάζων

### 1395

ἀλίμενον αἰθέρος αὔλακα τέμνων. Χαρίεντά γ’, ὦ πρεσβῦτ’, ἐσοφίσω καὶ σοφά.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1395

Οὐ γὰρ σὺ χαίρεις πτεροδόνητος γενόμενος;

**ΚΙΝΗΣΙΑΣ**

### 1395

Ταυτὶ πεπόηκας τὸν κυκλιοδιδάσκαλον, ὃς ταῖσι φυλαῖς περιμάχητός εἰμ’ ἀεί;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1405

Βούλει διδάσκειν καὶ παρ’ ἡμῖν οὖν μένων Λεωτροφίδῃ χορὸν πετομένων ὀρνέων Κεκροπίδα φυλήν;

**ΚΙΝΗΣΙΑΣ**

### 1407

Καταγελᾷς μου, δῆλος εἶ. Ἀλλ’ οὖν ἔγωγ’ οὐ παύσομαι, τοῦτ’ ἴσθ’ ὅτι, πρὶν ἂν πτερωθεὶς διαδράμω τὸν ἀέρα.

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 1410-1411

Ὄρνιθες τίνες οἵδ’ οὐδὲν ἔχοντες πτεροποίκιλοι,

### 1412

τανυσίπτερε ποικίλα χελιδοῖ;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1412

Τουτὶ τὸ κακὸν οὐ φαῦλον ἐξεγρήγορεν. Ὅδ’ αὖ μινυρίζων δεῦρό τις προσέρχεται.

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 1415

Τανυσίπτερε ποικίλα μάλ’ αὖθις.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1415

Εἰς θοἰμάτιον τὸ σκόλιον ᾄδειν μοι δοκεῖ, δεῖσθαι δ’ ἔοικεν οὐκ ὀλίγων χελιδόνων.

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 1415

Τίς ὁ πτερῶν δεῦρ’ ἐστὶ τοὺς ἀφικνουμένους;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1415

Ὁδὶ πάρεστιν· ἀλλ’ ὅτου δεῖ χρὴ λέγειν.

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 1420

Πτερῶν, πτερῶν δεῖ· μὴ πύθῃ τὸ δεύτερον.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1420

Μῶν εὐθὺ Πελλήνης πέτεσθαι διανοεῖ;

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 1420

Μὰ Δί’, ἀλλὰ κλητήρ εἰμι νησιωτικὸς καὶ συκοφάντης—

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1423

Ὦ μακάριε τῆς τέχνης.

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 1423

καὶ πραγματοδίφης. Εἶτα δέομαι πτερὰ λαβὼν

### 1425

κύκλῳ περισοβεῖν τὰς πόλεις καλούμενος.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1425

Ὑπὸ πτερύγων τι προσκαλεῖ σοφώτερον;

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 1425

Μὰ Δί’, ἀλλ’ ἵν’ οἱ λῃσταί τε μὴ λυπῶσί με, μετὰ τῶν γεράνων τ’ ἐκεῖθεν ἀναχωρῶ πάλιν, ἀνθ’ ἕρματος πολλὰς καταπεπωκὼς δίκας.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1430

Τουτὶ γὰρ ἐργάζει σὺ τοὔργον; Εἰπέ μοι, νεανίας ὢν συκοφαντεῖς τοὺς ξένους;

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 1430

Τί γὰρ πάθω; Σκάπτειν γὰρ οὐκ ἐπίσταμαι.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1430

Ἀλλ’ ἔστιν ἕτερα νὴ Δί’ ἔργα σώφρονα, ἀφ’ ὧν διαζῆν ἄνδρα χρῆν τοσουτονὶ

### 1435

ἐκ τοῦ δικαίου μᾶλλον ἢ δικορραφεῖν.

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 1435

Ὦ δαιμόνιε, μὴ νουθέτει μ’, ἀλλὰ πτέρου.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1435

Νῦν τοι λέγων πτερῶ σε.

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 1437

Καὶ πῶς ἂν λόγοις ἄνδρα πτερώσειας σύ;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1438

Πάντες τοι λόγοις ἀναπτεροῦνται.

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 1439

Πάντες;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1439

Οὐκ ἀκήκοας,

### 1440

ὅταν λέγωσιν οἱ πατέρες ἑκάστοτε τὸ μειράκιον ἐν τοῖσι κουρείοις ταδί; «Δεινῶς γέ μου τὸ μειράκιον Διειτρέφης λέγων ἀνεπτέρωκεν ὥσθ’ ἱππηλατεῖν.» Ὁ δέ τις τὸν αὑτοῦ φησιν ἐπὶ τραγῳδίᾳ

### 1445

ἀνεπτερῶσθαι καὶ πεποτῆσθαι τὰς φρένας.

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 1445

Λόγοισι τἄρα καὶ πτεροῦνται;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1446

Φήμ’ ἐγώ. Ὑπὸ γὰρ λόγων ὁ νοῦς 〈τε〉 μετεωρίζεται ἐπαίρεταί τ’ ἄνθρωπος. Οὕτω καὶ ς’ ἐγὼ ἀναπτερώσας βούλομαι χρηστοῖς λόγοις

### 1446

τρέψαι πρὸς ἔργον νόμιμον.

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 1446

Ἀλλ’ οὐ βούλομαι.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1446

Τί δαὶ ποήσεις;

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 1451

Τὸ γένος οὐ καταισχυνῶ. Παππῷος ὁ βίος συκοφαντεῖν ἐστί μοι. Ἀλλὰ πτέρου με ταχέσι καὶ κούφοις πτεροῖς ἱέρακος ἢ κερχνῇδος, ὡς ἂν τοὺς ξένους

### 1455

καλεσάμενος κᾆτ’ ἐγκεκληκὼς ἐνθαδὶ κατ’ αὖ πέτωμαι πάλιν ἐκεῖσε.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1456

Μανθάνω. Ὡδὶ λέγεις· ὅπως ἂν ὠφλήκῃ δίκην ἐνθάδε πρὶν ἥκειν ὁ ξένος.

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 1458

Πάνυ μανθάνεις.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1458

Κἄπειθ’ ὁ μὲν πλεῖ δεῦρο, σὺ δ’ ἐκεῖς’ αὖ πέτει

### 1460

ἁρπασόμενος τὰ χρήματ’ αὐτοῦ.

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 1460

Πάντ’ ἔχεις. Βέμβικος οὐδὲν διαφέρειν δεῖ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1461

Μανθάνω βέμβικα. Καὶ μὴν ἔστι μοι νὴ τὸν Δία κάλλιστα Κορκυραῖα τοιαυτὶ πτερά.

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 1461

Οἴμοι τάλας, μάστιγ’ ἔχεις.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1464

Πτερὼ μὲν οὖν,

### 1465

οἷσί σε ποήσω τήμερον βεμβικιᾶν.

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 1465

Οἴμοι τάλας.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1466

Οὐ πτερυγιεῖς ἐντευθενί; Οὐκ ἀπολιβάξεις, ὦ κάκιστ’ ἀπολούμενος; Πικρὰν τάχ’ ὄψει στρεψοδικοπανουργίαν. Ἀπίωμεν ἡμεῖς ξυλλαβόντες τὰ πτερά.

**ΧΟΡΟΣ**

### 1470

Πολλὰ δὴ καὶ καινὰ καὶ θαυ‐ μάστ’ ἐπεπτόμεσθα καὶ δεινὰ πράγματ’ εἴδομεν. Ἔστι γὰρ δένδρον πεφυκὸς

### 1470

ἔκτοπόν τι, Καρδίας ἀ‐

### 1475

πωτέρω, Κλεώνυμος, χρήσιμον μὲν οὐδέν, ἄλ‐ λως δὲ δειλὸν καὶ μέγα. Τοῦτο 〈τοῦ〉 μὲν ἦρος ἀεὶ βλαστάνει καὶ συκοφαντεῖ,

### 1480

τοῦ δὲ χειμῶνος πάλιν τὰς ἀσπίδας φυλλορροεῖ.

### 1481

Ἔστι δ’ αὖ χώρα πρὸς αὐτῷ τῷ σκότῳ πόρρω τις ἐν τῇ λύχνων ἐρημίᾳ,

### 1485

ἔνθα τοῖς ἥρωσιν ἄνθρω‐ ποι ξυναριστῶσι καὶ ξύν‐ εισι πλὴν τῆς ἑσπέρας. Τηνικαῦτα δ’ οὐκέτ’ ἦν ἀσφαλὲς ξυντυγχάνειν.

### 1490

Εἰ γὰρ ἐντύχοι τις ἥρῳ τῶν βροτῶν νύκτωρ Ὀρέστῃ, γυμνὸς ἦν πληγεὶς ὑπ’ αὐτοῦ πάντα τἀπὶ δεξιά.

**ΠΡΟΜΗΘΕΥΣ**

### 1494

Οἴμοι τάλας, ὁ Ζεὺς ὅπως μή μ’ ὄψεται.

### 1495

Ποῦ Πισθέταιρός ἐστιν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1495

Ἔα, τουτὶ τί ἦν; Τίς ὁ συγκαλυμμός;

**ΠΡΟΜΗΘΕΥΣ**

### 1496

Τῶν θεῶν ὁρᾷς τινα ἐμοῦ κατόπιν ἐνταῦθα;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1497

Μὰ Δί’ ἐγὼ μὲν οὔ. Τίς δ’ εἶ σύ;

**ΠΡΟΜΗΘΕΥΣ**

### 1498

Πηνίκ’ ἐστὶν ἄρα τῆς ἡμέρας;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1498

Ὁπηνίκα; σμικρόν τι μετὰ μεσημβρίαν.

### 1498

Ἀλλὰ σὺ τίς εἶ;

**ΠΡΟΜΗΘΕΥΣ**

### 1498

Βουλυτὸς ἢ περαιτέρω;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1498

Οἴμ’ ὡς βδελύττομαί σε.

**ΠΡΟΜΗΘΕΥΣ**

### 1501

Τί γὰρ ὁ Ζεὺς ποεῖ; Ἀπαιθριάζει τὰς νεφέλας ἢ ξυννέφει;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1501

Οἴμωζε μεγάλ’.

**ΠΡΟΜΗΘΕΥΣ**

### 1503

Οὕτω μὲν ἐκκεκαλύψομαι.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1503

Ὦ φίλε Προμηθεῦ.

**ΠΡΟΜΗΘΕΥΣ**

### 1504

Παῦε παῦε, μὴ βόα.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1505

Τί γάρ ἐστι;

**ΠΡΟΜΗΘΕΥΣ**

### 1505

Σίγα, μὴ κάλει μου τοὔνομα· ἀπὸ γάρ μ’ ὀλεῖς, εἴ μ’ ἐνθάδ’ ὁ Ζεὺς ὄψεται. Ἀλλ’ ἵνα φράσω σοι πάντα τἄνω πράγματα, τουτὶ λαβών μου τὸ σκιάδειον ὑπέρεχε, ἄνωθεν ὡς ἂν μή μ’ ὁρῶσιν οἱ θεοί.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1510

Ἰοῦ ἰοῦ· εὖ γ’ ἐπενόησας αὐτὸ καὶ προμηθικῶς. Ὑπόδυθι ταχὺ δὴ κᾆτα θαρρήσας λέγε.

**ΠΡΟΜΗΘΕΥΣ**

### 1510

Ἄκουε δή νυν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1513

Ὡς ἀκούοντος λέγε.

**ΠΡΟΜΗΘΕΥΣ**

### 1513

Ἀπόλωλεν ὁ Ζεύς.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1514

Πηνίκ’ ἄττ’ ἀπώλετο;

**ΠΡΟΜΗΘΕΥΣ**

### 1515

Ἐξ οὗπερ ὑμεῖς ᾠκίσατε τὸν ἀέρα.

### 1515

Θύει γὰρ οὐδεὶς οὐδὲν ἀνθρώπων ἔτι θεοῖσιν, οὐδὲ κνῖσα μηρίων ἄπο ἀνῆλθεν ὡς ἡμᾶς ἀπ’ ἐκείνου τοῦ χρόνου, ἀλλ’ ὡσπερεὶ Θεσμοφορίοις νηστεύομεν

### 1520

ἄνευ θυηλῶν· οἱ δὲ βάρβαροι θεοὶ πεινῶντες ὥσπερ Ἰλλυριοὶ κεκριγότες ἐπιστρατεύσειν φάς’ ἄνωθεν τῷ Διί, εἰ μὴ παρέξει τἀμπόρι’ ἀνεῳγμένα, ἵν’ εἰσάγοιτο σπλάγχνα κατατετμημένα.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1525

Εἰσὶν γὰρ ἕτεροι βάρβαροι θεοί τινες ἄνωθεν ὑμῶν;

**ΠΡΟΜΗΘΕΥΣ**

### 1526

Οὐ γάρ εἰσι βάρβαροι, ὅθεν ὁ πατρῷός ἐστιν Ἐξηκεστίδῃ;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1526

Ὄνομα δὲ τούτοις τοῖς θεοῖς τοῖς βαρβάροις τί ἐστιν;

**ΠΡΟΜΗΘΕΥΣ**

### 1529

Ὅ τι ἐστίν; Τριβαλλοί.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1529

Μανθάνω.

### 1530

Ἐντεῦθεν ἆρα τοὐπιτριβείης ἐγένετο.

**ΠΡΟΜΗΘΕΥΣ**

### 1530

Μάλιστα πάντων. Ἓν δέ σοι λέγω σαφές· Ἥξουσι πρέσβεις δεῦρο περὶ διαλλαγῶν παρὰ τοῦ Διὸς καὶ τῶν Τριβαλλῶν τῶν ἄνω· ὑμεῖς δὲ μὴ σπένδεσθ’, ἐὰν μὴ παραδιδῷ

### 1535

τὸ σκῆπτρον ὁ Ζεὺς τοῖσιν ὄρνισιν πάλιν,

### 1535

καὶ τὴν Βασιλείαν σοὶ γυναῖκ’ ἔχειν διδῷ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1535

Τίς ἐστιν ἡ Βασίλεια;

**ΠΡΟΜΗΘΕΥΣ**

### 1537

Καλλίστη κόρη, ἥπερ ταμιεύει τὸν κεραυνὸν τοῦ Διὸς καὶ τἄλλ’ ἁπαξάπαντα, τὴν εὐβουλίαν,

### 1540

τὴν εὐνομίαν, τὴν σωφροσύνην, τὰ νεώρια, τὴν λοιδορίαν, τὸν κωλακρέτην, τὰ τριώβολα.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1540

Ἅπαντα τἄρ’ αὐτῷ ταμιεύει;

**ΠΡΟΜΗΘΕΥΣ**

### 1542

Φήμ’ ἐγώ. Ἥν γ’ ἢν σὺ παρ’ ἐκείνου παραλάβῃς, πάντ’ ἔχεις. Τούτων ἕνεκα δεῦρ’ ἦλθον, ἵνα φράσαιμί σοι·

### 1545

ἀεί ποτ’ ἀνθρώποις γὰρ εὔνους εἴμ’ ἐγώ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1545

Μόνον θεῶν γὰρ διὰ ς’ ἀπανθρακίζομεν.

**ΠΡΟΜΗΘΕΥΣ**

### 1545

Μισῶ δ’ ἅπαντας τοὺς θεούς, ὡς οἶσθα σύ—

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1545

Νὴ τὸν Δί’ ἀεὶ δῆτα θεομισὴς ἔφυς.

**ΠΡΟΜΗΘΕΥΣ**

### 1545

Τίμων καθαρός. Ἀλλ’ ὡς ἂν ἀποτρέχω πάλιν

### 1545

φέρε τὸ σκιάδειον, ἵνα με κἂν ὁ Ζεὺς ἴδη ἄνωθεν, ἀκολουθεῖν δοκῶ κανηφόρῳ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1545

Καὶ τὸν δίφρον γε διφροφόρει τονδὶ λαβών.

**ΧΟΡΟΣ**

### 1552

Πρὸς δὲ τοῖς Σκιάποσιν λί‐ μνη τις ἔστ’, ἄλουτος οὗ

### 1555

ψυχαγωγεῖ Σωκράτης. Ἔνθα καὶ Πείσανδρος ἦλθε δεόμενος ψυχὴν ἰδεῖν ἣ

### 1555

ζῶντ’ ἐκεῖνον προὔλιπε, σφάγι’ ἔχων κάμηλον ἀ‐

### 1560

μνόν τιν’, ἧς λαιμοὺς τεμὼν ὥσπερ Οὑδυσσεὺς ἀπῆλθε, κᾆτ’ ἀνῆλθ’ αὐτῷ κάτωθεν πρὸς τὸ λαιμᾶν τῆς καμήλου Χαιρεφῶν ἡ νυκτερίς.

**ΠΟΣΕΙΔΩΝ**

### 1565

Τὸ μὲν πόλισμα τῆς Νεφελοκοκκυγίας ὁρᾶν τοδὶ πάρεστιν, οἷ πρεσβεύομεν. Οὗτος, τί δρᾷς; Ἐπαρίστερ’ οὕτως ἀμπέχει; Οὐ μεταβαλεῖς θοἰμάτιον ὧδ’ ἐπιδέξια; Τί, ὦ κακόδαιμον; Λαισποδίας εἶ τὴν φύσιν;

### 1570

Ὦ δημοκρατία, ποῖ προβιβᾷς ἡμᾶς ποτε, εἰ τουτονὶ κεχειροτονήκας’ οἱ θεοί; Ἕξεις ἀτρέμας; Οἴμωζε· πολὺ γὰρ δή ς’ ἐγὼ ἑόρακα πάντων βαρβαρώτατον θεῶν. Ἄγε δή, τί δρῶμεν, Ἡράκλεις;

**ΗΡΑΚΛΗΣ**

### 1574

Ἀκήκοας

### 1575

ἐμοῦ γ’ ὅτι τὸν ἄνθρωπον ἄγχειν βούλομαι, ὅστις ποτ’ ἔσθ’ ὁ τοὺς θεοὺς ἀποτειχίσας.

**ΠΟΙΗΤΗΣ**

### 1575

Ἀλλ’, ὦγάθ’, ᾑρήμεσθα περὶ διαλλαγῶν πρέσβεις.

**ΗΡΑΚΛΗΣ**

### 1575

Διπλασίως μᾶλλον ἄγχειν μοι δοκεῖ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1575

Τὴν τυρόκνηστίν τις δότω· φέρε σίλφιον·

### 1580

τυρὸν φερέτω τις· πυρπόλει τοὺς ἄνθρακας.

**ΠΟΙΗΤΗΣ**

### 1580

Τὸν ἄνδρα χαίρειν οἱ θεοὶ κελεύομεν τρεῖς ὄντες ἡμεῖς.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1582

Ἀλλ’ ἐπικνῶ τὸ σίλφιον.

**ΗΡΑΚΛΗΣ**

### 1582

Τὰ δὲ κρέα τοῦ ταῦτ’ ἐστίν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1583

Ὄρνιθές τινες ἐπανιστάμενοι τοῖς δημοτικοῖσιν ὀρνέοις

### 1585

ἔδοξαν ἀδικεῖν.

**ΗΡΑΚΛΗΣ**

### 1585

Εἶτα δῆτα σίλφιον ἐπικνῇς πρότερον αὐτοῖσιν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1586

Ὦ χαῖρ’, Ἡράκλεις. Τί ἐστι;

**ΠΟΙΗΤΗΣ**

### 1587

Πρεσβεύοντες ἡμεῖς ἥκομεν παρὰ τῶν θεῶν περὶ πολέμου καταλλαγῆς.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1587

Ἔλαιον οὐκ ἔνεστιν ἐν τῇ ληκύθῳ.

**ΗΡΑΚΛΗΣ**

### 1590

Καὶ μὴν τά γ’ ὀρνίθεια λιπάρ’ εἶναι πρέπει.

**ΠΟΙΗΤΗΣ**

### 1590

Ἡμεῖς τε γὰρ πολεμοῦντες οὐ κερδαίνομεν, ὑμεῖς τ’ ἂν ἡμῖν τοῖς θεοῖς ὄντες φίλοι ὄμβριον ὕδωρ ἂν εἴχετ’ ἐν τοῖς τέλμασιν,

### 1590

ἀλκυονίδας τ’ ἂν ἤγεθ’ ἡμέρας ἀεί.

### 1595

Τούτων πέρι πάντων αὐτοκράτορες ἥκομεν.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1595

Ἀλλ’ οὔτε πρότερον πώποθ’ ἡμεῖς ἤρξαμεν πολέμου πρὸς ὑμᾶς, νῦν τ’ ἐθέλομεν, εἰ δοκεῖ, ἐὰν τὸ δίκαιον ἀλλὰ νῦν ἐθέλητε δρᾶν, σπονδὰς ποεῖσθαι. Τὰ δὲ δίκαι’ ἐστὶν ταδί·

### 1595

Τὸ σκῆπτρον ἡμῖν τοῖσιν ὄρνισιν πάλιν τὸν Δί’ ἀποδοῦναι· κἂν διαλλαττώμεθα ἐπὶ τοῖσδε, τοὺς πρέσβεις ἐπ’ ἄριστον καλῶ.

**ΗΡΑΚΛΗΣ**

### 1595

Ἐμοὶ μὲν ἀπόχρη ταῦτα καὶ ψηφίζομαι.

**ΠΟΙΗΤΗΣ**

### 1595

Τί, ὦ κακόδαιμον; Ἠλίθιος καὶ γάστρις εἶ.

### 1605

Ἀποστερεῖς τὸν πατέρα τῆς τυραννίδος;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1605

Ἄληθες; οὐ γὰρ μεῖζον ὑμεῖς οἱ θεοὶ ἰσχύσετ’, ἢν ὄρνιθες ἄρξωσιν κάτω; Νῦν μέν γ’ ὑπὸ ταῖς νεφέλαισιν ἐγκεκρυμμένοι κύψαντες ἐπιορκοῦσιν ὑμᾶς οἱ βροτοί·

### 1610

ἐὰν δὲ τοὺς ὄρνις ἔχητε συμμάχους, ὅταν ὀμνύῃ τις τὸν κόρακα καὶ τὸν Δία, ὁ κόραξ παρελθὼν τοὐπιορκοῦντος λάθρᾳ προσπτόμενος ἐκκόψει τὸν ὀφθαλμὸν θενών.

**ΠΟΙΗΤΗΣ**

### 1610

Νὴ τὸν Ποσειδῶ ταῦτά γέ τοι καλῶς λέγεις.

**ΗΡΑΚΛΗΣ**

### 1615

Κἀμοὶ δοκεῖ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1615

Τί δαὶ σὺ φῄς;

**ΤΡΙΒΑΛΛΟΣ**

### 1615

Να Βαισατρευ.

**ΗΡΑΚΛΗΣ**

### 1615

Ὁρᾷς, ἐπαινεῖ χοὖτος.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1616

Ἕτερόν νυν ἔτι ἀκούσαθ’ ὅσον ὑμᾶς ἀγαθὸν ποήσομεν. Ἐάν τις ἀνθρώπων ἱερεῖόν τῳ θεῶν εὐξάμενοι εἶτα διασοφίζηται λέγων·

### 1620

«Μενετοὶ θεοί», καὶ μἀποδιδῷ μισητίᾳ, ἀναπράξομεν καὶ ταῦτα.

**ΠΟΙΗΤΗΣ**

### 1621

Φέρ’ ἴδω τῷ τρόπῳ;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1621

Ὅταν διαριθμῶν ἀργυρίδιον τύχῃ ἅνθρωπος οὗτος, ἢ καθῆται λούμενος, καταπτόμενος ἰκτῖνος ἁρπάσας λάθρᾳ

### 1625

προβάτοιν δυοῖν τιμὴν ἀνοίσει τῷ θεῷ.

**ΗΡΑΚΛΗΣ**

### 1625

Τὸ σκῆπτρον ἀποδοῦναι πάλιν ψηφίζομαι τούτοις ἐγώ.

**ΠΟΙΗΤΗΣ**

### 1627

Καὶ τὸν Τριβαλλόν νυν ἐροῦ.

**ΗΡΑΚΛΗΣ**

### 1627

Ὁ Τριβαλλός, οἰμώζειν δοκεῖ σοι;

**ΤΡΙΒΑΛΛΟΣ**

### 1628

Σαυ νακα βακταρι κρουσα.

**ΗΡΑΚΛΗΣ**

### 1629

Φησί μ’ εὖ λέγειν πάνυ.

**ΠΟΙΗΤΗΣ**

### 1630

Εἴ τοι δοκεῖ σφῷν ταῦτα, κἀμοὶ συνδοκεῖ.

### 1630

Οὗτος, δοκεῖ δρᾶν ταῦτα τοῦ σκήπτρου πέρι.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1630

Καὶ νὴ Δί’ ἕτερόν γ’ ἐστὶν οὗ ’μνήσθην ἐγώ. Τὴν μὲν γὰρ Ἥραν παραδίδωμι τῷ Διί, τὴν δὲ Βασιλείαν τὴν κόρην γυναῖκ’ ἐμοὶ

### 1635

ἐκδοτέον ἐστίν.

**ΠΟΙΗΤΗΣ**

### 1635

Οὐ διαλλαγῶν ἐρᾷς. Ἀπίωμεν οἴκαδ’ αὖθις.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1636

Ὀλίγον μοι μέλει. Μάγειρε, τὸ κατάχυσμα χρὴ ποεῖν γλυκύ.

**ΗΡΑΚΛΗΣ**

### 1636

Ὦ δαιμόνι’ ἀνθρώπων Πόσειδον, ποῖ φέρει; Ἡμεῖς περὶ γυναικὸς μιᾶς πολεμήσομεν;

**ΠΟΙΗΤΗΣ**

### 1640

Τί δαὶ ποιῶμεν;

**ΗΡΑΚΛΗΣ**

### 1640

Ὅ τι; διαλλαττώμεθα.

**ΠΟΙΗΤΗΣ**

### 1640

Τί ᾦζύρ’; Οὐκ οἶσθ’ ἐξαπατώμενος πάλαι; Βλάπτεις δέ τοι σὺ σαυτόν. Ἢν γὰρ ἀποθάνῃ ὁ Ζεὺς παραδοὺς τούτοισι τὴν τυραννίδα, πένης ἔσει σύ· σοῦ γὰρ ἅπαντα γίγνεται

### 1645

τὰ χρήμαθ’, ὅς’ ἂν ὁ Ζεὺς ἀποθνῄσκων καταλίπῃ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1645

Οἴμοι τάλας, οἷόν σε περισοφίζεται. Δεῦρ’ ὡς ἔμ’ ἀποχώρησον, ἵνα τί σοι φράσω. Διαβάλλεταί ς’ ὁ θεῖος, ὦ πόνηρε σύ. Τῶν γὰρ πατρῴων οὐδ’ ἀκαρῆ μέτεστί σοι

### 1645

κατὰ τοὺς νόμους· νόθος γὰρ εἶ κοὐ γνήσιος.

**ΗΡΑΚΛΗΣ**

### 1645

Ἐγὼ νόθος; Τί λέγεις;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1651

Σὺ μέντοι νὴ Δία ὤν γε ξένης γυναικός. Ἢ πῶς ἄν ποτε ἐπίκληρον εἶναι τὴν Ἀθηναίαν δοκεῖς, οὖσαν θυγατέρ’, ὄντων ἀδελφῶν γνησίων;

**ΗΡΑΚΛΗΣ**

### 1655

Τί δ’ ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα νοθεῖ’ ἀποθνῄσκων;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1656

Ὁ νόμος αὐτὸν οὐκ ἐᾷ. Οὗτος ὁ Ποσειδῶν πρῶτος, ὃς ἐπαίρει σε νῦν, ἀνθέξεταί σου τῶν πατρῴων χρημάτων φάσκων ἀδελφὸς αὐτὸς εἶναι γνήσιος.

### 1660

Ἐρῶ δὲ δὴ καὶ τὸν Σόλωνός σοι νόμον·

### 1661-1662

«Νόθῳ δὲ μὴ εἶναι ἀγχιστείαν παίδων ὄντων γνησίων·

### 1663-1664

ἐὰν δὲ παῖδες μὴ ὦσι γνήσιοι, τοῖς ἐγγυτάτω γένους μετεῖ‐

### 1665-1666

ναι τῶν χρημάτων.»

**ΗΡΑΚΛΗΣ**

### 1667

Ἐμοὶ δ’ ἄρ’ οὐδὲν τῶν πατρῴων χρημάτων μέτεστιν;

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1668

Οὐ μέντοι μὰ Δία. Λέξον δέ μοι, ἤδη ς’ ὁ πατὴρ εἰσήγαγ’ εἰς τοὺς φράτερας;

**ΗΡΑΚΛΗΣ**

### 1670

Οὐ δῆτ’ ἐμέ γε. Καὶ δῆτ’ ἐθαύμαζον πάλαι.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1670

Τί δῆτ’ ἄνω κέχηνας αἴκειαν βλέπων; Ἀλλ’ ἢν μεθ’ ἡμῶν ᾖς, καταστήσας ς’ ἐγὼ τύραννον ὀρνίθων παρέξω σοι γάλα.

**ΗΡΑΚΛΗΣ**

### 1670

Δίκαι’ ἔμοιγε καὶ πάλαι δοκεῖς λέγειν

### 1675

περὶ τῆς κόρης, κἄγωγε παραδίδωμί σοι.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1675

Τί δαὶ σὺ φῄς;

**ΠΟΙΗΤΗΣ**

### 1676

Τἀναντία ψηφίζομαι.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1676

Ἐν τῷ Τριβαλλῷ πᾶν τὸ πρᾶγμα. Τί σὺ λέγεις;

**ΤΡΙΒΑΛΛΟΣ**

### 1676

Καλαν κοραναυ καὶ μεγαλα βασιλιναυ ὀρνιτο παραδίδωμι.

**ΗΡΑΚΛΗΣ**

### 1679

Παραδοῦναι λέγει.

**ΠΟΙΗΤΗΣ**

### 1680

Μὰ τὸν Δί’ οὐχ οὗτός γε· παραδοῦναι λέγει, εἰ μὴ βαδίζει γ’ ὥσπερ αἱ χελιδόνες.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1680

Οὐκοῦν παραδοῦναι ταῖς χελιδόσιν λέγει.

**ΠΟΙΗΤΗΣ**

### 1680

Σφώ νυν διαλλάττεσθε καὶ ξυμβαίνετε· ἐγὼ δ’, ἐπειδὴ σφῷν δοκεῖ, σιγήσομαι.

**ΗΡΑΚΛΗΣ**

### 1685

Ἡμῖν ἃ λέγεις σὺ πάντα συγχωρεῖν δοκεῖ. Ἀλλ’ ἴθι μεθ’ ἡμῶν αὐτὸς εἰς τὸν οὐρανόν, ἵνα τὴν Βασιλείαν καὶ τὰ πάντ’ ἐκεῖ λάβῃς.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1685

Εἰς καιρὸν ἆρα κατεκόπησαν οὑτοιὶ εἰς τοὺς γάμους.

**ΗΡΑΚΛΗΣ**

### 1689

Βούλεσθε δῆτ’ ἐγὼ τέως

### 1690

ὀπτῶ τὰ κρέα ταυτὶ μένων; Ὑμεῖς δ’ ἴτε.

**ΠΟΙΗΤΗΣ**

### 1690

Ὀπτᾷς τὰ κρές; Πολλήν γε τενθείαν λέγεις. Οὐκ εἶ μεθ’ ἡμῶν;

**ΗΡΑΚΛΗΣ**

### 1692

Εὖ γε μέντἂν διετέθην.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1692

Ἀλλὰ γαμικὴν χλανίδα δότω τις δεῦρό μοι.

**ΧΟΡΟΣ**

### 1693

Ἔστι δ’ ἐν Φαναῖσι πρὸς τῇ

### 1695

Κλεψύδρᾳ πανοῦργον ἐγ‐ γλωττογαστόρων γένος, οἳ θερίζουσίν τε καὶ σπεί‐

### 1695

ρουσι καὶ τρυγῶσι ταῖς γλώτ‐ ταισι συκάζουσί τε·

### 1695

βάρβαροι δ’ εἰσὶν γένους, Γοργίαι τε καὶ Φίλιπποι. Κἀπὸ τῶν ἐγγλωττογαστό‐ ρων ἐκείνων τῶν Φιλίππων πανταχοῦ τῆς Ἀττικῆς ἡ

### 1705

γλῶττα χωρὶς τέμνεται.

**ΑΓΓΕΛΟΣ**

### 1706

Ὦ πάντ’ ἀγαθὰ πράττοντες, ὦ μείζω λόγου, ὦ τρισμακάριον πτηνὸν ὀρνίθων γένος, δέχεσθε τὸν τύραννον ὀλβίοις δόμοις. Προσέρχεται γὰρ οἷος οὔτε παμφαὴς

### 1710

ἀστὴρ ἰδεῖν ἔλαμψε χρυσαυγεῖ δόμῳ οὔθ’ ἡλίου τηλαυγὲς ἀκτίνων σέλας τοιοῦτον ἐξέλαμψεν, οἷον ἔρχεται ἔχων γυναικὸς κάλλος οὐ φατὸν λέγειν, πάλλων κεραυνόν, πτεροφόρον Διὸς βέλος.

### 1715

Ὀσμὴ δ’ ἀνωνόμαστος εἰς βάθος κύκλου χωρεῖ, —καλὸν θέαμα, —θυμιαμάτων δ’ αὖραι διαψαίρουσι πλεκτάνην καπνοῦ. Ὁδὶ δὲ καὐτός ἐστιν. Ἀλλὰ χρὴ θεᾶς Μούσης ἀνοίγειν ἱερὸν εὔφημον στόμα.

**ΧΟΡΟΣ**

### 1720

Ἄναγε δίεχε πάραγε πάρεχε.

### 1721-1722

Περιπέτεσθε μάκαρα μάκαρι σὺν τύχᾳ.

### 1723-1724

Ὢ φεῦ φεῦ τῆς ὥρας, τοῦ κάλλους.

### 1725

Ὦ μακαριστὸν σὺ γάμον τῇδε πόλει γήμας.

### 1725

Μεγάλαι μεγάλαι κατέχουσι τύχαι γένος ὀρνίθων διὰ τόνδε τὸν ἄνδρ’. Ἀλλ’ ὑμεναίοις καὶ νυμφιδίοισι δέχεσθ’ ᾠδαῖς

### 1730

αὐτὸν καὶ τὴν Βασιλείαν.

### 1730

Ἥρᾳ ποτ’ Ὀλυμπίᾳ τὸν ἠλιβάτων θρόνων ἄρχοντα θεαὶ μέγαν Μοῖραι ξυνεκοίμισαν

### 1735

ἐν τοιῷδ’ ὑμεναίῳ. Ὑμὴν ὤ, Ὑμέναι’ ὤ.

### 1736

Ὁ δ’ ἀμφιθαλὴς Ἔρως χρυσόπτερος ἡνίας ηὔθυνε παλιντόνους,

### 1740

Ζηνὸς πάροχος γάμων τῆς τ’ εὐδαίμονος Ἥρας. Ὑμὴν ὤ, Ὑμέναι’ ὤ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1742

Ἐχάρην ὕμνοις, ἐχάρην ᾠδαῖς· ἄγαμαι δὲ λόγων. Ἄγε νυν αὑτοῦ

### 1745

καὶ τὰς χθονίας κλῄσατε βροντὰς

### 1745

τάς τε πυρώδεις Διὸς ἀστεροπὰς δεινόν τ’ ἀργῆτα κεραυνόν.

**ΧΟΡΟΣ**

### 1745

Ὦ μέγα χρύσεον ἀστεροπῆς φάος, ὦ Διὸς ἄμβροτον ἔγχος

### 1745

πυρφόρον, ὦ χθόνιαι βαρυαχέες

### 1745

ὀμβροφόροι θ’ ἅμα βρονταί, αἷς ὅδε νῦν χθόνα σείει, Δῖα δὲ πάντα κρατήσας καὶ πάρεδρον Βασίλειαν ἔχει Διός. Ὑμὴν ὤ, Ὑμέναι’ ὤ.

**ΠΙΣΘΕΤΑΙΡΟΣ**

### 1755

Ἕπεσθέ νυν γαμοῦσιν, ὦ φῦλα πάντα συννόμων πτεροφόρ’, ἐπὶ πέδον Διὸς καὶ λέχος γαμήλιον. Ὄρεξον, ὦ μάκαιρα, σὴν

### 1760

χεῖρα καὶ πτερῶν ἐμῶν λαβοῦσα συγχόρευσον· αἴ‐ ρων δὲ κουφιῶ ς’ ἐγώ.

**ΧΟΡΟΣ**

### 1760

Ἀλαλαί, ἰὴ παιών· τήνελλα καλλίνικος, ὦ

### 1765

δαιμόνων ὑπέρτατε.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-birds-daw-ap.json (sha256:d1d09238d26e1bc790e17b5af80b49d9ae453982fac2b8836756f52d21508ddd). Cite as `eul_wid: daw-ap`.
