---
title: Acharnians
title_greek: Ἀχαρνῆς
author: Aristophanes of Athens
eul_wid: daw-ac
eul_aid: daw
canonical: "https://eulogikon.org/grc/aristophanes-of-athens/acharnians"
canonical_json: "https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-acharnians-daw-ac.json"
sha256: d8bb82be04051685afcd76a320c7d87048e4bd1b38210975b3757844433bf299
period: Classical
dialect: Attic Comedy
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Acharnians

*Ἀχαρνῆς*

**Author:** Aristophanes of Athens

**eul_wid:** `daw-ac` · [HTML page](https://eulogikon.org/grc/aristophanes-of-athens/acharnians) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-acharnians-daw-ac.json)

## Text

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1

Ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν, ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα· ἃ δ’ ὠδυνήθην, ψαμμακοσιογάργαρα. Φέρ’ ἴδω, τί δ’ ἥσθην ἄξιον χαιρηδόνος;

### 5

Ἐγᾦδ’ ἐφ’ ᾧ γε τὸ κέαρ εὐφράνθην ἰδών, τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν. Ταῦθ’ ὡς ἐγανώθην, καὶ φιλῶ τοὺς ἱππέας διὰ τοῦτο τοὔργον· ἄξιον γὰρ Ἑλλάδι. Ἀλλ’ ὠδυνήθην ἕτερον αὖ τραγῳδικόν,

### 10

ὅτε δὴ ’κεχήνη προσδοκῶν τὸν Αἰσχύλον, ὁ δ’ ἀνεῖπεν· «Εἴσαγ’, ὦ Θέογνι, τὸν χορόν». Πῶς τοῦτ’ ἔσεισέ μου δοκεῖς τὴν καρδίαν; Ἀλλ’ ἕτερον ἥσθην, ἡνίκ’ ἐπὶ Μόσχῳ ποτὲ Δεξίθεος εἰσῆλθ’ ᾀσόμενος Βοιώτιον.

### 15

Τῆτες δ’ ἀπέθανον καὶ διεστράφην ἰδών, ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον. Ἀλλ’ οὐδεπώποτ’ ἐξ ὅτου ’γὼ ῥύπτομαι οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς ὡς νῦν, ὁπότ’ οὔσης κυρίας ἐκκλησίας

### 20

ἑωθινῆς ἔρημος ἡ πνὺξ αὑτηί, οἱ δ’ ἐν ἀγορᾷ λαλοῦσι κἄνω καὶ κάτω τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον. Οὐδ’ οἱ πρυτάνεις ἥκουσιν, ἀλλ’ ἀωρίαν ἥκοντες, εἶτα δ’ ὠστιοῦνται πῶς δοκεῖς

### 25

ἐλθόντες ἀλλήλοισι περὶ πρώτου ξύλου, ἁθρόοι καταρρέοντες· εἰρήνη δ’ ὅπως ἔσται προτιμῶς’ οὐδέν· ὦ πόλις πόλις. Ἐγὼ δ’ ἀεὶ πρώτιστος εἰς ἐκκλησίαν νοστῶν κάθημαι· κᾆτ’ ἐπειδὰν ὦ μόνος,

### 30

στένω, κέχηνα, σκορδινῶμαι, πέρδομαι, ἀπορῶ, γράφω, παρατίλλομαι, λογίζομαι, ἀποβλέπων εἰς τὸν ἀγρόν, εἰρήνης ἐρῶν, στυγῶν μὲν ἄστυ, τὸν δ’ ἐμὸν δῆμον ποθῶν, ὃς οὐδεπώποτ’ εἶπεν· «Ἄνθρακας πρίω»,

### 35

οὐκ ὄξο ς, οὐκ ἔλαιο ν, οὐδ’ ᾔδει πρί ω, ἀλλ’ αὐτὸς ἔφερε πάντα χὠ πρίων ἀπῆν. Νῦν οὖν ἀτεχνῶς ἥκω παρεσκευασμένος βοᾶν, ὑποκρούειν, λοιδορεῖν τοὺς ῥήτορας, ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ.

### 40

Ἀλλ’ οἱ πρυτάνεις γὰρ οὑτοιὶ μεσημβρινοί. Οὐκ ἠγόρευον; τοῦτ’ ἐκεῖν’ οὑγὼ ’λεγον· εἰς τὴν προεδρίαν πᾶς ἀνὴρ ὠστίζεται.

**ΚΗΡΥΞ**

### 43

Πάριτ’ εἰς τὸ πρόσθεν, πάριθ’, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος.

**ΑΜΦΙΘΕΟΣ**

### 45

Ἤδη τις εἶπε;

**ΚΗΡΥΞ**

### 45

Τίς ἀγορεύειν βούλεται;

**ΑΜΦΙΘΕΟΣ**

### 45

Ἐγώ.

**ΚΗΡΥΞ**

### 46

Τίς ὤν;

**ΑΜΦΙΘΕΟΣ**

### 46

Ἀμφίθεος.

**ΚΗΡΥΞ**

### 46

Οὐκ ἄνθρωπος;

**ΑΜΦΙΘΕΟΣ**

### 46

Οὔ, ἀλλ’ ἀθάνατος. Ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦν καὶ Τριπτολέμου· τούτου δὲ Κελεὸς γίγνεται·

### 46

γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν,

### 46

ἐξ ἧς Λυκῖνος ἐγένετ’· ἐκ τούτου δ’ ἐγώ. Ἀθάνατός εἰμ’· ἐμοὶ δ’ ἐπέτρεψαν οἱ θεοὶ σπονδὰς ποεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ. Ἀλλ’ ἀθάνατος ὤν, ἄνδρες, ἐφόδι’ οὐκ ἔχω· οὐ γὰρ διδόασιν οἱ πρυτάνεις.

**ΚΗΡΥΞ**

### 54

Οἱ τοξόται.

**ΑΜΦΙΘΕΟΣ**

### 55

Ὦ Τριπτόλεμε καὶ Κελεέ, περιόψεσθέ με;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 55

Ὦνδρες πρυτάνεις, ἀδικεῖτε τὴν ἐκκλησίαν τὸν ἄνδρ’ ἀπάγοντες, ὅστις ἡμῖν ἤθελεν σπονδὰς ποεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας.

**ΚΗΡΥΞ**

### 55

Κάθησο, σῖγα.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 59

Μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ,

### 60

ἢν μὴ περὶ εἰρήνης γε πρυτανεύσητέ μοι.

**ΚΗΡΥΞ**

### 60

Οἱ πρέσβεις οἱ παρὰ βασιλέως.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 60

Ποίου βασιλέως; Ἄχθομαι ’γὼ πρέσβεσιν καὶ τοῖς ταὧσι τοῖς τ’ ἀλαζονεύμασιν.

**ΚΗΡΥΞ**

### 60

Σίγα.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 64

Βαβαιάξ. Ὦκβάτανα τοῦ σχήματος.

**ΠΡΕΣΒΥΣ**

### 65

Ἐπέμψαθ’ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέρας ἐπ’ Εὐθυμένους ἄρχοντος.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 67

Οἴμοι τῶν δραχμῶν.

**ΠΡΕΣΒΥΣ**

### 67

Καὶ δῆτ’ ἐτρυχόμεσθα τῶν Καϋστρίων πεδίων ὁδοιπλανοῦντες ἐσκηνημένοι,

### 70

ἐφ’ ἁρμαμαξῶν μαλθακῶς κατακείμενοι, ἀπολλύμενοι.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 71

Σφόδρα γὰρ ἐσῳζόμην ἐγὼ

### 71

παρὰ τὴν ἔπαλξιν ἐν φορυτῷ κατακείμενος.

**ΠΡΕΣΒΥΣ**

### 71

Ξενιζόμενοι δὲ πρὸς βίαν ἐπίνομεν ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων

### 75

ἄκρατον οἶνον ἡδύν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 75

Ὦ Κραναὰ πόλις, ἆρ’ αἰσθάνει τὸν κατάγελων τῶν πρέσβεων;

**ΠΡΕΣΒΥΣ**

### 75

Οἱ βάρβαροι γὰρ ἄνδρας ἡγοῦνται μόνους τοὺς πλεῖστα δυναμένους φαγεῖν τε καὶ πιεῖν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 75

Ἡμεῖς δὲ λαικαστάς τε καὶ καταπύγονας.

**ΠΡΕΣΒΥΣ**

### 80

Ἔτει τετάρτῳ δ’ εἰς τὰ βασίλει’ ἤλθομεν· ἀλλ’ εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβών, κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὀρῶν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 80

Πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγεν; Τῇ πανσελήνῳ;

**ΠΡΕΣΒΥΣ**

### 84

Κᾆτ’ ἀπῆλθεν οἴκαδε.

### 85

Εἶτ’ ἐξένιζε παρετίθει θ’ ἡμῖν ὅλους ἐκ κριβάνου βοῦς.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 86

Καὶ τίς εἶδε πώποτε βοῦς κριβανίτας; Τῶν ἀλαζονευμάτων.

**ΠΡΕΣΒΥΣ**

### 86

Καὶ ναὶ μὰ Δί’ ὄρνιν τριπλάσιον Κλεωνύμου παρέθηκεν ἡμῖν· ὄνομα δ’ ἦν αὐτῷ φέναξ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 90

Ταῦτ’ ἄρ’ ἐφενάκιζες σὺ δύο δραχμὰς φέρων.

**ΠΡΕΣΒΥΣ**

### 90

Καὶ νῦν ἄγοντες ἥκομεν Ψευδαρτάβαν, τὸν βασιλέως Ὀφθαλμόν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 92

Ἐκκόψειέ γε κόραξ πατάξας, τόν γε σὸν τοῦ πρέσβεως.

**ΚΗΡΥΞ**

### 92

Ὁ βασιλέως Ὀφθαλμός.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 94

Ὦναξ Ἡράκλεις.

### 95

Πρὸς τῶν θεῶν, ἄνθρωπε, ναύφρακτον βλέπεις, ἢ περὶ ἄκραν κάμπτων νεώσοικον σκοπεῖς; Ἄσκωμ’ ἔχεις που περὶ τὸν ὀφθαλμὸν κάτω;

**ΠΡΕΣΒΥΣ**

### 95

Ἄγε δὴ σὺ βασιλεὺς ἅττα ς’ ἀπέπεμψεν φράσον λέξοντ’ Ἀθηναίοισιν, ὦ Ψευδαρτάβα.

**ΨΕΥΔΑΡΤΑΒΑΣ**

### 95

Ι αρταμανε Ξαρξας απιαονα σατρα.

**ΠΡΕΣΒΥΣ**

### 95

Ξυνῆκας ὃ λέγει;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 101

Μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ.

**ΠΡΕΣΒΥΣ**

### 101

Πέμψειν βασιλέα φησὶν ὑμῖν χρυσίον. Λέγε δὴ σὺ μεῖζον καὶ σαφῶς τὸ χρυσίον.

**ΨΕΥΔΑΡΤΑΒΑΣ**

### 101

Οὐ ληψι χρυσο, χαυνόπρωκτ’ Ἰαοναυ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 105

Οἴμοι κακοδαίμων ὡς σαφῶς.

**ΠΡΕΣΒΥΣ**

### 105

Τί δαὶ λέγει;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 105

Ὅ τι; χαυνοπρώκτους τοὺς Ἰάονας λέγει, εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων.

**ΠΡΕΣΒΥΣ**

### 105

Οὔκ, ἀλλ’ ἀχάνας ὅδε γε χρυσίου λέγει.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 105

Ποίας ἀχάνας; Σὺ μὲν ἀλαζὼν εἶ μέγας.

### 110

Ἀλλ’ ἄπιθ’· ἐγὼ δὲ βασανιῶ τοῦτον μόνος. Ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί,

### 110

ἵνα μή σε βάψω βάμμα Σαρδιανικόν· βασιλεὺς ὁ μέγας ἡμῖν ἀποπέμψει χρυσίον; — Ἄλλως ἄρ’ ἐξαπατώμεθ’ ὑπὸ τῶν πρέσβεων; —

### 115

Ἑλληνικόν γ’ ἐπένευσαν ἄνδρες οὑτοιί, κοὐκ ἔσθ’ ὅπως οὐκ εἰσὶν ἐνθένδ’ αὐτόθεν. Καὶ τοῖν μὲν εὐνούχοιν τὸν ἕτερον τουτονὶ ἐγᾦδ’ ὅς ἐστι, Κλεισθένης ὁ Σιβυρτίου. Ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε.

### 120

Τοιόνδε δ’, ὦ πίθηκε, τὸν πώγων’ ἔχων εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος; Ὁδὶ δὲ τίς ποτ’ ἐστίν; οὐ δήπου Στράτων;

**ΚΗΡΥΞ**

### 120

Σίγα, κάθιζε. Τὸν βασιλέως Ὀφθαλμὸν ἡ βουλὴ καλεῖ

### 125

εἰς τὸ πρυτανεῖον.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 125

Ταῦτα δῆτ’ οὐκ ἀγχόνη; Κἄπειτ’ ἐγὼ δῆτ’ ἐνθαδὶ στραγγεύομαι, τοὺς δὲ ξενίζειν οὐδέποτ’ ἴσχει γ’ ἡ θύρα; Ἀλλ’ ἐργάσομαί τι δεινὸν ἔργον καὶ μέγα. Ἀλλ’ Ἀμφίθεός μοι ποῦ ’στιν;

**ΑΜΦΙΘΕΟΣ**

### 129

Οὑτοσὶ πάρα.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 130

Ἐμοὶ σὺ ταυτασὶ λαβὼν ὀκτὼ δραχμὰς σπονδὰς πόησαι πρὸς Λακεδαιμονίους μόνῳ καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι· ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε.

**ΚΗΡΥΞ**

### 130

Προσίτω Θέωρος ὁ παρὰ Σιτάλκους.

**ΘΕΩΡΟΣ**

### 134

Ὁδί.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 135

Ἕτερος ἀλαζὼν οὗτος εἰσκηρύττεται.

**ΘΕΩΡΟΣ**

### 135

Χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν, —

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 135

Μὰ Δί’ οὐκ ἄν, εἰ μισθόν γε μὴ ’φερες πολύν.

**ΘΕΩΡΟΣ**

### 135

εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅλην καὶ τοὺς ποταμοὺς ἔπηξ’, —

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 139

ὑπ’ αὐτὸν τὸν χρόνον.

### 140

ὅτ’ ἐνθαδὶ Θέογνις ἠγωνίζετο.

**ΘΕΩΡΟΣ**

### 140

Τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον. Καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς ὑμῶν τ’ ἐραστὴς ὡς ἀληθῶς, ὥστε καὶ ἐν τοῖσι τοίχοις ἔγραφ’· «Ἀθηναῖοι καλοί».

### 145

Ὁ δ’ υἱός, ὃν Ἀθηναῖον ἐπεποήμεθα, ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων, καὶ τὸν πατέρ’ ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ· ὁ δ’ ὤμοσε σπένδων βοηθήσειν ἔχων στρατιὰν τοσαύτην ὥστ’ Ἀθηναίους ἐρεῖν·

### 145

«Ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται».

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 145

Κάκιστ’ ἀπολοίμην, εἴ τι τούτων πείθομαι ὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων.

**ΘΕΩΡΟΣ**

### 145

Καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνος ἔπεμψεν ὑμῖν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 154

Τοῦτο μέν γ’ ἤδη σαφές.

**ΚΗΡΥΞ**

### 155

Οἱ Θρᾷκες ἴτε δεῦρ’, οὓς Θέωρος ἤγαγεν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 155

Τουτὶ τί ἐστι τὸ κακόν;

**ΘΕΩΡΟΣ**

### 156

Ὀδομάντων στρατός.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 156

Ποίων Ὀδομάντων; εἰπέ μοι, τουτὶ τί ἦν; Τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν;

**ΘΕΩΡΟΣ**

### 156

Τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ,

### 160

καταπελτάσονται τὴν Βοιωτίαν ὅλην.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 160

Τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις; Ὑποστένοι μέντἂν ὁ θρανίτης λεώς, ὁ σωσίπολις. Οἴμοι τάλας ἀπόλλυμαι, ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος.

### 165

Οὐ καταβαλεῖτε τὰ σκόροδ’;

**ΘΕΩΡΟΣ**

### 165

Ὦ μόχθηρε σύ, οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 165

Ταυτὶ περιείδεθ’ οἱ πρυτάνεις πάσχοντά με ἐν τῇ πατρίδι καὶ ταῦθ’ ὑπ’ ἀνδρῶν βαρβάρων; Ἀλλ’ ἀπαγορεύω μὴ ποεῖν ἐκκλησίαν

### 170

τοῖς Θρᾳξὶ περὶ μισθοῦ· λέγω δ’ ὑμῖν ὅτι διοσημία ’στὶ καὶ ῥανὶς βέβληκέ με.

**ΚΗΡΥΞ**

### 170

Τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δ’ εἰς ἕνην· Οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 170

Οἴμοι τάλας, μυττωτὸν ὅσον ἀπώλεσα.

### 175

Ἀλλ’ ἐκ Λακεδαίμονος γὰρ Ἀμφίθεος ὁδί. Χαῖρ’ Ἀμφίθεε.

**ΑΜΦΙΘΕΟΣ**

### 176

Μήπω γε πρίν 〈γ’〉 ἂν στῶ τρέχων· δεῖ γάρ με φεύγοντ’ ἐκφυγεῖν Ἀχαρνέας.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 176

Τί δ’ ἐστίν;

**ΑΜΦΙΘΕΟΣ**

### 178

Ἐγὼ μὲν δεῦρό σοι σπονδὰς φέρων ἔσπευδον· οἱ δ’ ὤσφροντο πρεσβῦταί τινες

### 180

Ἀχαρνικοί, στιπτοὶ γέροντες, πρίνινοι, ἀτεράμονες, Μαραθωνομάχαι, σφενδάμνινοι. Ἔπειτ’ ἀνέκραγον πάντες· «Ὦ μιαρώτατε,

### 180

σπονδὰς φέρεις τῶν ἀμπέλων τετμημένων;» Κἀς τοὺς τρίβωνας ξυνελέγοντο τῶν λίθων·

### 185

ἐγὼ δ’ ἔφευγον· οἱ δ’ ἐδίωκον κἀβόων.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 185

Οἱ δ’ οὖν βοώντων. Ἀλλὰ τὰς σπονδὰς φέρεις;

**ΑΜΦΙΘΕΟΣ**

### 185

Ἔγωγέ, φημι, τρία γε ταυτὶ γεύματα. Αὗται μέν εἰσι πεντέτεις. Γεῦσαι λαβών.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 185

Αἰβοῖ.

**ΑΜΦΙΘΕΟΣ**

### 189

Τί ἐστιν;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 189

Οὐκ ἀρέσκουσίν μ’ ὅτι

### 190

ὄζουσι πίττης καὶ παρασκευῆς νεῶν.

**ΑΜΦΙΘΕΟΣ**

### 190

Σὺ δ’ ἀλλὰ τασδὶ τὰς δεκέτεις γεῦσαι λαβών.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 190

Ὄζουσι χαὖται πρέσβεων εἰς τὰς πόλεις ὀξύτατον ὥσπερ διατριβῆς τῶν ξυμμάχων.

**ΑΜΦΙΘΕΟΣ**

### 190

Ἀλλ’ αὑταιί τοί σοι τριακοντούτιδες

### 195

κατὰ γῆν τε καὶ θάλατταν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 195

Ὦ Διονύσια, αὗται μὲν ὄζους’ ἀμβροσίας καὶ νέκταρος καὶ μὴ ’πιτηρεῖν σιτί’ ἡμερῶν τριῶν, κἀν τῷ στόματι λέγουσι· «Βαῖν’ ὅπῃ ’θέλεις». Ταύτας δέχομαι καὶ σπένδομαι κἀκπίομαι,

### 195

χαίρειν κελεύων πολλὰ τοὺς Ἀχαρνέας. Ἐγὼ δὲ πολέμου καὶ κακῶν ἀπαλλαγεὶς ἄξω τὰ κατ’ ἀγροὺς εἰσιὼν Διονύσια.

**ΑΜΦΙΘΕΟΣ**

### 195

Ἐγὼ δὲ φευξοῦμαί γε τοὺς Ἀχαρνέας.

**ΧΟΡΟΣ**

### 204

Τῇδε πᾶς ἕπου, δίωκε καὶ τὸν ἄνδρα πυνθάνου

### 205

τῶν ὁδοιπόρων ἁπάντων· τῇ πόλει γὰρ ἄξιον

### 205

ξυλλαβεῖν τὸν ἄνδρα τοῦτον. Ἀλλά μοι μηνύσατε, εἴ τις οἶδ’ ὅποι τέτραπται γῆς ὁ τὰς σπονδὰς φέρων.

### 208-209

Ἐκπέφευγ’, οἴχεται φροῦδος. Οἴ‐

### 210

μοι τάλας τῶν ἐτῶν τῶν ἐμῶν·

### 211-212

οὐκ ἂν ἐπ’ ἐμῆς γε νεότητος, ὅτ’ ἐ‐

### 213-214

γὼ φέρων ἀνθράκων φορτίον

### 215

ἠκολούθουν Φαΰλλῳ τρέχων, ὧδε φαύλως ἂν ὁ

### 216-217

σπονδοφόρος οὗτος ὑπ’ ἐμοῦ τότε διωκόμενος

### 218

ἐξέφυγεν οὐδ’ ἂν ἐλαφρῶς ἂν ἀπεπλίξατο.

### 218

Νῦν δ’ ἐπειδὴ στερρὸν ἤδη τοὐμὸν ἀντικνήμιον

### 220

καὶ παλαιῷ Λακρατείδῃ τὸ σκέλος βαρύνεται, οἴχεται. Διωκτέος δέ· μὴ γὰρ ἐγχάνοι ποτὲ μηδέ περ γέροντας ὄντας ἐκφυγὼν Ἀχαρνέας,

### 223-224

ὅστις, ὦ Ζεῦ πάτερ καὶ θεοί,

### 225

τοῖσιν ἐχθροῖσιν ἐσπείσατο, οἷσι παρ’ ἐμοῦ πόλεμος ἐχθοδοπὸς αὔξεται τῶν ἐμῶν χωρίων·

### 230

κοὐκ ἀνήσω πρὶν ἂν σχοῖνος αὐτοῖσιν ἀντεμπαγῶ ὀξύς, ὀδυνηρός, 〈ἐπίω θ’ ἅμ’〉 ἐπίκωπος, ἵνα μήποτε πατῶσιν ἔτι τὰς ἐμὰς ἀμπέλους.

### 233-234

Ἀλλὰ δεῖ ζητεῖν τὸν ἄνδρα καὶ βλέπειν Βαλλήναδε

### 235

καὶ διώκειν γῆν πρὸ γῆς, ἕως ἂν εὑρεθῇ ποτέ· ὡς ἐγὼ βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλῄμην λίθοις.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 235

Εὐφημεῖτε, εὐφημεῖτε.

**ΧΟΡΟΣ**

### 235

Σῖγα πᾶς. Ἠκούσατ’, ἄνδρες, ἆρα τῆς εὐφημίας;

### 235

Οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν. Ἀλλὰ δεῦρο πᾶς

### 240

ἐκποδών· θύσων γὰρ ἁνήρ, ὡς ἔοικ’, ἐξέρχεται.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 240

Εὐφημεῖτε, εὐφημεῖτε. Πρόιθ’ εἰς τὸ πρόσθεν ὀλίγον, ἡ κανηφόρος. Ὁ Ξανθίας τὸν φαλλὸν ὀρθὸν στησάτω. Κατάθου τὸ κανοῦν, ὦ θύγατερ, ἵν’ ἀπαρξώμεθα.

**ΘΥΓΑΤΗΡ**

### 245

Ὦ μῆτερ, ἀνάδος δεῦρο τὴν ἐτνήρυσιν, ἵν’ ἔτνος καταχέω τοὐλατῆρος τουτουί.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 245

Καὶ μὴν καλόν γ’ ἔστ’. Ὦ Διόνυσε δέσποτα, κεχαρισμένως σοι τήνδε τὴν πομπὴν ἐμὲ πέμψαντα καὶ θύσαντα μετὰ τῶν οἰκετῶν

### 245

ἀγαγεῖν τυχηρῶς τὰ κατ’ ἀγροὺς Διονύσια, στρατιᾶς ἀπαλλαχθέντα, τὰς σπονδὰς δέ μοι καλῶς ξυνενεγκεῖν τὰς τριακοντούτιδας. Ἄγ’, ὦ θύγατερ, ὅπως τὸ κανοῦν καλὴ καλῶς οἴσεις βλέπουσα θυμβροφάγον. Ὡς μακάριος

### 255

ὅστις ς’ ὀπύσει κἀκποήσεται γαλᾶς σοῦ μηδὲν ἥττους βδεῖν, ἐπειδὰν ὄρθρος ᾖ. Πρόβαινε, κἀν τὤχλῳ φυλάττεσθαι σφόδρα μή τις λαθών σου περιτράγῃ τὰ χρυσία. Ὦ Ξανθία, σφῷν δ’ ἐστὶν ὀρθὸς ἑκτέος

### 260

ὁ φαλλὸς ἐξόπισθε τῆς κανηφόρου· ἐγὼ δ’ ἀκολουθῶν ᾄσομαι τὸ φαλλικόν· σὺ δ’, ὦ γύναι, θεῶ μ’ ἀπὸ τοῦ τέγους. Πρόβα.

### 262

Φαλῆς, ἑταῖρε Βακχίου, ξύγκωμε, νυκτοπεριπλάνη‐

### 265

τε, μοιχέ, παιδεραστά, ἕκτῳ ς’ ἔτει προσεῖπον εἰς τὸν δῆμον ἐλθὼν ἄσμενος, σπονδὰς ποησάμενος ἐμαυ‐ τῷ, πραγμάτων τε καὶ μαχῶν

### 270

καὶ Λαμάχων ἀπαλλαγείς. Πολλῷ γάρ ἐσθ’ ἥδιον, ὦ Φαλῆς Φαλῆς, κλέπτουσαν εὑρόνθ’ ὡρικὴν ὑληφόρον, τὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ φελλέως, μέσην λαβόντ’, ἄραντα, κατα‐

### 275

βαλόντα καταγιγαρτίσαι. Φαλῆς Φαλῆς, ἐὰν μεθ’ ἡμῶν ξυμπίῃς, ἐκ κραιπάλης ἕωθεν εἰρήνης ῥοφήσεις τρύβλιον· ἡ δ’ ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται.

**ΧΟΡΟΣ**

### 280

Οὗτος αὐτός ἐστιν, οὗτος· βάλλε, βάλλε, βάλλε, βάλλε, παῖε παῖε τὸν μιαρόν. Οὐ βαλεῖς, οὐ βαλεῖς;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 283

Ἡράκλεις τουτὶ τί ἐστι; τὴν χύτραν συντρίψετε.

**ΧΟΡΟΣ**

### 285

Σὲ μὲν οὖν καταλεύσομεν, ὦ μιαρὰ κεφαλή.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 286-287

Ἀντὶ ποίας αἰτίας, ὦχαρνέων γεραίτατοι;

**ΧΟΡΟΣ**

### 288-289

Τοῦτ’ ἐρωτᾷς; Ἀναίσχυντος εἶ καὶ βδελυρός,

### 290

ὦ προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνος

### 291-292

σπεισάμενος εἶτα δύνασαι πρὸς ἔμ’ ἀποβλέπειν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 293-294

Ἀντὶ δ’ ὧν ἐσπεισάμην ἠκούσατ’; Ἀλλ’ ἀκούσατε.

**ΧΟΡΟΣ**

### 295

Σοῦ γ’ ἀκούσωμεν; Ἀπολεῖ· κατά σε χώσομεν τοῖς λίθοις.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 295

Μηδαμῶς πρὶν ἄν γ’ ἀκούσητ’· ἀλλ’ ἀνάσχεσθ’, ὦγαθοί.

**ΧΟΡΟΣ**

### 297-299

Οὐκ ἀνασχήσομαι· μηδὲ λέγε μοι σὺ λόγον·

### 297-299

ὡς μεμίσηκά σε Κλέωνος ἔτι μᾶλλον, ὃν κατατεμῶ τοῖσιν ἱππεῦσι καττύματα.

### 302-303

Σοῦ δ’ ἐγὼ λόγους λέγοντος οὐκ ἀκούσομαι μακρούς,

### 304

ὅστις ἐσπείσω Λάκωσιν, ἀλλὰ τιμωρήσομαι.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 305

Ὦγαθοί, τοὺς μὲν Λάκωνας ἐκποδὼν ἐάσατε, τῶν δ’ ἐμῶν σπονδῶν ἀκούσατ’, εἰ καλῶς ἐσπεισάμην.

**ΧΟΡΟΣ**

### 305

Πῶς δ’ ἔτ’ ἂν καλῶς λέγοις ἄν, εἴπερ ἐσπείσω γ’ ἅπαξ οἷσιν οὔτε βωμὸς οὔτε πίστις οὔθ’ ὅρκος μένει;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 305

Οἶδ’ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα,

### 310

οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων.

**ΧΟΡΟΣ**

### 310

Οὐχ ἁπάντων, ὦ πανοῦργε; ταῦτα δὴ τολμᾷς λέγειν ἐμφανῶς ἤδη πρὸς ἡμᾶς; Εἶτ’ ἐγώ σου φείσομαι;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 310

Οὐχ ἁπάντων, οὐχ ἁπάντων· ἀλλ’ ἐγὼ λέγων ὁδὶ πόλλ’ ἂν ἀποφήναιμ’ ἐκείνους ἔσθ’ ἃ κἀδικουμένους.

**ΧΟΡΟΣ**

### 315

Τοῦτο τοὔπος δεινὸν ἤδη καὶ ταραξικάρδιον, εἰ σὺ τολμήσεις ὑπὲρ τῶν πολεμίων ἡμῖν λέγειν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 315

Κἄν γε μὴ λέγω δίκαια μηδὲ τῷ πλήθει δοκῶ, ὑπὲρ ἐπιξήνου ’θελήσω τὴν κεφαλὴν ἔχων λέγειν.

**ΧΟΡΟΣ**

### 315

Εἰπέ μοι, τί φειδόμεσθα τῶν λίθων, ὦ δημόται,

### 320

μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον εἰς φοινικίδα;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 320

Οἷον αὖ μέλας τις ὑμῖν θυμάλωψ ἐπέζεσεν. Οὐκ ἀκούσεσθ’, οὐκ ἀκούσεσθ’ ἐτεόν, ὦχαρνηίδαι;

**ΧΟΡΟΣ**

### 320

Οὐκ ἀκουσόμεσθα δῆτα.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 323

Δεινὰ τἄρα πείσομαι.

**ΧΟΡΟΣ**

### 323

Ἐξολοίμην, ἢν ἀκούσω.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 324

Μηδαμῶς, ὦχαρνικοί.

**ΧΟΡΟΣ**

### 325

Ὡς τεθνήξων ἴσθι νυνί.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 325

Δήξομἄρ’ ὑμᾶς ἐγώ. Ἀνταποκτενῶ γὰρ ὑμῶν τῶν φίλων τοὺς φιλτάτους· ὡς ἔχω γ’ ὑμῶν ὁμήρους, οὓς ἀποσφάξω λαβών.

**ΧΟΡΟΣ**

### 325

Εἰπέ μοι, τί τοῦτ’ ἀπειλεῖ τοὔπος, ἄνδρες δημόται, τοῖς Ἀχαρνικοῖσιν ἡμῖν; Μῶν ἔχει του παιδίον

### 330

τῶν παρόντων ἔνδον εἵρξας; Ἢ ’πὶ τῷ θρασύνεται;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 330

Βάλλετ’, εἰ βούλεσθ’· ἐγὼ γὰρ τουτονὶ διαφθερῶ. Εἴσομαι δ’ ὑμῶν τάχ’ ὅστις ἀνθράκων τι κήδεται.

**ΧΟΡΟΣ**

### 330

Ὡς ἀπωλόμεσθ’· ὁ λάρκος δημότης ὅδ’ ἔστ’ ἐμός. Ἀλλὰ μὴ δράσῃς ὃ μέλλεις, μηδαμῶς, ὢ μηδαμῶς.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 335

Ὡς ἀποκτενῶ· κέκραχθ’· ἐγὼ γὰρ οὐκ ἀκούσομαι.

**ΧΟΡΟΣ**

### 335

Ἀπολεῖς ἄρ’ ὁμήλικα τόνδε φιλανθρακέα;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 335

Οὐδ’ ἐμοῦ λέγοντος ὑμεῖς ἀρτίως ἠκούσατε.

**ΧΟΡΟΣ**

### 335

Ἀλλὰ νυνὶ λέγ’, ὅ τι σοι δοκεῖ, τόν τε Λακε‐ δαιμόνιον αὐτόθεν ὅτῳ τρόπῳ σοὐστὶ φίλος·

### 340

ὡς τόδε τὸ λαρκίδιον οὐ προδώσω ποτέ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 340

Τοὺς λίθους νύν μοι χαμᾶζε πρῶτον ἐξεράσατε.

**ΧΟΡΟΣ**

### 340

Οὑτοιί σοι χαμαί, καὶ σὺ κατάθου πάλιν τὸ ξίφος.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 340

Ἀλλ’ ὅπως μὴ ’ν τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι.

**ΧΟΡΟΣ**

### 340

Ἐκσέσεισται χαμᾶζ’. Οὐχ ὁρᾷς σειόμενον;

### 345

Ἀλλὰ μή μοι πρόφασιν, ἀλλὰ κατάθου τὸ βέλος. Ὡς ὅδε γε σειστὸς ἅμα τῇ στροφῇ γίγνεται.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 346

Ἐμέλλετ’ ἆρ’ ἅπαντες ἀνασείσειν βοήν, ὀλίγου τ’ ἀπέθανον ἄνθρακες Παρνήσσιοι, καὶ ταῦτα διὰ τὴν ἀτοπίαν τῶν δημοτῶν.

### 346

Ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν ὁ λάρκος ἐνετίλησεν ὥσπερ σηπία. Δεινὸν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν ἐθέλειν τ’ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον,

### 355

ἐμοῦ ’θέλοντος ὑπὲρ ἐπιξήνου λέγειν ὑπὲρ Λακεδαιμονίων ἅπανθ’ ὅς’ ἂν λέγω· καίτοι φιλῶ γε τὴν ἐμὴν ψυχὴν ἐγώ.

**ΧΟΡΟΣ**

### 358-359

Τί οὖν 〈οὐ〉 λέγεις, ἐπίξηνον ἐξενεγκὼν θύραζ’,

### 360

ὅ τι ποτ’, ὦ σχέτλιε, τὸ μέγα τοῦτ’ ἔχεις;

### 361-362

Πάνυ γὰρ ἐμέ γε πόθος ὅ τι φρονεῖς ἔχει.

### 363-364

Ἀλλ’ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω,

### 365

θεὶς δεῦρο τοὐπίξηνον ἐγχείρει λέγειν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 365

Ἰδοὺ θέασαι, τὸ μὲν ἐπίξηνον τοδί,

### 365

ὁ δ’ ἀνὴρ ὁ λέξων οὑτοσὶ τυννουτοσί. Ἀμέλει μὰ τὸν Δί’ οὐκ ἐνασπιδώσομαι, λέξω δ’ ὑπὲρ Λακεδαιμονίων ἃ ’μοὶ δοκεῖ.

### 370

Καίτοι δέδοικα πολλά· τούς τε γὰρ τρόπους τοὺς τῶν ἀγροίκων οἶδα χαίροντας σφόδρα, ἐάν τις αὐτοὺς εὐλογῇ καὶ τὴν πόλιν ἀνὴρ ἀλαζὼν καὶ δίκαια κἄδικα· κἀνταῦθα λανθάνους’ ἀπεμπολώμενοι·

### 375

τῶν τ’ αὖ γερόντων οἶδα τὰς ψυχὰς ὅτι οὐδὲν βλέπουσιν ἄλλο πλὴν ψηφηδακεῖν. Αὐτός τ’ ἐμαυτὸν ὑπὸ Κλέωνος ἅπαθον ἐπίσταμαι διὰ τὴν πέρυσι κωμῳδίαν. Εἰσελκύσας γάρ μ’ εἰς τὸ βουλευτήριον

### 380

διέβαλλε καὶ ψευδῆ κατεγλώττιζέ μου κἀκυκλοβόρει κἄπλυνεν, ὥστ’ ὀλίγου πάνυ ἀπωλόμην μολυνοπραγμονούμενος. Νῦν οὖν με πρῶτον πρὶν λέγειν ἐάσατε ἐνσκευάσασθαί μ’ οἷον ἀθλιώτατον.

**ΧΟΡΟΣ**

### 385-386

Τί ταῦτα στρέφει τεχνάζεις τε καὶ πορίζει τριβάς;

### 387-388

Λαβὲ δ’ ἐμοῦ γ’ ἕνεκα παρ’ Ἱερωνύμου

### 389-390

σκοτοδασυπυκνότριχά τιν’ Ἄιδος κυνῆν,

### 391

εἶτ’ ἐξάνοιγε μηχανὰς τὰς Σισύφου· ὡς σκῆψιν ἁγὼν οὗτος οὐκ εἰσδέξεται.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 392

Ὥρα ’στὶν ἆρα καρτερὰν ψυχὴν λαβεῖν· καί μοι βαδιστέ’ ἐστὶν ὡς Εὐριπίδην.

### 395

Παῖ παῖ.

**ΘΕΡΑΠΩΝ**

### 395

Τίς οὗτος;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 395

Ἔνδον ἔστ’ Εὐριπίδης;

**ΘΕΩΡΟΣ**

### 395

Οὐκ ἔνδον ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 395

Πῶς ἔνδον, εἶτ’ οὐκ ἔνδον;

**ΘΕΩΡΟΣ**

### 397

Ὀρθῶς, ὦ γέρον. Ὁ νοῦς μὲν ἔξω ξυλλέγων ἐπύλλια οὐκ ἔνδον, αὐτὸς δ’ ἔνδον ἀναβάδην ποεῖ

### 397

τραγῳδίαν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 397

Ὦ τρισμακάρι’ Εὐριπίδη, ὅθ’ ὁ δοῦλος οὑτωσὶ σοφῶς ὑποκρίνεται. Ἐκκάλεσον αὐτόν.

**ΘΕΩΡΟΣ**

### 402

Ἀλλ’ ἀδύνατον.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 402

Ἀλλ’ ὅμως· οὐ γὰρ ἂν ἀπέλθοιμ’. —Ἀλλὰ κόψω τὴν θύραν. Εὐριπίδη, Εὐριπίδιον,

### 405

ὑπάκουσον, εἴπερ πώποτ’ ἀνθρώπων τινί· Δικαιόπολις καλῶ ς’ ὁ Χολλῄδης ἐγώ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 407

Ἀλλ’ οὐ σχολή.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 407

Ἀλλ’ ἐκκυκλήθητ’.

**ΕΥΡΙΠΙΔΗΣ**

### 408

Ἀλλ’ ἀδύνατον.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 408

Ἀλλ’ ὅμως.

**ΕΥΡΙΠΙΔΗΣ**

### 408

Ἀλλ’ ἐκκυκλήσομαι· καταβαίνειν δ’ οὐ σχολή.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 410

Εὐριπίδη.

**ΕΥΡΙΠΙΔΗΣ**

### 410

Τί λέλακας;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 410

Ἀναβάδην ποεῖς, ἐξὸν καταβάδην. Οὐκ ἐτὸς χωλοὺς ποεῖς. Ἀτὰρ τί τὰ ῥάκι’ ἐκ τραγῳδίας ἔχεις, ἐσθῆτ’ ἐλεινήν; Οὐκ ἐτὸς πτωχοὺς ποεῖς. Ἀλλ’ ἀντιβολῶ πρὸς τῶν γονάτων ς’, Εὐριπίδη,

### 415

δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος. Δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν· αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει.

**ΕΥΡΙΠΙΔΗΣ**

### 415

Τὰ ποῖα τρύχη; Μῶν ἐν οἷς Οἰνεὺς ὁδὶ ὁ δύσποτμος γεραιὸς ἠγωνίζετο;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 420

Οὐκ Οἰνέως ἦν, ἀλλ’ ἔτ’ ἀθλιωτέρου.

**ΕΥΡΙΠΙΔΗΣ**

### 420

Τὰ τοῦ τυφλοῦ Φοίνικος;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 421

Οὐ Φοίνικος, οὔ· ἀλλ’ ἕτερος ἦν Φοίνικος ἀθλιώτερος.

**ΕΥΡΙΠΙΔΗΣ**

### 421

Ποίας ποθ’ ἁνὴρ λακίδας αἰτεῖται πέπλων, Ἀλλ’ ἦ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 425

Οὔκ, ἀλλὰ τούτου πολὺ πολὺ πτωχιστέρου.

**ΕΥΡΙΠΙΔΗΣ**

### 425

Ἀλλ’ ἦ τὰ δυσπινῆ θέλεις πεπλώματα, ἃ Βελλεροφόντης εἶχ’ ὁ χωλὸς οὑτοσί;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 425

Οὐ Βελλεροφόντης· ἀλλὰ κἀκεῖνος μὲν ἦν χωλός, προσαιτῶν, στωμύλος, δεινὸς λέγειν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 430

Οἶδ’ ἄνδρα, Μυσὸν Τήλεφον.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 430

Ναί, Τήλεφον· τούτου δός, ἀντιβολῶ σέ, μοι τὰ σπάργανα.

**ΕΥΡΙΠΙΔΗΣ**

### 430

Ὦ παῖ, δὸς αὐτῷ Τηλέφου ῥακώματα. Κεῖται δ’ ἄνωθεν τῶν Θυεστείων ῥακῶν

### 430

μεταξὺ τῶν Ἰνοῦς. Ἰδού, ταυτὶ λαβέ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 435

Ὦ Ζεῦ διόπτα καὶ κατόπτα πανταχῇ, ἐνσκευάσασθαί μ’ οἷον ἀθλιώτατον. Εὐριπίδη, ’πειδήπερ ἐχαρίσω ταδί, κἀκεῖνά μοι δὸς τἀκόλουθα τῶν ῥακῶν, τὸ πιλίδιον περὶ τὴν κεφαλὴν τὸ Μύσιον.

### 440

Δεῖ γάρ με δόξαι πτωχὸν εἶναι τήμερον, εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή· τοὺς μὲν θεατὰς εἰδέναι μ’ ὅς εἰμ’ ἐγώ, τοὺς δ’ αὖ χορευτὰς ἠλιθίους παρεστάναι, ὅπως ἂν αὐτοὺς ῥηματίοις σκιμαλίσω.

**ΕΥΡΙΠΙΔΗΣ**

### 445

Δώσω· πυκνῇ γὰρ λεπτὰ μηχανᾷ φρενί.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 445

Εὐδαιμονοίης—Τηλέφῳ δ’ ἁγὼ φρονῶ. Εὖ γ’· οἷον ἤδη ῥηματίων ἐμπίμπλαμαι. Ἀτὰρ δέομαί γε πτωχικοῦ βακτηρίου.

**ΕΥΡΙΠΙΔΗΣ**

### 445

Τουτὶ λαβὼν ἄπελθε λαΐνων σταθμῶν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 445

Ὦ θύμ’, —ὁρᾷς γὰρ ὡς ἀπωθοῦμαι δόμων, πολλῶν δεόμενος σκευαρίων, —νῦν δὴ γενοῦ γλίσχρος, προσαιτῶν, λιπαρῶν. Εὐριπίδη, δός μοι σπυρίδιον διακεκαυμένον λύχνῳ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 445

Τί δ’, ὦ τάλας, σε τοῦδ’ ἔχει πλέκους χρέος;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 455

Χρέος μὲν οὐδέν, βούλομαι δ’ ὅμως λαβεῖν.

**ΕΥΡΙΠΙΔΗΣ**

### 455

Λυπηρὸς ἴσθ’ ὢν κἀποχώρησον δόμων.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 455

Φεῦ.

### 457

Εὐδαιμονοίης, ὥσπερ ἡ μήτηρ ποτέ.

**ΕΥΡΙΠΙΔΗΣ**

### 457

Ἄπελθέ νύν μοι.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 458

Μἀλλά μοι δὸς ἓν μόνον, κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουμένον.

**ΕΥΡΙΠΙΔΗΣ**

### 460

Φθείρου λαβὼν τόδ’· ἴσθ’ ὀχληρὸς ὢν δόμοις.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 460

Οὔτοι μὰ Δί’ οἶσθ’ οἷ’ αὐτὸς ἐργάζει κακά. Ἀλλ’, ὦ γλυκύτατ’ Εὐριπίδη, τουτὶ μόνον, δός μοι χυτρίδιον σπογγίῳ βεβυσμένον.

**ΕΥΡΙΠΙΔΗΣ**

### 460

Ἄνθρωπ’, ἀφαιρήσει με τὴν τραγῳδίαν.

### 465

Ἄπελθε ταυτηνὶ λαβών.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 465

Ἀπέρχομαι. Καίτοι τί δράσω; Δεῖ γὰρ ἑνὸς οὗ μὴ τυχὼν ἀπόλωλ’. Ἄκουσον, ὦ γλυκύτατ’ Εὐριπίδη· τουτὶ λαβὼν ἄπειμι κοὐ πρόσειμ’ ἔτι· εἰς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός.

**ΕΥΡΙΠΙΔΗΣ**

### 470

Ἀπολεῖς μ’. Ἰδού σοι. Φροῦδά μοι τὰ δράματα.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 470

Ἀλλ’ οὐκέτ’, ἀλλ’ ἄπειμι. Καὶ γάρ εἰμ’ ἄγαν ὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν. Οἴμοι κακοδαίμων, ὡς ἀπόλωλ’. Ἐπελαθόμην ἐν ᾧπέρ ἐστι πάντα μοι τὰ πράγματα.

### 475

Εὐριπίδιον ὦ γλυκύτατον καὶ φίλτατον, κάκιστ’ ἀπολοίμην, εἴ τί ς’ αἰτήσαιμ’ ἔτι,

### 475

πλὴν ἓν μόνον, τουτὶ μόνον, τουτὶ μόνον, σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος.

**ΕΥΡΙΠΙΔΗΣ**

### 475

Ἁνὴρ ὑβρίζει· κλῇε πηκτὰ δωμάτων.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 480

Ὦ θύμ’, ἄνευ σκάνδικος ἐμπορευτέα. Ἆρ’ οἶσθ’ ὅσον τὸν ἀγῶν’ ἀγωνιεῖ τάχα, μέλλων ὑπὲρ Λακεδαιμονίων ἀνδρῶν λέγειν; Πρόβαινέ νυν, ὦ θυμέ· γραμμὴ δ’ αὑτηί. Ἕστηκας; Οὐκ εἶ καταπιὼν Εὐριπίδην;

### 485

Ἐπῄνες’· ἄγε νυν, ὦ τάλαινα καρδία, ἄπελθ’ ἐκεῖσε, κᾆτα τὴν κεφαλὴν ἐκεῖ παράσχες εἰποῦς’ ἅττ’ ἂν αὐτῇ σοὶ δοκῇ. Τόλμησον, ἴθι, χώρησον· ἄγαμαι καρδίας.

**ΧΟΡΟΣ**

### 490

Τί δράσεις; Τί φήσεις; 〈Εὖ〉 ἴσθι νυν ἀναίσχυντος ὢν σιδηροῦς τ’ ἀνήρ, ὅστις παρασχὼν τῇ πόλει τὸν αὐχένα ἅπασι μέλλεις εἷς λέγειν τἀναντία. Ἁνὴρ οὐ τρέμει τὸ πρᾶγμ’. Εἶά νυν,

### 495

ἐπειδήπερ αὐτὸς αἱρεῖ, λέγε.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 497

Μή μοι φθονήσητ’, ἄνδρες οἱ θεώμενοι, εἰ πτωχὸς ὢν ἔπειτ’ ἐν Ἀθηναίοις λέγειν μέλλω περὶ τῆς πόλεως, τρυγῳδίαν ποιῶν.

### 497

Τὸ γὰρ δίκαιον οἶδε καὶ τρυγῳδία. Ἐγὼ δὲ λέξω δεινὰ μέν, δίκαια δέ. Οὐ γάρ με νῦν γε διαβαλεῖ Κλέων ὅτι ξένων παρόντων τὴν πόλιν κακῶς λέγω. Αὐτοὶ γάρ ἐσμεν οὑπὶ Ληναίῳ τ’ ἀγών,

### 505

κοὔπω ξένοι πάρεισιν· οὔτε γὰρ φόροι ἥκουσιν οὔτ’ ἐκ τῶν πόλεων οἱ ξύμμαχοι· ἀλλ’ ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι· τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω. Ἐγὼ δὲ μισῶ μὲν Λακεδαιμονίους σφόδρα,

### 510

καὐτοῖς ὁ Ποσειδῶν, οὑπὶ Ταινάρῳ θεός, σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας· κἀμοὶ γάρ ἐστι τἀμπέλια κεκομμένα. Ἀτάρ, φίλοι γὰρ οἱ παρόντες ἐν λόγῳ, τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα;

### 515

Ἡμῶν γὰρ ἄνδρες, —οὐχὶ τὴν πόλιν λέγω· μέμνησθε τοῦθ’, ὅτι οὐχὶ τὴν πόλιν λέγω, — ἀλλ’ ἀνδράρια μοχθηρά, παρακεκομμένα, ἄτιμα καὶ παράσημα καὶ παράξενα, ἐσυκοφάντει· «Μεγαρέων τὰ χλανίσκια.»

### 520

Κεἴ που σίκυον ἴδοιεν ἢ λαγῴδιον ἢ χοιρίδιον ἢ σκόροδον ἢ χόνδρους ἅλας, ταῦτ’ ἦν Μεγαρικὰ κἀπέπρατ’ αὐθημερόν. Καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια, πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγαράδε

### 525

νεανίαι ’κκλέπτουσι μεθυσοκότταβοι· κᾆθ’ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι ἀντεξέκλεψαν Ἀσπασίας πόρνα δύο· κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου κατερράγη Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.

### 530

Ἐντεῦθεν ὀργῇ Περικλέης οὑλύμπιος ἤστραπτ’, ἐβρόντα, ξυνεκύκα τὴν Ἑλλάδα, ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους, ὡς χρὴ Μεγαρέας μήτε γῇ μήτ’ ἐν ἀγορᾷ μήτ’ ἐν θαλάττῃ μήτ’ ἐν ἠπείρῳ μένειν.

### 535

Ἐντεῦθεν οἱ Μεγαρῆς, ὅτε δὴ ’πείνων βάδην, Λακεδαιμονίων ἐδέοντο τὸ ψήφισμ’ ὅπως μεταστραφείη τὸ διὰ τὰς λαικαστρίας· οὐκ ἠθέλομεν δ’ ἡμεῖς δεομένων πολλάκις. Κἀντεῦθεν ἤδη πάταγος ἦν τῶν ἀσπίδων.

### 540

Ἐρεῖ τις· «Οὐ χρῆν·» ἀλλὰ τί ἐχρῆν, εἴπατε. Φέρ’, εἰ Λακεδαιμονίων τις ἐκπλεύσας σκάφει ἀπέδοτο φήνας κυνίδιον Σεριφίων, καθῆσθ’ ἂν ἐν δόμοισιν; Ἦ πολλοῦ γε δεῖ· καὶ κάρτα μέντἂν εὐθέως καθείλκετε

### 545

τριακοσίας ναῦς, ἦν δ’ ἂν ἡ πόλις πλέα θορύβου στρατιωτῶν, περὶ τριηράρχου βοῆς, μισθοῦ διδομένου, παλλαδίων χρυσουμένων, στοᾶς στεναχούσης, σιτίων μετρουμένων, ἀσκῶν, τροπωτήρων, κάδους ὠνουμένων,

### 545

σκορόδων, ἐλαῶν, κρομμύων ἐν δικτύοις, στεφάνων, τριχίδων, αὐλητρίδων, ὑπωπίων· τὸ νεώριον δ’ αὖ κωπέων πλατουμένων, τύλων ψοφούντων, θαλαμιῶν τροπουμένων, αὐλῶν, κελευστῶν, νιγλάρων, συριγμάτων.

### 555

Ταῦτ’ οἶδ’ ὅτι ἂν ἐδρᾶτε· τὸν δὲ Τήλεφον

### 555

οὐκ οἰόμεσθα; Νοῦς ἄρ’ ἡμῖν οὐκ ἔνι.

**ΗΜΙΧΟΡΙΟΝ Α**

### 557

Ἄληθες, ὦπίτριπτε καὶ μιαρώτατε; ταυτὶ σὺ τολμᾷς πτωχὸς ὢν ἡμᾶς λέγειν, καὶ συκοφάντης εἴ τις ἦν ὠνείδισας;

**ΗΜΙΧΟΡΙΟΝ Β**

### 560

Νὴ τὸν Ποσειδῶ, καὶ λέγει γ’ ἅπερ λέγει δίκαια πάντα κοὐδὲν αὐτῶν ψεύδεται.

**Α**

### 560

Εἶτ’ εἰ δίκαια, τοῦτον εἰπεῖν αὔτ’ ἐχρῆν; Ἀλλ’ οὔτι χαίρων ταῦτα τολμήσει λέγειν.

**Β**

### 560

Οὗτος σύ, ποῖ θεῖς; Οὐ μενεῖς; Ὡς εἰ θενεῖς

### 565

τὸν ἄνδρα τοῦτον, αὐτὸς ἀρθήσει τάχα.

**Α**

### 565

Ἰὼ Λάμαχ’, ὦ βλέπων ἀστραπάς, βοήθησον, ὦ γοργολόφα, φανείς, ἰὼ Λάμαχ’, ὦ φίλ’, ὦ φυλέτα· εἴτ’ ἔστι ταξίαρχος ἢ στρατηγὸς ἢ

### 570

τειχομάχας ἀνήρ, βοηθησάτω τις ἁνύσας· ἐγὼ γὰρ ἔχομαι μέσος.

**ΛΑΜΑΧΟΣ**

### 572

Πόθεν βοῆς ἤκουσα πολεμιστηρίας; Ποῖ χρὴ βοηθεῖν; Ποῖ κυδοιμὸν ἐμβαλεῖν; Τίς Γοργόν’ ἐξήγειρεν ἐκ τοῦ σάγματος;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 575

Ὦ Λάμαχ’, ἥρως τῶν λόφων καὶ τῶν λόχων.

**ΧΟΡΟΣ**

### 575

Ὦ Λάμαχ’, οὐ γὰρ οὗτος ἅνθρωπος πάλαι

### 575

ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ;

**ΛΑΜΑΧΟΣ**

### 575

Οὗτος, σὺ τολμᾷς πτωχὸς ὢν λέγειν τάδε;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 575

Ὦ Λάμαχ’ ἥρως, ἀλλὰ συγγνώμην ἔχε,

### 579

εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην.

**ΛΑΜΑΧΟΣ**

### 580

Τί δ’ εἶπας ἡμᾶς; Οὐκ ἐρεῖς;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 580

Οὐκ οἶδά πω· ὑπὸ τοῦ δέους γὰρ τῶν ὅπλων εἰλιγγιῶ. Ἀλλ’, ἀντιβολῶ ς’, ἀπένεγκέ μου τὴν μορμόνα.

**ΛΑΜΑΧΟΣ**

### 580

Ἰδού.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 583

Παράθες νυν ὑπτίαν αὐτὴν ἐμοί.

**ΛΑΜΑΧΟΣ**

### 583

Κεῖται.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 584

Φέρε νυν ἀπὸ τοῦ κράνους μοι τὸ πτερόν.

**ΛΑΜΑΧΟΣ**

### 585

Τουτὶ πτίλον σοι.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 585

Τῆς κεφαλῆς νύν μου λαβοῦ, ἵν’ ἐξεμέσω· βδελύττομαι γὰρ τοὺς λόφους.

**ΛΑΜΑΧΟΣ**

### 585

Οὗτος, τί δράσεις; Τῷ πτίλῳ μέλλεις ἐμεῖν; Πτίλον γάρ ἐστιν—

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 588

Εἰπέ μοι, τίνος ποτὲ ὄρνιθός ἐστιν; Ἆρα κομπολακύθου;

**ΛΑΜΑΧΟΣ**

### 590

Οἴμ’ ὡς τεθνήξεις.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 590

Μηδαμῶς, ὦ Λάμαχε· οὐ γὰρ κατ’ ἰσχύν ἐστιν· εἰ δ’ ἰσχυρὸς εἶ, τί μ’ οὐκ ἀπεψώλησας; Εὔοπλος γὰρ εἶ.

**ΛΑΜΑΧΟΣ**

### 590

Ταυτὶ λέγεις σὺ τὸν στρατηγὸν πτωχὸς ὤν,

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 590

Ἐγὼ γάρ εἰμι πτωχός;

**ΛΑΜΑΧΟΣ**

### 594

Ἀλλὰ τίς γὰρ εἶ;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 595

Ὅστις; πολίτης χρηστός, οὐ σπουδαρχίδης, ἀλλ’ ἐξ ὅτουπερ ὁ πόλεμος, στρατωνίδης, σὺ δ’ ἐξ ὅτουπερ ὁ πόλεμος, μισθαρχίδης.

**ΛΑΜΑΧΟΣ**

### 595

Ἐχειροτόνησαν γάρ με—

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 598

κόκκυγές γε τρεῖς. Ταῦτ’ οὖν ἐγὼ βδελυττόμενος ἐσπεισάμην,

### 598

ὁρῶν πολιοὺς μὲν ἄνδρας ἐν ταῖς τάξεσιν, νεανίας δ’ οἵους σὺ διαδεδρακότας, τοὺς μὲν ἐπὶ Θρᾴκης μισθοφοροῦντας τρεῖς δραχμάς, Τεισαμενοφαινίππους πανουργιππαρχίδας, ἑτέρους δὲ παρὰ Χάρητι, τοὺς δ’ ἐν Χάοσιν,

### 605

Γερητοθεοδώρους Διομειαλαζόνας, τοὺς δ’ ἐν Καμαρίνῃ κἀν Γέλᾳ κἀν Καταγέλᾳ.

**ΛΑΜΑΧΟΣ**

### 605

Ἐχειροτονήθησαν γάρ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 607

Αἴτιον δὲ τί ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἁμῃγέπῃ, τωνδὶ δὲ μηδέν’; Ἐτεόν, ὦ Μαριλάδη,

### 610

ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν ἕν; Ἤν, ἀνένευσε· καίτοι γ’ ἐστὶ σώφρων κἀργάτης. Τί δ’ Ἀνθράκυλλος ἢ Εὐφορίδης ἢ Πρινίδης; Εἶδέν τις ὑμῶν τἀκβάταν’ ἢ τοὺς Χάονας; Οὔ φασιν. Ἀλλ’ ὁ Κοισύρας καὶ Λάμαχος,

### 615

οἷς ὑπ’ ἐράνων τε καὶ χρεῶν πρώην ποτέ, ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας,

### 615

ἅπαντες ἐξίστω παρῄνουν οἱ φίλοι.

**ΛΑΜΑΧΟΣ**

### 615

Ὦ δημοκρατία, ταῦτα δῆτ’ ἀνασχετά;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 615

Οὐ δῆτ’, ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος.

**ΛΑΜΑΧΟΣ**

### 620

Ἀλλ’ οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοις ἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇ, καὶ ναυσὶ καὶ πεζοῖσι, κατὰ τὸ καρτερόν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 620

Ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοις ἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις

### 625

πωλεῖν ἀγοράζειν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.

**ΧΟΡΟΣ**

### 625

Ἁνὴρ νικᾷ τοῖσι λόγοισιν, καὶ τὸν δῆμον μεταπείθει περὶ τῶν σπονδῶν. Ἀλλ’ ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν. Ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν, οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν·

### 630

διαβαλλόμενος δ’ ὑπὸ τῶν ἐχθρῶν ἐν Ἀθηναίοις ταχυβούλοις, ὡς κωμῳδεῖ τὴν πόλιν ἡμῶν καὶ τὸν δῆμον καθυβρίζει, ἀποκρίνασθαι δεῖται νυνὶ πρὸς Ἀθηναίους μεταβούλους. Φησὶν δ’ εἶναι πολλῶν ἀγαθῶν αἴτιος ὑμῖν ὁ ποητής, παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι,

### 635

μήθ’ ἥδεσθαι θωπευομένους, μήτ’ εἶναι χαυνοπολίτας. Πρότερον δ’ ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις ἐξαπατῶντες πρῶτον μὲν ἰοστεφάνους ἐκάλουν· κἀπειδὴ τοῦτό τις εἴποι, εὐθὺς διὰ τοὺς στεφάνους ἐπ’ ἄκρων τῶν πυγιδίων ἐκάθησθε. Εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας λιπαρὰς καλέσειεν Ἀθήνας,

### 640

ηὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας.

### 640

Ταῦτα ποήσας πολλῶν ἀγαθῶν αἴτιος ὑμῖν γεγένηται, καὶ τοὺς δήμους ἐν ταῖς πόλεσιν δείξας ὡς δημοκρατοῦνται. Τοιγάρτοι νῦν οὑκ τῶν πόλεων τὸν φόρον ὑμῖν ἀπάγοντες ἥξουσιν ἰδεῖν ἐπιθυμοῦντες τὸν ποιητὴν τὸν ἄριστον,

### 645

ὅστις παρεκινδύνευς’ ἐν Ἀθηναίοις εἰπεῖν τὰ δίκαια. Οὕτω δ’ αὐτοῦ περὶ τῆς τόλμης ἤδη πόρρω κλέος ἥκει, ὅτε καὶ βασιλεὺς Λακεδαιμονίων τὴν πρεσβείαν βασανίζων ἠρώτησεν πρῶτα μὲν αὐτοὺς πότεροι ταῖς ναυσὶ κρατοῦσιν, εἶτα δὲ τοῦτον τὸν ποιητὴν ποτέρους εἴποι κακὰ πολλά·

### 645

τούτους γὰρ ἔφη τοὺς ἀνθρώπους πολὺ βελτίους γεγενῆσθαι καὶ τῷ πολέμῳ πολὺ νικήσειν τοῦτον ξύμβουλον ἔχοντας. Διὰ ταῦθ’ ὑμᾶς Λακεδαιμόνιοι τὴν εἰρήνην προκαλοῦνται καὶ τὴν Αἴγιναν ἀπαιτοῦσιν· καὶ τῆς νήσου μὲν ἐκείνης οὐ φροντίζους’, ἀλλ’ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται.

### 655

Ἀλλ’ ὑμεῖς τοι μή ποτ’ ἀφῆσθ’· ὡς κωμῳδήσει τὰ δίκαια. Φησὶν δ’ ὑμᾶς πολλὰ διδάξειν ἀγάθ’, ὥστ’ εὐδαίμονας εἶναι, οὐ θωπεύων οὐδ’ ὑποτείνων μισθοὺς οὐδ’ ἐξαπατύλλων, οὐδὲ πανουργῶν οὐδὲ κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων. Πρὸς ταῦτα Κλέων καὶ παλαμάσθω

### 660

καὶ πᾶν ἐπ’ ἐμοὶ τεκταινέσθω. Τὸ γὰρ εὖ μετ’ ἐμοῦ καὶ τὸ δίκαιον ξύμμαχον ἔσται, κοὐ μή ποθ’ ἁλῶ περὶ τὴν πόλιν ὢν ὥσπερ ἐκεῖνος δειλὸς καὶ λακαταπύγων.

### 665

Δεῦρο Μοῦς’ ἐλθὲ φλεγυρὰ πυρὸς ἔ‐

### 665

χουσα μένος ἔντονος Ἀχαρνική. Οἷον ἐξ ἀνθράκων πρινίνων φέψαλος ἀν‐ ήλατ’ ἐρεθιζόμενος οὐρίᾳ ῥιπίδι,

### 670

ἡνίκ’ ἂν ἐπανθρακίδες ὦσι παρακείμεναι, οἱ δὲ Θασίαν ἀνακυκῶσι λιπαράμπυκα, οἱ δὲ μάττωσιν, οὕτω σοβαρὸν

### 673-674

ἐλθὲ μέλος εὔτονον, ἀγροικότονον,

### 675

ὡς ἐμὲ λαβοῦσα τὸν δημότην.

### 675

Οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει· οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν γηροβοσκούμεσθ’ ὑφ’ ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν, οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες εἰς γραφὰς

### 680

ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων, οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους, οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν ἡ βακτηρία· τονθορύζοντες δὲ γήρᾳ τῷ λίθῳ προσέσταμεν, οὐχ ὁρῶντες οὐδὲν εἰ μὴ τῆς δίκης τὴν ἠλύγην.

### 685

Ὁ δὲ νεανίας ἑαυτῷ σπουδάσας ξυνηγορεῖν εἰς τάχος παίει ξυνάπτων στρογγύλοις τοῖς ῥήμασιν· κᾆτ’ ἀνελκύσας ἐρωτᾷ σκανδάληθρ’ ἱστὰς ἐπῶν ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν. Ὁ δ’ ὑπὸ γήρως μασταρύζει, κᾆτ’ ὀφλὼν ἀπέρχεται·

### 690

εἶτα λύζει καὶ δακρύει καὶ λέγει πρὸς τοὺς φίλους·

### 690

«Οὗ μ’ ἐχρῆν σορὸν πρίασθαι τοῦτ’ ὀφλὼν ἀπέρχομαι.»

### 690

Ταῦτα πῶς εἰκότα, γέροντ’ ἀπολέ‐ σαι πολιὸν ἄνδρα περὶ κλεψύδραν, πολλὰ δὴ ξυμπονήσαντα καὶ θερμὸν ἀπο‐

### 695

μορξάμενον ἀνδρικὸν ἱδρῶτα δὴ καὶ πολύν, ἄνδρ’ ἀγαθὸν ὄντα Μαραθῶνι περὶ τὴν πόλιν; Εἶτα Μαραθῶνι μὲν ὅτ’ ἦμεν, ἐδιώκομεν, νῦν δ’ ὑπ’ ἀνδρῶν πονηρῶν σφόδρα δι‐

### 695

ωκόμεθα, κᾆτα πρὸς ἁλισκόμεθα.

### 701-702

Πρὸς τάδε τίς ἀντερεῖ Μαρψίας;

### 703

Τῷ γὰρ εἰκὸς ἄνδρα κυφόν, ἡλίκον Θουκυδίδην, ἐξολέσθαι συμπλακέντα τῇ Σκυθῶν ἐρημίᾳ,

### 705

τῷδε τῷ Κηφισοδήμου, τῷ λάλῳ ξυνηγόρῳ; Ὥστ’ ἐγὼ μὲν ἠλέησα κἀπεμορξάμην ἰδὼν ἄνδρα πρεσβύτην ὑπ’ ἀνδρὸς τοξότου κυκώμενον ὃς μὰ τὴν Δήμητρ’, ἐκεῖνος ἡνίκ’ ἦν Θουκυδίδης, οὐδ’ ἂν αὐτὴν τὴν Ἀχαίαν ῥᾳδίως ἠνέσχετο,

### 710

ἀλλὰ κατεπάλαισε μέν 〈γ’〉 ἂν πρῶτον Εὐάθλους δέκα, κατεβόησε δ’ ἂν κεκραγὼς τοξότας τρισχιλίους, περιετόξευσεν δ’ ἂν αὐτοῦ τοῦ πατρὸς τοὺς ξυγγενεῖς. Ἀλλ’ ἐπειδὴ τοὺς γέροντας οὐκ ἐᾶθ’ ὕπνου τυχεῖν, ψηφίσασθε χωρὶς εἶναι τὰς γραφάς, ὅπως ἂν ᾖ

### 715

τῷ γέροντι μὲν γέρων καὶ νωδὸς ὁ ξυνήγορος, τοῖς νέοισι δ’ εὐρύπρωκτος καὶ λάλος χὠ Κλεινίου. Κἀξελαύνειν χρὴ τὸ λοιπόν—κἂν φύγῃ τις ζημιοῦν— τὸν γέροντα τῷ γέροντι, τὸν νέον δὲ τῷ νέῳ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 718

Ὅροι μὲν ἀγορᾶς εἰσιν οἵδε τῆς ἐμῆς.

### 720

Ἐνταῦθ’ ἀγοράζειν πᾶσι Πελοποννησίοις ἔξεστι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις, ἐφ’ ᾧτε πωλεῖν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή. Ἀγορανόμους δὲ τῆς ἀγορᾶς καθίσταμαι τρεῖς τοὺς λαχόντας τούσδ’ ἱμάντας ἐκ Λεπρῶν.

### 725

Ἐνταῦθα μήτε συκοφάντης εἰσίτω μήτ’ ἄλλος ὅστις Φασιανός ἐστ’ ἀνήρ. Ἐγὼ δὲ τὴν στήλην καθ’ ἣν ἐσπεισάμην μέτειμ’, ἵνα στήσω φανερὰν ἐν τἀγορᾷ.

**ΜΕΓΑΡΕΥΣ**

### 729

Ἀγορὰ ’ν Ἀθάναις, χαῖρε, Μεγαρεῦσιν φίλα.

### 730

Ἐπόθουν τυ ναὶ τὸν Φίλιον ᾇπερ ματέρα. Ἀλλ’, ὦ πόνηρα κώρι’ ἀθλίω πατρός, ἄμβατε ποττὰν μᾶδδαν, αἴ χ’ εὕρητέ πα. Ἀκούετε δή, ποτέχετ’ ἐμὶν τὰν γαστέρα· πότερα πεπρᾶσθαι χρῄδδετ’ ἢ πεινῆν κακῶς;

**ΚΟΡΑ**

### 735

Πεπρᾶσθαι πεπρᾶσθαι.

**ΜΕΓΑΡΕΥΣ**

### 735

Ἐγώνγα καὐτός φαμι. Τίς δ’ οὕτως ἄνους ὃς ὑμέ κα πρίαιτο, φανερὰν ζαμίαν; Ἀλλ’ ἔστι γάρ μοι Μεγαρικά τις μαχανά· χοίρως γὰρ ὑμὲ σκευάσας φασῶ φέρειν.

### 740

Περίθεσθε τάσδε τὰς ὁπλὰς τῶν χοιρίων·

### 740

ὅπως δὲ δοξεῖτ’ εἶμεν ἐξ ἀγαθᾶς ὑός· ὡς ναὶ τὸν Ἑρμᾶν, αἴπερ εἱξεῖτ’ οἴκαδις ἄπρατα, πειρασεῖσθε τᾶς λιμῶ κακῶς. Ἀλλ’ ἀμφίθεσθε καὶ ταδὶ τὰ ῥυγχία,

### 745

κἤπειτεν εἰς τὸν σάκκον ὧδ’ εἰσβαίνετε. Ὅπως δὲ γρυλλιξεῖτε καὶ κοΐξετε χἠσεῖτε φωνὰν χοιρίων μυστηρικῶν. Ἐγὼν δὲ καρυξῶ Δικαιόπολιν ὅπα. Δικαιόπολι, ἦ λῇς πρίασθαι χοιρία;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 745

Τί; Ἀνὴρ Μεγαρικός;

**ΜΕΓΑΡΕΥΣ**

### 745

Ἀγορασοῦντες εἵκομες.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 745

Πῶς ἔχετε;

**ΜΕΓΑΡΕΥΣ**

### 751

Διαπεινᾶμες ἀεὶ ποττὸ πῦρ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 751

Ἀλλ’ ἡδύ τοι νὴ τὸν Δί’, ἢν αὐλὸς παρῇ. Τί δ’ ἄλλο πράττεθ’ οἱ Μεγαρῆς νῦν;

**ΜΕΓΑΡΕΥΣ**

### 753

Οἷα δή. Ὅκα μὲν ἐγὼν τηνῶθεν ἐμπορευόμαν,

### 755

τὤνδρες πρόβουλοι τοῦτ’ ἔπρασσον τᾷ πόλι, ὅπως τάχιστα καὶ κάκιστ’ ἀπολοίμεθα.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 755

Αὐτίκ’ ἄρ’ ἀπαλλάξεσθε πραγμάτων.

**ΜΕΓΑΡΕΥΣ**

### 757

Σά μάν;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 757

Τί δ’ ἄλλο Μεγαροῖ; Πῶς ὁ σῖτος ὤνιος;

**ΜΕΓΑΡΕΥΣ**

### 757

Πὰρ ἁμὲ πολυτίματος ᾇπερ τοὶ θεοί.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 760

Ἅλας οὖν φέρεις;

**ΜΕΓΑΡΕΥΣ**

### 760

Οὐχ ὑμὲς αὐτῶν ἄρχετε;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 760

Οὐδὲ σκόροδα;

**ΜΕΓΑΡΕΥΣ**

### 761

Ποῖα σκόροδ’; Ὑμὲς τῶν ἀεί, ὅκκ’ εἰσβάλητε, τὼς ἀρωραῖοι μύες, πάσσακι τὰς ἄγλιθας ἐξορύσσετε.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 761

Τί δαὶ φέρεις;

**ΜΕΓΑΡΕΥΣ**

### 764

Χοίρως ἐγώνγα μυστικάς.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 765

Καλῶς λέγεις· ἐπίδειξον.

**ΜΕΓΑΡΕΥΣ**

### 765

Ἀλλὰ μὰν καλαί. Ἄντεινον, αἰ λῇς· ὡς παχεῖα καὶ καλά.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 765

Τουτὶ τί ἦν τὸ πρᾶγμα;

**ΜΕΓΑΡΕΥΣ**

### 767

Χοῖρος ναὶ Δία.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 767

Τί λέγεις σύ; ποδαπὴ χοῖρος ἥδε;

**ΜΕΓΑΡΕΥΣ**

### 768

Μεγαρικά. Ἢ οὐ χοῖρός ἐσθ’ ἅδ’;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 769

Οὐκ ἔμοιγε φαίνεται.

**ΜΕΓΑΡΕΥΣ**

### 770

Οὐ δεινά; Θᾶσθε, τῶδε τᾶς ἀπιστίας· οὔ φατι τάνδε χοῖρον εἶμεν. Ἀλλὰ μάν, αἰ λῇς, περίδου μοι περὶ θυμιτιδᾶν ἁλῶν, αἰ μή ’στιν οὗτος χοῖρος Ἑλλάνων νόμῳ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 770

Ἀλλ’ ἔστιν ἀνθρώπου γε.

**ΜΕΓΑΡΕΥΣ**

### 774

Ναὶ τὸν Διοκλέα,

### 775

ἐμά γα. Τὺ δέ νιν εἴμεναι τίνος δοκεῖς; Ἦ λῇς ἀκοῦσαι φθεγγομένας;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 776

Νὴ τοὺς θεοὺς ἔγωγε.

**ΜΕΓΑΡΕΥΣ**

### 777

Φώνει δὴ ταχέως τι, χοιρίον. Οὐ χρῆσθα; Σιγῇς, ὦ κάκιστ’ ἀπολουμένα; Πάλιν τυ ἀποισῶ ναὶ τὸν Ἑρμᾶν οἴκαδις.

**ΚΟΡΗ**

### 780

Κοῒ κοΐ.

**ΜΕΓΑΡΕΥΣ**

### 780

Αὕτα ’στὶ χοῖρος;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 781

Νῦν γε χοῖρος φαίνεται. Ἀτὰρ ἐκτραφείς γε κύσθος ἔσται.

**ΜΕΓΑΡΕΥΣ**

### 782

Πέντ’ ἐτῶν, σάφ’ ἴσθι, ποττὰν ματέρ’ εἰκασθήσεται.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 782

Ἀλλ’ οὐχὶ θύσιμός ἐστιν αὑτηγί.

**ΜΕΓΑΡΕΥΣ**

### 784

Σά μάν;

### 785

πᾶ δ’ οὐκὶ θύσιμός ἐστι;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 785

Κέρκον οὐκ ἔχει.

**ΜΕΓΑΡΕΥΣ**

### 785

Νεαρὰ γάρ ἐστιν· ἀλλὰ δελφακουμένα ἑξεῖ μεγάλαν τε καὶ παχεῖαν κἠρυθράν. Ἀλλ’ αἰ τράφειν λῇς, ἅδε τοι χοῖρος καλά.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 785

Ὡς ξυγγενὴς ὁ κύσθος αὐτῆς θἀτέρᾳ.

**ΜΕΓΑΡΕΥΣ**

### 790

Ὁμοματρία γάρ ἐστι κἠκ τωὐτῶ πατρός. Αἰ δ’ ἀμπαχυνθῇ κἀναχνοιανθῇ τριχί, κάλλιστος ἔσται χοῖρος Ἀφροδίτᾳ θύειν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 790

Ἀλλ’ οὐχὶ χοῖρος τἀφροδίτῃ θύεται,

**ΜΕΓΑΡΕΥΣ**

### 790

Οὐ χοῖρος Ἀφροδίτᾳ; Μόνᾳ γα δαιμόνων.

### 795

Καὶ γίνεταί γα τᾶνδε τᾶν χοίρων τὸ κρῆς ἅδιστον ἂν τὸν ὀδελὸν ἀμπεπαρμένον.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 795

Ἤδη δ’ ἄνευ τῆς μητρὸς ἐσθίοιεν ἄν;

**ΜΕΓΑΡΕΥΣ**

### 795

Ναὶ τὸν Ποτιδᾶ, καί κ’ ἄνις γα τῶ πατρός.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 795

Τί δ’ ἐσθίει μάλιστα;

**ΜΕΓΑΡΕΥΣ**

### 799

Πάνθ’ ἅ κα διδῷς.

### 799

Αὐτὸς δ’ ἐρώτη.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 799

Χύρρε χύρρε.

**ΚΟΡΑ**

### 799

Κοῒ κοΐ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 799

Τρώγοιτ’ ἂν ἐρεβίνθους;

**ΚΟΡΑ**

### 801

Κοῒ κοῒ κοΐ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 801

Τί δαί; Φιβάλεως ἰσχάδας;

**ΚΟΡΑ**

### 802

Κοῒ κοΐ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 802

[ Τί δαί; Σῦκα τρώγοις ἂν αὐτός; Κοῒ κοΐ]

### 802

Ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατον.

### 805

Ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων τοῖς χοιριδίοισιν. Ἆρα τρώξονται; Βαβαί, οἷον ῥοθιάζους’, ὦ πολυτίμηθ’ Ἡράκλεις. Ποδαπὰ τὰ χοιρί’; Ὡς Τραγασαῖα φαίνεται.

**ΜΕΓΑΡΕΥΣ**

### 805

Ἀλλ’ οὐκὶ πάσας κατέτραγον τὰς ἰσχάδας.

### 810

Ἐγὼν γὰρ αὐτᾶν τάνδε μίαν ἀνειλόμαν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 810

Νὴ τὸν Δί’, ἀστείω γε τὼ βοσκήματε. Πόσου πρίωμαί σοι τὰ χοιρίδια; λέγε.

**ΜΕΓΑΡΕΥΣ**

### 810

Τὸ μὲν ἅτερον τοῦτο σκορόδων τροπαλίδος, τὸ δ’ ἅτερον, αἰ λῇς, χοίνικος μόνας ἁλῶν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 815

Ὠνήσομαί σοι· περίμεν’ αὐτοῦ.

**ΜΕΓΑΡΕΥΣ**

### 815

Ταῦτα δή. Ἑρμᾶ ’μπολαῖε, τὰν γυναῖκα τὰν ἐμὰν οὕτω μ’ ἀποδόσθαι τάν τ’ ἐμωυτῶ ματέρα.

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 818

Ὦνθρωπε, ποδαπός;

**ΜΕΓΑΡΕΥΣ**

### 818

Χοιροπώλας Μεγαρικός.

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 818

Τὰ χοιρίδια τοίνυν ἐγὼ φαίνω ταδὶ

### 820

πολέμια καὶ σέ.

**ΜΕΓΑΡΕΥΣ**

### 820

Τοῦτ’ ἐκεῖν’· εἵκει πάλιν ὅθενπερ ἀρχὰ τῶν κακῶν ἁμὶν ἔφυ.

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 820

Κλάων μεγαριεῖς. Οὐκ ἀφήσεις τὸν σάκον;

**ΜΕΓΑΡΕΥΣ**

### 820

Δικαιόπολι Δικαιόπολι, φαντάδδομαι.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 820

Ὑπὸ τοῦ; Τίς ὁ φαίνων ς’ ἐστίν; Ἁγορανόμοι,

### 825

τοὺς συκοφάντας οὐ θύραζ’ ἐξείρξετε; Τί δαὶ μαθὼν φαίνεις ἄνευ θρυαλλίδος;

**ΣΥΚΟΦΑΝΤΗΣ**

### 825

Οὐ γὰρ φανῶ τοὺς πολεμίους;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 825

Κλάων γε σύ, εἰ μὴ ’τέρωσε συκοφαντήσεις τρέχων.

**ΜΕΓΑΡΕΥΣ**

### 829

Οἷον τὸ κακὸν ἐν ταῖς Ἀθάναις τοῦτ’ ἔνι.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 830

Θάρρει, Μεγαρίκ’· ἀλλ’ ἧς τὰ χοιρίδι’ ἀπέδου τιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας, καὶ χαῖρε πόλλ’·

**ΜΕΓΑΡΕΥΣ**

### 832

Ἀλλ’ ἁμὶν οὐκ ἐπιχώριον.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 832

Πολυπραγμοσύνη ’στιν· ἐς κεφαλὴν τράποιτ’ ἐμοί.

**ΜΕΓΑΡΕΥΣ**

### 832

Ὦ χοιρίδια, πειρῆσθε κἄνις τῶ πατρὸς

### 835

παίειν ἐφ’ ἁλὶ τὰν μᾶδδαν, αἴ κά τις διδῷ.

**ΧΟΡΟΣ**

### 835

Εὐδαιμονεῖ γ’ ἅνθρωπος. Οὐκ ἤκουσας οἷ προβαίνει τὸ πρᾶγμα τοῦ βουλεύματος;

### 838

Καρπώσεται γὰρ ἁνὴρ ἐν τἀγορᾷ καθήμενος·

### 839

κἂν εἰσίῃ τις Κτησίας

### 840

ἢ συκοφάντης ἄλλος, οἰ‐

### 840

μώζων καθεδεῖται·

### 840

οὐδ’ ἄλλος ἀνθρώπων ὑπο‐ ψωνῶν σε πημανεῖ τι, οὐδ’ ἐξομόρξεται Πρέπις

### 843

τὴν εὐρυπρωκτίαν σοι, οὐδ’ ὠστιεῖ Κλεωνύμῳ·

### 845

χλαῖναν δ’ ἔχων φανὴν δίει κοὐ ξυντυχών ς’ Ὑπέρβολος

### 846

δικῶν ἀναπλήσει· οὐδ’ ἐντυχὼν ἐν τἀγορᾷ πρόσεισί σοι βαδίζων Κρατῖνος ἀεὶ κεκαρμένος

### 849

μοιχὸν μιᾷ μαχαίρᾳ,

### 849

ὁ περιπόνηρος Ἀρτέμων, ὁ ταχὺς ἄγαν τὴν μουσικήν, ὄζων κακὸν τῶν μασχαλῶν

### 852

πατρὸς Τραγασαίου· οὐδ’ αὖθις αὖ σε σκώψεται

### 853

Παύσων ὁ παμπόνηρος Λυσίστρατός τ’ ἐν τἀγορᾷ,

### 855

Χολαργέων ὄνειδος, ὁ περιαλουργὸς τοῖς κακοῖς, ῥιγῶν τε καὶ πεινῶν ἀεὶ πλεῖν ἢ τριάκονθ’ ἡμέρας τοῦ μηνὸς ἑκάστου.

**ΘΗΒΑΙΟΣ**

### 860

Ἴττω Ἡρακλεῖς, ἔκαμόν γα τὰν τύλαν κακῶς. Κατάθου τὺ τὰν γλάχων’ ἀτρέμας, Ἰσμεινία· ὑμὲς δ’, ὅσοι Θείβαθεν αὐλειταὶ πάρα, τοῖς ὀστίνοις φυσεῖτε τὸν πρωκτὸν κυνός.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 860

Παῦ’· ἐς κόρακας. Οἱ σφῆκες, οὐκ ἀπὸ τῶν θυρῶν;

### 865

Πόθεν προσέπτονθ’ οἱ κακῶς ἀπολούμενοι ἐπὶ τὴν θύραν μοι Χαιριδῆς βομβαύλιοι;

**ΘΗΒΑΙΟΣ**

### 865

Νεὶ τὸν Ἰόλαν ἐπιχαρίτως 〈τύ〉 γ’, ὦ ξένε· Θείβαθε γὰρ φυσάντες ἐξόπισθέ μου τἄνθια τᾶς γλάχωνος ἀπέκιξαν χαμαί.

### 870

Ἀλλ’ εἴ τι βούλει, πρίασο τῶν ἐγὼ φέρω, τῶν ὀρταλίχων ἢ τῶν τετραπτερυλλίδων.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 870

Ὦ χαῖρε, κολλικοφάγε Βοιωτίδιον. Τί φέρεις;

**ΘΗΒΑΙΟΣ**

### 873

Ὅς’ ἐστὶν ἀγαθὰ Βοιωτοῖς ἁπλῶς, ὀρίγανον, γλαχώ, ψιάθως, θρυαλλίδας,

### 875

νάσσας, κολοιώς, ἀτταγᾶς, φαλαρίδας, τροχίλως, κολύμβως.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 876

Ὡσπερεὶ χειμὼν ἄρα ὀρνιθίας εἰς τὴν ἀγορὰν ἐλήλυθας.

**ΘΗΒΑΙΟΣ**

### 876

Καὶ μὰν φέρω χᾶνας, λαγώς, ἀλώπεκας,

### 876

σκάλοπας, ἐχίνως, αἰελώρως, πικτίδας,

### 880

ἰκτίδας, ἐνύδριας, ἐγχέλιας Κωπαΐδας.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 880

Ὦ τερπνότατον σὺ τέμαχος ἀνθρώποις φέρων, δός μοι προσειπεῖν, εἰ φέρεις, τὰς ἐγχέλεις.

**ΘΗΒΑΙΟΣ**

### 880

Πρέσβειρα πεντήκοντα Κωπᾴδων κορᾶν, ἔκβαθι τῶδε κἠπιχάριτται τῷ ξένῳ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 885

Ὦ φιλτάτη σὺ καὶ πάλαι ποθουμένη, ἦλθες ποθεινὴ μὲν τρυγῳδικοῖς χοροῖς, φίλη δὲ Μορύχῳ. Δμῶες, ἐξενέγκατε τὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα. Σκέψασθε, παῖδες, τὴν ἀρίστην ἔγχελυν,

### 890

ἥκουσαν ἕκτῳ μόλις ἔτει ποθουμένην. Προσείπατ’ αὐτὴν, ὦ τέκν’· ἄνθρακας δ’ ἐγὼ ὑμῖν παρέξω τῆσδε τῆς ξένης χάριν. Ἀλλ’ εἴσφερ’ αὐτήν· μηδὲ γὰρ θανών ποτε σοῦ χωρὶς εἴην ἐντετευτλιωμένης.

**ΘΗΒΑΙΟΣ**

### 895

Ἐμοὶ δὲ τιμὰ τᾶσδε πᾶ γενείσεται;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 895

Ἀγορᾶς τέλος ταύτην γέ που δώσεις ἐμοί. Ἀλλ’ εἴ τι πωλεῖς τῶνδε τῶν ἄλλων, λέγε.

**ΘΗΒΑΙΟΣ**

### 895

Ἰώγα ταῦτα πάντα.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 898

Φέρε, πόσου λέγεις; Ἢ φορτί’ ἕτερ’ ἐνθένδ’ ἐκεῖς’ ἄξεις ἰών;

**ΘΗΒΑΙΟΣ**

### 898

Ὅ τι γ’ ἔστ’ Ἀθάνας’, ἐν Βοιωτοῖσιν δὲ μή.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 898

Ἀφύας ἄρ’ ἄξεις πριάμενος Φαληρικὰς ἢ κέραμον.

**ΘΗΒΑΙΟΣ**

### 902

Ἀφύας εἲ κέραμον; Ἀλλ’ ἔντ’ ἐκεῖ· ἀλλ’ ὅ τι πὰρ ἁμὶν μεί ’στι, τᾶδε δ’ αὖ πολύ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 902

Ἐγᾦδα τοίνυν· συκοφάντην ἔξαγε,

### 905

ὥσπερ κέραμον ἐνδησάμενος.

**ΘΗΒΑΙΟΣ**

### 905

Νεὶ τὼ σιώ, λάβοιμι μέντἂν κέρδος ἀγαγὼν καὶ πολύ, ἇπερ πίθακον ἀλιτρίας πολλᾶς πλέων.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 905

Καὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν.

**ΘΗΒΑΙΟΣ**

### 905

Μικκός γα μᾶκος οὗτος.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 909

Ἀλλὰ πᾶν κακόν.

**ΝΙΚΑΡΧΟΣ**

### 910

Ταυτὶ τίνος τὰ φορτί’ ἐστί;

**ΘΗΒΑΙΟΣ**

### 910

Τῶδ’ ἐμὰ Θείβαθεν, ἴττω Δεύς.

**ΝΙΚΑΡΧΟΣ**

### 911

Ἐγὼ τοίνυν ὁδὶ φαίνω πολέμια ταῦτα.

**ΘΗΒΑΙΟΣ**

### 912

Τί δὲ κακὸν παθὼν ὀρναπετίοισι πόλεμον ἤρα καὶ μάχαν;

**ΝΙΚΑΡΧΟΣ**

### 912

Καὶ σέ γε φανῶ πρὸς τοῖσδε.

**ΘΗΒΑΙΟΣ**

### 914

Τί ἀδικείμενος;

**ΝΙΚΑΡΧΟΣ**

### 915

Ἐγὼ φράσω σοι τῶν περιεστώτων χάριν.

### 915

Ἐκ τῶν πολεμίων εἰσάγεις θρυαλλίδα.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 915

Ἔπειτα φαίνεις δῆτα διὰ θρυαλλίδα;

**ΝΙΚΑΡΧΟΣ**

### 915

Αὕτη γὰρ ἐμπρήσειεν ἂν τὸ νεώριον.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 915

Νεώριον θρυαλλίς;

**ΝΙΚΑΡΧΟΣ**

### 919

Οἶμαι.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 919

Τίνι τρόπῳ;

**ΝΙΚΑΡΧΟΣ**

### 920

Ἐνθεὶς ἂν εἰς τίφην ἀνὴρ Βοιώτιος ἅψας ἂν εἰσπέμψειεν εἰς τὸ νεώριον δι’ ὑδρορρόας, βορέαν ἐπιτηρήσας μέγαν. Κεἴπερ λάβοιτο τῶν νεῶν τὸ πῦρ ἅπαξ, σελαγοῖντ’ ἂν εὐθύς.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 924

Ὦ κάκιστ’ ἀπολούμενε,

### 925

σελαγοῖντ’ ἂν ὑπὸ τίφης τε καὶ θρυαλλίδος;

**ΝΙΚΑΡΧΟΣ**

### 925

Μαρτύρομαι.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 926

Ξυλλάμβαν’ αὐτοῦ τὸ στόμα· δός μοι φορυτόν, ἵν’ αὐτὸν ἐνδήσας φέρω ὥσπερ κέραμον, ἵνα μὴ καταγῇ φερόμενος.

**ΧΟΡΟΣ**

### 928

Ἔνδησον, ὦ βέλτιστε, τῷ

### 930

ξένῳ καλῶς τὴν ἐμπολὴν οὕτως ὅπως

### 931

ἂν μὴ φέρων κατάξῃ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 931

Ἐμοὶ μελήσει ταῦτ’, ἐπεί τοι καὶ ψοφεῖ λάλον τι καὶ πυρορραγὲς

### 934

κἄλλως θεοῖσιν ἐχθρόν.

**ΧΟΡΟΣ**

### 935

Τί χρήσεταί ποτ’ αὐτῷ;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 935

Πάγχρηστον ἄγγος ἔσται,

### 935

κρατὴρ κακῶν, τριπτὴρ δικῶν, φαίνειν ὑπευθύνους λυχνοῦ‐ χος καὶ κύλιξ

### 939

τὰ πράγματ’ ἐγκυκᾶσθαι.

**ΧΟΡΟΣ**

### 940

Πῶς δ’ ἂν πεποιθοίη τις ἀγ‐ γείῳ τοιούτῳ χρώμενος κατ’ οἰκίαν

### 942

τοσόνδ’ ἀεὶ ψοφοῦντι;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 942

Ἰσχυρόν ἐστιν, ὦγάθ’, ὥστ’ οὐκ ἂν καταγείη ποτ’, εἴ‐

### 944

περ ἐκ ποδῶν

### 945

κατωκάρα κρέμαιτο.

**ΧΟΡΟΣ**

### 945

Ἤδη καλῶς ἔχει σοι.

**ΘΗΒΑΙΟΣ**

### 945

Μέλλω γά τοι θερίδδειν.

**ΧΟΡΟΣ**

### 945

Ἀλλ’, ὦ ξένων βέλτιστε, συν‐ θέριζε καὶ [τοῦτον λαβὼν] πρόσβαλλ’ ὅποι

### 945

βούλει φέρων πρὸς πάντα συκοφάντην.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 951

Μόλις γ’ ἐνέδησα τὸν κακῶς ἀπολούμενον. Αἴρου λαβὼν τὸν κέραμον, ὦ Βοιώτιε.

**ΘΗΒΑΙΟΣ**

### 951

Ὑπόκυπτε τὰν τύλαν ἰών, Ἰσμείνιχε.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 955

Χὤπως κατοίσεις αὐτὸν εὐλαβουμένως.

### 955

Πάντως μὲν οἴσεις οὐδὲν ὑγιές, ἀλλ’ ὅμως· κἂν τοῦτο κερδάνῃς ἄγων τὸ φορτίον, εὐδαιμονήσεις συκοφαντῶν γ’ οὕνεκα.

**ΑΓΓΕΛΟΣ ΛΑΜΑΧΟΥ**

### 959

Δικαιόπολι.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 959

Τί ἐστι; Τί με βωστρεῖς;

**ΑΓΓΕΛΟΣ ΛΑΜΑΧΟΥ**

### 959

Ὅ τι;

### 960

ἐκέλευε Λάμαχός σε ταυτησὶ δραχμῆς εἰς τοὺς Χοᾶς αὑτῷ μεταδοῦναι τῶν κιχλῶν, τριῶν δραχμῶν δ’ ἐκέλευε Κωπᾷδ’ ἔγχελυν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 960

Ὁ ποῖος οὗτος Λάμαχος τὴν ἔγχελυν;

**ΑΓΓΕΛΟΣ ΛΑΜΑΧΟΥ**

### 960

Ὁ δεινός, ὁ ταλαύρινος, ὃς τὴν Γοργόνα

### 965

πάλλει κραδαίνων τρεῖς κατασκίους λόφους.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 965

Οὐκ ἂν μὰ Δί’, εἰ δοίη γέ μοι τὴν ἀσπίδα· ἀλλ’ ἐπὶ ταρίχει τοὺς λόφους κραδαινέτω· ἢν δ’ ἀπολιγαίνῃ, τοὺς ἀγορανόμους καλῶ. Ἐγὼ δ’ ἐμαυτῷ τόδε λαβὼν τὸ φορτίον

### 970

εἴσειμ’ ὑπαὶ πτερύγων κιχλᾶν καὶ κοψίχων.

**ΧΟΡΟΣ**

### 971-972

Εἶδες, ὦ πᾶσα πόλι, τὸν φρόνιμον ἄνδρα, τὸν ὑπέρσοφον,

### 973-974

οἷ’ ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν,

### 975-976

ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δ’ αὖ πρέπει χλιαρὰ κατεσθίειν.

### 977

Αὐτόματα πάντ’ ἀγαθὰ τῷδέ γε πορίζεται.

### 977

Οὐδέποτ’ ἐγὼ Πόλεμον οἴκαδ’ ὑποδέξομαι,

### 979-980

οὐδὲ παρ’ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεται

### 980

ξυγκατακλινείς, ὅτι πάροινος ἁνὴρ ἔφυ, ὅστις ἐπὶ πάντ’ ἀγάθ’ ἔχοντας ἐπικωμάσας ἠργάσατο πάντα κακά, κἀνέτρεπε κἀξέχει

### 983-984

κἀμάχετο καὶ προσέτι πολλὰ προκαλουμένου·

### 985

«Πῖνε, κατάκεισο, λαβὲ τήνδε φιλοτησίαν,»

### 985

τὰς χάρακας ἧπτε πολὺ μᾶλλον ἔτι τῷ πυρί, ἐξέχει θ’ ἡμῶν βίᾳ τὸν οἶνον ἐκ τῶν ἀμπέλων.

### 986

Ἐπτέρωταί τ’ ἐπὶ τὸ δεῖπνον ἅμα καὶ μεγάλα δὴ φρονεῖ, τοῦ βίου δ’ ἐξέβαλε δεῖγμα 〈τάδε〉 τὰ πτερὰ πρὸ τῶν θυρῶν. Ὦ Κύπριδι τῇ καλῇ καὶ Χάρισι ταῖς φίλαις ξύντροφε Διαλλαγή,

### 990

ὡς καλὸν ἔχουσα τὸ πρόσωπον ἄρ’ ἐλάνθανες. Πῶς ἂν ἐμὲ καὶ σέ τις Ἔρως ξυναγάγοι λαβών ὥσπερ ὁ γεγραμμένος ἔχων στέφανον ἀνθέμων; Ἢ πάνυ γερόντιον ἴσως νενόμικάς με σύ; Ἀλλά σε λαβὼν τρία δοκῶ γ’ ἂν ἔτι προσβαλεῖν·

### 995

πρῶτα μὲν ἂν ἀμπελίδος ὄρχον ἐλάσαι μακρόν, εἶτα παρὰ τόνδε νέα μοσχίδια συκίδων, καὶ τὸ τρίτον ἡμερίδος ὄσχον, ὁ γέρων ὁδί, καὶ περὶ τὸ χωρίον ἐλᾷδας ἅπαν ἐν κύκλῳ, ὥστ’ ἀλείφεσθαι ς’ ἀπ’ αὐτῶν κἀμὲ ταῖς νουμηνίαις.

**ΚΗΡΥΞ**

### 999

Ἀκούετε λεῴ· κατὰ τὰ πάτρια τοὺς Χοᾶς πίνειν ὑπὸ τῆς σάλπιγγος· ὃς δ’ ἂν ἐκπίῃ πρώτιστος, ἀσκὸν Κτησιφῶντος λήψεται.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 999

Ὦ παῖδες, ὦ γυναῖκες, οὐκ ἠκούσατε; Τί δρᾶτε; Τοῦ κήρυκος οὐκ ἀκούετε;

### 1005

Ἀναβράττετ’, ἐξοπτᾶτε, τρέπετ’, ἀφέλκετε τὰ λαγῷα ταχέως, τοὺς στεφάνους ἀνείρετε. Φέρε τοὺς ὀβελίσκους, ἵν’ ἀναπείρω τὰς κίχλας.

**ΧΟΡΟΣ**

### 1007

Ζηλῶ σε τῆς εὐβουλίας, μᾶλλον δὲ τῆς εὐωχίας,

### 1010

ἄνθρωπε, τῆς παρούσης.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1010

Τί δῆτ’, ἐπειδὰν τὰς κίχλας ὀπτωμένας ἴδητε;

**ΧΟΡΟΣ**

### 1010

Οἶμαί σε καὶ τοῦτ’ εὖ λέγειν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1010

Τὸ πῦρ ὑποσκάλευε.

**ΧΟΡΟΣ**

### 1015

Ἤκουσας ὡς μαγειρικῶς κομψῶς τε καὶ δειπνητικῶς αὑτῷ διακονεῖται;

**ΓΕΩΡΓΟΣ**

### 1018

Οἴμοι τάλας.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1018

Ὦ Ἡράκλεις, τίς οὑτοσί;

**ΓΕΩΡΓΟΣ**

### 1018

Ἀνὴρ κακοδαίμων.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1019

Κατὰ σεαυτόν νυν τρέπου.

**ΓΕΩΡΓΟΣ**

### 1020

Ὦ φίλτατε, σπονδαὶ γάρ εἰσι σοὶ μόνῳ, μέτρησον εἰρήνης τί μοι, κἂν πέντ’ ἔτη.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1020

Τί δ’ ἔπαθες;

**ΓΕΩΡΓΟΣ**

### 1022

Ἐπετρίβην ἀπολέσας τὼ βόε.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1022

Πόθεν;

**ΓΕΩΡΓΟΣ**

### 1023

Ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1023

Ὦ τρισκακόδαιμον, εἶτα λευκὸν ἀμπέχει;

**ΓΕΩΡΓΟΣ**

### 1025

Καὶ ταῦτα μέντοι νὴ Δί’ ὥπερ μ’ ἐτρεφέτην ἐν πᾶσι βολίτοις.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1026

Εἶτα νυνὶ τοῦ δέει;

**ΓΕΩΡΓΟΣ**

### 1026

Ἀπόλωλα τὠφθαλμὼ δακρύων τὼ βόε. Ἀλλ’ εἴ τι κήδει Δερκέτου Φυλασίου, ὑπάλειψον εἰρήνῃ με τὠφθαλμὼ ταχύ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1030

Ἀλλ’, ὦ πόνηρ’, οὐ δημοσιεύων τυγχάνω.

**ΓΕΩΡΓΟΣ**

### 1030

Ἴθ’ ἀντιβολῶ ς’, ἤν πως κομίσωμαι τὼ βόε.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1030

Οὐκ ἔστιν, ἀλλὰ κλᾶε πρὸς τοὺς Πιττάλου.

**ΓΕΩΡΓΟΣ**

### 1030

Σὺ δ’ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα εἰς τὸν καλαμίσκον ἐνστάλαξον τουτονί.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1035

Οὐδ’ ἂν στριβιλικίγξ· ἀλλ’ ἀπιὼν οἴμωζέ ποι.

**ΓΕΩΡΓΟΣ**

### 1035

Οἴμοι κακοδαίμων τοῖν γεωργοῖν βοιδίοιν.

**ΧΟΡΟΣ**

### 1036

Ἁνὴρ ἀνηύρηκέν τι ταῖς σπονδαῖσιν ἡδύ, κοὐκ ἔοι‐ κεν οὐδενὶ μεταδώσειν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1040

Κατάχει σὺ τῆς χορδῆς τὸ μέλι· τὰς σηπίας στάθευε.

**ΧΟΡΟΣ**

### 1040

Ἤκουσας ὀρθιασμάτων;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1040

Ὀπτᾶτε τἀγχέλεια.

**ΧΟΡΟΣ**

### 1040

Ἀποκτενεῖς λιμῷ ’μὲ καὶ

### 1045

τοὺς γείτονας κνίσῃ τε καὶ φωνῇ τοιαῦτα λάσκων.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1046

Ὀπτᾶτε ταυτὶ καὶ καλῶς ξανθίζετε.

**ΠΑΡΑΝΥΜΦΟΣ**

### 1048

Δικαιόπολι, 〈Δικαιόπολι.〉

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1048

Τίς οὑτοσί;

**ΠΑΡΑΝΥΜΦΟΣ**

### 1048

Ἔπεμψέ τίς σοι νυμφίος ταυτὶ κρέα

### 1048

ἐκ τῶν γάμων.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1048

Καλῶς γε ποιῶν ὅστις ἦν.

**ΠΑΡΑΝΥΜΦΟΣ**

### 1048

Ἐκέλευε δ’ ἐγχέαι σε τῶν κρεῶν χάριν, ἵνα μὴ στρατεύοιτ’, ἀλλὰ κινοίη μένων, εἰς τὸν ἀλάβαστον κύαθον εἰρήνης ἕνα.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1048

Ἀπόφερ’, ἀπόφερε τὰ κρέα καὶ μή μοι δίδου,

### 1055

ὡς οὐκ ἂν ἐγχέαιμι χιλιῶν δραχμῶν. Ἀλλ’ αὑτηὶ τίς ἐστιν;

**ΠΑΡΑΝΥΜΦΟΣ**

### 1056

Ἡ νυμφεύτρια δεῖται παρὰ τῆς νύμφης τι σοὶ λέξαι μόνῳ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1056

Φέρε δή, τί σὺ λέγεις; Ὡς γέλοιον, ὦ θεοί, τὸ δέημα τῆς νύμφης, ὃ δεῖταί μου σφόδρα,

### 1060

ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου. Φέρε δεῦρο τὰς σπονδάς, ἵν’ αὐτῇ δῶ μόνῃ, ὁτιὴ γυνή ’στι τοῦ πολέμου τ’ οὐκ αἰτία. Ὕπεχ’ ὧδε δεῦρο τοὐξάλειπτρον, ὦ γύναι. Οἶσθ’ ὡς ποείτω; τοῦτο τῇ νύμφῃ φράσον·

### 1065

Ὅταν στρατιώτας καταλέγωσι, τουτῳὶ νύκτωρ ἀλειφέτω τὸ πέος τοῦ νυμφίου. Ἀπόφερε τὰς σπονδάς. Φέρε τὴν οἰνήρυσιν, ἵν’ οἶνον ἐγχέω λαβὼν εἰς τοὺς Χοᾶς.

**ΧΟΡΟΣ**

### 1065

Καὶ μὴν ὁδί τις τὰς ὀφρῦς ἀνεσπακὼς

### 1070

ὥσπερ τι δεινὸν ἀγγελῶν ἐπείγεται.

**ΚΗΡΥΞ**

### 1070

Ἰὼ πόνοι τε καὶ μάχαι καὶ Λάμαχοι.

**ΛΑΜΑΧΟΣ**

### 1070

Τίς ἀμφὶ χαλκοφάλαρα δώματα κτυπεῖ;

**ΚΗΡΥΞ**

### 1070

Ἰέναι ς’ ἐκέλευον οἱ στρατηγοὶ τήμερον ταχέως λαβόντα τοὺς λόχους καὶ τοὺς λόφους·

### 1075

κἄπειτα τηρεῖν νειφόμενον τὰς εἰσβολάς. Ὑπὸ τοὺς Χοᾶς γὰρ καὶ Χύτρους αὐτοῖσί τις ἤγγειλε λῃστὰς ἐμβαλεῖν Βοιωτίους.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1075

Ἰὼ στρατηγοὶ πλείονες ἢ βελτίονες.

**ΛΑΜΑΧΟΣ**

### 1075

Οὐ δεινὰ μὴ ’ξεῖναί με μηδ’ ἑορτάσαι;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1080

Ἰὼ στράτευμα πολεμολαμαχαϊκόν.

**ΛΑΜΑΧΟΣ**

### 1080

Οἴμοι κακοδαίμων, καταγελᾷς ἤδη σύ μου.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1080

Βούλει μάχεσθαι Γηρυόνῃ τετραπτίλῳ;

**ΛΑΜΑΧΟΣ**

### 1080

Αἰαῖ,

### 1083

οἵαν ὁ κῆρυξ ἀγγελίαν ἤγγειλέ μοι.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1083

Αἰαῖ, τίνα δ’ αὖ ’μοὶ προστρέχει τις ἀγγελῶν;

**ΑΓΓΕΛΟΣ ΛΑΜΑΧΟΥ**

### 1085

Δικαιόπολι.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1085

Τί ἐστιν;

**ΑΓΓΕΛΟΣ ΛΑΜΑΧΟΥ**

### 1085

Ἐπὶ δεῖπνον ταχὺ βάδιζε τὴν κίστην λαβὼν καὶ τὸν χοᾶ. Ὁ τοῦ Διονύσου γάρ ς’ ἱερεὺς μεταπέμπεται. Ἀλλ’ ἐγκόνει· δειπνεῖν κατακωλύεις πάλαι. Τὰ δ’ ἄλλα πάντ’ ἐστὶν παρεσκευασμένα,

### 1090

κλῖναι, τράπεζαι, προσκεφάλαια, στρώματα,

### 1090

στέφανοι, μύρον, τραγήμαθ’, —αἱ πόρναι πάρα, — ἄμυλοι, πλακοῦντες, σησαμοῦντες, ἴτρια, ὀρχηστρίδες, τὸ Φίλτα θ ’ Ἁρμόδ ι ’ ο ὐ, πάλαι. Ἀλλ’ ὡς τάχιστα σπεῦδε.

**ΛΑΜΑΧΟΣ**

### 1094

Κακοδαίμων ἐγώ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1095

Καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα. Σύγκλειε, καὶ δεῖπνόν τις ἐνσκευαζέτω.

**ΛΑΜΑΧΟΣ**

### 1095

Παῖ παῖ, φέρ’ ἔξω δεῦρο τὸν γυλιὸν ἐμοί.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1095

Παῖ παῖ, φέρ’ ἔξω δεῦρο τὴν κίστην ἐμοί.

**ΛΑΜΑΧΟΣ**

### 1095

Ἅλας θυμίτας οἶσε, παῖ, καὶ κρόμμυα.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1095

Ἐμοὶ δὲ τεμάχη· κρομμύοις γὰρ ἄχθομαι.

**ΛΑΜΑΧΟΣ**

### 1095

Θρῖον ταρίχους οἶσε δεῦρο, παῖ, σαπροῦ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1095

Κἀμοὶ σὺ δή, παῖ, θρῖον· ὀπτήσω δ’ ἐκεῖ.

**ΛΑΜΑΧΟΣ**

### 1095

Ἔνεγκε δεῦρο τὼ πτερὼ τὠκ τοῦ κράνους.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1095

Ἐμοὶ δὲ τὰς φάττας γε φέρε καὶ τὰς κίχλας.

**ΛΑΜΑΧΟΣ**

### 1105

Καλόν γε καὶ λευκὸν τὸ τῆς στρούθου πτερόν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1105

Καλόν γε καὶ ξανθὸν τὸ τῆς φάττης κρέας.

**ΛΑΜΑΧΟΣ**

### 1105

Ὦνθρωπε, παῦσαι καταγελῶν μου τῶν ὅπλων.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1105

Ὦνθρωπε, βούλει μὴ βλέπειν εἰς τὰς κίχλας;

**ΛΑΜΑΧΟΣ**

### 1105

Τὸ λοφεῖον ἐξένεγκε τῶν τριῶν λόφων.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1110

Κἀμοὶ λεκάνιον τῶν λαγῴων δὸς κρεῶν.

**ΛΑΜΑΧΟΣ**

### 1110

Ἀλλ’ ἦ τριχόβρωτες τοὺς λόφους μου κατέφαγον;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1110

Ἀλλ’ ἦ πρὸ δείπνου τὴν μίμαρκυν κατέδομαι;

**ΛΑΜΑΧΟΣ**

### 1110

Ὦνθρωπε, βούλει μὴ προσαγορεύειν ἐμέ;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1110

Οὔκ, ἀλλ’ ἐγὼ χὠ παῖς ἐρίζομεν πάλαι.

### 1115

Βούλει περιδόσθαι κἀπιτρέψαι Λαμάχῳ, πότερον ἀκρίδες ἥδιόν ἐστιν ἢ κίχλαι;

**ΛΑΜΑΧΟΣ**

### 1115

Οἴμ’ ὡς ὑβρίζεις.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1117

Τὰς ἀκρίδας κρίνει πολύ.

**ΛΑΜΑΧΟΣ**

### 1117

Παῖ παῖ, καθελών μοι τὸ δόρυ δεῦρ’ ἔξω φέρε.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1117

Παῖ παῖ, σὺ δ’ ἀφελὼν δεῦρο τὴν χορδὴν φέρε.

**ΛΑΜΑΧΟΣ**

### 1120

Φέρε, τοῦ δόρατος ἀφελκύσωμαι τοὔλυτρον. Ἔχ’, ἀντέχου, παῖ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1121

Καὶ σύ, παῖ, τοῦδ’ ἀντέχου.

**ΛΑΜΑΧΟΣ**

### 1121

Τοὺς κιλλίβαντας οἶσε, παῖ, τῆς ἀσπίδος.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1121

Καὶ τῆς ἐμῆς τοὺς κριβανίτας ἔκφερε.

**ΛΑΜΑΧΟΣ**

### 1121

Φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1125

Κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον.

**ΛΑΜΑΧΟΣ**

### 1125

Ταῦτ’ οὐ κατάγελώς ἐστιν ἀνθρώποις πλατύς;

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1125

Ταῦτ’ οὐ πλακοῦς δῆτ’ ἐστὶν ἀνθρώποις γλυκύς;

**ΛΑΜΑΧΟΣ**

### 1125

Κατάχει σύ, παῖ, τοὔλαιον. Ἐν τῷ χαλκίῳ ἐνορῶ γέροντα δειλίας φευξούμενον.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1130

Κατάχει σὺ τὸ μέλι. Κἀνθάδ’ εὔδηλος γέρων κλάειν κελεύων Λάμαχον τὸν Γοργάσου.

**ΛΑΜΑΧΟΣ**

### 1130

Φέρε δεῦρο, παῖ, θώρακα πολεμιστήριον.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1130

Ἔξαιρε, παῖ, θώρακα κἀμοὶ τὸν χοᾶ.

**ΛΑΜΑΧΟΣ**

### 1130

Ἐν τῷδε πρὸς τοὺς πολεμίους θωρήξομαι.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1135

Ἐν τῷδε πρὸς τοὺς συμπότας θωρήξομαι.

**ΛΑΜΑΧΟΣ**

### 1135

Τὰ στρώματ’, ὦ παῖ, δῆσον ἐκ τῆς ἀσπίδος.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1135

Τὸ δεῖπνον, ὦ παῖ, δῆσον ἐκ τῆς κιστίδος.

**ΛΑΜΑΧΟΣ**

### 1135

Ἐγὼ δ’ ἐμαυτῷ τὸν γυλιὸν οἴσω λαβών.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1135

Ἐγὼ δὲ θοἰμάτιον λαβὼν ἐξέρχομαι.

**ΛΑΜΑΧΟΣ**

### 1140

Τὴν ἀσπίδ’ αἴρου καὶ βάδιζ’, ὦ παῖ, λαβών. Νείφει. Βαβαιάξ· χειμέρια τὰ πράγματα.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1140

Αἴρου τὸ δεῖπνον· συμποτικὰ τὰ πράγματα.

**ΧΟΡΟΣ**

### 1142

Ἴτε δὴ χαίροντες ἐπὶ στρατιάν. Ὡς ἀνομοίαν ἔρχεσθον ὁδόν·

### 1145

τῷ μὲν πίνειν στεφανωσαμένῳ, σοὶ δὲ ῥιγῶν καὶ προφυλάττειν, τῷ δὲ καθεύδειν μετὰ παιδίσκης ὡραιοτάτης, ἀνατριβομένῳ γε τὸ δεῖνα.

### 1149

Ἀντίμαχον τὸν Ψακάδος, τὸν ξυγγραφῆ, τὸν μελέων ποητήν,

### 1151-1153

ὡς μὲν ἁπλῷ λόγῳ κακῶς ἐξολέσειεν ὁ Ζεύς·

### 1154-1155

ὅς γ’ ἐμὲ τὸν τλήμονα Λήναια χορηγῶν ἀπέλυς’ ἄδειπνον.

### 1156

Ὃν ἔτ’ ἐπίδοιμι τευθίδος δεόμενον, ἡ δ’ ὠπτημένη σίζουσα πάραλος ἐπὶ τραπέζῃ κειμένη ὀκέλλοι· κᾆτα μέλλοντος λαβεῖν

### 1160-1161

αὐτοῦ κύων ἁρπάσασα φεύγοι.

### 1162-1164

Τοῦτο μὲν αὐτῷ κακὸν ἕν, κᾆθ’ ἕτερον νυκτερινὸν γένοιτο.

### 1165

Ἠπιαλῶν γὰρ οἴκαδ’ ἐξ ἱππασίας βαδίζων,

### 1166-1167

εἶτα πατάξειέ τις αὐτοῦ μεθύων τὴν κεφαλὴν Ὀρέστης

### 1168

μαινόμενος· ὁ δὲ λίθον λαβεῖν βουλόμενος ἐν σκότῳ λάβοι

### 1170

τῇ χειρὶ πέλεθον ἀρτίως κεχεσμένον·

### 1171-1172

ἐπᾴξειεν δ’ ἔχων τὸν μάρμαρον,

### 1173

κἄπειθ’ ἁμαρτὼν βάλοι Κρατῖνον.

**ΑΓΓΕΛΟΣ ΛΑΜΑΧΟΥ**

### 1173

Ὦ δμῶες οἳ κατ’ οἶκόν ἐστε Λαμάχου,

### 1175

ὕδωρ, ὕδωρ ἐν χυτριδίῳ θερμαίνετε· ὀθόνια, κηρωτὴν παρασκευάζετε, ἔρι’ οἰσυπηρά, λαμπάδιον περὶ τὸ σφυρόν. Ἁνὴρ τέτρωται χάρακι διαπηδῶν τάφρον, καὶ τὸ σφυρὸν παλίνορρον ἐξεκόκκισεν,

### 1180

καὶ τῆς κεφαλῆς κατέαγε περὶ λίθῳ πεσών, καὶ Γοργόν’ ἐξήγειρεν ἐκ τῆς ἀσπίδος· πτίλον δὲ τὸ μέγα κομπολακύθου κλάσας πρὸς ταῖς πέτραισι δεινὸν ἐξηύδα μέλος· «Ὦ κλεινὸν ὄμμα νῦν πανύστατόν ς’ ἰδὼν

### 1185

λείπω φάος τόδ’. Οὐκέτ’ 〈οὐδέν〉 εἰμ’ ἐγώ.» Τοσαῦτα λέξας εἰς ὑδρορρόαν πεσὼν ἀνίσταταί τε καὶ ξυναντᾷ δραπέτας

### 1185

λῃστὰς ἐλαύνων καὶ κατασπέρχων δορί. Ὁδὶ δὲ καὐτός. Ἀλλ’ ἄνοιγε τὴν θύραν.

**ΛΑΜΑΧΟΣ**

### 1190

Ἀτταταῖ ἀτταταῖ,

### 1191-1192

στυγερὰ τάδε γε κρυερὰ πάθεα· τάλας ἐγώ.

### 1193-1194

Διόλλυμαι δορὸς ὑπὸ πολεμίου τυπείς.

### 1195

Ἐκεῖνο δ’ αἰακτὸν [οἰμωκτὸν] ἂν γένοιτό μοι, Δικαιόπολις εἴ μ’ ἴδοι τετρωμένον κᾆτ’ ἐγχάνοι ταῖς ἐμαῖς τύχαισιν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1195

Ἀτταταῖ ἀτταταῖ, τῶν τιτθίων, ὡς σκληρὰ καὶ κυδώνια.

### 1195

Φιλήσατόν με μαλθακῶς, ὦ χρυσίω, τὸ περιπεταστὸν κἀπιμανδαλωτόν. Τὸν γὰρ χοᾶ πρῶτος ἐκπέπωκα.

**ΛΑΜΑΧΟΣ**

### 1203-1204

Ὦ συμφορὰ τάλαινα τῶν ἐμῶν κακῶν.

### 1205

Ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1206-1207

Ἰὴ ἰή, χαῖρε, Λαμαχίππιον.

**ΛΑΜΑΧΟΣ**

### 1208

Στυγερὸς ἐγώ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1208

Τί με σὺ κυνεῖς;

**ΛΑΜΑΧΟΣ**

### 1208

Μογερὸς ἐγώ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1209

Τί με σὺ δάκνεις;

**ΛΑΜΑΧΟΣ**

### 1210

Τάλας ἐγὼ [τῆς ἐν μάχῃ] ξυμβολῆς βαρείας.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1210

Τοῖς Χουσὶ γάρ τις ξυμβολὰς ἐπράττετο;

**ΛΑΜΑΧΟΣ**

### 1210

Ἰὼ 〈ἰώ,〉 Παιὰν Παιάν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1210

Ἀλλ’ οὐχὶ νυνὶ τήμερον Παιώνια.

**ΛΑΜΑΧΟΣ**

### 1210

Λάβεσθέ μου, λάβεσθε τοῦ σκέλους· παπαῖ,

### 1215

προσλάβεσθ’, ὦ φίλοι.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1215

Ἐμοῦ δέ γε σφὼ τοῦ πέους ἄμφω μέσου προσλάβεσθ’, ὦ φίλαι.

**ΛΑΜΑΧΟΣ**

### 1215

Εἰλιγγιῶ κάρα λίθῳ πεπληγμένος καὶ σκοτοδινιῶ.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1220

Κἀγὼ καθεύδειν βούλομαι καὶ στύομαι καὶ σκοτοβινιῶ.

**ΛΑΜΑΧΟΣ**

### 1220

Θύραζέ μ’ ἐξενέγκατ’ εἰς τοῦ Πιττάλου παιωνίαισι χερσίν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1220

Ὡς τοὺς κριτάς με φέρετε. Ποῦ ’στιν ὁ βασιλεύς;

### 1225

Ἀπόδοτέ μοι τὸν ἀσκόν.

**ΛΑΜΑΧΟΣ**

### 1225

Λόγχη τις ἐμπέπηγέ μοι δι’ ὀστέων ὀδυρτά.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1225

Ὁρᾶτε τουτονὶ κενόν. Τήνελλα καλλίνικος.

**ΧΟΡΟΣ**

### 1225

Τήνελλα δῆτ’, εἴπερ καλεῖς γ’, ὦ πρέσβυ, καλλίνικος.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1225

Καὶ πρός γ’ ἄκρατον ἐγχέας ἄμυστιν ἐξέλαψα.

**ΧΟΡΟΣ**

### 1230

Τήνελλά νυν, ὦ γεννάδα· χώρει λαβὼν τὸν ἀσκόν.

**ΔΙΚΑΙΟΠΟΛΙΣ**

### 1230

Ἕπεσθέ νυν ᾄδοντες· Ὦ τήνελλα καλλίνικος.

**ΧΟΡΟΣ**

### 1230

Ἀλλ’ ἑψόμεσθα σὴν χάριν τήνελλα καλλίνικον ᾄ‐

### 1230

δοντες σὲ καὶ τὸν ἀσκόν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aristophanes-of-athens-acharnians-daw-ac.json (sha256:d8bb82be04051685afcd76a320c7d87048e4bd1b38210975b3757844433bf299). Cite as `eul_wid: daw-ac`.
