---
title: Assemblywomen
title_greek: Ἐκκλησιάζουσαι
author: Aristophanes of Athens
eul_wid: daw-ab
eul_aid: daw
canonical: "https://eulogikon.org/grc/aristophanes-of-athens/assemblywomen"
canonical_json: "https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-assemblywomen-daw-ab.json"
sha256: "19b25dd263d4dd08ab13501459a2ccc3ccff32c583b3a6517753b767a0cae662"
period: Classical
dialect: Attic Comedy
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Assemblywomen

*Ἐκκλησιάζουσαι*

**Author:** Aristophanes of Athens

**eul_wid:** `daw-ab` · [HTML page](https://eulogikon.org/grc/aristophanes-of-athens/assemblywomen) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-assemblywomen-daw-ab.json)

## Text

**ΠΡΑΞΑΓΟΡΑ**

### 1

Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου, κάλλιστ’ ἐν εὐστόχοισιν ἐξηυρημένον— γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν· τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ἄπο

### 5

μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις— ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα. σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων πειρωμέναισι πλησίον παραστατεῖς,

### 10

λορδουμένων τε σωμάτων ἐπιστάτην ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων. μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα· στοάς τε καρποῦ Βακχίου τε νάματος

### 15

πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς· καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον. ἀνθ’ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις. ἀλλ’ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν.

### 20

καίτοι πρὸς ὄρθρον γ’ ἐστίν, ἡ δ’ ἐκκλησία αὐτίκα μάλ’ ἔσται· καταλαβεῖν δ’ ἡμᾶς ἕδρας

### 23

δεῖ τὰς ἑταίρας κῶλά θ’ ἱζομένας λαθεῖν,

### 22

ἃς Φυρόμαχός ποτ’ εἶπεν, εἰ μέμνησθ’ ἔτι.

### 24

τί δῆτ’ ἂν εἴη; πότερον οὐκ ἐρραμμένους

### 25

ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητ’ ἔχειν; ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν ἦν χαλεπὸν αὐταῖς; ἀλλ’ ὁρῶ τονδὶ λύχνον προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν, μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ.

**ΓΥΝΗ Α**

### 30

ὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως ἡμῶν προσιόντων δεύτερον κεκόκκυκεν.

**ΠΡΑΞΑΓΟΡΑ**

### 30

ἐγὼ δέ γ’ ὑμᾶς προσδοκῶς’ ἐγρηγόρη τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα τήνδ’ ἐκκαλέσωμαι θρυγανῶσα τὴν θύραν.

### 35

δεῖ γὰρ τὸν ἄνδρ’ αὐτῆς λαθεῖν.

**ΓΥΝΗ Β**

### 35

ἤκουσά τοι ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων,

### 35

ἅτ’ οὐ καταδαρθοῦς’. ὁ γὰρ ἀνήρ, ὦ φιλτάτη, Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμ’ ἐγώ, τὴν νύχθ’ ὅλην ἤλαυνέ μ’ ἐν τοῖς στρώμασιν,

### 40

ὥστ’ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ ’λαβον.

**ΠΡΑΞΑΓΟΡΑ**

### 40

καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην.

### 40

οὔκουν ἐπείξεσθ’; ὡς Γλύκη κατώμοσεν τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς

### 45

ἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα.

### 45

τὴν Σμικυθίωνος δ’ οὐχ ὁρᾷς Μελιστίχην

### 45

σπεύδουσαν ἐν ταῖς ἐμβάσιν; καί μοι δοκεῖ κατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη.

### 45

τὴν τοῦ καπήλου δ’ οὐχ ὁρᾷς Γευσιστράτην

### 45

ἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα;

### 45

καὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδου ὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυ

### 45

γυναῖκας, ὅ τι πέρ ἐστ’ ὄφελος ἐν τῇ πόλει.

**ΧΟΡΟΣ**

### 54

καὶ πάνυ ταλαιπώρως ἔγωγ’, ὦ φιλτάτη,

### 55

ἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθ’ ὅλην ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος.

**ΠΡΑΞΑΓΟΡΑ**

### 55

κάθησθε τοίνυν, ὡς 〈ἂν〉 ἀνέρωμαι τάδε ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ, ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε.

### 60

ἔγωγε. πρῶτον μέν γ’ ἔχω τὰς μασχάλας λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον. ἔπειθ’ ὁπόθ’ ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου ἀλειψαμένη τὸ σῶμ’ ὅλον δι’ ἡμέρας ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον.

### 65

κἄγωγε· τὸ ξυρὸν δέ γ’ ἐκ τῆς οἰκίας ἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅλη καὶ μηδὲν εἴην ἔτι γυναικὶ προσφερής.

### 65

ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητ’ ἔχειν πάσαισιν ὑμῖν, ὁπότε συλλεγοίμεθα;

### 70

νὴ τὴν Ἑκάτην, καλόν γ’ ἔγωγε τουτονί.

### 70

κἄγωγ’ Ἐπικράτους οὐκ ὀλίγῳ καλλίονα.

### 70

ὑμεῖς δὲ τί φατε; φασί· κατανεύουσι γοῦν.

### 70

καὶ μὴν τά γ’ ἄλλ’ ὑμῖν ὁρῶ πεπραγμένα. Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας

### 75

καὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν.

### 75

ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ.

### 75

τοῦτ’ ἔστ’ ἐκείνου τὸ σκύταλον, ὃς πέρδεται.

### 75

νὴ τὸν Δία τὸν σωτῆρ’ ἐπιτήδειός γ’ ἂν ἦν

### 80

τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος εἴπερ τις ἄλλος βουκολεῖν τὸν δήμιον. ἀλλ’ ἄγεθ’ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν, ἕως ἔτ’ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν· ἡκκλησία δ’, εἰς ἣν παρεσκευάσμεθα

### 85

ἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται.

### 85

νὴ τὸν Δί’, ὥστε δεῖ σε καταλαβεῖν ἕδρας ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ.

### 85

ταυτί γέ τοι νὴ τὸν Δί’ ἐφερόμην, ἵνα

### 85

πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας.

### 90

πληρουμένης τάλαινα; νὴ τὴν Ἄρτεμιν ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἄρα ξαίνουσα; γυμνὰ δ’ ἐστί μου τὰ παιδία.

### 90

ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματος οὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει.

### 95

οὐκοῦν καλά γ’ ἂν πάθοιμεν, εἰ πλήρης τύχοι ὁ δῆμος ὢν κἄπειθ’ ὑπερβαίνουσά τις ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον. ἢν δ’ ἐγκαθεζώμεσθα πρότεραι, λήσομεν ξυστειλάμεναι θαἰμάτια· τὸν πώγωνά τε

### 95

ὅταν καθῶμεν ὃν περιδησόμεσθ’ ἐκεῖ, τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθ’ ὁρῶν; Ἀγύρριος γοῦν τὸν Προνόμου πώγων’ ἔχων λέληθε· καίτοι πρότερον ἦν οὗτος γυνή. νυνὶ δ’, ὁρᾷς, πράττει τὰ μέγιστ’ ἐν τῇ πόλει.

### 105

τούτου γέ τοι, νὴ τὴν ἐπιοῦσαν ἡμέραν, τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα, ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα δυνώμεθ’ ὥστ’ ἀγαθόν τι πρᾶξαι τὴν πόλιν. νῦν μὲν γὰρ οὔτε θέομεν οὔτ’ ἐλαύνομεν.

### 110

καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία

### 110

δημηγορήσει; πολὺ μὲν οὖν ἄριστά που. λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν. ἡμῖν δ’ ὑπάρχει τοῦτο κατὰ τύχην τινά.

### 115

οὐκ οἶδα. δεινὸν δ’ ἐστὶν ἡ μὴ ’μπειρία.

### 115

οὔκουν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε, ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν; οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη ἄλλαι θ’ ὅσαι λαλεῖν μεμελετήκασί που.

### 120

τίς δ’ ὦ μέλ’ ἡμῶν οὐ λαλεῖν ἐπίσταται;

### 120

ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ. ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι καὐτὴ μεθ’ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν.

### 120

δεῦρ’ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν

### 125

ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται.

### 125

πῶς καταγέλαστον; ὥσπερ εἴ τις σηπίαις πώγωνα περιδήσειεν ἐσταθευμέναις.

### 125

ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν. πάριτ’ ἐς τὸ πρόσθεν. Ἀρίφραδες, παῦσαι λαλῶν.

### 130

κάθιζε παριών. τίς ἀγορεύειν βούλεται;

### 130

ἐγώ. περίθου δὴ τὸν στέφανον τύχἀγαθῇ.

### 130

ἰδού. λέγοις ἄν. εἶτα πρὶν πιεῖν λέγω;

### 130

ἰδοὺ πιεῖν. τί γὰρ ὦ μέλ’ ἐστεφανωσάμην;

### 130

ἄπιθ’ ἐκποδών· τοιαῦτ’ ἂν ἡμᾶς ἠργάσω

### 135

κἀκεῖ. τί δ’; οὐ πίνουσι κἀν τἠκκλησίᾳ;

### 135

ἰδού γε σοὶ πίνουσι. νὴ τὴν Ἄρτεμιν, καὶ ταῦτά γ’ εὔζωρον. τὰ γοῦν βουλεύματα αὐτῶν, ὅς’ ἂν πράξωσιν ἐνθυμουμένοις, ὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα.

### 140

καὶ νὴ Δία σπένδουσί γ’· ἢ τίνος χάριν τοσαῦτ’ ἂν ηὔχοντ’, εἴπερ οἶνος μὴ παρῆν; καὶ λοιδοροῦνταί γ’ ὥσπερ ἐμπεπωκότες, καὶ τὸν παροινοῦντ’ ἐκφέρους’ οἱ τοξόται.

### 140

σὺ μὲν βάδιζε καὶ κάθης’· οὐδὲν γὰρ εἶ.

### 145

νὴ τὸν Δί’, ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν· δίψῃ γάρ, ὡς ἔοικ’, ἀφαυανθήσομαι.

### 145

ἔσθ’ ἥτις ἑτέρα βούλεται λέγειν; ἐγώ.

### 145

ἴθι δὴ στεφανοῦ· καὶ γὰρ τὸ χρῆμ’ ἐργάζεται. ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς

### 145

διερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ.

### 145

ἐβουλόμην μὲν ἕτερον ἂν τῶν ἠθάδων λέγειν τὰ βέλτισθ’, ἵν’ ἐκαθήμην ἥσυχος. νῦν δ’ οὐκ ἐάσω, κατά γε τὴν ἐμὴν μίαν, ἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖν

### 155

ὕδατος. ἐμοὶ μὲν οὐ δοκεῖ, μὰ τὼ θεώ.

### 155

μὰ τὼ θεώ; τάλαινα, ποῦ τὸν νοῦν ἔχεις;

### 155

τί δ’ ἔστιν; οὐ γὰρ δὴ πιεῖν γ’ ᾔτησά σε.

### 155

μὰ Δί’ ἀλλ’ ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας, καίτοι τά γ’ ἄλλ’ εἰποῦσα δεξιώτατα.

### 160

ὢ νὴ τὸν Ἀπόλλω. παῦε τοίνυν, ὡς ἐγὼ ἐκκλησιάσους’ οὐκ ἂν προβαίην τὸν πόδα τὸν ἕτερον, εἰ μὴ ταῦτ’ ἀκριβωθήσεται.

### 160

φέρε τὸν στέφανον· ἐγὼ γὰρ αὖ λέξω πάλιν. οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς.

### 165

ἐμοὶ γάρ, ὦ γυναῖκες αἱ καθήμεναι, —

### 165

γυναῖκας αὖ, δύστηνε, τοὺς ἄνδρας λέγεις;

### 165

δι’ Ἐπίγονόν γ’ ἐκεῖνον· ἐπιβλέψασα γὰρ ἐκεῖσε πρὸς γυναῖκας ᾠόμην λέγειν.

### 165

ἄπερρε καὶ σὺ καὶ κάθης’ ἐντευθενί.

### 170

αὐτὴ γὰρ ὑμῶν γ’ ἕνεκά μοι λέξειν δοκῶ τονδὶ λαβοῦσα. τοῖς θεοῖς μὲν εὔχομαι τυχεῖν κατορθώσασα τὰ βεβουλευμένα. ἐμοὶ δ’ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα ὅσονπερ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρω

### 175

τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα. ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένην ἀεὶ πονηροῖς. κἄν τις ἡμέραν μίαν χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται. ἐπέτρεψας ἑτέρῳ· πλείον’ ἔτι δράσει κακά.

### 180

χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν, οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε, τοὺς δ’ οὐκ ἐθέλοντας ἀντιβολεῖθ’ ἑκάστοτε. ἐκκλησίαισιν ἦν ὅτ’ οὐκ ἐχρώμεθα οὐδὲν τὸ παράπαν· ἀλλὰ τόν γ’ Ἀγύρριον

### 185

πονηρὸν ἡγούμεσθα. νῦν δὲ χρωμένων ὁ μὲν λαβὼν ἀργύριον ὑπερεπῄνεσεν, ὁ δ’ οὐ λαβὼν εἶναι θανάτου φής’ ἀξίους

### 185

τοὺς μισθοφορεῖν ζητοῦντας ἐν τἠκκλησίᾳ.

### 185

νὴ τὴν Ἀφροδίτην εὖ γε ταυταγὶ λέγεις.

### 190

τάλαιν’ Ἀφροδίτην ὤμοσας; χαρίεντά γ’ ἂν ἔδρασας, εἰ τοῦτ’ εἶπας ἐν τἠκκλησίᾳ.

### 190

ἀλλ’ οὐκ ἂν εἶπον. μηδ’ ἐθίζου νῦν λέγειν. τὸ συμμαχικὸν αὖ τοῦθ’, ὅτ’ ἐσκοπούμεθα, εἰ μὴ γένοιτ’, ἀπολεῖν ἔφασκον τὴν πόλιν.

### 195

ὅτε δὴ δ’ ἐγένετ’, ἤχθοντο, τῶν δὲ ῥητόρων ὁ τοῦτ’ ἀναπείσας εὐθὺς ἀποδρὰς ᾤχετο. ναῦς δεῖ καθέλκειν· τῷ πένητι μὲν δοκεῖ, τοῖς πλουσίοις δὲ καὶ γεωργοῖς οὐ δοκεῖ. Κορινθίοις ἄχθεσθε, κἀκεῖνοί γέ σοι·

### 195

νῦν εἰσὶ χρηστοί, καὶ σύ νυν χρηστὸς γενοῦ. Ἁργεῖος ἀμαθής, ἀλλ’ Ἱερώνυμος σοφός. σωτηρία παρέκυψεν, ἀλλ’ ὀργίζεται Θρασύβουλος αὐτὸς οὐχὶ παρακαλούμενος.

### 195

ὡς ξυνετὸς ἁνήρ. νῦν καλῶς ἐπῄνεσας.

### 205

ὑμεῖς γάρ ἐστ’, ὦ δῆμε, τούτων αἴτιοι. τὰ δημόσια γὰρ μισθοφοροῦντες χρήματα

### 205

ἰδίᾳ σκοπεῖσθ’ ἕκαστος ὅ τι τις κερδανεῖ, τὸ δὲ κοινὸν ὥσπερ Αἴσιμος κυλίνδεται. ἢν οὖν ἐμοὶ πείθησθε, σωθήσεσθ’ ἔτι.

### 210

ταῖς γὰρ γυναιξὶ φημὶ χρῆναι τὴν πόλιν ἡμᾶς παραδοῦναι. καὶ γὰρ ἐν ταῖς οἰκίαις ταύταις ἐπιτρόποις καὶ ταμίαισι χρώμεθα.

### 210

εὖ γ’ εὖ γε νὴ Δί’, εὖ γε. λέγε, λέγ’ ὦγαθέ.

### 210

ὡς δ’ εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονες

### 215

ἐγὼ διδάξω. πρῶτα μὲν γὰρ τἄρια βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον ἁπαξάπασαι, κοὐχὶ μεταπειρωμένας ἴδοις ἂν αὐτάς. ἡ δ’ Ἀθηναίων πόλις, εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο,

### 220

εἰ μή τι καινὸν ἄλλο περιηργάζετο. καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ. ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ.

### 223a

τὰ Θεσμοφόρι’ ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ.

### 223b

πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ.

### 224

τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ.

### 225

μοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ.

### 225

αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ. οἶνον φιλοῦς’ εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ. βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ. ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν

### 230

μὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθα τί ποτ’ ἄρα δρᾶν μέλλουσιν, ἀλλ’ ἁπλῷ τρόπῳ ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα, ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες σῴζειν ἐπιθυμήσουσιν· εἶτα σιτία

### 235

τίς τῆς τεκούσης θᾶττον ἐπιπέμψειεν ἄν; χρήματα πορίζειν εὐπορώτατον γυνή, ἄρχουσά τ’ οὐκ ἂν ἐξαπατηθείη ποτέ· αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι. τὰ δ’ ἄλλ’ ἐάσω. ταῦτ’ ἐὰν πείθησθέ μοι,

### 240

εὐδαιμονοῦντες τὸν βίον διάξετε.

### 240

εὖ γ’ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς. πόθεν, ὦ τάλαινα, ταῦτ’ ἔμαθες οὕτω καλῶς;

### 240

ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκης’ ἐν πυκνί. ἔπειτ’ ἀκούους’ ἐξέμαθον τῶν ῥητόρων.

### 245

οὐκ ἐτὸς ἄρ’ ὦ μέλ’ ἦσθα δεινὴ καὶ σοφή.

### 245

καί σε στρατηγὸν αἱ γυναῖκες αὐτόθεν αἱρούμεθ’, ἢν ταῦθ’ ἁπινοεῖς κατεργάσῃ. ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς, πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ;

### 245

φήσω παραφρονεῖν αὐτόν. ἀλλὰ τοῦτό γε

### 245

ἴσασι πάντες. ἀλλὰ καὶ μελαγχολᾶν.

### 245

καὶ τοῦτ’ ἴσασιν. ἀλλὰ καὶ τὰ τρύβλια κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς.

### 245

τί δ’ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ;

### 255

τοῦτον μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν.

### 255

τί δ’ ἢν ὑποκρούωσίν σε; προσκινήσομαι ἅτ’ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων.

### 255

ἐκεῖνο μόνον ἄσκεπτον, ἤν ς’ οἱ τοξόται

### 255

ἕλκωσιν, ὅ τι δράσεις ποτ’. ἐξαγκωνιῶ

### 260

ὡδί· μέση γὰρ οὐδέποτε ληφθήσομαι.

**ΧΟΡΟΣ**

### 260

ἡμεῖς δέ γ’, ἢν αἴρως’, ἐᾶν κελεύσομεν.

### 260

ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς.

### 260

ἐκεῖνο δ’ οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳ τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε.

### 265

εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει.

**ΠΡΑΞΑΓΟΡΑ**

### 265

χαλεπὸν τὸ πρᾶγμ’· ὅμως δὲ χειροτονητέον ἐξωμισάσαις τὸν ἕτερον βραχίονα. ἄγε νυν ἀναστέλλεσθ’ ἄνω τὰ χιτώνια· ὑποδεῖσθε δ’ ὡς τάχιστα τὰς Λακωνικάς,

### 270

ὥσπερ τὸν ἄνδρ’ ἐθεᾶσθ’, ὅτ’ εἰς ἐκκλησίαν μέλλοι βαδίζειν ἢ θύραζ’ ἑκάστοτε. ἔπειτ’ ἐπειδὰν ταῦτα πάντ’ ἔχῃ καλῶς, περιδεῖσθε τοὺς πώγωνας. ἡνίκ’ ἂν δέ γε τούτους ἀκριβώσητε περιηρμοσμέναι,

### 275

καὶ θαἰμάτια τἀνδρεῖ’ ἅπερ γ’ ἐκλέψατε ἐπαναβάλησθε, κᾆτα ταῖς βακτηρίαις ἐπερειδόμεναι βαδίζετ’ ᾄδουσαι μέλος πρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναι

### 275

τὸν τῶν ἀγροίκων. εὖ λέγεις. ἡμεῖς δέ γε

### 280

προΐωμεν αὐτῶν. καὶ γὰρ ἑτέρας οἴομαι ἐκ τῶν ἀγρῶν ἐς τὴν πύκν’ ἥξειν ἄντικρυς

### 280

γυναῖκας. ἀλλὰ σπεύσαθ’ ὡς εἴωθ’ ἐκεῖ τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκνα ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον.

**ΧΟΡΟΣ**

### 285

ὥρα προβαίνειν ὦνδρες ἡμῖν ἐστι· τοῦτο γὰρ χρὴ μεμνημένας ἀεὶ λέγειν, ὡς μήποτ’ ἐξολίσθῃ, ἡμᾶς. ὁ κίνδυνος γὰρ οὐχὶ μικρός, ἢν ἁλῶμεν ἐνδυόμεναι κατὰ σκότον τόλμημα τηλικοῦτον.

### 289/290

χωρῶμεν εἰς ἐκκλησίαν ὦνδρες· ἠπείλησε γὰρ

### 291a

ὁ θεσμοθέτης, ὃς ἂν

### 291a

μὴ πρῲ πάνυ τοῦ κνέφους

### 291b

ἥκῃ κεκονιμένος,

### 292a

στέργων σκοροδάλμῃ

### 292b

βλέπων ὑπότριμμα, μὴ

### 292b

δώσειν τὸ τριώβολον.

### 293a

ἀλλ’, ὦ Χαριτιμίδη

### 293b

καὶ Σμίκυθε καὶ Δράκης,

### 294

ἕπου κατεπείγων,

### 295a

σαυτῷ προσέχων ὅπως

### 295a

μηδὲν παραχορδιεῖς

### 295b

ὧν δεῖ ς’ ἀποδεῖξαι·

### 296

ὅπως δὲ τὸ σύμβολον λαβόντες ἔπειτα πλη‐

### 297

σίοι καθεδούμεθ’, ὡς

### 297

ἂν χειροτονῶμεν ἅπανθ’ ὁπός’ ἂν δέῃ τὰς ἡμετέρας φίλας—

### 299

καίτοι τί λέγω; φίλους

### 299

γὰρ χρῆν μ’ ὀνομάζειν.

### 300/301

ὅρα δ’ ὅπως ὠθήσομεν τούσδε τοὺς ἐξ ἄστεως

### 302a

ἥκοντας, ὅσοι πρὸ τοῦ

### 302a

μέν, ἡνίκ’ ἔδει λαβεῖν

### 302b

ἐλθόντ’ ὀβολὸν μόνον,

### 303a

καθῆντο λαλοῦντες

### 303b

ἐν τοῖς στεφανώμασιν,

### 303b

νυνὶ δ’ ἐνοχλοῦς’ ἄγαν.

### 304a

ἀλλ’ οὐχί, Μυρωνίδης

### 304b

ὅτ’ ἦρχεν ὁ γεννάδας,

### 305a

οὐδεὶς ἂν ἐτόλμα

### 305b

τὰ τῆς πόλεως διοι‐

### 305b

κεῖν ἀργύριον φέρων·

### 306

ἀλλ’ ἧκεν ἕκαστος ἐν ἀσκιδίῳ φέρων πιεῖν ἅμα τ’ ἄρτον αὑ‐

### 308

τῷ καὶ δύο κρομμύω

### 308

καὶ τρεῖς ἂν ἐλάας. νυνὶ δὲ τριώβολον

### 310

ζητοῦσι λαβεῖν, ὅταν

### 310

πράττωσί τι κοινὸν ὥσ‐

### 310

περ πηλοφοροῦντες.

**ΒΛΕΠΥΡΟΣ**

### 311

τί τὸ πρᾶγμα; ποῖ ποθ’ ἡ γυνὴ φρούδη ’στί μοι; ἐπεὶ πρὸς ἕω νῦν γ’ ἔστιν, ἡ δ’ οὐ φαίνεται. ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν, τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ

### 315

καὶ θοἰμάτιον. ὅτε δὴ δ’ ἐκεῖνο ψηλαφῶν οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δ’ ἤδη τὴν θύραν ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον, καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι.

### 320

ἀλλ’ ἐν καθαρῷ ποῦ ποῦ τις ἂν χέσας τύχοι; ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ; οὐ γάρ με νῦν χέζοντά γ’ οὐδεὶς ὄψεται. οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην γυναῖχ’· ὅσας εἴμ’ ἄξιος πληγὰς λαβεῖν.

### 325

οὐ γάρ ποθ’ ὑγιὲς οὐδὲν ἐξελήλυθεν δράσους’. ὅμως δ’ οὖν ἐστιν ἀποπατητέον.

**ΑΝΗΡ**

### 327

τίς ἔστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν;

**ΒΛΕΠΥΡΟΣ**

### 327

νὴ τὸν Δί’ αὐτὸς δῆτ’ ἐκεῖνος. εἰπέ μοι, τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι που

### 330

Κινησίας σου κατατετίληκέν ποθεν;

### 330

οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται.

**ΑΝΗΡ**

### 330

τὸ δ’ ἱμάτιόν σου ποῦ ’στιν; οὐκ ἔχω φράσαι. ζητῶν γὰρ αὔτ’ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν.

### 335

εἶτ’ οὐδὲ τὴν γυναῖκ’ ἐκέλευσάς σοι φράσαι;

**ΒΛΕΠΥΡΟΣ**

### 335

μὰ τὸν Δί’ οὐ γὰρ ἔνδον οὖσα τυγχάνει, ἀλλ’ ἐκτετρύπηκεν λαθοῦσά μ’ ἔνδοθεν. ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον.

**ΑΝΗΡ**

### 335

νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς

### 340

ἐμοὶ πέπονθας· καὶ γὰρ ᾗ ξύνειμ’ ἐγὼ φρούδη ’στ’ ἔχουσα θοἰμάτιον οὑγὼ ’φόρουν. κοὐ τοῦτο λυπεῖ μ’, ἀλλὰ καὶ τὰς ἐμβάδας. οὔκουν λαβεῖν γ’ αὐτὰς ἐδυνάμην οὐδαμοῦ.

**ΒΛΕΠΥΡΟΣ**

### 340

μὰ τὸν Διόνυσον, οὐδ’ ἐγὼ γὰρ τὰς ἐμὰς

### 345

Λακωνικάς, ἀλλ’ ὡς ἔτυχον χεζητιῶν, ἐς τὼ κοθόρνω τὼ πόδ’ ἐνθεὶς ἵεμαι, ἵνα μὴ ’γχέσαιμ’ ἐς τὴν σισύραν· φανὴ γὰρ ἦν.

### 345

τί δῆτ’ ἂν εἴη; μῶν ἐπ’ ἄριστον γυνὴ

### 345

κέκληκεν αὐτὴν τῶν φίλων; γνώμην γ’ ἐμήν.

### 345

οὔκουν πονηρά γ’ ἐστὶν ὅ τι κἄμ’ εἰδέναι. ἀλλὰ σὺ μὲν ἱμονιάν τιν’ ἀποπατεῖς, ἐμοὶ 〈δ’〉 ὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν, ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.

### 345

κἄγωγ’, ἐπειδὰν ἀποπατήσω· νῦν δέ μοι

### 355

ἀχράς τις ἐγκλῄσας’ ἔχει τὰ σιτία.

**ΑΝΗΡ**

### 355

μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς;

**ΒΛΕΠΥΡΟΣ**

### 355

νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα. ἀτὰρ τί δράσω; καὶ γὰρ οὐδὲ τοῦτό με μόνον τὸ λυποῦν ἐστιν, ἀλλ’ ὅταν φάγω,

### 360

ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος. νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν, ὅστις ποτ’ ἔσθ’ ἅνθρωπος ἁχραδούσιος. τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα; τίς τῶν καταπρώκτων δεινός ἐστι τὴν τέχνην;

### 365

ἆρ’ οἶδ’ Ἀμύνων; ἀλλ’ ἴσως ἀρνήσεται. Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ· οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων

### 365

οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν. ὦ πότνι’ Εἰλείθυια μή με περιίδῃς

### 370

διαρραγέντα μηδὲ βεβαλανωμένον, ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική.

**ΧΡΕΜΗΣ**

### 372

οὗτος, τί ποιεῖς; οὔτι που χέζεις; ἐγώ; οὐ δῆτ’ ἔτι γε μὰ τὸν Δί’, ἀλλ’ ἀνίσταμαι.

### 372

τὸ τῆς γυναικὸς δ’ ἀμπέχει χιτώνιον;

**ΒΛΕΠΥΡΟΣ**

### 375

ἐν τῷ σκότῳ γὰρ τοῦτ’ ἔτυχον ἔνδον λαβών.

### 375

ἀτὰρ πόθεν ἥκεις ἐτεόν; ἐξ ἐκκλησίας.

### 375

ἤδη λέλυται γάρ; νὴ Δί’ ὄρθριον μὲν οὖν. καὶ δῆτα πολὺν ἡ μίλτος, ὦ Ζεῦ φίλτατε, γέλων πάρεσχεν, ἣν προσέρραινον κύκλῳ.

### 380

τὸ τριώβολον δῆτ’ ἔλαβες; εἰ γὰρ ὤφελον. ἀλλ’ ὕστερος νῦν ἦλθον, ὥστ’ αἰσχύνομαι.

### 380

μὰ τὸν Δί’ οὐδέν’ ἄλλον ἢ τὸν θύλακον.

### 380

τὸ δ’ αἴτιον τί; πλεῖστος ἀνθρώπων ὄχλος, ὅσος οὐδεπώποτ’ ἦλθ’ ἁθρόος ἐς τὴν πύκνα.

### 385

καὶ δῆτα πάντας σκυτοτόμοις ᾐκάζομεν

### 385

ὁρῶντες αὐτούς· οὐ γὰρ ἀλλ’ ὑπερφυῶς ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία. ὥστ’ οὐκ ἔλαβον οὔτ’ αὐτὸς οὔτ’ ἄλλοι συχνοί.

### 385

οὐδ’ ἄρ’ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών; πόθεν;

### 390

οὐδ’ εἰ μὰ Δία τότ’ ἦλθες ὅτε τὸ δεύτερον

### 390

ἁλεκτρυὼν ἐφθέγγετ’. οἴμοι δείλαιος. Ἀντίλοχ’, ἀποίμωξόν με τοῦ τριωβόλου τὸν ζῶντα μᾶλλον· τἀμὰ γὰρ διοίχεται. ἀτὰρ τί τὸ πρᾶγμ’ ἦν, ὅτι τοσοῦτον χρῆμ’ ὄχλου

### 395

οὕτως ἐν ὥρᾳ ξυνελέγη; τί δ’ ἄλλο γ’ ἢ ἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίας γνώμας καθεῖναι τῆς πόλεως; κᾆτ’ εὐθέως πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν. κἄπειθ’ ὁ δῆμος ἀναβοᾷ πόσον δοκεῖς,

### 395

“οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν, καὶ ταῦτα περὶ σωτηρίας προκειμένου, ὃς αὐτὸς αὑτῷ βλεφαρίδ’ οὐκ ἐσώσατο;” ὁ δ’ ἀναβοήσας καὶ περιβλέψας ἔφη

### 395

“τί δαί με χρὴ δρᾶν;” “σκόροδ’ ὁμοῦ τρίψαντ’

### 404

ὀπῷ

### 405

τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας”,

### 405

ἔγωγ’ ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον.

**ΧΡΕΜΗΣ**

### 405

μετὰ τοῦτον Εὐαίων ὁ δεξιώτατος παρῆλθε γυμνός, ὡς ἐδόκει τοῖς πλείοσιν—

### 410

αὐτός γε μέντοὔφασκεν ἱμάτιον ἔχειν— κἄπειτ’ ἔλεξε δημοτικωτάτους λόγους· “ὁρᾶτε μέν με δεόμενον σωτηρίας τετραστατήρου καὐτόν· ἀλλ’ ὅμως ἐρῶ ὡς τὴν πόλιν καὶ τοὺς πολίτας σώσετε.

### 415

ἢν γὰρ παρέχωσι τοῖς δεομένοις οἱ κναφῆς χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ, πλευρῖτις ἡμῶν οὐδέν’ ἂν λάβοι ποτέ. ὅσοις δὲ κλίνη μή ’στι μηδὲ στρώματα, ἰέναι καθευδήσοντας ἀπονενιμμένους

### 420

ἐς τῶν σκυλοδεψῶν· ἢν δ’ ἀποκλῄῃ τῇ θύρᾳ χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω.”

**ΒΛΕΠΥΡΟΣ**

### 420

νὴ τὸν Διόνυσον χρηστά γ’. εἰ δ’ ἐκεῖνά γε προσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν, τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας

### 425

δεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά, ἵνα τοῦτ’ ἀπέλαυσαν Ναυσικύδους τἀγαθόν.

**ΧΡΕΜΗΣ**

### 425

μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίας λευκός τις ἀνεπήδης’ ὅμοιος Νικίᾳ δημηγορήσων, κἀπεχείρησεν λέγειν

### 430

ὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν. εἶτ’ ἐθορύβησαν κἀνέκραγον ὡς εὖ λέγοι, τὸ σκυτοτομικὸν πλῆθος, οἱ δ’ ἐκ τῶν ἀγρῶν

**ΒΛΕΠΥΡΟΣ**

### 430

ἀνεβορβόρυξαν. νοῦν γὰρ εἶχον, νὴ Δία.

**ΧΡΕΜΗΣ**

### 430

ἀλλ’ ἦσαν ἥττους· ὁ δὲ κατεῖχε τῇ βοῇ,

### 435

τὰς μὲν γυναῖκας πόλλ’ ἀγαθὰ λέγων, σὲ δὲ

**ΒΛΕΠΥΡΟΣ**

### 435

πολλὰ κακά. καὶ τί εἶπε; πρῶτον μέν ς’ ἔφη

### 435

εἶναι πανοῦργον. καὶ σέ; μή πω τοῦτ’ ἔρῃ.

### 435

κἄπειτα κλέπτην. ἐμὲ μόνον; καὶ νὴ Δία

### 435

καὶ συκοφάντην. ἐμὲ μόνον; καὶ νὴ Δία

### 440

τωνδὶ τὸ πλῆθος. τίς δὲ τοῦτ’ ἄλλως λέγει;

**ΧΡΕΜΗΣ**

### 440

γυναῖκα δ’ εἶναι πρᾶγμ’ ἔφη νουβυστικὸν καὶ χρηματοποιόν. κοὔτε τἀπόρρητ’ ἔφη ἐκ Θεσμοφόροιν ἑκάστοτ’ αὐτὰς ἐκφέρειν, σὲ δὲ κἀμὲ βουλεύοντε τοῦτο δρᾶν ἀεί.

**ΒΛΕΠΥΡΟΣ**

### 445

καὶ νὴ τὸν Ἑρμῆν τοῦτό γ’ οὐκ ἐψεύσατο.

**ΧΡΕΜΗΣ**

### 445

ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφη ἱμάτια χρυσί’ ἀργύριον ἐκπώματα μόνας μόναις, οὐ μαρτύρων ἐναντίον, καὶ ταῦτ’ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν,

### 445

ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν.

**ΒΛΕΠΥΡΟΣ**

### 445

νὴ τὸν Ποσειδῶ μαρτύρων γ’ ἐναντίον.

**ΧΡΕΜΗΣ**

### 454

ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει·

### 452

οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸν δῆμον καταλύειν, ἄλλα πολλὰ κἀγαθά.

**ΒΛΕΠΥΡΟΣ**

### 455

τί δῆτ’ ἔδοξεν; ἐπιτρέπειν γε τὴν πόλιν ταύταις· ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει

### 455

οὔπω γεγενῆσθαι. καὶ δέδοκται; φήμ’ ἐγώ.

### 455

ἅπαντά τ’ αὐταῖς ἐστι προστεταγμένα

### 455

ἃ τοῖσιν ἀστοῖς ἔμελεν; οὕτω ταῦτ’ ἔχει.

### 460

οὐδ’ ἐς δικαστήριον ἄρ’ εἶμ’, ἀλλ’ ἡ γυνή;

**ΧΡΕΜΗΣ**

### 460

οὐδ’ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλ’ ἡ γυνή.

**ΒΛΕΠΥΡΟΣ**

### 460

οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμ’ ἆρά μοι;

**ΧΡΕΜΗΣ**

### 460

μὰ Δί’ ἀλλὰ ταῖς γυναιξὶ ταῦτ’ ἤδη μέλει· σὺ δ’ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς.

**ΒΛΕΠΥΡΟΣ**

### 465

ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν, μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας

### 465

ἔπειτ’ ἀναγκάζωσι πρὸς βίαν— τί δρᾶν;

### 465

κινεῖν ἑαυτάς. ἢν δὲ μὴ δυνώμεθα;

### 465

ἄριστον οὐ δώσουσι. σὺ δέ γε νὴ Δία

### 470

δρᾶ ταῦθ’, ἵν’ ἀριστᾷς τε καὶ κινῇς ἅμα.

### 470

τὸ πρὸς βίαν δεινότατον. ἀλλ’ εἰ τῇ πόλει τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντ’ ἄνδρα δρᾶν.

### 470

λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων, ἀνόηθ’ ὅς’ ἂν καὶ μῶρα βουλευσώμεθα,

### 475

ἅπαντ’ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν.

**ΧΡΕΜΗΣ**

### 475

καὶ ξυμφέροι γ’, ὦ πότνια Παλλὰς καὶ θεοί.

### 475

ἀλλ’ εἶμι· σὺ δ’ ὑγίαινε. καὶ σύ γ’, ὦ Χρέμης.

**ΧΟΡΟΣ**

### 477

ἔμβα χώρει. ἆρ’ ἔστι τῶν ἀνδρῶν τις ἡμῖν ὅστις ἐπακολουθεῖ;

### 480

στρέφου, σκόπει, φύλαττε σαυτὴν ἀσφαλῶς, πολλοὶ γὰρ οἱ πανοῦργοι, μή πού τις ἐκ τοὔπισθεν ὢν τὸ σχῆμα καταφυλάξῃ.

### 482

ἀλλ’ ὡς μάλιστα τοῖν ποδοῖν ἐπικτυπῶν βάδιζε. ἡμῖν δ’ ἂν αἰσχύνην φέροι

### 485

πάσαισι παρὰ τοῖς ἀνδράσιν τὸ πρᾶγμα τοῦτ’ ἐλεγχθέν. πρὸς ταῦτα συστέλλου σεαυ‐

### 486

τὴν καὶ περισκοπουμένη 〈ἄθρει κύκλῳ〉 κἀκεῖσε καὶ τἀκ δεξιᾶς, μὴ συμφορὰ γενήσεται τὸ πρᾶγμα. ἀλλ’ ἐγκονῶμεν· τοῦ τόπου γὰρ ἐγγύς ἐσμεν ἤδη,

### 490

ὅθενπερ εἰς ἐκκλησίαν ὡρμώμεθ’ ἡνίκ’ ᾖμεν. τὴν δ’ οἰκίαν ἔξεσθ’ ὁρᾶν, ὅθενπερ ἡ στρατηγὸς ἔσθ’ ἡ τὸ πρᾶγμ’ εὑροῦς’ ὃ νῦν ἔδοξε τοῖς πολίταις.

### 492

ὥστ’ εἰκὸς ἡμᾶς μὴ βραδύνειν ἔστ’ ἐπαναμενούσας πώγωνας ἐξηρτημένας,

### 495

μὴ καί τις ὄψεθ’ ἡμέρας χἠμῶν ἴσως κατείπῃ. ἀλλ’ εἶα δεῦρ’ ἐπὶ σκιᾶς ἐλθοῦσα πρὸς τὸ τειχίον, παραβλέπουσα θατέρῳ, πάλιν μετασκεύαζε σαυτὴν αὖθις ἥπερ ἦσθα,

### 495

καὶ μὴ βράδυν’· ὡς τήνδε καὶ δὴ τὴν στρατηγὸν ἡμῶν χωροῦσαν ἐξ ἐκκλησίας ὁρῶμεν. ἀλλ’ ἐπείγου ἅπασα καὶ μίσει σάκον πρὸς τοῖν γναθοῖν ἔχουσα· χαὖται γὰρ ἄκουσαι πάλαι τὸ σχῆμα τοῦτ’ ἔχουσιν.

**ΠΡΑΞΑΓΟΡΑ**

### 503

ταυτὶ μὲν ἡμῖν, ὦ γυναῖκες, εὐτυχῶς

### 505

τὰ πράγματ’ ἐκβέβηκεν ἁβουλεύσαμεν. ἀλλ’ ὡς τάχιστα, πρίν τιν’ ἀνθρώπων ἰδεῖν, ῥιπτεῖτε χλαίνας, ἐμβὰς ἐκποδὼν ἴτω— χάλα συναπτοὺς ἡνίας Λακωνικάς— βακτηρίας ἄφεσθε. καὶ μέντοι σὺ μὲν

### 510

ταύτας κατευτρέπιζ’, ἐγὼ δὲ βούλομαι, εἴσω παρερπύσασα πρὶν τὸν ἄνδρα με ἰδεῖν, καταθέσθαι θοἰμάτιον αὐτοῦ πάλιν

### 510

ὅθενπερ ἔλαβον, τἄλλα θ’ ἁξηνεγκάμην.

**ΧΟΡΟΣ**

### 510

κεῖται 〈καὶ〉 δὴ πάνθ’ ἅπερ εἶπας, σὸν δ’ ἔργον τἄλλα

### 514

διδάσκειν,

### 515

ὅ τί σοι δρῶσαι ξύμφορον ἡμεῖς δόξομεν ὀρθῶς ὑπακούειν. οὐδεμιᾷ γὰρ δεινοτέρᾳ σου ξυμμείξας’ οἶδα γυναικί.

**ΠΡΑΞΑΓΟΡΑ**

### 515

περιμείνατέ νυν, ἵνα τῆς ἀρχῆς ἣν ἄρτι κεχειροτόνημαι, ξυμβούλοισιν πάσαις ὑμῖν χρήσωμαι. καὶ γὰρ ἐκεῖ μοι ἐν τῷ θορύβῳ καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε.

**ΒΛΕΠΥΡΟΣ**

### 520

αὕτη, πόθεν ἥκεις, Πραξαγόρα; τί δ’, ὦ μέλε,

### 520

σοὶ τοῦθ’; ὅ τί μοι τοῦτ’ ἔστιν; ὡς εὐηθικῶς.

**ΠΡΑΞΑΓΟΡΑ**

### 520

οὔτοι παρὰ τοῦ μοιχοῦ γε φήσεις. οὐκ ἴσως

### 520

ἑνός γε. καὶ μὴν βασανίσαι τουτί γέ σοι

**ΒΛΕΠΥΡΟΣ ΚΑΙ ΠΡΑΞΑΓΟΡΑ**

### 520

ἔξεστι. πῶς; εἰ τῆς κεφαλῆς ὄζω μύρου.

**ΒΛΕΠΥΡΟΣ**

### 525

τί δ’; οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου;

**ΠΡΑΞΑΓΟΡΑ**

### 525

οὐ δὴ τάλαιν’ ἔγωγε. πῶς οὖν ὄρθριον ᾤχου σιωπῇ θοἰμάτιον λαβοῦσά μου;

### 525

γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλη

### 525

μετεπέμψατ’ ὠδίνουσα. κᾆτ’ οὐκ ἦν ἐμοὶ

### 530

φράσασαν ἰέναι; τῆς λεχοῦς δ’ οὐ φροντίσαι

### 530

οὕτως ἐχούσης, ὦνερ; εἰποῦσάν γέ μοι.

### 530

ἀλλ’ ἔστιν ἐνταῦθά τι κακόν. μὰ τὼ θεὼ ἀλλ’ ὥσπερ εἶχον ᾠχόμην· ἐδεῖτο δὲ ἥπερ μεθῆκέ μ’ ἐξιέναι πάσῃ τέχνῃ.

**ΒΛΕΠΥΡΟΣ**

### 535

εἶτ’ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν ς’ ἔχειν; ἀλλ’ ἔμ’ ἀποδύσας’ ἐπιβαλοῦσα τοὔγκυκλον ᾤχου καταλιποῦς’ ὡσπερεὶ προκείμενον, μόνον οὐ στεφανώσας’ οὐδ’ ἐπιθεῖσα λήκυθον.

**ΠΡΑΞΑΓΟΡΑ**

### 535

ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής·

### 540

ἔπειθ’ ἵν’ ἀλεαίνοιμι τοῦτ’ ἠμπεσχόμην. σὲ δ’ ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασιν

### 540

κατέλιπον, ὦνερ. αἱ δὲ δὴ Λακωνικαὶ ᾤχοντο μετὰ σοῦ κατὰ τί χἠ βακτηρία;

### 540

ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην

### 545

μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ.

**ΒΛΕΠΥΡΟΣ**

### 545

οἶσθ’ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα, ὃν χρῆν ἔμ’ ἐξ ἐκκλησίας εἰληφέναι;

**ΠΡΑΞΑΓΟΡΑ**

### 545

μὴ φροντίσῃς· ἄρρεν γὰρ ἔτεκε παιδίον.

**ΒΛΕΠΥΡΟΣ ΚΑΙ ΠΡΑΞΑΓΟΡΑ**

### 545

ἡκκλησία; μὰ Δί’ ἀλλ’ ἐφ’ ἣν ἐγᾠχόμην.

### 545

ἀτὰρ γεγένηται; ναὶ μὰ Δί’. οὐκ ᾔδησθά με

### 545

φράσαντά σοι χθές; ἄρτι γ’ ἀναμιμνῄσκομαι.

**ΒΛΕΠΥΡΟΣ**

### 545

οὐδ’ ἄρα τὰ δόξαντ’ οἶσθα; μὰ Δί’ ἐγὼ μὲν οὔ.

### 545

κάθησο τοίνυν σηπίας μασωμένη.

### 555

ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν.

**ΠΡΑΞΑΓΟΡΑ**

### 555

τί δρᾶν; ὑφαίνειν; οὐ μὰ Δί’ ἀλλ’ ἄρχειν. τίνων;

**ΒΛΕΠΥΡΟΣ**

### 555

ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων.

**ΠΡΑΞΑΓΟΡΑ**

### 555

νὴ τὴν Ἀφροδίτην μακαρία γ’ ἄρ’ ἡ πόλις

### 555

ἔσται τὸ λοιπόν. κατὰ τί; πολλῶν οὕνεκα.

### 560

οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν ἔσται τὸ λοιπόν. οὐδαμοῦ δὲ μαρτυρεῖν,

### 560

οὐ συκοφαντεῖν— μηδαμῶς πρὸς τῶν θεῶν τουτὶ ποιήσῃς μηδ’ ἀφέλῃ μου τὸν βίον.

**ΧΡΕΜΗΣ**

### 560

ὦ δαιμόνι’ ἀνδρῶν, τὴν γυναῖκ’ ἔα λέγειν.

**ΠΡΑΞΑΓΟΡΑ**

### 565

μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον, μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα,

### 565

μὴ λοιδορεῖσθαι, μὴ ’νεχυραζόμενον φέρειν.

**ΧΡΕΜΗΣ**

### 565

νὴ τὸν Ποσειδῶ μεγάλα γ’, εἰ μὴ ψεύσεται.

**ΠΡΑΞΑΓΟΡΑ**

### 565

ἀλλ’ ἀποφανῶ τοῦθ’, ὥστε σέ τέ μοι μαρτυρεῖν

### 570

καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοί.

**ΧΟΡΟΣ**

### 570

νῦν δὴ δεῖ σε πυκνὴν φρένα καὶ φιλόσοφον ἐγείρειν

### 571

φροντίδ’ ἐπισταμένην ταῖσι φίλαισιν ἀμύνειν. κοινῇ γὰρ ἐπ’ εὐτυχίαισιν ἔρχεται γλώττης ἐπίνοια πολίτην

### 575

δῆμον ἐπαγλαϊοῦσα μυρίαισιν ὠφελίαισι βίου· δηλοῦν 〈δ’〉 ὅ τί περ δύναται

### 576

καιρός. δεῖται γάρ τοι σοφοῦ τινος ἐξευρήματος ἡ πόλις ἡμῶν. ἀλλὰ πέραινε μόνον μήτε δεδραμένα μήτ’ εἰρημένα πω πρότερον.

### 580

μισοῦσι γὰρ ἢν τὰ παλαιὰ πολλάκις θεῶνται. ἀλλ’ οὐ μέλλειν, ἀλλ’ ἅπτεσθαι καὶ δὴ χρῆν ταῖς διανοίαις, ὡς τὸ ταχύνειν χαρίτων μετέχει πλεῖστον παρὰ τοῖσι

### 582

θεαταῖς.

**ΠΡΑΞΑΓΟΡΑ**

### 582

καὶ μὴν ὅτι μὲν χρηστὰ διδάξω πιστεύω· τοὺς δὲ θεατάς, εἰ καινοτομεῖν ἐθελήσουσιν καὶ μὴ τοῖς ἠθάσι λίαν

### 585

τοῖς τ’ ἀρχαίοις ἐνδιατρίβειν, τοῦτ’ ἔσθ’ ὃ μάλιστα

### 585

δέδοικα.

**ΒΛΕΠΥΡΟΣ**

### 585

περὶ μὲν τοίνυν τοῦ καινοτομεῖν μὴ δείσῃς· τοῦτο γὰρ

### 586

ἡμῖν

### 586

δρᾶν ἀντ’ ἄλλης ἀρχῆς ἐστιν, τῶν δ’ ἀρχαίων ἀμελῆσαι.

**ΠΡΑΞΑΓΟΡΑ**

### 586

μή νυν πρότερον μηδεὶς ὑμῶν ἀντείπῃ μηδ’ ὑποκρούσῃ, πρὶν ἐπίστασθαι τὴν ἐπίνοιαν καὶ τοῦ φράζοντος ἀκοῦ‐

### 589

σαι.

### 590

κοινωνεῖν γὰρ πάντας φήσω χρῆναι πάντων μετέχον‐

### 590

τας κἀκ ταὐτοῦ ζῆν, καὶ μὴ τὸν μὲν πλουτεῖν, τὸν δ’ ἄθλιον

### 591

εἶναι, μηδὲ γεωργεῖν τὸν μὲν πολλήν, τῷ δ’ εἶναι μηδὲ ταφῆναι, μηδ’ ἀνδραπόδοις τὸν μὲν χρῆσθαι πολλοῖς, τὸν δ’ οὐδ’

### 593

ἀκολούθῳ. ἀλλ’ ἕνα ποιῶ κοινὸν πᾶσιν βίοτον, καὶ τοῦτον ὅμοιον.

**ΒΛΕΠΥΡΟΣ**

### 595

πῶς οὖν ἔσται κοινὸς ἅπασιν; κατέδει πέλεθον

### 595

πρότερός μου.

### 595

καὶ τῶν πελέθων κοινωνοῦμεν; μὰ Δί’ ἀλλ’ ἔφθης

### 596

μ’ ὑποκρούσας. τοῦτο γὰρ ἤμελλον ἐγὼ λέξειν· τὴν γῆν πρώτιστα ποιήσω κοινὴν πάντων καὶ τἀργύριον καὶ τἄλλ’ ὁπός’ ἐστὶν

### 598

ἑκάστῳ. εἶτ’ ἀπὸ τούτων κοινῶν ὄντων ἡμεῖς βοσκήσομεν ὑμᾶς

### 598

ταμιευόμεναι καὶ φειδόμεναι καὶ τὴν γνώμην προσ‐

### 598

έχουσαι.

**ΧΡΕΜΗΣ**

### 598

πῶς οὖν ὅστις μὴ κέκτηται γῆν ἡμῶν, ἀργύριον δὲ

### 598

καὶ Δαρεικούς, ἀφανῆ πλοῦτον; τοῦτ’ ἐς τὸ μέσον

### 602

καταθήσει.

### 602

καὶ μὴ καταθεὶς ψευδορκήσει. κἀκτήσατο γὰρ διὰ

### 603

τοῦτο.

**ΠΡΑΞΑΓΟΡΑ**

### 603

ἀλλ’ οὐδέν τοι χρήσιμον ἔσται πάντως αὐτῷ. κατὰ

### 604

δὴ τί;

### 605

οὐδεὶς οὐδὲν πενίᾳ δράσει· πάντα γὰρ ἕξουσιν ἅπαντες, ἄρτους, τεμάχη, μάζας, χλαίνας, οἶνον, στεφάνους, ἐρε‐

### 606

βίνθους. ὥστε τί κέρδος μὴ καταθεῖναι; σὺ γὰρ ἐξευρὼν

### 607

ἀπόδειξον.

**ΧΡΕΜΗΣ**

### 607

οὔκουν καὶ νῦν οὗτοι μᾶλλον κλέπτους’ οἷς ταῦτα

### 608

πάρεστιν;

**ΠΡΑΞΑΓΟΡΑ**

### 608

πρότερόν γ’, ὦταῖρ’, ὅτε τοῖσι νόμοις διεχρώμεθα τοῖς

### 609

προτέροισιν·

### 610

νῦν δ’ ἔσται γὰρ βίος ἐκ κοινοῦ, τί τὸ κέρδος μὴ κατα‐

### 610

θεῖναι;

**ΒΛΕΠΥΡΟΣ**

### 610

ἢν μείρακ’ ἰδὼν ἐπιθυμήσῃ καὶ βούληται σκαλαθῦραι, ἕξει τούτων ἀφελὼν δοῦναι, τῶν ἐκ κοινοῦ δὲ μεθέξει

**ΠΡΑΞΑΓΟΡΑ**

### 610

ξυγκαταδαρθών. ἀλλ’ ἐξέσται προῖκ’ αὐτῷ ξυγ‐

### 613

καταδαρθεῖν. καὶ ταύτας γὰρ κοινὰς ποιῶ τοῖς ἀνδράσι συγκατα‐

### 614

κεῖσθαι

### 615

καὶ παιδοποιεῖν τῷ βουλομένῳ. πῶς οὖν οὐ πάντες

### 615

ἴασιν

### 615

ἐπὶ τὴν ὡραιοτάτην αὐτῶν καὶ ζητήσουσιν ἐρείδειν;

### 615

αἱ φαυλότεραι καὶ σιμότεραι παρὰ τὰς σεμνὰς καθ‐

### 617

εδοῦνται. κᾆτ’ ἢν ταύτης ἐπιθυμήσῃ, τὴν αἰσχρὰν πρῶθ’ ὑπο‐

### 618

κρούσει.

**ΒΛΕΠΥΡΟΣ**

### 618

καὶ πῶς ἡμᾶς τοὺς πρεσβύτας, ἢν ταῖς αἰσχραῖσι

### 619

συνῶμεν,

### 620

οὐκ ἐπιλείψει τὸ πέος πρότερον πρὶν ἐκεῖς’ οἷ φῂς

### 620

ἀφικέσθαι;

**ΠΡΑΞΑΓΟΡΑ**

### 620

οὐχὶ μαχοῦνται περὶ σοῦ· θάρρει, μὴ δείσῃς· οὐχὶ μα‐

### 621

χοῦνται.

**ΒΛΕΠΥΡΟΣ ΚΑΙ ΠΡΑΞΑΓΟΡΑ**

### 621

περὶ τοῦ; τοῦ μὴ ξυγκαταδαρθεῖν. καὶ σοὶ τοιοῦτον

### 622

ὑπάρχει.

**ΒΛΕΠΥΡΟΣ**

### 622

τὸ μὲν ὑμέτερον γνώμην τιν’ ἔχει· προβεβούλευται γὰρ

### 623

ὅπως ἂν μηδεμιᾶς ᾖ τρύπημα κενόν· τὸ δὲ τῶν ἀνδρῶν τί ποιήσει;

### 625

φεύξονται γὰρ τοὺς αἰσχίους, ἐπὶ τοὺς δὲ καλοὺς βαδι‐

### 625

οῦνται.

**ΠΡΑΞΑΓΟΡΑ**

### 625

ἀλλὰ φυλάξους’ οἱ φαυλότεροι τοὺς καλλίους ἀπιόντας ἀπὸ τοῦ δείπνου καὶ τηρήσους’ ἐπὶ τοῖσιν δημοσίοισιν. κοὐκ ἐξέσται παρὰ τοῖσι καλοῖς 〈καὶ τοῖς μεγάλοισ〉

### 628

καταδαρθεῖν ταῖσι γυναιξὶν πρὶν τοῖς αἰσχροῖς καὶ τοῖς μικροῖς

### 629

χαρίσωνται.

**ΒΛΕΠΥΡΟΣ**

### 630

ἡ Λυσικράτους ἄρα νυνὶ ῥὶς ἴσα τοῖσι καλοῖσι φρονή‐

### 630

σει;

**ΠΡΑΞΑΓΟΡΑ**

### 630

νὴ τὸν Ἀπόλλω καὶ δημοτική γ’ ἡ γνώμη καὶ καταχήνη τῶν σεμνοτέρων ἔσται πολλὴ καὶ τῶν σφραγῖδας ἐχόν‐

### 632

των, ὅταν ἐμβάδ’ ἔχων εἴπῃ πρότερος, “παραχώρει κᾆτ’ ἐπι‐

### 633

τήρει, ὅταν ἤδη ’γὼ διαπραξάμενος παραδῶ σοι δευτεριάζειν.”

**ΧΡΕΜΗΣ**

### 635

πῶς οὖν οὕτω ζώντων ἡμῶν τοὺς αὑτοῦ παῖδας ἕκαστος

### 635

ἔσται δυνατὸς διαγιγνώσκειν; τί δὲ δεῖ; πατέρας

### 636

〈γὰρ〉 ἅπαντας τοὺς πρεσβυτέρους αὑτῶν εἶναι τοῖσι χρόνοισιν νομι‐

### 637

οῦσιν.

**ΒΛΕΠΥΡΟΣ**

### 637

οὐκοῦν ἄγξους’ εὖ καὶ χρηστῶς ἑξῆς τὸν πάντα γέροντα διὰ τὴν ἄγνοιαν, ἐπεὶ καὶ νῦν γιγνώσκοντες πατέρ’ ὄντα

### 640

ἄγχουσι. τί δῆθ’ ὅταν ἀγνὼς ᾖ; πῶς οὐ τότε κἀπι‐

### 640

χεσοῦνται;

**ΠΡΑΞΑΓΟΡΑ**

### 640

ἀλλ’ ὁ παρεστὼς οὐκ ἐπιτρέψει· τότε δ’ αὐτοῖς οὐκ ἔμελ’

### 641

οὐδὲν τῶν ἀλλοτρίων, ὅστις τύπτοι, νῦν δ’ ἢν πληγέντος

### 642

ἀκούσῃ, μὴ αὐτὸν ἐκεῖνον τύπτει δεδιὼς τοῖς δρῶσιν τοῦτο μα‐

### 643

χεῖται.

**ΒΛΕΠΥΡΟΣ**

### 643

τὰ μὲν ἄλλα λέγεις οὐδὲν σκαιῶς· εἰ δὲ προσελθὼν

### 644

Ἐπίκουρος

### 645

ἢ Λευκόλοφος “πάππαν” με καλεῖ, τοῦτ’ ἤδη δεινὸν

### 645

ἀκοῦσαι.

**ΠΡΑΞΑΓΟΡΑ**

### 645

πολὺ μέντοι δεινότερον τούτου τοῦ πράγματός ἐστι—

**ΒΛΕΠΥΡΟΣ**

### 646

τὸ ποῖον;

**ΠΡΑΞΑΓΟΡΑ**

### 646

εἴ σε φιλήσειεν Ἀρίστυλλος φάσκων αὑτοῦ πατέρ’ εἶναι.

**ΒΛΕΠΥΡΟΣ**

### 646

οἰμώζοι γ’ ἂν καὶ κωκύοι. σὺ δέ γ’ ὄζοις ἂν καλα‐

### 648

μίνθης. ἀλλ’ οὗτος μὲν πρότερον γέγονεν πρὶν τὸ ψήφισμα

### 649

γενέσθαι,

### 649

ὥστ’ οὐχὶ δέος μή σε φιλήσῃ. δεινὸν μέντἂν ἐπε‐

### 649

πόνθειν.

**ΧΡΕΜΗΣ**

### 649

τὴν γῆν δὲ τίς ἔσθ’ ὁ γεωργήσων; οἱ δοῦλοι. σοὶ δὲ

### 651

μελήσει, ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ

### 652

δεῖπνον.

### 652

περὶ δ’ ἱματίων τίς πόρος ἔσται; καὶ γὰρ τοῦτ’ ἔστιν

### 653

ἐρέσθαι.

**ΠΡΑΞΑΓΟΡΑ**

### 653

τὰ μὲν ὄνθ’ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφ’ ἡμεῖς

### 654

ὑφανοῦμεν.

**ΧΡΕΜΗΣ**

### 655

ἓν ἔτι ζητῶ. πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην

### 655

τῳ, πόθεν ἐκτείσει ταύτην; οὐ γὰρ τῶν κοινῶν γ’ ἐστὶ

### 656

δίκαιον.

**ΠΡΑΞΑΓΟΡΑ**

### 656

ἀλλ’ οὐδὲ δίκαι πρῶτον ἔσονται. τουτὶ τοὔπος ς’

### 657

ἐπιτρίψει.

**ΧΡΕΜΗΣ**

### 657

κἀγὼ ταύτην γνώμην ἐθέμην. τοῦ γὰρ τάλαν οὕνεκ’

### 658

ἔσονται;

**ΒΛΕΠΥΡΟΣ**

### 658

πολλῶν οὕνεκα, νὴ τὸν Ἀπόλλω· πρῶτον δ’ ἑνὸς οὕνεκα

### 659

δήπου,

### 660

ἤν τις ὀφείλων ἐξαρνῆται. πόθεν οὖν ἐδάνεις’ ὁ

### 660

δανείσας, ἐν τῷ κοινῷ πάντων ὄντων; κλέπτων δήπου ’στ’ ἐπί‐

### 661

δηλος.

**ΧΡΕΜΗΣ**

### 661

νὴ τὴν Δήμητρ’ εὖ γε διδάσκεις. τουτὶ τοίνυν φρα‐

### 662

σάτω μοι, τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν εὐωχηθέντες ὑβρίζωσιν; τοῦτο γὰρ οἶμαί ς’ ἀπορήσειν.

**ΠΡΑΞΑΓΟΡΑ**

### 665

ἀπὸ τῆς μάζης ἧς σιτεῖται· ταύτης γὰρ ὅταν τις ἀφ‐

### 665

αιρῇ,

### 665

οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς.

**ΒΛΕΠΥΡΟΣ**

### 665

οὐδ’ αὖ κλέπτης οὐδεὶς ἔσται; πῶς γὰρ κλέψει

### 667

μετὸν αὐτῷ;

### 667

οὐδ’ ἀποδύσους’ ἄρα τῶν νυκτῶν; οὐκ ἢν οἴκοι γε

### 668

καθεύδῃς· οὐδ’ ἤν γε θύραζ’ ὥσπερ πρότερον· βίοτος γὰρ πᾶσιν

### 669

ὑπάρξει.

### 670

ἢν δ’ ἀποδύῃ γ’ αὐτὸς δώσει· τί γὰρ αὐτῷ πρᾶγμα μά‐

### 670

χεσθαι; ἕτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομι‐

### 671

εῖται.

### 671

οὐδὲ κυβεύσους’ ἆρ’ ἄνθρωποι; περὶ τοῦ γὰρ τοῦτο

### 672

ποιήσει;

### 672

τὴν δὲ δίαιταν τίνα ποιήσεις; κοινὴν πᾶσιν. τὸ γὰρ

### 673

ἄστυ μίαν οἴκησίν φημι ποιήσειν συρρήξας’ εἰς ἓν ἅπαντα,

### 675

ὥστε βαδίζειν ὡς ἀλλήλους. τὸ δὲ δεῖπνον ποῦ

### 675

παραθήσεις;

**ΠΡΑΞΑΓΟΡΑ**

### 675

τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω.

**ΒΛΕΠΥΡΟΣ**

### 675

τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται; τοὺς κρατῆρας

### 677

καταθήσω καὶ τὰς ὑδρίας, καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιν

### 677

τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ, κεἴ τις δειλὸς γεγένηται,

### 680

ἵνα μὴ δειπνῶς’ αἰσχυνόμενοι. νὴ τὸν Ἀπόλλω

### 680

χάριέν γε.

### 680

τὰ δὲ κληρωτήρια ποῖ τρέψεις; εἰς τὴν ἀγορὰν

### 681

καταθήσω. κᾆτα στήσασα παρ’ Ἁρμοδίῳ κληρώσω πάντας, ἕως ἂν εἰδὼς ὁ λαχὼν ἀπίῃ χαίρων ἐν ὁποίῳ γράμματι δειπνεῖ. καὶ κηρύξει τοὺς ἐκ τοῦ βῆτ’ ἐπὶ τὴν στοιὰν ἀκολουθεῖν

### 685

τὴν βασίλειον δειπνήσοντας, τὸ δὲ θῆτ’ ἐς τὴν παρὰ

### 685

ταύτην, τοὺς δ’ ἐκ τοῦ κάππ’ ἐς τὴν στοιὰν χωρεῖν τὴν ἀλφιτόπωλιν.

### 685

ἵνα κάπτωσιν; μὰ Δί’ ἀλλ’ ἵν’ ἐκεῖ δειπνῶσιν.

### 687

ὅτῳ δὲ τὸ γράμμα μὴ ’ξελκυσθῇ καθ’ ὃ δειπνήσει, τούτους ἀπελῶσιν ἅπαν‐

### 688

τες.

**ΠΡΑΞΑΓΟΡΑ**

### 688

ἀλλ’ οὐκ ἔσται τοῦτο παρ’ ἡμῖν·

### 690

πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν, ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳ πᾶς τις ἄπεισιν τὴν δᾷδα λαβών. αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους προσπίπτουσαι τοῖς ἀπὸ δείπνου

### 695

τάδε λέξουσιν· “δεῦρο παρ’ ἡμᾶς,

### 695

ἐνθάδε μεῖράξ ἐσθ’ ὡραία.” “παρ’ ἐμοὶ δ’”, ἑτέρα φήσει τις ἄνωθ’ ἐξ ὑπερῴου, “καὶ καλλίστη καὶ λευκοτάτη·

### 695

πρότερον μέντοι δεῖ σε καθεύδειν αὐτῆς παρ’ ἐμοί.”

### 702a

τοῖς εὐπρεπέσιν δ’ ἀκολουθοῦντες

### 702b

καὶ μειρακίοις οἱ φαυλότεροι

### 703

τοιάδ’ ἐροῦσιν· “ποῖ θεῖς οὗτος; πάντως οὐδὲν δράσεις ἐλθών.

### 705

τοῖς γὰρ σιμοῖς καὶ τοῖς αἰσχροῖς ἐψήφισται προτέροις βινεῖν, ὑμᾶς δὲ τέως θρῖα λαβόντας διφόρου συκῆς ἐν τοῖς προθύροισι δέφεσθαι.”

### 710

φέρε νυν φράσον μοι, ταῦτ’ ἀρέσκει σφῷν; πάνυ.

### 710

βαδιστέον τἄρ’ ἐστὶν εἰς ἀγορὰν ἐμοί, ἵν’ ἀποδέχωμαι τὰ προσιόντα χρήματα, λαβοῦσα κηρύκαιναν εὔφωνόν τινα. ἐμὲ γὰρ ἀνάγκη ταῦτα δρᾶν ᾑρημένην

### 715

ἄρχειν, καταστῆσαί τε τὰ ξυσσίτια, ὅπως ἂν εὐωχῆσθε πρῶτον τήμερον.

**ΒΛΕΠΥΡΟΣ**

### 715

ἤδη γὰρ εὐωχησόμεσθα; φήμ’ ἐγώ. ἔπειτα τὰς πόρνας καταπαῦσαι βούλομαι

### 715

ἁπαξαπάσας. ἵνα τί; δῆλον τουτογί·

### 720

ἵνα τῶν νέων ἔχωσιν αὗται τὰς ἀκμάς. καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμένας τὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν, ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνον, κατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.

### 725

φέρε νυν ἐγώ σοι παρακολουθῶ πλησίον, ἵν’ ἀποβλέπωμαι καὶ λέγωσιν ἐμὲ ταδί, “τὸν τῆς στρατηγοῦ τοῦτον οὐ θαυμάζετε;”

**ΧΡΕΜΗΣ**

### 727

ἐγὼ δ’ ἵν’ εἰς ἀγοράν γε τὰ σκεύη φέρω, προχειριοῦμαι κἀξετάσω τὴν οὐσίαν.

### 730

χώρει σὺ δεῦρο, κιναχύρα, καλὴ καλῶς τῶν χρημάτων θύραζε πρώτη τῶν ἐμῶν, ὅπως ἂν ἐντετριμμένη κανηφορῇς, πολλοὺς κάτω δὴ θυλάκους στρέψας’ ἐμούς. ποῦ ’σθ’ ἡ διφροφόρος; ἡ χύτρα, δεῦρ’ ἔξιθι·

### 735

νὴ Δία μέλαινά γ’· οὐδ’ ἂν εἰ τὸ φάρμακον ἕψους’ ἔτυχες ᾧ Λυσικράτης μελαίνεται— ἵστω παρ’ αὐτήν· δεῦρ’ ἴθ’, ἡ κομμώτρια. φέρε δεῦρο ταύτην τὴν ὑδρίαν, ὑδριαφόρε,

### 735

ἐνταῦθα. σὺ δὲ δεῦρ’, ἡ κιθαρῳδός, ἔξιθι,

### 740

πολλάκις ἀναστήσασά μ’ εἰς ἐκκλησίαν ἀωρὶ νύκτωρ διὰ τὸν ὄρθριον νόμον. ὁ τὴν σκάφην λαβών, προΐτω· τὰ κηρία κόμιζε, τοὺς θαλλοὺς καθίστη πλησίον, καὶ τὼ τρίποδ’ ἐξένεγκε καὶ τὴν λήκυθον.

### 745

τὰ χυτρίδι’ ἤδη καὶ τὸν ὄχλον ἀφίετε.

**ΑΝΗΡ**

### 745

ἐγὼ καταθήσω τἀμά; κακοδαίμων ἄρα ἀνὴρ ἔσομαι καὶ νοῦν ὀλίγον κεκτημένος. μὰ τὸν Ποσειδῶ γ’ οὐδέποτ’, ἀλλὰ βασανιῶ πρώτιστον αὐτὰ πολλάκις καὶ σκέψομαι.

### 745

οὐ γὰρ τὸν ἐμὸν ἱδρῶτα καὶ φειδωλίαν οὐδὲν πρὸς ἔπος οὕτως ἀνοήτως ἐκβαλῶ, πρὶν ἐκπύθωμαι πᾶν τὸ πρᾶγμ’ ὅπως ἔχει. οὗτος, τί τὰ σκευάρια ταυτὶ βούλεται; πότερον μετοικιζόμενος ἐξενήνοχας

### 755

αὔτ’ ἢ φέρεις ἐνέχυρα θήσων; οὐδαμῶς.

### 755

τί δῆτ’ ἐπὶ στοίχου ’στὶν οὕτως; οὔ τι μὴν Ἱέρωνι τῷ κήρυκι πομπὴν πέμπετε;

**ΧΡΕΜΗΣ**

### 755

μὰ Δί’ ἀλλ’ ἀποφέρειν αὐτὰ μέλλω τῇ πόλει

### 755

ἐς τὴν ἀγορὰν κατὰ τοὺς δεδογμένους νόμους.

**ΑΝΗΡ**

### 760

μέλλεις ἀποφέρειν; πάνυ γε. κακοδαίμων ἄρ’

### 760

εἶ,

### 760

νὴ τὸν Δία τὸν σωτῆρα. πῶς; πῶς; ῥᾳδίως.

**ΧΡΕΜΗΣ**

### 760

τί δ’; οὐχὶ πειθαρχεῖν με τοῖς νόμοισι δεῖ;

**ΑΝΗΡ**

### 760

ποίοισιν, ὦ δύστηνε; τοῖς δεδογμένοις.

### 760

δεδογμένοισιν; ὡς ἀνόητος ἦσθ’ ἄρα.

**ΧΡΕΜΗΣ ΚΑΙ ΑΝΗΡ**

### 765

ἀνόητος; οὐ γάρ; ἠλιθιώτατος μὲν οὖν

**ΧΡΕΜΗΣ**

### 765

ἁπαξαπάντων. ὅτι τὸ ταττόμενον ποιῶ;

**ΑΝΗΡ**

### 765

τὸ ταττόμενον γὰρ δεῖ ποιεῖν τὸν σώφρονα;

**ΧΡΕΜΗΣ**

### 765

μάλιστα πάντων. τὸν μὲν οὖν ἀβέλτερον.

### 765

σὺ δ’ οὐ καταθεῖναι διανοεῖ; φυλάξομαι,

### 770

πρὶν ἄν γ’ ἴδω τὸ πλῆθος ὅ τι βουλεύεται.

### 770

τί γὰρ ἄλλο γ’ ἢ φέρειν παρεσκευασμένοι

### 770

τὰ χρήματ’ εἰσίν; ἀλλ’ ἰδὼν ἐπειθόμην.

### 770

λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς. λέξουσι γάρ.

### 770

καί φασιν οἴσειν ἀράμενοι. φήσουσι γάρ.

### 775

ἀπολεῖς ἀπιστῶν πάντ’. ἀπιστήσουσι γάρ.

### 775

ὁ Ζεύς σέ γ’ ἐπιτρίψειεν. ἐπιτρίψουσι γάρ. οἴσειν δοκεῖς τιν’ ὅστις αὐτῶν νοῦν ἔχει;

### 775

οὐ γὰρ πάτριον τοῦτ’ ἐστίν, ἀλλὰ λαμβάνειν ἡμᾶς μόνον δεῖ νὴ Δία· καὶ γὰρ οἱ θεοί.

### 780

γνώσει δ’ ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων· ὅταν γὰρ εὐχώμεσθα διδόναι τἀγαθά, ἕστηκεν ἐκτείνοντα τὴν χεῖρ’ ὑπτίαν, οὐχ ὥς τι δώσοντ’ ἀλλ’ ὅπως τι λήψεται.

### 780

ὦ δαιμόνι’ ἀνδρῶν, ἔα με τῶν προὔργου τι δρᾶν.

### 785

ταυτὶ γάρ ἐστι συνδετέα. ποῦ μοὔσθ’ ἱμάς;

**ΑΝΗΡ**

### 785

ὄντως γὰρ οἴσεις; ναὶ μὰ Δία, καὶ δὴ μὲν οὖν

### 785

τωδὶ ξυνάπτω τὼ τρίποδε. τῆς μωρίας, τὸ μηδὲ περιμείναντα τοὺς ἄλλους ὅ τι

### 785

δράσουσιν εἶτα τηνικαῦτ’ ἤδη— τί δρᾶν;

### 790

ἐπαναμένειν, ἔπειτα διατρίβειν ἔτι.

**ΧΡΕΜΗΣ ΚΑΙ ΑΝΗΡ**

### 790

ἵνα δὴ τί; σεισμὸς εἰ γένοιτο πολλάκις, ἢ πῦρ ἀπότροπον, ἢ διᾴξειεν γαλῆ, παύσαιντ’ ἂν ἐσφέροντες, ὦμβρόντητε σύ.

**ΧΡΕΜΗΣ**

### 790

χαρίεντα γοῦν πάθοιμ’ ἄν, εἰ μὴ ’χοιμ’ ὅποι

### 795

ταῦτα καταθείην. μὴ γὰρ οὐ λάβοις ὅποι;

### 795

θάρρει, καταθήσεις, κἂν ἔνης ἔλθῃς. τιή;

**ΑΝΗΡ**

### 795

ἐγᾦδα τούτους χειροτονοῦντας μὲν ταχύ, ἅττ’ ἂν δὲ δόξῃ ταῦτα πάλιν ἀρνουμένους.

**ΧΡΕΜΗΣ**

### 795

οἴσουσιν, ὦ τᾶν. ἢν δὲ μὴ κομίσωσι, τί;

### 795

ἀμέλει, κομιοῦσιν. ἢν δὲ μὴ κομίσωσι, τί;

### 795

μαχούμεθ’ αὐτοῖς. ἢν δὲ κρείττους ὦσι, τί;

### 795

ἄπειμ’ ἐάσας. ἢν δὲ πωλῶς’ αὐτά, τί;

**ΧΡΕΜΗΣ ΚΑΙ ΑΝΗΡ**

### 795

διαρραγείης. ἢν διαρραγῶ δέ, τί;

**ΧΡΕΜΗΣ**

### 795

καλῶς ποιήσεις. σὺ δ’ ἐπιθυμήσεις φέρειν;

### 805

ἔγωγε· καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτονας

**ΑΝΗΡ**

### 805

ὁρῶ φέροντας. πάνυ γ’ ἂν οὖν Ἀντισθένης αὔτ’ εἰσενέγκοι· πολὺ γὰρ ἐμμελέστερον πρότερον χέσαι πλεῖν ἢ τριάκονθ’ ἡμέρας.

**ΧΡΕΜΗΣ ΚΑΙ ΑΝΗΡ**

### 805

οἴμωζε. Καλλίμαχος δ’ ὁ χοροδιδάσκαλος

### 810

αὐτοῖσιν εἰσοίσει τι; πλείω Καλλίου.

**ΑΝΗΡ**

### 810

ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν.

**ΧΡΕΜΗΣ**

### 810

δεινά γε λέγεις. τί δεινόν; ὥσπερ οὐχ ὁρῶν ἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα.

### 810

οὐκ οἶσθ’ ἐκεῖν’ οὕδοξε τὸ περὶ τῶν ἁλῶν;

**ΧΡΕΜΗΣ ΚΑΙ ΑΝΗΡ**

### 815

ἔγωγε. τοὺς χαλκοῦς δ’ ἐκείνους ἡνίκα

### 815

ἐψηφισάμεθ’, οὐκ οἶσθα; καὶ κακόν γέ μοι τὸ κόμμ’ ἐγένετ’ ἐκεῖνο. πωλῶν γὰρ βότρυς μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων, κἄπειτ’ ἐχώρουν εἰς ἀγορὰν ἐπ’ ἄλφιτα.

### 820

ἔπειθ’ ὑπέχοντος ἄρτι μου τὸν θύλακον, ἀνέκραγ’ ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα χαλκοῦν τὸ λοιπόν· “ἀργύρῳ γὰρ χρώμεθα.”

**ΑΝΗΡ**

### 820

τὸ δ’ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν τάλαντ’ ἔσεσθαι πεντακόσια τῇ πόλει

### 825

τῆς τετταρακοστῆς, ἣν ἐπόρις’ Εὐριπίδης; κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην. ὅτε δὴ δ’ ἀνασκοπουμένοις ἐφαίνετο ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμ’ οὐκ ἤρκεσεν, πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.

**ΧΡΕΜΗΣ**

### 830

οὐ ταὐτόν, ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν,

### 830

νῦν δ’ αἱ γυναῖκες. ἃς ἐγὼ φυλάξομαι, νὴ τὸν Ποσειδῶ, μὴ κατουρήσωσί μου.

### 830

οὐκ οἶδ’ ὅ τι ληρεῖς. φέρε σὺ τἀνάφορον, ὁ παῖς.

**ΚΗΡΥΞ**

### 834

ὦ πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτ’ ἔχει,

### 835

χωρεῖτ’, ἐπείγεσθ’ εὐθὺ τῆς στρατηγίδος, ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοις φράσῃ καθ’ ἕκαστον ἄνδρ’ ὅποι δειπνήσετε. ὡς αἱ τράπεζαί γ’ εἰσὶν ἐπινενησμέναι ἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι,

### 840

κλῖναί τε σισυρῶν καὶ δαπίδων νενησμέναι· κρατῆρας ἐγκιρνᾶσιν, αἱ μυροπώλιδες ἑστᾶς’ ἐφεξῆς· τὰ τεμάχη ῥιπίζεται, λαγῷ’ ἀναπηγνύασι, πόπανα πέττεται, στέφανοι πλέκονται, φρύγεται τραγήματα·

### 845

χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται, Σμοῖος δ’ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων τὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια. Γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδα ἔχων, καχάζων μεθ’ ἑτέρου νεανίου,

### 845

ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος. πρὸς ταῦτα χωρεῖθ’, ὡς ὁ τὴν μᾶζαν φέρων ἕστηκεν· ἀλλὰ τὰς γνάθους διοίγνυτε.

**ΑΝΗΡ**

### 845

οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκ’ ἔχων ἐνταῦθ’, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ;

**ΧΡΕΜΗΣ**

### 855

καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν;

**ΑΝΗΡ ΚΑΙ ΧΡΕΜΗΣ**

### 855

ἐπὶ δεῖπνον. οὐ δῆτ’, ἤν γ’ ἐκείναις νοῦς ἐνῇ,

### 855

πρίν γ’ ἂν ἀπενέγκῃς. ἀλλ’ ἀποίσω. πηνίκα;

**ΑΝΗΡ**

### 855

οὐ τοὐμόν, ὦ τᾶν, ἐμποδὼν ἔσται. τί δή;

### 855

ἑτέρους ἀποίσειν φήμ’ ἔθ’ ὑστέρους ἐμοῦ.

**ΧΡΕΜΗΣ**

### 860

βαδιεῖ δὲ δειπνήσων ὅμως; τί γὰρ πάθω; τὰ δυνατὰ γὰρ δεῖ τῇ πόλει ξυλλαμβάνειν

### 860

τοὺς εὖ φρονοῦντας. ἢν δὲ κωλύσωσι, τί;

**ΑΝΗΡ**

### 860

ὁμός’ εἶμι κύψας. ἢν δὲ μαστιγῶσι, τί;

### 860

καλούμεθ’ αὐτάς. ἢν δὲ καταγελῶσι, τί;

### 865

ἐπὶ ταῖς θύραις ἕστως— τί δράσεις; εἰπέ μοι.

### 865

τῶν ἐσφερόντων ἁρπάσομαι τὰ σιτία.

**ΧΡΕΜΗΣ**

### 865

βάδιζε τοίνυν ὕστερος· σὺ δ’, ὦ Σίκων καὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν.

**ΑΝΗΡ**

### 865

φέρε νυν ἐγώ σοι ξυμφέρω. μὴ μηδαμῶς.

### 870

δέδοικα γὰρ μὴ καὶ παρὰ τῇ στρατηγίδι, ὅταν κατατιθῶ, προσποιῇ τῶν χρημάτων.

### 870

νὴ τὸν Δία, δεῖ γοῦν μηχανήματός τινος,

### 870

ὅπως τὰ μὲν ὄντα χρήμαθ’ ἕξω, τοῖσδέ τε τῶν ματτομένων κοινῇ μεθέξω πως ἐγώ.

### 875

ὀρθῶς, ἔμοιγε φαίνεται· βαδιστέον ὁμός’ ἐστὶ δειπνήσοντα κοὐ μελλητέον.

**ΓΡΑΥΣ Α**

### 877

τί ποθ’ ἅνδρες οὐχ ἥκουσιν; ὥρα δ’ ἦν πάλαι. ἐγὼ δὲ καταπεπλασμένη ψιμυθίῳ ἕστηκα καὶ κροκωτὸν ἠμφιεσμένη

### 880

ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος, παίζους’ ὅπως ἂν περιλάβοιμ’ αὐτῶν τινὰ παριόντα. Μοῦσαι, δεῦρ’ ἴτ’ ἐπὶ τοὐμὸν στόμα, μελύδριον εὑροῦσαί τι τῶν Ἰωνικῶν.

**ΝΕΑΝΙΣ**

### 884

νῦν μέν με παρακύψασα προὔφθης, ὦ σαπρά.

### 885

ᾤου δ’ ἐρήμας οὐ παρούσης ἐνθάδε ἐμοῦ τρυγήσειν καὶ προσάξεσθαί τινα ᾄδους’· ἐγὼ δ’ ἢν τοῦτο δρᾷς ἀντᾴσομαι. κεἰ γὰρ δι’ ὄχλου τοῦτ’ ἐστὶ τοῖς θεωμένοις, ὅμως ἔχει τερπνόν τι καὶ κωμῳδικόν.

### 890

τούτῳ διαλέγου κἀποχώρησον· σὺ δέ, φιλοττάριον αὐλητά, τοὺς αὐλοὺς λαβὼν

### 890

ἄξιον ἐμοῦ καὶ σοῦ προσαύλησον μέλος. εἴ τις ἀγαθὸν βούλεται πα‐ θεῖν τι, παρ’ ἐμοὶ χρὴ καθεύδειν.

### 895

οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔν‐ εστιν, ἀλλ’ ἐν ταῖς πεπείροις. οὐδέ τοι στέργειν ἂν ἐθέλοι μᾶλλον ἢ ’γὼ τὸν φίλον ᾧπερ ξυνείην, ἀλλ’ ἐφ’ ἕτερον ἂν πέτοιτο.

### 895

μὴ φθόνει ταῖσιν νέαισι· τὸ τρυφερὸν γὰρ ἐμπέφυκε τοῖς ἁπαλοῖσι μηροῖς, κἀπὶ τοῖς μήλοις ἐπαν‐ θεῖ· σὺ δ’, ὦ γραῦ, παραλέλεξαι κἀντέτριψαι

### 905

τῷ θανάτῳ μέλημα.

### 905

ἐκπέσοι σου τὸ τρῆμα τό τ’ ἐπίκλιντρον ἀποβάλοις βουλομένη σποδεῖσθαι. κἀπὶ τῆς κλίνης ὄφιν προσελκύσαιο

### 910

βουλομένη φιλῆσαι.

### 910

αἰαῖ, τί ποτε πείσομαι; οὐχ ἥκει μοὐταῖρος

### 912

μόνη δ’ αὐτοῦ λείπομ’· ἡ

### 912

γάρ μοι μήτηρ ἄλλῃ βέβηκεν. καὶ τἄλλα 〈μ’〉 οὐδὲν 〈τὰ〉 μετὰ ταῦτα δεῖ λέγειν.

### 915

ἀλλ’, ὦ μαῖ’, ἱκετεύομαι, κά‐ λει τὸν Ὀρθαγόραν, ὅπως σαυτῆς 〈ἂν〉 κατόναι’ ἀντιβολῶ σε.

### 915

ἤδη τὸν ἀπ’ Ἰωνίας τρόπον, τάλαινα, κνησιᾷς.

### 920

δοκεῖς δέ μοι καὶ λάβδα κατὰ τοὺς Λεσβίους. ἀλλ’ οὐκ ἄν ποθ’ ὑφαρπάσαιο τἀμὰ παίγνια· τὴν δ’ ἐμὴν ὥραν οὐκ ἀπολεῖς οὐδ’ ἀπολήψει.

### 920

ᾆδ’ ὁπόσα βούλει καὶ παράκυφθ’ ὥσπερ γαλῆ.

### 925

οὐδεὶς γὰρ ὡς σὲ πρότερον εἴσεις’ ἀντ’ ἐμοῦ.

### 925

οὔκουν ἐπ’ ἐκφοράν γε· καινόν γ’, ὦ σαπρά.

### 925

οὐ δῆτα. τί γὰρ ἂν γραῒ καινά τις λέγοι;

### 925

οὐ τοὐμὸν ὀδυνήσει σε γῆρας. ἀλλὰ τί; ἥγχουσα μᾶλλον καὶ τὸ σὸν ψιμύθιον;

### 930

τί μοι διαλέγει; σὺ δὲ τί διακύπτεις; ἐγώ; ᾄδω πρὸς ἐμαυτὴν Ἐπιγένει τὠμῷ φίλῳ.

### 930

σοὶ γὰρ φίλος τίς ἐστιν ἄλλος ἢ Γέρης;

### 930

δείξει γε καὶ σοί. τάχα γὰρ εἶσιν ὡς ἐμέ.

### 930

ὁδὶ γὰρ αὐτός ἐστιν. οὐ σοῦ γ’, ὦλεθρε,

### 935

δεόμενος οὐδέν. νὴ Δί’, ὦ φθίνυλλα σύ, δείξει τάχ’ αὐτός, ὡς ἔγωγ’ ἀπέρχομαι.

### 935

κἄγωγ’, ἵνα γνῷς ὡς πολύ σου μεῖζον φρονῶ.

**ΝΕΑΝΙΑΣ**

### 938

εἴθ’ ἐξῆν παρὰ τῇ νέᾳ καθεύδειν, καὶ μὴ ’δει πρότερον διασποδῆσαι

### 940

ἀνάσιμον ἢ πρεσβυτέραν· οὐ γὰρ ἀνασχετὸν τοῦτό γ’ ἐλευθέρῳ.

### 940

οἰμώζων ἄρα, νὴ Δία, σποδήσεις. οὐ γὰρ τἀπὶ Χαριξένης τάδ’ ἐστίν. κατὰ τὸν νόμον ταῦτα ποιεῖν

### 945

ἔστι δίκαιον, εἰ δημοκρατούμεθα. ἀλλ’ εἶμι τηρήσους’ ὅ τι καὶ δράσεις ποτέ.

### 945

εἴθ’, ὦ θεοί, λάβοιμι τὴν καλὴν μόνην, ἐφ’ ἣν πεπωκὼς ἔρχομαι πάλαι ποθῶν.

### 945

ἐξηπάτησα τὸ κατάρατον γρᾴδιον.

### 945

φρούδη γάρ ἐστιν οἰομένη μ’ ἔνδον μένειν. ἀλλ’ οὑτοσὶ γὰρ αὐτὸς οὗ ’μεμνήμεθα.

### 952a

δεῦρο δή, δεῦρο δή,

### 952b

φίλον ἐμόν, δεῦρό μοι

### 953

πρόσελθε καὶ ξύνευνέ μοι

### 954a

τὴν εὐφρόνην ὅπως ἔσει.

### 954b

πάνυ γάρ τις ἔρως με δονεῖ

### 955

τῶνδε τῶν σῶν βοστρύχων. ἄτοπος δ’ ἔγκειταί μοί τις πόθος, ὅς με διακναίσας ἔχει. μέθες, ἱκνοῦμαί ς’, Ἔρως,

### 959a

καὶ ποίησον τόνδ’ ἐς εὐνὴν

### 959b

τὴν ἐμὴν ἱκέσθαι.

### 960

δεῦρο δή, δεῦρο δή, φίλον 〈ἐμόν〉, καὶ σύ μοι καταδραμοῦσα τὴν θύραν ἄνοιξον τήνδ’· εἰ δὲ μή, καταπεσὼν κείσομαι. ἀλλ’ ἐν τῷ σῷ βούλομαι κόλπῳ

### 965

πληκτίζεσθαι μετὰ τῆς σῆς πυγῆς.

### 965

Κύπρι, τί μ’ ἐκμαίνεις ἐπὶ ταύτῃ; μέθες, ἱκνοῦμαί ς’, Ἔρως,

### 968a

καὶ ποίησον τήνδ’ ἐς εὐνὴν

### 968b

τὴν ἐμὴν ἱκέσθαι.

### 969

καὶ ταῦτα μέντοι μετρίως πρὸς τὴν ἐμὴν ἀνάγκην

### 970

εἰρημέν’ ἐστίν. σὺ δέ μοι, φίλτατον, ὢ ἱκετεύω, ἄνοιξον, ἀσπάζου με. διά τοι σὲ πόνους ἔχω.

### 973a

ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος,

### 973b

μέλιττα Μούσης, Χαρίτων θρέμμα, Τρυφῆς πρόσωπον,

### 974

ἄνοιξον, ἀσπάζου με.

### 975

διά τοι σὲ πόνους ἔχω.

### 975

οὗτος, τί κόπτεις; μῶν ἐμὲ ζητεῖς; πόθεν;

### 975

καὶ τὴν θύραν γ’ ἤραττες. ἀποθάνοιμ’ ἄρα.

### 975

τοῦ δαὶ δεόμενος δᾷδ’ ἔχων ἐλήλυθας;

### 975

Ἀναφλύστιον ζητῶν τιν’ ἄνθρωπον. τίνα;

### 980

οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως.

### 980

νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γ’ ἤν τε μή.

### 980

ἀλλ’ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις εἰσάγομεν, ἀλλ’ εἰσαῦθις ἀναβεβλήμεθα. τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν.

### 985

ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτ’ ἦν, ὦ γλύκων· νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ.

### 985

τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον.

### 985

ἀλλ’ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον.

### 985

οὐκ οἶδ’ ὅ τι λέγεις· τηνδεδί μοι κρουστέον.

### 990

ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν.

### 990

ἀλλ’ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα.

### 990

οἶδ’ ὅτι φιλοῦμαι· νῦν δὲ θαυμάζεις ὅτι θύρασί μ’ ηὗρες. ἀλλὰ πρόσαγε τὸ στόμα.

### 990

ἀλλ’, ὦ μέλ’ ὀρρωδῶ τὸν ἐραστήν σου. τίνα;

### 995

τὸν τῶν γραφέων ἄριστον. οὗτος δ’ ἐστὶ τίς;

### 995

ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους. ἀλλ’ ἄπιθ’, ὅπως μή ς’ ἐπὶ θύραισιν ὄψεται.

### 995

οἶδ’, οἶδ’ ὅ τι βούλει. καὶ γὰρ ἐγώ σε, νὴ Δία.

### 995

μὰ τὴν Ἀφροδίτην, ἥ μ’ ἔλαχε κληρουμένη,

### 995

μὴ ’γώ ς’ ἀφήσω. παραφρονεῖς, ὦ γρᾴδιον.

### 995

ληρεῖς· ἐγὼ δ’ ἄξω ς’ ἐπὶ τἀμὰ στρώματα.

### 995

τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθα, ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν;

### 1005

μὴ σκῶπτέ μ’, ὦ τάλαν, ἀλλ’ ἕπου δεῦρ’ ὡς ἐμέ.

### 1005

ἀλλ’ οὐκ ἀνάγκη μοὐστίν, εἰ μὴ τῶν ἐμῶν τὴν πεντακοσιοστὴν κατέθηκας τῇ πόλει.

### 1005

νὴ τὴν Ἀφροδίτην, δεῖ γε μέντοι ς’· ὡς ἐγὼ τοῖς τηλικούτοις ξυγκαθεύδους’ ἥδομαι.

### 1010

ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι,

### 1010

κοὐκ ἂν πιθοίμην οὐδέποτ’. ἀλλά, νὴ Δία,

### 1010

ἀναγκάσει τουτί σε. τοῦτο δ’ ἐστὶ τί;

### 1010

ψήφισμα, καθ’ ὅ σε δεῖ βαδίζειν ὡς ἐμέ.

### 1010

λέγ’ αὐτὸ τί ποτε κἄστι. καὶ δή σοι λέγω.

### 1015

ἔδοξε ταῖς γυναιξίν, ἢν ἀνὴρ νέος νέας ἐπιθυμῇ, μὴ σποδεῖν αὐτὴν πρὶν ἂν τὴν γραῦν προκρούσῃ πρῶτον. ἢν δὲ μὴ ’θέλῃ πρότερον προκρούειν, ἀλλ’ ἐπιθυμῇ τῆς νέας, ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέον

### 1020

ἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου.

### 1020

οἴμοι, Προκρούστης τήμερον γενήσομαι.

### 1020

τοῖς γὰρ νόμοις τοῖς ἡμετέροισι πειστέον.

### 1020

τί δ’ ἢν ἀφαιρῆταί μ’ ἀνὴρ τῶν δημοτῶν

### 1020

ἢ τῶν φίλων ἐλθών τις; ἀλλ’ οὐ κύριος

### 1025

ὑπὲρ μέδιμνόν ἐστ’ ἀνὴρ οὐδεὶς ἔτι.

### 1025

ἐξωμοσία δ’ οὐκ ἔστιν; οὐ γὰρ δεῖ στροφῆς.

### 1025

ἀλλ’ ἔμπορος εἶναι σκήψομαι. κλάων γε σύ.

### 1025

τί δῆτα χρὴ δρᾶν; δεῦρ’ ἀκολουθεῖν ὡς ἐμέ.

### 1025

καὶ ταῦτ’ ἀνάγκη μοὐστί; Διομήδειά γε.

### 1030

ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου, καὶ κλήμαθ’ ὑπόθου συγκλάσασα τέτταρα, καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους, ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας.

### 1030

ἦ μὴν ἔτ’ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί.

### 1035

νὴ τὸν Δί’, ἤνπερ ᾖ γέ που τῶν κηρίνων. οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί ς’ αὐτίκα.

### 1035

ποῖ τοῦτον ἕλκεις; τόνδ’ ἐμαυτῆς εἰσάγω.

### 1035

οὐ σωφρονοῦσά γ’· οὐ γὰρ ἡλικίαν ἔχει παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ

### 1040

μήτηρ ἂν αὐτῷ μᾶλλον εἴης ἢ γυνή. ὥστ’ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον, τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε.

### 1040

ὦ παμβδελυρά, φθονοῦσα τόνδε τὸν λόγον ἐξηῦρες· ἀλλ’ ἐγώ σε τιμωρήσομαι.

### 1045

νὴ τὸν Δία τὸν σωτῆρα, κεχάρισαί γέ μοι, ὦ γλυκύτατον, τὴν γραῦν ἀπαλλάξασά μου. ὥστ’ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν.

**ΓΡΑΥΣ Β**

### 1049

αὕτη σύ, ποῖ παραβᾶσα τόνδε τὸν νόμον

### 1049

ἕλκεις, παρ’ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων

### 1049

πρότερον καθεύδειν αὐτόν; οἴμοι δείλαιος. πόθεν ἐξέκυψας, ὦ κάκιστ’ ἀπολουμένη; τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον.

### 1049

βάδιζε δεῦρο. μηδαμῶς με περιίδῃς

### 1055

ἑλκόμενον ὑπὸ τῆσδ’, ἀντιβολῶ ς’. ἀλλ’ οὐκ ἐγώ,

### 1055

ἀλλ’ ὁ νόμος ἕλκει ς’. οὐκ ἐμέ γ’, ἀλλ’ Ἔμπουσά

### 1056

τις,

### 1056

ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη.

### 1056

ἕπου, μαλακίων, δεῦρ’ ἀνύσας καὶ μὴ λάλει.

### 1056

ἴθι νυν ἔασον εἰς ἄφοδον πρώτιστά με

### 1060

ἐλθόντα θαρρῆσαι πρὸς ἐμαυτόν· εἰ δὲ μή, αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μ’ αὐτίκα

### 1060

ὑπὸ τοῦ δέους. θάρρει, βάδιζ’. ἔνδον χεσεῖ.

### 1060

δέδοικα κἀγὼ μὴ πλέον γ’ ἢ βούλομαι. ἀλλ’ ἐγγυητάς σοι καταστήσω δύο

### 1065

ἀξιόχρεως. μή μοι καθίστη.

**ΓΡΑΥΣ Γ**

### 1065

ποῖ σὺ ποῖ

### 1065

χωρεῖς μετὰ ταύτης; οὐκ ἔγωγ’, ἀλλ’ ἕλκομαι. ἀτὰρ ἥτις εἶ γε, πόλλ’ ἀγαθὰ γένοιτό σοι, ὅτι μ’ οὐ περιεῖδες ἐπιτριβέντ’. ὦ Ἡράκλεις, ὦ Πᾶνες, ὦ Κορύβαντες, ὦ Διοσκόρω,

### 1070

τοῦτ’ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον. ἀτὰρ τί τὸ πρᾶγμ’ ἔστ’, ἀντιβολῶ, τουτί ποτε; πότερον πίθηκος ἀνάπλεως ψιμυθίου, ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων;

### 1070

μὴ σκῶπτέ μ’, ἀλλὰ δεῦρ’ ἕπου. δευρὶ μὲν οὖν.

### 1075

ὡς οὐκ ἀφήσω ς’ οὐδέποτ’. οὐδὲ μὴν ἐγώ.

### 1075

διασπάσεσθέ μ’, ὦ κακῶς ἀπολούμεναι.

### 1075

ἐμοὶ γὰρ ἀκολουθεῖν ς’ ἔδει κατὰ τὸν νόμον.

### 1075

οὔκ, ἢν ἑτέρα γε γραῦς ἔτ’ αἰσχίων φανῇ.

### 1075

ἢν οὖν ὑφ’ ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς,

### 1080

φέρε πῶς ἐπ’ ἐκείνην τὴν καλὴν ἀφίξομαι;

### 1080

αὐτὸς σκόπει σύ· τάδε δέ σοι ποιητέον.

### 1080

ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ;

### 1080

οὐκ οἶσθα; βαδιεῖ δεῦρ’. ἀφέτω νύν μ’ αὑτηί.

### 1080

δευρὶ μὲν οὖν ἴθ’ ὡς ἔμ’. ἢν ἡδί μ’ ἀφῇ.

### 1085

ἀλλ’ οὐκ ἀφήσω μὰ Δία ς’. οὐδὲ μὴν ἐγώ.

### 1085

χαλεπαί γ’ ἂν ἦστε γενόμεναι πορθμῆς. τιή;

### 1085

ἕλκοντε τοὺς πλωτῆρας ἂν ἀπεκναίετε.

### 1085

σιγῇ βάδιζε δεῦρο. μὰ Δί’ ἀλλ’ ὡς ἐμέ.

### 1085

τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννωνοῦ σαφῶς

### 1090

ψήφισμα, βινεῖν δεῖ με διαλελημμένον.

### 1090

πῶς οὖν δικωπεῖν ἀμφοτέρας δυνήσομαι;

### 1090

καλῶς, ἐπειδὰν καταφάγῃς βολβῶν χύτραν.

### 1090

οἴμοι κακοδαίμων· ἐγγὺς ἤδη τῆς θύρας

### 1090

ἑλκόμενός εἰμ’— ἀλλ’ οὐδὲν ἔσται σοι πλέον.

### 1095

ξυνεσπεσοῦμαι γὰρ μετὰ σοῦ. μὴ πρὸς θεῶν· ἑνὶ γὰρ ξυνέχεσθαι κρεῖττον ἢ δυοῖν κακοῖν.

### 1095

νὴ τὴν Ἑκάτην, ἐάν τε βούλῃ γ’ ἤν τε μή.

### 1095

ὢ τρισκακοδαίμων, εἰ γυναῖκα δεῖ σαπρὰν βινεῖν ὁλὴν τὴν νύκτα καὶ τὴν ἡμέραν,

### 1095

κἄπειτ’, ἐπειδὰν τῆσδ’ ἀπαλλαγῶ, πάλιν Φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις. ἆρ’ οὐ κακοδαίμων εἰμί; βαρυδαίμων μὲν οὖν, νὴ τὸν Δία τὸν σωτῆρ’, ἀνὴρ καὶ δυστυχής, ὅστις τοιούτοις θηρίοις συνείρξομαι.

### 1105

ὅμως δ’ ἐάν τι πολλὰ πολλάκις πάθω ὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρ’ ἐσπλέων, θάψαι μ’ ἐπ’ αὐτῷ τῷ στόματι τῆς ἐσβολῆς, καὶ τήνδ’ ἄνωθεν ἐπιπολῆς τοῦ σήματος ζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδε

### 1110

μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ

### 1110

ἄνω ’πιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.

**ΘΕΡΑΠΑΙΝΑ**

### 1112

ὢ μακάριος μὲν δῆμος, εὐδαίμων δ’ ἐγώ, αὐτή τέ μοι δέσποινα μακαριωτάτη, ὑμεῖς θ’ ὅσαι παρέστατ’ ἐπὶ ταῖσιν θύραις,

### 1115

οἱ γείτονές τε πάντες οἵ τε δημόται, ἐγώ τε πρὸς τούτοισιν ἡ διάκονος, ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν, ἀγαθοῖσιν, ὦ Ζεῦ. πολὺ δ’ ὑπερπέπαικεν αὖ τούτων ἁπάντων τὰ Θάσι’ ἀμφορείδια.

### 1120

ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον, τὰ δ’ ἄλλ’ ἀπανθήσαντα πάντ’ ἀπέπτατο, ὥστ’ ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτ’ ὦ θεοί. κέρασον ἄκρατον· εὐφρανεῖ τὴν νύχθ’ ὅλην ἐκλεγομένας ὅ τι ἂν μάλιστ’ ὀσμὴν ἔχῃ.

### 1125

ἀλλ’, ὦ γυναῖκες, φράσατέ μοι τὸν δεσπότην, τὸν ἄνδρ’, ὅπου ’στί, τῆς ἐμῆς κεκτημένης.

**ΧΟΡΟΣ**

### 1125

αὐτοῦ μένους’ ἡμῖν γ’ ἂν ἐξευρεῖν δοκεῖς.

**ΘΕΡΑΠΑΙΝΑ**

### 1125

μάλισθ’· ὁδὶ γὰρ ἐπὶ τὸ δεῖπνον ἔρχεται.

### 1125

ὦ δέσποτ’, ὦ μακάριε καὶ τρισόλβιε.

**ΒΛΕΠΥΡΟΣ ΚΑΙ ΘΕΡΑΠΑΙΝΑ**

### 1130

ἐγώ; σὺ μέντοι, νὴ Δί’, ὥς γ’ οὐδεὶς ἀνήρ. τίς γὰρ γένοιτ’ ἂν μᾶλλον ὀλβιώτερος, ὅστις πολιτῶν πλεῖον ἢ τρισμυρίων ὄντων τὸ πλῆθος οὐ δεδείπνηκας μόνος;

**ΧΟΡΟΣ**

### 1130

εὐδαιμονικόν γ’ ἄνθρωπον εἴρηκας σαφῶς.

**ΘΕΡΑΠΑΙΝΑ**

### 1135

ποῖ ποῖ βαδίζεις; ἐπὶ τὸ δεῖπνον ἔρχομαι.

### 1135

νὴ τὴν Ἀφροδίτην, πολύ γ’ ἁπάντων ὕστατος. ὅμως δ’ ἐκέλευε συλλαβοῦσάν μ’ ἡ γυνὴ ἄγειν σε καὶ τασδὶ μετὰ σοῦ τὰς μείρακας. οἶνος δὲ Χῖός ἐστι περιλελειμμένος

### 1140

καὶ τἄλλ’ ἀγαθά. πρὸς ταῦτα μὴ βραδύνετε, καὶ τῶν θεατῶν εἴ τις εὔνους τυγχάνει, καὶ τῶν κριτῶν εἰ μή τις ἑτέρωσε βλέπει, ἴτω μεθ’ ἡμῶν· πάντα γὰρ παρέξομεν.

**ΒΛΕΠΥΡΟΣ**

### 1140

οὔκουν ἁπᾶσι δῆτα γενναίως ἐρεῖς

### 1145

καὶ μὴ παραλείψεις μηδέν’, ἀλλ’ ἐλευθέρως καλεῖς γέροντα, μειράκιον, παιδίσκον; ὡς τὸ δεῖπνον αὐτοῖς ἐστ’ ἐπεσκευασμένον ἁπαξάπασιν—ἢν ἀπίωσιν οἴκαδε. ἐγὼ δὲ πρὸς τὸ δεῖπνον ἤδη ’πείξομαι·

### 1145

ἔχω δέ τοι καὶ δᾷδα ταυτηνὶ καλῶς.

**ΧΟΡΟΣ**

### 1145

τί δῆτα διατρίβεις ἔχων, ἀλλ’ οὐκ ἄγεις

### 1145

τασδὶ λαβών; ἐν ὅσῳ δὲ καταβαίνεις, ἐγὼ ἐπᾴσομαι μέλος τι μελλοδειπνικόν. σμικρὸν δ’ ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι,

### 1155

τοῖς σοφοῖς μὲν τῶν σοφῶν μεμνημένοις κρίνειν ἐμέ, τοῖς γελῶσι δ’ ἡδέως διὰ τὸν γέλων κρίνειν ἐμέ— σχεδὸν ἅπαντας οὖν κελεύω δηλαδὴ κρίνειν ἐμέ— μηδὲ τὸν κλῆρον γενέσθαι μηδὲν ἡμῖν αἴτιον, ὅτι προείληχ’· ἀλλὰ πάντα ταῦτα χρὴ μεμνημένους

### 1160

μὴ ’πιορκεῖν, ἀλλὰ κρίνειν τοὺς χοροὺς ὀρθῶς ἀεί, μηδὲ ταῖς κακαῖς ἑταίραις τὸν τρόπον προσεικέναι, αἳ μόνον μνήμην ἔχουσι τῶν τελευταίων ἀεί. ὦ, ὦ, ὥρα δή, 〈ὦ〉 φίλαι γυναῖκες, εἴπερ μέλλομεν τὸ χρῆμα δρᾶν,

### 1165

ἐπὶ τὸ δεῖπνον ὑπανακινεῖν. Κρητικῶς οὖν τὼ πόδε

**ΒΛΕΠΥΡΟΣ**

### 1165

καὶ σὺ κίνει. τοῦτο δρῶ. καὶ τάσδε νῦν ... ...... λαγαρὰς τοῖν σκελίσκοιν τὸν ῥυθμόν. τάχα γὰρ ἔπεισι λοπαδοτεμαχοσελαχογαλεο‐

### 1170

κρανιολειψανοδριμυποτριμματο‐ σιλφιολιπαρομελιτοκατακεχυμενο‐

### 1170

κιχλεπικοσσυφοφαττοπεριστερα‐ λεκτρυονοπτοπιφαλλι〈δ〉οκιγκλοπε‐ λειολαγῳοσιραιοβαφητραγα‐

### 1175

νοπτερυγών. σὺ δὲ ταῦτ’ ἀκροασάμε‐ νος ταχὺ καὶ ταχέως λαβὲ τρύβλιον. εἶτα λαβὼν κόνισαι λέκιθον, ἵν’ ἐπιδειπνῇς. ἀλλὰ λαιμάττουσί που.

### 1180

αἴρεσθ’ ἄνω, ἰαί, εὐαί, δειπνήσομεν, εὐοῖ, εὐαί, εὐαί, ὡς ἐπὶ νίκῃ.

### 1180

εὐαί, εὐαί, εὐαί, εὐαί.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-assemblywomen-daw-ab.json (sha256:19b25dd263d4dd08ab13501459a2ccc3ccff32c583b3a6517753b767a0cae662). Cite as `eul_wid: daw-ab`.
