---
title: Life of Aratus
title_greek: Βίος Ἀράτου
author: "Aratus Lives "
eul_wid: iru-ab
eul_aid: iru
canonical: "https://eulogikon.org/grc/aratus-lives/life-ab"
canonical_json: "https://eulogikon.org/data/works/grc/aratus-lives-life-ab-iru-ab.json"
sha256: b93538c7da6b7ea70060df215a61620edbc5f3718c4a2bf9fe6aa68936ce34fd
period: Hellenistic
dialect: Mixed Dialects
domain: Biography
format: Prose
license: CC0-1.0
---

# Life of Aratus

*Βίος Ἀράτου*

**Author:** Aratus Lives 

**eul_wid:** `iru-ab` · [HTML page](https://eulogikon.org/grc/aratus-lives/life-ab) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aratus-lives-life-ab-iru-ab.json)

## Text

### 14 (t)

Γένος Ἀράτου Ἄρατος πατρὸς μέν ἐστιν Ἀθηνοδώρου, μητρὸς δὲ Λητοφίλας, τὸ δὲ γένος ἀπὸ Σόλων τῆς Κιλικίας. ὠνομάσθαι δέ φασι τὴν πόλιν ἀπὸ Σόλωνος τοῦ Λινδίου. ἀδελφοὺς δ’ ἔσχε Λύρην τε καὶ Καλλιώδαν καὶ Ἀθηνόδωρον, ὅν φησιν Εὐφράνωρ ... ἀντιγράψαι πρὸς τὰς Ζωίλου κατηγορίας. διέπρεψε δὲ παρὰ Ἀντιγόνῳ, ὃς ἐβασίλευσε Μακεδονίας, παρελθούσης τῆς βασιλείας εἰς αὐτὸν τρόπον τοῦτον. μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐκράτει τῆς Μακεδονίας Ἀριδαῖος ὁ κληθεὶς Φίλιππος.

### 15

τούτου δὲ ἀποθανόντος, διεδέξατο Σέλευκος ὁ Νικάνωρ, ὃν ἀναιρεῖ Πτολεμαῖος ὁ κληθεὶς Κεραυνός, Πτολεμαίου τοῦ Σωτῆρος καὶ Εὐρυδίκης υἱός, ὃς βασιλεύει Μακεδονίας. ἀναιρεθέντος δὲ αὐτοῦ ὑπὸ Γαλατῶν ἑαυτοῖς αἱροῦνται Μακεδόνες Σωσθένην, μεθ’ ὃν βασιλεύει αὐτῶν Ἀντίγονος Φιλίππου, οὗ γίνεται παῖς Δημήτριος ὁ Πολιορκητής, Δημητρίου δὲ Ἀντίγονος ὁ Γονατᾶς, παρ’ ᾧ διέτριβεν αὐτός, καὶ σὺν αὐτῷ Περσεὺς ὁ Στωικὸς καὶ Ἀνταγόρας ὁ Ῥόδιος ὁ τὴν Θηβαίδα ποιήσας καὶ Ἀλέξανδρος ὁ Αἰτωλός, ὡς αὐτός φησιν ὁ Ἀντίγονος ἐν τοῖς πρὸς Ἱερώνυμον. ἐπισταθεὶς δὲ τῷ βασιλεῖ πρῶτον μὲν αὐτῷ ποίημα ἀνέγνω τὸ εἰς τὸν Πᾶνα τὸν Ἀρκαδίας, εἶτ’ ἐκείνου κελεύσαντος ἔγραψε τὰ Φαινόμενα. ἐκέχρητο δὲ ὁ Ἄρατος Ζήνωνι τῷ στωικῷ φιλοσόφῳ, καὶ γέγραπται αὐτῷ ἐπιστολὴ πρὸς τοῦτον.

### 16

διώρθωσε δὲ καὶ τὴν Ὀδύσσειαν ............ ἐγένετο δὲ σφόδρα πολυγράμματος ἀνήρ, ὡς μαρτυρεῖ ὁ Καλλίμαχος ..... ...................... Δωσίθεος δὲ ὁ πολιτικὸς ἐν τῷ πρὸς Διόδωρον ἐλθεῖν φησιν αὐτὸν καὶ πρὸς Ἀντίοχον τὸν Σελεύκου καὶ διατρῖψαι παρ’ αὐτῷ χρόνον ἱκανόν. τὴν δὲ τῶν Φαινομένων ὑπόθεσιν παρέβαλεν αὐτῷ ὁ Ἀντίγονος δοὺς τὸ Εὐδόξου σύγγραμμα καὶ κελεύσας ἕπεσθαι αὐτῷ. ὅθεν τινὲς τῶν ἁπαλωτέρως προσερχομένων ταῖς ἐξηγήσεσιν ἔδοξαν μὴ μαθηματικὸν εἶναι τὸν Ἄρατον.

### 17

ὑπέλαβον γὰρ μηδὲν ἕτερον τῶν Εὐδόξου Φαινομένων [ποιῆσαι] αὐτὸν εἰς τὸ σύγγραμμα θεῖναι. ταύτης δὲ τῆς γνώμης ἔχεται καὶ Ἵππαρχος ὁ Βιθυνός. ἐν γὰρ τοῖς Πρὸς Εὔδοξον καὶ Ἄρατον πειρᾶται τοῦτο ἀποδεικνύναι. συναγορεύει δὲ αὐτῷ καὶ Διονύσιος ... ........ ἐν τῷ Περὶ συγκρίσεως Ἀράτου καὶ Ὁμήρου περὶ τῶν μαθηματικῶν, ὅσπερ γέ φησιν“ οὐ τίθεμεν αὐτὸν ἰατρὸν εἶναι γράψαντα Ἰατρικὰς δυνάμεις, οὐδὲ μαθηματικὸν θήσομεν οὐδὲν ξένον εἰπόντα τῶν Εὐδόξου“. βιάζονται δ’ οὐ μετρίως. ἦν γὰρ καὶ τὸ εἰδέναι μεταφράσαι ἐμπειρίας μαθηματικῆς. εὑρήσομεν δὲ αὐτὸν καὶ ἐπιμελέστερον τὰ πλεῖστα τοῦ Εὐδόξου ἐπιστάμενον. ἤδη καὶ ὁ Καλλίμαχος, συνεγγίζων αὐτῷ κατὰ τοὺς χρόνους [τοῦ] „Ἀράτου σύγγονος ἀγρυπνίησ“, τῆς τῶν φαινομένων θεωρίας, διὰ τὴν παρατήρησιν.

### 18

πολλοὶ δὲ μετ’ αὐτὸν ἐγένοντο Φαινόμενα γράψαντες, καὶ οὐδεμιᾶς ἀξιοῦνται φροντίδος. καὶ περὶ μὲν τούτου τοσαῦτα.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aratus-lives-life-ab-iru-ab.json (sha256:b93538c7da6b7ea70060df215a61620edbc5f3718c4a2bf9fe6aa68936ce34fd). Cite as `eul_wid: iru-ab`.
