---
title: Life of Aratus
title_greek: Βίος Ἀράτου
author: "Aratus Lives "
eul_wid: iru-aj
eul_aid: iru
canonical: "https://eulogikon.org/grc/aratus-lives/life-aj"
canonical_json: "https://eulogikon.org/data/works/grc/aratus-lives-life-aj-iru-aj.json"
sha256: "45fc6502af702f809931c57112926d12297c82bbf7ea59c6ebac270db4e3c5d0"
period: Hellenistic
dialect: Mixed Dialects
domain: Biography
format: Prose
license: CC0-1.0
---

# Life of Aratus

*Βίος Ἀράτου*

**Author:** Aratus Lives 

**eul_wid:** `iru-aj` · [HTML page](https://eulogikon.org/grc/aratus-lives/life-aj) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aratus-lives-life-aj-iru-aj.json)

## Text

### 6 (t)

Γένος Ἀράτου καὶ βίος Ἄρατος ὁ ποιητὴς πατρὸς μὲν ἦν Ἀθηνοδώρου, μητρὸς δὲ Λητοφίλας. ἀδελφοὺς δὲ ἔσχε τρεῖς, Μύριν καὶ Καλιόνδαν καὶ Ἀθηνόδωρον ὁμώνυμον τῷ πατρί. μέμνηται δὲ αὑτοῦ τῶν ἀδελφῶν ἐν ταῖς εἰς αὐτὸν ἀναφερομέναις ἐπιστολαῖς. Ἀσκληπιάδης δὲ ὁ Μυρλεανὸς ἐν τῷ ἑνδεκάτῳ περὶ γραμματικῶν Ταρσέα φησὶν αὐτὸν γεγονέναι, ἀλλ’ οὐ Σολέα, Καλλιμάχου πολυΐστορος ἀνδρὸς καὶ ἀξιοπίστου Σολέα λέγοντος αὐτὸν γεγονέναι διὰ τούτων (Epigr. 27)· ἀλλ’ ὀκνέω μὴ τὸ μελιχρότατον τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο, καὶ τῶν ἄλλων σχεδὸν πάντων. οἱ δὲ Σόλοι πόλις ἐπιφανεστάτη τῆς Κιλικίας, ἀφ’ ἧς πολλοὶ κἀγαθοὶ γεγόνασιν ἄνδρες· καλεῖται δὲ νῦν Πομπηϊούπολις. εἰσὶ δὲ καὶ ἕτεροι Σόλοι τῆς Κύπρου· ἀλλ’ οἱ μὲν Κύπριοι Σόλιοι καλοῦνται, οἱ δὲ Κιλίκιοι Σολεῖς, ὡς καὶ διὰ τοῦ προκειμένου Καλλιμαχείου παραδείγματος δῆλον. οὐδὲν δὲ θαυμαστὸν εἰ ἀπὸ τοῦ αὐτοῦ ὀνόματος διάφορα τῶν πολιτῶν τὰ ὀνόματα.

### 7

καὶ γὰρ Σάις πόλις ἐστὶν ἐν Θρᾴκῃ καὶ ἑτέρα ταύτῃ ὁμώνυμος ἐν Αἰγύπτῳ· ἀλλ’ ἀπὸ μὲν τῆς ἐν Αἰγύπτῳ οἱ πολῖται Σαῖται καλοῦνται, οἱ δὲ τῆς Θρᾴκης Σάιοι, ὡς καὶ Ἀρχίλοχός φησιν (fr. 13 Lasserre)· ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων. καὶ πάλιν Ἀθῆναι μέν εἰσι τῆς Ἀττικῆς, εἰσὶ δὲ καὶ τῆς Εὐβοίας Ἀθῆναι αἱ Διάδες, ὧν μέμνηται ἐν Γλαύκῳ Ποντίῳ Αἰσχύλος (fr. 61 Mette)· „κἄπειτ’ Ἀθήνας Διάδας παρεκπερῶν“. ἀλλ’ ἀπὸ τῶν ἐν τῇ Ἀττικῇ οἱ πολῖται Ἀθηναῖοι, ἀπὸ δὲ τῶν ἐν Εὐβοίᾳ Ἀθηνῆται λέγονται, ὥσπερ Ἐρατοσθένης φησὶν ἐν τῷ πρώτῳ Γεωγραφουμένων (p. 352 Berger). οὕτως οὖν καὶ ἀπὸ τῶν ἐν Κιλικίᾳ Σόλων οἱ πολῖται Σολεῖς, ἀπὸ δὲ τῶν ἐν Κύπρῳ Σόλιοι. μέμνηται δὲ τούτων Σόλων ἐν ταῖς ἐλεγείαις ταῖς πρὸς Κυπράνορα τὸν βασιλέα, ὃν συμβουλευθεὶς ὑπὸ Σόλωνος κτίσαι τὴν πόλιν χάρις τοῦ ἀνδρὸς Σόλους ὠνόμασεν ἀμοιβὴν ταύτην νέμων τῆς συμβουλῆς αὐτῷ. λέγει δὲ ὁ Σόλων οὕτως (fr. 7 Diehl)· νῦν δὲ σὺ μὲν Σολίοισι πολὺν χρόνον ἐνθάδ’ ἀνάσσων τήνδε πόλιν ναίοις καὶ γένος ὑμέτερον· αὐτὰρ ἐμὲ ξὺν νηὶ θοῇ κλεινῆς ἀπὸ νήσου ἀσκηθῆ πέμποι Κύπρις ἰοστέφανος. γέγονε δὲ ὁ Ἄρατος κατὰ Ἀντίγονον τὸν τῆς Μακεδονίας βασιλέα, ὃς ἐπεκαλεῖτο Γονατᾶς. ἦν δὲ υἱὸς Δημητρίου τοῦ Πολιορκητοῦ καὶ γυναῖκα εἶχε Φίλαν τὴν Σελεύκου καὶ Στρατονίκης θυγατέρα. ἦν δὲ φιλόλογος γενόμενος, καὶ περὶ ποιητικὴν ἐσπουδακὼς περὶ πολλοῦ ἐποιήσατο πολλοὺς μὲν καὶ ἄλλους τῶν πεπαιδευμένων ἔχειν παρ’ αὑτῷ καὶ δὴ καὶ τὸν Ἄρατον.

### 8

ὃς παρὰ τῷ βασιλεῖ γενόμενος καὶ εὐδοκιμήσας ἔν τε τῇ ἄλλῃ πολυμαθείᾳ καὶ 〈τῇ〉 ποιητικῇ προετράπη ὑπ’ αὐτοῦ τὰ Φαινόμενα γράψαι, τοῦ βασιλέως Εὐδόξου ἐπιγραφόμενον βιβλίον Κάτοπτρον δόντος αὐτῷ καὶ ἀξιώσαντος τὰ ἐν αὐτῷ καταλογάδην λεχθέντα περὶ τῶν φαινομένων μέτρῳ ἐντεῖναι καὶ ἅμα εἰπόντος ὡς „εὐδοξότερον ποιεῖς τὸν Εὔδοξον ἐντείνας τὰ παρ’ αὐτῷ κείμενα μέτρῳ.“ γέγονε δὲ Ἀντίγονος κατὰ τὴν ρκεʹ Ὀλυμπιάδα, καθ’ ὃν χρόνον ἤκμασεν ὁ Ἄρατος καὶ Ἀλέξανδρος ὁ Αἰτωλός. μέμνηται δὲ τοῦ Κατόπτρου Εὐδόξου καὶ Ἀντιγόνου 〈καὶ〉 Ἀλεξάνδρου τοῦ Αἰτωλοῦ καὶ ὡς ἠξιώθη ὑπὸ τοῦ βασιλέως γράψαι ἐν ταῖς ἰδίαις ἐπιστολαῖς Ἄρατος. λέγεται δὲ ἐσχολακέναι Διονυσίῳ τῷ Ἡρακλειώτῃ. καὶ τὴν Ὀδύσσειαν δὲ διώρθωσε, καὶ καλεῖταί τις διόρθωσις οὕτως Ἀράτειος ὡς Ἀριστάρχειος καὶ Ἀριστοφάνειος. τινὲς δὲ αὐτὸν εἰς Συρίαν ἐληλυθέναι φασὶ καὶ γεγονέναι παρ’ Ἀντιόχῳ καὶ ἠξιῶσθαι ὑπ’ αὐτοῦ ὥστε τὴν Ἰλιάδα διορθώσασθαι, διὰ τὸ ὑπὸ πολλῶν λελυμάνθαι. οἱ δὲ λέγοντες Νίκανδρον τὸν Κολοφώνιον μετὰ Ἀράτου Ἀντιγόνῳ συγκεχρονικέναι, καὶ Ἄρατον μὴ εἶναι ἐπιστήμονα τῶν οὐρανίων μήτε Νίκανδρον τῶν ἰατρικῶν (λέγουσι γὰρ ὡς ἄρα ὁ Ἀντίγονος Ἀράτῳ μὲν ὄντι ἰατρῷ ἐπέταξε τὰ Φαινόμενα γράψαι, Νικάνδρῳ δὲ ἀστρολόγῳ ὑπάρχοντι τὰ Θηριακὰ καὶ τὰ Ἀλεξιφάρμακα, ὅθεν καὶ ἑκάτερον αὐτῶν ἐσφάλθαι κατολισθαίνοντα ἐπὶ τὰ ἴδια τῆς τέχνης) ψεύδονται.

### 9

ἀγνοοῦσι γὰρ ὡς οὐ συνήκμασε τῷ Ἀράτῳ Νίκανδρος, ἀλλ’ ἔστιν αὐτοῦ πολὺ νεώτερος. Ἀντίγονος γάρ, ᾧ συνεγένετο Ἄρατος, κατὰ τὸν πρῶτον καὶ δεύτερον γέγονε Πτολεμαῖον, Νίκανδρος δὲ κατὰ τὸν πέμπτον. μέμνηται γοῦν αὐτοῦ καὶ Καλλίμαχος ὡς πρεσβυτέρου οὐ μόνον ἐν τοῖς ἐπιγράμμασιν, ἀλλὰ καὶ ἐν τοῖς πρὸς Πραξιφάνην (fr. 460 Pf.), πάνυ ἐπαινῶν αὐτὸν ὡς πολυμαθῆ καὶ ἄριστον ποιητήν. γέγονε δὲ ὁ Ἄρατος ζηλωτὴς Ἡσιόδου, ὡς καὶ Καλλίμαχος παρεσημήνατο τοῦτο διὰ τοῦ εἰς αὐτὸν ἐπιγράμματος οὕτως (Epigr. 27)· Ἡσιόδου τόδ’ ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδὸν ἔσχατον, ἀλλ’ ὀκνέω μὴ τὸ μελιχρότατον τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο. χαίρετε λεπταὶ ῥήσιες Ἀρήτου †σύγγονος† ἀγρυπνίης. ἔγραψε δὲ καὶ ἄλλα [ποιήματα] περί τε Ὁμήρου καὶ Ἰλιάδος, [οὐ μόνον τὰ Φαινόμενα,] καὶ Ὀστολογίαν καὶ Ἰατρικὰς δυνάμεις καὶ εἰς Πᾶνα ὕμνον καὶ εἰς Μύριν τὸν ἀδελφὸν ἐπικήδειον καὶ Διοσημείας καὶ Σκυθικὸν καὶ κατὰ λεπτὸν ἄλλα, ἐπιτετευγμένως δὲ αὐτῷ ἐγράφη τὰ Φαινόμενα, ὡς παρευδοκιμηθῆναι πάντας ὑπ’ Ἀράτου. καὶ γὰρ Εὔδοξος ὁ Κνίδιος ἔγραψε Φαινόμενα καὶ Λᾶσος ὁ Μάγνης, οὐχὶ ὁ Ἑρμιονεὺς ἀλλ’ ὁμώνυμος ἄλλος [Λάσῳ τῷ Ἑρμιονεῖ], καὶ Ἕρμιππος καὶ Ἡγησιάναξ καὶ Ἀριστοφάνης ὁ Βυζάντιος καὶ ἄλλοι πολλοί, ὧν καὶ Πτολεμαῖος μέμνηται ὁ βασιλεὺς Ἰδιοφυέσιν οὕτως· πάνθ’ Ἡγησιάναξ τε καὶ Ἕρμιππος 〈τὰ〉 κατ’ αἴθρην τείρεα καὶ πολλοὶ ταῦτα τὰ φαινόμενα βίβλοις ἐγκατέθεντο †ἀπὸ σκοποῦ δ’ ἀφάμαρτον†· ἀλλ’ ὅ γε λεπτολόγος σκῆπτρον Ἄρατος ἔχει.

### 10

καὶ ἄλλοι δὲ πολλοὶ γεγόνασιν Ἄρατοι ἄνδρες ἐλλόγιμοι, ἱστοριογράφοι, ὥσπερ ὁ Κνίδιος, οὗ φέρονται Αἰγυπτιακὰ ἱστορικὰ συγγράμματα, καὶ τρίτος ἐπισημότατος Σικυώνιος, οὗ ἐστιν ἡ Πολύβιβλος ἱστορία ὑπὲρ τὰ λʹ βιβλία ἔχουσα. τὰς δὲ Ἀράτου ἐπιστολάς, ὧν ἀνωτέρω ἐμνήσθημεν, πάντων σχεδὸν συμφωνούντων τὰς εἰς αὐτὸν ἀναφερομένας αὐτοῦ εἶναι καὶ ὁμολογούντων γνησίας αὐτάς, μόνος Ἀπολλωνίδης ὁ Κηφεὺς ἐν τῷ ὀγδόῳ περὶ κατεψευσμένης ἱστορίας οὐκ εἶναι αὐτὰς Ἀράτου φησίν, ἀλλὰ Σαβιρίου Πόλλωνος· τοῦ δὲ αὐτοῦ τούτου φησὶν εἶναι 〈τὰσ〉 ἐπιγεγραμμένας Εὐριπίδου ἐπιστολάς.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aratus-lives-life-aj-iru-aj.json (sha256:45fc6502af702f809931c57112926d12297c82bbf7ea59c6ebac270db4e3c5d0). Cite as `eul_wid: iru-aj`.
