---
title: Argonautica
title_greek: Ἀργοναυτικά
author: Apollonius of Rhodes
eul_wid: jfq-aa
eul_aid: jfq
canonical: "https://eulogikon.org/grc/apollonius-of-rhodes/argonautica"
canonical_json: "https://eulogikon.org/data/works/grc/apollonius-of-rhodes-argonautica-jfq-aa.json"
sha256: "6a4746c978b42c462037e3083672a06e310f00709be0a1b6d06e5e40d5103fad"
period: Hellenistic
dialect: Epic (Homeric)
domain: Epic
format: Verse
license: CC0-1.0
---

# Argonautica

*Ἀργοναυτικά*

**Author:** Apollonius of Rhodes

**eul_wid:** `jfq-aa` · [HTML page](https://eulogikon.org/grc/apollonius-of-rhodes/argonautica) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/apollonius-of-rhodes-argonautica-jfq-aa.json)

## Text

### book 1.1

Ἀρχόμενος σέο Φοῖβε παλαιγενέων κλέα φωτῶν

### book 1.2

μνήσομαι οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας

### book 1.3

Κυανέας βασιλῆος ἐφημοσύνῃ Πελίαο

### book 1.4

χρύσειον μετὰ κῶας ἐύζυγον ἤλασαν Ἀργώ.

### book 1.5.1

Τοίην γὰρ Πελίης φάτιν ἔκλυεν, ὥς μιν ὀπίσσω

### book 1.5.2

μοῖρα μένει στυγερή, τοῦδ’ ἀνέρος ὅντιν’ ἴδοιτο

### book 1.5.3

δημόθεν οἰοπέδιλον ὑπ’ ἐννεσίῃσι δαμῆναι·

### book 1.5.4

δηρὸν δ’ οὐ μετέπειτα τεὴν κατὰ βάξιν Ἰήσων,

### book 1.5.5

χειμερίοιο ῥέεθρα κιὼν διὰ ποσσὶν Ἀναύρου,

### book 1.10.1

ἄλλο μὲν ἐξεσάωσεν ὑπ’ ἰλύος ἄλλο δ’ ἔνερθεν

### book 1.10.2

κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν·

### book 1.10.3

ἵκετο δ’ ἐς Πελίην αὐτοσχεδόν, ἀντιβολήσων

### book 1.10.4

εἰλαπίνης ἣν πατρὶ Ποσειδάωνι καὶ ἄλλοις

### book 1.10.5

ῥέζε θεοῖς, Ἥρης δὲ Πελασγίδος οὐκ ἀλέγιζεν·

### book 1.15.1

αἶψα δὲ τόνγ’ ἐσιδὼν ἐφράσσατο, καί οἱ ἄεθλον

### book 1.15.2

ἔντυε ναυτιλίης πολυκηδέος, ὄφρ’ ἐνὶ πόντῳ

### book 1.15.3

ἠὲ καὶ ἀλλοδαποῖσι μετ’ ἀνδράσι νόστον ὀλέσσῃ.

### book 1.1

Νῆα μὲν οὖν οἱ πρόσθεν ἔτι κλείουσιν ἀοιδοί

### book 1.2

Ἄργον Ἀθηναίης καμέειν ὑποθημοσύνῃσι·

### book 1.20.1

νῦν δ’ ἂν ἐγὼ γενεήν τε καὶ οὔνομα μυθησαίμην

### book 1.20.2

ἡρώων, δολιχῆς τε πόρους ἁλός, ὅσσα τ’ ἔρεξαν

### book 1.20.3

πλαζόμενοι· Μοῦσαι δ’ ὑποφήτορες εἶεν ἀοιδῆς.

### book 1.20.4

Πρῶτά νυν Ὀρφῆος μνησώμεθα, τόν ῥά ποτ’ αὐτή

### book 1.20.5

Καλλιόπη Θρήικι φατίζεται εὐνηθεῖσα

### book 1.25.1

Οἰάγρῳ σκοπιῆς Πιμπληίδος ἄγχι τεκέσθαι.

### book 1.25.2

αὐτὰρ τόνγ’ ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτρας

### book 1.25.3

θέλξαι ἀοιδάων ἐνοπῇ ποταμῶν τε ῥέεθρα·

### book 1.25.4

φηγοὶ δ’ ἀγριάδες κείνης ἔτι σήματα μολπῆς

### book 1.25.5

ἀκτῇ Θρηικίῃ Ζώνης ἔπι τηλεθόωσαι

### book 1.30.1

ἑξείης στιχόωσιν ἐπήτριμοι, ἃς ὅγ’ ἐπιπρό

### book 1.30.2

θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν.

### book 1.30.3

Ὀρφέα μὲν δὴ τοῖον ἑῶν ἐπαρωγὸν ἀέθλων

### book 1.30.4

Αἰσονίδης Χείρωνος ἐφημοσύνῃσι πιθήσας

### book 1.30.5

δέξατο, Πιερίῃ Βιστωνίδι κοιρανέοντα·

### book 1.35.1

ἤλυθε δ’ Ἀστερίων αὐτοσχεδόν, ὅν ῥα Κομήτης

### book 1.35.2

γείνατο, δινήεντος ἐφ’ ὕδασιν Ἀπιδανοῖο

### book 1.35.3

Πειρεσιὰς ὄρεος Φυλληίου ἀγχόθι ναίων,

### book 1.35.4

ἔνθα μὲν Ἀπιδανός τε μέγας καὶ δῖος Ἐνιπεύς

### book 1.35.5

ἄμφω συμφορέονται, ἀπόπροθεν εἰς ἓν ἰόντες.

### book 1.40.1

Λάρισαν δ’ ἐπὶ τοῖσι λιπὼν Πολύφημος ἵκανεν

### book 1.40.2

Εἰλατίδης, ὃς πρὶν μὲν ἐρισθενέων Λαπιθάων,

### book 1.40.3

ὁππότε Κενταύροις Λαπίθαι ἐπὶ θωρήσσοντο,

### book 1.40.4

ὁπλότερος προμάχιζε· τότ’ αὖ βαρύθεσκέ οἱ ἤδη

### book 1.40.5

γυῖα, μένεν δ’ ἔτι θυμὸς ἀρήιος ὡς τὸ πάρος περ·

### book 1.45

οὐδὲ μὲν Ἴφικλος Φυλάκῃ ἔνι δηρὸν ἔλειπτο,

### book 1.1

μήτρως Αἰσονίδαο, κασιγνήτην γὰρ ὄπυιεν

### book 1.2

Αἴσων Ἀλκιμέδην Φυλακηίδα· τῆς μιν ἀνώγει

### book 1.3

πηοσύνη καὶ κῆδος ἐνικρινθῆναι ὁμίλῳ·

### book 1.4

οὐδὲ Φεραῖς Ἄδμητος ἐυρρήνεσσιν ἀνάσσων

### book 1.1

μίμνεν ὑπὸ σκοπιὴν ὄρεος Χαλκωδονίοιο·

### book 1.2

οὐδ’ Ἀλόπῃ μίμνον πολυλήιοι Ἑρμείαο

### book 1.3

υἱέες εὖ δεδαῶτε δόλους, Ἔρυτος καὶ Ἐχίων·

### book 1.4

τοῖσι δ’ ἐπὶ τρίτατος γνωτὸς κίε νισσομένοισιν

### book 1.5

Αἰθαλίδης· καὶ τὸν μὲν ἐπ’ Ἀμφρυσσοῖο ῥοῇσιν

### book 1.55.1

Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια,

### book 1.55.2

τὼ δ’ αὖτ’ ἐκγεγάτην Μενετηίδος Ἀντιανείρης.

### book 1.55.3

Ἤλυθε δ’ ἀφνειὴν προλιπὼν Γυρτῶνα Κόρωνος

### book 1.55.4

Καινεΐδης, ἐσθλὸς μέν, ἑοῦ δ’ οὐ πατρὸς ἀμείνων.

### book 1.55.5

Καινέα γὰρ ζωόν †περ ἔτι κλείουσιν ἀοιδοί†

### book 1.60.1

Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπ’ ἄλλων

### book 1.60.2

ἤλας’ ἀριστεύων, οἱ δ’ ἔμπαλιν ὁρμηθέντες

### book 1.60.3

οὔτε μιν ἀγκλῖναι προτέρω σθένον οὔτε δαΐξαι,

### book 1.60.4

ἀλλ’ ἄρρηκτος ἄκαμπτος ἐδύσετο νειόθι γαίης,

### book 1.60.5

θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν.

### book 1.65.1

Ἤλυθε δ’ αὖ Μόψος Τιταρήσιος, ὃν περὶ πάντων

### book 1.65.2

Λητοΐδης ἐδίδαξε θεοπροπίας οἰωνῶν·

### book 1.65.3

βῆ δὲ καὶ Εὐρυδάμας Κτιμένου πάις, ἄγχι δὲ λίμνης

### book 1.65.4

Ξυνιάδος Κτιμένην Δολοπηίδα ναιετάασκεν·

### book 1.65.5

καὶ μὴν Ἄκτωρ υἷα Μενοίτιον ἐξ Ὀπόεντος

### book 1.70.1

ὦρσεν, ἀριστήεσσι σὺν ἀνδράσιν ὄφρα νέοιτο.

### book 1.70.2

Εἵπετο δ’ Εὐρυτίων τε καὶ ἀλκήεις Ἐριβώτης,

### book 1.70.3

υἷες ὁ μὲν Τελέοντος, ὁ δ’ Ἴρου Ἀκτορίδαο·

### book 1.70.4

ἤτοι ὁ μὲν Τελέοντος ἐυκλειὴς Ἐριβώτης,

### book 1.70.5

Ἴρου δ’ Εὐρυτίων. σὺν καὶ τρίτος ᾖεν Ὀιλεύς,

### book 1.75.1

ἔξοχος ἠνορέην καὶ ἐπαΐξαι μετόπισθεν

### book 1.75.2

εὖ δεδαὼς δῄοισιν, ὅτε κλίνειε φάλαγγας.

### book 1.75.3

Αὐτὰρ ἀπ’ Εὐβοίης Κάνθος κίε, τόν ῥα Κάνηθος

### book 1.75.4

πέμπεν Ἀβαντιάδης λελιημένον· οὐ μὲν ἔμελλε

### book 1.75.5

νοστήσειν Κήρινθον ὑπότροπος, αἶσα γὰρ ἦεν

### book 1.80.1

αὐτὸν ὁμῶς Μόψον τε δαήμονα μαντοσυνάων

### book 1.80.2

πλαγχθέντας Λιβύης ἐπὶ πείρασι δῃωθῆναι.

### book 1.80.3

ὣς οὐκ ἀνθρώποισι κακὸν μὴ πιστὸν ἐπαυρεῖν,

### book 1.80.4

ὁππότε καὶ κείνους Λιβύῃ ἔνι ταρχύσαντο,

### book 1.80.5

τόσσον ἑκὰς Κόλχων ὅσσον τέ περ ἠελίοιο

### book 1.85.1

μεσσηγὺς δύσιές τε καὶ ἀντολαὶ εἰσορόωνται.

### book 1.85.2

Τῷ δ’ ἄρ’ ἐπὶ Κλυτίος τε καὶ Ἴφιτος ἠγερέθοντο,

### book 1.85.3

Οἰχαλίης ἐπίουροι, ἀπηνέος Εὐρύτου υἷες,

### book 1.85.4

Εὐρύτου ᾧ πόρε τόξον Ἑκηβόλος, οὐδ’ ἀπόνητο

### book 1

δωτίνης· αὐτῷ γὰρ ἑκὼν ἐρίδηνε δοτῆρι.

### book 1.90.1

Τοῖσι δ’ ἐπ’ Αἰακίδαι μετεκίαθον, οὐ μὲν ἅμ’ ἄμφω

### book 1.90.2

οὐδ’ ὁμόθεν, νόσφιν γὰρ ἀλευάμενοι κατένασθεν

### book 1.90.3

Αἰγίνης, ὅτε Φῶκον ἀδελφεὸν ἐξενάριξαν

### book 1.90.4

ἀφραδίῃ· Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ,

### book 1.90.5

Πηλεὺς δ’ ἐν Φθίῃ ἐριβώλακι ναῖε λιασθείς.

### book 1.95.1

Τοῖς δ’ ἐπὶ Κεκροπίηθεν ἀρήιος ἤλυθε Βούτης,

### book 1.95.2

παῖς ἀγαθοῦ Τελέοντος, ἐυμμελίης τε Φάληρος·

### book 1.95.3

Ἄλκων μιν προέηκε πατὴρ ἑός· οὐ μὲν ἔτ’ ἄλλους

### book 1.95.4

γήραος υἷας ἔχεν βιότοιό τε κηδεμονῆας,

### book 1.95.5

ἀλλά ἑ τηλύγετόν περ ὁμῶς καὶ μοῦνον ἐόντα

### book 1.1

πέμπεν, ἵνα θρασέεσσι μεταπρέποι ἡρώεσσι.

### book 1.2

Θησέα δ’, ὃς περὶ πάντας Ἐρεχθεΐδας ἐκέκαστο,

### book 1.3

Ταιναρίην ἀίδηλος ὑπὸ χθόνα δεσμὸς ἔρυκε,

### book 1.4

Πειρίθῳ ἑσπόμενον κοινὴν ὁδόν· ἦ τέ κεν ἄμφω

### book 1.5

ῥηίτερον καμάτοιο τέλος πάντεσσιν ἔθεντο.

### book 1.105.1

Τῖφυς δ’ Ἁγνιάδης Σιφαιέα κάλλιπε δῆμον

### book 1.105.2

Θεσπιέων, ἐσθλὸς μὲν ὀρινόμενον προδαῆναι

### book 1.105.3

κῦμ’ ἁλὸς εὐρείης, ἐσθλὸς δ’ ἀνέμοιο θυέλλας,

### book 1.105.4

καὶ πλόον ἠελίῳ τε καὶ ἀστέρι τεκμήρασθαι.

### book 1.105.5

αὐτή μιν Τριτωνὶς ἀριστήων ἐς ὅμιλον

### book 1.110.1

ὦρσεν Ἀθηναίη, μέγα δ’ ἤλυθεν ἐλδομένοισιν·

### book 1.110.2

αὐτὴ γὰρ καὶ νῆα θοὴν κάμε, σὺν δέ οἱ Ἄργος

### book 1.110.3

τεῦξεν Ἀρεστορίδης κείνης ὑποθημοσύνῃσι·

### book 1.1

τῶ καὶ πασάων προφερεστάτη ἔπλετο νηῶν

### book 1.2

ὅσσαι ὑπ’ εἰρεσίῃσιν ἐπειρήσαντο θαλάσσης.

### book 1.115.1

Φλείας δ’ αὖτ’ ἐπὶ τοῖσιν Ἀραιθυρέηθεν ἵκανεν,

### book 1.115.2

ἔνθ’ ἀφνειὸς ἔναιε, Διωνύσοιο ἕκητι

### book 1.115.3

πατρὸς ἑοῦ, πηγῇσιν ἐφέστιος Ἀσωποῖο.

### book 1.115.4

Ἀργόθεν αὖ Ταλαὸς καὶ Ἀρήιος, υἷε Βίαντος,

### book 1.115.5

ἤλυθον ἴφθιμός τε Λεώδοκος, οὓς τέκε Πηρώ

### book 1.120.1

Νηληίς, τῆς ἀμφὶ δύην ἐμόγησε βαρεῖαν

### book 1.120.2

Αἰολίδης σταθμοῖσιν ἐν Ἰφίκλοιο Μελάμπους.

### book 1.120.3

Οὐδὲ μὲν οὐδὲ βίην κρατερόφρονος Ἡρακλῆος

### book 1.120.4

πευθόμεθ’ Αἰσονίδαο λιλαιομένου ἀθερίξαι·

### book 1.120.5

ἀλλ’ ἐπεὶ ἄιε βάξιν ἀγειρομένων ἡρώων

### book 1.125.1

νεῖον ἀπ’ Ἀρκαδίης Λυρκήιον Ἄργος ἀμείψας,

### book 1.125.2

τὴν ὁδὸν ᾗ ζωὸν φέρε κάπριον ὅς ῥ’ ἐνὶ βήσσῃς

### book 1.125.3

φέρβετο Λαμπείης Ἐρυμάνθιον ἂμ μέγα τῖφος,

### book 1.125.4

τὸν μὲν ἐνὶ πρώτοισι Μυκηνάων †ἀγορῇσι

### book 1.125.5

δεσμοῖς ἰλλόμενον μεγάλων ἀπεσείσατο νώτων,

### book 1.130.1

αὐτὸς δ’ ᾗ ἰότητι παρὲκ νόον Εὐρυσθῆος

### book 1.130.2

ὡρμήθη· σὺν καί οἱ Ὕλας κίεν, ἐσθλὸς ὀπάων

### book 1.130.3

πρωθήβης, ἰῶν τε φορεὺς φύλακός τε βιοῖο.

### book 1.130.4

Τῷ δ’ ἐπὶ δὴ θείοιο κίεν Δαναοῖο γενέθλη,

### book 1.130.5

Ναύπλιος· ἦ γὰρ ἔην Κλυτονήου Ναυβολίδαο,

### book 1.135

Ναύβολος αὖ Λέρνου, Λέρνον γε μὲν ἴδμεν ἐόντα

### book 1.1

Προίτου Ναυπλιάδαο, Ποσειδάωνι δὲ κούρη

### book 1.2

πρίν ποτ’ Ἀμυμώνη Δαναῒς τέκεν εὐνηθεῖσα

### book 1.3

Ναύπλιον, ὃς περὶ πάντας ἐκαίνυτο ναυτιλίῃσιν.

### book 1.4

Ἴδμων δ’ ὑστάτιος μετεκίαθεν ὅσσοι ἔναιον

### book 1.140.1

Ἄργος, ἐπεὶ δεδαὼς τὸν ἑὸν μόρον οἰωνοῖσιν

### book 1.140.2

ἤιε, μή οἱ δῆμος ἐυκλείης ἀγάσαιτο·

### book 1.140.3

οὐ μὲν ὅγ’ ἦεν Ἄβαντος ἐτήτυμον, ἀλλά μιν αὐτός

### book 1.140.4

γείνατο κυδαλίμοις ἐναρίθμιον Αἰολίδῃσιν

### book 1.140.5

Λητοΐδης, αὐτὸς δὲ θεοπροπίας ἐδίδαξεν

### book 1.145.1

οἰωνούς τ’ ἀλέγειν ἠδ’ ἔμπυρα σήματ’ ἰδέσθαι.

### book 1.145.2

Καὶ μὴν Αἰτωλὶς κρατερὸν Πολυδεύκεα Λήδη

### book 1.145.3

Κάστορά τ’ ὠκυπόδων ὦρσεν δεδαημένον ἵππων

### book 1.145.4

Σπάρτηθεν, τοὺς ἥγε δόμοις ἔνι Τυνδαρέοιο

### book 1.145.5

τηλυγέτους ὠδῖνι μιῇ τέκεν· οὐδ’ ἀπίθησεν

### book 1.1

λισσομένοις, Ζηνὸς γὰρ ἐπάξια μήδετο λέκτρων.

### book 1.2

Οἱ δ’ Ἀφαρητιάδαι Λυγκεὺς καὶ ὑπέρβιος Ἴδας

### book 1.3

Ἀρήνηθεν ἔβαν, μεγάλῃ περιθαρσέες ἀλκῇ

### book 1.4

ἀμφότεροι· Λυγκεὺς δὲ καὶ ὀξυτάτοις ἐκέκαστο

### book 1.5

ὄμμασιν, εἰ ἐτεόν γε πέλει κλέος ἀνέρα κεῖνον

### book 1.155.1

ῥηιδίως καὶ νέρθεν ὑπὸ χθονὸς αὐγάζεσθαι.

### book 1.155.2

Σὺν δὲ Περικλύμενος Νηλήιος ὦρτο νέεσθαι,

### book 1.155.3

πρεσβύτατος παίδων ὅσσοι Πύλῳ ἐξεγένοντο

### book 1.155.4

Νηλῆος θείοιο· Ποσειδάων δέ οἱ ἀλκήν

### book 1

δῶκεν ἀπειρεσίην, ἠδ’ ὅττι κεν ἀρήσαιτο

### book 1.160.1

μαρνάμενος, τὸ πέλεσθαι ἐνὶ ξυνοχῇ πολέμοιο.

### book 1.160.2

Καὶ μὴν Ἀμφιδάμας Κηφεύς τ’ ἴσαν Ἀρκαδίηθεν,

### book 1.160.3

οἳ Τεγέην καὶ κλῆρον Ἀφειδάντειον ἔναιον,

### book 1.160.4

υἷε δύω Ἀλεοῦ· τρίτατός γε μὲν ἕσπετ’ ἰοῦσιν

### book 1.160.5

Ἀγκαῖος· τὸν μέν ῥα πατὴρ Λυκόοργος ἔπεμπε,

### book 1.165.1

τῶν ἄμφω γνωτὸς προγενέστερος, ἀλλ’ ὁ μὲν ἤδη

### book 1.165.2

γηράσκοντ’ Ἀλεὸν λίπετ’ ἂμ πόλιν ὄφρα κομίζοι,

### book 1.165.3

παῖδα δ’ ἑὸν σφετέροισι κασιγνήτοισιν ὄπασσε·

### book 1.165.4

βῆ δ’ ὅγε Μαιναλίης ἄρκτου δέρος

### book 1.168.1

ἀμφίτομόν τε

### book 1.168.2

δεξιτερῇ πάλλων πέλεκυν μέγαν· ἔντεα γάρ οἱ

### book 1.170.1

πατροπάτωρ Ἀλεὸς μυχάτῃ ἐνέκρυψε καλιῇ,

### book 1.170.2

αἴ κέν πως ἔτι καὶ τὸν ἐρητύσειε νέεσθαι.

### book 1.170.3

Βῆ δὲ καὶ Αὐγείης, ὃν δὴ φάτις Ἠελίοιο

### book 1.170.4

ἔμμεναι, Ἠλείοισι δ’ ὅγ’ ἀνδράσιν ἐμβασίλευεν

### book 1.170.5

ὄλβῳ κυδιόων· μέγα δ’ ἵετο Κολχίδα γαῖαν

### book 1.175.1

αὐτόν τ’ Αἰήτην ἰδέειν σημάντορα Κόλχων.

### book 1.175.2

Ἀστέριος δὲ καὶ Ἀμφίων Ὑπερασίου υἷες

### book 1.175.3

Πελλήνης ἄφ’ ἵκανον Ἀχαιίδος, ἥν ποτε Πέλλης

### book 1.175.4

πατροπάτωρ ἐπόλισσεν ἐπ’ ὀφρύσιν Αἰγιαλοῖο.

### book 1.175.5

Ταίναρον αὖτ’ ἐπὶ τοῖσι λιπὼν Εὔφημος ἵκανε,

### book 1.180.1

τόν ῥα Ποσειδάωνι ποδωκηέστατον ἄλλων

### book 1.180.2

Εὐρώπη Τιτυοῖο μεγασθενέος τέκε κούρη·

### book 1.180.3

κεῖνος ἀνὴρ καὶ πόντου ἐπὶ γλαυκοῖο θέεσκεν

### book 1.180.4

οἴδματος, οὐδὲ θοοὺς βάπτεν πόδας, ἀλλ’ ὅσον ἄκροις

### book 1.180.5

ἴχνεσι τεγγόμενος διερῇ πεφόρητο κελεύθῳ·

### book 1.185.1

καὶ δ’ ἄλλω δύο παῖδε Ποσειδάωνος ἵκοντο,

### book 1.185.2

ἤτοι ὁ μὲν πτολίεθρον ἀγαυοῦ Μιλήτοιο

### book 1.185.3

νοσφισθεὶς Ἐργῖνος, ὁ δ’ Ἰμβρασίης ἕδος Ἥρης

### book 1.185.4

Παρθενίην Ἀγκαῖος ὑπέρβιος· ἴστορε δ’ ἄμφω

### book 1.185.5

ἠμὲν ναυτιλίης ἠδ’ ἄρεος εὐχετόωντο.

### book 1.190.1

Οἰνεΐδης δ’ ἐπὶ τοῖσιν ἀφορμηθεὶς Καλυδῶνος

### book 1.190.2

ἀλκήεις Μελέαγρος ἀνήλυθε, Λαοκόων τε—

### book 1.190.3

Λαοκόων Οἰνῆος ἀδελφεός, οὐ μὲν ἰῆς γε

### book 1.190.4

μητέρος, ἀλλά ἑ θῆσσα γυνὴ τέκε. τὸν μὲν ἄρ’ Οἰνεύς

### book 1.190.5

ἤδη γηραλέον κοσμήτορα παιδὸς ἴαλλεν,

### book 1.195.1

ὧδ’ ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον

### book 1.195.2

ἡρώων· τοῦ δ’ οὔ τιν’ ὑπέρτερον ἄλλον ὀίω

### book 1.195.3

νόσφιν γ’ Ἡρακλῆος ἐπελθέμεν, εἴ κ’ ἔτι μοῦνον

### book 1.195.4

αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσιν·

### book 1.195.5

καὶ μήν οἱ μήτρως αὐτὴν ὁδόν, εὖ μὲν ἄκοντι

### book 1.1

εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι,

### book 1.2

Θεστιάδης Ἴφικλος ἐφωμάρτησε κιόντι,

### book 1.3

σὺν δὲ Παλαιμόνιος Λέρνου πάις Ὠλενίοιο—

### book 1.4

Λέρνου ἐπίκλησιν, γενεήν γε μὲν Ἡφαίστοιο·

### book 1.5

τούνεκ’ ἔην πόδε σιφλός, ἀτὰρ χέρας οὔ κέ τις ἔτλη

### book 1.205.1

ἠνορέην τ’ ὀνόσασθαι, ὃ καὶ μεταρίθμιος ᾖεν

### book 1.205.2

πᾶσιν ἀριστήεσσιν Ἰήσονι κῦδος ἀέξων.

### book 1.205.3

Ἐκ δ’ ἄρα Φωκήων κίεν Ἴφιτος, Ὀρνυτίδαο

### book 1.205.4

Ναυβόλου ἐκγεγαώς· ξεῖνος δέ οἱ ἔσκε πάροιθεν,

### book 1.205.5

ἦμος ἔβη Πυθώδε θεοπροπίας ἐρεείνων

### book 1.210.1

ναυτιλίης, τόθι γάρ μιν ἑοῖς ὑπέδεκτο δόμοισι.

### book 1.210.2

Ζήτης αὖ Κάλαΐς τε Βορήιοι υἷες ἱκέσθην,

### book 1.1

οὕς ποτ’ Ἐρεχθηὶς Βορέῃ τέκεν Ὠρείθυια

### book 1.2

ἐσχατιῇ Θρῄκης δυσχειμέρου· ἔνθ’ ἄρα τήνγε

### book 1.3

Θρηίκιος Βορέης ἀνερείψατο Κεκροπίηθεν,

### book 1.215.1

Ἰλισσοῦ προπάροιθε χορῷ ἔνι δινεύουσαν,

### book 1.215.2

καί μιν ἄγων ἕκαθεν, Σαρπηδονίην ὅθι πέτρην

### book 1.215.3

κλείουσιν ποταμοῖο παρὰ ῥόον Ἐργίνοιο,

### book 1.215.4

λυγαίοις ἐδάμασσε περὶ νεφέεσσι καλύψας.

### book 1.215.5

τὼ μὲν ἐπ’ ἀστραγάλοισι ποδῶν ἑκάτερθεν ἐρεμνάς

### book 1.220.1

σεῖον ἀειρομένω πτέρυγας, μέγα θάμβος ἰδέσθαι,

### book 1.220.2

χρυσείαις φολίδεσσι διαυγέας· ἀμφὶ δὲ νώτοις

### book 1.220.3

κράατος ἐξ ὑπάτοιο καὶ αὐχένος ἔνθα καὶ ἔνθα

### book 1.220.4

κυάνεαι δονέοντο μετὰ πνοιῇσιν ἔθειραι.

### book 1.220.5

Οὐδὲ μὲν οὐδ’ αὐτοῖο πάις μενέαινεν Ἄκαστος

### book 1.225.1

ἰφθίμου Πελίαο δόμοις ἔνι πατρὸς ἑῆος

### book 1.225.2

μιμνάζειν, Ἄργος τε θεᾶς ὑποεργὸς Ἀθήνης,

### book 1.225.3

ἀλλ’ ἄρα καὶ τὼ μέλλον ἐνικρινθῆναι ὁμίλῳ.

### book 1.225.4

Τόσσοι ἄρ’ Αἰσονίδῃ συμμήστορες ἠγερέθοντο.

### book 1.225.5

τοὺς μὲν ἀριστῆας Μινύας περιναιετάοντες

### book 1.230.1

κίκλησκον μάλα πάντας, ἐπεὶ Μινύαο θυγατρῶν

### book 1.230.2

οἱ πλεῖστοι καὶ ἄριστοι ἀφ’ αἵματος εὐχετόωντο

### book 1.230.3

ἔμμεναι, ὧς δὲ καὶ αὐτὸν Ἰήσονα γείνατο μήτηρ

### book 1.230.4

Ἀλκιμέδη Κλυμένης Μινυηίδος ἐκγεγαυῖα.

### book 1.230.5

Αὐτὰρ ἐπεὶ δμώεσσιν ἐπαρτέα πάντ’ ἐτέτυκτο

### book 1.235.1

ὅσσα περ ἐντύνονται †ἐπαρτέα ἔνδοθι νῆες,

### book 1.235.2

εὖτ’ ἂν ἄγῃ χρέος ἄνδρας ὑπεὶρ ἅλα ναυτίλλεσθαι,

### book 1.1

δὴ τότ’ ἴσαν μετὰ νῆα δι’ ἄστεος, ἔνθα περ ἀκταί

### book 1.2

κλείονται Παγασαὶ Μαγνήτιδες· ἀμφὶ δὲ λαῶν

### book 1.3

πληθὺς σπερχομένων ἄμυδις θέον, οἱ δὲ φαεινοί

### book 1.240.1

ἀστέρες ὣς νεφέεσσι μετέπρεπον. ὧδε δ’ ἕκαστος

### book 1.240.2

ἔννεπεν εἰσορόων σὺν τεύχεσιν ἀίσσοντας·

### book 1.240.3

“Ζεῦ ἄνα, τίς Πελίαο νόος; πόθι τόσσον ὅμιλον

### book 1.240.4

ἡρώων γαίης Παναχαιίδος ἔκτοθι βάλλει;

### book 1.240.5

αὐτῆμάρ κε δόμους ὀλοῷ πυρὶ δῃώσειαν

### book 1.245.1

Αἰήτεω, ὅτε μή σφιν ἑκὼν δέρος ἐγγυαλίξῃ·

### book 1.245.2

ἀλλ’ οὐ φυκτὰ κέλευθα, πόνος δ’ ἄπρηκτος ἰοῦσιν.”

### book 1.245.3

Ὧς φάσαν ἔνθα καὶ ἔνθα κατὰ πτόλιν· αἱ δὲ γυναῖκες

### book 1.245.4

πολλὰ μάλ’ ἀθανάτοισιν ἐς αἰθέρα χεῖρας ἄειρον,

### book 1.245.5

εὐχόμεναι νόστοιο τέλος θυμηδὲς ὀπάσσαι.

### book 1.1

ἄλλη δ’ εἰς ἑτέρην ὀλοφύρετο δακρυχέουσα·

### book 1.2

“Δειλὴ Ἀλκιμέδη, καὶ σοὶ κακὸν ὀψέ περ ἔμπης

### book 1.3

ἤλυθεν, οὐδ’ ἐτέλεσσας ἐπ’ ἀγλαΐῃ βιότοιο.

### book 1.4

Αἴσων αὖ μέγα δή τι δυσάμμορος· ἦ τέ οἱ ἦεν

### book 1.5

βέλτερον, εἰ τὸ πάροιθεν ἐνὶ κτερέεσσιν ἐλυσθείς

### book 1.255.1

νειόθι γαίης κεῖτο, κακῶν ἔτι νῆις ἀέθλων.

### book 1.255.2

ὣς ὄφελεν καὶ Φρίξον, ὅτ’ ὤλετο παρθένος Ἕλλη,

### book 1.255.3

κῦμα μέλαν κριῷ ἅμ’ ἐπικλύσαι· ἀλλὰ καὶ αὐδήν

### book 1.255.4

ἀνδρομέην προέηκε κακὸν τέρας, ὥς κεν ἀνίας

### book 1.255.5

Ἀλκιμέδῃ μετόπισθε καὶ ἄλγεα μυρία θείη.”

### book 1.260

Αἱ μὲν ἄρ’ ὧς ἀγόρευον ἐπὶ προμολῇσι κιόντων·

### book 1.1

ἔνδον δὲ δμῶές τε πολεῖς δμωαί τ’ ἀγέροντο

### book 1.2

μήτηρ τ’ ἀμφασίῃ βεβολημένη, ὀξὺ δ’ †ἑκάστην

### book 1.3

δῦνεν ἄχος· σὺν δέ σφι πατὴρ ὀλοῷ ὑπὸ γήραι

### book 1.4

ἐντυπὰς ἐν λεχέεσσι καλυψάμενος γοάασκεν.

### book 1.265.1

αὐτὰρ ὁ τῶν μὲν ἔπειτα κατεπρήυνεν ἀνίας,

### book 1.265.2

θαρσύνων· δμώεσσι δ’ ἀρήια τεύχε’ ἀείρειν

### book 1.265.3

πέφραδεν, οἱ δέ τε σῖγα κατηφέες ἠείροντο.

### book 1.265.4

μήτηρ δ’ ὡς τὰ πρῶτ’ ἐπεχεύατο πήχεε παιδί,

### book 1.265.5

ὧς ἔχετο κλαίους’ ἀδινώτερον, ἠύτε κούρη

### book 1.270.1

οἰόθεν ἀσπασίως πολιὴν τροφὸν ἀμφιπεσοῦσα

### book 1.270.2

μύρεται, ᾗ οὔκ εἰσιν ἔτ’ ἄλλοι κηδεμονῆες,

### book 1.270.3

ἀλλ’ ὑπὸ μητρυιῇ βίοτον βαρὺν ἡγηλάζει·

### book 1.270.4

καί ἑ νέον πολέεσσιν ὀνείδεσιν ἐστυφέλιξεν,

### book 1.270.5

τῇ δέ τ’ ὀδυρομένῃ δέδεται κέαρ ἔνδοθεν ἄτῃ,

### book 1.275.1

οὐδ’ ἔχει ἐκφλύξαι τόσσον γόον ὅσσον ὀρεχθεῖ—

### book 1.275.2

ὧς ἀδινὸν κλαίεσκεν ἑὸν πάιν ἀγκὰς ἔχουσα

### book 1.275.3

Ἀλκιμέδη· καὶ τοῖον ἔπος φάτο κηδοσύνῃσιν·

### book 1.275.4

“Αἴθ’ ὄφελον κεῖν’ ἦμαρ, ὅτ’ ἐξειπόντος ἄκουσα

### book 1.275.5

δειλὴ ἐγὼ Πελίαο κακὴν βασιλῆος ἐφετμήν,

### book 1.280.1

αὐτίκ’ †ἀπὸ ψυχὴν μεθέμεν κηδέων τε λαθέσθαι,

### book 1.280.2

ὄφρ’ αὐτός με τεῇσι φίλαις ταρχύσαο χερσίν,

### book 1.280.3

τέκνον ἐμόν· τὸ γὰρ οἶον ἔην ἔτι λοιπὸν ἐέλδωρ

### book 1.280.4

ἐκ σέθεν, ἄλλα δὲ πάντα πάλαι θρεπτήρια πέσσω.

### book 1.280.5

νῦν γε μὲν ἡ τὸ πάροιθεν Ἀχαιιάδεσσιν ἀγητή

### book 1.285.1

δμωὶς ὅπως κενεοῖσι λελείψομαι ἐν μεγάροισιν,

### book 1.285.2

σεῖο πόθῳ μινύθουσα δυσάμμορος, ᾧ ἔπι πολλήν

### book 1.285.3

ἀγλαΐην καὶ κῦδος ἔχον πάρος, ᾧ ἔπι μούνῳ

### book 1.285.4

μίτρην πρῶτον ἔλυσα καὶ ὕστατον, ἔξοχα γάρ μοι

### book 1.285.5

Εἰλείθυια θεὰ πολέος ἐμέγηρε τόκοιο.

### book 1.290.1

ὤ μοι ἐμῆς ἄτης· τὸ μὲν οὐδ’ ὅσον οὐδ’ ἐν ὀνείρῳ

### book 1.290.2

ὠισάμην, εἰ Φρίξος ἐμοὶ κακὸν ἔσσετ’ ἀλύξας.”

### book 1.290.3

Ὧς ἥγε στενάχουσα κινύρετο, ταὶ δὲ γυναῖκες

### book 1.290.4

ἀμφίπολοι γοάασκον ἐπισταδόν· αὐτὰρ ὁ τήνγε

### book 1.290.5

μειλιχίοις ἐπέεσσι παρηγορέων προσέειπεν·

### book 1.295.1

“Μή μοι λευγαλέας ἐνιβάλλεο μῆτερ ἀνίας

### book 1.295.2

ὧδε λίην, ἐπεὶ οὐ μὲν ἐρωήσεις κακότητος

### book 1.295.3

δάκρυσιν, ἀλλ’ ἔτι κεν καὶ ἐπ’ ἄλγεσιν ἄλγος ἄροιο.

### book 1.295.4

πήματα γάρ τ’ ἀίδηλα θεοὶ θνητοῖσι νέμουσιν·

### book 1.295.5

τῶν μοῖραν κατὰ θυμὸν ἀνιάζουσά περ ἔμπης

### book 1.1

τλῆθι φέρειν. θάρσει δὲ συνημοσύνῃσιν Ἀθήνης,

### book 1.2

ἠδὲ θεοπροπίῃσιν, ἐπεὶ μάλα δεξιὰ Φοῖβος

### book 1.3

ἔχρη, ἀτὰρ μετέπειτά γ’ ἀριστήων ἐπαρωγῇ.

### book 1.4

ἀλλὰ σὺ μὲν νῦν αὖθι μετ’ ἀμφιπόλοισιν ἕκηλος

### book 1.5

μίμνε δόμοις, μηδ’ ὄρνις ἀεικελίη πέλε νηί·

### book 1.305.1

κεῖσε δ’ ὁμαρτήσουσιν ἔται δμῶές τε κιόντι.”

### book 1.305.2

Ἦ, καὶ ὁ μὲν προτέρωσε δόμων ἒξ ὦρτο νέεσθαι.

### book 1.305.3

οἷος δ’ ἐκ νηοῖο θυώδεος εἶσιν Ἀπόλλων

### book 1.305.4

Δῆλον ἀν’ ἠγαθέην ἠὲ Κλάρον, ἢ ὅγε Πυθώ

### book 1.305.5

ἢ Λυκίην εὐρεῖαν ἐπὶ Ξάνθοιο ῥοῇσι—

### book 1.310

τοῖος ἀνὰ πληθὺν δήμου κίεν, ὦρτο δ’ ἀυτή

### book 1.1

κεκλομένων ἄμυδις. τῷ δὲ ξύμβλητο γεραιή

### book 1.2

Ἰφιὰς Ἀρτέμιδος πολιηόχου ἀρήτειρα,

### book 1.3

καί μιν δεξιτερῆς χειρὸς κύσεν· οὐδέ τι φάσθαι

### book 1.4

ἔμπης ἱεμένη δύνατο προθέοντος ὁμίλου,

### book 1.315.1

ἀλλ’ ἡ μὲν λίπετ’ αὖθι παρακλιδόν, οἷα γεραιή

### book 1.315.2

ὁπλοτέρων, ὁ δὲ πολλὸν ἀποπλαγχθεὶς ἐλιάσθη.

### book 1.315.3

Αὐτὰρ ἐπεί ῥα πόληος ἐυδμήτους λίπ’ ἀγυιάς,

### book 1.315.4

ἀκτήνδ’ ἵκανεν Παγασηίδα, τῇ μιν ἑταῖροι

### book 1.315.5

δειδέχατ’ Ἀργῴῃ ἄμυδις παρὰ νηὶ μένοντες.

### book 1.320.1

στῆ δ’ ἄρ’ ἐπιπρομολών, οἱ δ’ ἀντίοι ἠγερέθοντο·

### book 1.320.2

ἐς δ’ ἐνόησαν Ἄκαστον ὁμῶς Ἄργον τε πόληος

### book 1.320.3

νόσφι καταβλώσκοντας, ἐθάμβησαν δ’ ἐσιδόντες

### book 1.320.4

πασσυδίῃ Πελίαο παρὲκ νόον ἰθύοντας·

### book 1.320.5

δέρμα δ’ ὁ μὲν ταύροιο ποδηνεκὲς ἀμφέχετ’ ὤμους

### book 1.325.1

Ἄργος Ἀρεστορίδης λάχνῃ μέλαν, αὐτὰρ ὁ καλήν

### book 1.325.2

δίπλακα, τήν οἱ ὄπασσε κασιγνήτη Πελόπεια·

### book 1.325.3

ἀλλ’ ἔμπης τὼ μέν τε διεξερέεσθαι ἕκαστα

### book 1.325.4

ἔσχετο, τοὺς δ’ ἀγορήνδε συνεδριάασθαι ἄνωγεν.

### book 1.325.5

αὐτοῦ δ’ ἰλλομένοις ἐπὶ λαίφεσιν ἠδὲ καὶ ἱστῷ

### book 1.330.1

κεκλιμένῳ μάλα πάντες ἐπισχερὼ ἑδριόωντο.

### book 1.330.2

τοῖσιν δ’ Αἴσονος υἱὸς ἐυφρονέων μετέειπεν·

### book 1.330.3

“Ἄλλα μέν, ὅσσα τε νηὶ ἐφοπλίσσασθαι ἔοικεν,

### book 1.1

πάντα μάλ’ εὖ κατὰ κόσμον ἐπαρτέα κεῖται ἰοῦσιν,

### book 1.2

τῶ οὐκ ἂν δηναιὸν ἐχοίμεθα τοῖο ἕκητι

### book 1.335.1

ναυτιλίης, ὅτε μοῦνον ἐπιπνεύσουσιν ἀῆται·

### book 1.335.2

ἀλλὰ φίλοι, ξυνὸς γὰρ ἐς Ἑλλάδα νόστος ὀπίσσω,

### book 1.335.3

ξυναὶ δ’ ἄμμι πέλονται ἐς Αἰήταο κέλευθοι,

### book 1.335.4

τούνεκα νῦν τὸν ἄριστον ἀφειδήσαντες ἕλεσθε

### book 1.335.5

ὄρχαμον ἡμείων, ᾧ κεν τὰ ἕκαστα μέλοιτο,

### book 1.340.1

νείκεα συνθεσίας τε μετὰ ξείνοισι βαλέσθαι.”

### book 1.340.2

Ὧς φάτο. πάπτηναν δὲ νέοι θρασὺν Ἡρακλῆα

### book 1.340.3

ἥμενον ἐν μέσσοισι, μιῇ δέ ἑ πάντες ἀυτῇ

### book 1.340.4

σημαίνειν ἐπέτελλον· ὁ δ’ αὐτόθεν ἔνθα περ ἧστο

### book 1.340.5

δεξιτερὴν ἀνὰ χεῖρα τανύσσατο, φώνησέν τε·

### book 1.345.1

“Μή τις ἐμοὶ τόδε κῦδος ὀπαζέτω· οὐ γὰρ ἔγωγε

### book 1.345.2

πείσομαι, ὧς δὲ καὶ ἄλλον ἀναστήσεσθαι ἐρύξω.

### book 1.345.3

αὐτὸς ὅτις ξυνάγειρε καὶ ἀρχεύοι ὁμάδοιο.”

### book 1.345.4

Ἦ ῥα μέγα φρονέων· ἐπὶ δ’ ᾔνεον ὡς ἐκέλευεν

### book 1.345.5

Ἡρακλέης. ἀνὰ δ’ αὐτὸς ἀρήιος ὤρνυτ’ Ἰήσων

### book 1.1

γηθόσυνος, καὶ τοῖα λιλαιομένοις ἀγόρευεν·

### book 1.2

“Εἰ μὲν δή μοι κῦδος ἐπιτρωπᾶτε μέλεσθαι,

### book 1.3

μηκέτ’ ἔπειθ’, ὡς καὶ πρίν, ἐρητύοιτο κέλευθα.

### book 1.4

νῦν γε μὲν ἤδη Φοῖβον ἀρεσσάμενοι θυέεσσιν

### book 1.5

δαῖτ’ ἐντυνώμεσθα παρασχεδόν. ὄφρα δ’ ἴωσιν

### book 1.355.1

δμῶες ἐμοὶ σταθμῶν σημάντορες οἷσι μέμηλεν

### book 1.355.2

δεῦρο βόας ἀγέληθεν ἐὺ κρίναντας ἐλάσσαι,

### book 1.355.3

τόφρα κε νῆ’ ἐρύσαιμεν ἔσω ἁλός, ὅπλα δὲ πάντα

### book 1.355.4

ἐνθέμενοι πεπάλαχθε κατὰ κληῖδας ἐρετμά·

### book 1.355.5

τείως δ’ αὖ καὶ βωμὸν ἐπάκτιον Ἐμβασίοιο

### book 1.360.1

θείομεν Ἀπόλλωνος, ὅ μοι χρείων ὑπέδεκτο

### book 1.360.2

σημανέειν δείξειν τε πόρους ἁλός, εἴ κε θυηλαῖς

### book 1.1

οὗ ἕθεν ἐξάρχωμαι ἀεθλεύων βασιλῆι.”

### book 1.2

Ἦ ῥα, καὶ εἰς ἔργον πρῶτος τράπεθ’. οἱ δ’ ἐπανέσταν

### book 1.3

πειθόμενοι· ἀπὸ δ’ εἵματ’ ἐπήτριμα νηήσαντο

### book 1.365.1

λείῳ ἐπὶ πλαταμῶνι, τὸν οὐκ ἐπέβαλλε θάλασσα

### book 1.365.2

κύμασι, χειμερίη δὲ πάλαι ἀποέκλυσεν ἅλμη.

### book 1.365.3

νῆα δ’ ἐπικρατέως Ἄργου ὑποθημοσύνῃσιν

### book 1.365.4

ἔζωσαν πάμπρωτον ἐυστρεφεῖ ἔνδοθεν ὅπλῳ

### book 1.365.5

τεινάμενοι ἑκάτερθεν, ἵν’ εὖ ἀραροίατο γόμφοις

### book 1.370.1

δούρατα καὶ ῥοθίοιο βίην ἔχοι ἀντιόωσαν.

### book 1.370.2

σκάπτον δ’ αἶψα κατ’ εὖρος ὅσον †περιβάλλεται χῶρος†,

### book 1.370.3

†ἠδὲ κατὰ πρώειραν ἔσω ἁλὸς ὁσσάτιόν περ

### book 1.370.4

ἑλκομένη χείρεσσιν ἐπιδραμέεσθαι ἔμελλεν,

### book 1.370.5

αἰεὶ δὲ προτέρω χθαμαλώτερον ἐξελάχαινον

### book 1.375.1

στείρης· ἐν δ’ ὁλκῷ ξεστὰς στορέσαντο φάλαγγας·

### book 1.375.2

τὴν δὲ κατάντη κλῖναν ἐπὶ πρώτῃσι φάλαγξιν,

### book 1.375.3

ὥς κεν ὀλισθαίνουσα δι’ αὐτάων φορέοιτο.

### book 1.375.4

ὕψι δ’ ἄρ’ ἔνθα καὶ ἔνθα μεταστρέψαντες ἐρετμά

### book 1.375.5

πήχυιον προύχοντα περὶ σκαλμοῖσιν ἔδησαν,

### book 1.380.1

τῶν δ’ ἐπαμοιβαδὶς αὐτοὶ ἐνέσταθεν ἀμφοτέρωθεν

### book 1.380.2

στέρνα θ’ ὁμοῦ καὶ χεῖρας ἐπήλασαν. ἐν δ’ ἄρα Τῖφυς

### book 1.380.3

βήσαθ’, ἵν’ ὀτρύνειε νέους κατὰ καιρὸν ἐρύσσαι.

### book 1.380.4

κεκλόμενος δ’ ἤυσε μάλα μέγα, τοὶ δὲ παρᾶσσον

### book 1

ᾧ κράτεϊ βρίσαντες ἰῇ στυφέλιξαν ἐρωῇ

### book 1.385.1

νειόθεν ἐξ ἕδρης, ἐπὶ δ’ ἐρρώσαντο πόδεσσιν

### book 1.385.2

προπροβιαζόμενοι· ἡ δ’ ἕσπετο Πηλιὰς Ἀργώ

### book 1.385.3

ῥίμφα μάλ’, οἱ δ’ ἑκάτερθεν ἐπίαχον ἀίσσοντες·

### book 1.385.4

αἱ δ’ ἄρ’ ὑπὸ τρόπιδι στιβαραὶ στενάχοντο φάλαγγες

### book 1.385.5

τριβόμεναι, περὶ δέ σφιν ἀιδνὴ κήκιε λιγνύς

### book 1.390.1

βριθοσύνῃ· κατόλισθε δ’ ἔσω ἁλός. οἱ δέ μιν αὖθι

### book 1.390.2

ἂψ ἀνασειράζοντες ἔχον προτέρωσε κιοῦσαν·

### book 1.390.3

σκαλμοῖς δ’ ἀμφὶς ἐρετμὰ κατήρτυον, ἐν δέ οἱ ἱστόν

### book 1.390.4

λαίφεά τ’ εὐποίητα καὶ ἁρμαλιὴν ἐβάλοντο.

### book 1.390.5

Αὐτὰρ ἐπεὶ τὰ ἕκαστα περιφραδέως ἀλέγυναν,

### book 1.395.1

κληῖδας μὲν πρῶτα πάλῳ διεμοιρήσαντο,

### book 1.395.2

ἄνδρ’ ἐντυναμένω δοιὼ μίαν· ἐκ δ’ ἄρα μέσσην

### book 1.395.3

ᾕρεον Ἡρακλῆι καὶ ἡρώων ἄτερ ἄλλων

### book 1.395.4

Ἀγκαίῳ, Τεγέης ὅς ῥα πτολίεθρον ἔναιεν·

### book 1.395.5

τοῖς μέσσην οἴοισιν ἀπὸ κληῖδα λίποντο

### book 1.1

αὔτως, οὔτι πάλῳ· ἐπὶ δ’ ἔτρεπον αἰνήσαντες

### book 1.2

Τῖφυν ἐυστείρης οἰήια νηὸς ἔρυσθαι.

### book 1.3

Ἔνθεν δ’ αὖ λάιγγας ἁλὸς σχεδὸν ὀχλίζοντες,

### book 1.4

νήεον αὐτόθι βωμὸν ἐπάκτιον, Ἀπόλλωνος

### book 1.5

Ἀκτί̣ου Ἐμβασίοιό τ’ ἐπώνυμον· ὦκα δὲ τοίγε

### book 1.405.1

φιτροὺς ἀζαλέης στόρεσαν καθύπερθεν ἐλαίης.

### book 1.405.2

τείως δ’ αὖτ’ ἀγέληθεν ἐπιπροέηκαν ἄγοντες

### book 1.405.3

βουκόλοι Αἰσονίδαο δύω βόε· τοὺς δ’ ἐρύσαντο

### book 1.405.4

κουρότεροι ἑτάρων βωμοῦ σχεδόν, οἱ δ’ ἄρ’ ἔπειτα

### book 1.405.5

χέρνιβά τ’ οὐλοχύτας τε παρέσχεθον. αὐτὰρ Ἰήσων

### book 1.410

εὔχετο κεκλόμενος πατρώιον Ἀπόλλωνα·

### book 1.1

“Κλῦθι ἄναξ Παγασάς τε πόλιν τ’ Αἰσωνίδα ναίων

### book 1.2

ἡμετέροιο τοκῆος ἐπώνυμον, ὅς μοι ὑπέστης

### book 1.3

Πυθοῖ χρειομένῳ ἄνυσιν καὶ πείραθ’ ὁδοῖο

### book 1.4

σημανέειν, αὐτὸς γὰρ ἐπαίτιος ἔπλευ ἀέθλων·

### book 1.415.1

αὐτὸς νῦν ἄγε νῆα σὺν ἀρτεμέεσσιν ἑταίροις

### book 1.415.2

κεῖσέ τε καὶ παλίνορσον ἐς Ἑλλάδα. σοὶ δ’ ἂν ὀπίσσω

### book 1.415.3

τόσσων ὅσσοι κεν νοστήσομεν ἀγλαὰ ταύρων

### book 1.415.4

ἱρὰ πάλιν βωμῷ ἐπιθήσομεν, ἄλλα δὲ Πυθοῖ,

### book 1.415.5

ἄλλα δ’ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσω·

### book 1.420.1

νῦν δ’ ἴθι, καὶ τήνδ’ ἧμιν, Ἑκηβόλε, δέξο θυηλήν,

### book 1.420.2

ἥν τοι τῆσδ’ ἐπίβαθρα χάριν προτιθείμεθα νηός

### book 1.420.3

πρωτίστην· λύσαιμι δ’, ἄναξ, ἐπ’ ἀπήμονι μοίρῃ

### book 1.420.4

πείσματα σὴν διὰ μῆτιν· ἐπιπνεύσειε δ’ ἀήτης

### book 1.420.5

μείλιχος, ᾧ κ’ ἐπὶ πόντον ἐλευσόμεθ’ εὐδιόωντες.”

### book 1.425.1

Ἦ, καὶ ἅμ’ εὐχωλῇ προχύτας βάλε. τὼ δ’ ἐπὶ βουσίν

### book 1.425.2

ζωσάσθην, Ἀγκαῖος ὑπέρβιος Ἡρακλέης τε·

### book 1.425.3

ἤτοι ὁ μὲν ῥοπάλῳ μέσσον κάρη ἀμφὶ μέτωπα

### book 1.425.4

πλῆξεν, ὁ δ’ ἀθρόος αὖθι πεσὼν ἐνερείσατο γαίῃ·

### book 1.425.5

Ἀγκαῖος δ’ ἑτέροιο κατὰ πλατὺν αὐχένα κόψας

### book 1.430.1

χαλκείῳ πελέκει κρατεροὺς διέκερσε τένοντας,

### book 1.430.2

ἤριπε δ’ ἀμφοτέροισι περιρρηδὴς κεράεσσιν.

### book 1.430.3

τοὺς δ’ ἕταροι σφάξαν τε θοῶς δεῖράν τε βοείας,

### book 1.430.4

κόπτον δαίτρευόν τε καὶ ἱερὰ μῆρ’ ἐτάμοντο,

### book 1.430.5

κὰδ δ’ ἄμυδις τάγε πάντα καλύψαντες πύκα δημῷ

### book 1.435.1

καῖον ἐπὶ σχίζῃσιν· ὁ δ’ ἀκρήτους χέε λοιβάς

### book 1.435.2

Αἰσονίδης. γήθει δὲ σέλας θηεύμενος Ἴδμων

### book 1.435.3

πάντοσε λαμπόμενον θυέων ἄπο, τοῖό τε λιγνύν

### book 1.435.4

πορφυρέαις ἑλίκεσσιν ἐναίσιμον ἀίσσουσαν·

### book 1

αἶψα δ’ ἀπηλεγέως νόον ἔκφατο Λητοΐδαο·

### book 1.440.1

“Ὑμῖν μὲν δὴ μοῖρα θεῶν χρειώ τε περῆσαι

### book 1.440.2

ἐνθάδε κῶας ἄγοντας, ἀπειρέσιοι δ’ ἐνὶ μέσσῳ

### book 1.440.3

κεῖσέ τε δεῦρό τ’ ἔασιν ἀνερχομένοισιν ἄεθλοι·

### book 1.440.4

αὐτὰρ ἐμοὶ θανέειν στυγερῇ ὑπὸ δαίμονος αἴσῃ

### book 1.440.5

τηλόθι που πέπρωται ἐπ’ Ἀσίδος ἠπείροιο.

### book 1.445.1

ὧδε κακοῖς δεδαὼς ἔτι καὶ πάρος οἰωνοῖσιν

### book 1.445.2

πότμον ἐμόν, πάτρης ἐξήιον, ὄφρ’ ἐπιβαίην

### book 1.445.3

νηός, ἐυκλείη δὲ δόμοις ἐπιβάντι λίπηται.”

### book 1.445.4

Ὧς ἄρ’ ἔφη· κοῦροι δὲ θεοπροπίης ἀίοντες

### book 1.445.5

νόστῳ μὲν γήθησαν, ἄχος δ’ ἕλεν Ἴδμονος αἴσῃ.

### book 1.1

ἦμος δ’ ἠέλιος σταθερὸν παραμείβεται ἦμαρ,

### book 1.2

αἱ δὲ νέον σκοπέλοισιν ὕπο σκιόωνται ἄρουραι,

### book 1.3

δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο,

### book 1.4

τῆμος ἄρ’ ἤδη πάντες ἐπὶ ψαμάθοισι βαθεῖαν

### book 1.5

φυλλάδα χευάμενοι πολιοῦ πρόπαρ αἰγιαλοῖο

### book 1.455.1

κέκλινθ’ ἑξείης· παρὰ δέ σφισι μυρί’ ἔκειτο

### book 1.455.2

εἴδατα καὶ μέθυ λαρόν, ἀφυσσαμένων προχόοισιν

### book 1.455.3

οἰνοχόων. μετέπειτα δ’ ἀμοιβαδὶς ἀλλήλοισιν

### book 1.455.4

μυθεῦνθ’ οἷά τε πολλὰ νέοι παρὰ δαιτὶ καὶ οἴνῳ

### book 1.455.5

τερπνῶς ἑψιόωνται, ὅτ’ ἄατος ὕβρις ἀπείη.

### book 1.460.1

ἔνθ’ αὖτ’ Αἰσονίδης μὲν ἀμήχανος εἰν ἑοῖ αὐτῷ

### book 1.460.2

πορφύρεσκεν ἕκαστα, κατηφιόωντι ἐοικώς·

### book 1.460.3

τὸν δ’ ἄρ’ ὑποφρασθεὶς μεγάλῃ ὀπὶ νείκεσεν Ἴδας·

### book 1.460.4

“Αἰσονίδη, τίνα τήνδε μετὰ φρεσὶ μῆτιν ἑλίσσεις;

### book 1.460.5

αὔδα ἐνὶ μέσσοισι τεὸν νόον. ἦέ σε δαμνᾷ

### book 1.465

τάρβος ἐπιπλόμενον, τό τ’ ἀνάλκιδας ἄνδρας ἀτύζει;

### book 1.1

ἴστω νῦν δόρυ θοῦρον, ὅτῳ περιώσιον ἄλλων

### book 1.2

κῦδος ἐνὶ πτολέμοισιν ἀείρομαι, οὐδέ μ’ ὀφέλλει

### book 1.3

Ζεὺς τόσον ὁσσάτιόν περ ἐμὸν δόρυ, μή νύ τι πῆμα

### book 1.4

λοίγιον ἔσσεσθαι μηδ’ ἀκράαντον ἄεθλον

### book 1.470.1

Ἴδεω γ’ ἑσπομένοιο, καὶ εἰ θεὸς ἀντιόῳτο·

### book 1.470.2

τοῖόν μ’ Ἀρήνηθεν ἀοσσητῆρα κομίζεις.”

### book 1.470.3

Ἦ, καὶ ἐπισχόμενος πλεῖον δέπας ἀμφοτέρῃσι

### book 1.470.4

πῖνε χαλίκρητον λαρὸν μέθυ, δεύετο δ’ οἴνῳ

### book 1.470.5

χείλεα κυάνεαί τε γενειάδες. οἱ δ’ ὁμάδησαν

### book 1.475.1

πάντες ὁμῶς, Ἴδμων δὲ καὶ ἀμφαδίην ἀγόρευσεν·

### book 1.475.2

“Δαιμόνιε, φρονέεις ὀλοφώια καὶ πάρος αὐτῷ,

### book 1.475.3

ἦέ τοι εἰς ἄτην ζωρὸν μέθυ θαρσαλέον κῆρ

### book 1.475.4

οἰδάνει ἐν στήθεσσι, θεοὺς δ’ ἀνέηκεν ἀτίζειν;

### book 1.475.5

ἄλλοι μῦθοι ἔασι παρήγοροι οἷσί περ ἀνήρ

### book 1.480.1

θαρσύνοι ἕταρον· σὺ δ’ ἀτάσθαλα πάμπαν ἔειπας.

### book 1.480.2

τοῖα φάτις καὶ τοὺς πρὶν ἐπιφλύειν μακάρεσσιν

### book 1.480.3

υἷας Ἀλωιάδας, οἷς οὐδ’ ὅσον ἰσοφαρίζεις

### book 1.480.4

ἠνορέην, ἔμπης δὲ θοοῖς ἐδάμησαν ὀιστοῖς

### book 1.480.5

ἄμφω Λητοΐδαο, καὶ ἴφθιμοί περ ἐόντες.”

### book 1.485.1

Ὧς ἔφατ’· ἐκ δ’ ἐγέλασσεν ἄδην Ἀφαρήιος Ἴδας,

### book 1.485.2

καί μιν ἐπιλλίζων ἠμείβετο κερτομίοισιν·

### book 1.485.3

“Ἄγρει νυν τόδε σῇσι θεοπροπίῃσιν ἐνίσπες,

### book 1.485.4

εἰ καὶ ἐμοὶ τοιόνδε θεοὶ τελέουσιν ὄλεθρον

### book 1.485.5

οἷον Ἀλωιάδῃσι πατὴρ τεὸς ἐγγυάλιξε·

### book 1.490.1

φράζεο δ’ ὅππως χεῖρας ἐμὰς σόος ἐξαλέαιο,

### book 1.490.2

χρειὼ θεσπίζων μεταμώνιον εἴ κεν ἁλῴης.”

### book 1.490.3

Χώετ’ ἐνιπτάζων· προτέρω δέ κε νεῖκος ἐτύχθη,

### book 1.490.4

εἰ μὴ δηριόωντας ὁμοκλήσαντες ἑταῖροι

### book 1.490.5

αὐτός τ’ Αἰσονίδης κατερήτυεν· †ἂν δὲ καὶ† Ὀρφεύς,

### book 1.495.1

λαιῇ ἀνασχόμενος κίθαριν, πείραζεν ἀοιδῆς.

### book 1.495.2

Ἤειδεν δ’ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα,

### book 1.495.3

τὸ πρὶν ἔτ’ ἀλλήλοισι μιῇ συναρηρότα μορφῇ,

### book 1.495.4

νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα·

### book 1.495.5

ἠδ’ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν

### book 1.1

ἄστρα, σεληναίης τε καὶ ἠελίοιο κέλευθοι·

### book 1.2

οὔρεά θ’ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες

### book 1.3

αὐτῇσιν νύμφῃσι καὶ ἑρπετὰ πάντ’ ἐγένοντο.

### book 1.4

ἤειδεν δ’ ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τε

### book 1.5

Ὠκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο·

### book 1.505.1

ὥς τε βίῃ καὶ χερσὶν ὁ μὲν Κρόνῳ εἴκαθε τιμῆς,

### book 1.505.2

ἡ δὲ Ῥέῃ, ἔπεσον δ’ ἐνὶ κύμασιν Ὠκεανοῖο·

### book 1.505.3

οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον,

### book 1.505.4

ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδώς,

### book 1.505.5

Δικταῖον ναίεσκεν ὑπὸ σπέος, οἱ δέ μιν οὔπω

### book 1.510.1

γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῷ,

### book 1.510.2

βροντῇ τε στεροπῇ τε· τὰ γὰρ Διὶ κῦδος ὀπάζει.

### book 1.510.3

Ἦ, καὶ ὁ μὲν φόρμιγγα σὺν ἀμβροσίῃ σχέθεν αὐδῇ·

### book 1.510.4

τοὶ δ’ ἄμοτον λήξαντος ἔτι προύχοντο κάρηνα,

### book 1

πάντες ὁμῶς ὀρθοῖσιν ἐπ’ οὔασιν ἠρεμέοντες

### book 1.515.1

κηληθμῷ· τοῖόν σφιν ἐνέλλιπε θέλκτρον ἀοιδῆς.

### book 1.515.2

οὐδ’ †ἐπὶ δὴν μετέπειτα κερασσάμενοι Διὶ λοιβάς,

### book 1.515.3

ᾗ θέμις, ἑστηῶτες ἐπὶ γλώσσῃσι χέοντο

### book 1.515.4

αἰθομέναις, ὕπνου δὲ διὰ κνέφας ἐμνώοντο.

### book 1.515.5

Αὐτὰρ ὅτ’ αἰγλήεσσα φαεινοῖς ὄμμασιν Ἠώς

### book 1.520.1

Πηλίου αἰπεινὰς ἴδεν ἄκριας, ἐκ δ’ ἀνέμοιο

### book 1.520.2

εὔδιοι ἐκλύζοντο τινασσομένης ἁλὸς ἀκταί,

### book 1.520.3

δὴ τότ’ ἀνέγρετο Τῖφυς, ἄφαρ δ’ ὀρόθυνεν ἑταίρους

### book 1.520.4

βαινέμεναί τ’ ἐπὶ νῆα καὶ ἀρτύνασθαι ἐρετμά.

### book 1.520.5

σμερδαλέον δὲ λιμὴν Παγασήιος ἠδὲ καὶ αὐτή

### book 1.525.1

Πηλιὰς ἴαχεν Ἀργὼ ἐπισπέρχουσα νέεσθαι·

### book 1.525.2

ἐν γάρ οἱ δόρυ θεῖον ἐλήλατο, τό ῥ’ ἀνὰ μέσσην

### book 1.525.3

στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ.

### book 1.525.4

οἱ δ’ ἀνὰ σέλματα βάντες ἐπισχερὼ ἀλλήλοισιν,

### book 1.525.5

ὡς ἐδάσαντο πάροιθεν ἐρεσσέμεν, ᾧ ἐνὶ χώρῳ

### book 1.530.1

εὐκόσμως σφετέροισι παρ’ ἔντεσιν ἑδριόωντο·

### book 1.530.2

μέσσῳ δ’ Ἀγκαῖος μέγα τε σθένος Ἡρακλῆος

### book 1.1

ἵζανον, ἄγχι δέ οἱ ῥόπαλον θέτο· καί οἱ ἔνερθε

### book 1.2

ποσσὶν ὑπεκλύσθη νηὸς τρόπις. εἵλκετο δ’ ἤδη

### book 1.3

πείσματα καὶ μέθυ λεῖβον ὕπερθ’ ἁλός, αὐτὰρ Ἰήσων

### book 1.535.1

δακρυόεις γαίης ἀπὸ πατρίδος ὄμματ’ ἔνεικεν.

### book 1.535.2

οἱ δ’, ὥστ’ ἠίθεοι Φοίβῳ χορὸν ἢ ἐνὶ Πυθοῖ

### book 1.535.3

ἤ που ἐν Ὀρτυγίῃ ἢ ἐφ’ ὕδασιν Ἰσμηνοῖο

### book 1.535.4

στησάμενοι, φόρμιγγος ὑπαὶ περὶ βωμὸν ὁμαρτῇ

### book 1.535.5

ἐμμελέως κραιπνοῖσι πέδον ῥήσσωσι πόδεσσιν—

### book 1.540.1

ὧς οἱ ὑπ’ Ὀρφῆος κιθάρῃ πέπληγον ἐρετμοῖς

### book 1.540.2

πόντου λάβρον ὕδωρ, ἐπὶ δὲ ῥόθια κλύζοντο·

### book 1.540.3

ἀφρῷ δ’ ἔνθα καὶ ἔνθα κελαινὴ κήκιεν ἅλμη

### book 1.540.4

δεινὸν μορμύρουσα περισθενέων μένει ἀνδρῶν,

### book 1.540.5

στράπτε δ’ ὑπ’ ἠελίῳ φλογὶ εἴκελα νηὸς ἰούσης

### book 1.545.1

τεύχεα· μακραὶ δ’ αἰὲν ἐλευκαίνοντο κέλευθοι,

### book 1.545.2

ἀτραπὸς ὣς χλοεροῖο διειδομένη πεδίοιο.

### book 1.545.3

πάντες δ’ οὐρανόθεν λεῦσσον θεοὶ ἤματι κείνῳ

### book 1.545.4

νῆα καὶ ἡμιθέων ἀνδρῶν γένος, οἳ τότ’ ἄριστοι

### book 1.545.5

πόντον ἐπιπλώεσκον· ἐπ’ ἀκροτάτῃσι δὲ νύμφαι

### book 1.1

Πηλιάδες σκοπιῇσιν ἐθάμβεον, εἰσορόωσαι

### book 1.2

ἔργον Ἀθηναίης Ἰτωνίδος ἠδὲ καὶ αὐτούς

### book 1.3

ἥρωας χείρεσσιν ἐπικραδάοντας ἐρετμά·

### book 1.4

αὐτὰρ ὅγ’ ἐξ ὑπάτου ὄρεος κίεν ἄγχι θαλάσσης

### book 1.5

Χείρων Φιλλυρίδης, πολιῇ δ’ ἐπὶ κύματος ἀγῇ

### book 1.555.1

τέγγε πόδας, καὶ πολλὰ βαρείῃ χειρὶ κελεύων

### book 1.555.2

νόστον ἐπευφήμησεν ἀπηρέα νισσομένοισιν·

### book 1.555.3

σὺν καί οἱ παράκοιτις, ἐπωλένιον φορέουσα

### book 1.555.4

Πηλεΐδην Ἀχιλῆα, φίλῳ δειδίσκετο πατρί.

### book 1.555.5

Οἱ δ’ ὅτε δὴ λιμένος περιηγέα κάλλιπον ἀκτήν

### book 1.560.1

φραδμοσύνῃ μήτι τε δαΐφρονος Ἁγνιάδαο

### book 1.560.2

Τίφυος, ὅς ῥ’ ἐνὶ χερσὶν ἐύξοα τεχνηέντως

### book 1.560.3

πηδάλι’ ἀμφιέπεσκ’, ὄφρ’ ἔμπεδον ἐξιθύνοι,

### book 1.560.4

δή ῥα τότε μέγαν ἱστὸν ἐνεστήσαντο μεσόδμῃ,

### book 1.560.5

δῆσαν δὲ προτόνοισι, τανυσσάμενοι ἑκάτερθεν·

### book 1.565.1

κὰδ δ’ αὐτοῦ λίνα χεῦαν, ἐπ’ ἠλακάτην ἐρύσαντες,

### book 1.565.2

ἐν δὲ λιγὺς πέσεν οὖρος· ἐπ’ ἰκριόφιν δὲ κάλωας

### book 1.565.3

ξεστῇσιν περόνῃσι διακριδὸν ἀμφιβαλόντες

### book 1.565.4

Τισαίην εὔκηλοι ὑπὲρ δολιχὴν θέον ἄκρην.

### book 1.565.5

τοῖσι δὲ φορμίζων εὐθήμονι μέλπεν ἀοιδῇ

### book 1.570.1

Οἰάγροιο πάις Νηοσσόον εὐπατέρειαν

### book 1.570.2

Ἄρτεμιν, ἣ κείνας σκοπιὰς ἁλὸς ἀμφιέπεσκεν

### book 1.570.3

ῥυομένη καὶ γαῖαν Ἰωλκίδα. τοὶ δὲ βαθείης

### book 1.570.4

ἰχθύες ἀίσσοντες ὕπερθ’ ἁλός, ἄμμιγα παύροις

### book 1.570.5

ἄπλετοι, ὑγρὰ κέλευθα διασκαίροντες ἕποντο·

### book 1.575.1

ὡς δ’ ὁπότ’ ἀγραύλοιο μετ’ ἴχνια σημαντῆρος

### book 1.575.2

μυρία μῆλ’ ἐφέπονται ἄδην κεκορημένα ποίης

### book 1.575.3

εἰς αὖλιν, ὁ δέ τ’ εἶσι πάρος, σύριγγι λιγείῃ

### book 1.575.4

καλὰ μελιζόμενος νόμιον μέλος—ὧς ἄρα τοίγε

### book 1

ὡμάρτευν· τὴν δ’ αἰὲν ἐπασσύτερος φέρεν οὖρος.

### book 1.580.1

Αὐτίκα δ’ ἠερίη πολυλήιος αἶα Πελασγῶν

### book 1.580.2

δύετο, Πηλιάδας δὲ παρεξήμειβον ἐρίπνας,

### book 1.580.3

αἰὲν ἐπιπροθέοντες, ἔδυνε δὲ Σηπιὰς ἄκρη·

### book 1.580.4

φαίνετο δ’ εἰναλίη Σκίαθος, φαίνοντο δ’ ἄπωθεν

### book 1.580.5

Πειρεσιαὶ Μάγνησσά θ’ ὑπεύδιος ἠπείροιο

### book 1.585.1

ἀκτὴ καὶ τύμβος Δολοπήιος. ἔνθ’ ἄρα τοίγε

### book 1.585.2

ἑσπέριοι ἀνέμοιο παλιμπνοίῃσιν ἔκελσαν·

### book 1.585.3

καί μιν κυδαίνοντες ὑπὸ κνέφας ἔντομα μήλων

### book 1.585.4

κεῖαν ὀρινομένης ἁλὸς οἴδματι, διπλόα δ’ ἀκταῖς

### book 1.585.5

ἤματ’ ἐλινύεσκον. ἀτὰρ τριτάτῳ προέηκαν

### book 1.590.1

νῆα, τανυσσάμενοι περιώσιον ὑψόθι λαῖφος·

### book 1.590.2

τὴν δ’ ἀκτὴν Ἀφέτας Ἀργοῦς ἔτι κικλήσκουσιν.

### book 1.590.3

Ἔνθεν δὲ προτέρωσε παρεξέθεον Μελίβοιαν,

### book 1.590.4

ἀκτήν τ’ αἰγιαλόν τε δυσήνεμον †εἰσορόωντες·

### book 1.590.5

ἠῶθεν δ’ Ὁμόλην αὐτοσχεδὸν εἰσορόωντες

### book 1.595.1

πόντῳ κεκλιμένην παρεμέτρεον. οὐδ’ ἔτι δηρόν

### book 1.595.2

μέλλον ὑπὲκ ποταμοῖο βαλεῖν Ἀμύροιο ῥέεθρα·

### book 1.595.3

κεῖθεν δ’ Εὐρυμένας τε πολυκλύστους τε φάραγγας

### book 1.595.4

Ὄσσης Οὐλύμποιό τ’ ἐσέδρακον, αὐτὰρ ἔπειτα

### book 1.595.5

κλίτεα Παλλήναια, Καναστραίην ὑπὲρ ἄκρην,

### book 1.1

ἤνυσαν, ἐννύχιοι πνοιῇ ἀνέμοιο θέοντες.

### book 1.2

ἦρι δὲ νισσομένοισιν Ἄθω ἀνέτειλε κολώνη

### book 1.1

Θρηικίη, ἣ τόσσον ἀπόπροθι Λῆμνον ἐοῦσαν

### book 1.2

ὅσσον ἐς ἔνδιόν κεν ἐύστολος ὁλκὰς ἀνύσσαι,

### book 1.3

ἀκροτάτῃ κορυφῇ σκιάει καὶ ἐσάχρι Μυρίνης.

### book 1.605.1

τοῖσιν δ’ αὐτῆμαρ μὲν ἄεν καὶ ἐπὶ κνέφας οὖρος

### book 1.605.2

πάγχυ μάλ’ ἀκραής, τετάνυστο δὲ λαίφεα νηός·

### book 1.605.3

αὐτὰρ ἅμ’ ἠελίοιο βολαῖς ἀνέμοιο λιπόντος,

### book 1.605.4

εἰρεσίῃ κραναὴν Σιντηίδα νῆσον ἵκοντο.

### book 1.605.5

Ἔνθ’ ἄμυδις πᾶς δῆμος ὑπερβασίῃσι γυναικῶν

### book 1.610.1

νηλειῶς δέδμητο παροιχομένῳ λυκάβαντι.

### book 1.610.2

δὴ γὰρ κουριδίας μὲν ἀπηνήναντο γυναῖκας

### book 1.610.3

ἀνέρες ἐχθήραντες, ἔχον δ’ ἐπὶ ληιάδεσσι

### book 1.610.4

τρηχὺν ἔρον, ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθεν

### book 1.610.5

Θρηικίην δῃοῦντες· ἐπεὶ χόλος αἰνὸς ὄπαζε

### book 1.615.1

Κύπριδος, οὕνεκά μιν γεράων ἐπὶ δηρὸν ἄτισσαν.

### book 1.615.2

ὦ μέλεαι ζήλοιό τ’ ἐπισμυγερῶς ἀκόρητοι·

### book 1.615.3

οὐκ οἶον σὺν τῇσιν ἑοὺς ἔρραισαν ἀκοίτας

### book 1.615.4

ἀμφ’ εὐνῇ, πᾶν δ’ ἄρσεν ὁμοῦ γένος, ὥς κεν ὀπίσσω

### book 1.615.5

μή τινα λευγαλέοιο φόνου τείσειαν ἀμοιβήν.

### book 1.620.1

οἴη δ’ ἐκ πασέων γεραροῦ περιφείσατο πατρός

### book 1.620.2

Ὑψιπύλεια Θόαντος, ὃ δὴ κατὰ δῆμον ἄνασσε,

### book 1.620.3

λάρνακι δ’ ἐν κοίλῃ μιν ὕπερθ’ ἁλὸς ἧκε φέρεσθαι,

### book 1.620.4

αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο

### book 1.620.5

(πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν)

### book 1.625.1

νῆσον ἐπακτῆρες (Σικίνου ἄπο, τόν ῥα Θόαντι

### book 1.625.2

νηιὰς Οἰνοίη νύμφη τέκεν εὐνηθεῖσα)·

### book 1.625.3

τῇσι δὲ βουκόλιαί τε βοῶν χάλκειά τε δύνειν

### book 1.1

τεύχεα πυροφόρους τε διατμήξασθαι ἀρούρας

### book 1.2

ῥηίτερον πάσῃσιν Ἀθηναίης πέλεν ἔργων,

### book 1.630.1

οἷς αἰεὶ τὸ πάροιθεν ὁμίλεον. ἀλλὰ γὰρ ἔμπης

### book 1.630.2

ἦ θαμὰ δὴ πάπταινον ἐπὶ πλατὺν ὄμμασι πόντον

### book 1.630.3

δείματι λευγαλέῳ ὁπότε Θρήικες ἴασι·

### book 1.630.4

τῶ καὶ ὅτ’ ἐγγύθι νήσου ἐρεσσομένην ἴδον Ἀργώ,

### book 1.630.5

αὐτίκα πασσυδίῃ πυλέων ἔκτοσθε Μυρίνης

### book 1.635.1

δήια τεύχεα δῦσαι ἐς αἰγιαλὸν προχέοντο,

### book 1.635.2

Θυιάσιν ὠμοβόροις ἴκελαι, φὰν γάρ που ἱκάνειν

### book 1.635.3

Θρήικας· ἡ δ’ ἅμα τῇσι Θοαντιὰς Ὑψιπύλεια

### book 1.635.4

δῦν’ ἐνὶ τεύχεσι πατρός. ἀμηχανίῃ δ’ ἔσχοντο

### book 1.635.5

ἄφθογγοι, τοῖόν σφιν ἐπὶ δέος ᾐωρεῖτο.

### book 1.640.1

Τείως δ’ αὖτ’ ἐκ νηὸς ἀριστῆες προέηκαν

### book 1.640.2

Αἰθαλίδην κήρυκα θοόν, τῷπέρ τε μέλεσθαι

### book 1.640.3

ἀγγελίας καὶ σκῆπτρον ἐπέτραπον Ἑρμείαο

### book 1.640.4

σφωιτέροιο τοκῆος, ὅ οἱ μνῆστιν πόρε πάντων

### book 1.640.5

ἄφθιτον· οὐδ’ ἔτι νῦν περ ἀποιχομένου Ἀχέροντος

### book 1.645.1

δίνας ἀπροφάτους ψυχὴν ἐπιδέδρομε λήθη·

### book 1.645.2

ἀλλ’ ἥγ’ ἔμπεδον αἰὲν ἀμειβομένη μεμόρηται,

### book 1.645.3

ἄλλοθ’ ὑποχθονίοις ἐναρίθμιος, ἄλλοτ’ ἐς αὐγάς

### book 1.645.4

ἠελίου ζωοῖσι μετ’ ἀνδράσιν—ἀλλὰ τί μύθους

### book 1.645.5

Αἰθαλίδεω χρειώ με διηνεκέως ἀγορεύειν;

### book 1.1

ὅς ῥα τόθ’ Ὑψιπύλην μειλίξατο δέχθαι ἰόντας

### book 1.2

ἤματος ἀνομένοιο διὰ κνέφας. οὐδὲ μὲν ἠοῖ

### book 1.1

πείσματα νηὸς ἔλυσαν ἐπὶ πνοιῇ βορέαο.

### book 1.2

Λημνιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἷζον ἰοῦσαι

### book 1.3

εἰς ἀγορήν, αὐτὴ γὰρ ἐπέφραδεν Ὑψιπύλεια.

### book 1.655.1

καί ῥ’ ὅτε δὴ μάλα πᾶσαι ὁμιλαδὸν ἠγερέθοντο,

### book 1.655.2

αὐτίκ’ ἄρ’ ἥγ’ ἐνὶ τῇσιν ἐποτρύνους’ ἀγόρευεν·

### book 1.655.3

“Ὦ φίλαι, εἰ δ’ ἄγε δὴ μενοεικέα δῶρα πόρωμεν

### book 1.655.4

ἀνδράσιν, οἷά τ’ ἔοικεν ἄγειν ἐπὶ νηὸς ἔχοντας,

### book 1.655.5

ἤια καὶ μέθυ λαρόν, ἵν’ ἔμπεδον ἔκτοθι πύργων

### book 1.660.1

μίμνοιεν, μηδ’ ἄμμε κατὰ χρειὼ μεθέποντες

### book 1.660.2

ἀτρεκέως γνώωσι, κακὴ δ’ ἐπὶ πολλὸν ἵκηται

### book 1.660.3

βάξις, ἐπεὶ μέγα ἔργον ἐρέξαμεν· οὐδέ τι πάμπαν

### book 1.660.4

θυμηδὲς καὶ τοῖσι τόγ’ ἔσσεται εἴ κε δαεῖεν.

### book 1.660.5

ἡμετέρη μὲν νῦν τοίη παρενήνοθε μῆτις·

### book 1.665.1

ὑμέων δ’ εἴ τις ἄρειον ἔπος μητίσεται ἄλλη,

### book 1.665.2

εἰρέσθω· τοῦ γάρ τε καὶ εἵνεκα δεῦρο κάλεσσα.”

### book 1.665.3

Ὧς ἄρ’ ἔφη, καὶ θῶκον ἐφίζανε πατρὸς ἑοῖο

### book 1.665.4

λάινον. αὐτὰρ ἔπειτα φίλη τροφὸς ὦρτο Πολυξώ.

### book 1.665.5

γήραϊ δὴ ῥικνοῖσιν ἐπισκάζουσα πόδεσσιν,

### book 1.670.1

βάκτρῳ ἐρειδομένη, πέρι δὲ μενέαιν’ ἀγορεῦσαι·

### book 1.670.2

τῇ καὶ παρθενικαὶ πίσυρες σχεδὸν ἑδριόωντο

### book 1.670.3

ἀδμῆτες, λευκῇσιν ἐπιχνοάουσαι ἐθείραις.

### book 1.670.4

στῆ δ’ ἄρ’ ἐνὶ μέσσῃ ἀγορῇ, ἀνὰ δ’ ἔσχεθε δειρήν

### book 1.670.5

ἦκα μόλις κυφοῖο μεταφρένου, ὧδέ τ’ ἔειπεν·

### book 1.675.1

“Δῶρα μέν, ὡς αὐτῇ περ ἐφανδάνει Ὑψιπυλείῃ,

### book 1.675.2

πέμπωμεν ξείνοισιν, ἐπεὶ καὶ ἄρειον ὀπάσσαι·

### book 1.675.3

ὔμμι γε μὴν τίς μῆτις ἐπαυρέσθαι βιότοιο,

### book 1.675.4

αἴ κεν ἐπιβρίσῃ Θρήιξ στρατὸς ἠέ τις ἄλλος

### book 1

δυσμενέων, ἅ τε πολλὰ μετ’ ἀνθρώποισι πέλονται,

### book 1.680.1

ὡς καὶ νῦν ὅδ’ ὅμιλος ἀνωίστως ἐφικάνει;

### book 1.680.2

εἰ δὲ τὸ μὲν μακάρων τις ἀποτρέποι, ἄλλα δ’ ὀπίσσω

### book 1.680.3

μυρία δηιοτῆτος ὑπέρτερα πήματα μίμνει.

### book 1.680.4

εὖτ’ ἂν δὴ γεραραὶ μὲν ἀποφθινύθωσι γυναῖκες,

### book 1.680.5

κουρότεραι δ’ ἄγονοι στυγερὸν ποτὶ γῆρας ἵκησθε,

### book 1.685.1

πῶς τῆμος βώσεσθε, δυσάμμοροι; ἦε βαθείαις

### book 1.685.2

αὐτόματοι βόες ὔμμιν ἐνιζευχθέντες ἀρούραις

### book 1.685.3

γειοτόμον νειοῖο διειρύσσουσιν ἄροτρον,

### book 1.685.4

καὶ πρόκα τελλομένου ἔτεος στάχυν ἀμήσονται;

### book 1.685.5

ἦ μὲν ἐγών, εἰ καί με τὰ νῦν ἔτι πεφρίκασιν

### book 1.690.1

Κῆρες, ἐπερχόμενόν που ὀίομαι εἰς ἔτος ἤδη

### book 1.690.2

γαῖαν ἐφέσσεσθαι, κτερέων ἀπὸ μοῖραν ἑλοῦσα

### book 1.690.3

αὔτως ᾗ θέμις ἐστί, πάρος κακότητι πελάσσαι·

### book 1.690.4

ὁπλοτέρῃσι δὲ πάγχυ τάδε φράζεσθαι ἄνωγα.

### book 1.690.5

νῦν γὰρ δὴ παρὰ ποσσὶν ἐπήβολός ἐστ’ ἀλεωρή,

### book 1.695.1

εἴ κεν ἐπιτρέψητε δόμους καὶ ληίδα πᾶσαν

### book 1.695.2

ὑμετέρην ξείνοισι καὶ ἀγλαὸν ἄστυ μέλεσθαι.”

### book 1.695.3

Ὧς ἔφατ’· ἐν δ’ ἀγορὴ πλῆτο θρόου, εὔαδε γάρ σφιν

### book 1.695.4

μῦθος· ἀτὰρ μετὰ τήνγε παρασχεδὸν αὖτις ἀνῶρτο

### book 1.695.5

Ὑψιπύλη, καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα·

### book 1

“Εἰ μὲν δὴ πάσῃσιν ἐφανδάνει ἥδε μενοινή,

### book 1.1

ἤδη κεν μετὰ νῆα καὶ ἄγγελον ὀτρύναιμι.”

### book 1.2

Ἦ ῥα, καὶ ἀμφίπολον μετεφώνεεν ἆσσον ἐοῦσαν·

### book 1.3

“Ὄρσο μοι, Ἰφινόη, τοῦδ’ ἀνέρος ἀντιόωσα

### book 1.4

ἡμέτερόνδε μολεῖν ὅστις στόλου ἡγεμονεύει,

### book 1.705.1

ὄφρα τί οἱ δήμοιο ἔπος θυμηδὲς ἐνίσπω·

### book 1.705.2

καὶ δ’ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κ’ ἐθέλωσι,

### book 1.705.3

κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας.”

### book 1.705.4

Ἦ, καὶ ἔλυς’ ἀγορήν· μετὰ δ’ εἰς ἑὸν ὦρτο νέεσθαι.

### book 1.705.5

ὧς δὲ καὶ Ἰφινόη Μινύας ἵκεθ’· οἱ δ’ ἐρέεινον

### book 1.710.1

χρεῖος ὅ τι φρονέουσα μετήλυθεν. ὦκα δὲ τούσγε

### book 1.710.2

πασσυδίῃ μύθοισι προσέννεπεν ἐξερέοντας·

### book 1.710.3

“Κούρη τοί μ’ ἐφέηκε Θοαντιὰς ἐνθάδ’ ἰοῦσαν

### book 1.710.4

Ὑψιπύλη καλέειν νηὸς πρόμον ὅστις ὄρωρεν,

### book 1.710.5

ὄφρα τί οἱ δήμοιο ἔπος θυμηδὲς ἐνίσπῃ·

### book 1.715.1

καὶ δ’ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κ’ ἐθέλητε,

### book 1.715.2

κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας.”

### book 1.715.3

Ὧς ἄρ’ ἔφη, πάντεσσι δ’ ἐναίσιμος ἥνδανε μῦθος·

### book 1.715.4

Ὑψιπύλην δ’ εἴσαντο καταφθιμένοιο Θόαντος

### book 1.715.5

τηλυγέτην γεγαυῖαν ἀνασσέμεν. ὦκα δὲ τόνγε

### book 1.720.1

πέμπον ἴμεν, καὶ δ’ αὐτοὶ ἐπεντύνοντο νέεσθαι.

### book 1.720.2

Αὐτὰρ ὅγ’ ἀμφ’ ὤμοισι, θεᾶς Ἰτωνίδος ἔργον,

### book 1.720.3

δίπλακα πορφυρέην περονήσατο, τήν οἱ ὄπασσε

### book 1.720.4

Παλλάς, ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηός

### book 1.720.5

Ἀργοῦς, καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι.

### book 1.725.1

τῆς μὲν ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόντα

### book 1.725.2

ὄσσε βάλοις ἢ κεῖνο μεταβλέψειας ἔρευθος·

### book 1.1

δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσσα τέτυκτο·

### book 1.2

ἄκρα δὲ πορφυρέη πάντη πέλεν, ἐν δ’ ἄρ’ ἑκάστῳ

### book 1.3

τέρματι δαίδαλα πολλὰ διακριδὸν εὖ ἐπέπαστο.

### book 1.730.1

Ἐν μὲν ἔσαν Κύκλωπες ἐπ’ ἀφθίτῳ ἡμμένοι ἔργῳ,

### book 1.730.2

Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι· ὃς τόσον ἤδη

### book 1.730.3

παμφαίνων ἐτέτυκτο, μιῆς δ’ ἔτι δεύετο μοῦνον

### book 1.730.4

ἀκτῖνος· τὴν οἵγε σιδηρείῃς ἐλάασκον

### book 1.730.5

σφύρῃσιν, μαλεροῖο πυρὸς ζείουσαν ἀυτμήν.

### book 1.735.1

Ἐν δ’ ἔσαν Ἀντιόπης Ἀσωπίδος υἱέε δοιώ,

### book 1.735.2

Ἀμφίων καὶ Ζῆθος, ἀπύργωτος δ’ ἔτι Θήβη

### book 1.735.3

κεῖτο πέλας· τῆς οἵγε νέον βάλλοντο δομαίους

### book 1.735.4

ἱέμενοι· Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταζεν

### book 1.735.5

οὔρεος ἠλιβάτοιο κάρη, μογέοντι ἐοικώς·

### book 1.740.1

Ἀμφίων δ’ ἐπὶ οἷ χρυσέῃ φόρμιγγι λιγαίνων

### book 1.740.2

ἤιε, δὶς τόσση δὲ μετ’ ἴχνια νίσσετο πέτρη.

### book 1.740.3

Ἑξείης δ’ ἤσκητο βαθυπλόκαμος Κυθέρεια

### book 1.740.4

Ἄρεος ὀχμάζουσα θοὸν σάκος, ἐκ δέ οἱ ὤμου

### book 1.740.5

πῆχυν ἔπι σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνος

### book 1.745.1

νέρθε παρὲκ μαζοῖο· τὸ δ’ ἀντίον ἀτρεκὲς αὔτως

### book 1.745.2

χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετ’ ἰδέσθαι.

### book 1.745.3

Ἐν δὲ βοῶν ἔσκεν λάσιος νομός, ἀμφὶ δὲ τῇσιν

### book 1.745.4

Τηλεβόαι μάρναντο καὶ υἱέες Ἠλεκτρύωνος,

### book 1.745.5

οἱ μὲν ἀμυνόμενοι, ἀτὰρ οἵγ’ ἐθέλοντες ἀμέρσαι,

### book 1.1

ληισταὶ Τάφιοι· τῶν δ’ αἵματι δεύετο λειμών

### book 1.2

ἑρσήεις, πολέες δ’ ὀλίγους βιόωντο νομῆας.

### book 1.3

Ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντε·

### book 1.4

καὶ τοῦ μὲν προπάροιθε Πέλοψ ἴθυνε τινάσσων

### book 1.5

ἡνία, σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια·

### book 1.755.1

τοῦ δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλαεν ἵππους,

### book 1.755.2

σὺν τῷ δ’ Οἰνόμαος, προτενὲς δόρυ χειρὶ μεμαρπώς,

### book 1.755.3

ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο

### book 1.755.4

πῖπτεν, ἐπεσσύμενος Πελοπήια νῶτα δαΐξαι.

### book 1.755.5

Ἐν καὶ Ἀπόλλων Φοῖβος ὀιστεύων ἐτέτυκτο,

### book 1.760.1

βούπαις, οὔπω πολλός, ἑὴν ἐρύοντα καλύπτρης

### book 1.760.2

μητέρα θαρσαλέως Τιτυὸν μέγαν, ὅν ῥ’ ἔτεκέν γε

### book 1.760.3

δῖ’ Ἐλάρη, θρέψεν δὲ καὶ ἂψ ἐλοχεύσατο Γαῖα.

### book 1.760.4

Ἐν καὶ Φρίξος ἔην Μινυήιος, ὡς ἐτεόν περ

### book 1.760.5

εἰσαΐων κριοῦ, ὁ δ’ ἄρ’ ἐξενέποντι ἐοικώς.

### book 1.765.1

κείνους κ’ εἰσορόων ἀκέοις ψεύδοιό τε θυμόν,

### book 1.765.2

ἐλπόμενος πυκινήν τιν’ ἀπὸ σφείων ἐσακοῦσαι

### book 1.765.3

βάξιν, ὃ καὶ δηρὸν περιπορπίδα θηήσαιο.

### book 1.765.4

Τοῖ’ ἄρα δῶρα θεᾶς Ἰτωνίδος ἦεν Ἀθήνης·

### book 1.765.5

δεξιτερῇ δ’ ἕλεν ἔγχος ἑκηβόλον, ὅ ῥ’ Ἀταλάντη

### book 1.770

Μαινάλῳ ἔν ποτέ οἱ ξεινήιον ἐγγυάλιξε,

### book 1.1

πρόφρων ἀντομένη, πέρι γὰρ μενέαινεν ἕπεσθαι

### book 1.2

τὴν ὁδόν· ἀλλ’, ὅσον αὐτὸς ἑκών, ἀπερήτυε κούρην,

### book 1.3

δεῖσε γὰρ ἀργαλέας ἔριδας φιλότητος ἕκητι.

### book 1.4

Βῆ δ’ ἴμεναι προτὶ ἄστυ, φαεινῷ ἀστέρι ἶσος,

### book 1.775.1

ὅν ῥά τε νηγατέῃσιν ἐεργόμεναι καλύβῃσιν

### book 1.775.2

νύμφαι θηήσαντο δόμων ὕπερ ἀντέλλοντα,

### book 1.775.3

καί σφισι κυανέοιο δι’ αἰθέρος ὄμματα θέλγει

### book 1.775.4

καλὸν ἐρευθόμενος, γάνυται δέ τε ἠιθέοιο

### book 1.775.5

παρθένος ἱμείρουσα μετ’ ἀλλοδαποῖσιν ἐόντος

### book 1.780.1

ἀνδράσιν, ᾧ κέν μιν μνηστὴν κομέωσι τοκῆες—

### book 1.780.2

τῷ ἴκελος προπόλοιο κατὰ στίβον ἤιεν ἥρως·

### book 1.780.3

καί ῥ’ ὅτε δὴ πυλέων τε καὶ ἄστεος ἐντὸς ἔβησαν,

### book 1.780.4

δημότεραι μὲν ὄπισθεν ἐπεκλονέοντο γυναῖκες

### book 1.780.5

γηθόσυναι ξείνῳ· ὁ δ’ ἐπὶ χθονὸς ὄμματ’ ἐρείσας

### book 1.785.1

νίσσετ’ ἀπηλεγέως, ὄφρ’ ἀγλαὰ δώμαθ’ ἵκανεν

### book 1.785.2

Ὑψιπύλης. ἄνεσαν δὲ θύρας προφανέντι θεράπναι

### book 1.785.3

δικλίδας, εὐτύκτοισιν ἀρηρεμένας σανίδεσσιν·

### book 1.785.4

ἔνθα μιν Ἰφινόη κλισμῷ ἔνι παμφανόωντι

### book 1

ἐσσυμένως καλῆς διὰ παστάδος εἷσεν ἄγουσα

### book 1.790.1

ἀντία δεσποίνης. ἡ δ’ ἐγκλιδὸν ὄσσε βαλοῦσα

### book 1.790.2

παρθενικὴ ἐρύθηνε παρηίδας· ἔμπα δὲ τόνγε

### book 1.790.3

αἰδομένη μύθοισι προσέννεπεν αἱμυλίοισιν·

### book 1.790.4

“Ξεῖνε, τίη μίμνοντες ἐπὶ χρόνον ἔκτοθι πύργων

### book 1.790.5

ἧσθ’ αὔτως; ἐπεὶ οὐ μὲν ὑπ’ ἀνδράσι ναίεται ἄστυ,

### book 1.795.1

ἀλλὰ Θρηικίης ἐπινάστιοι ἠπείροιο

### book 1.795.2

πυροφόρους ἀρόωσι γύας. κακότητα δὲ πᾶσαν

### book 1.795.3

ἐξερέω νημερτές, ἵν’ εὖ γνοίητε καὶ αὐτοί.

### book 1.795.4

εὖτε Θόας ἀστοῖσι πατὴρ ἐμὸς ἐμβασίλευε,

### book 1.795.5

τηνίκα Θρηικίους οἵ τ’ ἀντία ναιετάουσι

### book 1.1

Λήμνου ἀπορνύμενοι λαοὶ πέρθεσκον ἐναύλους

### book 1.2

ἐκ νηῶν, αὐτῇσι δ’ ἀπείρονα ληίδα κούραις

### book 1.3

δεῦρ’ ἄγον. οὐλομένη δὲ θεᾶς πορσύνετο μῆνις

### book 1.4

Κύπριδος, ἥ τέ σφιν θυμοφθόρον ἔμβαλεν ἄτην·

### book 1.5

δὴ γὰρ κουριδίας μὲν ἀπέστυγον ἔκ τε μελάθρων

### book 1.805.1

ᾗ ματίῃ εἴξαντες ἀπεσσεύοντο γυναῖκας,

### book 1.805.2

αὐτὰρ ληιάδεσσι δορικτήταις παρίαυον,

### book 1.805.3

σχέτλιοι. ἦ μὲν δηρὸν ἐτέτλαμεν, εἴ κέ ποτ’ αὖτις

### book 1.805.4

ὀψὲ μεταστρέψωσι νόον· τὸ δὲ διπλόον αἰεί

### book 1.805.5

πῆμα κακὸν προύβαινεν. ἀτιμάζοντο δὲ τέκνα

### book 1.810.1

γνήσι’ ἐνὶ μεγάροις, σκοτίη δ’ ἄρα θάλλε γενέθλη·

### book 1.810.2

αὔτως δ’ ἀδμῆτες κοῦραι, χῆραί τ’ ἐπὶ τῇσι

### book 1.810.3

μητέρες, ἂμ πτολίεθρον ἀτημελέες ἀλάληντο·

### book 1.810.4

οὐδὲ πατὴρ ὀλίγον περ ἑῆς ἀλέγιζε θυγατρός,

### book 1.810.5

εἰ καὶ ἐν ὀφθαλμοῖσι δαϊζομένην ὁρόῳτο

### book 1.815.1

μητρυιῆς ὑπὸ χερσὶν ἀτασθάλου· οὐδ’ ἀπὸ μητρός

### book 1.815.2

λώβην ὡς τὸ πάροιθεν ἀεικέα παῖδες ἄμυνον,

### book 1.815.3

οὐδὲ κασιγνήτοισι κασιγνήτη μέλε θυμῷ·

### book 1.815.4

ἀλλ’ οἶαι κοῦραι ληίτιδες ἔν τε δόμοισιν

### book 1.815.5

ἔν τε χοροῖς ἀγορῇ τε καὶ εἰλαπίνῃσι μέλοντο,

### book 1.820.1

εἰσόκε τις θεὸς ἄμμιν ὑπέρβιον ἔμβαλε θάρσος,

### book 1.820.2

ἂψ ἀναερχομένους Θρῃκῶν ἄπο μηκέτι πύργοις

### book 1.820.3

δέχθαι, ἵν’ ἢ φρονέοιεν ἅπερ θέμις, ἠέ πῃ ἄλλῃ

### book 1.820.4

αὐταῖς ληιάδεσσιν ἀφορμηθέντες ἵκοιντο.

### book 1.820.5

οἱ δ’ ἄρα θεσσάμενοι παίδων γένος ὅσσον ἔλειπτο

### book 1.825.1

ἄρσεν ἀνὰ πτολίεθρον, ἔβαν πάλιν ἔνθ’ ἔτι νῦν περ

### book 1.825.2

Θρηικίης ἄροσιν χιονώδεα †ναιετάουσιν.

### book 1.825.3

τῶ ὑμεῖς στρωφᾶσθ’ ἐπιδήμιοι· εἰ δέ κεν αὖθι

### book 1.825.4

ναιετάειν ἐθέλοις καί τοι ἅδοι, ἦ τ’ ἂν ἔπειτα

### book 1.825.5

πατρὸς ἐμεῖο Θόαντος ἔχοις γέρας· οὐδέ ς’ ὀίω

### book 1.830.1

γαῖαν ὀνόσσεσθαι, περὶ γὰρ βαθυλήιος ἄλλων

### book 1.830.2

νήσων Αἰγαίῃ ὅσαι εἰν ἁλὶ ναιετάουσιν.

### book 1.830.3

ἀλλ’ ἄγε νῦν ἐπὶ νῆα κιὼν ἑτάροισιν ἐνίσπες

### book 1.830.4

μύθους ἡμετέρους, μηδ’ ἔκτοθι μίμνε πόληος.”

### book 1.830.5

Ἴσκεν, ἀμαλδύνουσα φόνου τέλος οἷον ἐτύχθη

### book 1.835.1

ἀνδράσιν· αὐτὰρ ὁ τήνγε παραβλήδην προσέειπεν·

### book 1.835.2

“Ὑψιπύλη, μάλα κεν θυμηδέος ἀντιάσαιμεν

### book 1.835.3

χρησμοσύνης ἣν ἄμμι σέθεν χατέουσιν ὀπάζεις.

### book 1.835.4

εἶμι δ’ ὑπότροπος αὖτις ἀνὰ πτόλιν, εὖτ’ ἂν ἕκαστα

### book 1.835.5

ἐξείπω κατὰ κόσμον. ἀνακτορίη δὲ μελέσθω

### book 1.840.1

σοίγ’ αὐτῇ καὶ νῆσος· ἔγωγε μὲν οὐκ ἀθερίζων

### book 1.840.2

χάζομαι, ἀλλά με λυγροὶ ἐπισπέρχουσιν ἄεθλοι.”

### book 1.840.3

Ἦ, καὶ δεξιτερῆς χειρὸς θίγεν, αἶψα δ’ ὀπίσσω

### book 1.840.4

βῆ ῥ’ ἴμεν· ἀμφὶ δὲ τόνγε νεήνιδες ἄλλοθεν ἄλλαι

### book 1.840.5

μυρίαι εἱλίσσοντο κεχαρμέναι, ὄφρα πυλάων

### book 1.845.1

ἐξέμολεν. μετέπειτα δ’ ἐυτροχάλοισιν ἀμάξαις

### book 1.845.2

ἀκτὴν εἰσανέβαν ξεινήια πολλὰ φέρουσαι,

### book 1.845.3

μῦθον ὅτ’ ἤδη πάντα διηνεκέως ἀγόρευσε

### book 1.845.4

τόν ῥα καλεσσαμένη διεπέφραδεν Ὑψιπύλεια·

### book 1.845.5

καὶ δ’ αὐτοὺς ξεινοῦσθαι ἐπὶ σφεὰ δώματ’ ἄγεσκον,

### book 1.1

ῥηιδίως· Κύπρις γὰρ ἐπὶ γλυκὺν ἵμερον ὦρσεν,

### book 1.2

Ἡφαίστοιο χάριν πολυμήτιος, ὄφρα κεν αὖτις

### book 1.3

ναίηται μετόπισθεν ἀκήρατος ἀνδράσι Λῆμνος.

### book 1.4

ἔνθ’ ὁ μὲν Ὑψιπύλης βασιλήιον ἐς δόμον ὦρτο

### book 1.5

Αἰσονίδης· οἱ δ’ ἄλλοι ὅπῃ καὶ ἔκυρσαν ἕκαστος,

### book 1.855.1

Ἡρακλῆος ἄνευθεν, ὁ γὰρ παρὰ νηὶ λέλειπτο

### book 1.855.2

αὐτὸς ἑκὼν παῦροί τε διακρινθέντες ἑταῖροι.

### book 1.855.3

αὐτίκα δ’ ἄστυ χοροῖσι καὶ εἰλαπίνῃσι γεγήθει

### book 1.855.4

καπνῷ κνισήεντι περίπλεον· ἔξοχα δ’ ἄλλων

### book 1

ἀθανάτων Ἥρης υἷα κλυτὸν ἠδὲ καὶ αὐτήν

### book 1.860.1

Κύπριν ἀοιδῇσιν θυέεσσί τε μειλίσσοντο.

### book 1.860.2

Ἀμβολίη δ’ εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἦεν

### book 1.860.3

ναυτιλίης. δηρὸν δ’ ἂν ἐλίνυον αὖθι μένοντες,

### book 1.860.4

εἰ μὴ ἀολλίσσας ἑτάρους ἀπάνευθε γυναικῶν

### book 1.860.5

Ἡρακλέης τοίοισιν ἐνιπτάζων μετέειπεν·

### book 1.865.1

“Δαιμόνιοι, πάτρης ἐμφύλιον αἷμ’ ἀποέργει

### book 1.865.2

ἡμέας, ἦε γάμων ἐπιδευέες ἐνθάδ’ ἔβημεν

### book 1.865.3

κεῖθεν, ὀνοσσάμενοι πολιήτιδας, αὖθι δ’ ἕαδεν

### book 1.865.4

ναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι;

### book 1.865.5

οὐ μάλ’ ἐυκλειεῖς γε σὺν ὀθνείῃσι γυναιξίν

### book 1.870.1

ἐσσόμεθ’ ὧδ’ ἐπὶ δηρὸν ἐελμένοι, οὐδὲ τὸ κῶας

### book 1.870.2

αὐτόματον δώσει τις ἑλεῖν θεὸς εὐξαμένοισιν.

### book 1.870.3

ἴομεν αὖτις ἕκαστοι ἐπὶ σφεά· τὸν δ’ ἐνὶ λέκτροις

### book 1.870.4

Ὑψιπύλης εἰᾶτε πανήμερον, εἰσόκε Λῆμνον

### book 1.870.5

παισὶν ἐπανδρώσῃ, μεγάλη τέ ἑ βάξις ἔχῃσιν.”

### book 1.875.1

Ὧς νείκεσσεν ὅμιλον· ἐναντία δ’ οὔ νύ τις ἔτλη

### book 1.875.2

ὄμματ’ ἀνασχεθέειν οὐδὲ προτιμυθήσασθαι,

### book 1.875.3

ἀλλ’ αὔτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαι

### book 1.875.4

σπερχόμενοι. ταὶ δέ σφιν ἐπέδραμον, εὖτ’ ἐδάησαν·

### book 1.875.5

ὡς δ’ ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαι

### book 1.880.1

πέτρης ἐκχύμεναι σιμβληίδος, ἀμφὶ δὲ λειμών

### book 1.880.2

ἑρσήεις γάνυται, ταὶ δὲ γλυκὺν ἄλλοτ’ ἐπ’ ἄλλον

### book 1.1

καρπὸν ἀμέργουσιν πεποτημέναι—ὧς ἄρα ταίγε

### book 1.2

ἐνδυκὲς ἀνέρας ἀμφὶ κινυρόμεναι προχέοντο,

### book 1.3

χερσὶ δὲ καὶ μύθοισιν ἐδεικανόωντο ἕκαστον,

### book 1.885.1

εὐχόμεναι μακάρεσσιν ἀπήμονα νόστον ὀπάσσαι.

### book 1.885.2

ὧς δὲ καὶ Ὑψιπύλη ἠρήσατο, χεῖρας ἑλοῦσα

### book 1.885.3

Αἰσονίδεω, τὰ δέ οἱ ῥέε δάκρυα χήτει ἰόντος·

### book 1.885.4

“Νίσσεο, καί σε θεοὶ σὺν ἀπηρέσιν αὖτις ἑταίροις

### book 1.885.5

χρύσειον βασιλῆι δέρος κομίσειαν ἄγοντα,

### book 1.890.1

αὔτως ὡς ἐθέλεις καί τοι φίλον. ἥδε δὲ νῆσος

### book 1.890.2

σκῆπτρά τε πατρὸς ἐμεῖο παρέσσεται, ἢν καὶ ὀπίσσω

### book 1.890.3

δή ποτε νοστήσας ἐθέλῃς ἄψορρον ἱκέσθαι·

### book 1.890.4

ῥηιδίως δ’ ἂν ἑοῖ καὶ ἀπείρονα λαὸν ἀγείραις

### book 1.890.5

ἄλλων ἐκ πολίων. ἀλλ’ οὐ σύγε τήνδε μενοινήν

### book 1.895.1

σχήσεις, οὔτ’ αὐτὴ προτιόσσομαι ὧδε τελεῖσθαι·

### book 1.895.2

μνώεο μήν, ἀπεών περ ὁμῶς καὶ νόστιμος ἤδη,

### book 1.895.3

Ὑψιπύλης· λίπε δ’ ἧμιν ἔπος, τό κεν ἐξανύσαιμι

### book 1.895.4

πρόφρων, ἢν ἄρα δή με θεοὶ δώωσι τεκέσθαι.”

### book 1.895.5

Τὴν δ’ αὖτ’ Αἴσονος υἱὸς ἀγαιόμενος προσέειπεν·

### book 1.1

“Ὑψιπύλη, τὰ μὲν οὕτω ἐναίσιμα πάντα γένοιτο

### book 1.2

ἐκ μακάρων· τύνη δ’ ἐμέθεν πέρι θυμὸν ἀρείω

### book 1.3

ἴσχαν’, ἐπεὶ πάτρην μοι ἅλις Πελίαο ἕκητι

### book 1.4

ναιετάειν· μοῦνόν με θεοὶ λύσειαν ἀέθλων.

### book 1.5

εἰ δ’ οὔ μοι πέπρωται ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι

### book 1.905.1

τηλοῦ ἀναπλώοντι, σὺ δ’ ἄρσενα παῖδα τέκηαι,

### book 1.905.2

πέμπε μιν ἡβήσαντα Πελασγίδος ἔνδον Ἰωλκοῦ

### book 1.905.3

πατρί τ’ ἐμῷ καὶ μητρὶ δύης ἄκος, ἢν ἄρα τούσγε

### book 1.1

τέτμῃ ἔτι ζώοντας, ἵν’ ἄνδιχα τοῖο ἄνακτος

### book 1.2

σφοῖσιν πορσύνωνται ἐφέστιοι ἐν μεγάροισιν.”

### book 1.910.1

Ἦ, καὶ ἔβαιν’ ἐπὶ νῆα παροίτατος. ὧς δὲ καὶ ἄλλοι

### book 1.910.2

βαῖνον ἀριστῆες, λάζοντο δὲ χερσὶν ἐρετμά

### book 1.910.3

ἐνσχερὼ ἑζόμενοι· πρυμνήσια δέ σφισιν Ἄργος

### book 1.910.4

λῦσεν ὑπὲκ πέτρης ἁλιμυρέος· ἔνθ’ ἄρα τοίγε

### book 1.910.5

κόπτον ὕδωρ δολιχῇσιν ἐπικρατέως ἐλάτῃσι.

### book 1.915.1

ἑσπέριοι δ’ Ὀρφῆος ἐφημοσύνῃσιν ἔκελσαν

### book 1.915.2

νῆσον ἐς Ἠλέκτρης Ἀτλαντίδος, ὄφρα δαέντες

### book 1.915.3

ἀρρήτους ἀγανῇσι τελεσφορίῃσι θέμιστας

### book 1.915.4

σωότεροι κρυόεσσαν ὑπεὶρ ἅλα ναυτίλλοιντο.

### book 1.915.5

τῶν μὲν ἔτ’ οὐ προτέρω μυθήσομαι, ἀλλὰ καὶ αὐτή

### book 1.920.1

νῆσος ὁμῶς κεχάροιτο καὶ οἳ λάχον ὄργια κεῖνα

### book 1.920.2

δαίμονες ἐνναέται, τὰ μὲν οὐ θέμις ἄμμιν ἀείδειν·

### book 1.920.3

κεῖθεν δ’ εἰρεσίῃ Μέλανος διὰ βένθεα Πόντου

### book 1.920.4

ἱέμενοι, τῇ μὲν Θρῃκῶν χθόνα τῇ δὲ περαίην

### book 1.920.5

Ἴμβρον ἔχον καθύπερθε· νέον γε μὲν ἠελίοιο

### book 1.925.1

δυομένου Χέρνησον ἐπὶ προύχουσαν ἵκοντο.

### book 1.925.2

ἔνθα σφιν λαιψηρὸς ἄη νότος, ἱστία δ’ οὔρῳ

### book 1.925.3

στησάμενοι κούρης Ἀθαμαντίδος αἰπὰ ῥέεθρα

### book 1.925.4

εἰσέβαλον. πέλαγος δὲ τὸ μὲν καθύπερθε λέλειπτο

### book 1.925.5

ἦρι, τὸ δ’ ἐννύχιοι Ῥοιτειάδος ἔνδοθεν ἄκρης

### book 1.930.1

μέτρεον, Ἰδαίην ἐπὶ δεξιὰ γαῖαν ἔχοντες.

### book 1.930.2

Δαρδανίην δὲ λιπόντες ἐπιπροσέβαλλον Ἀβύδῳ,

### book 1.930.3

Περκώτην δ’ ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσαν

### book 1.930.4

ἠιόνα ζαθέην τε παρήμειβον Πιτύειαν.

### book 1

καὶ δὴ τοίγ’ ἐπὶ νυκτὶ διάνδιχα νηὸς ἰούσης

### book 1.935.1

δίνῃ πορφύροντα διήνυσαν Ἑλλήσποντον·

### book 1.935.2

ἔστι δέ τις αἰπεῖα Προποντίδος ἔνδοθι νῆσος

### book 1.935.3

τυτθὸν ἀπὸ Φρυγίης πολυληίου ἠπείροιο

### book 1.935.4

εἰς ἅλα κεκλιμένη, ὅσσον τ’ ἐπιμύρεται ἰσθμός

### book 1.935.5

χέρσῳ ἔπι πρηνὴς καταειμένος· ἐν δέ οἱ ἀκταί

### book 1.940.1

ἀμφίδυμοι, κεῖται δ’ ὑπὲρ ὕδατος Αἰσήποιο·

### book 1.940.2

Ἄρκτων μιν καλέουσιν Ὄρος περιναιετάοντες.

### book 1.940.3

καὶ τὸ μὲν ὑβρισταί τε καὶ ἄγριοι †ναιετάουσιν

### book 1.940.4

Γηγενέες, μέγα θαῦμα περικτιόνεσσιν ἰδέσθαι·

### book 1.940.5

ἓξ γὰρ ἑκάστῳ χεῖρες ὑπέρβιοι ἠερέθοντο,

### book 1.945.1

αἱ μὲν ἀπὸ στιβαρῶν ὤμων δύο, ταὶ δ’ ὑπένερθεν

### book 1.945.2

τέσσαρες αἰνοτάτῃσιν ἐπὶ πλευρῇς ἀραρυῖαι·

### book 1.945.3

ἰσθμὸν δ’ αὖ πεδίον τε Δολίονες ἀμφενέμοντο

### book 1.945.4

ἀνέρες· ἐν δ’ ἥρως Αἰνήιος υἱὸς ἄνασσε

### book 1.945.5

Κύζικος, ὃν κούρη δίου τέκεν Εὐσώροιο

### book 1.1

Αἰνήτη. τοὺς δ’ οὔτι, καὶ ἔκπαγλοί περ ἐόντες,

### book 1.2

Γηγενέες σίνοντο, Ποσειδάωνος ἀρωγῇ,

### book 1.3

τοῦ γὰρ ἔσαν τὰ πρῶτα Δολίονες ἐκγεγαῶτες.

### book 1.4

Ἔνθ’ Ἀργὼ προύτυψεν ἐπειγομένη ἀνέμοισιν

### book 1.5

Θρηικίοις· Καλὸς δὲ Λιμὴν ὑπέδεκτο θέουσαν.

### book 1.955.1

κεῖθι καὶ εὐναίης ὀλίγον λίθον εἰρύσσαντες

### book 1.955.2

Τίφυος ἐννεσίῃσιν ὑπὸ κρήνῃ ἐλίποντο,

### book 1.955.3

κρήνῃ ὑπ’ Ἀρτακίῃ· ἕτερον δ’ ἕλον, ὅστις ἀρήρει,

### book 1.955.4

βριθύν· ἀτὰρ κεῖνόν γε θεοπροπίαις Ἑκάτοιο

### book 1.955.5

Νηλεΐδαι μετόπισθεν Ἰάονες ἱδρύσαντο

### book 1.960.1

ἱερόν, ἣ θέμις ἦεν, Ἰησονίης ἐν Ἀθήνης.

### book 1.960.2

τοὺς δ’ ἄμυδις φιλότητι Δολίονες ἠδὲ καὶ αὐτός

### book 1.960.3

Κύζικος ἀντήσαντες, ὅτε στόλον ἠδὲ γενέθλην

### book 1.960.4

ἔκλυον οἵτινες εἶεν, ἐυξείνως ἀρέσαντο·

### book 1.960.5

καί σφεας εἰρεσίῃ πέπιθον προτέρωσε κιόντας

### book 1.965.1

ἄστεος ἐν λιμένι πρυμνήσια νηὸς ἀνάψαι.

### book 1.965.2

ἔνθ’ οἵγ’ Ἐκβασίῳ βωμὸν θέσαν Ἀπόλλωνι,

### book 1.965.3

εἱσάμενοι παρὰ θῖνα, θυηπολίης τ’ ἐμέλοντο.

### book 1.965.4

δῶκεν δ’ αὐτὸς ἄναξ λαρὸν μέθυ δευομένοισιν

### book 1.965.5

μῆλά θ’ ὁμοῦ. δὴ γάρ οἱ ἔην φάτις, εὖτ’ ἂν ἵκωνται

### book 1.970.1

ἀνδρῶν ἡρώων θεῖος στόλος, αὐτίκα τοῖσγε

### book 1.970.2

μείλιχον ἀντιάαν μηδὲ πτολέμοιο μέλεσθαι.

### book 1.970.3

νεῖόν που καὶ κείνῳ ὑποσταχύεσκον ἴουλοι·

### book 1.970.4

οὐδέ νύ πω παίδεσσιν ἀγαλλόμενος μεμόρητο,

### book 1.970.5

ἀλλ’ ἔτι οἱ κατὰ δώματ’ ἀκήρατος ἦεν ἄκοιτις

### book 1.975.1

ὠδίνων, Μέροπος Περκωσίου ἐκγεγαυῖα

### book 1.975.2

Κλείτη ἐυπλόκαμος. τὴν μὲν νέον ἐξέτι πατρός

### book 1.975.3

θεσπεσίοις ἕδνοισιν ἀνήγαγεν ἀντιπέρηθεν·

### book 1.1

ἀλλὰ καὶ ὧς θάλαμόν τε λιπὼν καὶ δέμνια νύμφης,

### book 1.2

τοῖς μέτα δαῖτ’ ἀλέγυνε, βάλεν δ’ ἀπὸ δείματα θυμοῦ.

### book 1.980.1

ἀλλήλους δ’ ἐρέεινον ἀμοιβαδίς· ἤτοι ὁ μέν σφεων

### book 1.980.2

πεύθετο ναυτιλίης ἄνυσιν Πελίαό τ’ ἐφετμάς,

### book 1.980.3

οἱ δὲ περικτιόνων πόλιας καὶ κόλπον ἅπαντα

### book 1.980.4

εὐρείης πεύθοντο Προποντίδος· οὐ μὲν ἐπιπρό

### book 1.980.5

ἠείδει καταλέξαι ἐελδομένοισι δαῆναι.

### book 1.985.1

Ἠοῖ δ’ εἰσανέβαν μέγα Δίνδυμον, ὄφρα κεν αὐτοί

### book 1.985.2

θηήσαιντο πόρους κείνης ἁλός· ἐν δ’ ἄρα τοίγε

### book 1.985.3

νῆα Χυτῷ Λιμένι προτέρου ἐξήλασαν ὅρμου·

### book 1.985.4

ἥδε δ’ Ἰησονίη πέφαται Ὁδός, ἥνπερ ἔβησαν.

### book 1.985.5

Γηγενέες δ’ ἑτέρωθεν ἀπ’ οὔρεος ἀίξαντες

### book 1.990.1

φράξαν ἀπειρεσίῃσι Χυτοῦ στόμα νειόθι πέτρῃς,

### book 1.990.2

πόντιον οἷά τε θῆρα λοχώμενοι ἔνδον ἐόντα·

### book 1.990.3

ἀλλὰ γὰρ αὖθι λέλειπτο σὺν ἀνδράσιν ὁπλοτέροισιν

### book 1.990.4

Ἡρακλέης, ὃς δή σφι παλίντονον αἶψα τανύσσας

### book 1.990.5

τόξον, ἐπασσυτέρους πέλασε χθονί. τοὶ δὲ καὶ αὐτοί

### book 1.995.1

πέτρας ἀμφιρρῶγας ἀερτάζοντες ἔβαλλον·

### book 1.995.2

δὴ γάρ που καὶ κεῖνα θεὰ τρέφεν αἰνὰ πέλωρα

### book 1.995.3

Ἥρη, Ζηνὸς ἄκοιτις, ἀέθλιον Ἡρακλῆι·

### book 1.995.4

σὺν δὲ καὶ ὧλλοι δῆθεν, ὑπότροποι ἀντιόωντες

### book 1.995.5

πρίν περ ἀνελθέμεναι σκοπιήν, ἥπτοντο φόνοιο

### book 1.1

Γηγενέων ἥρωες ἀρήιοι, ἠμὲν ὀιστοῖς

### book 1.2

ἠδὲ καὶ ἐγχείῃσι δεδεγμένοι, εἰσόκε πάντας

### book 1.3

ἀντιβίην ἀσπερχὲς ὀρινομένους ἐδάιξαν.

### book 1.4

ὡς δ’ ὅτε δούρατα μακρὰ νέον πελέκεσσι τυπέντα

### book 1

ὑλοτόμοι στοιχηδὸν ἐπὶ ῥηγμῖνι βάλωσιν,

### book 1.1005.1

ὄφρα νοτισθέντα κρατεροὺς ἀνεχοίατο γόμφους—

### book 1.1005.2

ὧς οἱ ἐνὶ ξυνοχῇ λιμένος πολιοῖο τέταντο

### book 1.1005.3

ἑξείης, ἄλλοι μὲν ἐς ἁλμυρὸν ἀθρόοι ὕδωρ

### book 1.1005.4

δύπτοντες κεφαλὰς καὶ στήθεα, γυῖα δ’ ὕπερθεν

### book 1.1005.5

χέρσῳ τεινάμενοι· τοὶ δ’ ἔμπαλιν, αἰγιαλοῖο

### book 1.1010.1

κράατα μὲν ψαμάθοισι, πόδας δ’ εἰς βένθος ἔρειδον,

### book 1.1010.2

ἄμφω ἅμ’ οἰωνοῖσι καὶ ἰχθύσι κύρμα γενέσθαι.

### book 1.1010.3

Ἥρωες δ’, ὅτε δή σφιν ἀταρβὴς ἔπλε κέλευθος,

### book 1.1010.4

δὴ τότε πείσματα νηὸς ἐπὶ πνοιῇς ἀνέμοιο

### book 1.1010.5

λυσάμενοι, προτέρωσε διὲξ ἁλὸς οἶδμα νέοντο·

### book 1.1015.1

ἡ δ’ ἔθεεν λαίφεσσι πανήμερος. οὐ μὲν ἰούσης

### book 1.1015.2

νυκτὸς ἔτι ῥιπὴ μένεν ἔμπεδον, ἀλλὰ θύελλαι

### book 1.1015.3

ἀντίαι ἁρπάγδην ὀπίσω φέρον, ὄφρ’ ἐπέλασσαν

### book 1.1015.4

αὖτις ἐυξείνοισι Δολίοσιν. ἐκ δ’ ἄρ’ ἔβησαν

### book 1.1015.5

αὐτονυχί (Ἱερὴ δὲ φατίζεται ἥδ’ ἔτι Πέτρη

### book 1.1020.1

ᾗ πέρι πείσματα νηὸς ἐπεσσύμενοι ἐβάλοντο),

### book 1.1020.2

οὐδέ τις αὐτὴν νῆσον ἐπιφραδέως ἐνόησεν

### book 1.1020.3

ἔμμεναι. οὐδ’ ὑπὸ νυκτὶ Δολίονες ἂψ ἀνιόντας

### book 1.1020.4

ἥρωας νημερτὲς ἐπήισαν, ἀλλά που ἀνδρῶν

### book 1.1020.5

Μακριέων εἴσαντο Πελασγικὸν ἄρεα κέλσαι·

### book 1.1025.1

τῶ καὶ τεύχεα δύντες ἐπὶ σφίσι χεῖρας ἄειραν.

### book 1.1025.2

σὺν δ’ ἔλασαν μελίας τε καὶ ἀσπίδας ἀλλήλοισιν,

### book 1.1025.3

ὀξείῃ ἴκελοι ῥιπῇ πυρός, ἥ τ’ ἐνὶ θάμνοις

### book 1.1025.4

αὐαλέοισι πεσοῦσα κορύσσεται· ἐν δὲ κυδοιμός

### book 1.1025.5

δεινός τε ζαμενής τε Δολιονίῳ πέσε δήμῳ.

### book 1.1030

οὐδ’ ὅγε δηιοτῆτος ὑπὲρ μόρον αὖτις ἔμελλεν

### book 1.1

οἴκαδε νυμφιδίους θαλάμους καὶ λέκτρον ἱκέσθαι,

### book 1.2

ἀλλά μιν Αἰσονίδης, τετραμμένον ἰθὺς ἑοῖο,

### book 1.3

πλῆξεν ἐπαΐξας στῆθος μέσον, ἀμφὶ δὲ δουρί

### book 1.4

ὀστέον ἐρραίσθη· ὁ δ’ ἐνὶ ψαμάθοισιν ἐλυσθείς

### book 1.1035.1

μοῖραν ἀνέπλησεν. τὴν γὰρ θέμις οὔποτ’ ἀλύξαι

### book 1.1035.2

θνητοῖσιν, πάντη δὲ περὶ μέγα πέπταται ἕρκος·

### book 1.1035.3

ὧς τόν, ὀιόμενόν που ἀδευκέος ἔκτοθεν ἄτης

### book 1.1035.4

εἶναι ἀριστήων, αὐτῇ ὑπὸ νυκτὶ πέδησεν

### book 1.1035.5

μαρνάμενον κείνοισι. πολεῖς δ’ ἐπαρηγόνες ἄλλοι

### book 1.1040.1

ἔκταθεν· Ἡρακλέης μὲν ἐνήρατο Τηλεκλῆα

### book 1.1040.2

ἠδὲ Μεγαβρόντην, Σφόδριν δ’ ἐνάριξεν Ἄκαστος,

### book 1.1040.3

Πηλεὺς δὲ Ζέλυν εἷλεν ἀρηίθοόν τε Γέφυρον,

### book 1.1040.4

αὐτὰρ ἐυμμελίης Τελαμὼν Βασιλῆα κατέκτα·

### book 1.1040.5

Ἴδας δ’ αὖ Προμέα, Κλυτίος δ’ Ὑάκινθον ἔπεφνεν,

### book 1.1045.1

Τυνδαρίδαι δ’ ἄμφω Μεγαλοσσάκεα Φλογίον τε,

### book 1.1045.2

Οἰνεΐδης δ’ ἐπὶ τοῖσιν ἕλε θρασὺν Ἰτυμονῆα

### book 1.1045.3

ἠδὲ καὶ Ἀρτακέα, πρόμον ἀνδρῶν· οὓς ἔτι πάντας

### book 1.1045.4

ἐνναέται τιμαῖς ἡρωίσι κυδαίνουσιν.

### book 1.1045.5

οἱ δ’ ἄλλοι εἴξαντες ὑπέτρεσαν, ἠύτε κίρκους

### book 1.1

ὠκυπέτας ἀγεληδὸν ὑποτρέσσωσι πέλειαι,

### book 1.2

ἐς δὲ πύλας ὁμάδῳ πέσον ἀθρόοι· αἶψα δ’ ἀυτῆς

### book 1.3

πλῆτο πόλις στονόεντος ὑποτροπίῃ πολέμοιο.

### book 1.4

ἠῶθεν δ’ ὀλοὴν καὶ ἀμήχανον εἰσενόησαν

### book 1.5

ἀμπλακίην ἄμφω· στυγερὸν δ’ ἄχος εἷλεν ἰδόντας

### book 1.1055.1

ἥρωας Μινύας Αἰνήιον υἷα πάροιθεν

### book 1.1055.2

Κύζικον ἐν κονίῃσι καὶ αἵματι πεπτηῶτα.

### book 1.1

ἤματα δὲ τρία πάντα γόων τίλλοντό τε χαίτας

### book 1.2

αὐτοὶ ὁμῶς λαοί τε Δολίονες· αὐτὰρ ἔπειτα,

### book 1.3

τρὶς περὶ χαλκείοις σὺν τεύχεσι δινηθέντες,

### book 1.1060.1

τύμβῳ ἐνεκτερέιξαν, ἐπειρήσαντό τ’ ἀέθλων,

### book 1.1060.2

ἣ θέμις, ἂμ πεδίον Λειμώνιον· ἔνθ’ ἔτι νῦν περ

### book 1.1060.3

ἀγκέχυται τόδε σῆμα καὶ ὀψιγόνοισιν ἰδέσθαι.

### book 1.1060.4

οὐδὲ μὲν οὐδ’ ἄλοχος Κλείτη φθιμένοιο λέλειπτο

### book 1.1060.5

οὗ πόσιος μετόπισθε, κακῷ δ’ ἔπι κύντερον ἄλλο

### book 1.1065.1

ἤνυσεν, ἁψαμένη βρόχον αὐχένι. τὴν δὲ καὶ αὐταί

### book 1.1065.2

νύμφαι ἀποφθιμένην ἀλσηίδες ὠδύραντο·

### book 1.1065.3

καί οἱ ἀπὸ βλεφάρων ὅσα δάκρυα χεύατ’ ἔραζε,

### book 1.1065.4

πάντα τάγε κρήνην τεῦξαν θεαί, ἣν καλέουσιν

### book 1.1065.5

Κλείτην, δυστήνοιο περικλεὲς οὔνομα νύμφης.

### book 1.1070.1

αἰνότατον δὴ κεῖνο Δολιονίῃσι γυναιξίν

### book 1.1070.2

ἀνδράσι τ’ ἐκ Διὸς ἦμαρ ἐπήλυθεν· οὐδὲ †γὰρ αὐτῶν†

### book 1.1070.3

ἔτλη τις πάσσασθαι ἐδητύος οὐδ’ ἐπὶ δηρόν

### book 1.1070.4

ἐξ ἀχέων ἔργοιο μυληφάτου ἐμνώοντο,

### book 1.1070.5

ἀλλ’ αὔτως ἄφλεκτα διαζώεσκον ἔδοντες.

### book 1.1075.1

ἔνθεν νῦν, εὖτ’ ἄν σφιν ἐτήσια χύτλα χέωνται

### book 1.1075.2

Κύζικον ἐνναίοντες Ἰάονες, ἔμπεδον αἰεί

### book 1.1075.3

πανδήμοιο μύλης πελανοὺς ἐπαλετρεύουσιν.

### book 1.1075.4

Ἐκ δὲ τόθεν τρηχεῖαι ἀνηέρθησαν ἄελλαι

### book 1.1075.5

ἤμαθ’ ὁμοῦ νύκτας τε δυώδεκα, τοὺς δὲ καταῦθι

### book 1.1080

ναυτίλλεσθαι ἔρυκον. ἐπιπλομένῃ δ’ ἐνὶ νυκτί

### book 1.1

ὧλλοι μέν ῥα πάρος δεδμημένοι εὐνάζοντο

### book 1.2

ὕπνῳ ἀριστῆες πύματον λάχος, αὐτὰρ Ἄκαστος

### book 1.3

Μόψος τ’ Ἀμπυκίδης ἀδινὰ κνώσσοντας ἔρυντο·

### book 1.4

ἡ δ’ ἄρ’ ὑπὲρ ξανθοῖο καρήατος Αἰσονίδαο

### book 1.1085.1

πωτᾶτ’ ἀλκυονίς, λιγυρῇ ὀπὶ θεσπίζουσα

### book 1.1085.2

λῆξιν ὀρινομένων ἀνέμων· συνέηκε δὲ Μόψος

### book 1.1085.3

ἀκταίης ὄρνιθος ἐναίσιμον ὄσσαν ἀκούσας.

### book 1.1085.4

καὶ τὴν μὲν θεὸς αὖτις ἀπέτραπεν, ἷζε δ’ ὕπερθεν

### book 1.1085.5

νηίου ἀφλάστοιο μετήορος ἀίξασα·

### book 1.1090.1

τὸν δ’ ὅγε, κεκλιμένον μαλακοῖς ἐνὶ κώεσιν οἰῶν,

### book 1.1090.2

κινήσας ἀνέγειρε παρασχεδόν, ὧδέ τ’ ἔειπεν·

### book 1.1090.3

“Αἰσονίδη, χρειώ σε τόδε ῥίον εἰσανιόντα

### book 1.1090.4

Δινδύμου ὀκριόεντος ἐύθρονον ἱλάξασθαι

### book 1.1090.5

μητέρα συμπάντων μακάρων, λήξουσι δ’ ἄελλαι

### book 1.1095.1

ζαχρηεῖς· τοίην γὰρ ἐγὼ νέον ὄσσαν ἄκουσα

### book 1.1095.2

ἀλκυόνος ἁλίης, ἥ τε κνώσσοντος ὕπερθεν

### book 1.1095.3

σεῖο πέριξ τὰ ἕκαστα πιφαυσκομένη πεπότητο.

### book 1.1095.4

ἐκ γὰρ τῆς ἄνεμοί τε θάλασσά τε νειόθι τε χθών

### book 1.1095.5

πᾶσα πεπείρηται νιφόεν θ’ ἕδος Οὐλύμποιο·

### book 1.1

καί οἱ, ὅτ’ ἐξ ὀρέων μέγαν οὐρανὸν εἰσαναβαίνῃ,

### book 1.2

Ζεὺς αὐτὸς Κρονίδης ὑποχάζεται, ὧς δὲ καὶ ὧλλοι

### book 1.3

ἀθάνατοι μάκαρες δεινὴν θεὸν ἀμφιέπουσιν.”

### book 1.4

Ὧς φάτο, τῷ δ’ ἀσπαστὸν ἔπος γένετ’ εἰσαΐοντι·

### book 1.5

ὤρνυτο δ’ ἐξ εὐνῆς κεχαρημένος, ὦρσε δ’ ἑταίρους

### book 1.1105

πάντας ἐπισπέρχων, καί τέ σφισιν ἐγρομένοισιν

### book 1.1

Ἀμπυκίδεω Μόψοιο θεοπροπίας ἀγόρευσεν.

### book 1.2

αἶψα δὲ κουρότεροι μὲν ἀπὸ σταθμῶν ἐλάσαντες

### book 1.3

ἔνθεν ἐς αἰπεινὴν ἄναγον βόας οὔρεος ἄκρην·

### book 1.4

οἱ δ’ ἄρα, λυσάμενοι Ἱερῆς ἐκ πείσματα Πέτρης,

### book 1.1110.1

ἤρεσαν ἐς λιμένα Θρηίκιον, ἂν δὲ καὶ αὐτοί

### book 1.1110.2

βαῖνον, παυροτέρους ἑτάρων ἐν νηὶ λιπόντες.

### book 1.1110.3

τοῖσι δὲ Μακριάδες σκοπιαὶ καὶ πᾶσα περαίη

### book 1.1110.4

Θρηικίης ἐνὶ χερσὶν ἑαῖς προυφαίνετ’ ἰδέσθαι·

### book 1.1110.5

φαίνετο δ’ ἠερόεν στόμα Βοσπόρου ἠδὲ κολῶναι

### book 1.1115.1

Μύσιαι· ἐκ δ’ ἑτέρης ποταμοῦ ῥόος Αἰσήποιο

### book 1.1115.2

ἄστυ τε καὶ πεδίον Νηπήιον Ἀδρηστείης.

### book 1.1115.3

ἔσκε δέ τι βριαρὸν στύπος ἀμπέλου ἔντροφον ὕλῃ,

### book 1.1115.4

πρόχνυ γεράνδρυον· τὸ μὲν ἔκταμον, ὄφρα πέλοιτο

### book 1.1115.5

δαίμονος οὐρείης ἱερὸν βρέτας, ἔξεσε δ’ Ἄργος

### book 1.1120.1

εὐκόσμως· καὶ δή μιν ἐπ’ ὀκριόεντι κολωνῷ

### book 1.1120.2

ἵδρυσαν, φηγοῖσιν ἐπηρεφὲς ἀκροτάτῃσιν

### book 1.1120.3

αἵ ῥά τε πασάων πανυπέρταται ἐρρίζωντο·

### book 1.1120.4

βωμὸν δ’ αὖ χέραδος παρενήνεον. ἀμφὶ δὲ φύλλοις

### book 1.1120.5

στεψάμενοι δρυΐνοισι θυηπολίης ἐμέλοντο,

### book 1.1125.1

Μητέρα Δινδυμίην πολυπότνιαν ἀγκαλέοντες,

### book 1.1125.2

ἐνναέτιν Φρυγίης, Τιτίην θ’ ἅμα Κύλληνόν τε,

### book 1.1125.3

οἳ μοῦνοι πλεόνων μοιρηγέται ἠδὲ πάρεδροι

### book 1.1125.4

Μητέρος Ἰδαίης κεκλήαται, ὅσσοι ἔασιν

### book 1

Δάκτυλοι Ἰδαῖοι Κρηταιέες, οὕς ποτε νύμφη

### book 1.1130.1

Ἀγχιάλη Δικταῖον ἀνὰ σπέος, ἀμφοτέρῃσιν

### book 1.1130.2

δραξαμένη γαίης Οἰαξίδος, ἐβλάστησε.

### book 1.1130.3

πολλὰ δὲ τήνγε λιτῇσιν ἀποστρέψαι ἐριώλας

### book 1.1130.4

Αἰσονίδης γουνάζετ’, ἐπιλλείβων ἱεροῖσιν

### book 1.1130.5

αἰθομένοις· ἄμυδις δὲ νέοι Ὀρφῆος ἀνωγῇ

### book 1.1135.1

σκαίροντες βηταρμὸν ἐνόπλιον εἱλίσσοντο,

### book 1.1135.2

καὶ σάκεα ξιφέεσσιν ἐπέκτυπον, ὥς κεν ἰωή

### book 1.1135.3

δύσφημος πλάζοιτο δι’ ἠέρος ἣν ἔτι λαοί

### book 1.1135.4

κηδείῃ βασιλῆος ἀνέστενον. ἔνθεν ἐσαιεί

### book 1.1135.5

ῥόμβῳ καὶ τυπάνῳ Ῥείην Φρύγες ἱλάσκονται.

### book 1.1140.1

ἡ δέ που εὐαγέεσσιν ἐπὶ φρένα θῆκε θυηλαῖς

### book 1.1140.2

ἀνταίη δαίμων, τὰ δ’ ἐοικότα σήματ’ ἔγεντο·

### book 1.1140.3

δένδρεα μὲν καρπὸν χέον ἄσπετον, ἀμφὶ δὲ ποσσίν

### book 1.1140.4

αὐτομάτη φύε γαῖα τερείνης ἄνθεα ποίης·

### book 1.1140.5

θῆρες δ’ εἰλυούς τε κατὰ ξυλόχους τε λιπόντες

### book 1.1145.1

οὐρῇσιν σαίνοντες ἐπήλυθον. ἡ δὲ καὶ ἄλλο

### book 1.1145.2

θῆκε τέρας, ἐπεὶ οὔτι παροίτερον ὕδατι νᾶεν

### book 1.1145.3

Δίνδυμον, ἀλλά σφιν τότ’ ἀνέβραχε διψάδος αὔτως

### book 1.1145.4

ἐκ κορυφῆς, ἄλληκτον· Ἰησονίην δ’ ἐνέπουσιν

### book 1.1145.5

κεῖνο ποτὸν Κρήνην περιναιέται ἄνδρες ὀπίσσω.

### book 1.1

καὶ τότε μὲν δαῖτ’ ἀμφὶ θεᾶς ἔσαν οὔρεσιν Ἄρκτων,

### book 1.2

μέλποντες Ῥείην πολυπότνιαν· αὐτὰρ ἐς ἠῶ

### book 1.1

ληξάντων ἀνέμων νῆσον λίπον εἰρεσίῃσιν.

### book 1.2

Ἔνθ’ ἔρις ἄνδρα ἕκαστον ἀριστήων ὀρόθυνεν,

### book 1.3

ὅστις ἀπολλήξειε πανύστατος· ἀμφὶ γὰρ αἰθήρ

### book 1.1155.1

νήνεμος ἐστόρεσεν δίνας, κατὰ δ’ εὔνασε πόντον.

### book 1.1155.2

οἱ δὲ γαληναίῃ πίσυνοι ἐλάασκον ἐπιπρό

### book 1.1155.3

νῆα βίῃ, τὴν δ’ οὔ κε διὲξ ἁλὸς ἀίσσουσαν

### book 1.1155.4

οὐδὲ Ποσειδάωνος ἀελλόποδες κίχον ἵπποι·

### book 1.1155.5

ἔμπης δ’, ἐγρομένοιο σάλου ζαχρηέσιν αὔραις,

### book 1.1160.1

αἳ νέον ἐκ ποταμῶν ὑπὸ δείελον ἠερέθοντο,

### book 1.1160.2

τειρόμενοι καμάτῳ μετελώφεον· αὐτὰρ ὁ τούσγε

### book 1.1160.3

πασσυδίῃ μογέοντας ἐφέλκετο κάρτεϊ χειρῶν

### book 1.1160.4

Ἡρακλέης, ἐτίνασσε δ’ ἀρηρότα δούρατα νηός.

### book 1.1160.5

ἀλλ’ ὅτε δή, Μυσῶν λελιημένοι ἠπείροιο,

### book 1.1165.1

Ῥυνδακίδας προχοὰς μέγα τ’ ἠρίον Αἰγαίωνος

### book 1.1165.2

τυτθὸν ὑπὲκ Φρυγίης παρεμέτρεον εἰσορόωντες,

### book 1.1165.3

δὴ τότ’, ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκούς,

### book 1.1165.4

μεσσόθεν ἆξεν ἐρετμόν· ἀτὰρ τρύφος ἄλλο μὲν αὐτός

### book 1.1165.5

ἄμφω χερσὶν ἔχων πέσε δόχμιος, ἄλλο δὲ πόντος

### book 1.1170.1

κλύζε παλιρροθίοισι φέρων. ἀνὰ δ’ ἕζετο σιγῇ

### book 1.1170.2

παπταίνων, χεῖρες γὰρ ἀήθεσον ἠρεμέουσαι.

### book 1.1170.3

Ἦμος δ’ ἀγρόθεν εἶσι φυτοσκάφος ἤ τις ἀροτρεύς

### book 1.1170.4

ἀσπασίως εἰς αὖλιν ἑήν, δόρποιο χατίζων,

### book 1.1170.5

αὐτοῦ δ’ ἐν προμολῇ τετρυμένα γούνατ’ ἔκαμψεν

### book 1.1175.1

αὐσταλέος κονίῃσι, περιτριβέας δέ τε χεῖρας

### book 1.1175.2

εἰσορόων κακὰ πολλὰ ἑῇ ἠρήσατο γαστρί—

### book 1.1175.3

τῆμος ἄρ’ οἵγ’ ἀφίκοντο Κιανίδος ἤθεα γαίης

### book 1.1

ἀμφ’ Ἀργανθώνειον ὄρος προχοάς τε Κίοιο.

### book 1.2

τοὺς μὲν ἐυξείνως Μυσοὶ φιλότητι κιόντας

### book 1.1180.1

δειδέχατ’ ἐνναέται κείνης χθονός, ἤιά τέ σφι

### book 1.1180.2

μῆλά τε δευομένοις μέθυ τ’ ἄσπετον ἐγγυάλιξαν·

### book 1.1180.3

ἔνθα δ’ ἔπειθ’ οἱ μὲν ξύλα κάγκανα, τοὶ δὲ λεχαίην

### book 1.1180.4

φυλλάδα λειμώνων φέρον ἄσπετον ἀμήσαντες

### book 1.1180.5

στόρνυσθαι, τοὶ δ’ αὖτε πυρήια δινεύεσκον,

### book 1.1185.1

οἱ δ’ οἶνον κρητῆρσι κέρων πονέοντό τε δαῖτα,

### book 1.1185.2

Ἐκβασίῳ ῥέξαντες ὑπὸ κνέφας Ἀπόλλωνι.

### book 1.1185.3

Αὐτὰρ ὁ, εὖ δαίνυσθαι ἑοῖς ἑτάροις ἐπιτείλας,

### book 1.1185.4

βῆ ῥ’ ἴμεν εἰς ὕλην υἱὸς Διός, ὥς κεν ἐρετμόν

### book 1.1185.5

οἷ αὐτῷ φθαίη καταχείριον ἐντύνασθαι.

### book 1.1190.1

εὗρεν ἔπειτ’ ἐλάτην ἀλαλήμενος οὔτε τι πολλοῖς

### book 1.1190.2

ἀχθομένην ὄζοις οὐδὲ μέγα τηλεθόωσαν,

### book 1.1190.3

ἀλλ’ οἷον ταναῆς ἔρνος πέλει αἰγείροιο·

### book 1.1190.4

τόσση ὁμῶς μῆκός τε καὶ ἐς πάχος ἦεν ἰδέσθαι.

### book 1.1190.5

ῥίμφα δ’ ὀιστοδόκην μὲν ἐπὶ χθονὶ θῆκε φαρέτρην

### book 1.1195.1

αὐτοῖσιν τόξοισιν, ἔδυ δ’ ἀπὸ δέρμα λέοντος·

### book 1.1195.2

τὴν δ’ ὅγε, χαλκοβαρεῖ ῥοπάλῳ δαπέδοιο τινάξας

### book 1.1195.3

νειόθεν, ἀμφοτέρῃσι περὶ στύπος ἔλλαβε χερσίν

### book 1.1195.4

ἠνορέῃ πίσυνος, ἐν δὲ πλατὺν ὦμον ἔρεισεν

### book 1.1195.5

εὖ διαβάς· πεδόθεν δὲ βαθύρριζόν περ ἐοῦσαν

### book 1.1

προσφὺς ἐξήειρε σὺν αὐτοῖς ἔχμασι γαίης.

### book 1.2

ὡς δ’ ὅταν ἀπροφάτως ἱστὸν νεός, εὖτε μάλιστα

### book 1.3

χειμερίη ὀλοοῖο δύσις πέλει Ὠρίωνος,

### book 1.1

ὑψόθεν ἐμπλήξασα θοὴ ἀνέμοιο κατάιξ

### book 1.2

αὐτοῖσι σφήνεσσιν ὑπὲκ προτόνων ἐρύσηται—

### book 1.1205.1

ὧς ὅγε τὴν ἤειρεν· ὁμοῦ δ’ ἀνὰ τόξα καὶ ἰούς

### book 1.1205.2

δέρμα θ’ ἑλὼν ῥόπαλόν τε, παλίσσυτος ὦρτο νέεσθαι.

### book 1.1205.3

Τόφρα δ’ Ὕλας χαλκέῃ σὺν κάλπιδι νόσφιν ὁμίλου

### book 1.1205.4

δίζητο κρήνης ἱερὸν ῥόον, ὥς κέ οἱ ὕδωρ

### book 1.1205.5

φθαίη ἀφυσσάμενος ποτιδόρπιον, ἄλλα τε πάντα

### book 1.1210.1

ὀτραλέως κατὰ κόσμον ἐπαρτίσσειεν ἰόντι.

### book 1.1210.2

δὴ γάρ μιν τοίοισιν ἐν ἤθεσιν αὐτὸς ἔφερβε,

### book 1.1210.3

νηπίαχον τὰ πρῶτα δόμων ἐκ πατρὸς ἀπούρας,

### book 1.1210.4

δῄου Θειοδάμαντος, ὃν ἐν Δρυόπεσσιν ἔπεφνεν

### book 1.1210.5

νηλειῆ, βοὸς ἀμφὶ γεωμόρου ἀντιόωντα.

### book 1.1215.1

ἤτοι ὁ μὲν νειοῖο γύας τέμνεσκεν ἀρότρῳ

### book 1.1215.2

Θειοδάμας †ἀνίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε

### book 1.1215.3

βοῦν ἀρότην ἤνωγε παρασχέμεν, οὐκ ἐθέλοντα

### book 1.1215.4

ἵετο γὰρ πρόφασιν πολέμου Δρυόπεσσι βαλέσθαι

### book 1.1215.5

λευγαλέην, ἐπεὶ οὔ τι δίκης ἀλέγοντες ἔναιον.

### book 1.1220.1

ἀλλὰ τὰ μὲν τηλοῦ κεν ἀποπλάγξειεν ἀοιδῆς·

### book 1.1220.2

αἶψα δ’ ὅγε κρήνην μετεκίαθεν ἣν καλέουσιν

### book 1.1220.3

Πηγὰς ἀγχίγυοι περιναιέται. οἱ δέ που ἄρτι

### book 1.1220.4

νυμφάων ἵσταντο χοροί· μέλε γάρ σφισι πάσαις

### book 1.1220.5

ὅσσαι κεῖν’ ἐρατὸν νύμφαι ῥίον ἀμφενέμοντο

### book 1.1225

Ἄρτεμιν ἐννυχίῃσιν ἀεὶ μέλπεσθαι ἀοιδαῖς.

### book 1.1

αἱ μέν, ὅσαι σκοπιὰς ὀρέων λάχον ἢ καὶ ἐναύλους

### book 1.2

αἵ γε μὲν ὑλήωροι, ἀπόπροθεν ἐστιχόωντο·

### book 1.3

ἡ δὲ νέον κρήνης ἀνεδύετο καλλινάοιο

### book 1.4

νύμφη ἐφυδατίη. τὸν δὲ σχεδὸν εἰσενόησεν

### book 1.1230.1

κάλλεϊ καὶ γλυκερῇσιν ἐρευθόμενον χαρίτεσσιν,

### book 1.1230.2

πρὸς γάρ οἱ διχόμηνις ἀπ’ αἰθέρος αὐγάζουσα

### book 1.1230.3

βάλλε σεληναίη· τῆς δὲ φρένας ἐπτοίησεν

### book 1.1230.4

Κύπρις, ἀμηχανίῃ δὲ μόλις συναγείρατο θυμόν.

### book 1.1230.5

αὐτὰρ ὅγ’ ὡς τὰ πρῶτα ῥόῳ ἔνι κάλπιν ἔρεισε

### book 1.1235.1

λέχρις ἐπιχριμφθείς, περὶ δ’ ἄσπετον ἔβραχεν ὕδωρ

### book 1.1235.2

χαλκὸν ἐς ἠχήεντα φορεύμενον, αὐτίκα δ’ ἥγε

### book 1.1235.3

λαιὸν μὲν καθύπερθεν ἐπ’ αὐχένος ἄνθετο πῆχυν,

### book 1.1235.4

κύσσαι ἐπιθύουσα τέρεν στόμα, δεξιτερῇ δὲ

### book 1.1235.5

ἀγκῶν’ ἔσπασε χειρί· μέσῃ δ’ ἐνὶ κάββαλε δίνῃ.

### book 1.1240.1

Τοῦ δ’ ἥρως ἰάχοντος ἐπέκλυεν οἶος ἑταίρων

### book 1.1240.2

Εἰλατίδης Πολύφημος, ἰὼν προτέρωσε κελεύθου,

### book 1.1240.3

δέκτο γὰρ Ἡρακλῆα πελώριον ὁππόθ’ ἵκοιτο.

### book 1.1250*

αἶψα δ’ ἐρυσσάμενος μέγα φάσγανον ὦρτο δίεσθαι,

### book 1.1251*

μή πως ἢ θήρεσσιν ἕλωρ πέλοι, ἠέ μιν ἄνδρες

### book 1.1252*

μοῦνον ἐόντ’ ἐλόχησαν, ἄγουσι δὲ ληίδ’ ἑτοίμην·

### book 1.1243.1

βῆ δὲ μεταΐξας Πηγέων σχεδόν, ἠύτε τις θήρ

### book 1.1243.2

ἄγριος, ὅν ῥά τε γῆρυς ἀπόπροθεν ἵκετο μήλων,

### book 1.1245.1

λιμῷ δ’ αἰθόμενος μετανίσσεται, οὐδ’ ἐπέκυρσε

### book 1.1245.2

ποίμνῃσιν, πρὸ γὰρ αὐτοὶ ἐνὶ σταθμοῖσι νομῆες

### book 1.1

ἔλσαν· ὁ δὲ στενάχων βρέμει ἄσπετον, ὄφρα κάμῃσιν—

### book 1.2

ὧς τότ’ ἄρ’ Εἰλατίδης μεγάλ’ ἔστενεν, ἀμφὶ δὲ χῶρον

### book 1.3

φοίτα κεκληγώς, μελέη δέ οἱ ἔπλετ’ ἀυτή.

### book 1.1253.1

ἔνθ’ αὐτῷ ξύμβλητο κατὰ στίβον Ἡρακλῆι

### book 1.1253.2

γυμνὸν ἐπισσείων παλάμῃ ξίφος, εὖ δέ μιν ἔγνω

### book 1.1255.1

σπερχόμενον μετὰ νῆα διὰ κνέφας· αὐτίκα δ’ ἄτην

### book 1.1255.2

ἔκφατο λευγαλέην, βεβαρημένος ἄσθματι θυμόν·

### book 1.1255.3

“Δαιμόνιε, στυγερόν τοι ἄχος πάμπρωτος ἐνίψω.

### book 1.1255.4

οὐ γὰρ Ὕλας, κρήνηνδε κιών, σόος αὖτις ἱκάνει,

### book 1.1255.5

ἀλλά ἑ ληιστῆρες ἐνιχρίμψαντες ἄγουσιν

### book 1.1260.1

ἢ θῆρες σίνονται· ἐγὼ δ’ ἰάχοντος ἄκουσα.”

### book 1.1260.2

Ὧς φάτο· τῷ δ’ ἀίοντι κατὰ κροτάφων ἅλις ἱδρώς

### book 1.1260.3

κήκιεν, ἂν δὲ κελαινὸν ὑπὸ σπλάγχνοις ζέεν αἷμα.

### book 1.1260.4

χωόμενος δ’ ἐλάτην χαμάδις βάλεν, ἐς δὲ κέλευθον

### book 1.1260.5

τὴν θέεν ᾗ πόδες αὐτοὶ ὑπέκφερον ἀίσσοντα.

### book 1.1265.1

ὡς δ’ ὅτε τίς τε μύωπι τετυμμένος ἔσσυτο ταῦρος

### book 1.1265.2

πίσεά τε προλιπὼν καὶ ἑλεσπίδας, οὐδὲ νομήων

### book 1.1265.3

οὐδ’ ἀγέλης ὄθεται, πρήσσει δ’ ὁδὸν ἄλλοτ’ ἄπαυστος,

### book 1.1265.4

ἄλλοτε δ’ ἱστάμενος καὶ ἀνὰ πλατὺν αὐχέν’ ἀείρων

### book 1.1265.5

ἵησιν μύκημα, κακῷ βεβολημένος οἴστρῳ—

### book 1.1270.1

ὧς ὅγε μαιμώων ὁτὲ μὲν θοὰ γούνατ’ ἔπαλλεν

### book 1.1270.2

συνεχέως, ὁτὲ δ’ αὖτε μεταλλήγων καμάτοιο

### book 1.1270.3

τῆλε διαπρύσιον μεγάλῃ βοάασκεν ἀυτῇ.

### book 1.1270.4

Αὐτίκα δ’ ἀκροτάτας ὑπερέσχεθεν ἄκριας ἀστήρ

### book 1.1270.5

ἠῷος, πνοιαὶ δὲ κατήλυθον· ὦκα δὲ Τῖφυς

### book 1.1275.1

ἐσβαίνειν ὀρόθυνεν ἐπαυρέσθαι τ’ ἀνέμοιο.

### book 1.1275.2

οἱ δ’ εἴσβαινον ἄφαρ λελιημένοι, ὕψι δὲ νηός

### book 1.1275.3

εὐναίας ἐρύσαντες ἀνεκρούσαντο κάλωας·

### book 1.1275.4

κυρτώθη δ’ ἀνέμῳ λίνα μεσσόθι, τῆλε δ’ ἀπ’ ἀκτῆς

### book 1.1275.5

γηθόσυνοι φορέοντο παραὶ Ποσιδήιον ἄκρην.

### book 1.1280.1

ἦμος δ’ οὐρανόθεν χαροπὴ ὑπολάμπεται ἠώς

### book 1.1280.2

ἐκ περάτης ἀνιοῦσα, διαγλαύσσουσι δ’ ἀταρποί

### book 1.1280.3

καὶ πεδία δροσόεντα φαεινῇ λάμπεται αἴγλῃ—

### book 1.1280.4

τῆμος τούσγ’ ἐνόησαν ἀιδρείῃσι λιπόντες.

### book 1.1280.5

ἐν δέ σφιν κρατερὸν νεῖκος πέσεν, ἐν δὲ κολῳός

### book 1.1285.1

ἄσπετος, εἰ τὸν ἄριστον ἀποπρολιπόντες ἔβησαν

### book 1.1285.2

σφωιτέρων ἑτάρων. ὁ δ’ ἀμηχανίῃσιν ἀτυχθείς

### book 1.1285.3

οὔτε τι τοῖον ἔπος μετεφώνεεν οὔτε τι τοῖον

### book 1.1285.4

Αἰσονίδης, ἀλλ’ ἧστο βαρείῃ νειόθεν ἄτῃ

### book 1.1285.5

θυμὸν ἔδων. Τελαμῶνα δ’ ἕλεν χόλος, ὧδέ τ’ ἔειπεν·

### book 1.1290.1

“Ἧς’ αὔτως εὔκηλος, ἐπεί νύ τοι ἄρμενον ἦεν

### book 1.1290.2

Ἡρακλῆα λιπεῖν· σέο δ’ ἔκτοθι μῆτις ὄρωρεν,

### book 1.1290.3

ὄφρα τὸ κείνου κῦδος ἀν’ Ἑλλάδα μή σε καλύψῃ,

### book 1.1290.4

αἴ κε θεοὶ δώωσιν ὑπότροπον οἴκαδε νόστον.

### book 1.1290.5

ἀλλὰ τί μύθων ἦδος; ἐπεὶ καὶ νόσφιν ἑταίρων

### book 1.1295.1

εἶμι τεῶν οἳ τόνδε δόλον συνετεκτήναντο.”

### book 1.1295.2

Ἦ· καὶ ἐς Ἁγνιάδην Τῖφυν θόρε, τὼ δέ οἱ ὄσσε

### book 1.1295.3

ὄστλιγγες μαλεροῖο πυρὸς ὣς ἰνδάλλοντο.

### book 1.1295.4

καί νύ κεν ἂψ ὀπίσω Μυσῶν ἐπὶ γαῖαν ἵκοντο,

### book 1.1295.5

λαῖτμα βιησάμενοι ἀνέμου τ’ ἄλληκτον ἰωήν,

### book 1.1

εἰ μὴ Θρηικίοιο δύω υἷες Βορέαο

### book 1.2

Αἰακίδην χαλεποῖσιν ἐρητύεσκον ἔπεσσιν,

### book 1.3

σχέτλιοι· ἦ τέ σφιν στυγερὴ τίσις ἔπλετ’ ὀπίσσω

### book 1.4

χερσὶν ὑφ’ Ἡρακλῆος, ὅ μιν δίζεσθαι ἔρυκον.

### book 1.5

ἄθλων γὰρ Πελίαο δεδουπότος ἂψ ἀνιόντας

### book 1.1305.1

Τήνῳ ἐν ἀμφιρύτῃ πέφνεν· καὶ ἀμήσατο γαῖαν

### book 1.1305.2

ἀμφ’ αὐτοῖς στήλας τε δύω καθύπερθεν ἔτευξεν,

### book 1.1305.3

ὧν ἑτέρη, θάμβος περιώσιον ἀνδράσι λεύσσειν,

### book 1.1305.4

κίνυται ἠχήεντος ὑπὸ πνοιῇ Βορέαο.

### book 1.1305.5

καὶ τὰ μὲν ὧς ἤμελλε μετὰ χρόνον ἐκτελέεσθαι·

### book 1.1310.1

τοῖσιν δὲ Γλαῦκος βρυχίης ἁλὸς ἐξεφαάνθη,

### book 1.1310.2

Νηρῆος θείοιο πολυφράδμων ὑποφήτης·

### book 1.1310.3

ὕψι δὲ λαχνῆέν τε κάρη καὶ στήθε’ ἀείρας

### book 1.1310.4

νειόθεν ἐκ λαγόνων, στιβαρῇ ἐπορέξατο χειρί

### book 1.1310.5

νηίου ὁλκαίοιο, καὶ ἴαχεν ἐσσυμένοισιν·

### book 1.1315.1

“Τίπτε παρὲκ μεγάλοιο Διὸς μενεαίνετε βουλήν

### book 1.1315.2

Αἰήτεω πτολίεθρον ἄγειν θρασὺν Ἡρακλῆα;

### book 1.1315.3

Ἄργεΐ οἱ μοῖρ’ ἐστὶν ἀτασθάλῳ Εὐρυσθῆι

### book 1.1315.4

ἐκπλῆσαι μογέοντα δυώδεκα πάντας ἀέθλους,

### book 1.1315.5

ναίειν δ’ ἀθανάτοισι συνέστιον, εἴ κ’ ἔτι παύρους

### book 1.1320.1

ἐξανύσῃ· τῶ μή τι ποθὴ κείνοιο πελέσθω.

### book 1.1320.2

αὔτως δ’ αὖ Πολύφημον ἐπὶ προχοῇσι Κίοιο

### book 1.1320.3

πέπρωται Μυσοῖσι περικλεὲς ἄστυ καμόντα

### book 1.1320.4

μοῖραν ἀναπλήσειν Χαλύβων ἐν ἀπείρονι γαίῃ.

### book 1.1320.5

αὐτὰρ Ὕλαν φιλότητι θεὰ ποιήσατο νύμφη

### book 1.1325

ὃν πόσιν, οἷό περ οὕνεκ’ ἀποπλαγχθέντες ἔλειφθεν.”

### book 1.1

Ἦ, καὶ κῦμ’ ἀλίαστον ἐφέσσατο νειόθι δύψας·

### book 1.2

ἀμφὶ δέ οἱ δίνῃσι κυκώμενον ἄφρεεν ὕδωρ

### book 1.3

πορφύρεον, κοίλην δ’ ἄιξ ἁλὸς ἔκλυσε νῆα.

### book 1.4

γήθησαν δ’ ἥρωες· ὁ δ’ ἐσσυμένως ἐβεβήκει

### book 1.1330.1

Αἰακίδης Τελαμὼν ἐς Ἰήσονα, χεῖρα δὲ χειρί

### book 1.1330.2

ἄκρην ἀμφιβαλὼν προσπτύξατο φώνησέν τε·

### book 1.1330.3

“Αἰσονίδη, μή μοί τι χολώσεαι, ἀφραδίῃσιν

### book 1.1330.4

εἴ τί περ ἀασάμην, πέρι γάρ μ’ ἄχος †εἷλεν ἐνισπεῖν

### book 1.1330.5

μῦθον ὑπερφίαλόν τε καὶ ἄσχετον· ἀλλ’ ἀνέμοισιν

### book 1.1335.1

δώομεν ἀμπλακίην, ὡς καὶ πάρος εὐμενέοντες.”

### book 1.1335.2

Τὸν δ’ αὖτ’ Αἴσονος υἱὸς ἐπιφραδέως προσέειπεν·

### book 1.1335.3

“Ὦ πέπον, ἦ μάλα δή με κακῷ ἐκυδάσσαο μύθῳ,

### book 1.1335.4

φὰς ἐνὶ τοισίδ’ ἅπασιν ἐνηέος ἀνδρὸς ἀλείτην

### book 1.1335.5

ἔμμεναι. ἀλλ’ οὐ θήν τοι ἀδευκέα μῆνιν ἀέξω,

### book 1.1340.1

πρίν περ ἀνιηθείς· ἐπεὶ οὐ περὶ πώεσι μήλων

### book 1.1340.2

οὐδὲ περὶ κτεάτεσσι χαλεψάμενος μενέηνας,

### book 1.1340.3

ἀλλ’ ἑτάρου περὶ φωτός, ἔολπα δὲ τώς σε καὶ ἄλλῳ

### book 1.1340.4

ἀμφ’ ἐμεῦ, εἰ τοιόνδε πέλοι ποτέ, δηρίσασθαι.”

### book 1.1340.5

Ἦ ῥα, καὶ ἀρθμηθέντες ὅπῃ πάρος ἑδριόωντο.

### book 1.1345.1

τὼ δὲ Διὸς βουλῇσιν, ὁ μὲν Μυσοῖσι βαλέσθαι

### book 1.1345.2

μέλλεν ἐπώνυμον ἄστυ πολισσάμενος ποταμοῖο

### book 1.1345.3

Εἰλατίδης Πολύφημος, ὁ δ’ Εὐρυσθῆος ἀέθλους

### book 1.1345.4

αὖτις ἰὼν πονέεσθαι· ἐπηπείλησε δὲ γαῖαν

### book 1.1345.5

Μυσίδ’ ἀναστήσειν αὐτοσχεδόν, ὁππότε μή οἱ

### book 1.1

ἢ ζωοῦ εὕροιεν Ὕλα μόρον ἠὲ θανόντος.

### book 1.2

τοῖο δὲ ῥύσι’ ὄπασσαν ἀποκρίναντες ἀρίστους

### book 1.3

υἱέας ἐκ δήμοιο, καὶ ὅρκια ποιήσαντο

### book 1.4

μήποτε μαστεύοντες ἀπολλήξειν καμάτοιο.

### book 1.5

τούνεκεν εἰσέτι νῦν περ Ὕλαν ἐρέουσι Κιανοί,

### book 1.1355.1

κοῦρον Θειοδάμαντος, ἐυκτιμένης τε μέλονται

### book 1.1355.2

Τρηχῖνος· δὴ γάρ ῥα καταυτόθι νάσσατο παῖδας

### book 1.1355.3

οὕς οἱ ῥύσια κεῖθεν ἐπιπροέηκαν ἄγεσθαι.

### book 1.1355.4

Νηῦν δὲ πανημερίην ἄνεμος φέρε νυκτί τε πάσῃ

### book 1.1355.5

λάβρος ἐπιπνείων· ἀτὰρ οὐδ’ ἐπὶ τυτθὸν ἄητο

### book 1.1360.1

ἠοῦς τελλομένης. οἱ δὲ χθονὸς εἰσανέχουσαν

### book 1.1360.2

ἀκτὴν ἐκ κόλποιο μάλ’ †εὐρεῖαν ἐσιδέσθαι

### book 1

φρασσάμενοι κώπῃσιν ἅμ’ ἠελίῳ ἐπέκελσαν.

### book 2.1

Ἔνθα δ’ ἔσαν σταθμοί τε βοῶν αὖλίς τ’ Ἀμύκοιο,

### book 2.2

Βεβρύκων βασιλῆος ἀγήνορος, ὅν ποτε νύμφη

### book 2.3

τίκτε Ποσειδάωνι Γενεθλίῳ εὐνηθεῖσα

### book 2.4

Βιθυνὶς Μελίη ὑπεροπληέστατον ἀνδρῶν·

### book 2.5.1

ὅς τ’ ἐπὶ καὶ ξείνοισιν ἀεικέα θεσμὸν ἔθηκεν,

### book 2.5.2

μή τιν’ ἀποστείχειν πρὶν πειρήσασθαι ἑοῖο

### book 2.5.3

πυγμαχίης, πολέας δὲ περικτιόνων ἐδάιξεν.

### book 2.5.4

καὶ δὲ τότε, προτὶ νῆα κιών, χρειὼ μὲν ἐρέσθαι

### book 2.5.5

ναυτιλίης οἵ τ’ εἶεν ὑπερβασίῃσιν ἄτισσε,

### book 2.10.1

τοῖον δ’ ἐν πάντεσσι παρασχεδὸν ἔκφατο μῦθον·

### book 2.10.2

“Κέκλυθ’ ἁλίπλαγκτοι τάπερ ἴδμεναι ὔμμιν ἔοικεν.

### book 2.10.3

οὔ τινα θέσμιόν ἐστιν ἀφορμηθέντα νέεσθαι

### book 2.10.4

ἀνδρῶν ὀθνείων ὅς κεν Βέβρυξι πελάσσῃ,

### book 2.10.5

πρὶν χείρεσσιν ἐμῇσιν ἑὰς ἀνὰ χεῖρας ἀεῖραι.

### book 2.15.1

τῶ καί μοι τὸν ἄριστον ἀποκριδὸν οἶον ὁμίλου

### book 2.15.2

πυγμαχίῃ στήσασθε καταυτόθι δηρινθῆναι.

### book 2.15.3

εἰ δ’ αὖ ἀπηλεγέοντες ἐμὰς πατέοιτε θέμιστας,

### book 2.15.4

ἦ κέν τις στυγερῶς κρατερῇ ἐπιέψετ’ ἀνάγκῃ.”

### book 2.15.5

Ἦ ῥα μέγα φρονέων. τοὺς δ’ ἄγριος εἰσαΐοντας

### book 2.20.1

εἷλε χόλος, πέρι δ’ αὖ Πολυδεύκεα τύψεν ὁμοκλή·

### book 2.20.2

αἶψα δ’ ἑῶν ἑτάρων πρόμος ἵστατο, φώνησέν τε·

### book 2.20.3

“Ἴσχεο νῦν, μηδ’ ἄμμι κακήν, ὅτις εὔχεαι εἶναι,

### book 2.1

φαῖνε βίην· θεσμοῖς γὰρ ὑπείξομεν, ὡς ἀγορεύεις.

### book 2.2

αὐτὸς ἑκὼν ἤδη τοι ὑπίσχομαι ἀντιάασθαι.”

### book 2.25.1

Ὧς φάτ’ ἀπηλεγέως. ὁ δ’ ἐσέδρακεν ὄμμαθ’ ἑλίξας,

### book 2.25.2

ὥστε λέων ὑπ’ ἄκοντι τετυμμένος, ὅν τ’ ἐν ὄρεσσι

### book 2.25.3

ἀνέρες ἀμφιπένονται· ὁ δ’ ἰλλόμενός περ ὁμίλῳ

### book 2.25.4

τῶν μὲν ἔτ’ οὐκ ἀλέγει, ἐπὶ δ’ ὄσσεται οἰόθεν οἶος

### book 2.25.5

ἄνδρα τὸν ὅς μιν ἔτυψε παροίτατος οὐδ’ ἐδάμασσεν.

### book 2.30.1

ἔνθ’ ἀπὸ Τυνδαρίδης μὲν ἐύστιπτον θέτο φᾶρος

### book 2.30.2

λεπταλέον, τό ῥά οἵ τις ἑὸν ξεινήιον εἶναι

### book 2.30.3

ὤπασε Λημνιάδων· ὁ δ’ ἐρεμνὴν δίπτυχα λώπην

### book 2.30.4

αὐτῇσιν περόνῃσι καλαύροπά τε τρηχεῖαν

### book 2.30.5

κάββαλε τὴν φορέεσκεν ὀριτρεφέος κοτίνοιο.

### book 2.35.1

αὐτίκα δ’ ἐγγύθι χῶρον ἑαδότα παπτήναντες,

### book 2.35.2

ἷζον ἑοὺς δίχα πάντας ἐνὶ ψαμάθοισιν ἑταίρους,

### book 2.35.3

οὐ δέμας οὐδὲ φυὴν ἐναλίγκιοι εἰσοράασθαι·

### book 2.35.4

ἀλλ’ ὁ μὲν ἢ ὀλοοῖο Τυφωέος ἠὲ καὶ αὐτῆς

### book 2.35.5

Γαίης εἶναι ἔικτο πέλωρ τέκος οἷα πάροιθεν

### book 2.40.1

χωομένη Διὶ τίκτεν· ὁ δ’ οὐρανίῳ ἀτάλαντος

### book 2.40.2

ἀστέρι Τυνδαρίδης, οὗπερ κάλλισται ἔασιν

### book 2.40.3

ἑσπερίην διὰ νύκτα φαεινομένου ἀμαρυγαί·

### book 2.40.4

τοῖος ἔην Διὸς υἱός, ἔτι χνοάοντας ἰούλους

### book 2.40.5

ἀντέλλων, ἔτι φαιδρὸς ἐν ὄμμασιν, ἀλλά οἱ ἀλκή

### book 2.45.1

καὶ μένος ἠύτε θηρὸς ἀέξετο· πῆλε δὲ χεῖρας

### book 2.45.2

πειράζων εἴθ’ ὡς πρὶν ἐυτρόχαλοι φορέονται

### book 2.45.3

μηδ’ ἄμυδις καμάτῳ τε καὶ εἰρεσίῃ βαρύθοιεν.

### book 2.1

οὐ μὰν αὖτ’ Ἄμυκος πειρήσατο· σῖγα δ’ ἄπωθεν

### book 2.2

ἑστηὼς εἰς αὐτὸν ἔχ’ ὄμματα, καί οἱ ὀρέχθει

### book 2.1

θυμὸς ἐελδομένῳ στηθέων ἐξ αἷμα κεδάσσαι.

### book 2.2

τοῖσι δὲ μεσσηγὺς θεράπων Ἀμύκοιο Λυκωρεύς

### book 2.3

θῆκε πάροιθε ποδῶν δοιοὺς ἑκάτερθεν ἱμάντας

### book 2.4

ὠμούς, ἀζαλέους, πέρι δ’ οἵγ’ ἔσαν ἐσκληῶτες.

### book 2.5

αὐτὰρ ὁ τόνγ’ ἐπέεσσιν ὑπερφιάλοισι μετηύδα·

### book 2.55.1

“Τῶνδέ τοι ὥ κ’ ἐθέλῃσθα πάλου ἄτερ ἐγγυαλίξω

### book 2.55.2

αὐτὸς ἑκών, ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν.

### book 2.55.3

ἀλλὰ βάλευ περὶ χερσί, δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις

### book 2.55.4

ὅσσον ἐγὼ ῥινούς τε βοῶν περίειμι ταμέσθαι

### book 2.55.5

ἀζαλέας, ἀνδρῶν τε παρηίδας αἵματι φύρσαι.”

### book 2.60.1

Ὧς ἔφατ’· αὐτὰρ ὅγ’ οὔ τι παραβλήδην ἐρίδηνεν,

### book 2.60.2

ἦκα δὲ μειδήσας, οἵ οἱ παρὰ ποσσὶν ἔκειντο,

### book 2.60.3

τοὺς ἕλεν ἀπροφάτως. τοῦ δ’ ἀντίος ἤλυθε Κάστωρ

### book 2.60.4

ἠδὲ Βιαντιάδης Ταλαὸς μέγας, ὦκα δ’ ἱμάντας

### book 2.60.5

ἀμφέδεον, μάλα πολλὰ παρηγορέοντες ἐς ἀλκήν·

### book 2.65.1

τῷ δ’ αὖτ’ Ἄρητός τε καὶ Ὄρνυτος, οὐδέ τι ᾔδειν

### book 2.65.2

νήπιοι ὕστατα κεῖνα κακῇ δήσαντες ἐπ’ αἴσῃ.

### book 2.65.3

Οἱ δ’ ἐπεὶ οὖν ἐν ἱμᾶσι διασταδὸν ἠρτύναντο,

### book 2.65.4

αὐτίκ’ ἀνασχόμενοι ῥεθέων προπάροιθε βαρείας

### book 2.65.5

χεῖρας, ἐπ’ ἀλλήλοισι μένος φέρον ἀντιόωντες.

### book 2.70.1

ἔνθα δὲ Βεβρύκων μὲν ἄναξ, ἅτε κῦμα θαλάσσης

### book 2.70.2

τρηχὺ θοῇ ἐπὶ νηὶ κορύσσεται, ἡ δ’ ὑπὸ τυτθόν

### book 2.70.3

ἰδρείῃ πυκινοῖο κυβερνητῆρος ἀλύσκει

### book 2.70.4

ἱεμένου φορέεσθαι ἔσω τοίχοιο κλύδωνος—

### book 2.70.5

ὧς ὅγε Τυνδαρίδην φοβέων ἕπετ’ οὐδέ μιν εἴα

### book 2.75.1

δηθύνειν, ὁ δ’ ἄρ’ αἰὲν ἀνούτατος ἣν διὰ μῆτιν

### book 2.75.2

ἀίσσοντ’ ἀλέεινεν. ἀπηνέα δ’ αἶψα νοήσας

### book 2.75.3

πυγμαχίην, ᾗ κάρτος ἀάατος ᾗ τε χερείων,

### book 2.75.4

στῆ ῥ’ ἄμοτον καὶ χερσὶν ἐναντία χεῖρας ἔμειξεν.

### book 2.75.5

ὡς δ’ ὅτε νήια δοῦρα θοοῖς ἀντίξοα γόμφοις

### book 2.80.1

ἀνέρες ὑληουργοὶ ἐπιβλήδην ἐλάοντες

### book 2.80.2

θείνωσι σφύρῃσιν, ἐπ’ ἄλλῳ δ’ ἄλλος ἄηται

### book 2.80.3

δοῦπος ἄδην—ὧς τοῖσι παρήιά τ’ ἀμφοτέρωθεν

### book 2.80.4

καὶ γένυες κτύπεον, βρυχὴ δ’ ὑπετέλλετ’ ὀδόντων

### book 2.80.5

ἄσπετος· οὐδ’ ἔλληξαν ἐπισταδὸν οὐτάζοντες

### book 2.85.1

ἔστε περ οὐλοὸν ἆσθμα καὶ ἀμφοτέρους ἐδάμασσεν.

### book 2.85.2

στάντε δὲ βαιὸν ἄπωθεν ἀπωμόρξαντο μετώπων

### book 2.85.3

ἱδρῶ ἅλις, καματηρὸν ἀυτμένα φυσιόωντε.

### book 2.85.4

ἂψ δ’ αὖτις συνόρουσαν ἐναντίω, ἠύτε ταύρω

### book 2.85.5

φορβάδος ἀμφὶ βοὸς κεκοτηότε δηριάασθον.

### book 2.90.1

ἔνθα δ’ ἔπειτ’ Ἄμυκος μὲν ἐπ’ ἀκροτάτοισιν ἀερθείς

### book 2.90.2

βουτύπος οἷα πόδεσσι τανύσσατο, κὰδ δὲ βαρεῖαν

### book 2.90.3

χεῖρ’ ἐπὶ οἷ πελέμιξεν· ὁ δ’ ἀίσσοντος ὑπέστη,

### book 2.1

κρᾶτα παρακλίνας, ὤμῳ δ’ ἀνεδέξατο πῆχυν.

### book 2.2

τυτθὸν δ’ ἄνδιχα τοῖο παρὲκ γόνυ γουνὸς ἀμείβων,

### book 2.95.1

κόψε μεταΐγδην ὑπὲρ οὔατος, ὀστέα δ’ εἴσω

### book 2.95.2

ῥῆξεν· ὁ δ’ ἀμφ’ ὀδύνῃ γνὺξ ἤριπεν. οἱ δ’ ἰάχησαν

### book 2.95.3

ἥρωες Μινύαι· τοῦ δ’ ἀθρόος ἔκχυτο θυμός.

### book 2.95.4

Οὐδ’ ἄρα Βέβρυκες ἄνδρες ἀφείδησαν βασιλῆος,

### book 2.95.5

ἀλλ’ ἄμυδις κορύνας ἀζηχέας ἠδὲ σιγύννους

### book 2.1

ἰθὺς ἀνασχόμενοι Πολυδεύκεος ἀντιάασκον·

### book 2.2

τοῦ δὲ πάρος κολεῶν εὐήκεα φάσγαν’ ἑταῖροι

### book 2.3

ἔσταν ἐρυσσάμενοι. πρῶτός γε μὲν ἀνέρα Κάστωρ

### book 2.4

ἤλας’ ἐπεσσύμενον κεφαλῆς ὕπερ· ἡ δ’ ἑκάτερθεν

### book 2.5

ἔνθα καὶ ἔνθ’ ὤμοισιν ἐπ’ ἀμφοτέροισι κεάσθη·

### book 2.105.1

αὐτὸς δ’ Ἰτυμονῆα πελώριον ἠδὲ Μίμαντα,

### book 2.105.2

τὸν μὲν ὑπὸ στέρνοιο θοῷ ποδί, λὰξ ἐπορούσας,

### book 2.105.3

πλῆξε καὶ ἐν κονίῃσι βάλεν, τοῦ δ’ ἆσσον ἰόντος

### book 2.105.4

δεξιτερῇ σκαιῆς ὑπὲρ ὀφρύος ἤλασε χειρί,

### book 2

δρύψε δέ οἱ βλέφαρον, γυμνὴ δ’ ὑπελείπετ’ ὀπωπή.

### book 2.110.1

Ὠρείτης δ’, Ἀμύκοιο βίην ὑπέροπλος ὀπάων,

### book 2.110.2

οὖτα Βιαντιάδαο κατὰ λαπάρην Ταλαοῖο,

### book 2.110.3

ἀλλά μιν οὐ κατέπεφνεν, ὅσον δ’ ἐπὶ δέρματι μοῦνον

### book 2.110.4

νηδυίων ἄψαυστος ὑπὸ ζώνην τόρε χαλκός.

### book 2.110.5

αὔτως δ’ Ἄρητος μενεδήιον Εὐρύτου υἷα

### book 2.115.1

Ἴφιτον ἀζαλέῃ κορύνῃ στυφέλιξεν ἐλάσσας,

### book 2.115.2

οὔπω κηρὶ κακῇ πεπρωμένον· ἦ τάχ’ ἔμελλεν

### book 2.115.3

αὐτὸς δῃώσεσθαι ὑπὸ ξίφεϊ Κλυτίοιο.

### book 2.115.4

καὶ τότ’ ἄρ’ Ἀγκαῖος Λυκοόργοιο θρασὺς υἱός

### book 2.115.5

αἶψα †μέλαν τεταγὼν πέλεκυν μέγαν ἠδὲ κελαινόν

### book 2.120.1

ἄρκτου προσχόμενος σκαιῇ δέρος ἔνθορε μέσσῳ

### book 2.120.2

ἐμμεμαὼς Βέβρυξιν· ὁμοῦ δέ οἱ ἐσσεύοντο

### book 2.120.3

Αἰακίδαι, σὺν δέ σφιν ἀρήιος ὤρνυτ’ Ἰήσων.

### book 2.120.4

ὡς δ’ ὅτ’ ἐνὶ σταθμοῖσιν ἀπείρονα μῆλ’ ἐφόβησαν

### book 2.120.5

ἤματι χειμερίῳ πολιοὶ λύκοι, ὁρμηθέντες

### book 2.125.1

λάθρῃ ἐυρρίνων τε κυνῶν αὐτῶν τε νομήων,

### book 2.125.2

μαίονται δ’ ὅ τι πρῶτον ἐπαΐξαντες ἕλωσι,

### book 2.125.3

πόλλ’ ἐπιπαμφαλόωντες ὁμοῦ, τὰ δὲ πάντοθεν αὔτως

### book 2.125.4

στείνονται πίπτοντα περὶ σφίσιν—ὧς ἄρα τοίγε

### book 2.125.5

λευγαλέως Βέβρυκας ὑπερφιάλους ἐφόβησαν.

### book 2.130.1

ὡς δὲ μελισσάων σμῆνος μέγα μηλοβοτῆρες

### book 2.130.2

ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσιν,

### book 2.130.3

αἱ δ’ ἤτοι τείως μὲν ἀολλέες ᾧ ἐνὶ σίμβλῳ

### book 2.130.4

βομβηδὸν κλονέονται, ἐπιπρὸ δὲ λιγνυόεντι

### book 2.130.5

καπνῷ τυφόμεναι πέτρης ἑκὰς ἀίσσουσιν—

### book 2.135.1

ὧς οἵγ’ οὐκέτι δὴν μένον ἔμπεδον ἀλλὰ κέδασθεν

### book 2.135.2

εἴσω Βεβρυκίης, Ἀμύκου μόρον ἀγγελέοντες·

### book 2.135.3

νήπιοι, οὐδ’ ἐνόησαν ὃ δή σφισιν ἐγγύθεν ἄλλο

### book 2.135.4

πῆμ’ ἀίδηλον ἔην. πέρθοντο γὰρ ἠμὲν ἀλωαί

### book 2.135.5

ἠδ’ οἶαι τῆμος δῄῳ ὑπὸ δουρὶ Λύκοιο

### book 2.140.1

καὶ Μαριανδυνῶν ἀνδρῶν, ἀπεόντος ἄνακτος·

### book 2.140.2

αἰεὶ γὰρ μάρναντο σιδηροφόρου περὶ γαίης.

### book 2.140.3

οἱ μὲν δὴ σταθμούς τε καὶ αὔλια δηιάασκον·

### book 2.140.4

ἤδη δ’ ἄσπετα μῆλα περιτροπάδην ἐτάμοντο

### book 2.140.5

ἥρωες· καὶ δή τις ἔπος μετὰ τοῖσιν ἔειπεν·

### book 2.145.1

“Φράζεσθ’ ὅττι κεν ᾗσιν ἀναλκείῃσιν ἔρεξαν,

### book 2.145.2

εἴ πως Ἡρακλῆα θεὸς καὶ δεῦρο κόμισσεν.

### book 2.145.3

ἤτοι μὲν γὰρ ἐγὼ κείνου παρεόντος ἔολπα

### book 2.145.4

οὐδ’ ἂν πυγμαχίῃ κρινθήμεναι· ἀλλ’ ὅτε θεσμούς

### book 2.145.5

ἤλυθεν ἐξερέων, αὐτοῖς ἄφαρ οἷς ἀγόρευεν

### book 2.1

θεσμοῖσιν ῥοπάλῳ μιν ἀγηνορίης λελαθέσθαι.

### book 2.2

ναὶ μὲν ἀκήδεστον γαίῃ ἔνι τόνγε λιπόντες

### book 2.3

πόντον ἐπέπλωμεν, μάλα δ’ ἡμέων αὐτὸς ἕκαστος

### book 2.4

εἴσεται οὐλομένην ἄτην ἀπάνευθεν ἐόντος.”

### book 2.5

Ὧς ἄρ’ ἔφη· τὰ δὲ πάντα Διὸς βουλῇσι τέτυκτο.

### book 2.155.1

καὶ τότε μὲν μένον αὖθι διὰ κνέφας, ἕλκεά τ’ ἀνδρῶν

### book 2.155.2

οὐταμένων ἀκέοντο, καὶ ἀθανάτοισι θυηλάς

### book 2.155.3

ῥέξαντες μέγα δόρπον ἐφώπλισαν, οὐδέ τιν’ ὕπνος

### book 2.1

εἷλε παρὰ κρητῆρι καὶ αἰθομένοις ἱεροῖσιν·

### book 2.2

ξανθὰ δ’ ἐρεψάμενοι δάφνης καθύπερθε μέτωπα

### book 2.160.1

ἀγχιάλου φύλλοις, τῇ περ πρυμνήσι’ ἀνῆπτο,

### book 2.160.2

Ὀρφείῃ φόρμιγγι συνοίμιον ὕμνον ἄειδον

### book 2.160.3

ἐμμελέως, περὶ δέ σφιν ἰαίνετο νήνεμος ἀκτή

### book 2.160.4

μελπομένοις· κλεῖον δὲ Θεραπναῖον Διὸς υἷα.

### book 2.160.5

Ἦμος δ’ ἠέλιος δροσερὰς ἐπέλαμψε κολώνας

### book 2.165.1

ἐκ περάτων ἀνιών, ἤγειρε δὲ μηλοβοτῆρας,

### book 2.165.2

δὴ τότε λυσάμενοι νεάτης ἐκ πείσματα δάφνης,

### book 2.165.3

ληίδα τ’ εἰσβήσαντες ὅσην χρεὼ ἦεν ἄγεσθαι,

### book 2.165.4

πνοιῇ δινήεντ’ ἀνὰ Βόσπορον ἰθύνοντο.

### book 2.165.5

ἔνθα μὲν ἠλιβάτῳ ἐναλίγκιον οὔρεϊ κῦμα

### book 2.170.1

ἀμφέρεται προπάροιθεν ἐπαΐσσοντι †ἐοικός,

### book 2.170.2

αἰὲν ὑπὲρ λαιφέων ἠερμένον· οὐδέ κε φαίης

### book 2.170.3

φεύξεσθαι κακὸν οἶτον, ἐπεὶ μάλα μεσσόθι νηός

### book 2.170.4

λάβρον ἐπικρέμαται †ὑπὲρ νέφεος†, ἀλλὰ τόγ’ ἔμπης

### book 2.170.5

στόρνυται εἴ κ’ ἐσθλοῖο κυβερνητῆρος ἐπαύρῃ.

### book 2.175.1

τῶ καὶ Τίφυος οἵδε δαημοσύνῃσι νέοντο

### book 2.175.2

ἀσκηθεῖς μέν, ἀτὰρ πεφοβημένοι. ἤματι δ’ ἄλλῳ

### book 2.1

ἀντιπέρην γαίῃ Θυνηίδι πείσματ’ ἀνῆψαν.

### book 2.2

Ἔνθα δ’ ἐπάκτιον οἶκον Ἀγηνορίδης ἔχε Φινεύς,

### book 2.3

ὃς περὶ δὴ πάντων ὀλοώτατα πήματ’ ἀνέτλη

### book 2.180.1

εἵνεκα μαντοσύνης, τήν οἱ πάρος ἐγγυάλιξεν

### book 2.180.2

Λητοΐδης, οὐδ’ ὅσσον ὀπίζετο καὶ Διὸς αὐτοῦ

### book 2.180.3

χρείων ἀτρεκέως ἱερὸν νόον ἀνθρώποισιν·

### book 2.180.4

τῶ καί οἱ γῆρας μὲν ἐπὶ δηναιὸν ἴαλλεν,

### book 2.180.5

ἐκ δ’ ἕλετ’ ὀφθαλμῶν γλυκερὸν φάος, οὐδὲ γάνυσθαι

### book 2.185.1

εἴα ἀπειρεσίοισιν ὀνείασιν ὅσσα οἱ αἰεί

### book 2.185.2

θέσφατα πευθόμενοι περιναιέται οἴκαδ’ ἄγειρον·

### book 2.185.3

ἀλλὰ διὰ νεφέων ἄφνω πέλας ἀίσσουσαι

### book 2.185.4

Ἅρπυιαι στόματος χειρῶν τ’ ἀπὸ γαμφηλῇσι

### book 2.185.5

συνεχέως ἥρπαζον, ἐλείπετο δ’ ἄλλοτε φορβῆς

### book 2.190.1

οὐδ’ ὅσον· ἄλλοτε τυτθόν, ἵνα ζώων ἀκάχοιτο,

### book 2.190.2

καὶ δ’ ἐπὶ μυδαλέην ὀδμὴν χέον· οὐδέ τις ἔτλη

### book 2.190.3

μὴ καὶ λευκανίηνδε φορεύμενος ἀλλ’ ἀποτηλοῦ

### book 2.190.4

ἑστηώς, τοῖόν οἱ ἀπέπνεε λείψανα δαιτός.

### book 2.190.5

αὐτίκα δ’, εἰσαΐων ἐνοπὴν καὶ δοῦπον ὁμίλου,

### book 2.195.1

τούσδ’ αὐτοὺς παρεόντας ἐπήισεν ὧν οἱ ἰόντων

### book 2.195.2

θέσφατον ἐκ Διὸς ἦεν ἑῆς ἀπόνασθαι ἐδωδῆς.

### book 2.195.3

ὀρθωθεὶς δ’ εὐνῆθεν, ἀκήριον ἠύτ’ ὄνειρον,

### book 2.195.4

βάκτρῳ σκηπτόμενος ῥικνοῖς ποσὶν ᾖε θύραζε,

### book 2.195.5

τοίχους ἀμφαφόων, τρέμε δ’ ἅψεα νισσομένοιο

### book 2.1

ἀδρανίῃ γήραι τε· πίνῳ δέ οἱ αὐσταλέος χρώς

### book 2.2

ἐσκλήκει, ῥινοὶ δὲ σὺν ὀστέα μοῦνον ἔεργον.

### book 2.1

ἐκ δ’ ἐλθὼν μεγάροιο καθέζετο γοῦνα βαρυνθείς

### book 2.2

οὐδοῦ ἐπ’ αὐλείοιο· κάρος δέ μιν ἀμφεκάλυψεν

### book 2.3

πορφύρεος, γαῖαν δὲ πέριξ ἐδόκησε φέρεσθαι

### book 2.205.1

νειόθεν, ἀβληχρῷ δ’ ἐπὶ κώματι κέκλιτ’ ἄναυδος.

### book 2.205.2

οἱ δέ μιν ὡς εἴδοντο, περισταδὸν ἠγερέθοντο

### book 2.205.3

καὶ τάφον. αὐτὰρ ὁ τοῖσι, μάλα μόλις ἐξ ὑπάτοιο

### book 2.205.4

στήθεος ἀμπνεύσας, μετεφώνεε μαντοσύνῃσι·

### book 2.205.5

“Κλῦτε Πανελλήνων προφερέστατοι, εἰ ἐτεὸν δή

### book 2.210.1

οἵδ’ ὑμεῖς οὓς δὴ κρυερῇ βασιλῆος ἐφετμῇ

### book 2.210.2

Ἀργῴης ἐπὶ νηὸς ἄγει μετὰ κῶας Ἰήσων—

### book 2.210.3

ὑμεῖς ἀτρεκέως· ἔτι μοι νόος οἶδεν ἕκαστα

### book 2.210.4

ᾗσι θεοπροπίῃσι—χάριν νύ τοι, ὦ ἄνα Λητοῦς

### book 2.210.5

υἱέ, καὶ ἀργαλέοισιν ἀνάπτομαι ἐν καμάτοισιν.

### book 2.215.1

Ἱκεσίου πρὸς Ζηνός, ὅτις ῥίγιστος ἀλιτροῖς

### book 2.215.2

ἀνδράσι, Φοίβου τ’ ἀμφί, καὶ αὐτῆς εἵνεκεν Ἥρης

### book 2.215.3

λίσσομαι, ᾗ περίαλλα θεῶν μέμβλεσθε κιόντες·

### book 2.215.4

χραίσμετέ μοι, ῥύσασθε δυσάμμορον ἀνέρα λύμης,

### book 2.215.5

μηδέ μ’ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες

### book 2.220.1

αὔτως. οὐ γὰρ μοῦνον ἐπ’ ὀφθαλμοῖσιν Ἐρινύς

### book 2.220.2

λὰξ ἐπέβη, καὶ γῆρας ἀμήρυτον ἐς τέλος ἕλκω·

### book 2.220.3

πρὸς δ’ ἐπὶ πικρότατον κρέμαται κακὸν ἄλλο κακοῖσιν.

### book 2.220.4

Ἅρπυιαι στόματός μοι ἀφαρπάζουσιν ἐδωδήν

### book 2.220.5

ἔκποθεν ἀφράστοιο καταΐσσουσαι †ὀλέθρου,

### book 2.225.1

ἴσχω δ’ οὔτινα μῆτιν ἐπίρροθον· ἀλλά κε ῥεῖα

### book 2.225.2

αὐτὸς ἑὸν λελάθοιμι νόον δόρποιο μεμηλώς

### book 2.1

ἢ κείνας, ὧδ’ αἶψα διηέριαι ποτέονται.

### book 2.2

τυτθὸν δ’ ἢν ἄρα δήποτ’ ἐδητύος ἄμμι λίπωσιν,

### book 2.3

πνεῖ τόδε μυδαλέον τε καὶ οὐ τλητὸν μένος ὀδμῆς.

### book 2.230.1

οὔ κέ τις οὐδὲ μίνυνθα βροτῶν ἄνσχοιτο πελάσσας,

### book 2.230.2

οὐδ’ εἴ οἱ ἀδάμαντος ἐληλάμενον κέαρ εἴη·

### book 2.230.3

ἀλλά με πικρὴν δαῖτα κατ’ ἄατος ἴσχει ἀνάγκη

### book 2.230.4

μίμνειν, †καὶ μίμνοντα κακῇ† ἐν γαστέρι θέσθαι.

### book 2.230.5

τὰς μὲν θέσφατόν ἐστιν ἐρητῦσαι Βορέαο

### book 2.235.1

υἱέας· οὐδ’ ὀθνεῖοι ἀλαλκήσουσιν ἐόντες,

### book 2.235.2

εἰ δὴ ἐγὼν ὁ πρίν ποτ’ ἐπικλυτὸς ἀνδράσι Φινεύς

### book 2.235.3

ὄλβῳ μαντοσύνῃ τε, πατὴρ δέ με γείνατ’ Ἀγήνωρ,

### book 2.235.4

τῶν δὲ κασιγνήτην, ὅτ’ ἐνὶ Θρῄκεσσιν ἄνασσον,

### book 2.235.5

Κλειοπάτρην ἕδνοισιν ἐμὸν δόμον ἦγον ἄκοιτιν.”

### book 2.240.1

Ἴσκεν Ἀγηνορίδης. ἀδινὸν δ’ ἕλε κῆδος ἕκαστον

### book 2.240.2

ἡρώων, πέρι δ’ αὖτε δύω υἷας Βορέαο·

### book 2.240.3

δάκρυ δ’ ὀμορξαμένω σχεδὸν ἤλυθον, ὧδέ τ’ ἔειπεν

### book 2.240.4

Ζήτης, ἀσχαλόωντος ἑλὼν χερὶ χεῖρα γέροντος·

### book 2.240.5

“Ἆ δείλ’, οὔ τινά φημι σέθεν σμυγερώτερον ἄλλον

### book 2.245.1

ἔμμεναι ἀνθρώπων. τί νύ τοι τόσα κήδε’ ἀνῆπται;

### book 2.245.2

ἦ ῥα θεοὺς ὀλοῇσι παρήλιτες ἀφραδίῃσιν,

### book 2.245.3

μαντοσύνας δεδαώς; τῶ τοι μέγα μηνιόωσιν;

### book 2.245.4

ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται, ἱεμένοισιν

### book 2.245.5

χραισμεῖν εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων

### book 2

νῶιν· ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἐνιπαί

### book 2.1

ἀθανάτων· οὐδ’ ἂν πρὶν ἐρητύσαιμεν ἰούσας

### book 2.2

Ἁρπυίας, μάλα περ λελιημένοι, ἔστ’ ἂν ὀμόσσῃς

### book 2.3

μὴ μὲν τοῖο ἕκητι θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι.”

### book 2.4

Ὧς φάτο· τοῦ δ’ ἰθὺς κενεὰς ὁ γεραιὸς ἀνέσχε

### book 2.255.1

γλήνας ἀμπετάσας, καὶ ἀμείψατο τοῖσδ’ ἐπέεσσι·

### book 2.255.2

“Σίγα· μή μοι ταῦτα νόῳ ἔνι βάλλεο τέκνον.

### book 2.255.3

ἴστω Λητοῦς υἱός, ὅ με πρόφρων ἐδίδαξε

### book 2.255.4

μαντοσύνας· ἴστω δὲ δυσώνυμος ἥ μ’ ἔλαχεν Κήρ,

### book 2.255.5

καὶ τόδ’ ἐπ’ ὀφθαλμῶν ἀλαὸν νέφος, οἵ θ’ ὑπένερθεν

### book 2.260.1

δαίμονες, οἳ †μηδ’ ὧδε θανόντι περ εὐμενέοιεν,

### book 2.260.2

ὡς οὔ τις θεόθεν χόλος ἔσσεται εἵνεκ’ ἀρωγῆς.”

### book 2.260.3

Τὼ μὲν ἔπειθ’ ὅρκῳ, καὶ ἀλαλκέμεναι μενέαινον·

### book 2.260.4

αἶψα δὲ κουρότεροι πεπονήατο δαῖτα γέροντι,

### book 2.260.5

λοίσθιον Ἁρπυίῃσιν ἑλώριον· ἐγγύθι δ’ ἄμφω

### book 2.265.1

στῆσαν, ἵνα ξιφέεσσιν ἐπεσσυμένας ἐλάσειαν.

### book 2.265.2

καὶ δὴ τὰ πρώτισθ’ ὁ γέρων ἔψαυεν ἐδωδῆς,

### book 2.265.3

αἱ δ’ ἄφαρ, ἠύτ’ ἄελλαι ἀδευκέες ἢ στεροπαὶ ὥς,

### book 2.265.4

ἀπρόφατοι νεφέων ἐξάλμεναι ἐσσεύοντο

### book 2.265.5

κλαγγῇ μαιμώωσαι ἐδητύος. οἱ δ’ ἐσιδόντες

### book 2.270.1

ἥρωες μεσσηγὺς ἀνίαχον, αἱ δ’ ἅμ’ ἀυτῇ

### book 2.270.2

πάντα καταβρώξασαι, ὑπὲρ πόντοιο φέροντο

### book 2.270.3

τῆλε παρέξ, ὀδμὴ δὲ δυσάνσχετος αὖθι λέλειπτο.

### book 2.1

τάων δ’ αὖ κατόπισθε δύω υἷες Βορέαο

### book 2.2

φάσγαν’ ἐπισχόμενοι ἐπ’ ἴσῳ θέον, ἐν γὰρ ἕηκεν

### book 2.275.1

Ζεὺς μένος ἀκάματόν σφιν· ἀτὰρ Διὸς οὔ κεν ἑπέσθην

### book 2.275.2

νόσφιν, ἐπεὶ ζεφύροιο παραΐσσεσκον ἀέλλας

### book 2.275.3

αἰέν, ὅτ’ ἐς Φινῆα καὶ ἐκ Φινῆος ἴοιεν.

### book 2.275.4

ὡς δ’ ὅτ’ ἐνὶ κνημοῖσι κύνες δεδαημένοι ἄγρης

### book 2.275.5

ἢ αἶγας κεραοὺς ἠὲ πρόκας ἰχνεύοντες

### book 2.280.1

θείωσιν, τυτθὸν δὲ τιταινόμενοι μετόπισθεν

### book 2.280.2

ἄκρῃς ἐν γενύεσσι μάτην ἀράβησαν ὀδόντας—

### book 2.280.3

ὧς Ζήτης Κάλαΐς τε μάλα σχεδὸν ἀίσσοντες

### book 2.280.4

τάων ἀκροτάτῃσιν ἐπέχραον ἤλιθα χερσίν.

### book 2.280.5

καί νύ κε δή σφ’ ἀέκητι θεῶν διεδηλήσαντο,

### book 2.285.1

πολλὸν ἑκὰς νήσοισιν ἔπι Πλωτῇσι κιχόντες,

### book 2.285.2

εἰ μὴ ἄρ’ ὠκέα Ἶρις ἴδεν, κατὰ δ’ αἰθέρος ἆλτο

### book 2.285.3

οὐρανόθεν, καὶ τοῖα παραιφαμένη κατέρυκεν·

### book 2.285.4

“Οὐ θέμις, ὦ υἱεῖς Βορέω, ξιφέεσσιν ἐλάσσαι

### book 2.285.5

Ἁρπυίας, μεγάλοιο Διὸς κύνας· ὅρκια δ’ αὐτή

### book 2.290.1

δώσω ἐγὼν ὡς οὔ οἱ ἔτι χρίμψουσιν ἰοῦσαι.”

### book 2.290.2

Ὧς φαμένη, λοιβὴν Στυγὸς ὤμοσεν, ἥ τε θεοῖσιν

### book 2.290.3

ῥιγίστη πάντεσσιν ὀπιδνοτάτη τε τέτυκται,

### book 2.290.4

μὴ μὲν Ἀγηνορίδαο δόμοις ἔτι τάσδε πελάσσαι

### book 2.290.5

εἰσαῦτις Φινῆος, ἐπεὶ καὶ μόρσιμον ἦεν.

### book 2.295.1

οἱ δ’ ὅρκῳ εἴξαντες ὑπέστρεφον ἂψ ἐπὶ νῆα

### book 2.295.2

σώεσθαι· Στροφάδας δὲ μετακλείους’ ἄνθρωποι

### book 2.1

νήσους τοῖο ἕκητι, πάρος Πλωτὰς καλέοντες.

### book 2.2

Ἅρπυιαι δ’ Ἶρίς τε διέτμαγον· αἱ μὲν ἔδυσαν

### book 2.3

κευθμῶνα Κρήτης Μινωίδος, ἡ δ’ ἀνόρουσεν

### book 2.1

Οὔλυμπόνδε θοῇσι μεταχρονίη πτερύγεσσιν.

### book 2.2

Τόφρα δ’ ἀριστῆες, πινόεν περὶ δέρμα γέροντος

### book 2.3

πάντη φοιβήσαντες, ἐπικριδὸν ἱρεύσαντο

### book 2.4

μῆλα τά τ’ ἐξ Ἀμύκοιο λεηλασίης ἐκόμισσαν.

### book 2.5

αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνὶ μεγάροισιν ἔθεντο,

### book 2.305.1

δαίνυνθ’ ἑζόμενοι· σὺν δέ σφισι δαίνυτο Φινεύς

### book 2.305.2

ἁρπαλέως, οἷόν τ’ ἐν ὀνείρασι θυμὸν ἰαίνων.

### book 2.305.3

ἔνθα δ’, ἐπεὶ δόρποιο κορέσσαντ’ ἠδὲ ποτῆτος,

### book 2.305.4

παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες·

### book 2.305.5

αὐτὸς δ’ ἐν μέσσοισι παρ’ ἐσχάρῃ ἧσθ’ ὁ γεραιός,

### book 2.310.1

πείρατα ναυτιλίης ἐνέπων ἄνυσίν τε κελεύθου·

### book 2.310.2

“Κλῦτέ νυν· οὐ μὲν πάντα πέλει θέμις ὔμμι δαῆναι

### book 2.310.3

ἀτρεκές, ὅσσα δ’ ὄρωρε θεοῖς φίλον, οὐκ ἐπικεύσω.

### book 2.310.4

ἀασάμην καὶ πρόσθε Διὸς νόον ἀφραδίῃσιν

### book 2.310.5

χρείων ἑξείης τε καὶ ἐς τέλος. ὧδε γὰρ αὐτός

### book 2.315.1

βούλεται ἀνθρώποις ἐπιδευέα θέσφατα φαίνειν

### book 2.315.2

μαντοσύνης, ἵνα καί τι θεῶν χατέωσι νόοιο.

### book 2.315.3

Πέτρας μὲν πάμπρωτον ἀφορμηθέντες ἐμεῖο

### book 2.315.4

Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσι.

### book 2.315.5

τάων οὔ τινά φημι διαμπερὲς ἐξαλέασθαι·

### book 2.320.1

οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν,

### book 2.320.2

ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν

### book 2.1

εἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρ

### book 2.2

βρασσόμενον, στρηνὲς δὲ πέρι στυφελὴ βρέμει ἀκτή.

### book 2.3

τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε,

### book 2.325.1

εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τ’ ἀλέγοντες

### book 2.325.2

πείρετε, μηδ’ αὔτως αὐτάγρετον οἶτον ὀλέσθαι

### book 2.325.3

ἀφραδέως ἰθύετ’ ἐπισπόμενοι νεότητι.

### book 2.325.4

οἰωνῷ δὴ πρόσθε πελειάδι πειρήσασθαι,

### book 2.325.5

νηὸς ἄπο πρό μιν ἕντας, ἐφίεμαι. ἢν δὲ δι’ αὐτῶν

### book 2.330.1

πετράων Πόντονδε σόη πτερύγεσσι δίηται,

### book 2.330.2

μηκέτι δὴν μηδ’ αὐτοὶ ἐρητύεσθε κελεύθου,

### book 2.330.3

ἀλλ’ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμά

### book 2.330.4

τέμνεθ’ ἁλὸς στεινωπόν, ἐπεὶ φάος οὔ νύ τι τόσσον

### book 2.330.5

ἔσσετ’ ἐν εὐχωλῇσιν ὅσον τ’ ἐνὶ κάρτεϊ χειρῶν·

### book 2.335.1

τῶ καὶ τἆλλα μεθέντας ὀνήιστον πονέεσθαι

### book 2.335.2

θαρσαλέως· πρὶν δ’ οὔ τι θεοὺς λίσσεσθαι ἐρύκω.

### book 2.335.3

εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται,

### book 2.335.4

ἄψορροι στέλλεσθαι, ἐπεὶ πολὺ βέλτερον εἶξαι

### book 2.335.5

ἀθανάτοις· οὐ γάρ κε κακὸν μόρον ἐξαλέαισθε

### book 2.340.1

πετράων, οὐδ’ εἴ κε σιδηρείη πέλοι Ἀργώ.

### book 2.340.2

ὦ μέλεοι, μὴ τλῆτε παρὲξ ἐμὰ θέσφατα βῆναι,

### book 2.1

εἰ καί με τρὶς τόσσον ὀίεσθ’ Οὐρανίδῃσιν

### book 2.2

ὅσσον ἀνάρσιός εἰμι, καὶ εἰ πλεῖον, στυγέεσθαι·

### book 2.3

μὴ τλῆτ’ οἰωνοῖο πάρεξ ἔτι νηὶ περῆσαι.

### book 2.345.1

καὶ τὰ μὲν ὥς κε πέλῃ, τὼς ἔσσεται· ἢν δὲ φύγητε

### book 2.345.2

σύνδρομα πετράων ἀσκηθέες ἔνδοθι Πόντου,

### book 2.345.3

αὐτίκα Βιθυνῶν ἐπὶ δεξιὰ γαῖαν ἔχοντες

### book 2.345.4

πλώετε ῥηγμῖνας πεφυλαγμένοι, εἰσόκεν αὖτε

### book 2.345.5

Ῥήβαν ὠκυρόην ποταμόν, ἄκρην τε Μέλαιναν

### book 2.1

γνάμψαντες νήσου Θυνηίδος ὅρμον ἵκησθε.

### book 2.2

κεῖθεν δ’ οὐ μάλα πουλὺ διὲξ ἁλὸς ἀντιπέραιαν

### book 2.3

γῆν Μαριανδυνῶν ἐπικέλσετε †νοστήσαντες,

### book 2.4

ἔνθα μὲν εἰς Ἀίδαο καταιβάτις ἐστὶ κέλευθος,

### book 2.5

ἄκρη δὲ προβλὴς Ἀχερουσιὰς ὑψόθι τείνει,

### book 2.355.1

δινήεις τ’ Ἀχέρων, αὐτὴν διὰ νειόθι τέμνων

### book 2.355.2

ἄκρην, ἐκ μεγάλης προχοὰς ἵησι φάραγγος.

### book 2.355.3

ἀγχίμολον δ’ ἐπὶ τῇ πολέας παρανεῖσθε κολωνούς

### book 2.355.4

Παφλαγόνων, τοῖσίν τ’ Ἐνετήιος ἐμβασίλευε

### book 2.355.5

πρῶτα Πέλοψ, τοῦ περ καὶ ἀφ’ αἵματος εὐχετόωνται.

### book 2.360.1

ἔστι δέ τις ἄκρη Ἑλίκης κατεναντίον Ἄρκτου,

### book 2.360.2

πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν,

### book 2.360.3

τῆς τ’ αἴπει βορέαο πέρι σχίζονται ἄελλαι,

### book 2.360.4

ὧδε μάλ’ ἂμ πέλαγος τετραμμένη αἰθέρι κύρει·

### book 2.360.5

τήνδε περιγνάμψαντι, Πολὺς παρακέκλιται ἤδη

### book 2.365.1

Αἰγιαλός. Πολέος δ’ ἐπὶ πείρασιν Αἰγιαλοῖο

### book 2.365.2

ἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ Ἅλυος ποταμοῖο

### book 2.365.3

δεινὸν ἐρεύγονται· μετὰ τὸν δ’ ἀγχίρροος Ἶρις

### book 2.365.4

μειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις.

### book 2.365.5

κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκών

### book 2.370.1

ἐξανέχει γαίης· ἔπι δὲ στόμα Θερμώδοντος

### book 2.370.2

κόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ὑπ’ ἄκρην

### book 2.370.3

μύρεται, εὐρείης διαειμένος ἠπείροιο.

### book 2.370.4

ἔνθα δὲ Δοίαντος πεδίον, σχεδόθεν δὲ πόληες

### book 2.370.5

τρισσαὶ Ἀμαζονίδων· μετὰ δὲ σμυγερώτατοι ἀνδρῶν,

### book 2.375.1

τρηχείην Χάλυβες καὶ ἀτειρέα γαῖαν ἔχοντες

### book 2.375.2

ἐργατίναι, τοὶ δ’ ἀμφὶ σιδήρεα ἔργα μέλονται.

### book 2.375.3

ἄγχι δὲ ναιετάουσι πολύρρηνες Τιβαρηνοί

### book 2.375.4

Ζηνὸς Ἐυξείνοιο Γενηταίην ὑπὲρ ἄκρην.

### book 2.375.5

τοῖς δ’ ἐπὶ Μοσσύνοικοι ὁμούριοι ὑλήεσσαν

### book 2.380.1

ἑξείης ἤπειρον ὑπωρείας τε νέμονται,

### book 2.380.2

δουρατέοις †πύργοισιν ἐν οἰκία τεκτήναντες

### book 2.381A

κάλινα καὶ πύργους εὐπηγέας, οὓς καλέουσιν

### book 2.381B

μόσσυνας, καὶ δ’ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν.

### book 2.382.1

τοὺς παραμειβόμενοι, λισσῇ ἐπικέλσατε νήσῳ,

### book 2.382.2

μήτι παντοίῃ μέγ’ ἀναιδέας ἐξελάσαντες

### book 2.382.3

οἰωνοὺς οἳ δῆθεν ἀπειρέσιοι ἐφέπουσιν

### book 2.385.1

νῆσον ἐρημαίην· τῇ μέν τ’ ἐνὶ νηὸν Ἄρηος

### book 2.385.2

λαΐνεον ποίησαν Ἀμαζονίδων βασίλειαι

### book 2.385.3

Ὀτρηρή τε καὶ Ἀντιόπη, ὁπότε στρατόωντο

### book 2.385.4

ἔνθα γὰρ ὔμμιν ὄνειαρ ἀδευκέος ἐξ ἁλὸς εἶσιν

### book 2.385.5

ἄρητον· τῶ καί τε φίλα φρονέων ἀγορεύω

### book 2.390.1

ἰσχέμεν—ἀλλὰ τίη με πάλιν χρειὼ ἀλιτέσθαι

### book 2.390.2

μαντοσύνῃ τὰ ἕκαστα διηνεκὲς ἐξενέποντα;

### book 2.390.3

νήσου δὲ προτέρωσε καὶ ἠπείροιο περαίης

### book 2.390.4

φέρβονται Φίλυρες· Φιλύρων δ’ ἐφύπερθεν ἔασιν

### book 2.390.5

Μάκρωνες, μετὰ δ’ αὖ περιώσια φῦλα Βεχείρων·

### book 2.395.1

ἑξείης δὲ Σάπειρες ἐπὶ σφίσι ναιετάουσιν,

### book 2.395.2

Βύζηρες δ’ ἐπὶ τοῖσιν ὁμώλακες, ὧν ὕπερ ἤδη

### book 2.395.3

αὐτοὶ Κόλχοι ἔχονται ἀρήιοι. ἀλλ’ ἐνὶ νηί

### book 2.395.4

πείρεθ’, ἕως μυχάτῃ κεν ἐνιχρίμψητε θαλάσσῃ.

### book 2.395.5

ἔνθα δ’ ἀπ’ ἠπείροιο Κυταιίδος ἠδ’ Ἀμαραντῶν

### book 2.1

τηλόθεν ἐξ ὀρέων πεδίοιό τε Κιρκαίοιο

### book 2.2

Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει·

### book 2.3

κείνου νῆ’ ἐλάοντες ἐπὶ προχοὰς ποταμοῖο,

### book 2.1

πύργους εἰσόψεσθε Κυταιέος Αἰήταο,

### book 2.2

ἄλσος τε σκιόειν Ἄρεος, τόθι κῶας ἐπ’ ἄκρης

### book 2.405.1

πεπτάμενον φηγοῖο δράκων, τέρας αἰνὸν ἰδέσθαι,

### book 2.405.2

ἀμφὶς ὀπιπτεύει δεδοκημένος· οὐδέ οἱ ἦμαρ,

### book 2.405.3

οὐ κνέφας ἥδυμος ὕπνος ἀναιδέε δάμναται ὄσσε.”

### book 2.405.4

Ὧς ἄρ’ ἔφη· τοὺς δ’ εἶθαρ ἕλεν δέος εἰσαΐοντας,

### book 2.405.5

δὴν δ’ ἔσαν ἀμφασίῃ βεβολημένοι. ὀψὲ δ’ ἔειπε

### book 2.410.1

ἥρως Αἴσονος υἱός, ἀμηχανέων κακότητι·

### book 2.410.2

“Ὦ γέρον, ἤδη μέν τε διίκεο πείρατ’ †ἀέθλων

### book 2.410.3

ναυτιλίης καὶ τέκμαρ ὅτῳ στυγερὰς διὰ πέτρας

### book 2.410.4

πειθόμενοι Πόντονδε περήσομεν· εἰ δέ κεν αὖτις,

### book 2.410.5

τάσδ’ ἡμῖν προφυγοῦσιν, ἐς Ἑλλάδα νόστος ὀπίσσω

### book 2.415.1

ἔσσεται, ἀσπαστῶς κε παραὶ σέο καὶ τὸ δαείην.

### book 2.415.2

πῶς ἔρδω, πῶς αὖτε τόσην ἁλὸς εἶμι κέλευθον,

### book 2.415.3

νῆις ἐὼν ἑτάροις ἅμα νήισιν—Αἶα δὲ Κολχίς

### book 2.415.4

Πόντου καὶ γαίης ἐπικέκλιται ἐσχατιῇσιν;”

### book 2.415.5

Ὧς φάτο· τὸν δ’ ὁ γεραιὸς ἀμειβόμενος προσέειπεν·

### book 2.420.1

“Ὦ τέκος, εὖτ’ ἂν πρῶτα φύγῃς ὀλοὰς διὰ πέτρας,

### book 2.420.2

θάρσει· ἐπεὶ δαίμων ἕτερον πλόον ἡγεμονεύσει

### book 2.420.3

ἐξ Αἴης, μετὰ δ’ Αἶαν ἅλις πομπῆες ἔσονται.

### book 2.420.4

ἀλλὰ φίλοι φράζεσθε θεᾶς δολόεσσαν ἀρωγήν

### book 2.420.5

Κύπριδος, ἐν γὰρ τῇ κλυτὰ πείρατα κεῖται ἀέθλου·

### book 2.425.1

καὶ δέ με μηκέτι τῶνδε περαιτέρω ἐξερέεσθε.”

### book 2.425.2

Ὧς φάτ’ Ἀγηνορίδης· ἐπὶ δὲ σχεδὸν υἱέε δοιώ

### book 2.425.3

Θρηικίου Βορέαο κατ’ αἰθέρος ἀίξαντε

### book 2.425.4

οὐδῷ ἔπι κραιπνοὺς ἔβαλον πόδας· οἱ δ’ ἀνόρουσαν

### book 2.425.5

ἐξ ἑδέων ἥρωες, ὅπως παρεόντας ἴδοντο.

### book 2.430.1

Ζήτης δ’ ἱεμένοισιν, ἔτ’ ἄσπετον ἐκ καμάτοιο

### book 2.430.2

ἆσθμ’ ἀναφυσιόων, μετεφώνεεν ὅσσον ἄπωθεν

### book 2.430.3

ἤλασαν, ἠδ’ ὡς Ἶρις ἐρύκακε τάσδε δαΐξαι,

### book 2.430.4

ὅρκιά τ’ εὐμενέουσα θεὰ πόρεν, αἱ δ’ ὑπέδυσαν

### book 2.430.5

δείματι Δικταίης περιωσίῳ ἄντρον ἐρίπνης.

### book 2.435.1

γηθόσυνοι δἤπειτα δόμοις ἔνι πάντες ἑταῖροι

### book 2.435.2

αὐτός τ’ ἀγγελίῃ Φινεὺς πέλεν. ὦκα δὲ τόνγε

### book 2.435.3

Αἰσονίδης, περιπολλὸν ἐυφρονέων, προσέειπεν·

### book 2.435.4

“Ἦ ἄρα δή τις ἔην Φινεῦ θεὸς ὃς σέθεν ἄτης

### book 2.435.5

κήδετο λευγαλέης, καὶ δ’ ἡμέας αὖθι πέλασσεν

### book 2.440.1

τηλόθεν, ὄφρα τοι υἷες ἀμύνειαν Βορέαο·

### book 2.440.2

εἰ δὲ καὶ ὀφθαλμοῖσι φόως πόροι, ἦ τ’ ἂν ὀίω

### book 2.440.3

γηθήσειν ὅσον εἴπερ ὑπότροπος οἴκαδ’ ἱκοίμην.”

### book 2.440.4

Ὧς ἔφατ’· αὐτὰρ ὁ τόνγε κατηφήσας προσέειπεν·

### book 2.440.5

“Αἰσονίδη, τὸ μὲν οὐ παλινάγρετον οὐδέ τι μῆχος

### book 2.445.1

ἔστ’ ὀπίσω, κενεαὶ γὰρ ὑποσμύχονται ὀπωπαί·

### book 2.445.2

ἀντὶ δὲ τοῦ θάνατόν μοι ἄφαρ θεὸς ἐγγυαλίξαι,

### book 2.445.3

καί τε θανὼν πάσῃσι μετέσσομαι ἀγλαΐῃσιν.”

### book 2.445.4

Ὧς τώγ’ ἀλλήλοισι παραβλήδην ἀγόρευον·

### book 2

αὐτίκα δ’ οὐ μετὰ δηρὸν †ἀμειβομένων ἐφαάνθη

### book 2.1

ἠριγενής, τὸν δ’ ἀμφὶ περικτίται ἠγερέθοντο

### book 2.2

ἀνέρες, οἳ καὶ πρόσθεν ἐπ’ ἤματι κεῖσε θάμιζον

### book 2.3

αἰὲν ὁμῶς φορέοντες ἑῆς ἀπὸ μοῖραν ἐδωδῆς·

### book 2.4

τοῖς ὁ γέρων πάντεσσιν, ὅτις καὶ ἀφαυρὸς ἵκοιτο,

### book 2.5

ἔχραεν ἐνδυκέως, πολέων δ’ ἀπὸ πήματ’ ἔλυσεν

### book 2.455.1

μαντοσύνῃ· τῶ καί μιν ἐποιχόμενοι κομέεσκον.

### book 2.455.2

σὺν τοῖσιν δ’ ἵκανε Παραίβιος, ὅς ῥά οἱ ἦεν

### book 2.455.3

φίλτατος, ἀσπάσιος δὲ δόμοις ἔνι τούσγ’ ἐνόησεν·

### book 2.455.4

πρὶν γὰρ δή νύ ποτ’ αὐτὸς ἀριστήων στόλον ἀνδρῶν

### book 2.455.5

Ἑλλάδος ἒξ ἀνιόντα μετὰ πτόλιν Αἰήταο

### book 2.460.1

πείσματ’ ἀνάψεσθαι μυθήσατο Θυνίδι γαίῃ,

### book 2.460.2

οἵ τέ οἱ Ἁρπυίας Διόθεν σχήσουσιν ἰούσας.

### book 2.460.3

τοὺς μὲν ἔπειτ’, ἐπέεσσιν ἀρεσσάμενος πυκινοῖσιν,

### book 2.460.4

πέμφ’ ὁ γέρων, οἶον δὲ Παραίβιον αὐτόθι μίμνειν

### book 2.460.5

κέκλετ’ ἀριστήεσσι σὺν ἀνδράσιν. αἶψα δὲ τόνγε

### book 2.465.1

σφωιτέρων ὀίων ὅτις ἔξοχος εἰς ἓ κομίσσαι

### book 2.465.2

ἧκεν ἐποτρύνας· τοῦ δ’ ἐκ μεγάροιο κιόντος,

### book 2.465.3

μειλιχίως †ἐρέτῃσιν ὁμηγερέεσσι μετηύδα·

### book 2.465.4

“Ὦ φίλοι, οὐκ ἄρα πάντες ὑπέρβιοι ἄνδρες ἔασιν,

### book 2.465.5

οὐδ’ εὐεργεσίης ἀμνήμονες· ὡς καὶ ὅδ’ ἀνήρ

### book 2.470.1

τοῖος ἐὼν δεῦρ’ ἦλθεν, ἑὸν μόρον ὄφρα δαείη.

### book 2.470.2

εὖτε γὰρ οὖν ὡς πλεῖστα κάμοι καὶ πλεῖστα μογήσαι,

### book 2.470.3

δὴ τότε μιν περιπολλὸν ἐπασσυτέρη βιότοιο

### book 2.470.4

χρησμοσύνη τρύχεσκεν, ἐπ’ ἤματι δ’ ἦμαρ ὀρώρει

### book 2.470.5

κύντερον· οὐδέ τις ἦεν ἀνάπνευσις μογέοντι,

### book 2.475.1

ἀλλ’ ὅγε πατρὸς ἑοῖο κακὴν τίνεσκεν ἀμοιβήν

### book 2.475.2

ἀμπλακίης. ὁ γὰρ οἶος ἐν οὔρεσι δένδρεα τάμνων

### book 2.475.3

δή ποθ’ ἁμαδρυάδος νύμφης ἀθέριξε λιτάων,

### book 2.475.4

ἥ μιν ὀδυρομένη ἀδινῷ μειλίσσετο μύθῳ

### book 2.475.5

μὴ ταμέειν πρέμνον δρυὸς ἥλικος, ᾗ ἔπι πουλύν

### book 2.480.1

αἰῶνα τρίβεσκε διηνεκές· αὐτὰρ ὁ τήνγε

### book 2.480.2

ἀφραδέως ἔτμηξεν ἀγηνορίῃ νεότητος.

### book 2.480.3

τῷδ’ ἄρα νηκερδῆ νύμφη πόρεν οἶτον ὀπίσσω

### book 2.480.4

αὐτῷ καὶ τεκέεσσιν. ἔγωγε μέν, εὖτ’ ἀφίκανεν,

### book 2.480.5

ἀμπλακίην ἔγνων· βωμὸν δ’ ἐκέλευσα καμόντα

### book 2.485.1

Θυνιάδος νύμφης, λωφήια ῥέξαι ἐπ’ αὐτῷ

### book 2.485.2

ἱερά, πατρῴην αἰτεύμενον αἶσαν ἀλύξαι.

### book 2.485.3

ἔνθ’ ἐπεὶ ἔκφυγε κῆρα θεήλατον, οὔποτ’ ἐμεῖο

### book 2.485.4

ἐκλάθετ’ οὐδ’ ἀθέριξε· μόλις δ’ ἀέκοντα θύραζε

### book 2.485.5

πέμπω, ἐπεὶ μέμονέν γε παρέμμεναι ἀσχαλόωντι.”

### book 2.490.1

Ὧς φάτ’ Ἀγηνορίδης· ὁ δ’ ἐπισχεδὸν αὐτίκα δοιώ

### book 2.490.2

ἤλυθ’ ἄγων ποίμνηθεν ὄις. ἀνὰ δ’ ἵστατ’ Ἰήσων,

### book 2.490.3

ἂν δὲ Βορήιοι υἷες ἐφημοσύνῃσι γέροντος,

### book 2.490.4

ὦκα δὲ κεκλόμενοι Μαντήιον Ἀπόλλωνα

### book 2.490.5

ῥέζον ἐπ’ ἐσχαρόφιν, νέον ἤματος ἀνομένοιο·

### book 2.495.1

κουρότεροι δ’ ἑτάρων μενοεικέα δαῖτ’ ἀλέγυνον.

### book 2.495.2

ἔνθ’ εὖ δαισάμενοι, τοὶ μὲν παρὰ πείσματα νηός,

### book 2.495.3

τοὶ δ’ αὐτοῦ κατὰ δώματ’ ἀολλέες εὐνάζοντο.

### book 2.495.4

Ἦρι δ’ ἐτήσιοι αὖραι ἐπέχραον, αἵ τ’ ἀνὰ πᾶσαν

### book 2.495.5

γαῖαν ὁμῶς τοιῇδε Διὸς πνείουσιν ἀρωγῇ.

### book 2.1

Κυρήνη πεφάτισται ἕλος πάρα Πηνειοῖο

### book 2.2

μῆλα νέμειν προτέροισι παρ’ ἀνδράσιν, εὔαδε γάρ οἱ

### book 2.3

παρθενίη καὶ λέκτρον ἀκήρατον. αὐτὰρ Ἀπόλλων

### book 2.4

τήνγ’ ἀνερειψάμενος ποταμῷ ἔπι ποιμαίνουσαν,

### book 2.5

τηλόθεν Αἱμονίης χθονίῃς παρακάτθετο νύμφαις

### book 2.505.1

αἳ Λιβύην ἐνέμοντο παραὶ Μυρτώσιον αἶπος.

### book 2.505.2

ἔνθα δ’ Ἀρισταῖον Φοίβῳ τέκεν, ὃν καλέουσιν

### book 2.505.3

Ἀγρέα καὶ Νόμιον πολυλήιοι Αἱμονιῆες·

### book 2.505.4

τὴν μὲν γὰρ φιλότητι θεὸς ποιήσατο νύμφην

### book 2.505.5

αὐτοῦ μακραίωνα καὶ ἀγρότιν, υἷα δ’ ἔνεικεν

### book 2.510.1

νηπίαχον Χείρωνος ὑπ’ ἄντροισιν κομέεσθαι·

### book 2.510.2

τῷ καὶ ἀεξηθέντι θεαὶ γάμον ἐμνήστευσαν

### book 2.510.3

Μοῦσαι· ἀκεστορίην τε θεοπροπίας τ’ ἐδίδαξαν,

### book 2.510.4

καί μιν ἑῶν μήλων θέσαν ἤρανον ὅσς’ ἐνέμοντο

### book 2.510.5

ἂμ πεδίον Φθίης Ἀθαμάντιον ἀμφί τ’ ἐρυμνήν

### book 2.515.1

Ὄθρυν καὶ ποταμοῦ ἱερὸν ῥόον Ἀπιδανοῖο.

### book 2.515.2

ἦμος δ’ οὐρανόθεν Μινωίδας ἔφλεγε νήσους

### book 2.515.3

Σείριος οὐδέ τι δηρὸν ἔην ἄκος ἐνναέτῃσιν,

### book 2.515.4

τῆμος τόνγ’ ἐκάλεσσαν ἐφημοσύνῃς Ἑκάτοιο

### book 2.515.5

λοιμοῦ ἀλεξητῆρα. λίπεν δ’ ὅγε πατρὸς ἐφετμῇ

### book 2.520.1

Φθίην, ἐν δὲ Κέῳ κατενάσσατο, λαὸν ἀγείρας

### book 2.520.2

Παρράσιον τοίπερ τε Λυκάονός εἰσι γενέθλης·

### book 2.520.3

καὶ βωμὸν ποίησε μέγαν Διὸς Ἰκμαίοιο,

### book 2.520.4

ἱερά τ’ εὖ ἔρρεξεν ἐν οὔρεσιν ἀστέρι κείνῳ

### book 2.520.5

Σειρίῳ αὐτῷ τε Κρονίδῃ Διί. τοῖο ἕκητι

### book 2.525

γαῖαν ἐπιψύχουσιν ἐτήσιοι ἐκ Διὸς αὖραι

### book 2.1

ἤματα τεσσαράκοντα, Κέῳ δ’ ἔτι νῦν ἱερῆες

### book 2.2

ἀντολέων προπάροιθε Κυνὸς ῥέζουσι θυηλάς.

### book 2.3

καὶ τὰ μὲν ὧς ὑδέονται· ἀριστῆες δὲ καταῦθι

### book 2.4

μίμνον ἐρυκόμενοι, ξεινήια δ’ ἄσπετα Θυνοί

### book 2.530.1

πάνδημοι, Φινῆι χαριζόμενοι, προΐαλλον.

### book 2.530.2

Ἐκ δὲ τόθεν μακάρεσσι δυώδεκα δωμήσαντες

### book 2.530.3

βωμὸν ἁλὸς ῥηγμῖνι πέρην καὶ ἐφ’ ἱερὰ θέντες,

### book 2.530.4

νῆα θοὴν εἴσβαινον ἐρεσσέμεν· οὐδὲ πελείης

### book 2.530.5

τρήρωνος λήθοντο μετὰ φρεσίν, ἀλλ’ ἄρα τήνγε

### book 2.535.1

δείματι πεπτηυῖαν ἑῇ φέρε χειρὶ μεμαρπώς

### book 2.535.2

Εὔφημος· γαίης δ’ ἀπὸ διπλόα πείσματ’ ἔλυσαν.

### book 2.535.3

οὐδ’ ἄρ’ Ἀθηναίην προτέρω λάθον ὁρμηθέντες·

### book 2.535.4

αὐτίκα δ’ ἐσσυμένως, νεφέλης ἐπιβᾶσα πόδεσσι

### book 2.535.5

κούφης, ἥ κε φέροι μιν ἄφαρ βριαρήν περ ἐοῦσαν,

### book 2.540.1

σεύατ’ ἴμεν Πόντονδε, φίλα φρονέους’ ἐρέτῃσιν.

### book 2.540.2

ὡς δ’ ὅτε τις πάτρηθεν ἀλώμενος, οἷά τε πολλά

### book 2.542/45*

πλαζόμεθ’ ἄνθρωποι τετληότες, | ἄλλοτε ἄλλῃ

### book 2.546/42*

ὀξέα πορφύρων ἐπιμαίεται, | οὐδέ τις αἶα

### book 2.543*

τηλουρός, πᾶσαι δὲ κατόψιοί εἰσι πόληες,

### book 2.544*

σφωιτέρους δ’ ἐνόησε δόμους, ἄμυδις δὲ κέλευθος

### book 2.545/46*

ὑγρή τε τραφερή τ’ ἰνδάλλεται | ὀφθαλμοῖσιν—

### book 2.547.1

ὧς ἄρα καρπαλίμως κούρη Διὸς ἀίξασα

### book 2.547.2

θῆκεν ἐπ’ ἀξείνοιο πόδας Θυνηίδος ἀκτῆς.

### book 2

Οἱ δ’ ὅτε δὴ σκολιοῖο πόρου στεινωπὸν ἵκοντο

### book 2.1

τρηχείῃς σπιλάδεσσιν ἐεργμένον ἀμφοτέρωθεν,

### book 2.2

δινήεις ὑπένερθεν ἀνακλύζεσκεν ἰοῦσαν

### book 2.3

νῆα ῥόος, πολλὸν δὲ †φόβῳ προτέρωσε νέοντο.

### book 2.4

ἤδη δέ σφισι δοῦπος ἀρασσομένων πετράων

### book 2.5

νωλεμὲς οὔατ’ ἔβαλλε, βόων δ’ ἁλιμυρέες ἀκταί·

### book 2.555.1

δὴ τότ’ ἔπειθ’ ὁ μὲν ὦρτο, πελειάδα χειρὶ μεμαρπώς,

### book 2.555.2

Εὔφημος πρῴρης ἐπιβήμεναι, οἱ δ’ ὑπ’ ἀνωγῇ

### book 2.555.3

Τίφυος Ἁγνιάδαο θελήμονα ποιήσαντο

### book 2.555.4

εἰρεσίην, ἵν’ ἔπειτα διὲκ πέτρας ἐλάσειαν

### book 2.555.5

κάρτεϊ ᾧ πίσυνοι. τὰς δ’ αὐτίκα λοίσθιον ἄλλων

### book 2.560.1

οἰγομένας ἀγκῶνα περιγνάμψαντες ἴδοντο,

### book 2.560.2

σὺν δέ σφιν χύτο θυμός. ὁ δ’ ἀίξαι πτερύγεσσιν

### book 2.560.3

Εὔφημος προέηκε πελειάδα, τοὶ δ’ ἅμα πάντες

### book 2.560.4

ἤειραν κεφαλὰς ἐσορώμενοι· ἡ δὲ δι’ αὐτῶν

### book 2.560.5

ἔπτατο. ταὶ δ’ ἄμυδις πάλιν ἀντίαι ἀλλήλῃσιν

### book 2.565.1

ἄμφω ὁμοῦ ξυνιοῦσαι ἐπέκτυπον· ὦρτο δὲ πολλή

### book 2.565.2

ἅλμη ἀναβρασθεῖσα, νέφος ὥς· αὖε δὲ πόντος

### book 2.565.3

σμερδαλέον, πάντη δὲ περὶ μέγας ἔβρεμεν αἰθήρ·

### book 2.565.4

κοῖλαι δὲ σπήλυγγες ὑπὸ σπιλάδας τρηχείας

### book 2.565.5

κλυζούσης ἁλὸς ἔνδον ἐβόμβεον, ὑψόθι δ’ ὄχθης

### book 2.570.1

λευκὴ καχλάζοντος ἀνέπτυε κύματος ἄχνη·

### book 2.570.2

νῆα δ’ ἔπειτα πέριξ εἴλει ῥόος· ἄκρα δ’ ἔκοψαν

### book 2.1

οὐραῖα πτερὰ ταίγε πελειάδος, ἡ δ’ ἀπόρουσεν

### book 2.2

ἀσκηθής, ἐρέται δὲ μέγ’ ἴαχον. ἔβραχε δ’ αὐτός

### book 2.3

Τῖφυς ἐρεσσέμεναι κρατερῶς· οἴγοντο γὰρ αὖτις

### book 2.575.1

ἄνδιχα. τοὺς δ’ ἐλάοντας ἔχεν τρόμος, ὄφρα †μιν αὖτις†

### book 2.575.2

πλημυρίς, παλίνορσος ἀνερχομένη, κατένεικεν

### book 2.575.3

εἴσω πετράων. τότε δ’ αἰνότατον δέος εἷλεν

### book 2.575.4

πάντας, ὑπὲρ κεφαλῆς γὰρ ἀμήχανος ἦεν ὄλεθρος.

### book 2.575.5

ἤδη δ’ ἔνθα καὶ ἔνθα διὰ πλατὺς εἴδετο Πόντος,

### book 2.580.1

καί σφισιν ἀπροφάτως ἀνέδυ μέγα κῦμα πάροιθεν

### book 2.580.2

κυρτόν, ἀποτμῆγι σκοπιῇ ἴσον· οἱ δ’ ἐσιδόντες

### book 2.580.3

ἤμυσαν λοξοῖσι καρήασιν, εἴσατο γάρ ῥα

### book 2.580.4

νηὸς ὑπὲρ πάσης κατεπάλμενον ἀμφικαλύψειν,

### book 2.580.5

ἀλλά μιν ἔφθη Τῖφυς ὑπ’ εἰρεσίῃ βαρύθουσαν

### book 2.585.1

ἀγχαλάσας· τὸ δὲ πολλὸν ὑπὸ τρόπιν ἐξεκυλίσθη,

### book 2.585.2

ἐκ δ’ αὐτὴν πρύμνηθεν ἀνείρυσε τηλόθι νῆα

### book 2.585.3

πετράων, ὑψοῦ δὲ μεταχρονίη πεφόρητο.

### book 2.585.4

Εὔφημος δ’ ἀνὰ πάντας ἰὼν βοάασκεν ἑταίρους

### book 2.585.5

ἐμβαλέειν κώπῃσιν ὅσον σθένος. οἱ δ’ ἀλαλητῷ

### book 2.590.1

κόπτον ὕδωρ· ὅσσον δ’ ὑποείκαθε νηῦς ἐρέτῃσιν,

### book 2.590.2

δὶς τόσον ἂψ ἀπόρουσεν, ἐπεγνάμπτοντο δὲ κῶπαι

### book 2.590.3

ἠύτε καμπύλα τόξα, βιαζομένων ἡρώων.

### book 2.590.4

ἔνθεν δ’ αὐτίκ’ ἔπειτα καταρρεπὲς ἔσσυτο κῦμα,

### book 2.590.5

ἡ δ’ ἄφαρ ὥστε κυλίνδρῳ ἐπέτρεχε κύματι λάβρῳ

### book 2.595.1

προπροκαταΐγδην κοίλης ἁλός. ἐν δ’ ἄρα μέσσαις

### book 2.595.2

Πληγάσι δινήεις εἷλεν ῥόος· αἱ δ’ ἑκάτερθεν

### book 2.595.3

σειόμεναι βρόμεον, πεπέδητο δὲ νήια δοῦρα·

### book 2.595.4

καὶ τότ’ Ἀθηναίη στιβαρῇ ἀντέσπασε πέτρης

### book 2.595.5

σκαιῇ, δεξιτερῇ δὲ διαμπερὲς ὦσε φέρεσθαι·

### book 2.1

ἡ δ’ ἰκέλη πτερόεντι μετήορος ἔσσυτ’ ὀιστῷ,

### book 2.2

ἔμπης δ’ ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβα

### book 2.3

νωλεμὲς ἐμπλήξασαι ἐναντίαι. αὐτὰρ Ἀθήνη

### book 2.4

Οὔλυμπόνδ’ ἀνόρουσεν, ὅτ’ ἀσκηθεῖς ὑπάλυξαν·

### book 2.5

πέτραι δ’ εἰς ἕνα χῶρον ἐπισχεδὸν ἀλλήλῃσιν

### book 2.605.1

νωλεμὲς ἐρρίζωθεν· ὃ δὴ καὶ μόρσιμον ἦεν

### book 2.605.2

ἐκ μακάρων, εὖτ’ ἄν τις †ἰδὼν διὰ νηὶ περάσσῃ.

### book 2.605.3

Οἱ δέ που ὀκρυόεντος ἀνέπνεον ἄρτι φόβοιο,

### book 2.605.4

ἠέρα παπταίνοντες ὁμοῦ πέλαγός τε θαλάσσης

### book 2.605.5

τῆλ’ ἀναπεπτάμενον· δὴ γὰρ φάσαν ἐξ Ἀίδαο

### book 2.610.1

σώεσθαι. Τῖφυς δὲ παροίτατος ἤρχετο μύθων·

### book 2.610.2

“Ἔλπομαι αὐτῇ νηὶ †τόγ’ ἔμπεδον ἐξαλέασθαι

### book 2.610.3

ἡμέας· οὐδέ τις ἄλλος ἐπαίτιος ὅσσον Ἀθήνη,

### book 2.610.4

ἥ οἱ ἐνέπνευσεν θεῖον μένος εὖτέ μιν Ἄργος

### book 2.610.5

γόμφοισιν συνάρασσε, θέμις δ’ οὐκ ἔστιν ἁλῶναι.

### book 2.615.1

Αἰσονίδη, τύνη δὲ τεοῦ βασιλῆος ἐφετμήν,

### book 2.615.2

εὖτε διὲκ πέτρας φυγέειν θεὸς ἧμιν ὄπασσε,

### book 2.615.3

μηκέτι δείδιθι τοῖον, ἐπεὶ μετόπισθεν ἀέθλους

### book 2.615.4

εὐπαλέας τελέεσθαι Ἀγηνορίδης φάτο Φινεύς.”

### book 2

Ἦ ῥ’ ἅμα καὶ προτέρωσε παραὶ Βιθυνίδα γαῖαν

### book 2.620.1

νῆα διὲκ πέλαγος σεῦεν μέσον· αὐτὰρ ὁ τόνγε

### book 2.620.2

μειλιχίοις ἐπέεσσι παραβλήδην προσέειπεν·

### book 2.620.3

“Τῖφυ, τίη μοι ταῦτα παρηγορέεις ἀχέοντι;

### book 2.620.4

ἤμβροτον, ἀασάμην τε κακὴν καὶ ἀμήχανον ἄτην·

### book 2.620.5

χρῆν γὰρ ἐφιεμένοιο καταντικρὺ Πελίαο

### book 2.625.1

αὐτίκ’ ἀνήνασθαι τόνδε στόλον, εἰ καὶ ἔμελλον

### book 2.625.2

νηλειῶς μελεϊστὶ κεδαιόμενος θανέεσθαι.

### book 2.625.3

νῦν δὲ περισσὸν δεῖμα καὶ ἀτλήτους μελεδῶνας

### book 2.625.4

†ἄγκειμαι, στυγέων μὲν ἁλὸς κρυόεντα κέλευθα

### book 2.625.5

νηὶ διαπλώειν, στυγέων δ’ ὅτ’ ἐπ’ ἠπείροιο

### book 2.630.1

βαίνωμεν, πάντη γὰρ ἀνάρσιοι ἄνδρες ἔασιν.

### book 2.630.2

αἰεὶ δὲ στονόεσσαν ἐπ’ ἤματι νύκτα φυλάσσω,

### book 2.630.3

ἐξότε τὸ πρώτιστον ἐμὴν χάριν ἠγερέθεσθε,

### book 2.630.4

φραζόμενος τὰ ἕκαστα. σὺ δ’ εὐμαρέως ἀγορεύεις,

### book 2.630.5

οἶον ἑῆς ψυχῆς ἀλέγων ὕπερ· αὐτὰρ ἔγωγε

### book 2.635.1

εἷο μὲν οὐδ’ ἠβαιὸν ἀτύζομαι, ἀμφὶ δὲ τοῖο

### book 2.635.2

καὶ τοῦ ὁμῶς καὶ σεῖο καὶ ἄλλων δείδι’ ἑταίρων,

### book 2.635.3

εἰ μὴ ἐς Ἑλλάδα γαῖαν ἀπήμονας ὔμμε κομίσσω.”

### book 2.635.4

Ὧς φάτ’, ἀριστήων πειρώμενος· οἱ δ’ ὁμάδησαν

### book 2.635.5

θαρσαλέοις ἐπέεσσιν. ὁ δὲ φρένας ἔνδον ἰάνθη

### book 2.640.1

κεκλομένων, καί ῥ’ αὖτις ἐπιρρήδην μετέειπεν·

### book 2.640.2

“Ὦ φίλοι, ὑμετέρῃ ἀρετῇ ἔπι θάρσος ἀέξω.

### book 2.640.3

τούνεκα νῦν οὐδ’ εἴ κε διὲξ Ἀίδαο βερέθρων

### book 2.640.4

στελλοίμην, ἔτι τάρβος ἀνάψομαι, εὖτε πέλεσθε

### book 2.640.5

ἔμπεδοι ἀργαλέοις ἐνὶ δείμασιν. ἀλλ’ ὅτε πέτρας

### book 2.645.1

Πληγάδας ἐξέπλωμεν, ὀίομαι οὐκ ἔτ’ ὀπίσσω

### book 2.645.2

ἔσσεσθαι τοιόνδ’ ἕτερον φόβον, εἰ ἐτεόν γε

### book 2.645.3

φραδμοσύνῃ Φινῆος ἐπισπόμενοι νεόμεσθα.”

### book 2.645.4

Ὧς φάτο· καὶ τοίων μὲν ἐλώφεον αὐτίκα μύθων,

### book 2.645.5

εἰρεσίῃ δ’ ἀλίαστον ἔχον πόνον. αἶψα δὲ τοίγε

### book 2.1

Ῥήβαν ὠκυρόην ποταμὸν σκόπελόν τε Κολώνης,

### book 2.2

ἄκρην δ’ οὐ μετὰ δηθὰ παρεξενέοντο Μέλαιναν,

### book 2.3

τῇ δ’ ἄρ’ ἐπὶ προχοὰς Φυλληίδας, ἔνθα πάροιθεν

### book 2.4

Διψακὸς υἷ’ Ἀθάμαντος ἑοῖς ὑπέδεκτο δόμοισιν,

### book 2.5

ὁππόθ’ ἅμα κριῷ φεῦγε πτόλιν Ὀρχομενοῖο·

### book 2.655.1

τίκτε δέ μιν νύμφη λειμωνιάς· οὐδέ οἱ ὕβρις

### book 2.655.2

ἥνδανεν, ἀλλ’ ἐθελημὸς ἐφ’ ὕδασι πατρὸς ἑοῖο

### book 2.655.3

μητέρι συνναίεσκεν, ἐπάκτια πώεα φέρβων.

### book 2.655.4

τοῦ μέν τ’ ἠρίον αἶψα, καὶ εὐρείας ποταμοῖο

### book 2.655.5

ἠιόνας πεδίον τε, βαθυρρείοντά τε Κάλπην

### book 2.660.1

δερκόμενοι παράμειβον, ὁμῶς ὅτ’ ἐπ’ ἤματι νύκτα

### book 2.660.2

νήνεμον ἀκαμάτῃσιν ἐπερρώοντ’ ἐλάτῃσιν.

### book 2.660.3

οἷοι δὲ πλαδόωσαν ἐπισχίζοντες ἄρουραν

### book 2.660.4

ἐργατίναι μογέουσι βόες, πέρι δ’ ἄσπετος ἱδρώς

### book 2.660.5

εἴβεται ἐκ λαγόνων τε καὶ αὐχένος, ὄμματα δέ σφιν

### book 2.665.1

λοξὰ παραστρωφῶνται ὑπὸ ζυγοῦ, αὐτὰρ ἀυτμή

### book 2.665.2

αὐαλέη στομάτων ἄμοτον βρέμει· οἱ δ’ ἐνὶ γαίῃ

### book 2.665.3

χηλὰς σκηρίπτοντε πανημέριοι πονέονται—

### book 2.1

τοῖς ἴκελοι ἥρωες ὑπὲξ ἁλὸς εἷλκον ἐρετμά.

### book 2.2

Ἦμος δ’ οὔτ’ ἄρ πω φάος ἄμβροτον οὔτ’ ἔτι λίην

### book 2.670.1

ὀρφναίη πέλεται, λεπτὸν δ’ ἐπιδέδρομε νυκτί

### book 2.670.2

φέγγος, ὅτ’ ἀμφιλύκην μιν ἀνεγρόμενοι καλέουσιν,

### book 2.670.3

τῆμος ἐρημαίης νήσου λιμέν’ εἰσελάσαντες

### book 2.670.4

Θυνιάδος καμάτῳ πολυπήμονι βαῖνον ἔραζε.

### book 2.670.5

τοῖσι δὲ Λητοῦς υἱός, ἀνερχόμενος Λυκίηθεν

### book 2.675.1

τῆλ’ ἐπ’ ἀπείρονα δῆμον Ὑπερβορέων ἀνθρώπων,

### book 2.675.2

ἐξεφάνη· χρύσεοι δὲ παρειάων ἑκάτερθεν

### book 2.675.3

πλοχμοὶ βοτρυόεντες ἐπερρώοντο κιόντι·

### book 2.675.4

λαιῇ δ’ ἀργύρεον νώμα βιόν, ἀμφὶ δὲ νώτοις

### book 2.675.5

ἰοδόκη τετάνυστο κατωμαδόν· ἡ δ’ ὑπὸ ποσσίν

### book 2.680.1

σείετο νῆσος ὅλη, κλύζεν δ’ ἐπὶ κύματα χέρσῳ.

### book 2.680.2

τοὺς δ’ ἕλε θάμβος ἰδόντας ἀμήχανον, οὐδέ τις ἔτλη

### book 2.680.3

ἀντίον αὐγάσσασθαι ἐς ὄμματα καλὰ θεοῖο,

### book 2.680.4

στὰν δὲ κάτω νεύσαντες ἐπὶ χθονός· αὐτὰρ ὁ τηλοῦ

### book 2.680.5

βῆ ῥ’ ἴμεναι πόντονδε δι’ ἠέρος. ὀψὲ δὲ τοῖον

### book 2.685.1

Ὀρφεὺς ἔκφατο μῦθον ἀριστήεσσι πιφαύσκων·

### book 2.685.2

“Εἰ δ’ ἄγε δὴ νῆσον μὲν Ἑωίου Ἀπόλλωνος

### book 2.685.3

τήνδ’ ἱερὴν κλείωμεν, ἐπεὶ πάντεσσι φαάνθη

### book 2.685.4

ἠῷος μετιών· τὰ δὲ ῥέξομεν οἷα πάρεστιν,

### book 2.685.5

βωμὸν ἀναστήσαντες ἐπάκτιον. εἰ δ’ ἂν ὀπίσσω

### book 2.690.1

γαῖαν ἐς Αἱμονίην ἀσκηθέα νόστον ὀπάσσῃ,

### book 2.690.2

δὴ τότε οἱ κεραῶν ἐπὶ μηρία θήσομεν αἰγῶν·

### book 2.1

νῦν δ’ αὔτως κνίσῃ λοιβῇσί τε μειλίξασθαι

### book 2.2

κέκλομαι· ἀλλ’ ἵληθι ἄναξ, ἵληθι φαανθείς.”

### book 2.3

Ὧς ἄρ’ ἔφη· καὶ τοὶ μὲν ἄφαρ βωμὸν τετύκοντο

### book 2.695.1

χερμάσιν, οἱ δ’ ἀνὰ νῆσον ἐδίνεον, ἐξερέοντες

### book 2.695.2

εἴ κέ τιν’ ἢ κεμάδων ἢ ἀγροτέρων ἐσίδοιεν

### book 2.695.3

αἰγῶν, οἷά τε πολλὰ βαθείῃ βόσκεται ὕλῃ.

### book 2.695.4

τοῖσι δὲ Λητοΐδης ἄγρην πόρεν· ἐκ δέ νυ πάντων

### book 2.695.5

εὐαγέως ἱερῷ ἀνὰ διπλόα μηρία βωμῷ

### book 2.1

καῖον, ἐπικλείοντες Ἑώιον Ἀπόλλωνα.

### book 2.2

ἀμφὶ δὲ δαιομένοις εὐρὺν χορὸν ἐστήσαντο,

### book 2.3

καλὸν Ἰηπαιήον’ Ἰηπαιήονα Φοῖβον

### book 2.4

μελπόμενοι, σὺν δέ σφιν ἐὺς πάις Οἰάγροιο

### book 2.5

Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς·

### book 2.705.1

ὥς ποτε πετραίῃ ὑπὸ δειράδι Παρνησσοῖο

### book 2.705.2

Δελφύνην τόξοισι πελώριον ἐξενάριξεν,

### book 2.705.3

κοῦρος ἐὼν ἔτι γυμνός, ἔτι πλοκάμοισι γεγηθώς

### book 2.705.4

(ἱλήκοις· αἰεί τοι, ἄναξ, ἄτμητοι ἔθειραι,

### book 2.705.5

αἰὲν ἀδήλητοι, τὼς γὰρ θέμις, οἰόθι δ’ αὐτή

### book 2.710.1

Λητὼ Κοιογένεια φίλαις ἐνὶ χερσὶν ἀφάσσει).

### book 2.710.2

πολλὰ δὲ Κωρύκιαι νύμφαι, Πλειστοῖο θύγατρες,

### book 2.1

θαρσύνεσκον ἔπεσσιν, “ἵη ἵε” κεκληγυῖαι·

### book 2.2

ἔνθεν δὴ τόδε καλὸν ἐφύμνιον ἔπλετο Φοίβῳ.

### book 2.3

αὐτὰρ ἐπειδὴ τόνγε χορείῃ μέλψαν ἀοιδῇ,

### book 2.715.1

λοιβαῖς εὐαγέεσσιν ἐπώμοσαν ἦ μὲν ἀρήξειν

### book 2.715.2

ἀλλήλοις εἰσαιὲν ὁμοφροσύνῃσι νόοιο,

### book 2.715.3

ἁπτόμενοι θυέων· καί τ’ εἰσέτι νῦν γε τέτυκται

### book 2.715.4

κεῖν’ Ὁμονοίης ἱρὸν ἐύφρονος ὅ ῥ’ ἐκάμοντο

### book 2.715.5

αὐτοὶ κυδίστην τότε δαίμονα πορσαίνοντες.

### book 2.720.1

Ἦμος δὲ τρίτατον φάος ἤλυθε, δὴ τότ’ ἔπειτα

### book 2.720.2

ἀκραεῖ ζεφύρῳ νῆσον λίπον αἰπήεσσαν.

### book 2.720.3

ἔνθεν δ’ ἀντιπέρην ποταμοῦ στόμα Σαγγαρίοιο

### book 2.720.4

καὶ Μαριανδυνῶν ἀνδρῶν ἐριθηλέα γαῖαν

### book 2.720.5

ἠδὲ Λύκοιο ῥέεθρα καὶ Ἀνθεμοεισίδα λίμνην

### book 2.725.1

δερκόμενοι παράμειβον· ὑπὸ πνοιῇ δὲ κάλωες

### book 2.725.2

ὅπλα τε νήια πάντα τινάσσετο νισσομένοισιν.

### book 2.725.3

ἠῶθεν δ’, ἀνέμοιο διὰ κνέφας εὐνηθέντος,

### book 2.725.4

ἀσπασίως ἄκρης Ἀχερουσίδος ὅρμον ἵκοντο.

### book 2.725.5

ἡ μέν τε κρημνοῖσιν ἀνίσχεται ἠλιβάτοισιν,

### book 2.730.1

εἰς ἅλα δερκομένη Βιθυνίδα· τῇ δ’ ὑπὸ πέτραι

### book 2.730.2

λισσάδες ἐρρίζωνται ἁλίβροχοι, ἀμφὶ δὲ τῇσιν

### book 2.730.3

κῦμα κυλινδόμενον μεγάλα βρέμει· αὐτὰρ ὕπερθεν

### book 2.730.4

ἀμφιλαφεῖς πλατάνιστοι ἐπ’ ἀκροτάτῃ πεφύασιν.

### book 2.730.5

ἐκ δ’ αὐτῆς εἴσω κατακέκλιται ἤπειρόνδε

### book 2.735.1

κοίλη ὕπαιθα νάπη, ἵνα τε σπέος ἔστ’ Ἀίδαο

### book 2.735.2

ὕλῃ καὶ πέτρῃσιν ἐπηρεφές, ἔνθεν ἀυτμή

### book 2.735.3

πηγυλίς, ὀκρυόεντος ἀναπνείουσα μυχοῖο,

### book 2.735.4

συνεχὲς ἀργινόεσσαν ἀεὶ περιτέτροφε πάχνην,

### book 2.735.5

οὐδὲ μεσημβριόωντος ἰαίνεται ἠελίοιο.

### book 2.740.1

σιγὴ δ’ οὔποτε τήνδε κατὰ βλοσυρὴν ἔχει ἄκρην,

### book 2.740.2

ἀλλ’ ἄμυδις πόντοιό θ’ ὑπὸ στένει ἠχήεντος

### book 2.740.3

φύλλων τε πνοιῇσι τινασσομένων μυχίῃσιν.

### book 2.740.4

ἔνθα δὲ καὶ προχοαὶ ποταμοῦ Ἀχέροντος ἔασιν,

### book 2.740.5

ὅς τε διὲξ ἄκρης ἀνερεύγεται εἰς ἅλα βάλλων

### book 2.745.1

†ἠοίην, κοίλη δὲ φάραγξ κατάγει μιν ἄνωθεν.

### book 2.745.2

τὸν μὲν ἐν ὀψιγόνοισι Σοωναύτην ὀνόμηναν

### book 2.745.3

Νισαῖοι Μεγαρῆες, ὅτε νάσσεσθαι ἔμελλον

### book 2.745.4

γῆν Μαριανδυνῶν· δὴ γάρ σφεας ἐξεσάωσεν

### book 2.745.5

αὐτῇσιν νήεσσι, κακῇ χρίμψαντας ἀέλλῃ.

### book 2.1

τῇ ῥ’ οἵγ’ αὐτίκα νῆα διὲξ Ἀχερουσίδος ἄκρης

### book 2.2

εἰσωποί, ἀνέμοιο νέον λήγοντος, ἔκελσαν.

### book 2.3

Οὐδ’ ἄρα δηθὰ Λύκον, κείνης πρόμον ἠπείροιο,

### book 2.4

καὶ Μαριανδυνοὺς λάθον ἀνέρας ὁρμισθέντες

### book 2.5

αὐθένται Ἀμύκοιο κατὰ κλέος ὃ πρὶν ἄκουον·

### book 2.755.1

ἀλλὰ καὶ ἀρθμὸν ἔθεντο μετὰ σφίσι τοῖο ἕκητι,

### book 2.755.2

αὐτὸν δ’ ὥστε θεὸν Πολυδεύκεα δεξιόωντο,

### book 2.755.3

πάντοθεν ἀγρόμενοι· ἐπεὶ ἦ μάλα τοίγ’ ἐπὶ δηρόν

### book 2.755.4

ἀντιβίην Βέβρυξιν ὑπερφιάλοις πολέμιζον.

### book 2.755.5

καὶ δὴ πασσυδίῃ μεγάρων ἔντοσθε Λύκοιο

### book 2.760.1

κεῖν’ ἦμαρ φιλότητι, μετὰ πτολίεθρον ἰόντες,

### book 2.760.2

δαίτην ἀμφίεπον τέρποντό τε θυμὸν ἔπεσσιν.

### book 2.760.3

Αἰσονίδης μέν οἱ γενεὴν καί τ’ οὔνομ’ ἑκάστου

### book 2.760.4

σφωιτέρων μυθεῖθ’ ἑτάρων, Πελίαό τ’ ἐφετμάς·

### book 2.760.5

ἠδ’ ὡς Λημνιάδεσσιν ἐπεξεινοῦντο γυναιξίν·

### book 2.765.1

ὅσσα τε Κύζικον ἀμφὶ Δολιονίην τ’ ἐτέλεσσαν·

### book 2.765.2

Μυσίδα θ’ ὡς ἀφίκοντο Κίον θ’, ὅθι κάλλιπον ἥρω

### book 2.765.3

Ἡρακλέην ἀέκοντι νόῳ, Γλαύκοιό τε βάξιν

### book 2.765.4

πέφραδε· καὶ Βέβρυκας ὅπως Ἄμυκόν τ’ ἐδάιξαν·

### book 2.765.5

καὶ Φινῆος ἔειπε θεοπροπίας τε δύην τε·

### book 2.770.1

ἠδ’ ὡς Κυανέας πέτρας φύγον· ὥς τ’ ἀβόλησαν

### book 2.770.2

Λητοΐδῃ κατὰ νῆσον. ὁ δ’ ἑξείης ἐνέποντος

### book 2.770.3

θέλγετ’ ἀκουῇ θυμόν· ἄχος δ’ ἕλεν Ἡρακλῆι

### book 2.770.4

λειπομένῳ, καὶ τοῖον ἔπος πάντεσσι μετηύδα·

### book 2.770.5

“Ὦ φίλοι, οἵου φωτὸς ἀποπλαγχθέντες ἀρωγῆς

### book 2.775.1

πείρετ’ ἐς Αἰήτην τόσσον πλόον. εὖ γὰρ ἐγώ μιν

### book 2.775.2

Δασκύλου ἐν μεγάροισι καταυτόθι πατρὸς ἐμεῖο

### book 2.775.3

οἶδ’ ἐσιδών, ὅτε δεῦρο δι’ Ἀσίδος ἠπείροιο

### book 2.775.4

πεζὸς ἔβη, ζωστῆρα φιλοπτολέμοιο κομίζων

### book 2.775.5

Ἱππολύτης· ἐμὲ δ’ εὗρε νέον χνοάοντα παρειάς.

### book 2.780.1

ἔνθα δ’ ἐπὶ Πριόλαο κασιγνήτοιο θανόντος

### book 2.780.2

ἡμετέρου Μυσοῖσιν ὑπ’ ἀνδράσιν, ὅντινα λαός

### book 2.780.3

οἰκτίστοις ἐλέγοισιν ὀδύρεται ἐξέτι κείνου,

### book 2.1

ἀθλεύων, Τιτίην ἀπεκαίνυτο πυγμαχέοντα

### book 2.2

καρτερόν, ὃς πάντεσσι μετέπρεπεν ἠιθέοισιν

### book 2.785.1

εἶδός τ’ ἠδὲ βίην, χαμάδις δέ οἱ ἤλας’ ὀδόντας.

### book 2.785.2

αὐτὰρ ὁμοῦ Μυσοῖσιν ἐμῷ ὑπὸ πατρὶ δάμασσεν

### book 2.785.3

Μύγδονας, οἳ ναίουσιν ὁμώλακας ἧμιν ἀρούρας,

### book 2.785.4

φῦλά τε Βιθυνῶν αὐτῇ κτεατίσσατο γαίῃ

### book 2.785.5

ἔστ’ ἐπὶ Ῥήβαο προχοὰς σκόπελόν τε Κολώνης·

### book 2.790.1

Παφλαγόνες τ’ ἐπὶ τοῖς Πελοπήιοι εἴκαθον αὔτως

### book 2.790.2

ὅσσους Βιλλαίοιο μέλαν περιάγνυται ὕδωρ.

### book 2.790.3

ἀλλ’ ἐμὲ τῶν Βέβρυκες ὑπερβασίη τ’ Ἀμύκοιο

### book 2.790.4

τηλόθι ναιετάοντος ἐνόσφισαν Ἡρακλῆος,

### book 2.790.5

δὴν ἀποτεμνόμενοι γαίης ἅλις, ὄφρ’ ἐβάλοντο

### book 2.795.1

οὖρα βαθυρρείοντος ἐφ’ εἱαμεναῖς Ὑπίοιο.

### book 2.795.2

ἔμπης δ’ ἐξ ὑμέων ἔδοσαν τίσιν· οὐδέ ἕ φημι

### book 2.795.3

ἤματι τῷδ’ ἀέκητι θεῶν ἐπελάσσαι ἄρηα,

### book 2.795.4

Τυνδαρίδη, Βέβρυξιν, ὅτ’ ἀνέρα κεῖνον ἔπεφνες.

### book 2.795.5

τῶν νῦν ἥντιν’ ἐγὼ τεῖσαι χάριν ἄρκιός εἰμι,

### book 2.1

τείσω προφρονέως· ἡ γὰρ θέμις ἠπεδανοῖσιν

### book 2.2

ἀνδράσιν, εὖτ’ ἄρξωσιν ἀρείονες ἄλλοι ὀφέλλειν.

### book 2.3

ξυνῇ μὲν πάντεσσιν, ὁμόστολον ὔμμιν ἕπεσθαι

### book 2.1

Δάσκυλον ὀτρυνέω, ἐμὸν υἱέα (τοῖο δ’ ἰόντος,

### book 2.2

ἦ τ’ ἂν ἐυξείνοισι διαμπερὲς ἀντιάοιτε

### book 2.805.1

ἀνδράσι μέσφ’ αὐτοῖο ποτὶ στόμα Θερμώδοντος)·

### book 2.805.2

νόσφι δὲ Τυνδαρίδαις, Ἀχερουσίδος ὑψόθεν ἄκρης

### book 2.805.3

εἵσομαι ἱερὸν αἰπύ, τὸ μὲν μάλα τηλόθι πάντες

### book 2.805.4

ναυτίλοι ἂμ πέλαγος θηεύμενοι ἱλάξονται,

### book 2.805.5

καί κέ σφιν μετέπειτα πρὸ ἄστεος, οἷα θεοῖσιν,

### book 2.810.1

πίονας εὐαρότοιο γύας πεδίοιο ταμοίμην.”

### book 2.810.2

Ὧς τότε μὲν δαῖτ’ ἀμφὶ πανήμεροι ἑψιόωντο·

### book 2.810.3

ἦρί γε μὴν ἐπὶ νῆα κατήισαν ἐγκονέοντες,

### book 2.810.4

καὶ δ’ αὐτὸς σὺν τοῖσι Λύκος κίε, μυρί’ ὀπάσσας

### book 2.810.5

δῶρα φέρειν, ἅμα δ’ υἷα δόμων ἔκπεμπε νέεσθαι.

### book 2.815.1

Ἔνθα δ’ Ἀβαντιάδην πεπρωμένη ἤλασε μοῖρα

### book 2.815.2

Ἴδμονα, μαντοσύνῃσι κεκασμένον, ἀλλά μιν οὔ τι

### book 2.815.3

μαντοσύναι ἐσάωσαν, ἐπεὶ χρεὼ ἦγε δαμῆναι.

### book 2.815.4

κεῖτο γὰρ εἱαμενῇ δονακώδεος ἐν ποταμοῖο,

### book 2.815.5

ψυχόμενος λαγόνας τε καὶ ἄσπετον ἰλύι νηδύν,

### book 2.820.1

κάπριος ἀργιόδων, ὀλοὸν τέρας, ὅν ῥα καὶ αὐταί

### book 2.820.2

νύμφαι ἑλειονόμοι ὑπεδείδισαν· οὐδέ τις ἀνδρῶν

### book 2.820.3

ἠείδει, οἶος δὲ κατὰ πλατὺ βόσκετο τῖφος.

### book 2.820.4

αὐτὰρ ὅγ’ ἰλυόεντος ἀνὰ θρωσμοὺς πεδίοιο

### book 2.820.5

νίσσετ’ Ἀβαντιάδης, ὁ δ’ ἄρ’ ἔκποθεν ἀφράστοιο

### book 2.825

ὕψι μάλ’ ἐκ δονάκων ἀνεπάλμενος, ἤλασε μηρόν

### book 2.1

ἀίγδην, μέσσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσεν.

### book 2.2

ὀξὺ δ’ ὅγε κλάγξας, οὔδει πέσεν· οἱ δ’ ἐρυγόντος

### book 2.3

ἀθρόοι ἀντιάχησαν. ὀρέξατο δ’ αἶψ’ ὀλοοῖο

### book 2.4

Πηλεὺς αἰγανέῃ φύγαδ’ εἰς ἕλος ὁρμηθέντος

### book 2.830.1

καπρίου· ἔσσυτο δ’ αὖτις ἐναντίος, ἀλλά μιν Ἴδας

### book 2.830.2

οὔτασε, βεβρυχὼς δὲ θοῷ περὶ κάππεσε δουρί.

### book 2.830.3

καὶ τὸν μὲν χαμάδις λίπον αὐτόθι πεπτηῶτα·

### book 2.830.4

τὸν δ’ ἕταροι ἐπὶ νῆα φέρον ψυχορραγέοντα

### book 2.830.5

ἀχνύμενοι· χείρεσσι δ’ ἑῶν ἐνὶ κάτθαν’ ἑταίρων.

### book 2.835.1

Ἔνθα δὲ ναυτιλίης μὲν ἐρητύοντο μέλεσθαι,

### book 2.835.2

ἀμφὶ δὲ κηδείῃ νέκυος μένον ἀσχαλόωντες,

### book 2.835.3

ἤματα δὲ τρία πάντα γόων· ἑτέρῳ δέ μιν ἤδη

### book 2.835.4

τάρχυον μεγαλωστί, συνεκτερέιζε δὲ λαός

### book 2.835.5

αὐτῷ ὁμοῦ βασιλῆι Λύκῳ· παρὰ δ’ ἄσπετα μῆλα,

### book 2.840.1

ἣ θέμις οἰχομένοισι, ταφήια λαιμοτόμησαν.

### book 2.840.2

καὶ δή τοι κέχυται τοῦδ’ ἀνέρος ἐν χθονὶ κείνῃ

### book 2.840.3

τύμβος, σῆμα δ’ ἔπεστι καὶ ὀψιγόνοισιν ἰδέσθαι,

### book 2.840.4

νήιος ἐκ κοτίνοιο φάλαγξ, θαλέθει δέ τε φύλλοις,

### book 2.840.5

ἄκρης τυτθὸν ἔνερθ’ Ἀχερουσίδος. εἰ δέ με καὶ τό

### book 2.845.1

χρειὼ ἀπηλεγέως Μουσέων ὕπο γηρύσασθαι·

### book 2.845.2

τόνδε πολισσοῦχον διεπέφραδε Βοιωτοῖσιν

### book 2.845.3

Νισαίοισί τε Φοῖβος ἐπιρρήδην ἱλάεσθαι,

### book 2.845.4

ἀμφὶ δὲ τήνδε φάλαγγα παλαιγενέος κοτίνοιο

### book 2.845.5

ἄστυ βαλεῖν, οἱ δ’ ἀντὶ θεουδέος Αἰολίδαο

### book 2.1

Ἴδμονος εἰσέτι νῦν Ἀγαμήστορα κυδαίνουσιν.

### book 2.2

Τίς γὰρ δὴ θάνεν ἄλλος (ἐπεὶ καὶ ἔτ’ αὖτις ἔχευαν

### book 2.3

ἥρωες τότε τύμβον ἀποφθιμένου ἑτάροιο,

### book 2.4

δοιὰ γὰρ οὖν κείνων ἔτι σήματα φαίνεται ἀνδρῶν);

### book 2

Ἁγνιάδην Τῖφυν θανέειν φάτις· οὐδέ οἱ ἦεν

### book 2.855.1

μοῖρ’ ἔτι ναυτίλλεσθαι ἑκαστέρω, ἀλλά νυ καὶ τόν

### book 2.855.2

αὖθι μινυνθαδίη πάτρης ἑκὰς εὔνασε νοῦσος.

### book 2.855.3

εἰσόκ’ Ἀβαντιάδαο νέκυν κτερέιξεν ὅμιλος.

### book 2.855.4

ἄτλητον δ’ ὀλοῷ ἐπὶ πήματι κῆδος ἕλοντο·

### book 2.855.5

δὴν ἄρ’, ἐπεὶ καὶ τόνδε παρασχεδὸν ἐκτερέιξαν

### book 2.860.1

αὐτοῦ ἀμηχανίῃσιν ἁλὸς προπάροιθε πεσόντες,

### book 2.860.2

ἐντυπὰς εὐκήλως εἰλυμένοι οὔτε τι σίτου

### book 2.860.3

μνώοντ’ οὔτε ποτοῖο· κατήμυσαν δ’ ἀχέεσσι

### book 2.860.4

θυμόν, ἐπεὶ μάλα πολλὸν ἀπ’ ἐλπίδος ἔπλετο νόστος.

### book 2.860.5

καί νύ κ’ ἔτι προτέρω τετιημένοι ἰσχανόωντο,

### book 2.865.1

εἰ μὴ ἄρ’ Ἀγκαίῳ περιώσιον ἔμβαλεν Ἥρη

### book 2.865.2

θάρσος, ὃν Ἰμβρασίοισι παρ’ ὕδασιν Ἀστυπάλαια

### book 2.865.3

τίκτε Ποσειδάωνι, περιπρὸ γὰρ εὖ ἐκέκαστο

### book 2.865.4

ἰθύνειν· Πηλῆα δ’ ἐπεσσύμενος προσέειπεν·

### book 2.865.5

“Αἰακίδη, πῶς καλὸν ἀφειδήσαντας ἀέθλων

### book 2.870.1

γαίῃ ἐν ἀλλοδαπῇ δὴν ἔμμεναι; οὐ μὲν ἄρηος

### book 2.870.2

ἴδριν ἐόντ’ ἐμὲ τόσσον ἄγει μετὰ κῶας Ἰήσων

### book 2.870.3

Παρθενίης ἀπάνευθεν ὅσον τ’ ἐπιίστορα νηῶν·

### book 2.870.4

τῶ μή τοι τυτθόν γε δέος περὶ νηὶ πελέσθω.

### book 2.870.5

ὧς δὲ καὶ ἄλλοι δεῦρο δαήμονες ἄνδρες ἔασιν,

### book 2.875.1

τῶν ὅτινα πρύμνης ἐπιβήσομεν, οὔ τις ἰάψει

### book 2.875.2

ναυτιλίην. ἀλλ’ ὦκα παραιφάμενος τάδε πάντας

### book 2.875.3

θαρσαλέως ὀρόθυνον ἐπιμνήσασθαι ἀέθλου.”

### book 2.875.4

Ὧς φάτο· τοῖο δὲ θυμὸς ἀέξετο γηθοσύνῃσιν.

### book 2.875.5

αὐτίκα δ’ οὐ μετὰ δηρὸν ἐνὶ μέσσοις ἀγόρευσεν·

### book 2.880.1

“Δαιμόνιοι, τί νυ πένθος ἐτώσιον ἴσχομεν αὔτως;

### book 2.880.2

οἱ μὲν δή ποθι τοῦτον ὃν ἔλλαχον οἶτον ὄλοντο·

### book 2.880.3

ἡμῖν δ’ ἐν γὰρ ἔασι κυβερνητῆρες ὁμίλῳ

### book 2.880.4

καὶ πολέες, τῶ μή τι διατριβώμεθα πείρης·

### book 2.880.5

ἀλλ’ ἔγρεσθ’ εἰς ἔργον, ἀπορρίψαντες ἀνίας.”

### book 2.885.1

Τὸν δ’ αὖτ’ Αἴσονος υἱὸς †ἀμηχανέων προσέειπεν·

### book 2.885.2

“Αἰακίδη, πῇ δ’ οἵδε κυβερνητῆρες ἔασιν;

### book 2.885.3

οὕς περ γὰρ τὸ πάροιθε δαήμονας εὐχόμεθ’ εἶναι,

### book 2.885.4

οἵδε κατηφήσαντες ἐμεῦ πλέον ἀσχαλόωσι·

### book 2.885.5

τῶ καὶ ὁμοῦ φθιμένοισι κακὴν προτιόσσομαι ἄτην,

### book 2.890.1

εἰ δὴ μήτ’ ὀλοοῖο μετὰ πτόλιν Αἰήταο

### book 2.890.2

ἔσσεται ἠὲ καὶ αὖτις ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι

### book 2.890.3

πετράων ἔκτοσθε· καταυτόθι δ’ ἄμμε καλύψει

### book 2.890.4

ἀκλειῶς κακὸς οἶτος, ἐτώσια γηράσκοντας.”

### book 2.890.5

Ὧς ἔφατ’· Ἀγκαῖος δὲ μάλ’ ἐσσυμένως ὑπέδεκτο

### book 2.895.1

νῆα θοὴν ἄξειν, δὴ γὰρ θεοῦ ἐτράπεθ’ ὁρμῇ·

### book 2.895.2

τὸν δὲ μετ’ Ἐργῖνος καὶ Ναύπλιος Εὔφημός τε

### book 2.895.3

ὤρνυντ’, ἰθύνειν λελιημένοι. ἀλλ’ ἄρα τούσγε

### book 2.895.4

ἔσχεθον, Ἀγκαίῳ δὲ πολεῖς ᾔνησαν ἑταίρων.

### book 2.895.5

Ἠῷοι δἤπειτα δυωδεκάτῳ ἐπέβαινον

### book 2.1

ἤματι, δὴ γάρ σφιν ζεφύρου μέγας οὖρος ἄητο

### book 2.2

καρπαλίμως δ’ Ἀχέροντα διεξεπέρησαν ἐρετμοῖς,

### book 2.3

ἐκ δ’ ἔχεαν πίσυνοι ἀνέμῳ λίνα, πουλὺ δ’ ἐπιπρό

### book 2.4

λαιφέων πεπταμένων τέμνον πλόον εὐδιόωντες.

### book 2.5

ὦκα δὲ Καλλιχόροιο παρὰ προχοὰς ποταμοῖο

### book 2.905.1

ἤλυθον, ἔνθ’ ἐνέπουσι Διὸς Νυσήιον υἷα,

### book 2.905.2

Ἰνδῶν ἡνίκα φῦλα λιπὼν κατενίσσετο Θήβας,

### book 2.905.3

ὀργιάσαι, στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν

### book 2.905.4

ᾧ ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας·

### book 2.905.5

ἐξ οὗ Καλλίχορον ποταμὸν περιναιετάοντες

### book 2.910.1

ἠδὲ καὶ Αὔλιον ἄντρον ἐπωνυμίην καλέουσιν.

### book 2.910.2

Ἔνθεν δὲ Σθενέλου τάφον ἔδρακον Ἀκτορίδαο,

### book 2.910.3

ὅς ῥά τ’ Ἀμαζονίδων πολυθαρσέος ἐκ πολέμοιο

### book 2.910.4

ἂψ ἀνιὼν (δὴ γὰρ συνανήλυθεν Ἡρακλῆι)

### book 2.910.5

βλήμενος ἰῷ κεῖθεν, ἐπ’ ἀγχιάλου θάνεν ἀκτῆς.

### book 2.915.1

οὐ μέν θην προτέρω ἔτ’ ἐμέτρεον· ἧκε γὰρ αὐτή

### book 2.915.2

Φερσεφόνη ψυχὴν πολυδάκρυον Ἀκτορίδαο,

### book 2.915.3

λισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι·

### book 2.915.4

τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα,

### book 2.915.5

τοῖος ἐὼν οἷος πόλεμόνδ’ ἴεν, ἀμφὶ δὲ καλή

### book 2.920.1

τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ.

### book 2.920.2

καί ῥ’ ὁ μὲν αὖτις ἔδυ μέλανα ζόφον, οἱ δ’ ἐσιδόντες

### book 2.920.3

θάμβησαν. τοὺς δ’ ὦρσε θεοπροπέων ἐπικέλσαι

### book 2.920.4

Ἀμπυκίδης Μόψος λοιβῇσί τε μειλίξασθαι.

### book 2.920.5

οἱ δ’ ἀνὰ μὲν κραιπνῶς λαῖφος σπάσαν, ἐκ δὲ βαλόντες

### book 2.925.1

πείσματ’ ἐν αἰγιαλῷ, Σθενέλου τάφον ἀμφεπένοντο,

### book 2.925.2

χύτλα τέ οἱ χεύαντο καὶ ἥγνισαν ἔντομα μήλων.

### book 2.925.3

ἄνδιχα δ’ αὖ χύτλων Νηοσσόῳ Ἀπόλλωνι

### book 2.1

βωμὸν δειμάμενοι μῆρ’ ἔφλεγον· ἂν δὲ καὶ Ὀρφεύς

### book 2.2

θῆκε λύρην· ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ.

### book 2.930.1

Αὐτίκα δ’ οἵγ’ ἀνέμοιο κατασπέρχοντος ἔβησαν

### book 2.930.2

νῆ’ ἔπι, κὰδ δ’ ἄρα λαῖφος ἐρυσσάμενοι τανύοντο

### book 2.930.3

ἐς πόδας ἀμφοτέρους. ἡ δ’ ἐς πέλαγος πεφόρητο

### book 2.930.4

ἐντενές, ἠύτε τίς τε δι’ ἠέρος ὑψόθι κίρκος

### book 2.930.5

ταρσὸν ἐφεὶς πνοιῇ φέρεται ταχύς, οὐδὲ τινάσσει

### book 2.935.1

†ῥιπήν, εὐκήλοισιν ἐνευδιόων πτερύγεσσιν.

### book 2.935.2

καὶ δὴ Παρθενίοιο ῥοὰς ἁλιμυρήεντος,

### book 2.935.3

πρηυτάτου ποταμοῦ, παρεμέτρεον, ᾧ ἔνι κούρη

### book 2.935.4

Λητωίς, ἄγρηθεν ὅτ’ οὐρανὸν εἰσαναβαίνῃ,

### book 2.935.5

ὃν δέμας ἱμερτοῖσιν ἀναψύχει ὑδάτεσσιν.

### book 2.940.1

νυκτὶ δ’ ἔπειτ’ ἄλληκτον ἐπιπροτέρωσε θέοντες

### book 2.940.2

Σήσαμον αἰπεινούς τε παρεξενέοντ’ Ἐρυθίνους,

### book 2.940.3

Κρωβίαλον Κρῶμνάν τε καὶ ὑλήεντα Κύτωρον.

### book 2.940.4

ἔνθεν δ’ αὖτε Κάραμβιν ἅμ’ ἠελίοιο βολῇσιν

### book 2.940.5

γνάμψαντες, παρὰ Πουλὺν ἔπειτ’ ἤλαυνον ἐρετμοῖς

### book 2.945.1

Αἰγιαλὸν πρόπαν ἦμαρ ὁμῶς καὶ ἐπ’ ἤματι νύκτα.

### book 2.945.2

Αὐτίκα δ’ Ἀσσυρίης ἐπέβαν χθονός, ἔνθα Σινώπην

### book 2.945.3

θυγατέρ’ Ἀσωποῖο καθίσσατο καί οἱ ὄπασσε

### book 2.945.4

παρθενίην Ζεὺς αὐτός, ὑποσχεσίῃσι δολωθείς.

### book 2.945.5

δὴ γὰρ ὁ μὲν φιλότητος ἐέλδετο, νεῦσε δ’ ὅγ’ αὐτῇ

### book 2.1

δωσέμεναι ὅ κεν ᾗσι μετὰ φρεσὶν ἰθύσειεν·

### book 2.2

ἡ δέ ἑ παρθενίην ᾐτήσατο κερδοσύνῃσιν.

### book 2.3

ὧς δὲ καὶ Ἀπόλλωνα παρήπαφεν, εὐνηθῆναι

### book 2.4

ἱέμενον, ποταμόν τ’ ἐπὶ τοῖς Ἅλυν· οὐδὲ μὲν ἀνδρῶν

### book 2.5

τήνγε τις ἱμερτῇσιν ἐν ἀγκοίνῃσι δάμασσεν.

### book 2.955.1

ἔνθα δὲ Τρικκαίοιο ἀγαυοῦ Δηιμάχοιο

### book 2.955.2

υἷες, Δηιλέων τε καὶ Αὐτόλυκος Φλογίος τε,

### book 2.955.3

τημόσδ’, Ἡρακλῆος ἀποπλαγχθέντες, ἔναιον·

### book 2.955.4

οἵ ῥα τόθ’, ὡς ἐνόησαν ἀριστήων στόλον ἀνδρῶν,

### book 2.955.5

σφᾶς αὐτοὺς νημερτὲς ἐπέφραδον ἀντιάσαντες·

### book 2.960.1

οὐδ’ ἔτι μιμνάζειν θέλον ἔμπεδον, ἀλλ’ ἐνὶ νηί,

### book 2.960.2

ἀργέσταο παρᾶσσον ἐπιπνείοντος, ἔβησαν.

### book 2.960.3

Τοῖσι δ’ ὁμοῦ μετέπειτα θοῇ πεφορημένοι αὔρῃ

### book 2.960.4

λεῖπον Ἅλυν ποταμόν, λεῖπον δ’ ἀγχίρροον Ἶριν

### book 2.960.5

ἠδὲ καὶ Ἀσσυρίης πρόχυσιν χθονός. ἤματι δ’ αὐτῷ

### book 2.965.1

γνάμψαν Ἀμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην,

### book 2.965.2

ἔνθα ποτὲ προμολοῦσαν Ἀρητιάδα Μελανίππην

### book 2.965.3

ἥρως Ἡρακλέης ἐλοχήσατο, καί οἱ ἄποινα

### book 2.965.4

Ἱππολύτη ζωστῆρα παναίολον ἐγγυάλιξεν

### book 2.965.5

ἀμφὶ κασιγνήτης, ὁ δ’ ἀπήμονα πέμψεν ὀπίσσω·

### book 2.970.1

τῆς οἵγ’ ἐν κόλπῳ προχοαῖς ἔπι Θερμώδοντος

### book 2.970.2

κέλσαν, ἐπεὶ καὶ πόντος ὀρίνετο νισσομένοισιν.

### book 2.970.3

τῷ δ’ οὔ τις ποταμῶν ἐναλίγκιος οὐδὲ ῥέεθρα

### book 2.970.4

τόσς’ ἐπὶ γαῖαν ἵησι παρὲξ ἕθεν ἄνδιχα βάλλων·

### book 2.970.5

τετράδος εἰς ἑκατὸν δεύοιτό κεν, εἴ τις ἕκαστα

### book 2.975.1

πεμπάζοι. μία δ’ οἴη ἐτήτυμος ἔπλετο πηγή·

### book 2.975.2

ἡ μέν τ’ ἐξ ὀρέων κατανίσσεται ἤπειρόνδε

### book 2.1

ὑψηλῶν, ἅ τέ φασιν Ἀμαζόνια κλείεσθαι,

### book 2.2

ἔνθεν δ’ αἰπυτέρην ἐπικίδναται ἔνδοθι γαῖαν

### book 2.3

ἀντικρύ· τῶ καί οἱ ἐπίστροφοί εἰσι κέλευθοι,

### book 2.980.1

αἰεὶ δ’ ἄλλυδις ἄλλη, ὅπῃ κύρσειε μάλιστα

### book 2.980.2

ἠπείρου χθαμαλῆς, εἱλίσσεται, ἡ μὲν ἄπωθεν,

### book 2.980.3

ἡ δὲ πέλας· πολέες δὲ πόροι νώνυμνοι ἔασιν

### book 2.980.4

ὅππῃ ὑπεξαφύονται, ὁ δ’ ἀμφαδὸν ἄμμιγα παύροις

### book 2.980.5

Πόντον ἐς Ἄξεινον κυρτὴν ὑπ’ ἐρεύγεται ἄκρην.

### book 2.985.1

καί νύ κε δηθύνοντες Ἀμαζονίδεσσιν ἔμειξαν

### book 2.985.2

ὑσμίνην, καὶ δ’ οὔ κεν ἀναιμωτί γ’ ἐρίδηναν

### book 2.985.3

(οὐ γὰρ Ἀμαζονίδες μάλ’ ἐπητέες οὐδὲ θέμιστας

### book 2.985.4

τίουσαι πεδίον Δοιάντιον ἀμφενέμοντο,

### book 2.985.5

ἀλλ’ ὕβρις στονόεσσα καὶ Ἄρεος ἔργα μεμήλει·

### book 2.990.1

δὴ γὰρ καὶ γενεὴν ἔσαν Ἄρεος Ἁρμονίης τε

### book 2.990.2

νύμφης, ἥ τ’ Ἄρηϊ φιλοπτολέμους τέκε κούρας,

### book 2.990.3

ἄλσεος Ἀκμονίοιο κατὰ πτύχας εὐνηθεῖσα)

### book 2.990.4

εἰ μὴ ἄρ’ ἐκ Διόθεν πνοιαὶ πάλιν ἀργέσταο

### book 2.990.5

ἤλυθον, οἱ δ’ ἀνέμῳ περιηγέα κάλλιπον ἄκρην,

### book 2.995.1

ἔνθα Θεμισκύρειαι Ἀμαζόνες ὡπλίζοντο·

### book 2.995.2

οὐ γὰρ ὁμηγερέες μίαν ἂμ πόλιν, ἀλλ’ ἀνὰ γαῖαν

### book 2.995.3

κεκριμέναι κατὰ φῦλα διάτριχα ναιετάασκον·

### book 2.995.4

νόσφι μὲν αἵδ’ αὐταί, τῇσιν τότε κοιρανέεσκεν

### book 2.995.5

Ἱππολύτη, νόσφιν δὲ Λυκάστιαι ἀμφενέμοντο,

### book 2

νόσφι δ’ ἀκοντοβόλοι Χαδήσιαι. ἤματι δ’ ἄλλῳ

### book 2.1

νυκτί τ’ ἐπιπλομένῃ Χαλύβων παρὰ γαῖαν ἵκοντο.

### book 2.2

τοῖσι μὲν οὔτε βοῶν ἄροτος μέλει οὔτε τις ἄλλη

### book 2.3

φυταλιὴ καρποῖο μελίφρονος, οὐδὲ μὲν οἵγε

### book 2.4

ποίμνας ἑρσήεντι νομῷ ἔνι ποιμαίνουσιν·

### book 2.1005.1

ἀλλὰ σιδηροφόρον στυφελὴν χθόνα γατομέοντες

### book 2.1005.2

ὦνον ἀμείβονται βιοτήσιον· οὐδέ ποτέ σφιν

### book 2.1005.3

ἠὼς ἀντέλλει καμάτων ἄτερ, ἀλλὰ κελαινῇ

### book 2.1005.4

λιγνύι καὶ καπνῷ †κάματον βαρὺν ὀτλεύουσιν.

### book 2.1005.5

Τοὺς δὲ μετ’ αὐτίκ’ ἔπειτα Γενηταίου Διὸς ἄκρην

### book 2.1010.1

γνάμψαντες σώοντο παρὲξ Τιβαρηνίδα γαῖαν·

### book 2.1010.2

ἔνθ’ ἐπεὶ ἄρ κε τέκωνται ὑπ’ ἀνδράσι τέκνα γυναῖκες,

### book 2.1010.3

αὐτοὶ μὲν στενάχουσιν ἐνὶ λεχέεσσι πεσόντες,

### book 2.1010.4

κράατα δησάμενοι· ταὶ δ’ εὖ κομέουσιν ἐδωδῇ

### book 2.1010.5

ἀνέρας ἠδὲ λοετρὰ λεχώια τοῖσι πένονται.

### book 2.1015.1

Ἱερὸν αὖτ’ ἐπὶ τοῖσιν ὄρος καὶ γαῖαν ἄμειβον

### book 2.1015.2

ᾗ ἔνι Μοσσύνοικοι ἀν’ οὔρεα ναιετάουσιν.

### book 2.1018.1

ἀλλοίη δὲ δίκη καὶ θέσμια τοῖσι τέτυκται·

### book 2.1018.2

ὅσσα μὲν ἀμφαδίῃ ῥέζειν θέμις ἢ ἐνὶ δήμῳ

### book 2.1020.1

ἢ ἀγορῇ, τάδε πάντα δόμοις ἔνι μηχανόωνται·

### book 2.1020.2

ὅσσα δ’ ἐνὶ μεγάροις πεπονήμεθα, κεῖνα θύραζε

### book 2.1020.3

ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυιαῖς·

### book 2.1020.4

οὐδ’ εὐνῆς αἰδὼς ἐπιδήμιος, ἀλλὰ σύες ὥς

### book 2

φορβάδες, οὐδ’ ἠβαιὸν ἀτυζόμενοι παρεόντας,

### book 2.1025.1

μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν·

### book 2.1025.2

αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσων

### book 2.1025.3

ἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει,

### book 2.1025.4

σχέτλιος· ἢν γάρ πού τι θεμιστεύων ἀλίτηται,

### book 2.1025.5

λιμῷ μιν κεῖν’ ἦμαρ ἐνικλείσαντες ἔχουσιν.

### book 2.1030.1

Τοὺς παρανισσόμενοι καὶ δὴ σχεδὸν ἀντιπέρηθεν

### book 2.1030.2

νήσου Ἀρητιάδος τέμνον πλόον εἰρεσίῃσιν

### book 2.1030.3

ἠμάτιοι, λιαρὴ γὰρ ὑπὸ κνέφας ἔλλιπεν αὔρη·

### book 2.1030.4

ἤδη καί τιν’ ὕπερθεν Ἀρήιον ἀίσσοντα

### book 2.1030.5

ἐνναέτην νήσοιο δι’ ἠέρος ὄρνιν ἴδοντο·

### book 2.1035.1

ὅς ῥα, τιναξάμενος πτέρυγας κατὰ νῆα θέουσαν,

### book 2.1035.2

ἧκ’ ἐπὶ οἷ πτερὸν ὀξύ. τὸ δ’ ἐν λαιῷ πέσεν ὤμῳ

### book 2.1035.3

δίου Ὀιλῆος, μεθέηκε δὲ χερσὶν ἐρετμόν

### book 2.1035.4

βλήμενος· οἱ δὲ τάφον πτερόεν βέλος εἰσορόωντες.

### book 2.1035.5

καὶ τὸ μὲν ἐξείρυσσε παρεδριόων Ἐριβώτης,

### book 2.1040.1

ἕλκος δὲ ξυνέδησεν, ἀπὸ σφετέρου κολεοῖο

### book 2.1040.2

λυσάμενος τελαμῶνα κατήορον. ἐκ δ’ ἐφαάνθη

### book 2.1040.3

ἄλλος ἐπὶ προτέρῳ πεποτημένος· ἀλλά μιν ἥρως

### book 2.1040.4

Εὐρυτίδης Κλυτίος (πρὸ γὰρ ἀγκύλα τείνατο τόξα

### book 2.1040.5

ἧκέ τ’ ἐπ’ οἰωνὸν ταχινὸν βέλος) αὐτὸς ὑποφθάς

### book 2.1045.1

πλῆξεν, δινηθεὶς δὲ θοῆς πέσεν ἀγχόθι νηός.

### book 2.1045.2

τοῖσιν δ’ Ἀμφιδάμας μυθήσατο παῖς Ἀλεοῖο·

### book 2.1045.3

“Νῆσος μὲν πέλας ἧμιν Ἀρητιάς (ἴστε καὶ αὐτοί

### book 2.1045.4

τούσδ’ ὄρνιθας ἰδόντες)· ἐγὼ δ’ οὐκ ἔλπομαι ἰούς

### book 2

τόσσον ἐπαρκέσσειν εἰς ἔκβασιν· ἀλλά τιν’ ἄλλην

### book 2.1

μῆτιν πορσύνωμεν ἐπίρροθον, εἴ γ’ ἐπικέλσαι

### book 2.2

μέλλετε, Φινῆος μεμνημένοι ὡς ἐπέτελλεν.

### book 2.3

οὐδὲ γὰρ Ἡρακλέης, ὁπότ’ ἤλυθεν Ἀρκαδίηνδε,

### book 2.4

πλωάδας ὄρνιθας Στυμφαλίδος ἔσθενε λίμνης

### book 2.5

ὤσασθαι τόξοισι (τὸ μέν τ’ ἐγὼ αὐτὸς ὄπωπα)·

### book 2.1055.1

ἀλλ’ ὅγε χαλκείην πλαταγὴν ἐνὶ χερσὶ τινάσσων

### book 2.1055.2

δούπει ἐπὶ σκοπιῆς περιμήκεος, αἱ δ’ ἐφέβοντο

### book 2.1055.3

τηλοῦ ἀτυζηλῷ ὑπὸ δείματι κεκληγυῖαι.

### book 2.1055.4

τῶ καὶ νῦν τοίην τιν’ ἐπιφραζώμεθα μῆτιν—

### book 2.1055.5

αὐτὸς δ’ ἄν, τὸ πάροιθεν ἐπιφρασθείς, ἐνέποιμι·

### book 2.1060.1

ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους τρυφαλείας,

### book 2.1060.2

ἡμίσεες μὲν ἐρέσσετ’ ἀμοιβαδίς, ἡμίσεες δέ

### book 2.1060.3

δούρασί τε ξυστοῖσι καὶ ἀσπίσιν ἄρσετε νῆα,

### book 2.1060.4

αὐτὰρ πασσυδίῃ περιώσιον ὄρνυτ’ ἀυτήν

### book 2.1060.5

ἀθρόοι, ὄφρα κολῳὸν ἀηθείῃ φοβέωνται

### book 2.1065.1

νεύοντάς τε λόφους καὶ ἐπήορα δούραθ’ ὕπερθεν.

### book 2.1065.2

εἰ δέ κεν αὐτὴν νῆσον ἱκώμεθα, δὴ τότ’ ἔπειτα

### book 2.1065.3

σὺν κελάδῳ σακέεσσι πελώριον ὄρσετε δοῦπον.”

### book 2.1065.4

Ὧς ἄρ’ ἔφη, πάντεσσι δ’ ἐπίρροθος ἥνδανε μῆτις.

### book 2.1065.5

ἀμφὶ δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντο

### book 2.1070.1

δεινὸν λαμπομένας, ἐπὶ δὲ λόφοι ἐσσείοντο

### book 2.1070.2

φοινίκεοι· καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον,

### book 2.1070.3

τοὶ δ’ αὖτ’ ἐγχείῃσι καὶ ἀσπίσι νῆα κάλυψαν.

### book 2.1070.4

ὡς δ’ ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνήρ,

### book 2

δώματος ἀγλαΐην τε καὶ ὑετοῦ ἔμμεναι ἄλκαρ,

### book 2.1075.1

ἄλλῳ δ’ ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν—

### book 2.1075.2

ὧς οἵγ’ ἀσπίσι νῆα συναρτύναντες ἔρεψαν·

### book 2.1075.3

οἵη δὲ κλαγγὴ δῄου πέλει ἐξ ὁμάδοιο

### book 2.1075.4

ἀνδρῶν κινυμένων, ὁπότε ξυνίωσι φάλαγγες—

### book 2.1075.5

τοίη ἄρ’ ὑψόθι νηὸς ἐς ἠέρα κίδνατ’ ἀυτή·

### book 2.1080.1

οὐδέ τιν’ οἰωνῶν ἔτ’ ἐσέδρακον. ἀλλ’ ὅτε νήσῳ

### book 2.1080.2

χρίμψαντες σακέεσσιν ἐπέκτυπον, αὐτίκ’ ἄρ’ οἵγε

### book 2.1080.3

μυρίοι ἔνθα καὶ ἔνθα πεφυζότες ἠερέθοντο·

### book 2.1080.4

ὡς δ’ ὁπότε Κρονίδης πυκινὴν ἐφέηκε χάλαζαν

### book 2.1080.5

ἐκ νεφέων ἀνά τ’ ἄστυ καὶ οἰκία, τοὶ δ’ ὑπὸ τοῖσιν

### book 2.1085.1

ἐνναέται, κόναβον τεγέων ὕπερ εἰσαΐοντες,

### book 2.1085.2

ἧνται ἀκήν, ἐπεὶ οὔ σφε κατέλλαβε χείματος ὥρη

### book 2.1085.3

ἀπροφάτως, ἀλλὰ πρὶν ἐκαρτύναντο μέλαθρον—

### book 2.1085.4

ὧς πυκινὰ πτερὰ τοῖσιν ἐφίεσαν, ἀίσσοντες

### book 2.1085.5

ὕψι μάλ’ ἂμ πέλαγος περάτης εἰς οὔρεα γαίης.

### book 2.1090.1

Τίς γὰρ δὴ Φινῆος ἔην νόος, ἐνθάδε κέλσαι

### book 2.1090.2

ἀνδρῶν ἡρώων θεῖον στόλον, ἢ καὶ ἔπειτα

### book 2.1090.3

ποῖον ὄνειαρ ἔμελλεν ἐελδομένοισιν ἱκέσθαι;

### book 2.1090.4

Υἱῆες Φρίξοιο μετὰ πτόλιν Ὀρχομενοῖο

### book 2.1090.5

ἐξ Αἴης ἐνέοντο παρ’ Αἰήταο Κυταίου,

### book 2.1095.1

Κολχίδα νῆ’ ἐπιβάντες, ἵν’ ἄσπετον ὄλβον ἄρωνται

### book 2.1095.2

πατρός· ὁ γὰρ θνῄσκων ἐπετείλατο τήνδε κέλευθον.

### book 2.1095.3

καὶ δὴ ἔσαν νήσοιο μάλα σχεδὸν ἤματι κείνῳ,

### book 2.1095.4

Ζεὺς δ’ ἀνέμου βορέαο μένος κίνησεν ἀῆναι,

### book 2

ὕδατι σημαίνων διερὴν ὁδὸν Ἀρκτούροιο.

### book 2.1

αὐτὰρ ὅγ’ ἠμάτιος μὲν ἐν οὔρεσι φύλλ’ ἐτίνασσεν

### book 2.2

τυτθὸν ἐπ’ ἀκροτάτοισιν ἀήσυρος ἀκρεμόνεσσιν·

### book 2.3

νυκτὶ δ’ ἔβη πόντονδε πελώριος, ὦρσε δὲ κῦμα

### book 2.4

κεκληγὼς πνοιῇσι· κελαινὴ δ’ οὐρανὸν ἀχλύς

### book 2.5

ἄμπεχεν, οὐδέ πῃ ἄστρα διαυγέα φαίνετ’ ἰδέσθαι

### book 2.1105.1

ἐκ νεφέων, σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστο.

### book 2.1105.2

οἱ δ’ ἄρα μυδαλέοι, στυγερὸν τρομέοντες ὄλεθρον,

### book 2.1105.3

υἱῆες Φρίξοιο φέρονθ’ ὑπὸ κύμασιν αὔτως·

### book 2.1105.4

ἱστία δ’ ἐξήρπαξ’ ἀνέμου μένος ἠδὲ καὶ αὐτήν

### book 2.1105.5

νῆα διάνδιχ’ ἔαξε, τινασσομένην ῥοθίοισιν.

### book 2.1110.1

ἔνθα δ’ ὑπ’ ἐννεσίῃσι θεῶν πίσυρές περ ἐόντες

### book 2.1110.2

δούρατος ὠρέξαντο πελωρίου, οἷά τε πολλά

### book 2.1110.3

ῥαισθείσης κεκέδαστο θόοις συναρηρότα γόμφοις.

### book 2.1110.4

καὶ τοὺς μὲν νῆσόνδε, παρὲξ ὀλίγον θανάτοιο,

### book 2.1110.5

κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας·

### book 2.1115.1

αὐτίκα δ’ ἐρράγη ὄμβρος ἀθέσφατος, ὗε δὲ πόντον

### book 2.1115.2

καὶ νῆσον καὶ πᾶσαν ὅσην κατεναντία νήσου

### book 2.1115.3

χώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο.

### book 2.1115.4

τοὺς δ’ ἄμυδις κρατερῷ σὺν δούρατι κύματος ὁρμή

### book 2.1115.5

υἱῆας Φρίξοιο μετ’ ἠιόνας βάλε νήσου

### book 2.1120

νύχθ’ ὕπο λυγαίην. τὸ δὲ μυρίον ἐκ Διὸς ὕδωρ

### book 2.1

λῆξεν ἅμ’ ἠελίῳ· τάχα δ’ ἐγγύθεν ἀντεβόλησαν

### book 2.2

ἀλλήλοις. Ἄργος δὲ παροίτατος ἔκφατο μῦθον·

### book 2.3

“Ἀντόμεθα πρὸς Ζηνὸς Ἐποψίου, οἵτινές ἐστε

### book 2.4

ἀνδρῶν, εὐμενέειν τε καὶ ἀρκέσσαι χατέουσι.

### book 2.1125.1

πόντῳ γὰρ τρηχεῖαι ἐπιβρίσασαι ἄελλαι

### book 2.1125.2

νηὸς ἀεικελίης διὰ δούρατα πάντ’ ἐκέδασσαν,

### book 2.1125.3

ᾗ ἔνι πείρομεν οἶδμα κατὰ χρέος ἐμβεβαῶτες.

### book 2.1125.4

τούνεκα νῦν ὑμέας γουναζόμεθ’, αἴ κε πίθησθε,

### book 2.1125.5

δοῦναι ὅσον τ’ εἴλυμα περὶ χροὸς ἠδὲ κομίσσαι,

### book 2.1130.1

ἀνέρας οἰκτείραντας ὁμήλικας ἐν κακότητι.

### book 2.1130.2

ἀλλ’ ἱκέτας ξείνους Διὸς εἵνεκεν αἰδέσσασθε,

### book 2.1130.3

Ξεινίου Ἱκεσίου τε· Διὸς δ’ ἄμφω ἱκέται τε

### book 2.1130.4

καὶ ξεῖνοι, ὁ δέ που καὶ ἐπόψιος ἄμμι τέτυκται.”

### book 2.1130.5

Τὸν δ’ αὖτ’ Αἴσονος υἱὸς ἐπιφραδέως ἐρέεινε,

### book 2.1135.1

μαντοσύνας Φινῆος ὀισσάμενος τελέεσθαι·

### book 2.1135.2

“Ταῦτα μὲν αὐτίκα πάντα παρέξομεν εὐμενέοντες·

### book 2.1135.3

ἀλλ’ ἄγε μοι κατάλεξον ἐτήτυμον ὁππόθι γαίης

### book 2.1135.4

ναίετε, καὶ χρέος οἷον ὑπεὶρ ἅλα νεῖσθαι ἀνώγει,

### book 2.1135.5

αὐτῶν θ’ ὑμείων ὄνομα κλυτὸν ἠδὲ γενέθλην.”

### book 2.1140.1

Τὸν δ’ Ἄργος προσέειπεν, ἀμηχανέων κακότητι·

### book 2.1140.2

“Αἰολίδην Φρίξον τιν’ ἀφ’ Ἑλλάδος Αἶαν ἱκέσθαι

### book 2.1140.3

ἀτρεκέως δοκέω που ἀκούετε καὶ πάρος αὐτοί,

### book 2.1140.4

Φρίξον ὅτις πτολίεθρον ἀνήλυθεν Αἰήταο

### book 2.1140.5

κριοῦ ἐπαμβεβαώς, τόν ῥα χρύσειον ἔθηκεν

### book 2.1145

Ἑρμείας· κῶας δὲ καὶ εἰσέτι νῦν κεν ἴδοισθε

### book 2.1145A

πεπτάμενον λασίοισιν ἐπὶ δρυὸς ἀκρεμόνεσσιν·

### book 2.1146.1

τὸν μὲν ἔπειτ’ ἔρρεξεν ἑῇς ὑποθημοσύνῃσιν

### book 2.1146.2

Φυξίῳ ἐκ πάντων Κρονίδῃ Διί· καί μιν ἔδεκτο

### book 2.1146.3

Αἰήτης μεγάρῳ, κούρην τέ οἱ ἐγγυάλιξεν

### book 2.1146.4

Χαλκιόπην ἀνάεδνον ἐυφροσύνῃσι νόοιο·

### book 2.1

τῶν ἐξ ἀμφοτέρων εἰμὲν γένος, ἀλλ’ ὁ μὲν ἤδη

### book 2.2

γηραιὸς θάνε Φρίξος ἐν Αἰήταο δόμοισιν·

### book 2.3

ἡμεῖς δ’, αὐτίκα πατρὸς ἐφετμάων ἀλέγοντες,

### book 2.4

νεύμεθ’ ἐς Ὀρχομενὸν κτεάνων Ἀθάμαντος ἕκητι.

### book 2.5

εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις δεδαῆσθαι,

### book 2.1155.1

τῷδε Κυτίσσωρος πέλει οὔνομα, τῷδέ τε Φρόντις,

### book 2.1155.2

τῷ δὲ Μέλας, ἐμὲ δ’ αὐτὸν ἐπικλείοιτέ κεν Ἄργον.”

### book 2.1155.3

Ὧς φάτ’· ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο

### book 2.1155.4

καί σφεας ἀμφίεπον περιθαμβέες· αὐτὰρ Ἰήσων

### book 2.1155.5

ἐξαῦτις κατὰ μοῖραν ἀμείψατο τοῖσδ’ ἐπέεσσιν·

### book 2.1160.1

“Ἦ ἄρα δὴ γνωτοὶ πατρώιοι ἄμμιν ἐόντες

### book 2.1160.2

λίσσεσθ’ εὐμενέοντας ἐπαρκέσσαι κακότητα.

### book 2.1160.3

Κρηθεὺς γάρ ῥ’ Ἀθάμας τε κασίγνητοι γεγάασιν,

### book 2.1160.4

Κρηθῆος δ’ υἱωνὸς ἐγὼ σὺν τοισίδ’ ἑταίροις

### book 2.1160.5

Ἑλλάδος ἒξ αὐτὴν νέομ’ ἐς πόλιν Αἰήταο.

### book 2.1165.1

ἀλλὰ τὰ μὲν καὶ ἐσαῦτις ἐνίψομεν ἀλλήλοισιν,

### book 2.1165.2

νῦν δ’ ἕσσασθε πάροιθεν· ὑπ’ ἐννεσίῃσι δ’ ὀίω

### book 2.1165.3

ἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ἱκέσθαι.”

### book 2.1165.4

Ἦ ῥα, καὶ ἐκ νηὸς δῶκέ σφισιν εἵματα δῦναι.

### book 2.1165.5

πασσυδίῃ δἤπειτα κίον μετὰ νηὸν Ἄρηος,

### book 2.1170

μῆλ’ ἱερευσόμενοι, περὶ δ’ ἐσχάρῃ ἐστήσαντο

### book 2.1

ἐσσυμένως, ἥ τ’ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ,

### book 2.2

στιάων· εἴσω δὲ μέλας λίθος ἠρήρειστο

### book 2.3

ἱερός, ᾧ †ποτε πᾶσαι† Ἀμαζόνες εὐχετόωντο·

### book 2.4

οὐδέ σφιν θέμις ἦεν, ὅτ’ ἀντιπέρηθεν ἵκοιντο,

### book 2.1175.1

μήλων τ’ ἠδὲ βοῶν τῇδ’ ἐσχάρῃ ἱερὰ καίειν,

### book 2.1175.2

ἀλλ’ ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι.

### book 2.1175.3

αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτα πάσαντο,

### book 2.1175.4

δὴ τότ’ ἄρ’ Αἰσονίδης μετεφώνεεν, ἦρχέ τε μύθων·

### book 2.1175.5

“Ζεὺς ἐτεὸν τὰ ἕκαστ’ ἐπιδέρκεται, οὐδέ μιν ἄνδρες

### book 2.1180.1

λήθομεν ἔμπεδον οἵ τε θεουδέες †οὐδὲ δίκαιοι.†

### book 2.1180.2

ὡς μὲν γὰρ πατέρ’ ὑμὸν ὑπεξείρυτο φόνοιο

### book 2.1180.3

μητρυιῆς καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον,

### book 2.1180.4

ὧς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσεν

### book 2.1180.5

χείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδ’ ἐπὶ νηός

### book 2.1185.1

ἔνθα καὶ ἔνθα νέεσθαι ὅπῃ φίλον, εἴτε μετ’ Αἶαν

### book 2.1185.2

εἴτε μετ’ ἀφνειὴν θείου πόλιν Ὀρχομενοῖο.

### book 2.1185.3

τὴν γὰρ Ἀθηναίη τεχνήσατο καὶ τάμε χαλκῷ

### book 2.1185.4

δούρατα Πηλιάδος κορυφῆς πάρα, σὺν δέ οἱ Ἄργος

### book 2.1185.5

τεῦξεν· ἀτὰρ κείνην γε κακὸν διὰ κῦμ’ ἐκέδασσεν,

### book 2.1190.1

πρὶν καὶ πετράων σχεδὸν ἐλθέμεν αἵ τ’ ἐνὶ Πόντου

### book 2.1190.2

στεινωπῷ συνίασι πανήμεροι ἀλλήλῃσιν.

### book 2.1190.3

ἀλλ’ ἄγεθ’ ὧδε καὶ αὐτοὶ ἐς Ἑλλάδα μαιομένοισιν

### book 2.1190.4

κῶας ἄγειν χρύσειον ἐπίρροθοι ἄμμι πέλεσθε

### book 2

καὶ πλόου ἡγεμονῆες, ἐπεὶ Φρίξοιο θυηλάς

### book 2.1195.1

στέλλομαι ἀμπλήσων, Ζηνὸς χόλον Αἰολίδῃσιν.”

### book 2.1195.2

Ἴσκε παρηγορέων· οἱ δ’ ἔστυγον εἰσαΐοντες,

### book 2.1195.3

οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αἰήταο

### book 2.1195.4

κῶας ἄγειν κριοῖο μεμαότες· ὧδε δ’ ἔειπεν

### book 2.1195.5

Ἄργος, ἀτεμβόμενος τοῖον στόλον ἀμφιπένεσθαι·

### book 2.1

“Ὦ φίλοι, ἡμέτερον μὲν ὅσον σθένος οὔποτ’ ἀρωγῆς

### book 2.2

σχήσεται οὐδ’ ἠβαιόν, ὅτε χρειώ τις ἵκηται·

### book 2.3

ἀλλ’ αἰνῶς ὀλοῇσιν ἀπηνείῃσιν ἄρηρεν

### book 2.4

Αἰήτης· τῶ καὶ περιδείδια ναυτίλλεσθαι.

### book 2.5

στεῦται δ’ Ἠελίου γόνος ἔμμεναι, ἀμφὶ δὲ Κόλχων

### book 2.1205.1

ἔθνεα ναιετάουσιν ἀπείρονα, καὶ δέ κεν Ἄρει

### book 2.1205.2

σμερδαλέην ἐνοπὴν μέγα τε σθένος ἰσοφαρίζοι.

### book 2.1205.3

οὐ μὰν οὐδ’ ἀπάνευθεν ἑλεῖν δέρος Αἰήταο

### book 2.1205.4

ῥηίδιον· τοῖός μιν ὄφις περί τ’ ἀμφί τ’ ἔρυται

### book 2.1205.5

ἀθάνατος καὶ ἄυπνος, ὃν αὐτὴ Γαῖ’ ἀνέφυσεν

### book 2.1210.1

Καυκάσου ἐν κνημοῖσι, Τυφαονίη ὅθι πέτρη,

### book 2.1210.2

ἔνθα Τυφάονά φασι, Διὸς Κρονίδαο κεραυνῷ

### book 2.1210.3

βλήμενον ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας,

### book 2.1210.4

θερμὸν ἀπὸ κρατὸς στάξαι φόνον· ἵκετο δ’ †αὔτως

### book 2.1210.5

οὔρεα καὶ πεδίον Νυσήιον, ἔνθ’ ἔτι νῦν περ

### book 2.1215.1

κεῖται, ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης.”

### book 2.1215.2

Ὧς ἄρ’ ἔφη· πολέεσσι δ’ ἐπὶ χλόος εἷλε παρειάς

### book 2.1215.3

αὐτίκα, τοῖον ἄεθλον ὅτ’ ἔκλυον· αἶψα δὲ Πηλεύς

### book 2.1

θαρσαλέοις ἐπέεσσιν ἀμείψατο, φώνησέν τε·

### book 2.2

“Μὴ δ’ οὕτως, ἠθεῖε, λίην δειδίσσεο μύθῳ·

### book 2.1220.1

οὔ τι γὰρ ὧδ’ ἀλκῆς ἐπιδευόμεθ’ ὥστε χερείους

### book 2.1220.2

ἔμμεναι Αἰήταο σὺν ἔντεσι πειρηθῆναι,

### book 2.1220.3

ἀλλὰ καὶ ἡμέας οἴω ἐπισταμένους πολέμοιο

### book 2.1220.4

κεῖσε μολεῖν μακάρων σχεδὸν αἵματος ἐκγεγαῶτας·

### book 2.1220.5

τῶ εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσει,

### book 2.1225.1

οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων.”

### book 2.1225.2

Ὧς οἵγ’ ἀλλήλοισιν ἀμοιβαδὸν ἠγορόωντο,

### book 2.1225.3

μέσφ’ αὖτις δόρποιο κορεσσάμενοι κατέδαρθον.

### book 2.1225.4

ἦρι δ’ ἀνεγρομένοισιν ἐυκραὴς ἄεν οὖρος,

### book 2.1225.5

ἱστία δ’ ἤειραν· τὰ δ’ ὑπαὶ ῥιπῆς ἀνέμοιο

### book 2.1230.1

τείνετο, ῥίμφα δὲ νῆσον ἀποπροέλειπον Ἄρηος.

### book 2.1230.2

Νυκτὶ δ’ ἐπιπλομένῃ Φιλυρηίδα νῆσον ἄμειβον·

### book 2.1230.3

ἔνθα μὲν Οὐρανίδης Φιλύρῃ Κρόνος, εὖτ’ ἐν Ὀλύμπῳ

### book 2.1230.4

Τιτήνων ἤνασσεν, ὁ δὲ Κρηταῖον ὑπ’ ἄντρον

### book 2.1230.5

Ζεὺς ἔτι Κουρήτεσσι μετετρέφετ’ Ἰδαίοισιν,

### book 2.1235.1

Ῥείην ἐξαπαφὼν παρελέξατο· τοὺς δ’ ἐνὶ λέκτροις

### book 2.1235.2

τέτμε θεὰ μεσσηγύς, ὁ δ’ ἐξ εὐνῆς ἀνορούσας

### book 2.1235.3

ἔσσυτο χαιτήεντι φυὴν ἐναλίγκιος ἵππῳ·

### book 2.1235.4

ἡ δ’ αἰδοῖ χῶρόν τε καὶ ἤθεα κεῖνα λιποῦσα

### book 2.1235.5

Ὠκεανὶς Φιλύρη εἰς οὔρεα μακρὰ Πελασγῶν

### book 2.1240.1

ἦλθ’, ἵνα δὴ Χείρωνα πελώριον ἄλλα μὲν ἵππῳ

### book 2.1240.2

ἄλλα θεῷ ἀτάλαντον ἀμοιβαίῃ τέκεν εὐνῇ.

### book 2.1240.3

Κεῖθεν δ’ αὖ Μάκρωνας ἀπειρεσίην τε Βεχείρων

### book 2.1240.4

γαῖαν ὑπερφιάλους τε παρεξενέοντο Σάπειρας,

### book 2.1240.5

Βύζηράς τ’ ἐπὶ τοῖσιν· ἐπιπρὸ γὰρ αἰὲν ἔτεμνον

### book 2.1245.1

ἐσσυμένως, λιαροῖο φορεύμενοι ἐξ ἀνέμοιο.

### book 2.1245.2

καὶ δὴ νισσομένοισι μυχὸς διεφαίνετο Πόντου,

### book 2.1245.3

καὶ δὴ Καυκασίων ὀρέων ἀνέτελλον ἐρίπναι

### book 2.1245.4

ἠλίβατοι, τόθι γυῖα περὶ στυφελοῖσι πάγοισιν

### book 2.1245.5

ἰλλόμενος χαλκέῃσιν ἀλυκτοπέδῃσι Προμηθεύς

### book 2.1

αἰετὸν ἥπατι φέρβε παλιμπετὲς †ἀίσσοντα·

### book 2.2

τὸν μὲν ἐπ’ ἀκροτάτης ἴδον ἑσπέρου ὀξέι ῥοίζῳ

### book 2.3

νηὸς ὑπερπτάμενον νεφέων σχεδόν, ἀλλὰ καὶ ἔμπης

### book 2.4

λαίφεα πάντ’ ἐτίναξε παραιθύξας πτερύγεσσιν·

### book 2.5

οὐ γὰρ ὅγ’ αἰθερίοιο φυὴν ἔχεν οἰωνοῖο,

### book 2.1255.1

ἶσα δ’ ἐυξέστοις ὠκύπτερα πάλλεν ἐρετμοῖς.

### book 2.1255.2

δηρὸν δ’ οὐ μετέπειτα πολύστονον ἄιον αὐδήν

### book 2.1255.3

ἧπαρ ἀνελκομένοιο Προμηθέος, ἔκτυπε δ’ αἰθήρ

### book 2.1255.4

οἰμωγῇ, μέσφ’ αὖτις ἀπ’ οὔρεος ἀίσσοντα

### book 2.1255.5

αἰετὸν ὠμηστὴν αὐτὴν ὁδὸν εἰσενόησαν.

### book 2.1260.1

Ἐννύχιοι δ’ Ἄργοιο δαημοσύνῃσιν ἵκοντο

### book 2.1260.2

Φᾶσίν τ’ εὐρὺ ῥέοντα καὶ ἔσχατα πείρατα Πόντου.

### book 2.1260.3

αὐτίκα δ’ ἱστία μὲν καὶ ἐπίκριον ἔνδοθι κοίλης

### book 2.1260.4

ἱστοδόκης στείλαντες ἐκόσμεον, ἐν δὲ καὶ αὐτόν

### book 2.1260.5

ἱστὸν ἄφαρ χαλάσαντο παρακλιδόν· ὦκα δ’ ἐρετμοῖς

### book 2.1265.1

εἰσέλασαν ποταμοῖο μέγαν ῥόον, αὐτὰρ ὅγ’ ἄντην

### book 2.1265.2

καχλάζων ὑπόεικεν. ἔχον δ’ ἐπ’ ἀριστερὰ χειρῶν

### book 2.1265.3

Καύκασον αἰπήεντα Κυταιίδα τε πτόλιν Αἴης,

### book 2.1265.4

ἔνθεν δ’ αὖ πεδίον τὸ Ἀρήιον ἱερά τ’ ἄλση

### book 2.1265.5

τοῖο θεοῦ, τόθι κῶας ὄφις εἴρυτο δοκεύων·

### book 2.1271.1

αὐτὸς δ’ Αἰσονίδης χρυσέῳ ποταμόνδε κυπέλλῳ

### book 2.1271.2

οἴνου ἀκηρασίοιο μελισταγέας χέε λοιβάς

### book 2.1271.3

Γαίῃ τ’ ἐνναέταις τε θεοῖς ψυχαῖς τε καμόντων

### book 2.1271.4

ἡρώων, γουνοῦτο δ’ ἀπήμονας εἶναι ἀρωγούς

### book 2.1275.1

εὐμενέως καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαι.

### book 2.1275.2

αὐτίκα δ’ Ἀγκαῖος τοῖον μετὰ μῦθον ἔειπεν·

### book 2.1275.3

“Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν ἠδὲ ῥέεθρα

### book 2.1275.4

Φάσιδος· ὥρη δ’ ἧμιν ἐνὶ σφίσι μητιάασθαι

### book 2.1275.5

εἴτ’ οὖν μειλιχίῃ πειρησόμεθ’ Αἰήταο,

### book 2.1280.1

εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή.”

### book 2.1280.2

Ὧς ἔφατ’· Ἄργου δ’ αὖτε παρηγορίῃσιν Ἰήσων

### book 2.1280.3

ὑψόθι νῆ’ ἐκέλευσεν ἐπ’ εὐναίῃσιν ἔρυσθαι,

### book 2.1280.4

δάσκιον εἰσελάσαντας ἕλος· τὸ δ’ ἐπισχεδὸν ἦεν

### book 2.1280.5

νισσομένων. ἔνθ’ οἵγε διὰ κνέφας ηὐλίζοντο·

### book 2.1285

ἠὼς δ’ οὐ μετὰ δηρὸν ἐελδομένοισι φαάνθη.

### book 3.1

Εἰ δ’ ἄγε νῦν Ἐρατώ, παρ’ ἔμ’ ἵστασο καί μοι ἔνισπε

### book 3.2

ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ἰήσων

### book 3.3

Μηδείης ὑπ’ ἔρωτι· σὺ γὰρ καὶ Κύπριδος αἶσαν

### book 3.4

ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις

### book 3.5.1

παρθενικάς· τῶ καί τοι ἐπήρατον οὔνομ’ ἀνῆπται.

### book 3.5.2

Ὧς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν

### book 3.5.3

μίμνον ἀριστῆες λελοχημένοι, αἱ δ’ ἐνόησαν

### book 3.5.4

Ἥρη Ἀθηναίη τε· Διὸς δ’ αὐτοῖο καὶ ἄλλων

### book 3.5.5

ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι

### book 3.10.1

βούλευον. πείραζε δ’ Ἀθηναίην πάρος Ἥρη·

### book 3.10.2

“Αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς.

### book 3.10.3

τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι ᾧ κεν ἑλόντες

### book 3.10.4

χρύσεον Αἰήταο μεθ’ Ἑλλάδα κῶας ἄγοιντο,

### book 3.10.5

ἦ καὶ τόνγ’ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν

### book 3.15.1

μειλιχίοις; ἦ μὲν γὰρ ὑπερφίαλος πέλει αἰνῶς,

### book 3.15.2

ἔμπης δ’ οὔ τινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν.”

### book 3.1

Ὧς φάτο· τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν·

### book 3.2

“Καὶ δ’ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν,

### book 3.3

Ἥρη, ἀπηλεγέως ἐξείρεαι· ἀλλά τοι οὔπω

### book 3.20.1

φράσσασθαι νοέω τοῦτον δόλον ὅστις ὀνήσει

### book 3.20.2

θυμὸν ἀριστήων, πολέας δ’ ἐπεδοίασα βουλάς.”

### book 3.20.3

Ἦ· καὶ ἐπ’ οὔδεος αἵγε ποδῶν πάρος ὄμματ’ ἔπηξαν,

### book 3.20.4

ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν· αὐτίκα δ’ Ἥρη

### book 3.20.5

τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον·

### book 3.25.1

“Δεῦρ’ ἴομεν μετὰ Κύπριν, ἐπιπλόμεναι δέ μιν ἄμφω

### book 3.25.2

παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται,

### book 3.25.3

κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσι

### book 3.25.4

θέλξαι †ὀιστεύσας ἐπ’ Ἰήσονι· τὸν δ’ ἂν ὀίω

### book 3.25.5

κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν.”

### book 3.30.1

Ὧς ἄρ’ ἔφη· πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ,

### book 3.30.2

καί μιν ἔπειτ’ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν·

### book 3.30.3

“Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων,

### book 3.30.4

οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο·

### book 3.30.5

εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἦ τ’ ἂν ἔγωγε

### book 3.35.1

ἑσποίμην, σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα.”

### book 3.35.2

Ἦ, καὶ ἀναΐξασαι ἐπὶ μέγα δῶμα νέοντο

### book 3.35.3

Κύπριδος, ὅρρά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις,

### book 3.35.4

ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν.

### book 3.35.5

ἕρκεα δ’ εἰσελθοῦσαι, ὑπ’ αἰθούσῃ θαλάμοιο

### book 3.40.1

ἔσταν, ἵν’ ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο.

### book 3.40.2

ἀλλ’ ὁ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει,

### book 3.40.3

νήσοιο Πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάντα

### book 3.40.4

δαίδαλα χάλκευεν ῥιπῇ πυρός· ἡ δ’ ἄρα μούνη

### book 3

ἧστο δόμῳ δινωτὸν †ἀνὰ θρόνον ἄντα θυράων,

### book 3.45.1

λευκοῖσιν δ’ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις

### book 3.45.2

κόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακρούς

### book 3.45.3

πλέξασθαι πλοκάμους· τὰς δὲ προπάροιθεν ἰδοῦσα

### book 3.45.4

ἔσχεθεν εἴσω τέ σφε κάλει, καὶ ἀπὸ θρόνου ὦρτο

### book 3.45.5

εἷσέ τ’ ἐνὶ κλισμοῖσιν· ἀτὰρ μετέπειτα καὶ αὐτή

### book 3.1

ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας.

### book 3.2

τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν·

### book 3.3

“Ἠθεῖαι, τίς δεῦρο νόος χρειώ τε κομίζει

### book 3.4

δηναιὰς αὔτως; τί δ’ ἱκάνετον, οὔτι πάρος γε

### book 3.5

λίην φοιτίζουσαι, ἐπεὶ περίεστε θεάων;”

### book 3.55.1

Τὴν δ’ Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν·

### book 3.55.2

“Κερτομέεις, νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ.

### book 3.55.3

ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχει

### book 3.55.4

Αἰσονίδης ἠδ’ ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται·

### book 3.55.5

τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν,

### book 3.60.1

δείδιμεν ἐκπάγλως, περὶ δ’ Αἰσονίδαο μάλιστα.

### book 3.60.2

τὸν μὲν ἐγών, εἰ καί περ ἐς Ἄιδα ναυτίλληται

### book 3.60.3

λυσόμενος χαλκέων Ἰξίονα νειόθι δεσμῶν,

### book 3.60.4

ῥύσομαι ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις,

### book 3.60.5

ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας,

### book 3.65.1

ὅς μ’ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν.

### book 3.65.2

καὶ δ’ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατ’ Ἰήσων,

### book 3.65.3

ἐξότ’ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου

### book 3.65.4

ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν,

### book 3.65.5

θήρης ἒξ ἀνιών· νιφετῷ δ’ ἐπαλύνετο πάντα

### book 3.70.1

οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατ’ αὐτῶν

### book 3.70.2

χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο·

### book 3.70.3

γρηὶ δέ μ’ εἰσαμένην ὀλοφύρατο, καί μ’ ἀναείρας

### book 3.70.4

αὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ.

### book 3

τῶ νύ μοι ἄλληκτον περιτίεται, οὐδέ κε λώβην

### book 3.75.1

τείσειεν Πελίης, εἰ μὴ σύ γε νόστον ὀπάσσῃς.”

### book 3.75.2

Ὧς ηὔδα, Κύπριν δ’ ἐνεοστασίη λάβε μύθων·

### book 3.75.3

ἅζετο δ’ ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα,

### book 3.75.4

καί μιν ἔπειτ’ ἀγανοῖσι προσέννεπεν ἥγ’ ἐπέεσσιν·

### book 3.75.5

“Πότνα θεά, οὔ τοί τι κακώτερον ἄλλο πέλοιτο

### book 3.80.1

Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω

### book 3.80.2

ἢ ἔπος ἠέ τι ἔργον ὅ κεν χέρες αἵδε κάμοιεν

### book 3.80.3

ἠπεδαναί· καὶ μή τις ἀμοιβαίη χάρις ἔστω.”

### book 3.80.4

Ὧς ἔφαθ’· Ἥρη δ’ αὖτις ἐπιφραδέως ἀγόρευσεν·

### book 3.80.5

“Οὔτι βίης χατέουσαι ἱκάνομεν οὐδέ τι χειρῶν,

### book 3.85.1

ἀλλ’ αὔτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδί

### book 3.85.2

παρθένον Αἰήτεω θέλξαι πόθῳ Αἰσονίδαο.

### book 3.85.3

εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα,

### book 3.85.4

ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον ὀίω

### book 3.85.5

νοστήσειν ἐς Ἰωλκόν, ἐπεὶ δολόεσσα τέτυκται.”

### book 3.90.1

Ὧς ἄρ’ ἔφη· Κύπρις δὲ μετ’ ἀμφοτέρῃσιν ἔειπεν·

### book 3.90.2

“Ἥρη Ἀθηναίη τε, πίθοιτό κεν ὔμμι μάλιστα

### book 3.90.3

ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι

### book 3.90.4

τυτθή γ’ αἰδὼς ἔσσετ’ ἐν ὄμμασιν· αὐτὰρ ἐμεῖο

### book 3.90.5

οὐκ ὄθεται, μάλα δ’ αἰὲν ἐριδμαίνων ἀθερίζει.

### book 3.95.1

καὶ δή οἱ μενέηνα, περισχομένη κακότητι,

### book 3.95.2

αὐτοῖσιν τόξοισι δυσηχέας ἆξαι ὀιστούς

### book 3.95.3

ἀμφαδίην· τοῖον δ’ ἄρ’ ἐπηπείλησε χαλεφθείς·

### book 3.95.4

εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει,

### book 3.95.5

ἕξω ἐμάς, μετέπειτά γ’ ἀτεμβοίμην ἑοῖ αὐτῇ.”

### book 3.1

Ὧς φάτο, μείδησαν δὲ θεαὶ καὶ ἐσέδρακον ἄντην

### book 3.2

ἀλλήλας· ἡ δ’ αὖτις ἀκηχεμένη προσέειπεν·

### book 3.3

“Ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει, οὐδέ τί με χρή

### book 3.4

μυθεῖσθαι πάντεσσιν· ἅλις εἰδυῖα καὶ αὐτή.

### book 3.5

νῦν δ’ ἐπεὶ ὔμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν,

### book 3.105.1

πειρήσω καί μιν μειλίξομαι, οὐδ’ ἀπιθήσει.”

### book 3.105.2

Ὧς φάτο· τὴν δ’ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός,

### book 3.105.3

ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν·

### book 3.105.4

“Οὕτω νῦν Κυθέρεια τόδε χρέος ὡς ἀγορεύεις

### book 3.105.5

ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτεο μηδ’ ἐρίδαινε

### book 3.110.1

χωομένη σῷ παιδί, μεταλλήξει γὰρ ὀπίσσω.”

### book 3.110.2

Ἦ ῥα καὶ ἔλλιπε θῶκον, ἐφωμάρτησε δ’ Ἀθήνη,

### book 3.110.3

ἐκ δ’ ἴσαν ἄμφω ταίγε παλίσσυτοι· ἡ δὲ καὶ αὐτή

### book 3.110.4

βῆ ῥ’ ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι.

### book 3.110.5

εὗρε δὲ τόνγ’ ἀπάνευθε, Διὸς θαλερῇ ἐν ἀλωῇ,

### book 3.115.1

οὐκ οἶον, μετὰ καὶ Γανυμήδεα, τόν ῥά ποτε Ζεύς

### book 3.115.2

οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν,

### book 3.115.3

κάλλεος ἱμερθείς. ἀμφ’ ἀστραγάλοισι δὲ τώγε

### book 3.115.4

χρυσείοις, ἅ τε κοῦροι ὁμήθεες, ἑψιόωντο.

### book 3.115.5

καί ῥ’ ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπὸ μαζῷ

### book 3.120.1

μάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν,

### book 3.120.2

ὀρθὸς ἐφεστηώς, γλυκερὸν δέ οἱ ἀμφὶ παρειάς

### book 3.120.3

χροιῆς θάλλεν ἔρευθος· ὁ δ’ ἐγγύθεν ὀκλαδὸν ἧστο

### book 3.120.4

σῖγα κατηφιόων, δοιὼ δ’ ἔχεν, ἄλλον ἔτ’ αὔτως

### book 3.120.5

ἄλλῳ ἐπιπροϊείς, κεχόλωτο δὲ καγχαλόωντι,

### book 3.125

καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας,

### book 3.1

βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδ’ ἐνόησεν

### book 3.2

Κύπριν ἐπιπλομένην· ἡ δ’ ἀντίη ἵστατο παιδός

### book 3.3

καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν·

### book 3.4

“Τίπτ’ ἐπιμειδιάᾳς, ἄφατον κακόν; ἦέ μιν αὔτως

### book 3.130.1

ἤπαφες οὐδὲ δίκῃ περιέπλεο, νῆιν ἐόντα;

### book 3.130.2

εἰ δ’ ἄγε μοι πρόφρων τέλεσον χρέος ὅττι κεν εἴπω,

### book 3.130.3

καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα

### book 3.130.4

κεῖνο τό οἱ ποίησε φίλη τροφὸς Ἀδρήστεια

### book 3.130.5

ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι,

### book 3.135.1

σφαῖραν ἐυτρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο

### book 3.135.2

χειρῶν Ἡφαίστοιο κατακτεατίσσῃ ἄρειον.

### book 3.135.3

χρύσεα μέν οἱ κύκλα τετεύχαται, ἀμφὶ δ’ ἑκάστῳ

### book 3.135.4

διπλόαι ἁψῖδες περιηγέες εἱλίσσονται·

### book 3.135.5

κρυπταὶ δὲ ῥαφαί εἰσιν, ἕλιξ δ’ ἐπιδέδρομε πάσαις

### book 3.140.1

κυανέη· ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο,

### book 3.140.2

ἀστὴρ ὣς φλεγέθοντα δι’ ἠέρος ὁλκὸν ἵησιν.

### book 3.140.3

τήν τοι ἐγὼν ὀπάσω, σὺ δὲ παρθένον Αἰήταο

### book 3.140.4

θέλξον ὀιστεύσας ἐπ’ Ἰήσονι· μηδέ τις ἔστω

### book 3.140.5

ἀμβολίη, δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη.”

### book 3.145.1

Ὧς φάτο, τῷ δ’ ἀσπαστὸν ἔπος γένετ’ εἰσαΐοντι·

### book 3.145.2

μείλια δ’ ἔκβαλε πάντα καὶ ἀμφοτέρῃσι χιτῶνος

### book 3.145.3

νωλεμὲς ἔνθα καὶ ἔνθα θεὰν ἔχεν ἀμφιμεμαρπώς,

### book 3.145.4

λίσσετο δ’ αἶψα πορεῖν, αὐτοσχεδόν. ἡ δ’ ἀγανοῖσιν

### book 3.145.5

ἀντομένη μύθοισιν ἐπειρύσσασα παρειάς

### book 3.1

κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα·

### book 3.2

“Ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδ’ ἐμὸν αὐτῆς·

### book 3.1

ἦ μέν τοι δῶρόν γε παρέξομαι οὐδ’ ἀπατήσω,

### book 3.2

εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αἰήταο.”

### book 3.3

Φῆ· ὁ δ’ ἄρ’ ἀστραγάλους συναμήσατο, κὰδ δὲ φαεινῷ

### book 3.155.1

μητρὸς ἑῆς, εὖ πάντας ἀριθμήσας, βάλε κόλπῳ.

### book 3.155.2

αὐτίκα δ’ ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ,

### book 3.155.3

πρέμνῳ κεκλιμένην, ἀνὰ δ’ ἀγκύλον εἵλετο τόξον·

### book 3.155.4

βῆ δὲ διὲκ μεγάλοιο Διὸς πάγκαρπον ἀλωήν,

### book 3.155.5

αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο

### book 3.160.1

αἰθερίας. ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος

### book 3.160.2

οὐρανίη· δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα

### book 3.160.3

οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ἧχί τ’ ἀερθείς

### book 3.160.4

ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν.

### book 3.160.5

νειόθι δ’ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τ’ ἀνδρῶν

### book 3.165.1

φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δ’ αὖτε

### book 3.165.2

ἄκριες, ἀμφὶ δὲ πόντος, ἀν’ αἰθέρα πολλὸν ἰόντι.

### book 3.165.3

Ἥρωες δ’ ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηός,

### book 3.165.4

ἐν ποταμῷ καθ’ ἕλος λελοχημένοι, ἠγορόωντο·

### book 3.165.5

αὐτὸς δ’ Αἰσονίδης μετεφώνεεν, οἱ δ’ ὑπάκουον

### book 3.170.1

ἠρέμα ᾗ ἐνὶ χώρῃ ἐπισχερὼ ἑδριόωντες·

### book 3.170.2

“Ὦ φίλοι, ἤτοι ἐγὼ μὲν ὅ μοι ἐπιανδάνει αὐτῷ

### book 3.170.3

ἐξερέω, τοῦ δ’ ὔμμι τέλος κρηῆναι ἔοικεν.

### book 3.170.4

ξυνὴ γὰρ χρειώ, ξυνοὶ δέ τε μῦθοι ἔασιν

### book 3.170.5

πᾶσιν ὁμῶς· ὁ δὲ σῖγα νόον βουλήν τ’ ἀπερύκων

### book 3.175

ἴστω καὶ νόστου τόνδε στόλον οἶος ἀπούρας.

### book 3.1

ὧλλοι μὲν κατὰ νῆα σὺν ἔντεσι μίμνεθ’ ἕκηλοι·

### book 3.2

αὐτὰρ ἐγὼν ἐς δώματ’ ἐλεύσομαι Αἰήταο,

### book 3.3

υἷας ἑλὼν Φρίξοιο δύω τ’ ἐπὶ τοῖσιν ἑταίρους,

### book 3.4

πειρήσω δ’ ἐπέεσσι παροίτερον ἀντιβολήσας

### book 3.180.1

εἴ κ’ ἐθέλοι φιλότητι δέρος χρύσειον ὀπάσσαι,

### book 3.180.2

ἦε καὶ οὔ, πίσυνος δὲ βίῃ μετιόντας ἀτίσσει.

### book 3.180.3

ὧδε γὰρ ἐξ αὐτοῖο πάρος κακότητα δαέντες,

### book 3.180.4

φρασσόμεθ’ εἴτ’ ἄρηι συνοισόμεθ’ εἴτε τις ἄλλη

### book 3.180.5

μῆτις ἐπίρροθος ἔσται ἐεργομένοισιν ἀυτῆς·

### book 3.185.1

μηδ’ αὔτως ἀλκῇ, πρὶν ἔπεσσί γε πειρηθῆναι,

### book 3.185.2

τόνδ’ ἀπαμείρωμεν σφέτερον κτέρας, ἀλλὰ πάροιθεν

### book 3.185.3

λωίτερον μύθῳ μιν ἀρέσσασθαι μετιόντας.

### book 3.185.4

πολλάκι τοι ῥέα μῦθος, ὅ κεν μόλις ἐξανύσειεν

### book 3.185.5

ἠνορέη, τόδ’ ἔρεξε κατὰ χρέος, ᾗπερ ἐῴκει,

### book 3.190.1

πρηΰνας· ὅδε καί ποτ’ ἀμύμονα Φρίξον ἔπεισε,

### book 3.190.2

μητρυιῆς φεύγοντα δόλον πατρός τε θυηλάς,

### book 3.190.3

δέχθαι, ἐπεὶ πάντη καὶ ὅτις μάλα κύντατος ἀνδρῶν

### book 3.190.4

Ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδ’ ἀλεγίζει.”

### book 3.190.5

Ὧς φάτ’· ἐπῄνησαν δὲ νέοι ἔπος Αἰσονίδαο

### book 3.195.1

πασσυδίῃ, οὐδ’ ἔσκε παρὲξ ὅτις ἄλλο κελεύοι.

### book 3.195.2

Καὶ τότ’ ἄρ’ υἱῆας Φρίξου Τελαμῶνά θ’ ἕπεσθαι

### book 3.195.3

ὦρσε καὶ Αὐγείην, αὐτὸς δ’ ἕλεν Ἑρμείαο

### book 3.195.4

σκῆπτρον. ἄφαρ δ’ ἄρα νηὸς ὑπὲρ δόνακάς τε καὶ ὕδωρ

### book 3.195.5

χέρσονδ’ ἐξαπέβησαν ἐπὶ θρωσμοῦ πεδίοιο.

### book 3.1

Κιρκαῖον τόγε δὴ κικλήσκεται, ἔνθα δὲ πολλαί

### book 3.2

ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐμπεφύασιν,

### book 3.3

τῶν καὶ ἐπ’ ἀκροτάτων νέκυες σειρῇσι κρέμανται

### book 3.4

δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν

### book 3.5

ἀνέρας οἰχομένους πυρὶ καιέμεν, οὐδ’ ἐνὶ γαίῃ

### book 3.205.1

ἔστι θέμις στείλαντας ὕπερθ’ ἐπὶ σῆμα χέεσθαι,

### book 3.205.2

ἀλλ’ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις

### book 3.205.3

δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος· ἠέρι δ’ ἴσην

### book 3.205.4

καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσιν

### book 3.205.5

θηλυτέρας· ἡ γάρ σφι δίκη θεσμοῖο τέτυκται.

### book 3.210.1

τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσα

### book 3.210.2

ἠέρα πουλὺν ἐφῆκε δι’ ἄστεος, ὄφρα λάθοιεν

### book 3.210.3

Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες·

### book 3.210.4

ὦκα δ’ ὅτ’ ἐκ πεδίοιο πόλιν καὶ δώμαθ’ ἵκοντο

### book 3.210.5

Αἰήτεω, τότε δ’ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη.

### book 3.215.1

ἔσταν δ’ ἐν προμολῇσι, τεθηπότες ἕρκε’ ἄνακτος

### book 3.215.2

εὐρείας τε πύλας καὶ κίονας οἳ περὶ τοίχους

### book 3.215.3

ἐξείης ἄνεχον, θριγκὸς δ’ ἐφύπερθε δόμοιο

### book 3.215.4

λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει.

### book 3.215.5

εὔκηλοι δ’ ὑπὲρ οὐδὸν ἔπειτ’ ἔβαν· ἄγχι δὲ τοῖο

### book 3.220.1

ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν

### book 3.220.2

ὑψοῦ ἀειρόμεναι μέγ’ ἐθήλεον, αἱ δ’ ὑπὸ τῇσιν

### book 3.220.3

ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν

### book 3.220.4

Ἥφαιστος· καί ῥ’ ἡ μὲν ἀναβλύεσκε γάλακτι,

### book 3

ἡ δ’ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ·

### book 3.225.1

ἡ δ’ ἄρ’ ὕδωρ προρέεσκε, τὸ μέν †ποθι δυομένῃσιν

### book 3.225.2

θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δ’ ἀνιούσαις

### book 3.225.3

κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης.

### book 3.225.4

τοῖ’ ἄρ’ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο

### book 3.225.5

τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα·

### book 3.230.1

καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων

### book 3.230.2

ἦν στόματ’, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον·

### book 3.230.3

πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον

### book 3.230.4

ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις

### book 3.230.5

δέξατο Φλεγραίῃ κεκμηότα δηιοτῆτι.

### book 3.235.1

ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο, τῇ δ’ ἐπὶ πολλαί

### book 3.235.2

δικλίδες εὐπηγεῖς θάλαμοί τ’ ἔσαν ἔνθα καὶ ἔνθα·

### book 3.235.3

δαιδαλέη δ’ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο.

### book 3.235.4

λέχρις δ’ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν·

### book 3.235.5

τῶν ἤτοι ἄλλον μέν, ὅτις καὶ ὑπείροχος ἦεν,

### book 3.240.1

κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι,

### book 3.240.2

ἄλλῳ δ’ Ἄψυρτος ναῖεν πάις Αἰήταο

### book 3.240.3

(τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια

### book 3.240.4

πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν,

### book 3.240.5

Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν,

### book 3.245.1

καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθοντα

### book 3.245.2

ἔκλεον, οὕνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν)·

### book 3.245.3

τοὺς δ’ ἔχον ἀμφίπολοί τε καὶ Αἰήταο θύγατρες

### book 3.245.4

ἄμφω, Χαλκιόπη Μήδειά τε. τῇ μὲν ἄρ’ οἵγε

### book 3

ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν·

### book 3.1

Ἥρη γάρ μιν ἔρυκε δόμῳ, πρὶν δ’ οὔτι θάμιζεν

### book 3.2

ἐν μεγάροις, Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτο

### book 3.3

νηόν, ἐπεί ῥα θεῆς αὐτὴ πέλεν ἀρήτειρα·

### book 3.4

καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν. ὀξὺ δ’ ἄκουσεν

### book 3.5

Χαλκιόπη· δμωαὶ δέ, ποδῶν προπάροιθε βαλοῦσαι

### book 3.255.1

νήματα καὶ κλωστῆρας, ἀολλέες ἔκτοθι πᾶσαι

### book 3.255.2

ἔδραμον· ἡ δ’ ἅμα τῇσιν, ἑοὺς υἱῆας ἰδοῦσα,

### book 3.255.3

ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὧς δὲ καὶ αὐτοί

### book 3.255.4

μητέρα δεξιόωντο καὶ ἀμφαγάπαζον ἰδόντες

### book 3.255.5

γηθόσυνοι. τοῖον δὲ κινυρομένη φάτο μῦθον·

### book 3.260.1

“Ἔμπης οὐκ ἄρ’ ἐμέλλετ’, ἀκηδείῃ με λιπόντες,

### book 3.260.2

τηλόθι πλάγξασθαι, μετὰ δ’ ὑμέας ἔτραπεν αἶσα.

### book 3.260.3

δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης

### book 3.260.4

λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἔνεσθε

### book 3.260.5

πατρός· ὁ μὲν θνῄσκων στυγερὰς ἐπετέλλετ’ ἀνίας

### book 3.265.1

ἡμετέρῃ κραδίῃ, τί δέ κεν πόλιν Ὀρχομενοῖο,

### book 3.265.2

ὅστις ὅδ’ Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητι

### book 3.265.3

μητέρ’ ἑὴν ἀχέουσαν ἀποπρολιπόντες ἵκοισθε;”

### book 3.265.4

Ὧς ἔφατ’· Αἰήτης δὲ πανύστατος ὦρτο θύραζε,

### book 3.265.5

ἐκ δ’ αὐτὴ Εἰδυῖα δάμαρ κίεν Αἰήταο,

### book 3.270.1

Χαλκιόπης ἀίουσα. τὸ δ’ αὐτίκα πᾶν ὁμάδοιο

### book 3.270.2

ἕρκος ἐπεπλήθει· τοὶ μὲν μέγαν ἀμφεπένοντο

### book 3.270.3

ταῦρον ἅλις δμῶες, τοὶ δὲ ξύλα κάγκανα χαλκῷ

### book 3.270.4

κόπτον, τοὶ δὲ λοετρὰ πυρὶ ζέον· οὐδέ τις ἦεν

### book 3.270.5

ὃς καμάτου μεθίεσκεν ὑποδρήσσων βασιλῆι.

### book 3.275.1

Τόφρα δ’ Ἔρως πολιοῖο δι’ ἠέρος ἷξεν ἄφαντος,

### book 3.275.2

τετρηχὼς οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος

### book 3.275.3

τέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες.

### book 3.275.4

ὦκα δ’ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας,

### book 3.275.5

ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετ’ ἰόν.

### book 3.280.1

ἐκ δ’ ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν

### book 3.280.2

ὀξέα δενδίλλων· αὐτῷ δ’ ὑπὸ βαιὸς ἐλυσθείς

### book 3.280.3

Αἰσονίδῃ, γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ,

### book 3.280.4

ἰθὺς δ’ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν

### book 3.280.5

ἧκ’ ἐπὶ Μηδείῃ. τὴν δ’ ἀμφασίη λάβε θυμόν·

### book 3.285.1

αὐτὸς δ’ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο

### book 3.285.2

καγχαλόων ἤιξε, βέλος δ’ ἐνεδαίετο κούρῃ

### book 3.285.3

νέρθεν ὑπὸ κραδίῃ φλογὶ εἴκελον. ἀντία δ’ αἰεί

### book 3.285.4

βάλλεν ἐπ’ Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἄηντο

### book 3.285.5

στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τιν’ ἄλλην

### book 3.290.1

μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ·

### book 3.290.2

ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ

### book 3.290.3

χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν,

### book 3.290.4

ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο,

### book 3.290.5

ἄγχι μάλ’ †ἐγρομένη· τὸ δ’ ἀθέσφατον ἐξ ὀλίγοιο

### book 3.295.1

δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντ’ ἀμαθύνει—

### book 3.295.2

τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ

### book 3.295.3

οὖλος ἔρως, ἁπαλὰς δὲ μετετρωπᾶτο παρειάς

### book 3.295.4

ἐς χλόον, ἄλλοτ’ ἔρευθος, ἀκηδείῃσι νόοιο.

### book 3.295.5

Δμῶες δ’ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν,

### book 3.1

αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς,

### book 3.2

ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν.

### book 3.3

ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρός

### book 3.4

υἱῆας, τοίοισι παρηγορέων ἐπέεσσιν·

### book 3.5

“Παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων

### book 3.305.1

ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτεισα,

### book 3.305.2

πῶς Αἶάνδε νέεσθε; παλίσσυτοι, ἦέ τις ἄτη

### book 3.305.3

σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο

### book 3.305.4

πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου.

### book 3.305.5

ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο

### book 3.310.1

δινεύσας, ὅτ’ ἐμεῖο κασιγνήτην ἐκόμιζεν

### book 3.310.2

Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δ’ ἱκόμεσθα

### book 3.310.3

ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθ’ ἔτι νῦν περ

### book 3.310.4

ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης.

### book 3.310.5

ἀλλὰ τί μύθων ἦδος; ἃ δ’ ἐν ποσὶν ὗμιν ὄρωρεν

### book 3.315.1

εἴπατ’ ἀριφραδέως, ἠδ’ οἵτινες οἵδ’ ἐφέπονται

### book 3.315.2

ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.”

### book 3.315.3

Τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν

### book 3.315.4

Ἄργος, ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο,

### book 3.315.5

μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν·

### book 3.320.1

“Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι

### book 3.320.2

ζαχρηεῖς, αὐτοὺς δ’ ἐπὶ δούρατι πεπτηῶτας

### book 3.320.3

νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα

### book 3.320.4

λυγαίῃ ὑπὸ νυκτί. θεὸς δέ τις ἄμμ’ ἐσάωσεν·

### book 3.320.5

οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον

### book 3.325.1

ηὐλίζοντ’ ὄρνιθες Ἀρήιαι, οὐδ’ ἔτι κείνας

### book 3.325.2

εὕρομεν, ἀλλ’ οἵδ’ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες

### book 3.325.3

νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καί σφ’ †ἀπέρυκεν

### book 3.325.4

ἡμέας οἰκτείρων Ζηνὸς νόος ἠέ τις αἶσα·

### book 3.325.5

αὐτίκ’ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματ’ ἔδωκαν,

### book 3.330.1

οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες

### book 3.330.2

ἠδ’ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται.

### book 3.330.3

χρειὼ δ’ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ ς’ ἐπικεύσω.

### book 3.330.4

τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι

### book 3.330.5

καὶ κτεάνων βασιλεύς, περιώσιον οὕνεκεν ἀλκῇ

### book 3.335.1

σφωιτέρῃ πάντεσσι μετέπρεπεν Αἰολίδῃσιν,

### book 3.335.2

πέμπει δεῦρο νέεσθαι, ἀμήχανον· οὐδ’ ὑπαλύξειν

### book 3.335.3

στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν

### book 3.335.4

καὶ χόλον οὐδ’ ἄτλητον ἄγος Φρίξοιό τε ποινάς

### book 3.335.5

Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι.

### book 3.340.1

νῆα δ’ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην

### book 3.340.2

οἷαί περ Κόλχοισι μετ’ ἀνδράσι νῆες ἔασιν·

### book 3.340.3

τάων αἰνοτάτης ἐπεκύρσαμεν, ἤλιθα γάρ μιν

### book 3.340.4

λάβρον ὕδωρ πνοιή τε διέτμαγεν. ἡ δ’ ἐνὶ γόμφοις

### book 3.340.5

ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι·

### book 3.345.1

ἶσον δ’ ἐξ ἀνέμοιο θέει καὶ ὅτ’ ἀνέρες αὐτοί

### book 3.345.2

νωλεμὲς εὐήρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς.

### book 3.345.3

τῇ δ’ ἐν, ἀγειράμενος Παναχαιίδος εἴ τι φέριστον

### book 3.345.4

ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλ’ ἐπαληθείς

### book 3.345.5

ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις.

### book 3.1

αὐτῷ δ’ ὥς κεν ἅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνει

### book 3.2

χερσὶ βιησόμενος, μέμονεν δέ τοι ἄξια τείσειν

### book 3.3

δωτίνης· ἀίων ἐμέθεν μέγα δυσμενέοντας

### book 3.4

Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει.

### book 3.5

εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε

### book 3.355.1

ἴδμεναι οἵτινές εἰσιν, ἕκαστά κε μυθησαίμην.

### book 3.355.2

τόνδε μέν, οἷό περ οὕνεκ’ ἀφ’ Ἑλλάδος ὧλλοι ἄγερθεν,

### book 3.355.3

κλείους’ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο·

### book 3.355.4

εἰ δ’ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης,

### book 3.355.5

οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο·

### book 3.360.1

ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τ’ ἔσαν Αἰόλου υἷε,

### book 3.360.2

Φρίξος δ’ αὖτ’ Ἀθάμαντος ἔην πάις Αἰολίδαο·

### book 3.360.3

τόνδε δ’ ἄρ’, Ἠελίου γόνον ἔμμεναι εἴ τιν’ ἀκούεις

### book 3.360.4

δέρκεαι Αὐγείην· Τελαμὼν δ’ ὅγε, κυδίστοιο

### book 3.360.5

Αἰακοῦ ἐκγεγαώς, Ζεὺς δ’ Αἰακὸν αὐτὸς ἔτικτεν.

### book 3.365.1

ὧς δὲ καὶ ὧλλοι πάντες ὅσοι συνέπονται ἑταῖροι

### book 3.365.2

ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν.”

### book 3.365.3

Τοῖα παρέννεπεν Ἄργος· ἄναξ δ’ ἐπεχώσατο μύθοις

### book 3.365.4

εἰσαΐων, ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο.

### book 3.365.5

φῆ δ’ ἐπαλαστήσας (μενέαινε δὲ παισὶ μάλιστα

### book 3.370.1

Χαλκιόπης, τῶν γάρ σφε μετελθέμεν οὕνεκ’ ἐώλπει),

### book 3.370.2

ἐκ δέ οἱ ὄμματ’ ἔλαμψεν ὑπ’ ὀφρύσιν ἱεμένοιο·

### book 3.370.3

“Οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι λωβητῆρες

### book 3.370.4

νεῖσθ’ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης,

### book 3.370.5

πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι;

### book 3.375.1

αὐτίχ’ ὁμαρτήσαντες ἀφ’ Ἑλλάδος, οὐδ’ ἐπὶ κῶας,

### book 3.375.2

σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα, δεῦρο νέεσθε.

### book 3.375.3

εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης,

### book 3.375.4

ἦ τ’ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας

### book 3.375.5

ἀμφοτέρας, οἴοισιν ἀποπροέηκα πόδεσσιν,

### book 3.380.1

ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι·

### book 3.380.2

οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.”

### book 3.380.3

Φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο

### book 3.380.4

νειόθεν οἰδαίνεσκον, ἐέλδετο δ’ ἔνδοθι θυμός

### book 3.380.5

ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλ’ ἀπέρυκεν

### book 3.385.1

Αἰσονίδης, πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν·

### book 3.385.2

“Αἰήτη, σχέο μοι· τῷδε στόλῳ οὔ τι †γὰρ αὔτως

### book 3.385.3

ἄστυ τεὸν καὶ δώμαθ’ ἱκάνομεν, ὥς που ἔολπας,

### book 3.385.4

οὐδὲ μὲν ἱέμενοι· τίς δ’ ἂν τόσον οἶδμα περῆσαι

### book 3.385.5

τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων

### book 3.390.1

καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή.

### book 3.390.2

δὸς χάριν ἀντομένοισι· σέθεν δ’ ἐγὼ Ἑλλάδι πάσῃ

### book 3.390.3

θεσπεσίην οἴσω κληηδόνα. καὶ δέ τοι ἤδη

### book 3.390.4

πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτεῖσαι ἀμοιβήν,

### book 3.390.5

εἴτ’ οὖν Σαυρομάτας γε λιλαίεαι εἴτε τιν’ ἄλλον

### book 3.395.1

δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.”

### book 3.395.2

Ἴσκεν, ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμός

### book 3.395.3

διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν,

### book 3.395.4

ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι,

### book 3.395.5

ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατ’ ἄρειον

### book 3.1

φραζομένῳ, καὶ δή μιν ὑποβλήδην προσέειπεν·

### book 3.2

“Ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις;

### book 3.3

εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως

### book 3.4

οὐδὲν ἐμεῖο χέρηες ἐπ’ ὀθνείοισιν ἔβητε,

### book 3.5

δώσω τοι χρύσειον ἄγειν δέρος, ἤν κ’ ἐθέλῃσθα,

### book 3.405.1

πειρηθείς· ἐσθλοῖς γὰρ ἐπ’ ἀνδράσιν οὔτι μεγαίρω

### book 3.405.2

ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα.

### book 3.405.3

πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετ’ ἄεθλος

### book 3.405.4

τόν ῥ’ αὐτὸς περίειμι χεροῖν, ὀλοόν περ ἐόντα.

### book 3.405.5

δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται

### book 3.410.1

ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντε·

### book 3.410.2

τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος

### book 3.410.3

τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ,

### book 3.410.4

οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβάλλομαι ἀκτήν

### book 3.410.5

ἀλλ’ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας

### book 3.415.1

ἀνδράσι τευχηστῇσι δέμας· τοὺς δ’ αὖθι δαΐζων

### book 3.415.2

κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας.

### book 3.415.3

ἠέριος ζεύγνυμι βόας καὶ δείελον ὥρην

### book 3.415.4

παύομαι ἀμήτοιο. σὺ δ’ εἰ †τάδε τοῖα τελέσσεις,

### book 3

αὐτῆμαρ τότε κῶας ἀποίσεαι εἰς βασιλῆος,

### book 3.420.1

πρὶν δέ κεν οὐ δοίην· μηδ’ ἔλπεο, δὴ γὰρ ἀεικές

### book 3.420.2

ἄνδρ’ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.”

### book 3.420.3

Ὧς ἄρ’ ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας,

### book 3.420.4

ἧστ’ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι·

### book 3.420.5

βουλὴν δ’ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν

### book 3.425.1

θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον.

### book 3.425.2

ὀψὲ δ’ ἀμειβόμενος προσελέξατο κερδαλέοισι·

### book 3.425.3

“Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις.

### book 3.425.4

τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα

### book 3.425.5

τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτ’ ἄλλο

### book 3.430.1

ῥίγιον ἀνθρώποισι κακῆς ἐπιμείρετ’ ἀνάγκης·

### book 3.430.2

ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.”

### book 3.430.3

Ὧς φάτ’, ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε

### book 3.430.4

σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα·

### book 3.430.5

“Ἔρχεο νῦν μεθ’ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο·

### book 3.435.1

εἰ δὲ σύ γε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι,

### book 3.435.2

ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο,

### book 3.435.3

αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος

### book 3.435.4

ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν.”

### book 3.435.5

Ἴσκεν ἀπηλεγέως· ὁ δ’ ἀπὸ θρόνου ὤρνυτ’ Ἰήσων,

### book 3.440.1

Αὐγείης Τελαμών τε παρασχεδόν· εἵπετο δ’ Ἄργος,

### book 3.440.2

οἶος, ἐπεὶ μεσσηγὺς ἔτ’ αὐτόθι νεῦσε λιπέσθαι

### book 3.440.3

αὐτοκασιγνήτοις. οἱ δ’ ἤισαν ἐκ μεγάροιο,

### book 3.440.4

θεσπέσιον δ’ ἐν πᾶσι μετέπρεπεν Αἴσονος υἱός

### book 3.440.5

κάλλεϊ καὶ χαρίτεσσιν. ἐπ’ αὐτῷ δ’ ὄμματα κούρη

### book 3.445.1

λοξὰ παρὰ λιπαρὴν σχομένη θηεῖτο καλύπτρην,

### book 3.445.2

κῆρ ἄχεϊ σμύχουσα, νόος δέ οἱ ἠύτ’ ὄνειρος

### book 3.1

ἑρπύζων πεπότητο μετ’ ἴχνια νισσομένοιο.

### book 3.2

καί ῥ’ οἱ μέν ῥα δόμων ἐξήλυθον ἀσχαλόωντες·

### book 3.3

Χαλκιόπη δέ, χόλον πεφυλαγμένη Αἰήταο,

### book 3.1

καρπαλίμως θάλαμόνδε σὺν υἱάσιν οἷσι βεβήκει·

### book 3.2

αὔτως δ’ αὖ Μήδεια μετέστιχε. πολλὰ δὲ θυμῷ

### book 3.3

ὥρμαιν’ ὅσσα τ’ ἔρωτες ἐποτρύνουσι μέλεσθαι·

### book 3.4

προπρὸ δ’ ἄρ’ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα,

### book 3.5

αὐτός θ’ οἷος ἔην οἵοισί τε φάρεσιν εἷτο

### book 3.455.1

οἷά τ’ ἔειφ’ ὥς θ’ ἕζετ’ ἐπὶ θρόνου ὥς τε θύραζε

### book 3.455.2

ἤιεν· οὐδέ τιν’ ἄλλον ὀίσσατο πορφύρουσα

### book 3.455.3

ἔμμεναι ἀνέρα τοῖον· ἐν οὔασι δ’ αἰὲν ὀρώρει

### book 3.455.4

αὐδή τε μῦθοί τε μελίφρονες οὓς ἀγόρευσεν.

### book 3.455.5

τάρβει δ’ ἀμφ’ αὐτῷ, μή μιν βόες ἠὲ καὶ αὐτός

### book 3.460.1

Αἰήτης φθείσειεν· ὀδύρετο δ’ ἠύτε πάμπαν

### book 3.460.2

ἤδη τεθνειῶτα, τέρεν δέ οἱ ἀμφὶ παρειάς

### book 3.460.3

δάκρυον αἰνοτάτῳ ἐλέῳ ῥέε κηδοσύνῃ τε.

### book 3.460.4

ἦκα δὲ μυρομένη, λιγέως ἀνενείκατο μῦθον·

### book 3.460.5

“Τίπτε με δειλαίην τόδ’ ἔχει ἄχος; εἴθ’ ὅγε πάντων

### book 3.465.1

φθείσεται ἡρώων προφερέστατος εἴτε χερείων,

### book 3.465.2

ἐρρέτω. —ἦ μὲν ὄφελλεν ἀκήριος ἐξαλέασθαι.—

### book 3.465.3

ναὶ δὴ τοῦτό γε πότνα θεὰ Περσηὶ πέλοιτο,

### book 3.465.4

οἴκαδε νοστήσειε φυγὼν μόρον· εἰ δέ μιν αἶσα

### book 3.465.5

δμηθῆναι ὑπὸ βουσί, τόδε προπάροιθε δαείη,

### book 3.470.1

οὕνεκεν οὔ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ.”

### book 3.470.2

Ἡ μὲν ἄρ’ ὧς ἐόλητο νόον μελεδήμασι κούρη·

### book 3.470.3

οἱ δ’ ἐπεὶ οὖν δήμου τε καὶ ἄστεος ἐκτὸς ἔβησαν

### book 3.470.4

τὴν ὁδὸν ἣν τὸ πάροιθεν ἀνήλυθον ἐκ πεδίοιο,

### book 3

δὴ τότ’ Ἰήσονα τοῖσδε προσέννεπεν Ἄργος ἔπεσσιν·

### book 3.475.1

“Αἰσονίδη, μῆτιν μὲν ὀνόσσεαι ἥντιν’ ἐνίψω,

### book 3.475.2

πείρης δ’ οὐ μάλ’ ἔοικε μεθιέμεν ἐν κακότητι.

### book 3.475.3

κούρην δή τινα πρόσθεν ἐπέκλυες αὐτὸς ἐμεῖο

### book 3.475.4

φαρμάσσειν Ἑκάτης Περσηίδος ἐννεσίῃσιν·

### book 3.475.5

τὴν εἴ κεν πεπίθοιμεν, ὀίομαι, οὐκέτι τάρβος

### book 3.480.1

ἔσσετ’ ἀεθλεύοντι δαμήμεναι· ἀλλὰ μάλ’ αἰνῶς

### book 3.480.2

δείδω μή πως οὔ μοι ὑποστήῃ τόγε μήτηρ·

### book 3.480.3

ἔμπης δ’ ἐξαῦτις μετελεύσομαι ἀντιβολήσων,

### book 3.480.4

ξυνὸς ἐπεὶ πάντεσσιν ἐπικρέμαθ’ ἧμιν ὄλεθρος.”

### book 3.480.5

Ἴσκεν ἐυφρονέων· ὁ δ’ ἀμείβετο τοῖσδ’ ἐπέεσσιν·

### book 3.485.1

“Ὦ πέπον, εἴ νύ τοι αὐτῷ ἐφανδάνει, οὔτι μεγαίρω·

### book 3.485.2

βάσκ’ ἴθι καὶ πυκινοῖσι τεὴν παρὰ μητέρα μύθοις

### book 3.485.3

ὄρνυθι λισσόμενος. μελέη γε μὲν ἧμιν ὄρωρεν

### book 3.485.4

ἐλπωρή, ὅτε νόστον ἐπετραπόμεσθα γυναιξίν.”

### book 3.485.5

Ὧς ἔφατ’· ὦκα δ’ ἕλος μετεκίαθον, αὐτὰρ ἑταῖροι

### book 3.490.1

γηθόσυνοι ἐρέεινον, ὅπως παρεόντας ἴδοντο.

### book 3.490.2

τοῖσιν δ’ Αἰσονίδης τετιημένος ἔκφατο μῦθον·

### book 3.490.3

“Ὦ φίλοι, Αἰήταο ἀπηνέος ἄμμι φίλον κῆρ

### book 3.490.4

ἀντικρὺ κεχόλωται· ἕκαστα γὰρ οὔ νύ τι τέκμωρ

### book 3.490.5

οὔτ’ ἐμοὶ οὔτε κεν ὔμμι διειρομένοισι πέλοιτο.

### book 3.495.1

φῆ δὲ δύω πεδίον τὸ Ἀρήιον ἀμφινέμεσθαι

### book 3.495.2

ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντε,

### book 3.495.3

τετράγυον δ’ †ἐπὶ τοῖσιν ἐφίετο νειὸν ἀρόσσαι·

### book 3.495.4

δώσειν δ’ ἐξ ὄφιος γενύων σπόρον, ὅς ῥ’ ἀνίῃσιν

### book 3.495.5

γηγενέας χαλκέοις σὺν τεύχεσιν· ἤματι δ’ αὐτῷ

### book 3.1

χρειὼ τούσγε δαΐξαι. ὃ δή νύ οἱ (οὔ τι γὰρ ἄλλο

### book 3.2

βέλτερον ἦν φράσσασθαι) ἀπηλεγέως ὑποέστην.”

### book 3.3

Ὧς ἄρ’ ἔφη· πάντεσσι δ’ ἀνήνυτος εἴσατ’ ἄεθλος·

### book 3.4

δὴν δ’ ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρόωντο,

### book 3.5

ἄτῃ ἀμηχανίῃ τε κατηφέες. ὀψὲ δὲ Πηλεύς

### book 3.505.1

θαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἔειπεν·

### book 3.505.2

“Ὥρη μητιάασθαι ὅ κ’ ἔρξομεν· οὐ μὲν ἔολπα

### book 3.505.3

βουλῆς εἶναι ὄνειαρ ὅσον τ’ ἐπὶ κάρτεϊ χειρῶν.

### book 3.505.4

εἰ μέν νυν τύνη ζεῦξαι βόας Αἰήταο,

### book 3.505.5

ἥρως Αἰσονίδη, φρονέεις μέμονάς τε πόνοιο,

### book 3.510.1

ἦ τ’ ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο·

### book 3.510.2

εἰ δ’ οὔ τοι μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθεν

### book 3.510.3

ἠνορέῃ, μήτ’ αὐτὸς ἐπείγεο μήτε τιν’ ἄλλον

### book 3.510.4

τῶνδ’ ἀνδρῶν πάπταινε παρήμενος· οὐ γὰρ ἔγωγε

### book 3.510.5

σχήσομ’, ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος.”

### book 3.515.1

Ὧς ἔφατ’ Αἰακίδης· Τελαμῶνι δὲ θυμὸς ὀρίνθη,

### book 3.515.2

σπερχόμενος δ’ ἀνόρουσε θοῶς· ἔπι δὲ τρίτος Ἴδας

### book 3.515.3

ὦρτο μέγα φρονέων, ἔπι δ’ υἱέε Τυνδαρέοιο·

### book 3.515.4

σὺν δὲ καὶ Οἰνεΐδης, ἐναρίθμιος αἰζηοῖσιν

### book 3.515.5

ἀνδράσιν οὐδέ περ ὅσσον ἐπανθιόωντας ἰούλους

### book 3.520.1

ἀντέλλων· τοίῳ οἱ ἀείρετο κάρτεϊ θυμός.

### book 3.520.2

οἱ δ’ ἄλλοι εἴξαντες ἀκὴν ἔχον. αὐτίκα δ’ Ἄργος

### book 3.520.3

τοῖον ἔπος μετέειπεν ἐελδομένοισιν ἀέθλου·

### book 3.520.4

“Ὦ φίλοι, ἤτοι μὲν τόδε λοίσθιον· ἀλλά τιν’ οἴω

### book 3.520.5

μητρὸς ἐμῆς ἔσσεσθαι ἐναίσιμον ὔμμιν ἀρωγήν.

### book 3.525.1

τῶ καί περ μεμαῶτες ἐρητύοισθ’ ἐνὶ νηί

### book 3.525.2

τυτθὸν ἔθ’ ὡς τὸ πάροιθεν, ἐπεὶ καὶ ἐπισχέμεν ἔμπης

### book 3.525.3

λώιον ἢ κακὸν οἶτον ἀφειδήσαντας ὀλέσθαι.

### book 3.525.4

κούρη τις μεγάροισιν ἐνιτρέφετ’ Αἰήταο,

### book 3

τὴν Ἑκάτη περίαλλα θεὰ δάε τεχνήσασθαι

### book 3.530.1

φάρμαχ’ ὅς’ ἤπειρός τε φύει καὶ νήχυτον ὕδωρ·

### book 3.530.2

τοῖσι καὶ ἀκαμάτοιο πυρὸς μειλίσσετ’ ἀυτμήν

### book 3.530.3

καὶ ποταμοὺς ἵστησιν ἄφαρ κελαδεινὰ ῥέοντας,

### book 3.530.4

ἄστρα τε καὶ μήνης ἱερὰς ἐπέδησε κελεύθους.

### book 3.530.5

τῆς μέν, ἀπὸ μεγάροιο κατὰ στίβον ἐνθάδ’ ἰόντες,

### book 3.535.1

μνησάμεθ’, εἴ κε δύναιτο, κασιγνήτη γεγαυῖα,

### book 3.535.2

μήτηρ ἡμετέρη πεπιθεῖν ἐπαρῆξαι ἀέθλῳ·

### book 3.535.3

εἰ δὲ καὶ αὐτοῖσιν τόδ’ ἐφανδάνει, ἦ τ’ ἂν ἱκοίμην

### book 3.535.4

ἤματι τῷδ’ αὐτῷ πάλιν εἰς δόμον Αἰήταο

### book 3.535.5

πειρήσων· τάχα δ’ ἂν σὺν δαίμονι πειρηθείην.”

### book 3.540.1

Ὧς φάτο. τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες·

### book 3.540.2

τρήρων μὲν φεύγουσα βίην κίρκοιο πελειάς

### book 3.540.3

ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλπῳ,

### book 3.540.4

κίρκος δ’ ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος

### book 3.540.5

τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν·

### book 3.545.1

“῎Υμμι φίλοι τόδε σῆμα θεῶν ἰότητι τέτυκται·

### book 3.545.2

οὐδέ πῃ ἄλλως ἐστὶν ὑποκρίνασθαι ἄρειον,

### book 3.545.3

παρθενικὴν δ’ ἐπέεσσι μετελθέμεν ἀμφιέποντας

### book 3.545.4

μήτι παντοίῃ· δοκέω δέ μιν οὐκ ἀθερίξειν,

### book 3.545.5

εἰ ἐτεὸν Φινεύς γε θεῇ ἐνὶ Κύπριδι νόστον

### book 3.1

πέφραδεν ἔσσεσθαι, κείνης δ’ ὅγε μείλιχος ὄρνις

### book 3.2

πότμον ὑπεξήλυξε. κέαρ δέ μοι ὡς ἐνὶ θυμῷ

### book 3.3

τόνδε κατ’ οἰωνὸν προτιόσσεται, ὧς δὲ πέλοιτο.

### book 3.4

ἀλλὰ φίλοι, Κυθέρειαν ἐπικλείοντες ἀμύνειν,

### book 3.5

ἤδη νῦν Ἄργοιο παραιφασίῃσι πίθεσθε.”

### book 3.555.1

Ἴσκεν· ἐπῄνησαν δὲ νέοι, Φινῆος ἐφετμάς

### book 3.555.2

μνησάμενοι. μοῦνος δ’ Ἀφαρήιος ἄνθορεν Ἴδας

### book 3.555.3

δείν’ ἐπαλαστήσας μεγάλῃ ὀπί, φώνησέν τε·

### book 3.555.4

“Ὦ πόποι, ἦ ῥα γυναιξὶν ὁμόστολοι ἐνθάδ’ ἔβημεν,

### book 3.555.5

οἳ Κύπριν καλέουσιν ἐπίρροθον ἄμμι πέλεσθαι,

### book 3.560.1

οὐκέτ’ Ἐνυαλίοιο μέγα σθένος, ἐς δὲ πελείας

### book 3.560.2

καὶ κίρκους λεύσσοντες ἐρητύονται ἀέθλων.

### book 3.560.3

ἔρρετε, μηδ’ ὔμμιν πολεμήια ἔργα μέλοιτο,

### book 3.560.4

παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν.”

### book 3.560.5

Ὧς ηὔδα μεμαώς· πολέες δ’ ὁμάδησαν ἑταῖροι,

### book 3.565.1

ἦκα μάλ’, οὐδ’ ἄρα τίς οἱ ἐναντίον ἔκφατο μῦθον.

### book 3.565.2

χωόμενος δ’ ὅγ’ ἔπειτα καθέζετο· τοῖσι δ’ Ἰήσων

### book 3.565.3

αὐτίκ’ ἐποτρύνων τὸν ἑὸν νόον ὧδ’ ἀγόρευεν·

### book 3.565.4

“Ἄργος μὲν παρὰ νηός, ἐπεὶ τόδε πᾶσιν ἕαδεν,

### book 3.565.5

στελλέσθω· ἀτὰρ αὐτοὶ ἐπὶ χθονὸς ἐκ ποταμοῖο

### book 3.570.1

ἀμφαδὸν ἤδη πείσματ’ ἀνάψομεν, ἦ γὰρ ἔοικεν

### book 3.570.2

μηκέτι δὴν κρύπτεσθαι, ἅτε πτήσσοντας ἀυτήν.”

### book 3.570.3

Ὧς ἄρ’ ἔφη· καὶ τὸν μὲν ἄφαρ προΐαλλε νέεσθαι

### book 3.570.4

καρπαλίμως ἐξαῦτις ἀνὰ πτόλιν, οἱ δ’ ἐπὶ νηός

### book 3.570.5

εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο

### book 3.575.1

τυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς.

### book 3.575.2

Αὐτίκα δ’ Αἰήτης ἀγορὴν ποιήσατο Κόλχων

### book 3.575.3

νόσφιν ἑοῖο δόμου, τόθι περ καὶ πρόσθε κάθιζον,

### book 3.575.4

ἀτλήτους Μινύῃσι δόλους καὶ κήδεα τεύχων.

### book 3.575.5

στεῦτο δ’, ἐπεί κεν πρῶτα βόες διαδηλήσονται

### book 3.580

ἄνδρα τὸν ὅς ῥ’ ὑπέδεκτο βαρὺν καμέεσθαι ἄεθλον,

### book 3.1

δρυμὸν ἀναρρήξας λασίης καθύπερθε κολώνης,

### book 3.2

αὔτανδρον φλέξειν δόρυ νήιον, ὄφρ’ ἀλεγεινήν

### book 3.3

ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες.

### book 3.4

οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα

### book 3.585.1

δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς περὶ πάντων

### book 3.585.2

ξείνων μειλιχίῃ τε θεουδείῃ τ’ ἐκέκαστο,

### book 3.585.3

εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπ’ οὐρανοῦ ἄγγελον ἧκεν

### book 3.585.4

Ἑρμείαν, ὥς κεν προσκηδέος ἀντιάσειεν·

### book 3.585.5

μὴ καὶ ληιστῆρας ἑὴν ἐς γαῖαν ἰόντας

### book 3.590.1

ἔσσεσθαι δηναιὸν ἀπήμονας, οἷσι μέμηλεν

### book 3.590.2

ὀθνείοις ἐπὶ χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν

### book 3.590.3

κρυπταδίους τε δόλους τεκταινέμεν, ἠδὲ βοτήρων

### book 3.590.4

αὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαΐξαι.

### book 3.590.5

νόσφι δὲ οἷ αὐτῷ φάτ’ ἐοικότα μείλια τείσειν

### book 3.595.1

υἱῆας Φρίξοιο, κακορρέκτῃσιν ὀπηδούς

### book 3.595.2

ἀνδράσι νοστήσαντας ὁμιλαδόν, ὄφρα ἑ τιμῆς

### book 3.595.3

καὶ σκήπτρων ἐλάσειαν ἀκηδέες· ὥς ποτε βάξιν

### book 3.595.4

λευγαλέην οὗ πατρὸς ἐπέκλυεν Ἠελίοιο,

### book 3.595.5

χρειώ μιν πυκινόν τε δόλον βουλάς τε γενέθλης

### book 3.1

σφωιτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι·

### book 3.2

τῶ καὶ †ἐελδομένους πέμπεν† ἐς Ἀχαιίδα γαῖαν

### book 3.3

πατρὸς ἐφημοσύνῃ δολιχὴν ὁδόν· οὐδὲ θυγατρῶν

### book 3.4

εἶναί οἱ τυτθόν γε δέος μή πού τινα μῆτιν

### book 3.5

φράσσωνται στυγερήν, οὐδ’ υἱέος Ἀψύρτοιο,

### book 3.605.1

ἀλλ’ ἐνὶ Χαλκιόπης γενεῇ τάδε λυγρὰ τετύχθαι.

### book 3.605.2

καί ῥ’ ὁ μὲν ἄσχετα ἔργα πιφαύσκετο δημοτέροισιν

### book 3.605.3

χωόμενος, μέγα δέ σφιν ἀπείλεε νῆά τ’ ἐρύσθαι

### book 3.605.4

ἠδ’ αὐτούς, ἵνα μή τις ὑπὲκ κακότητος ἀλύξῃ·

### book 3

τόφρα δὲ μητέρ’ ἑήν, μετιὼν δόμον Αἰήταο,

### book 3.610.1

Ἄργος παντοίοισι παρηγορέεσκεν ἔπεσσιν,

### book 3.610.2

Μήδειαν λίσσεσθαι ἀμυνέμεν· ἡ δὲ καὶ αὐτή

### book 3.610.3

πρόσθεν μητιάασκε, δέος δέ μιν ἴσχανε θυμόν

### book 3.610.4

μή πως ἠὲ παρ’ αἶσαν ἐτώσια μειλίσσοιτο

### book 3.610.5

πατρὸς ἀτυζομένην ὀλοὸν χόλον, ἠὲ λιτῇσιν

### book 3.615.1

ἑσπομένης ἀρίδηλα καὶ ἀμφαδὰ ἔργα πέλοιτο.

### book 3.615.2

Κούρην δ’ ἐξ ἀχέων ἀδινὸς κατελώφεεν ὕπνος

### book 3.615.3

λέκτρῳ ἀνακλινθεῖσαν. ἄφαρ δέ μιν ἠπεροπῆες,

### book 3.615.4

οἷά τ’ ἀκηχεμένην, ὀλοοὶ ἐρέθεσκον ὄνειροι·

### book 3.615.5

τὸν ξεῖνον δ’ ἐδόκησεν ὑφεστάμεναι τὸν ἄεθλον

### book 3.620.1

οὔτι μάλ’ ὁρμαίνοντα δέρος κριοῖο κομίσσαι,

### book 3.620.2

οὐδέ τι τοῖο ἕκητι μετὰ πτόλιν Αἰήταο

### book 3.620.3

ἐλθέμεν, ὄφρα δέ μιν σφέτερον δόμον εἰσαγάγοιτο

### book 3.620.4

κουριδίην παράκοιτιν. ὀίετο δ’ ἀμφὶ βόεσσιν

### book 3.620.5

αὐτὴ ἀεθλεύουσα μάλ’ εὐμαρέως πονέεσθαι·

### book 3.625.1

σφωιτέρους δὲ τοκῆας ὑποσχεσίης ἀθερίζειν,

### book 3.625.2

οὕνεκεν οὐ κούρῃ ζεῦξαι βόας ἀλλά οἱ αὐτῷ

### book 3.625.3

προύθεσαν· ἐκ δ’ ἄρα τοῦ νεῖκος πέλεν ἀμφήριστον

### book 3.625.4

πατρί τε καὶ ξείνοις· αὐτῇ δ’ ἐπιέτρεπον ἄμφω

### book 3.625.5

τὼς ἔμεν ὥς κεν ἑῇσι μετὰ φρεσὶν ἰθύσειεν·

### book 3.630.1

ἡ δ’ ἄφνω τὸν ξεῖνον, ἀφειδήσασα τοκήων,

### book 3.630.2

εἵλετο· τοὺς δ’ ἀμέγαρτον ἄχος λάβεν, ἐκ δ’ ἐβόησαν

### book 3.630.3

χωόμενοι. τὴν δ’ ὕπνος ἅμα κλαγγῇ μεθέηκεν,

### book 3.630.4

παλλομένη δ’ ἀνόρουσε φόβῳ περί τ’ ἀμφί τε τοίχους

### book 3.630.5

πάπτηνεν θαλάμοιο· μόλις δ’ ἐσαγείρατο θυμόν

### book 3.635.1

ὡς πάρος ἐν στέρνοις, ἀδινὴν δ’ ἀνενείκατο φωνήν·

### book 3.635.2

“Δειλὴ ἐγών, οἷόν με βαρεῖς ἐφόβησαν ὄνειροι.

### book 3.635.3

δείδια μὴ μέγα δή τι φέρῃ κακὸν ἥδε κέλευθος

### book 3.635.4

ἡρώων· περί μοι ξείνῳ φρένες ἠερέθονται. —

### book 3

μνάσθω ἑὸν κατὰ δῆμον Ἀχαιίδα τηλόθι κούρην,

### book 3.640.1

ἄμμι δὲ παρθενίη τε μέλοι καὶ δῶμα τοκήων. —

### book 3.640.2

ἔμπα γε μὴν θεμένη κύνεον κέαρ, οὐκέτ’ ἄνευθεν

### book 3.640.3

αὐτοκασιγνήτης πειρήσομαι εἴ κέ μ’ ἀέθλῳ

### book 3.640.4

χραισμεῖν ἀντιάσῃσιν, ἐπὶ σφετέροις ἀχέουσα

### book 3.640.5

παισί· τό κέν μοι λυγρὸν ἐνὶ κραδίῃ σβέσει ἄλγος.”

### book 3.645.1

Ἦ ῥα, καὶ ὀρθωθεῖσα θύρας ὤιξε δόμοιο

### book 3.645.2

νήλιπος οἰέανος, καὶ δὴ λελίητο νέεσθαι

### book 3.645.3

αὐτοκασιγνήτηνδε καὶ ἕρκεος οὐδὸν ἄμειψεν·

### book 3.645.4

δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο

### book 3.645.5

αἰδοῖ ἐεργομένη· μετὰ δ’ ἐτράπετ’ αὖτις ὀπίσσω

### book 3.1

στρεφθεῖς’· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τ’ ἀλέεινεν

### book 3.2

εἴσω, τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα.

### book 3.3

ἤτοι ὅτ’ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς·

### book 3.4

αἰδοῖ δ’ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν.

### book 3.5

τρὶς μὲν ἐπειρήθη, τρὶς δ’ ἔσχετο· τέτρατον αὖτις

### book 3.655.1

λέκτροισι πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα.

### book 3.655.2

ὡς δ’ ὅτε τις νύμφη θαλερὸν πόσιν ἐν θαλάμοισιν

### book 3.655.3

μύρεται, ᾧ μιν ὄπασσαν ἀδελφεοὶ ἠὲ τοκῆες,

### book 3.660.1

τὸν δέ τις ὤλεσε μοῖρα πάρος ταρπήμεναι ἄμφω

### book 3.660.2

δήνεσιν ἀλλήλων· ἡ δ’ ἔνδοθι δαιομένη κῆρ

### book 3.660.3

σῖγα μάλα κλαίει χῆρον λέχος εἰσορόωσα,

### book 3.658*

οὐδέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν

### book 3.659*

αἰδοῖ ἐπιφροσύνῃ τε, μυχῷ δ’ ἀχέουσα θαάσσει,

### book 3.663.1

μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες—

### book 3.663.2

τῇ ἰκέλη Μήδεια κινύρετο. τὴν δέ τις ἄφνω

### book 3.665.1

μυρομένην μεσσηγὺς ἐπιπρομολοῦς’ ἐνόησεν

### book 3.665.2

δμωάων, ἥ οἱ ἑπέτις πέλε κουρίζουσα,

### book 3.665.3

Χαλκιόπῃ δ’ ἤγγειλε παρασχεδόν. ἡ δ’ ἐνὶ παισίν

### book 3.665.4

ἧστ’, ἐπιμητιόωσα κασιγνήτην ἀρέσασθαι·

### book 3.665.5

ἀλλ’ οὐδ’ ὧς ἀπίθησεν, ὅτ’ ἔκλυεν ἀμφιπόλοιο

### book 3.670.1

μῦθον ἀνώιστον, διὰ δ’ ἔσσυτο θαμβήσασα

### book 3.670.2

ἐκ θαλάμου θάλαμόνδε διαμπερές, ᾧ ἔνι κούρη

### book 3.670.3

κέκλιτ’, ἀκηχεμένη, δρύψεν δ’ ἑκάτερθε παρειάς.

### book 3.670.4

ὡς δ’ ἴδε δάκρυσιν ὄσσε πεφυρμένα, φώνησέν μιν·

### book 3.670.5

“Ὤ μοι ἐγώ, Μήδεια, τί δὴ τάδε δάκρυα λείβεις;

### book 3.675.1

τίπτ’ ἔπαθες; τί τοι αἰνὸν ὑπὸ φρένας ἵκετο πένθος;

### book 3.675.2

ἤ νύ σε θευμορίη περιδέδρομεν ἅψεα νοῦσος,

### book 3.675.3

ἦέ τιν’ οὐλομένην ἐδάης ἐκ πατρὸς ἐνιπήν

### book 3.675.4

ἀμφί τ’ ἐμοὶ καὶ παισίν; ὄφελλέ με μήτε τοκήων

### book 3.675.5

δῶμα τόδ’ εἰσοράαν μηδὲ πτόλιν, ἀλλ’ ἐπὶ γαίης

### book 3.680.1

πείρασι ναιετάειν, ἵνα μηδέ περ οὔνομα Κόλχων.”

### book 3.680.2

Ὧς φάτο· τῆς δ’ ἐρύθηνε παρήια, δὴν δέ μιν αἰδώς

### book 3.680.3

παρθενίη κατέρυκεν, ἀμείψασθαι μεμαυῖαν·

### book 3.680.4

μῦθος δ’ ἄλλοτε μέν οἱ ἐπ’ ἀκροτάτης ἀνέτελλεν

### book 3.680.5

γλώσσης, ἄλλοτ’ ἔνερθε κατὰ στῆθος πεπότητο·

### book 3.685.1

πολλάκι δ’ ἱμερόεν μὲν †ἀνὰ στόμα θυῖεν ἐνισπεῖν,

### book 3.685.2

φθογγὴ δ’ οὐ προύβαινε παροιτέρω. ὀψὲ δ’ ἔειπεν

### book 3.1

τοῖα δόλῳ, θρασέες γὰρ ἐπικλονέεσκον ἔρωτες·

### book 3.2

“Χαλκιόπη, περί μοι παίδων σέο θυμὸς ἄηται,

### book 3.3

μή σφε πατὴρ ξείνοισι σὺν ἀνδράσιν αὐτίκ’ ὀλέσσῃ·

### book 3.690.1

τοῖα κατακνώσσουσα μινυνθαδίῳ νέον ὕπνῳ

### book 3.690.2

λεύσσω ὀνείρατα λυγρά—τά τις θεὸς ἀκράαντα

### book 3.690.3

θείη, μηδ’ ἀλεγεινὸν ἐφ’ υἱάσι κῆδος ἕλοιο.”

### book 3.690.4

Φῆ ῥα, κασιγνήτης πειρωμένη εἴ κέ μιν αὐτή

### book 3.690.5

ἀντιάσειε πάροιθεν ἑοῖς τεκέεσσιν ἀμύνειν·

### book 3.695.1

τῆς δ’ αἰνῶς ἄτλητος ἐπέκλυσε θυμὸν ἀνίη

### book 3.695.2

δείματι, οἷ’ ἐσάκουσεν· ἀμείβετο δ’ ὧδ’ ἐπέεσσιν·

### book 3.695.3

“Καὶ δ’ αὐτὴ τάδε πάντα μετήλυθον ὁρμαίνουσα,

### book 3.695.4

εἴ τινα συμφράσσαιο καὶ ἀρτύνειας ἀρωγήν.

### book 3.695.5

ἀλλ’ ὄμοσον Γαῖάν τε καὶ Οὐρανόν, ὅττι τοι εἴπω

### book 3.1

σχησέμεν ἐν θυμῷ σύν τε δρήστειρα πέλεσθαι.

### book 3.2

λίσσομ’ ὑπὲρ μακάρων σέο τ’ αὐτῆς ἠδὲ τοκήων,

### book 3.3

μή σφε κακῇ ὑπὸ κηρὶ διαρραισθέντας ἰδέσθαι

### book 3.4

λευγαλέως· ἢ σοίγε, φίλοις σὺν παισὶ θανοῦσα,

### book 3.5

εἴην ἐξ Ἀίδεω στυγερὴ μετόπισθεν Ἐρινύς.”

### book 3.705.1

Ὧς ἄρ’ ἔφη, τὸ δὲ πολλὸν ὑπεξέχυτ’ αὐτίκα δάκρυ,

### book 3.705.2

νειόθι δ’ ἀμφοτέρῃσι περίσχετο γούνατα χερσίν·

### book 3.705.3

σὺν δὲ κάρη κόλποις περικάββαλον. ἔνθ’ ἐλεεινόν

### book 3.705.4

ἄμφω ἐπ’ ἀλλήλῃσι θέσαν γόον, ὦρτο δ’ ἰωή

### book 3.705.5

λεπταλέη διὰ δώματ’ ὀδυρομένων ἀχέεσσιν.

### book 3.710.1

τὴν δὲ πάρος Μήδεια προσέννεπεν ἀσχαλόωσαν·

### book 3.710.2

“Δαιμονίη, τί νύ τοι ῥέξω ἄκος; οἷ’ ἀγορεύεις,

### book 3.710.3

ἀράς τε στυγερὰς καὶ Ἐρινύας· αἲ γὰρ ὄφελλεν

### book 3.710.4

ἔμπεδον εἶναι ἐπ’ ἄμμι τεοὺς υἱῆας ἔρυσθαι.

### book 3.710.5

ἴστω Κόλχων ὅρκος ὑπέρβιος, ὅντιν’ ὀμόσσαι

### book 3.715

αὐτὴ ἐποτρύνεις, μέγας Οὐρανὸς ἠδ’ ὑπένερθεν

### book 3.1

Γαῖα, θεῶν μήτηρ, ὅσσον σθένος ἐστὶν ἐμεῖο,

### book 3.2

μή ς’ ἐπιδευήσεσθαι ἀνυστά περ ἀντιόωσαν.”

### book 3.3

Φῆ ἄρα· Χαλκιόπη δ’ ἠμείβετο τοῖσδ’ ἐπέεσσιν·

### book 3.4

“Οὐκ ἂν δὴ ξείνῳ τλαίης χατέοντι καὶ αὐτῷ

### book 3.720.1

ἢ δόλον ἤ τινα μῆτιν ἐπιφράσσασθαι ἀέθλου,

### book 3.720.2

παίδων εἵνεκ’ ἐμεῖο; καὶ ἐκ κείνου τόδ’ ἱκάνει

### book 3.720.3

Ἄργος ἐποτρύνων με τεῆς πειρῆσαι ἀρωγῆς·

### book 3.720.4

μεσσηγὺς μὲν τῶνγε δόμον λίπον ἐνθάδ’ ἰοῦσα.”

### book 3.720.5

Ὧς φάτο· τῆς δ’ ἔντοσθεν ἀνέπτατο χάρματι θυμός,

### book 3.725.1

φοινίχθη δ’ ἄμυδις καλὸν χρόα, κὰδ δέ μιν ἀχλύς

### book 3.725.2

εἷλεν ἰαινομένην. τοῖον δ’ ἐπὶ μῦθον ἔειπεν·

### book 3.725.3

“Χαλκιόπη, ὡς ὔμμι φίλον τερπνόν τε τέτυκται,

### book 3.725.4

ὧς ἔρξω. μὴ γάρ μοι ἐν ὀφθαλμοῖσι φαείνοι

### book 3.725.5

ἠὼς μηδέ με δηρὸν ἔτι ζώουσαν ἴδοιο,

### book 3.730.1

εἴ γέ τι σῆς ψυχῆς προφερέστερον ἠέ τι παίδων

### book 3.730.2

σῶν θείην, οἳ δή μοι ἀδελφειοὶ γεγάασιν

### book 3.730.3

κηδεμόνες τε φίλοι καὶ ὁμήλικες· ὧς δὲ καὶ αὐτή

### book 3.730.4

φημὶ κασιγνήτη τε σέθεν κούρη τε πέλεσθαι,

### book 3.730.5

ἶσον ἐπεὶ κείνοις με τεῷ ἐπαείραο μαζῷ

### book 3.735.1

νηπυτίην, ὡς αἰὲν ἐγώ ποτε μητρὸς ἄκουον.

### book 3.735.2

ἀλλ’ ἴθι, κεῦθε δ’ ἐμὴν σιγῇ χάριν, ὄφρα τοκῆας

### book 3.735.3

λήσομεν ἐντύνουσαι ὑπόσχεσιν· ἦρι δὲ νηόν

### book 3.1

εἴσομαι εἰς Ἑκάτης, θελκτήρια φάρμακα ταύρων

### book 3.2

οἰσομένη ξείνῳ ὑπὲρ οὗ τόδε νεῖκος ὄρωρεν.”

### book 3.740.1

Ὧς ἥγ’ ἐκ θαλάμοιο πάλιν κίε παισί τ’ ἀρωγήν

### book 3.740.2

αὐτοκασιγνήτης διεπέφραδε· τὴν δὲ μεταῦτις

### book 3.740.3

αἰδώς τε στυγερόν τε δέος λάβε μουνωθεῖσαν,

### book 3.740.4

τοῖα παρὲξ οὗ πατρὸς ἐπ’ ἀνέρι μητιάασθαι.

### book 3.740.5

Νὺξ μὲν ἔπειτ’ ἐπὶ γαῖαν ἄγεν κνέφας, οἱ δ’ ἐνὶ πόντῳ

### book 3.745.1

ναυτίλοι εἰς Ἑλίκην τε καὶ ἀστέρας Ὠρίωνος

### book 3.745.2

ἔδρακον ἐκ νηῶν, ὕπνοιο δὲ καί τις ὁδίτης

### book 3.745.3

ἤδη καὶ πυλαωρὸς ἐέλδετο, καί τινα παίδων

### book 3.745.4

μητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμ’ ἐκάλυπτεν,

### book 3.745.5

οὐδὲ κυνῶν ὑλακὴ ἔτ’ ἀνὰ πτόλιν, οὐ θρόος ἦεν

### book 3.1

ἠχήεις, σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην·

### book 3.2

ἀλλὰ μάλ’ οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος.

### book 3.3

πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματ’ ἔγειρεν

### book 3.4

δειδυῖαν ταύρων κρατερὸν μένος, οἷσιν ἔμελλεν

### book 3.5

φθεῖσθαι ἀεικελίῃ μοίρῃ κατὰ νειὸν Ἄρηος.

### book 3.761*

δάκρυ δ’ ἀπ’ ὀφθαλμῶν ἐλέῳ ῥέεν· ἔνδοθι δ’ αἰεί

### book 3.762*

τεῖρ’ ὀδύνη, σμύχουσα διὰ χροὸς ἀμφί τ’ ἀραιάς

### book 3.763*

ἶνας καὶ κεφαλῆς ὑπὸ νείατον ἰνίον ἄχρις,

### book 3.764*

ἔνθ’ ἀλεγεινότατον δύνει ἄχος, ὁππότ’ ἀνίας

### book 3.765*

ἀκάματοι πραπίδεσσιν ἐνισκίμψωσιν ἔρωτες.

### book 3.755.1

πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυιεν,

### book 3.755.2

ἠελίου ὥς τίς τε δόμοις ἔνι πάλλεται αἴγλη,

### book 3.755.3

ὕδατος ἐξανιοῦσα τὸ δὴ νέον ἠὲ λέβητι

### book 3.755.4

ἠέ που ἐν γαυλῷ κέχυται, ἡ δ’ ἔνθα καὶ ἔνθα

### book 3.755.5

ὠκείῃ στροφάλιγγι τινάσσεται ἀίσσουσα—

### book 3.760

ὧς δὲ καὶ ἐν στήθεσσι κέαρ ἐλελίζετο κούρης,

### book 3.766.1

φῆ δέ οἱ ἄλλοτε μὲν θελκτήρια φάρμακα ταύρων

### book 3.766.2

δωσέμεν· ἄλλοτε δ’ οὔτι, καταφθεῖσθαι δὲ καὶ αὐτή·

### book 3.766.3

αὐτίκα δ’ οὔτ’ αὐτὴ θανέειν, οὐ φάρμακα δώσειν,

### book 3.766.4

ἀλλ’ αὔτως εὔκηλος ἑὴν ὀτλησέμεν ἄτην.

### book 3.770.1

ἑζομένη δἤπειτα δοάσσατο, φώνησέν τε·

### book 3.770.2

“Δειλὴ ἐγώ, νῦν ἔνθα κακῶν ἢ ἔνθα γένωμαι;

### book 3.770.3

πάντη μοι φρένες εἰσὶν ἀμήχανοι, οὐδέ τις ἀλκή

### book 3.770.4

πήματος, ἀλλ’ αὔτως φλέγει ἔμπεδον. ὡς ὄφελόν γε

### book 3.770.5

Ἀρτέμιδος κραιπνοῖσι πάρος βελέεσσι δαμῆναι,

### book 3.775.1

πρὶν τόνγ’ εἰσιδέειν, πρὶν Ἀχαιίδα νῆα κομίσσαι

### book 3.775.2

Χαλκιόπης υἷας· τοὺς μὲν θεὸς ἤ τις Ἐρινύς

### book 3.775.3

ἄμμι πολυκλαύτους δεῦρ’ ἤγαγε κεῖθεν ἀνίας. —

### book 3.775.4

φθείσθω ἀεθλεύων, εἴ οἱ κατὰ νειὸν ὀλέσθαι

### book 3.775.5

μοῖρα πέλει· πῶς γάρ κεν ἐμοὺς λελάθοιμι τοκῆας

### book 3.780.1

φάρμακα μησαμένη, ποῖον δ’ ἐπὶ μῦθον ἐνίψω;

### book 3.780.2

τίς δὲ δόλος, τίς μῆτις ἐπίκλοπος ἔσσετ’ ἀρωγῆς; —

### book 3.780.3

ἦ μιν ἄνευθ’ ἑτάρων προσπτύξομαι οἶον ἰοῦσα;

### book 3.780.4

δύσμορος· οὐ μὲν ἔολπα καταφθιμένοιό περ ἔμπης

### book 3.780.5

λωφήσειν ἀχέων, τότε δ’ ἂν κακὸν ἄμμι πέλοιτο

### book 3.785

κεῖνος, ὅτε ζωῆς ἀπαμείρεται. ἐρρέτω αἰδώς,

### book 3.1

ἐρρέτω ἀγλαΐη, ὁ δ’ ἐμῇ ἰότητι σαωθείς

### book 3.2

ἀσκηθής, ἵνα οἱ θυμῷ φίλον, ἔνθα νέοιτο·

### book 3.3

αὐτὰρ ἐγὼν αὐτῆμαρ, ὅτ’ ἐξανύσειεν ἄεθλον,

### book 3.4

τεθναίην, ἢ λαιμὸν ἀναρτήσασα μελάθρῳ

### book 3.790.1

ἢ καὶ πασσαμένη ῥαιστήρια φάρμακα θυμοῦ. —

### book 3.790.2

ἀλλὰ καὶ ὧς φθιμένῃ μοι ἐπιλλίξουσιν ὀπίσσω

### book 3.790.3

κερτομίας, τηλοῦ δὲ πόλις περὶ πᾶσα βοήσει

### book 3.790.4

πότμον ἐμόν· καί κέν με διὰ στόματος φορέουσαι

### book 3.790.5

Κολχίδες ἄλλυδις ἄλλαι ἀεικέα μωμήσονται·

### book 3.795.1

‘ἥτις κηδομένη τόσον ἀνέρος ἀλλοδαποῖο

### book 3.795.2

κάτθανεν, ἥτις δῶμα καὶ οὓς ᾔσχυνε τοκῆας,

### book 3.795.3

μαργοσύνῃ εἴξασα.‘ —τί δ’ οὐκ ἐμὸν ἔσσεται αἶσχος;

### book 3.795.4

ὤ μοι ἐμῆς ἄτης. ἦ τ’ ἂν πολὺ κέρδιον εἴη

### book 3.795.5

τῇδ’ αὐτῇ ἐν νυκτὶ λιπεῖν βίον ἐν θαλάμοισιν,

### book 3.1

πότμῳ ἀνωίστῳ κάκ’ ἐλέγχεα πάντα φυγοῦσαν,

### book 3.2

πρὶν τάδε λωβήεντα καὶ οὐκ ὀνομαστὰ τελέσσαι.”

### book 3.3

Ἦ, καὶ φωριαμὸν μετεκίαθεν ᾗ ἔνι πολλά

### book 3.4

φάρμακά οἱ τὰ μὲν ἐσθλὰ τὰ δὲ ῥαιστήρι’ ἔκειτο.

### book 3.5

ἐνθεμένη δ’ ἐπὶ γούνατ’ ὀδύρετο, δεῦε δὲ κόλπους

### book 3.805.1

ἄλληκτον δακρύοισι, τὰ δ’ ἔρρεεν ἀσταγὲς αὔτως,

### book 3.805.2

αἴν’ ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἵετο δ’ ἥγε

### book 3.805.3

φάρμακα λέξασθαι θυμοφθόρα τόφρα πάσαιτο,

### book 3.805.4

ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο

### book 3.805.5

ἐξελέειν μεμαυῖα δυσάμμορος· ἀλλά οἱ ἄφνω

### book 3.810.1

δεῖμ’ ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθ’ Ἀίδαο,

### book 3.810.2

ἔσχετο δ’ ἀμφασίῃ δηρὸν χρόνον. ἀμφὶ δὲ πᾶσαι

### book 3.810.3

θυμηδεῖς βιότοιο μεληδόνες ἰνδάλλοντο·

### book 3.810.4

μνήσατο μὲν τερπνῶν ὅς’ ἐνὶ ζωοῖσι πέλονται,

### book 3.810.5

μνήσαθ’ ὁμηλικίης περιγηθέος, οἷά τε κούρη·

### book 3.815.1

καί τέ οἱ ἠέλιος γλυκίων γένετ’ εἰσοράασθαι

### book 3.815.2

ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθ’ ἕκαστα.

### book 3.815.3

καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων

### book 3.815.4

Ἥρης ἐννεσίῃσι μετάτροπος· οὐδ’ ἔτι βουλάς

### book 3.815.5

ἄλλῃ δοιάζεσκεν, ἐέλδετο δ’ αἶψα φανῆναι

### book 3.820.1

ἠῶ τελλομένην, ἵνα οἱ θελκτήρια δοίη

### book 3.820.2

φάρμακα συνθεσίῃσι καὶ ἀντήσειεν ἐς ὠπήν.

### book 3.820.3

πυκνὰ δ’ ἀνὰ κληῖδας ἑῶν λύεσκε θυράων,

### book 3.820.4

αἴγλην σκεπτομένη· τῇ δ’ ἀσπάσιον βάλε φέγγος

### book 3.820.5

ἠριγενής, κίνυντο δ’ ἀνὰ πτολίεθρον ἕκαστοι.

### book 3.825.1

Ἔνθα κασιγνήτους μὲν ἔτ’ αὐτόθι μεῖναι ἀνώγει

### book 3.825.2

Ἄργος, ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης·

### book 3.825.3

αὐτὸς δ’ αὖτ’ ἐπὶ νῆα κίεν, προπάροιθε λιασθείς.

### book 3.825.4

Ἡ δ’ ἐπεὶ οὖν τὰ πρῶτα φαεινομένην ἴδεν ἠῶ

### book 3.825.5

παρθενική, ξανθὰς μὲν ἀνήψατο χερσὶν ἐθείρας,

### book 3.830.1

αἵ οἱ ἀτημελίῃ καταειμέναι ἠερέθοντο·

### book 3.830.2

αὐσταλέας δ’ ἔψηχε παρηίδας, αὐτὰρ ἀλοιφῇ

### book 3.830.3

νεκταρέῃ φαίδρυνε πέρι χρόα· δῦνε δὲ πέπλον

### book 3.830.4

καλόν, ἐυγνάμπτοισιν ἀρηρέμενον περόνῃσιν,

### book 3.830.5

ἀμβροσίῳ δ’ ἐφύπερθε καρήατι βάλλε καλύπτρην

### book 3.835.1

ἀργυφέην· αὔτως δὲ δόμοις ἔνι δινεύουσα

### book 3.835.2

στεῖβε πέδον λήθῃ ἀχέων, τά οἱ ἐν ποσὶν ἦεν

### book 3.835.3

θεσπέσι’, ἄλλα τ’ ἔμελλεν ἀεξήσεσθαι ὀπίσσω.

### book 3.835.4

κέκλετο δ’ ἀμφιπόλοις, αἵ οἱ δυοκαίδεκα πᾶσαι

### book 3.835.5

ἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντο

### book 3.840.1

ἥλικες, οὔπω λέκτρα σὺν ἀνδράσι πορσύνουσαι,

### book 3.840.2

ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ,

### book 3.840.3

οἵ κέ μιν εἰς Ἑκάτης περικαλλέα νηὸν ἄγοιεν.

### book 3.840.4

ἔνθ’ αὖτ’ ἀμφίπολοι μὲν ἐφοπλίζεσκον ἀπήνην·

### book 3.840.5

ἡ δὲ τέως γλαφυρῆς ἐξείλετο φωριαμοῖο

### book 3.845.1

φάρμακον ὅρρά τέ φασι Προμήθειον καλέεσθαι.

### book 3.845.2

τῷ εἴ κεν, νυχίοισιν ἀρεσσάμενος θυέεσσιν

### book 3.845.3

Δαῖραν μουνογένειαν, ἑὸν δέμας ἰκμαίνοιτο,

### book 3.845.4

ἦ τ’ ἂν ὅγ’ οὔτε ῥηκτὸς ἔοι χαλκοῖο τυπῇσιν

### book 3.845.5

οὔτε κεν αἰθομένῳ πυρὶ εἰκάθοι, ἀλλὰ καὶ ἀλκῇ

### book 3.1

λωίτερος κεῖν’ ἦμαρ ὁμῶς κάρτει τε πέλοιτο.

### book 3.2

πρωτοφυὲς τόγ’ ἀνέσχε καταστάξαντος ἔραζε

### book 3.3

αἰετοῦ ὠμηστέω κνημοῖς ἔνι Καυκασίοισιν

### book 3.4

αἱματόεντ’ ἰχῶρα Προμηθῆος μογεροῖο.

### book 3.5

τοῦ δ’ ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθεν

### book 3.855.1

χροιῇ Κωρυκίῳ ἴκελον κρόκῳ ἐξεφαάνθη,

### book 3.855.2

καυλοῖσιν διδύμοισιν ἐπήορον· ἡ δ’ ἐνὶ γαίῃ

### book 3.855.3

σαρκὶ νεοτμήτῳ ἐναλιγκίη ἔπλετο ῥίζα.

### book 3.855.4

τῆς οἵην τ’ ἐν ὄρεσσι κελαινὴν ἰκμάδα φηγοῦ

### book 3.855.5

Κασπίῃ ἐν κόχλῳ ἀμήσατο φαρμάσσεσθαι,

### book 3.860.1

ἑπτὰ μὲν ἀενάοισι λοεσσαμένη ὑδάτεσσιν,

### book 3.860.2

ἑπτάκι δὲ Βριμὼ κουροτρόφον ἀγκαλέσασα,

### book 3.860.3

Βριμὼ νυκτιπόλον, χθονίην, ἐνέροισιν ἄνασσαν,

### book 3.1

λυγαίῃ ἐνὶ νυκτὶ σὺν ὀρφναίοις φαρέεσσιν·

### book 3.2

μυκηθμῷ δ’ ὑπένερθεν ἐρεμνὴ σείετο γαῖα

### book 3.865.1

ῥίζης τεμνομένης Τιτηνίδος, ἔστενε δ’ αὐτός

### book 3.865.2

Ἰαπετοῖο πάις ὀδύνῃ πέρι θυμὸν ἀλύων.

### book 3.865.3

τόρρ’ ἥγ’ ἐξανελοῦσα, θυώδεϊ κάτθετο μίτρῃ

### book 3.865.4

ἥ τέ οἱ ἀμβροσίοισι περὶ στήθεσσιν ἔερτο.

### book 3.865.5

ἐκ δὲ θύραζε κιοῦσα θοῆς ἐπεβήσατ’ ἀπήνης,

### book 3.870.1

σὺν δέ οἱ ἀμφίπολοι δοιαὶ ἑκάτερθεν ἔβησαν.

### book 3.870.2

αὐτὴ δ’ ἡνί’ ἔδεκτο καὶ εὐποίητον ἱμάσθλην

### book 3.870.3

δεξιτερῇ, ἔλαεν δὲ δι’ ἄστεος· αἱ δὲ δὴ ἄλλαι

### book 3.870.4

ἀμφίπολοι, πείρινθος ἐφαπτόμεναι μετόπισθεν,

### book 3.870.5

τρώχων εὐρεῖαν κατ’ ἀμαξιτόν, ἂν δὲ χιτῶνας

### book 3.875.1

λεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἄειρον.

### book 3.875.2

οἵη δέ, λιαροῖσιν ἐν ὕδασι Παρθενίοιο

### book 3.875.3

ἠὲ καὶ Ἀμνισοῖο λοεσσαμένη ποταμοῖο,

### book 3.875.4

χρυσείοις Λητωὶς ἐφ’ ἅρμασιν ἑστηυῖα

### book 3.875.5

ὠκείαις κεμάδεσσι διεξελάῃσι κολώνας,

### book 3.880.1

τηλόθεν ἀντιόωσα πολυκνίσου ἑκατόμβης·

### book 3.880.2

τῇ δ’ ἅμα νύμφαι ἕπονται ἀμορβάδες, αἱ μὲν ἀπ’ αὐτῆς

### book 3.880.3

ἀγρόμεναι πηγῆς Ἀμνισίδες, αἱ δὲ λιποῦσαι

### book 3.880.4

ἄλσεα καὶ σκοπιὰς πολυπίδακας, ἀμφὶ δὲ θῆρες

### book 3.880.5

κνυζηθμῷ σαίνουσιν ὑποτρομέοντες ἰοῦσαν—

### book 3.885.1

ὧς αἵγ’ ἐσσεύοντο δι’ ἄστεος, ἀμφὶ δὲ λαοί

### book 3.885.2

εἶκον ἀλευάμενοι βασιληίδος ὄμματα κούρης.

### book 3.885.3

αὐτὰρ ἐπεὶ πόλιος μὲν ἐυδμήτους λίπ’ ἀγυιάς,

### book 3.885.4

νηὸν δ’ εἰσαφίκανε διὲκ πεδίων ἐλάουσα,

### book 3.885.5

δὴ τότ’ ἐυτροχάλοιο κατ’ αὐτόθι βήσατ’ ἀπήνης

### book 3.890

ἱεμένη, καὶ τοῖα μετὰ δμωῇσιν ἔειπεν·

### book 3.1

“Ὦ φίλαι, ἦ μέγα δή τι παρήλιτον, οὐδ’ ἐνόησα

### book 3.2

†μὴ ἴμεν ἀλλοδαποῖσι μετ’† ἀνδράσιν, οἵ τ’ ἐπὶ γαῖαν

### book 3.3

ἡμετέρην στρωφῶσιν, ἀμηχανίῃ βεβόληται

### book 3.4

πᾶσα πόλις, τὸ καὶ οὔ τις ἀνήλυθε δεῦρο γυναικῶν

### book 3.895.1

τάων αἳ τὸ πάροιθεν ἐπημάτιαι ἀγέρονται.

### book 3.895.2

ἀλλ’ ἐπεὶ οὖν ἱκόμεσθα καὶ οὔ νύ τις ἄλλος ἔπεισιν,

### book 3.895.3

εἰ δ’ ἄγε μολπῇ θυμὸν ἀφειδείως κορέσωμεν

### book 3.895.4

μειλιχίῃ, τὰ δὲ καλὰ τερείνης ἄνθεα ποίης

### book 3.895.5

λεξάμεναι, τότ’ ἔπειτ’ αὐτὴν ἀπονισσόμεθ’ ὥρην.

### book 3.1

καὶ δέ κε σὺν πολέεσσιν ὀνείασιν οἴκαδ’ ἵκοισθε

### book 3.2

ἤματι τῷδ’, εἴ μοι συναρέσσετε τήνδε μενοινήν.

### book 3.3

Ἄργος γάρ μ’ ἐπέεσσι παρατρέπει, ὧς δὲ καὶ αὐτή

### book 3.4

Χαλκιόπη—τὰ δὲ σῖγα νόῳ ἔχετ’ εἰσαΐουσαι

### book 3.5

ἐξ ἐμέθεν, μὴ πατρὸς ἐς οὔατα μῦθος ἵκηται·

### book 3.905.1

τὸν ξεῖνόν με κέλονται ὅτις περὶ βουσὶν ὑπέστη,

### book 3.905.2

δῶρ’ ἀποδεξαμένην, ὀλοῶν ῥύσασθαι ἀέθλων·

### book 3.905.3

αὐτὰρ ἐγὼ τὸν μῦθον ἐπῄνεον ἠδὲ καὶ αὐτόν

### book 3.905.4

κέκλομαι εἰς ὠπὴν ἑτάρων ἄπο μοῦνον ἱκέσθαι,

### book 3.905.5

ὄφρα τὰ μὲν δασόμεσθα μετὰ σφίσιν, εἴ κεν ὀπάσσῃ

### book 3.910.1

δῶρα φέρων, τῷ δ’ αὖτε κακώτερον ἄλλο πόρωμεν

### book 3.910.2

φάρμακον. ἀλλ’ ἀπονόσφι πέλεσθέ μοι, εὖτ’ ἂν ἵκηται.”

### book 3.910.3

Ὧς ηὔδα· πάσῃσι δ’ ἐπίκλοπος ἥνδανε μῆτις.

### book 3.910.4

Αὐτίκα δ’ Αἰσονίδην ἑτάρων ἄπο μοῦνον ἐρύσσας

### book 3.910.5

Ἄργος, ὅτ’ ἤδη τήνγε κασιγνήτων ἐσάκουσεν

### book 3.915.1

ἠερίην Ἑκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν,

### book 3.915.2

ἦγε διὲκ πεδίου· ἅμα δέ σφισιν εἵπετο Μόψος

### book 3.1

Ἀμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνισπεῖν

### book 3.2

οἰωνούς, ἐσθλὸς δὲ σὺν εὖ φράσσασθαι ἰοῦσιν.

### book 3.3

ἔνθ’ οὔπω τις τοῖος ἐπὶ προτέρων γένετ’ ἀνδρῶν,

### book 3.920.1

οὔθ’ ὅσοι ἐξ αὐτοῖο Διὸς γένος οὔθ’ ὅσοι ἄλλων

### book 3.920.2

ἀθανάτων ἥρωες ἀφ’ αἵματος ἐβλάστησαν,

### book 3.920.3

οἷον Ἰήσονα θῆκε Διὸς δάμαρ ἤματι κείνῳ

### book 3.920.4

ἠμὲν ἐσάντα ἰδεῖν ἠδὲ προτιμυθήσασθαι·

### book 3.920.5

τὸν καὶ παπταίνοντες ἐθάμβεον αὐτοὶ ἑταῖροι

### book 3.925.1

λαμπόμενον χαρίτεσσιν, ἐγήθησεν δὲ κελεύθῳ

### book 3.925.2

Ἀμπυκίδης, ἤδη που ὀισσάμενος τὰ ἕκαστα.

### book 3.925.3

Ἔσκε δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦ

### book 3.925.4

αἴγειρος φύλλοισιν ἀπειρεσίοις κομόωσα,

### book 3.925.5

τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο κορῶναι·

### book 3.930.1

τάων τις, μεσσηγὺς ἀνὰ πτερὰ κινήσασα,

### book 3.930.2

ὑψοῦ ἐπ’ ἀκρεμόνων Ἥρης ἠνίπαπε βουλαῖς·

### book 3.930.3

“Ἀκλειὴς ὅδε μάντις, ὃς οὐδ’ ὅσα παῖδες ἴσασιν

### book 3.930.4

οἶδε νόῳ φράσσασθαι, ὁθούνεκεν οὔτε τι λαρόν

### book 3.930.5

οὔτ’ ἐρατὸν κούρη κεν ἔπος προτιμυθήσαιτο

### book 3.935.1

ἠιθέῳ, εὖτ’ ἄν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται.

### book 3.935.2

ἔρροις, ὦ κακόμαντι, κακοφραδές, οὐδέ σε Κύπρις

### book 3.935.3

οὔτ’ ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ἔρωτες.”

### book 3.935.4

Ἴσκεν ἀτεμβομένη· μείδησε δὲ Μόψος ἀκούσας

### book 3.935.5

ὀμφὴν οἰωνοῖο θεήλατον, ὧδέ τ’ ἔειπεν·

### book 3.940.1

“Τύνη μὲν νηόνδε θεᾶς ἴθι, τῷ ἔνι κούρην

### book 3.940.2

δήεις, Αἰσονίδη, μάλα δ’ ἠπίῃ ἀντιβολήσεις

### book 3.940.3

Κύπριδος ἐννεσίῃς, ἥ τοι συνέριθος ἀέθλων

### book 3.940.4

ἔσσεται, ὡς δὴ καὶ πρὶν Ἀγηνορίδης φάτο Φινεύς·

### book 3.940.5

νῶι δ’, ἐγὼν Ἄργος τε, δεδεγμένοι ἔστ’ ἂν ἵκηαι

### book 3.945

τῷδ’ αὐτῷ ἐνὶ χώρῳ, ἀπεσσόμεθ’· οἰόθι δ’ αὐτός

### book 3.1

λίσσεό μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν.”

### book 3.2

Ἦ ῥα περιφραδέως, ἐπὶ δὲ σχεδὸν ᾔνεον ἄμφω.

### book 3.3

Οὐδ’ ἄρα Μηδείης θυμὸς τράπετ’ ἄλλα νοῆσαι,

### book 3.4

μελπομένης περ ὅμως· πᾶσαι δέ οἱ ἥντιν’ ἀθύροι

### book 3.1

μολπὴν οὐκ ἐπὶ δηρὸν ἐφήνδανεν ἑψιάασθαι,

### book 3.2

ἀλλὰ μεταλλήγεσκεν ἀμήχανος· οὐδέ ποτ’ ὄσσε

### book 3.3

ἀμφιπόλων μεθ’ ὅμιλον ἔχ’ ἀτρέμας, ἐς δὲ κελεύθους

### book 3.4

τηλόσε παπταίνεσκε παρακλίνουσα παρειάς.

### book 3.5

ἦ θαμὰ δὴ †στηθέων ἐάγη† κέαρ, ὁππότε δοῦπον

### book 3.955.1

ἢ ποδὸς ἢ ἀνέμοιο παραθρέξαντα δοάσσαι.

### book 3.955.2

αὐτὰρ ὅγ’ οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη,

### book 3.955.3

ὑψός’ ἀναθρῴσκων ἅ τε Σείριος Ὠκεανοῖο,

### book 3.955.4

ὃς δή τοι καλὸς μὲν ἀρίζηλός τ’ ἐσιδέσθαι

### book 3.955.5

ἀντέλλει, μήλοισι δ’ ἐν ἄσπετον ἧκεν ὀιζύν—

### book 3.960.1

ὧς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι

### book 3.960.2

Αἰσονίδης, κάματον δὲ δυσίμερον ὦρσε φαανθείς.

### book 3.960.3

ἐκ δ’ ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δ’ αὔτως

### book 3.960.4

ἤχλυσαν, θερμὸν δὲ παρηίδας εἷλεν ἔρευθος·

### book 3.960.5

γούνατα δ’ οὔτ’ ὀπίσω οὔτε προπάροιθεν ἀεῖραι

### book 3.965.1

ἔσθενεν, ἀλλ’ ὑπένερθε πάγη πόδας. αἱ δ’ ἄρα τείως

### book 3.965.2

ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν·

### book 3.965.3

τὼ δ’ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν,

### book 3.965.4

ἢ δρυσὶν ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν,

### book 3.965.5

αἵ τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται

### book 3.970.1

νηνεμίῃ, μετὰ δ’ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιο

### book 3.970.2

κινύμεναι ὁμάδησαν ἀπείριτον—ὧς ἄρα τώγε

### book 3.970.3

μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν Ἔρωτος.

### book 3.970.4

γνῶ δέ μιν Αἰσονίδης ἄτῃ ἐνιπεπτηυῖαν

### book 3.970.5

θευμορίῃ, καὶ τοῖον ὑποσσαίνων φάτο μῦθον·

### book 3.975

“Τίπτε με παρθενικὴ τόσον ἅζεαι οἶον ἐόντα;

### book 3.1

οὔ τοι ἐγὼν οἷοί τε δυσαυχέες ἄλλοι ἔασιν

### book 3.2

ἀνέρες, οὐδ’ ὅτε περ πάτρῃ ἔνι ναιετάασκον

### book 3.3

ἦα πάρος· τῶ μή με λίην ὑπεραίδεο κούρη

### book 3.4

ἤ τι παρεξερέεσθαι ὅ τοι φίλον ἠέ τι φάσθαι·

### book 3.980.1

ἀλλ’ ἐπεὶ ἀλλήλοισιν ἱκάνομεν εὐμενέοντες,

### book 3.980.2

χώρῳ ἐν ἠγαθέῳ, ἵνα τ’ οὐ θέμις ἔστ’ ἀλιτέσθαι,

### book 3.980.3

ἀμφαδίην ἀγόρευε καὶ εἴρεο, μηδέ με τερπνοῖς

### book 3.980.4

φηλώσῃς ἐπέεσσιν, ἐπεὶ τὸ πρῶτον ὑπέστης

### book 3.980.5

αὐτοκασιγνήτῃ μενοεικέα φάρμακα δώσειν.

### book 3.985.1

πρός ς’ αὐτῆς Ἑκάτης μειλίσσομαι ἠδὲ τοκήων

### book 3.985.2

καὶ Διός, ὃς ξείνοις ἱκέτῃσί τε χεῖρ’ ὑπερίσχει·

### book 3.985.3

ἀμφότερον δ’ ἱκέτης ξεῖνός τέ τοι ἐνθάδ’ ἱκάνω

### book 3.985.4

χρειοῖ ἀναγκαίῃ γουνούμενος, οὐ γὰρ ἄνευθεν

### book 3.985.5

ὑμείων στονόεντος ὑπέρτερος ἔσσομ’ ἀέθλου.

### book 3.990.1

σοὶ δ’ ἂν ἐγὼ τείσαιμι χάριν μετόπισθεν ἀρωγῆς

### book 3.990.2

ᾗ θέμις, ὡς ἐπέοικε διάνδιχα ναιετάοντας,

### book 3.990.3

οὔνομα καὶ καλὸν τεύχων κλέος· ὧς δὲ καὶ ὧλλοι

### book 3.990.4

ἥρωες κλῄσουσιν ἐς Ἑλλάδα νοστήσαντες,

### book 3.990.5

ἡρώων τ’ ἄλοχοι καὶ μητέρες, αἵ νύ που ἤδη

### book 3.995.1

ἡμέας ἠιόνεσσιν ἐφεζόμεναι γοάουσιν,

### book 3.995.2

τάων ἀργαλέας κεν ἀποσκεδάσειας ἀνίας.

### book 3.995.3

δή ποτε καὶ Θησῆα κακῶν ὑπελύσατ’ ἀέθλων

### book 3.995.4

παρθενικὴ Μινωὶς ἐυφρονέους’ Ἀριάδνη,

### book 3.995.5

ἥν ῥά τε Πασιφάη κούρη τέκεν Ἠελίοιο.

### book 3

ἀλλ’ ἡ μὲν καὶ νηός, ἐπεὶ χόλον εὔνασε Μίνως,

### book 3.1

σὺν τῷ ἐφεζομένη πάτρην λίπε· τὴν δὲ καὶ αὐτοί

### book 3.2

ἀθάνατοι φίλαντο, μέσῳ δέ οἱ αἰθέρι τέκμωρ

### book 3.3

ἀστερόεις στέφανος, τόν τε κλείους’ Ἀριάδνης,

### book 3.4

πάννυχος οὐρανίοις ἐνελίσσεται εἰδώλοισιν·

### book 3.1005.1

ὧς καὶ σοὶ θεόθεν χάρις ἔσσεται, εἴ κε σαώσεις

### book 3.1005.2

τόσσον ἀριστήων ἀνδρῶν στόλον· ἦ γὰρ ἔοικας

### book 3.1005.3

ἐκ μορφῆς ἀγανῇσιν ἐπητείῃσι κεκάσθαι.”

### book 3.1005.4

Ὧς φάτο, κυδαίνων· ἡ δ’ ἐγκλιδὸν ὄσσε βαλοῦσα

### book 3.1005.5

νεκτάρεον μείδησε, χύθη δέ οἱ ἔνδοθι θυμός

### book 3.1010.1

αἴνῳ ἀειρομένης· καὶ ἀνέδρακεν ὄμμασιν ἄντην,

### book 3.1010.2

οὐδ’ ἔχεν ὅττι πάροιθεν ἔπος προτιμυθήσαιτο,

### book 3.1010.3

ἀλλ’ ἄμυδις μενέαινεν ἀολλέα πάντ’ ἀγορεῦσαι.

### book 3.1010.4

προπρὸ δ’ ἀφειδήσασα θυώδεος ἔξελε μίτρης

### book 3.1010.5

φάρμακον· αὐτὰρ ὅγ’ αἶψα χεροῖν ὑπέδεκτο γεγηθώς.

### book 3.1015.1

καί νύ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασα

### book 3.1015.2

ψυχὴν ἐγγυάλιξεν ἀγαιομένη χατέοντι·

### book 3.1015.3

τοῖος ἀπὸ ξανθοῖο καρήατος Αἰσονίδαο

### book 3.1015.4

στράπτεν ἔρως ἡδεῖαν †ἀπὸ φλόγα, τῆς δ’ ἀμαρυγάς

### book 3.1015.5

ὀφθαλμῶν ἥρπαζεν, ἰαίνετο δὲ φρένας εἴσω

### book 3.1020.1

τηκομένη, οἷόν τε περὶ ῥοδέῃσιν ἐέρση

### book 3.1020.2

τήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν.

### book 3.1020.3

ἄμφω δ’ ἄλλοτε μέν τε κατ’ οὔδεος ὄμματ’ ἔρειδον

### book 3.1020.4

αἰδόμενοι, ὁτὲ δ’ αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπάς

### book 3.1020.5

ἱμερόεν φαιδρῇσιν ὑπ’ ὀφρύσι μειδιόωντες.

### book 3.1025.1

ὀψὲ δὲ δὴ τοίοισι μόλις προσπτύξατο κούρη·

### book 3.1025.2

“Φράζεο νῦν, ὥς κέν τοι ἐγὼ μητίσομ’ ἀρωγήν.

### book 3.1025.3

εὖτ’ ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ

### book 3.1025.4

ἐξ ὄφιος γενύων ὀλοοὺς σπείρασθαι ὀδόντας,

### book 3.1025.5

δὴ τότε, μέσσην νύκτα διαμμοιρηδὰ φυλάξας,

### book 3.1030.1

ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοῖο,

### book 3.1030.2

οἶος ἄνευθ’ ἄλλων ἐνὶ φάρεσι κυανέοισιν

### book 3.1030.3

βόθρον ὀρύξασθαι περιηγέα, τῷ δ’ ἔνι θῆλυν

### book 3.1030.4

ἀρνειὸν σφάζειν καὶ ἀδαίετον ὠμοθετῆσαι,

### book 3.1030.5

αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ·

### book 3.1035.1

μουνογενῆ δ’ Ἑκάτην Περσηίδα μειλίσσοιο,

### book 3.1035.2

λείβων ἐκ δέπαος σιμβλήια ἔργα μελισσέων.

### book 3.1035.3

ἔνθα δ’ ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι,

### book 3.1035.4

ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο, μηδέ σε δοῦπος

### book 3.1035.5

ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω

### book 3.1040.1

ἠὲ κυνῶν ὑλακή, μή πως τὰ ἕκαστα κολούσας

### book 3.1040.2

οὐδ’ αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς.

### book 3.1040.3

ἦρι δέ, μυδήνας τόδε φάρμακον, ἠύτ’ ἀλοιφῇ

### book 3.1040.4

γυμνωθεὶς φαίδρυνε τεὸν δέμας· ἐν δέ τοι ἀλκή

### book 3.1040.5

ἔσσετ’ ἀπειρεσίη μέγα τε σθένος, οὐδέ κε φαίης

### book 3.1045.1

ἀνδράσιν ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισιν·

### book 3.1045.2

πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω

### book 3.1045.3

καὶ ξίφος. ἔνθ’ οὐκ ἄν σε διατμήξειαν ἀκωκαί

### book 3.1045.4

γηγενέων ἀνδρῶν οὐδ’ ἄσχετος ἀίσσουσα

### book 3.1045.5

φλὸξ ὀλοῶν ταύρων. τοῖός γε μὲν οὐκ ἐπὶ δηρόν

### book 3.1

ἔσσεαι, ἀλλ’ αὐτῆμαρ ὁμῶς σύγε μή ποτ’ ἀέθλου

### book 3.2

χάζεο. καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομ’ ὄνειαρ·

### book 3.1

αὐτίκ’ ἐπὴν κρατεροὺς ζεύξῃς βόας, ὦκα δὲ πᾶσαν

### book 3.2

χερσὶ καὶ ἠνορέῃ στυφελὴν διὰ νειὸν ἀρόσσῃς

### book 3.1055*

σπειρομένων ὄφιος δνοφερὴν ἐπὶ βῶλον ὀδόντων,

### book 3.1054

οἱ δ’ ἤδη κατὰ ὦλκας ἀνασταχύωσι γίγαντες,

### book 3.1056.1

ᾗ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσῃς,

### book 3.1056.2

λάθρῃ λᾶαν ἄφες στιβαρώτερον· οἱ δ’ ἂν ἐπ’ αὐτῷ,

### book 3.1056.3

καρχαλέοι κύνες ὥστε περὶ βρώμης, ὀλέκοιεν

### book 3.1056.4

ἀλλήλους. καὶ δ’ αὐτὸς ἐπείγεο δηιοτῆτος

### book 3.1060.1

ἰθῦσαι, τὸ δὲ κῶας ἐς Ἑλλάδα τοῖο ἕκητι

### book 3.1060.2

οἴσεαι ἐξ Αἴης—τηλοῦ ποθι, νίσσεο δ’ ἔμπης

### book 3.1060.3

ᾗ φίλον, ᾗ τοι ἕαδεν ἀφορμηθέντι νέεσθαι.”

### book 3.1060.4

Ὧς ἄρ’ ἔφη, καὶ σῖγα ποδῶν πάρος ὄσσε βαλοῦσα,

### book 3.1060.5

θεσπέσιον λιαροῖσι παρηίδα δάκρυσι δεῦε

### book 3.1065.1

μυρομένη, ὅτ’ ἔμελλεν ἀπόπροθι πολλὸν ἑοῖο

### book 3.1065.2

πόντον ἐπιπλάγξεσθαι. ἀνιηρῷ δέ μιν ἄντην

### book 3.1065.3

ἐξαῦτις μύθῳ προσεφώνεεν, εἷλέ τε χειρός

### book 3.1065.4

δεξιτερῆς, δὴ γάρ οἱ ἀπ’ ὀφθαλμοὺς λίπεν αἰδώς·

### book 3.1065.5

“Μνώεο δ’, ἢν ἄρα δή ποθ’ ὑπότροπος οἴκαδ’ ἵκηαι,

### book 3.1070.1

οὔνομα Μηδείης· ὧς δ’ αὖτ’ ἐγὼ ἀμφὶς ἐόντος

### book 3.1070.2

μνήσομαι. εἰπὲ δέ μοι πρόφρων τόδε· πῇ τοι ἔασιν

### book 3.1070.3

δώματα; πῇ νῦν ἔνθεν ὑπεὶρ ἅλα νηὶ περήσεις;

### book 3.1070.4

ἤ νύ που ἀφνειοῦ σχεδὸν ἵξεαι Ὀρχομενοῖο

### book 3.1070.5

ἦε καὶ Αἰαίης νήσου πέλας; εἰπὲ δὲ κούρην

### book 3.1075.1

ἥντινα τήνδ’ ὀνόμηνας ἀριγνώτην γεγαυῖαν

### book 3.1075.2

Πασιφάης, ἣ πατρὸς ὁμόγνιός ἐστιν ἐμεῖο.”

### book 3.1075.3

Ὧς φάτο· τὸν δὲ καὶ αὐτὸν ὑπήιε δάκρυσι κούρης

### book 3.1075.4

οὖλος ἔρως, τοῖον δὲ παραβλήδην ἔπος ηὔδα·

### book 3.1075.5

“Καὶ λίην οὐ νύκτας ὀίομαι οὐδέ ποτ’ ἦμαρ

### book 3.1080.1

σεῦ ἐπιλήσεσθαι προφυγὼν μόρον—εἰ ἐτεόν γε

### book 3.1080.2

φεύξομαι ἀσκηθὴς ἐς Ἀχαιίδα, μηδέ τιν’ ἄλλον

### book 3.1080.3

Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἄεθλον.

### book 3.1080.4

εἰ δέ τοι ἡμετέρην ἐξίδμεναι εὔαδε πάτρην,

### book 3.1080.5

ἐξερέω· μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει.

### book 3.1085.1

ἔστι τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα,

### book 3.1085.2

πάμπαν ἐύρρηνός τε καὶ εὔβοτος, ἔνθα Προμηθεύς

### book 3.1085.3

Ἰαπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα,

### book 3.1085.4

ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηούς

### book 3.1085.5

ἀθανάτοις, πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν·

### book 3.1090.1

Αἱμονίην δὴ τήνγε περικτίονες καλέουσιν·

### book 3.1090.2

ἐν δ’ αὐτὴ Ἰαωλκός, ἐμὴ πόλις, ἐν δὲ καὶ ἄλλαι

### book 3.1090.3

πολλαὶ ναιετάουσιν ἵν’ οὐδέ περ οὔνομ’ ἀκοῦσαι

### book 3.1090.4

Αἰαίης νήσου· Μινύην γε μὲν ὁρμηθέντα,

### book 3.1090.5

Αἰολίδην Μινύην, ἔνθεν φάτις Ὀρχομενοῖο

### book 3.1095.1

δή ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι.

### book 3.1095.2

ἀλλὰ τίη τάδε τοι μεταμώνια πάντ’ ἀγορεύω,

### book 3.1095.3

ἡμετέρους τε δόμους τηλεκλείτην τ’ Ἀριάδνην,

### book 3.1095.4

κούρην Μίνωος, τόπερ ἀγλαὸν οὔνομα κείνην

### book 3.1095.5

παρθενικὴν καλέεσκον ἐπήρατον ἥν μ’ ἐρεείνεις;

### book 3.1

αἴθε γάρ, ὡς Θησῆι τότε ξυναρέσσατο Μίνως

### book 3.2

ἀμφ’ αὐτῆς, ὧς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἴη.”

### book 3.1

Ὧς φάτο, μειλιχίοισι καταψήχων ὀάροισιν·

### book 3.2

τῆς δ’ ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνῖαι,

### book 3.3

καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ·

### book 3.1105.1

“Ἑλλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν·

### book 3.1105.2

Αἰήτης δ’ οὐ τοῖος ἐν ἀνδράσιν οἷον ἔειπας

### book 3.1105.3

Μίνω Πασιφάης πόσιν ἔμμεναι, οὐδ’ Ἀριάδνῃ

### book 3.1105.4

ἰσοῦμαι· τῶ μή τι φιλοξενίην ἀγόρευε,

### book 3.1105.5

ἀλλ’ οἶον τύνη μὲν ἐμεῦ, ὅτ’ Ἰωλκὸν ἵκηαι,

### book 3.1110.1

μνώεο, σεῖο δ’ ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήων

### book 3.1110.2

μνήσομαι. ἔλθοι δ’ ἧμιν ἀπόπροθεν ἠέ τις ὄσσα

### book 3.1110.3

ἠέ τις ἄγγελος ὄρνις, ὅτ’ ἐκλελάθοιο ἐμεῖο·

### book 3.1110.4

ἢ αὐτήν με ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν

### book 3.1110.5

ἐνθένδ’ εἰς Ἰαωλκὸν ἀναρπάξασαι ἄελλαι,

### book 3.1115.1

ὄφρα ς’ ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα

### book 3.1115.2

μνήσω ἐμῇ ἰότητι πεφυγμένον· αἴθε γὰρ εἴην

### book 3.1115.3

ἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν.”

### book 3.1115.4

Ὧς ἄρ’ ἔφη, ἐλεεινὰ κατὰ προχέουσα παρειῶν

### book 3.1115.5

δάκρυα· τὴν δ’ ὅγε δῆθεν ὑποβλήδην προσέειπεν·

### book 3.1120.1

“Δαιμονίη, κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας,

### book 3.1120.2

ὧς δὲ καὶ ἄγγελον ὄρνιν, ἐπεὶ μεταμώνια βάζεις·

### book 3.1120.3

εἰ δέ κεν ἤθεα κεῖνα καὶ Ἑλλάδα γαῖαν ἵκηαι,

### book 3.1120.4

τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν αἰδοίη τε

### book 3.1120.5

ἔσσεαι, οἱ δέ σε πάγχυ θεὸν ὣς πορσανέουσιν,

### book 3.1125.1

οὕνεκα τῶν μὲν παῖδες ὑπότροποι οἴκαδ’ ἵκοντο

### book 3.1125.2

σῇ βουλῇ, τῶν δ’ αὖτε κασίγνητοί τε ἔται τε

### book 3.1125.3

καὶ θαλεροὶ κακότητος ἄδην ἐσάωθεν ἀκοῖται·

### book 3.1125.4

ἡμέτερον δὲ λέχος θαλάμοις ἔνι κουριδίοισιν

### book 3.1125.5

πορσανέεις, οὐδ’ ἄμμε διακρινέει φιλότητος

### book 3.1130.1

ἄλλο, πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι.”

### book 3.1130.2

Ὧς φάτο· τῇ δ’ ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ·

### book 3.1130.3

ἔμπης δ’ ἔργ’ ἀρίδηλα κατερρίγησεν ἰδέσθαι,

### book 3.1130.4

σχετλίη· οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλεν

### book 3.1130.5

Ἑλλάδα ναιετάειν· ὧς γὰρ τόγε μήδετο Ἥρη,

### book 3.1135.1

ὄφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ἰωλκὸν ἵκηται

### book 3.1135.2

Αἰαίη Μήδεια λιποῦς’ ἄπο πατρίδα γαῖαν.

### book 3.1135.3

Ἤδη δ’ ἀμφίπολοι μὲν ὀπιπτεύουσαι ἄπωθεν

### book 3.1135.4

σιγῇ ἀνιάζεσκον, ἐδεύετο δ’ ἤματος ὥρη

### book 3.1135.5

ἂψ οἶκόνδε νέεσθαι ἑὴν μετὰ μητέρα κούρην,

### book 3.1140.1

ἡ δ’ οὔπω κομιδῆς μιμνήσκετο, τέρπετο γάρ οἱ

### book 3.1140.2

θυμὸς ὁμῶς μορφῇ τε καὶ αἱμυλίοισι λόγοισιν,

### book 3.1140.3

εἰ μὴ ἄρ’ Αἰσονίδης πεφυλαγμένος ὀψέ περ ηὔδα·

### book 3.1140.4

“Ὥρη ἀποβλώσκειν, μὴ πρὶν φάος ἠελίοιο

### book 3.1140.5

δύῃ ὑποφθάμενον καί τις τὰ ἕκαστα νοήσῃ

### book 3.1145.1

ὀθνείων· αὖτις δ’ ἀβολήσομεν ἐνθάδ’ ἰόντες.”

### book 3.1145.2

Ὧς τώγ’ ἀλλήλων ἀγανοῖς ἐπὶ τόσσον ἔπεσσιν

### book 3.1145.3

πείρηθεν, μετὰ δ’ αὖτε διέτμαγον· ἤτοι Ἰήσων

### book 3.1145.4

εἰς ἑτάρους καὶ νῆα κεχαρμένος ὦρτο νέεσθαι,

### book 3.1145.5

ἡ δὲ μετ’ ἀμφιπόλους. αἱ δὲ σχεδὸν ἀντεβόλησαν

### book 3.1

πᾶσαι ὁμοῦ, τὰς δ’ οὔτι περιπλομένας ἐνόησεν·

### book 3.2

ψυχὴ γὰρ νεφέεσσι μεταχρονίη πεπότητο.

### book 3.3

αὐτομάτοις δὲ πόδεσσι θοῆς ἐπεβήσατ’ ἀπήνης,

### book 3.4

καί ῥ’ ἑτέρῃ μὲν χειρὶ λάβ’ ἡνία, τῇ δ’ ἄρ’ ἱμάσθλην

### book 3.5

δαιδαλέην οὐρῆας ἐλαυνέμεν. οἱ δὲ πόλινδε

### book 3.1155

θῦνον ἐπειγόμενοι ποτὶ δώματα· τὴν δ’ ἀνιοῦσαν

### book 3.1

Χαλκιόπη, περὶ παισὶν ἀκηχεμένη, ἐρέεινεν·

### book 3.2

ἡ δὲ παλιντροπίῃσιν ἀμήχανος οὔτε τι μύθων

### book 3.3

ἔκλυεν οὔτ’ αὐδῆσαι ἀνειρομένῃ λελίητο.

### book 3.4

ἷζε δ’ ἐπὶ χθαμαλῷ σφέλαϊ κλιντῆρος ἔνερθεν

### book 3.1160.1

λέχρις ἐρεισαμένη λαιῇ ἐπὶ χειρὶ παρειήν,

### book 3.1160.2

ὑγρὰ δ’ ἐνὶ βλεφάροις ἔχεν ὄμματα, πορφύρουσα

### book 3.1160.3

οἷον ἑῇ κακὸν ἔργον ἐπιξυνώσατο βουλῇ.

### book 3.1160.4

Αἰσονίδης δ’ ὅτε δὴ ἑτάροις ἐξαῦτις ἔμικτο

### book 3.1160.5

ἐν χώρῃ ὅθι τούσγε καταπρολιπὼν ἐλιάσθη,

### book 3.1165.1

ὦρτ’ ἰέναι σὺν τοῖσι, πιφαυσκόμενος τὰ ἕκαστα,

### book 3.1165.2

ἡρώων ἐς ὅμιλον. ὁμοῦ δ’ ἐπὶ νῆα πέλασσαν·

### book 3.1165.3

οἱ δέ μιν ἀμφαγάπαζον, ὅπως ἴδον, ἔκ τ’ ἐρέοντο·

### book 3.1165.4

αὐτὰρ ὁ τοῖς πάντεσσι μετέννεπε δήνεα κούρης

### book 3.1165.5

δεῖξέ τε φάρμακον αἰνόν. ὁ δ’ οἰόθεν οἶος ἑταίρων

### book 3.1170.1

Ἴδας ἧστ’ ἀπάνευθε δακὼν χόλον· οἱ δὲ δὴ ἄλλοι

### book 3.1170.2

γηθόσυνοι, τῆμος μέν, ἐπεὶ κνέφας ἔργαθε νυκτός,

### book 3.1170.3

†εὔκηλοι μέλλοντο περὶ σφίσιν†· αὐτὰρ ἅμ’ ἠοῖ

### book 3.1170.4

πέμπον ἐς Αἰήτην ἰέναι σπόρον αἰτήσοντας

### book 3.1170.5

ἄνδρε δύω, πρὸ μὲν αὐτὸν ἀρηίφιλον Τελαμῶνα,

### book 3.1175.1

σὺν δὲ καὶ Αἰθαλίδην, υἷα κλυτὸν Ἑρμείαο.

### book 3.1175.2

βὰν δ’ ἴμεν, οὐδ’ ἁλίωσαν ὁδόν, πόρε δέ σφιν ἰοῦσιν

### book 3.1175.3

κρείων Αἰήτης χαλεποὺς ἐς ἄεθλον ὀδόντας

### book 3.1175.4

Ἀονίοιο δράκοντος, ὃν Ὠγυγίῃ ἐνὶ Θήβῃ

### book 3.1175.5

Κάδμος, ὅτ’ Εὐρώπην διζήμενος εἰσαφίκανεν,

### book 3.1180.1

πέφνεν, Ἀρητιάδι κρήνῃ ἐπίουρον ἐόντα·

### book 3.1180.2

ἔνθα καὶ ἐννάσθη πομπῇ βοὸς ἥν οἱ Ἀπόλλων

### book 3.1

ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο·

### book 3.2

τοὺς δὲ θεὰ Τριτωνὶς ὑπὲκ γενύων ἐλάσασα

### book 3.3

Αἰήτῃ πόρε δῶρον ὁμῶς αὐτῷ τε φονῆι·

### book 3.1185.1

καί ῥ’ ὁ μὲν Ἀονίοισιν ἐνισπείρας πεδίοισιν

### book 3.1185.2

Κάδμος Ἀγηνορίδης γαιηγενῆ εἵσατο λαόν,

### book 3.1185.3

Ἄρεος ἀμώοντος ὅσοι ὑπὸ δουρὶ λίποντο·

### book 3.1185.4

τοὺς δὲ τότ’ Αἰήτης ἔπορεν μετὰ νῆα φέρεσθαι

### book 3.1185.5

προφρονέως, ἐπεὶ οὔ μιν ὀίσσατο πείρατ’ ἀέθλου

### book 3.1190.1

ἐξανύσειν, εἰ καί περ ἐπὶ ζυγὰ βουσὶ βάλοιτο.

### book 3.1190.2

Ἠέλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν

### book 3.1190.3

ἑσπερίων νεάτας ὑπὲρ ἄκριας Αἰθιοπήων,

### book 3.1190.4

Νὺξ δ’ ἵπποισιν ἔβαλλεν ἔπι ζυγά· τοὶ δὲ χαμεύνας

### book 3.1190.5

ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ἰήσων,

### book 3.1195.1

αὐτίκ’ ἐπεί ῥ’ Ἑλίκης εὐφεγγέες ἀστέρες Ἄρκτου

### book 3.1195.2

ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετ’ αἰθήρ,

### book 3.1195.3

βῆ ῥ’ ἐς ἐρημαίην κλωπήιος ἠύτε τις φώρ

### book 3.1195.4

σὺν πᾶσι χρήεσσι. πρὸ γάρ τ’ ἀλέγυνεν ἕκαστα

### book 3.1195.5

ἠμάτιος· θῆλυν μὲν ὄιν γάλα τ’ ἔκτοθι ποίμνης

### book 3.1

Ἄργος ἰὼν ἤνεικε, τὰ δ’ ἐξ αὐτῆς ἕλε νηός.

### book 3.2

ἀλλ’ ὅτε δὴ ἴδε χῶρον ὅτις πάτου ἔκτοθεν ἦεν

### book 3.3

ἀνθρώπων καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν,

### book 3.4

ἔνθ’ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο

### book 3.5

εὐαγέως θείοιο τέρεν δέμας, ἀμφὶ δὲ φᾶρος

### book 3.1205.1

ἕσσατο κυάνεον, τό ῥά οἱ πάρος ἐγγυάλιξεν

### book 3.1205.2

Λημνιὰς Ὑψιπύλη ἀδινῆς μνημήιον εὐνῆς·

### book 3.1205.3

πήχυιον δ’ ἄρ’ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας,

### book 3.1205.4

νήησεν σχίζας, ἐπὶ δ’ ἀρνειοῦ τάμε λαιμόν

### book 3

αὐτόν τ’ εὖ καθύπερθε τανύσσατο· δαῖε δὲ φιτρούς

### book 3.1210.1

πῦρ ὑπένερθεν ἱείς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς,

### book 3.1210.2

Βριμὼ κικλήσκων Ἑκάτην ἐπαρωγὸν ἀέθλων.

### book 3.1210.3

καί ῥ’ ὁ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν· ἡ δ’ ἀίουσα

### book 3.1210.4

κευθμῶν ἐξ †ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν

### book 3.1210.5

ἱροῖς Αἰσονίδαο, πέριξ δέ μιν ἐστεφάνωντο

### book 3.1215.1

σμερδαλέοι δρυΐνοισι μετὰ πτόρθοισι δράκοντες,

### book 3.1215.2

στράπτε δ’ ἀπειρέσιον δαΐδων σέλας· ἀμφὶ δὲ τήνγε

### book 3.1215.3

ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο.

### book 3.1215.4

πίσεα δ’ ἔτρεμε πάντα κατὰ στίβον· αἱ δ’ ὀλόλυξαν

### book 3.1215.5

νύμφαι ἑλειονόμοι ποταμηίδες, αἳ περὶ κείνην

### book 3.1220.1

Φάσιδος εἱαμενὴν Ἀμαραντίου εἱλίσσονται.

### book 3.1220.2

Αἰσονίδην δ’ ἤτοι μὲν ἕλεν δέος, ἀλλά μιν οὐδ’ ὧς

### book 3.1220.3

ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρ’ ἑτάροισι

### book 3.1220.4

μίκτο κιών. ἤδη δὲ φόως νιφόεντος ὕπερθεν

### book 3.1220.5

Καυκάσου ἠριγενὴς ἠὼς βάλεν ἀντέλλουσα·

### book 3.1225.1

καὶ τότ’ ἄρ’ Αἰήτης περὶ μὲν στήθεσσιν ἕεστο

### book 3.1225.2

θώρηκα στάδιον, τόν οἱ πόρεν ἐξεναρίξας

### book 3.1225.3

σφωιτέρῃς Φλεγραῖον Ἄρης ὑπὸ χερσὶ Μίμαντα·

### book 3.1225.4

χρυσείην δ’ ἐπὶ κρατὶ κόρυν θέτο τετραφάληρον

### book 3.1225.5

λαμπομένην, οἷόν τε περίτροχον ἔπλετο φέγγος

### book 3.1230.1

ἠελίου, ὅτε πρῶτον ἀνέρχεται Ὠκεανοῖο·

### book 3.1230.2

ἂν δὲ πολύρρινον νώμα σάκος, ἂν δὲ καὶ ἔγχος

### book 3.1230.3

δεινόν, ἀμαιμάκετον· τὸ μὲν οὔ κέ τις ἄλλος ὑπέστη

### book 3.1

ἀνδρῶν ἡρώων, ὅτε κάλλιπον Ἡρακλῆα

### book 3.2

τῆλε παρέξ, ὅ κεν οἶος ἐναντίβιον πτολέμιξεν.

### book 3.1235.1

τῷ δὲ καὶ ὠκυπόδων ἵππων εὐπηγέα δίφρον

### book 3.1235.2

ἔσχε πέλας Φαέθων, ἐπιβήμεναι· ἂν δὲ καὶ αὐτός

### book 3.1235.3

βήσατο, ῥυτῆρας δὲ χεροῖν ἕλεν. ἐκ δὲ πόληος

### book 3.1235.4

ἤλασαν εὐρεῖαν κατ’ ἀμαξιτόν, ὥς κεν ἀέθλῳ

### book 3.1235.5

παρσταίη· σὺν δέ σφιν ἀπείριτος ἔσσυτο λαός.

### book 3.1240.1

οἷος δ’ Ἴσθμιον εἶσι Ποσειδάων ἐς ἀγῶνα,

### book 3.1240.2

ἅρμασιν ἐμβεβαώς, ἢ Ταίναρον ἢ ὅγε Λέρνης

### book 3.1240.3

ὕδωρ ἠὲ καὶ ἄλσος Ὑαντίου Ὀγχηστοῖο,

### book 3.1240.4

καί τε Καλαύρειαν μετὰ δὴ θαμὰ νίσσεται ἵπποις

### book 3.1240.5

Πέτρην θ’ Αἱμονίην, ἢ δενδρήεντα Γεραιστόν—

### book 3.1245.1

τοῖος ἄρ’ Αἰήτης Κόλχων ἀγὸς ᾖεν ἰδέσθαι.

### book 3.1245.2

Τόφρα δὲ Μηδείης ὑποθημοσύνῃσιν Ἰήσων,

### book 3.1245.3

φάρμακα μυδήνας, ἠμὲν σάκος ἀμφεπάλυνεν

### book 3.1245.4

ἠδὲ δόρυ βριαρόν, περὶ δὲ ξίφος. ἀμφὶ δ’ ἑταῖροι

### book 3.1245.5

πείρησαν τευχέων βεβιημένοι, οὐδ’ ἐδύναντο

### book 3.1

κεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ, ἀλλὰ μάλ’ αὔτως

### book 3.2

ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμῃσιν.

### book 3.3

αὐτὰρ ὁ τοῖς ἄμοτον κοτέων Ἀφαρήιος Ἴδας

### book 3.4

κόψε παρ’ οὐρίαχον μεγάλῳ ξίφει· ἆλτο δ’ ἀκωκή

### book 3

ῥαιστὴρ ἄκμονος ὥστε παλιντυπές, οἱ δ’ ὁμάδησαν

### book 3.1255.1

γηθόσυνοι ἥρωες ἐπ’ ἐλπωρῇσιν ἀέθλου.

### book 3.1255.2

καὶ δ’ αὐτὸς μετέπειτα παλύνετο· δῦ δέ μιν ἀλκή

### book 3.1255.3

σμερδαλέη ἄφατός τε καὶ ἄτρομος, αἱ δ’ ἑκάτερθεν

### book 3.1255.4

χεῖρες ἐπερρώσαντο περὶ σθένεϊ σφριγόωσαι.

### book 3.1255.5

ὡς δ’ ὅτ’ ἀρήιος ἵππος, ἐελδόμενος πολέμοιο,

### book 3.1260.1

σκαρθμῷ ἐπιχρεμέθων κρούει πέδον, αὐτὰρ ὕπερθε

### book 3.1260.2

κυδιόων ὀρθοῖσιν ἐπ’ οὔασιν αὐχέν’ ἀείρει—

### book 3.1260.3

τοῖος ἄρ’ Αἰσονίδης ἐπαγαίετο κάρτεϊ γυίων,

### book 3.1260.4

πολλὰ δ’ ἄρ’ ἔνθα καὶ ἔνθα μετάρσιον ἴχνος ἔπαλλεν,

### book 3.1260.5

ἀσπίδα χαλκείην μελίην τ’ ἐν χερσὶ τινάσσων.

### book 3.1268.1

καὶ τότ’ ἔπειτ’ οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων

### book 3.1268.2

μέλλον, ἀτὰρ κληῖσιν ἐπισχερὼ ἱδρυθέντες

### book 3.1270.1

ῥίμφα μάλ’ ἐς πεδίον τὸ Ἀρήιον ἠπείγοντο.

### book 3.1270.2

τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν,

### book 3.1270.3

ὅσσον τ’ ἐκ βαλβῖδος ἐπήβολος ἅρματι νύσσα

### book 3.1270.4

γίγνεται, ὁππότ’ ἄεθλα καταφθιμένοιο ἄνακτος

### book 3.1270.5

κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται.

### book 3.1275.1

τέτμον δ’ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων,

### book 3.1275.2

τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν,

### book 3.1275.3

τὸν δ’ αὐτοῦ παρὰ χεῖλος ἑλισσομένου ποταμοῖο.

### book 3.1275.4

Αἰσονίδης δ’, ὅτε δὴ πρυμνήσια δῆσαν ἑταῖροι,

### book 3.1275.5

δή ῥα τότε ξὺν δουρὶ καὶ ἀσπίδι βαῖν’ ἐς ἄεθλον,

### book 3.1280.1

νηὸς ἀποπροθορών, ἄμυδις δ’ ἔχε παμφανόωσαν

### book 3.1280.2

χαλκείην πήληκα, θοῶν ἔμπλειον ὀδόντων,

### book 3.1280.3

καὶ ξίφος ἀμφ’ ὤμοις, γυμνὸς δέμας, ἄλλα μὲν Ἄρει

### book 3.1280.4

εἴκελος, ἄλλα δέ που χρυσαόρῳ Ἀπόλλωνι.

### book 3.1280.5

παπτήνας δ’ ἀνὰ νειόν, ἴδε ζυγὰ χάλκεα ταύρων

### book 3.1285.1

αὐτόγυόν τ’ ἐπὶ τοῖς στιβαροῦ ἀδάμαντος ἄροτρον·

### book 3.1285.2

χρίμψε δ’ ἔπειτα κιών, παρὰ δ’ ὄβριμον ἔγχος ἔπηξεν

### book 3.1285.3

ὀρθὸν ἐπ’ οὐριάχῳ, κυνέην δ’ ἀποκάτθετ’ ἐρείσας·

### book 3.1285.4

βῆ δ’ αὐτῇ προτέρωσε σὺν ἀσπίδι, νήριτα ταύρων

### book 3.1285.5

ἴχνια μαστεύων. οἱ δ’ ἔκποθεν ἀφράστοιο

### book 3.1290.1

κευθμῶνος χθονίου, ἵνα τέ σφισιν ἔσκε βόαυλα

### book 3.1290.2

καρτερά, λιγνυόεντι πέριξ εἰλυμένα καπνῷ,

### book 3.1290.3

ἄμφω ὁμοῦ προγένοντο πυρὸς σέλας ἀμπνείοντες·

### book 3.1265*

φαίης κεν ζοφεροῖο κατ’ αἰθέρος ἀίσσουσαν

### book 3.1266*

χειμερίην στεροπὴν θαμινὸν μεταπαιφάσσεσθαι

### book 3.1267*

ἐκ νεφέων, †ὅτ’ ἔπειτα† μελάντατον ὄμβρον ἄγωνται·

### book 3.1293.1

ἔδδεισαν δ’ ἥρωες ὅπως ἴδον· αὐτὰρ ὁ τούσγε

### book 3.1293.2

εὖ διαβὰς ἐπιόντας ἅ τε σπιλὰς εἰν ἁλὶ πέτρη

### book 3.1295.1

μίμνεν ἀπειρεσίῃσι δονεύμενα κύματ’ ἀέλλαις·

### book 3.1295.2

πρόσθε δέ οἱ σάκος ἔσχεν ἐναντίον. οἱ δέ μιν ἄμφω

### book 3.1295.3

μυκηθμῷ κρατεροῖσιν ἐνέπληξαν κεράεσσιν,

### book 3.1295.4

οὐδ’ ἄρα μιν τυτθόν περ ἀνώχλισαν ἀντιόωντες.

### book 3.1295.5

ὡς δ’ ὅτ’ ἐνὶ τρητοῖσιν ἐύρρινοι χοάνοισιν

### book 3.1

φῦσαι χαλκήων ὁτὲ μέν τ’ ἀναμαρμαίρουσιν

### book 3.2

πῦρ ὀλοὸν πιμπρᾶσαι, ὅτ’ αὖ λήγουσιν ἀυτμῆς,

### book 3.1

δεινὸς δ’ ἐξ αὐτῶν πέλεται βρόμος, ὁππότ’ ἀίξῃ

### book 3.2

νειόθεν—ὧς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες

### book 3.3

ἐκ στομάτων ὁμάδευν, τὸν δ’ ἄμφεπε δήιον αἶθος

### book 3.1305.1

βάλλε θ’ ἅ τε στεροπή· κούρης δέ ἑ φάρμακ’ ἔρυτο.

### book 3.1305.2

καί ῥ’ ὅγε δεξιτεροῖο βοὸς κέρας ἄκρον ἐρύσσας

### book 3.1305.3

εἷλκεν ἐπικρατέως παντὶ σθένει, ὄφρα πέλασσεν

### book 3.1305.4

ζεύγλῃ χαλκείῃ· τὸν δ’ ἐν χθονὶ κάββαλεν ὀκλάξ,

### book 3.1305.5

ῥίμφα ποδὶ κρούσας πόδα χάλκεον· ὧς δὲ καὶ ἄλλον

### book 3.1310.1

σφῆλε γνὺξ ἐριπόντα, μιῇ βεβολημένον ὁρμῇ.

### book 3.1310.2

εὐρὺ δ’ ἀποπροβαλὼν χαμάδις σάκος, ἔνθα καὶ ἔνθα,

### book 3.1310.3

τῇ καὶ τῇ βεβαώς, ἄμφω ἔχε πεπτηῶτας

### book 3.1310.4

γούνασιν ἐν προτέροισι, διὰ φλογὸς εἶθαρ ἐλυσθείς·

### book 3.1310.5

θαύμασε δ’ Αἰήτης σθένος ἀνέρος. οἱ δ’ ἄρα τείως

### book 3.1315.1

Τυνδαρίδαι (δὴ γάρ σφι πάλαι προπεφραδμένον ἦεν)

### book 3.1315.2

ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι·

### book 3.1315.3

αὐτὰρ ὁ εὖ ἐνέδησε λόφοις, μεσσηγὺ δ’ ἀείρας

### book 3.1315.4

χάλκεον ἱστοβοῆα θοῇ συνάρασσε κορώνῃ

### book 3.1315.5

ζεύγληθεν. καὶ τὼ μὲν ὑπὲκ πυρὸς ἂψ ἐπὶ νῆα

### book 3.1320.1

χαζέσθην· ὁ δ’ ἄρ’ αὖτις ἑλὼν σάκος ἔνθετο νώτῳ

### book 3.1320.2

ἐξόπιθεν, καὶ γέντο θοῶν ἔμπλειον ὀδόντων

### book 3.1320.3

πήληκα βριαρὴν δόρυ τ’ ἄσχετον, ᾧ ῥ’ ὑπὸ μέσσας

### book 3.1320.4

ἐργατίνης ὥς τίς τε Πελασγίδι νύσσεν ἀκαίνῃ

### book 3.1320.5

οὐτάζων λαγόνας· μάλα δ’ ἔμπεδον εὖ ἀραρυῖαν

### book 3.1325.1

τυκτὴν ἐξ ἀδάμαντος ἐπιθύνεσκεν ἐχέτλην.

### book 3.1325.2

οἱ δ’ ἤτοι †εἵως μὲν περιώσια† θυμαίνεσκον,

### book 3.1325.3

λάβρον ἐπιπνείοντε πυρὸς σέλας, ὦρτο δ’ ἀυτμή

### book 3.1325.4

ἠύτε βυκτάων ἀνέμων βρόμος, οὕς τε μάλιστα

### book 3.1325.5

δειδιότες μέγα λαῖφος ἁλίπλοοι ἐστείλαντο·

### book 3.1330.1

δηρὸν δ’ οὐ μετέπειτα κελευόμενοι ὑπὸ δουρί

### book 3.1330.2

ἤισαν. ὀκριόεσσα δ’ ἐρείκετο νειὸς ὀπίσσω

### book 3.1330.3

σχιζομένη ταύρων τε βίῃ κρατερῷ τ’ ἀροτῆρι,

### book 3.1330.4

δεινὸν δ’ ἐσμαράγευν ἄμυδις κατὰ ὦλκας ἀρότρῳ

### book 3.1330.5

βώλακες ἀγνύμεναι ἀνδραχθέες. εἵπετο δ’ αὐτός

### book 3.1335.1

λαῖον ἐπὶ στιβαρῷ πιέσας ποδί· τῆλε δ’ ἑοῖο

### book 3.1335.2

βάλλεν ἀρηρομένην αἰεὶ κατὰ βῶλον ὀδόντας,

### book 3.1335.3

ἐντροπαλιζόμενος μή οἱ πάρος ἀντιάσειεν

### book 3.1335.4

γηγενέων ἀνδρῶν ὀλοὸς στάχυς· οἱ δ’ ἄρ’ ἐπιπρό

### book 3.1335.5

χαλκείῃς χηλῇσιν ἐρειδόμενοι πονέοντο.

### book 3.1340.1

ἦμος δὲ τρίτατον λάχος ἤματος ἀνομένοιο

### book 3.1340.2

λείπεται ἐξ ἠοῦς, χατέουσι δὲ κεκμηῶτες

### book 3.1340.3

ἐργατίναι γλυκερόν σφιν ἄφαρ βουλυτὸν ἱκέσθαι,

### book 3.1340.4

τῆμος ἀρήροτο νειὸς ὑπ’ ἀκαμάτῳ ἀροτῆρι

### book 3.1340.5

τετράγυός περ ἐοῦσα, βοῶν τ’ ἀπελύετ’ ἄροτρα.

### book 3.1345.1

καὶ τοὺς μὲν πεδίονδε διεπτοίησε φέβεσθαι·

### book 3.1345.2

αὐτὰρ ὁ ἂψ ἐπὶ νῆα πάλιν κίεν, ὄφρ’ ἔτι κεινάς

### book 3.1345.3

γηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δ’ ἑταῖροι

### book 3.1345.4

θάρσυνον μύθοισιν· ὁ δ’ ἐκ ποταμοῖο ῥοάων

### book 3

αὐτῇ ἀφυσσάμενος κυνέῃ σβέσεν ὕδατι δίψαν·

### book 3.1

γνάμψε δὲ γούνατ’ ἐλαφρά, μέγαν δ’ ἐμπλήσατο θυμόν

### book 3.2

ἀλκῆς, μαιμώων συῒ εἴκελος, ὅς ῥά τ’ ὀδόντας

### book 3.3

θήγει θηρευτῇσιν ἐπ’ ἀνδράσιν, ἀμφὶ δὲ πολλός

### book 3.4

ἀφρὸς ἀπὸ στόματος χαμάδις ῥέε χωομένοιο.

### book 3.5

οἱ δ’ ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν

### book 3.1355.1

γηγενέες· φρῖξεν δὲ περὶ στιβαροῖς σακέεσσιν

### book 3.1355.2

δούρασί τ’ ἀμφιγύοις κορύθεσσί τε λαμπομένῃσιν

### book 3.1355.3

Ἄρηος τέμενος φθισιμβρότου, ἵκετο δ’ αἴγλη

### book 3.1355.4

νειόθεν Οὔλυμπόνδε δι’ ἠέρος ἀστράπτουσα.

### book 3.1355.5

ὡς δ’ ὁπότ’, ἐς γαῖαν πολέος νιφετοῖο πεσόντος,

### book 3.1360.1

ἂψ ἀπὸ χειμερίας νεφέλας ἐκέδασσαν ἄελλαι

### book 3.1360.2

λυγαίῃ ὑπὸ νυκτί, τὰ δ’ ἀθρόα πάντα φαάνθη

### book 3.1360.3

τείρεα λαμπετόωντα διὰ κνέφας—ὧς ἄρα τοίγε

### book 3.1360.4

λάμπον ἀναλδήσκοντες ὑπὲρ χθονός. αὐτὰρ Ἰήσων

### book 3.1360.5

μνήσατο Μηδείης πολυκερδέος ἐννεσιάων·

### book 3.1365.1

λάζετο δ’ ἐκ πεδίοιο μέγαν περιηγέα πέτρον,

### book 3.1365.2

δεινὸν Ἐνυαλίου σόλον Ἄρεος· οὔ κέ μιν ἄνδρες

### book 3.1365.3

αἰζηοὶ πίσυρες γαίης ἄπο τυτθὸν ἄειραν·

### book 3.1365.4

τόν ῥ’ ἀνὰ ῥεῖα λαβών, μάλα τηλόθεν ἔμβαλε μέσσοις

### book 3.1365.5

ἀίξας. αὐτὸς δ’ ὑφ’ ἑὸν σάκος ἕζετο λάθρῃ

### book 3.1370.1

θαρσαλέος· Κόλχοι δὲ μέγ’ ἴαχον, ὡς ὅτε πόντος

### book 3.1370.2

ἴαχεν ὀξείῃσιν ἐπιβρομέων σπιλάδεσσιν·

### book 3.1

τὸν δ’ ἕλεν ἀμφασίη ῥιπῇ στιβαροῖο σόλοιο

### book 3.2

Αἰήτην. οἱ δ’ ὥστε θοοὶ κύνες ἀμφιθορόντες

### book 3.3

ἀλλήλους βρυχηδὸν ἐδήιον, ἠδ’ ἐπὶ γαῖαν

### book 3.1375.1

μητέρα πῖπτον ἑοῖς ὑπὸ δούρασιν, ἠύτε πεῦκαι

### book 3.1375.2

ἢ δρύες ἅς τ’ ἀνέμοιο κατάικες δονέουσιν.

### book 3.1375.3

οἷος δ’ οὐρανόθεν πυρόεις ἀναπάλλεται ἀστήρ

### book 3.1375.4

ὁλκὸν ὑπαυγάζων, τέρας ἀνδράσιν οἵ μιν ἴδωνται

### book 3.1375.5

μαρμαρυγῇ σκοτίοιο δι’ ἠέρος ἀίξαντα—

### book 3.1380.1

τοῖος ἄρ’ Αἴσονος υἱὸς ἐπέσσυτο γηγενέεσσιν,

### book 3.1380.2

γυμνὸν δ’ ἐκ κολεοῖο φέρεν ξίφος. οὖτα δὲ μίγδην

### book 3.1380.3

ἀμώων, πολέας μὲν ἔτ’ ἐς νηδὺν λαγόνας τε

### book 3.1380.4

ἡμίσεας δ’ ἀνέχοντας ἐς ἠέρα, τοὺς δὲ καὶ ἄχρις

### book 3.1380.5

γούνων τελλομένους, τοὺς δ’ αὖ νέον ἑστηῶτας,

### book 3.1385.1

τοὺς δ’ ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα.

### book 3.1385.2

ὡς δ’ ὁπότ’, ἀγχούροισιν ἐγειρομένου πολέμοιο,

### book 3.1385.3

δείσας γειομόρος μή οἱ προτάμωνται ἀρούρας,

### book 3.1385.4

ἅρπην εὐκαμπῆ νεοθηγέα χερσὶ μεμαρπώς

### book 3.1385.5

ὠμὸν ἐπισπεύδων κείρει στάχυν, οὐδὲ βολῇσιν

### book 3.1390.1

μίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο—

### book 3.1390.2

ὧς ὅγε γηγενέων κεῖρεν στάχυν· αἵματι δ’ ὁλκοί

### book 3.1390.3

ἠύτε κρηναίαις ἀμάραι πλήθοντο ῥοῇσιν.

### book 3.1390.4

πῖπτον δ’ οἱ μὲν ὀδὰξ τετρηχότα βῶλον †ὀδοῦσιν

### book 3

λαζόμενοι πρηνεῖς, οἱ δ’ ἔμπαλιν, οἱ δ’ ἐπ’ ἀγοστῷ

### book 3.1395.1

καὶ πλευροῖς, κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι·

### book 3.1395.2

πολλοὶ δ’, οὐτάμενοι πρὶν ὑπὲρ χθονὸς ἴχνος ἀεῖραι,

### book 3.1395.3

ὅσσον ἄνω προύκυψαν ἐς ἠέρα, τόσσον ἔραζε

### book 3.1395.4

βριθόμενοι πλαδαροῖσι καρήασιν, ἠρήρειντο·

### book 3.1395.5

ἔρνεά που τοίως, Διὸς ἄσπετον ὀμβρήσαντος,

### book 3.1

φυταλιῇ νεόθρεπτα κατημύουσιν ἔραζε

### book 3.2

κλασθέντα ῥίζηθεν, ἀλωήων πόνος ἀνδρῶν,

### book 3.3

τὸν δὲ κατηφείη τε καὶ οὐλοὸν ἄλγος ἱκάνει

### book 3.4

κλήρου σημαντῆρα φυτοτρόφον—ὧς τότ’ ἄνακτος

### book 3.5

Αἰήταο βαρεῖαι ὑπὸ φρένας ἦλθον ἀνῖαι·

### book 3.1405.1

ἤιε δ’ ἐς πτολίεθρον ὑπότροπος ἄμμιγα Κόλχοις

### book 3.1405.2

πορφύρων ᾗ κέ σφι θοώτερον ἀντιόῳτο.

### book 3

ἦμαρ ἔδυ, καὶ τῷ τετελεσμένος ἦεν ἄεθλος.

### book 4.1

Αὐτὴ νῦν κάματόν γε θεὰ καὶ δήνεα κούρης

### book 4.2

Κολχίδος ἔννεπε Μοῦσα, Διὸς τέκος· ἦ γὰρ ἔμοιγε

### book 4.3

ἀμφασίῃ νόος ἔνδον ἑλίσσεται, ὁρμαίνοντι

### book 4.4

ἠὲ τόγ’ ἄτης πῆμα δυσιμέρου ἦ μιν ἐνίσπω

### book 4.5.1

φύζαν ἀεικελίην ᾗ κάλλιπεν ἔθνεα Κόλχων.

### book 4.5.2

Ἤτοι ὁ μὲν δήμοιο μετ’ ἀνδράσιν ὅσσοι ἄριστοι

### book 4.5.3

παννύχιος δόλον αἰπὺν ἐπὶ σφίσι μητιάασκεν

### book 4.5.4

οἷσιν ἐνὶ μεγάροις, στυγερῷ ἐπὶ θυμὸν ἀέθλῳ

### book 4.5.5

Αἰήτης ἄμοτον κεχολωμένος, οὐδ’ ὅγε πάμπαν

### book 4.10.1

θυγατέρων τάδε νόσφιν ἑῶν τελέεσθαι ἐώλπει·

### book 4.10.2

τῇ δ’ ἀλεγεινότατον κραδίῃ φόβον ἔμβαλεν Ἥρη,

### book 4.10.3

τρέσσεν δ’ ἠύτε τις κούφη κεμὰς ἥν τε βαθείης

### book 4.10.4

τάρφεσιν ἐν ξυλόχοιο κυνῶν ἐφόβησεν ὁμοκλή·

### book 4.10.5

αὐτίκα γὰρ νημερτὲς ὀίσσατο μή μιν ἀρωγήν

### book 4.15.1

ληθέμεν, αἶψα δὲ πᾶσαν ἀναπλήσειν κακότητα·

### book 4.15.2

τάρβει δ’ ἀμφιπόλους ἐπιίστορας. ἐν δέ οἱ ὄσσε

### book 4.15.3

πλῆτο πυρός, δεινὸν δὲ περιβρομέεσκον ἀκουαί·

### book 4.15.4

πυκνὰ δὲ λαυκανίης ἐπεμάσσατο, πυκνὰ δὲ κουρίξ

### book 4.15.5

ἑλκομένη πλοκάμους γοερῇ βρυχήσατ’ ἀνίῃ.

### book 4.20.1

καί νύ κεν αὐτοῦ τῆμος ὑπὲρ μόρον ὤλετο κούρη

### book 4.20.2

φάρμακα πασσαμένη, Ἥρης δ’ ἁλίωσε μενοινάς

### book 4.20.3

εἰ μή μιν Φρίξοιο θεὰ σὺν παισὶ φέβεσθαι

### book 4.20.4

ὦρσεν ἀτυζομένην. πτερόεις δέ οἱ ἐν φρεσὶ θυμός

### book 4

ἰάνθη, μετὰ δ’ ἥγε παλίσσυτος ἀθρόα κόλπῳ

### book 4.25.1

φάρμακα πάντ’ ἄμυδις κατεχεύατο φωριαμοῖο.

### book 4.25.2

κύσσε δ’ ἑόν τε λέχος καὶ δικλίδας ἀμφοτέρωθεν

### book 4.25.3

σταθμοὺς καὶ τοίχων ἐπαφήσατο· χερσί τε μακρόν

### book 4.25.4

ῥηξαμένη πλόκαμον, θαλάμῳ μνημήια μητρί

### book 4.25.5

κάλλιπε παρθενίης, ἀδινῇ δ’ ὀλοφύρατο φωνῇ·

### book 4.30.1

“Τόνδε τοι ἀντ’ ἐμέθεν ταναὸν πλόκον εἶμι λιποῦσα

### book 4.30.2

μῆτερ ἐμή, χαίροις δὲ καὶ ἄνδιχα πολλὸν ἰούσῃ·

### book 4.30.3

χαίροις Χαλκιόπη καὶ πᾶς δόμος. αἴθε σε πόντος

### book 4.30.4

ξεῖνε διέρραισεν πρὶν Κολχίδα γαῖαν ἱκέσθαι.”

### book 4.30.5

Ὧς ἄρ’ ἔφη, βλεφάρων δὲ κατ’ ἀθρόα δάκρυα χεῦεν.

### book 4.35.1

οἵη δ’ ἀφνειοῖο †διειλυσθεῖσα δόμοιο

### book 4.35.2

ληιάς, ἥν τε νέον πάτρης ἀπενόσφισεν αἶσα,

### book 4.35.3

οὐδέ νύ πω μογεροῖο πεπείρηται καμάτοιο,

### book 4.35.4

ἀλλ’ ἔτ’ ἀηθέσσουσα δύης καὶ δούλια ἔργα

### book 4.35.5

εἶσιν ἀτυζομένη χαλεπὰς ὑπὸ χεῖρας ἀνάσσης—

### book 4.40.1

τοίη ἄρ’ ἱμερόεσσα δόμων ἐξέσσυτο κούρη.

### book 4.40.2

τῇ δὲ καὶ αὐτόματοι θυρέων ὑπόειξαν ὀχῆες

### book 4.40.3

†ὠκείαις ἄψορροι ἀναθρῴσκοντες ἀοιδαῖς.

### book 4.40.4

γυμνοῖσιν δὲ πόδεσσιν ἀνὰ στεινὰς θέεν οἵμους,

### book 4.40.5

λαιῇ μὲν χερὶ πέπλον ἐπ’ ὀφρύσιν ἀμφὶ μέτωπα

### book 4.45.1

στειλαμένη καὶ καλὰ παρήια, δεξιτερῇ δὲ

### book 4.45.2

ἄκρην ὑψόθι πέζαν ἀερτάζουσα χιτῶνος.

### book 4.45.3

καρπαλίμως δ’ ἀίδηλον ἀνὰ στίβον ἔκτοθι πύργων

### book 4.45.4

ἄστεος εὐρυχόροιο φόβῳ ἵκετ’, οὐδέ τις ἔγνω

### book 4

τήνγε φυλακτήρων, λάθε δέ σφεας ὁρμηθεῖσα.

### book 4.1

ἔνθεν ἴμεν νειόνδε μάλ’ ἐφράσατ’· οὐ γὰρ ἄιδρις

### book 4.2

ἦεν ὁδῶν, θαμὰ καὶ πρὶν ἀλωμένη ἀμφί τε νεκρούς

### book 4.3

ἀμφί τε δυσπαλέας ῥίζας χθονός, οἷα γυναῖκες

### book 4.4

φαρμακίδες· τρομερῷ δ’ ὑπὸ δείματι πάλλετο θυμός

### book 4.5

τὴν δὲ νέον Τιτηνὶς ἀνερχομένη περάτηθεν

### book 4.55.1

φοιταλέην ἐσιδοῦσα θεὰ ἐπεχήρατο Μήνη

### book 4.55.2

ἁρπαλέως, καὶ τοῖα μετὰ φρεσὶν ᾗσιν ἔειπεν·

### book 4.55.3

“Οὐκ ἄρ’ ἐγὼ μούνη μετὰ Λάτμιον ἄντρον ἀλύσκω,

### book 4.55.4

οὐδ’ οἴη καλῷ περὶ δαίομαι Ἐνδυμίωνι.

### book 4.55.5

ἦ θαμὰ δὴ καὶ σεῖο κύθον δολίῃσιν ἀοιδαῖς

### book 4.60.1

μνησαμένη φιλότητος, ἵνα σκοτίῃ ἐνὶ νυκτί

### book 4.60.2

φαρμάσσῃς εὔκηλος, ἅ τοι φίλα ἔργα τέτυκται·

### book 4.60.3

νῦν δὲ καὶ αὐτὴ δῆθεν ὁμοίης ἔμμορες ἄτης,

### book 4.60.4

δῶκε δ’ ἀνιηρόν τοι Ἰήσονα πῆμα γενέσθαι

### book 4.60.5

δαίμων ἀλγινόεις. ἀλλ’ ἔρχεο, τέτλαθι δ’ ἔμπης,

### book 4.65.1

καὶ πινυτή περ ἐοῦσα, πολύστονον ἄλγος ἀείρειν.”

### book 4.65.2

Ὧς ἄρ’ ἔφη. τὴν δ’ αἶψα πόδες φέρον ἐγκονέουσαν·

### book 4.65.3

ἀσπασίως δ’ ὄχθῃσιν ἐπηέρθη ποταμοῖο

### book 4.65.4

ἀντιπέρην λεύσσουσα πυρὸς σέλας ὅρρα τ’ ἀέθλου

### book 4.65.5

παννύχιοι ἥρωες ἐυφροσύνῃσιν ἔδαιον.

### book 4.70.1

ὀξείῃ δἤπειτα διὰ κνέφας ὄρθια φωνῇ

### book 4.70.2

ὁπλότατον Φρίξοιο περαιόθεν ἤπυε παίδων,

### book 4.70.3

Φρόντιν. ὁ δὲ ξὺν ἑοῖσι κασιγνήτοις ὄπα κούρης.

### book 4.70.4

αὐτῷ τ’ Αἰσονίδῃ τεκμαίρετο· σῖγα δ’ ἑταῖροι

### book 4

θάμβεον, εὖτ’ ἐνόησαν ὃ δὴ καὶ ἐτήτυμον ἦεν.

### book 4.75.1

τρὶς μὲν ἀνήυσεν, τρὶς δ’ ὀτρύνοντος ὁμίλου

### book 4.75.2

Φρόντις ἀμοιβήδην ἀντίαχεν· οἱ δ’ ἄρα τείως

### book 4.75.3

ἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς.

### book 4.75.4

οὔπω πείσματα νηὸς ἐπ’ ἠπείροιο περαίης

### book 4.75.5

βάλλον, ὁ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ἰήσων

### book 4.80.1

ὑψοῦ ἀπ’ ἰκριόφιν· μετὰ δὲ Φρόντις τε καὶ Ἄργος,

### book 4.80.2

υἷε δύω Φρίξου, χαμάδις θόρον. ἡ δ’ ἄρα τούσγε

### book 4.80.3

γούνων ἀμφοτέρῃσι περισχομένη προσέειπεν·

### book 4.80.4

“Ἔκ με φίλοι ῥύσασθε δυσάμμορον, ὧς δὲ καὶ αὐτούς

### book 4.80.5

ὑμέας, Αἰήταο· πρὸ γάρ τ’ ἀναφανδὰ τέτυκται

### book 4.85.1

πάντα μάλ’, οὐδέ τι μῆχος ἱκάνεται· ἀλλ’ ἐνὶ νηί

### book 4.85.2

φεύγωμεν πρὶν τόνγε θοῶν ἐπιβήμεναι ἵππων.

### book 4.85.3

δώσω δὲ χρύσειον ἐγὼ δέρος, εὐνήσασα

### book 4.85.4

φρουρὸν ὄφιν· τύνη δὲ θεοὺς ἐνὶ σοῖσιν ἑταίροις

### book 4.85.5

ξεῖνε τεῶν μύθων ἐπιίστορας οὕς μοι ὑπέστης

### book 4.90.1

ποίησαι, μηδ’ ἔνθεν ἑκαστέρω ὁρμηθεῖσαν

### book 4.90.2

χήτεϊ κηδεμόνων ὀνοτὴν καὶ ἀεικέα θείης.”

### book 4.90.3

Ἴσκεν ἀκηχεμένη· μέγα δὲ φρένες Αἰσονίδαο

### book 4.90.4

γήθεον. αἶψα δέ μιν περὶ γούνασι πεπτηυῖαν

### book 4.90.5

ἦκ’ ἀναειρόμενος, προσπτύξατο θάρσυνέν τε·

### book 4.95.1

“Δαιμονίη, Ζεὺς αὐτὸς Ὀλύμπιος ὅρκιος ἔστω

### book 4.95.2

Ἥρη τε Ζυγίη, Διὸς εὐνέτις, ἦ μὲν ἐμοῖσιν

### book 4.95.3

κουριδίην σε δόμοισιν ἐνιστήσεσθαι ἄκοιτιν,

### book 4.95.4

εὖτ’ ἂν ἐς Ἑλλάδα γαῖαν ἱκώμεθα νοστήσαντες.”

### book 4.95.5

Ὧς ηὔδα, καὶ χεῖρα παρασχεδὸν ἤραρε χειρί

### book 4.1

δεξιτερήν. ἡ δέ σφιν ἐς ἱερὸν ἄλσος ἀνώγει

### book 4.2

νῆα θοὴν ἐλάαν αὐτοσχεδόν, ὄφρ’ ἔτι νύκτωρ

### book 4.3

κῶας ἑλόντες ἄγοιντο παρὲκ νόον Αἰήταο.

### book 4.4

ἔνθ’ ἔπος ἠδὲ καὶ ἔργον ὁμοῦ πέλεν ἐσσυμένοισιν·

### book 4.5

εἰς γάρ μιν βήσαντες, ἀπὸ χθονὸς αὐτίκ’ ἔωσαν

### book 4.105.1

νῆα, πολὺς δ’ ὀρυμαγδὸς ἐπειγομένων ἐλάτῃσιν

### book 4.105.2

ἦεν ἀριστήων. ἡ δ’ ἔμπαλιν ἀίσσουσα

### book 4.105.3

γαίῃ χεῖρας ἔτεινεν, ἀμήχανος· αὐτὰρ Ἰήσων

### book 4.105.4

θάρσυνέν τ’ ἐπέεσσι καὶ ἴσχανεν ἀσχαλόωσαν.

### book 4.105.5

Ἦμος δ’ ἀνέρες ὕπνον ἀπ’ ὀφθαλμῶν ἐβάλοντο

### book 4.110.1

ἀγρόται, οἵ τε κύνεσσι πεποιθότες οὔ ποτε νύκτα

### book 4.110.2

ἄγχαυρον κνώσσουσιν, ἀλευάμενοι φάος ἠοῦς,

### book 4.110.3

μὴ πρὶν ἀμαλδύνῃ θερμὸν στίβον ἠδὲ καὶ ὀδμήν

### book 4.110.4

θηρείην λευκῇσιν ἐνισκίμψασα βολῇσιν—

### book 4.110.5

τῆμος ἄρ’ Αἰσονίδης κούρη τ’ ἀπὸ νηὸς ἔβησαν

### book 4.115.1

ποιήεντ’ ἀνὰ χῶρον ἵνα Κριοῦ καλέονται

### book 4.115.2

Εὐναί, ὅθι πρῶτον κεκμηότα γούνατ’ ἔκαμψεν,

### book 4.115.3

νώτοισιν φορέων Μινυήιον υἷ’ Ἀθάμαντος·

### book 4.115.4

ἐγγύθι δ’ αἰθαλόεντα πέλεν βωμοῖο θέμεθλα,

### book 4.115.5

ὅν ῥά ποτ’ Αἰολίδης Διὶ Φυξίῳ εἵσατο Φρίξος,

### book 4.120.1

ῥέζων κεῖνο τέρας παγχρύσεον, ὥς οἱ ἔειπεν

### book 4.120.2

Ἑρμείας πρόφρων ξυμβλήμενος. ἔνθ’ ἄρα τούσγε

### book 4.120.3

Ἄργου φραδμοσύνῃσιν ἀριστῆες μεθέηκαν·

### book 4.120.4

τὼ δὲ δι’ ἀτραπιτοῖο μεθ’ ἱερὸν ἄλσος ἵκοντο,

### book 4.120.5

φηγὸν ἀπειρεσίην διζημένω ᾗ ἔπι κῶας

### book 4.125

βέβλητο, νεφέλῃ ἐναλίγκιον ἥ τ’ ἀνιόντος

### book 4.1

ἠελίου φλογερῇσιν ἐρεύθεται ἀκτίνεσσιν·

### book 4.2

αὐτὰρ ὁ ἀντικρὺ περιμήκεα τείνετο δειρήν

### book 4.3

ὀξὺς ἀύπνοισι προϊδὼν ὄφις ὀφθαλμοῖσιν

### book 4.4

νισσομένους, ῥοίζει δὲ πελώριον, ἀμφὶ δὲ μακραί

### book 4.130.1

ἠιόνες ποταμοῖο καὶ ἄσπετον ἴαχεν ἄλσος·

### book 4.130.2

ἔκλυον οἳ καὶ πολλὸν ἑκὰς Τιτηνίδος Αἴης

### book 4.130.3

Κολχίδα γῆν ἐνέμοντο παρὰ προχοῇσι Λύκοιο,

### book 4.130.4

ὅς τ’ ἀποκιδνάμενος ποταμοῦ κελάδοντος Ἀράξεω

### book 4.130.5

Φάσιδι συμφέρεται ἱερὸν ῥόον, οἱ δὲ συνάμφω

### book 4.135.1

Καυκασίην ἅλαδ’ εἰς ἓν ἐλαυνόμενοι προρέουσιν·

### book 4.135.2

δείματι δ’ ἐξέγροντο λεχωίδες, ἀμφὶ δὲ παισίν

### book 4.135.3

νηπιάχοις, οἵ τέ σφιν ὑπ’ ἀγκαλίδεσσιν ἴαυον,

### book 4.135.4

ῥοίζῳ παλλομένοις χεῖρας βάλον ἀσχαλόωσαι.

### book 4.135.5

ὡς δ’ ὅτε τυφομένης ὕλης ὕπερ αἰθαλόεσσαι

### book 4.140.1

καπνοῖο στροφάλιγγες ἀπείριτοι εἱλίσσονται,

### book 4.140.2

ἄλλη δ’ αἶψ’ ἑτέρῃ ἐπιτέλλεται αἰὲν ἐπιπρό

### book 4.140.3

νειόθεν ἰλίγγοισιν ἐπήορος ἀίσσουσα—

### book 4.140.4

ὧς τότε κεῖνο πέλωρον ἀπειρεσίας ἐλέλιζε

### book 4.140.5

ῥυμβόνας, ἀζαλέῃσιν ἐπηρεφέας φολίδεσσιν.

### book 4.145.1

τοῖο δ’ ἑλισσομένοιο κατ’ †ὄμματος εἴσατο† κούρη,

### book 4.145.2

Ὕπνον ἀοσσητῆρα, θεῶν ὕπατον, καλέουσα

### book 4.145.3

ἡδείῃ ἐνοπῇ, θέλξαι τέρας, αὖε δ’ ἄνασσαν

### book 4.145.4

νυκτιπόλον, χθονίην, εὐαντέα δοῦναι ἐφορμήν.

### book 4

εἵπετο δ’ Αἰσονίδης, πεφοβημένος· αὐτὰρ ὅγ’ ἤδη

### book 4.1

οἴμῃ θελγόμενος δολιχὴν ἀνελύετ’ ἄκανθαν

### book 4.2

γηγενέος σπείρης, μήκυνε δὲ μυρία κύκλα,

### book 4.3

οἷον ὅτε βληχροῖσι κυλινδόμενον πελάγεσσιν

### book 4.4

κῦμα μέλαν κωφόν τε καὶ ἄβρομον· ἀλλὰ καὶ ἔμπης

### book 4.5

ὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείρας

### book 4.155.1

ἀμφοτέρους ὀλοῇσι περιπτύξαι γενύεσσιν.

### book 4.155.2

ἡ δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷ,

### book 4.155.3

βάπτους’ ἐκ κυκεῶνος, ἀκήρατα φάρμακ’ ἀοιδαῖς

### book 4.155.4

ῥαῖνε κατ’ ὀφθαλμῶν, περί τ’ ἀμφί τε νήριτος ὀδμή

### book 4.155.5

φαρμάκου ὕπνον ἔβαλλε· γένυν δ’ αὐτῇ ἐνὶ χώρῃ

### book 4.160.1

θῆκεν ἐρεισάμενος, τὰ δ’ ἀπείρονα πολλὸν ὀπίσσω

### book 4.160.2

κύκλα πολυπρέμνοιο διὲξ ὕλης τετάνυστο.

### book 4.160.3

ἔνθα δ’ ὁ μὲν χρύσειον ἀπὸ δρυὸς αἴνυτο κῶας,

### book 4.160.4

κούρης κεκλομένης, ἡ δ’ ἔμπεδον ἑστηυῖα

### book 4.160.5

φαρμάκῳ ἔψηχεν θηρὸς κάρη, εἰσόκε δή μιν

### book 4.165.1

αὐτὸς ἑὴν ἐπὶ νῆα παλιντροπάασθαι Ἰήσων

### book 4.165.2

ἤνωγεν· λεῖπον δὲ πολύσκιον ἄλσος Ἄρηος.

### book 4.165.3

ὡς δὲ σεληναίης διχομήνιδα παρθένος αἴγλην

### book 4.165.4

ὑψόθεν †ἀνέχουσαν ὑπωρόφιον θαλάμοιο

### book 4.165.5

λεπταλέῳ ἑανῷ ὑποΐσχεται, ἐν δέ οἱ ἦτορ

### book 4.170

χαίρει δερκομένης καλὸν σέλας—ὧς τότ’ Ἰήσων

### book 4.1

γηθόσυνος μέγα κῶας ἑαῖς ἀναείρετο χερσίν,

### book 4.2

καί οἱ ἐπὶ ξανθῇσι παρηίσιν ἠδὲ μετώπῳ

### book 4.3

μαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἷζεν ἔρευθος.

### book 4.4

ὅσση δὲ ῥινὸς βοὸς ἤνιος ἢ ἐλάφοιο

### book 4.175.1

γίγνεται, ἥν τ’ ἀγρωσταὶ ἀχαιινέην καλέουσιν,

### book 4.175.2

†τόσσον ἔην πάντη χρύσεον ἐφύπερθεν ἄωτον†

### book 4.175.3

βεβρίθει λήνεσσιν ἐπηρεφές· ἤλιθα δὲ χθών

### book 4.175.4

αἰὲν ὑποπρὸ ποδῶν ἀμαρύσσετο νισσομένοιο.

### book 4.175.5

ἤιε δ’ ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳ

### book 4.180.1

αὐχένος ἐξ ὑπάτοιο ποδηνεκές, ἄλλοτε δ’ αὖτε

### book 4.180.2

εἴλει ἀφασσόμενος· περὶ γὰρ δίεν ὄφρα ἑ μή τις

### book 4.180.3

ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται ἀντιβολήσας.

### book 4.180.4

Ἠὼς μέν ῥ’ ἐπὶ γαῖαν ἐκίδνατο, τοὶ δ’ ἐς ὅμιλον

### book 4.180.5

ἷξον. θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες

### book 4.185.1

λαμπόμενον στεροπῇ ἴκελον Διός, ὦρτο δ’ ἕκαστος

### book 4.185.2

ψαῦσαι ἐελδόμενος δέχθαι τ’ ἐνὶ χερσὶν ἑῇσιν·

### book 4.185.3

Αἰσονίδης δ’ ἄλλους μὲν ἐρήτυε, τῷ δ’ ἐπὶ φᾶρος

### book 4.185.4

κάββαλε νηγάτεον. πρύμνῃ δ’ ἐνεείσατο κούρην

### book 4.185.5

ἀνθέμενος, καὶ τοῖον ἔπος μετὰ πᾶσιν ἔειπεν·

### book 4.190.1

“Μηκέτι νῦν χάζεσθε φίλοι πάτρηνδε νέεσθαι·

### book 4.190.2

ἤδη γὰρ χρειὼ τῆς εἵνεκα τήνδ’ ἀλεγεινήν

### book 4.190.3

ναυτιλίην ἔτλημεν, ὀιζύι μοχθίζοντες,

### book 4.190.4

εὐπαλέως κούρης ὑπὸ δήνεσι κεκράανται.

### book 4.190.5

τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδ’ ἄκοιτιν

### book 4.195.1

κουριδίην· ἀτὰρ ὔμμες, Ἀχαιίδος οἷά τε πάσης

### book 4.195.2

αὐτῶν θ’ ὑμείων ἐσθλὴν ἐπαρωγὸν ἐοῦσαν,

### book 4.195.3

σώετε· δὴ γάρ που μάλ’, ὀίομαι, εἶσιν ἐρύξων

### book 4.195.4

Αἰήτης ὁμάδῳ πόντονδ’ ἴμεν ἐκ ποταμοῖο.

### book 4.195.5

ἀλλ’ οἱ μὲν διὰ νηὸς ἀμοιβαδὶς ἀνέρος ἀνήρ

### book 4.1

ἑζόμενος πηδοῖσιν ἐρέσσετε, τοὶ δὲ βοείας

### book 4.2

ἀσπίδας ἡμίσεες δῄων θοὸν ἔχμα βολάων

### book 4.3

προσχόμενοι νόστῳ ἐπαμύνετε. νῦν ἐνὶ χερσίν

### book 4.4

παῖδας ἑοὺς πάτρην τε φίλην γεραρούς τε τοκῆας

### book 4.5

ἴσχομεν, ἡμετέρῃ δ’ ἐπ’ ἐρείδεται Ἑλλὰς ἐφορμῇ

### book 4.205.1

ἠὲ κατηφείην ἢ καὶ μέγα κῦδος ἀρέσθαι.”

### book 4.205.2

Ὧς φάτο, δῦνε δὲ τεύχε’ ἀρήια· τοὶ δ’ ἰάχησαν

### book 4.205.3

θεσπέσιον μεμαῶτες. ὁ δὲ ξίφος ἐκ κολεοῖο

### book 4.205.4

σπασσάμενος, πρυμναῖα νεὼς ἀπὸ πείσματ’ ἔκοψεν·

### book 4.205.5

ἄγχι δὲ παρθενικῆς κεκορυθμένος ἰθυντῆρι

### book 4.210.1

Ἀγκαίῳ παρέβασκεν· ἐπείγετο δ’ εἰρεσίῃ νηῦς

### book 4.210.2

σπερχομένων ἄμοτον ποταμοῦ ἄφαρ ἐκτὸς ἐλάσσαι.

### book 4.210.3

Ἤδη δ’ Αἰήτῃ ὑπερήνορι πᾶσί τε Κόλχοις

### book 4.210.4

Μηδείης περίπυστος ἔρως καὶ ἔργ’ ἐτέτυκτο·

### book 4.210.5

ἐς δ’ ἀγορὴν ἀγέροντ’ ἐνὶ τεύχεσιν, ὅσσα τε πόντου

### book 4.215.1

κύματα χειμερίοιο κορύσσεται ἐξ ἀνέμοιο·

### book 4.215.2

ἢ ὅσα φύλλα χαμᾶζε περικλαδέος πέσεν ὕλης

### book 4.215.3

φυλλοχόῳ ἐνὶ μηνί (τίς ἂν τάδε τεκμήραιτο;)—

### book 4.215.4

ὧς οἱ ἀπειρέσιοι ποταμοῦ παρεμέτρεον ὄχθας,

### book 4.215.5

κλαγγῇ μαιμώοντες. ὁ δ’ εὐτύκτῳ ἐνὶ δίφρῳ

### book 4.220.1

Αἰήτης ἵπποισι μετέπρεπεν οὕς οἱ ὄπασσεν

### book 4.220.2

Ἠέλιος πνοιῇσιν ἐειδομένους ἀνέμοιο,

### book 4.1

σκαιῇ μέν ῥ’ ἐνὶ χειρὶ σάκος δινωτὸν ἀείρων,

### book 4.2

τῇ δ’ ἑτέρῃ πεύκην περιμήκεα, πὰρ δέ οἱ ἔγχος

### book 4.3

ἀντικρὺ τετάνυστο πελώριον· ἡνία δ’ ἵππων

### book 4.225.1

γέντο χεροῖν Ἄψυρτος. ὑπεκπρὸ δὲ πόντον ἔταμνε

### book 4.225.2

νηῦς ἤδη, κρατεροῖσιν ἐπειγομένη ἐρέτῃσιν

### book 4.225.3

καὶ μεγάλου ποταμοῖο καταβλώσκοντι ῥεέθρῳ·

### book 4.225.4

αὐτὰρ ἄναξ ἄτῃ πολυπήμονι, χεῖρας ἀείρας,

### book 4.225.5

Ἠέλιον καὶ Ζῆνα κακῶν ἐπιμάρτυρας ἔργων

### book 4.230.1

κέκλετο, δεινὰ δὲ παντὶ παρασχεδὸν ἤπυε λαῷ·

### book 4.230.2

εἰ μή οἱ κούρην αὐτάγρετον ἢ ἀνὰ γαῖαν

### book 4.230.3

ἢ πλωτῆς εὑρόντες ἔτ’ εἰν ἁλὸς οἴδματι νῆα

### book 4.230.4

ἄξουσιν καὶ θυμὸν ἐνιπλήσει μενεαίνων

### book 4.230.5

τείσασθαι τάδε πάντα, δαήσονται κεφαλῇσιν

### book 4.235.1

πάντα χόλον καὶ πᾶσαν ἑὴν ὑποδέγμενοι ἄτην.

### book 4.235.2

Ὧς ἔφατ’ Αἰήτης. αὐτῷ δ’ ἐνὶ ἤματι Κόλχοι

### book 4.235.3

νῆάς τ’ εἰρύσσαντο †καὶ ἄρμενα νηυσὶ† βάλοντο,

### book 4.235.4

αὐτῷ δ’ ἤματι πόντον ἀνήιον· οὐδέ κε φαίης

### book 4.235.5

τόσσον νηίτην στόλον ἔμμεναι, ἀλλ’ οἰωνῶν

### book 4.240.1

ἰλαδὸν ἄσπετον ἔθνος ἐπιβρομέειν πελάγεσσιν.

### book 4.240.2

Οἱ δ’, ἀνέμου λαιψηρὰ θεῆς βουλῇσιν ἀέντος

### book 4.240.3

Ἥρης, ὄφρ’ ὤκιστα κακὸν Πελίαο δόμοισιν

### book 4.240.4

Αἰαίη Μήδεια Πελασγίδα γαῖαν ἵκηται,

### book 4.240.5

ἠοῖ ἐνὶ τριτάτῃ πρυμνήσια νηὸς ἔδησαν

### book 4.245.1

Παφλαγόνων ἀκτῇσι, πάροιθ’ Ἅλυος ποταμοῖο·

### book 4.245.2

τῇ γάρ σφ’ ἐξαποβάντας ἀρέσσασθαι θυέεσσιν

### book 4.1

ἠνώγει Ἑκάτην, καὶ δὴ τὰ μὲν ὅσσα θυηλήν

### book 4.2

κούρη πορσανέουσα τιτύσκετο (μήτε τις ἴστωρ

### book 4.3

εἴη μήτ’ ἐμὲ θυμὸς ἐποτρύνειεν ἀείδειν)

### book 4.1

ἅζομαι αὐδῆσαι· τό γε μὴν ἕδος ἐξέτι κείνου,

### book 4.2

ὅρρα θεᾷ ἥρωες ἐπὶ ῥηγμῖσιν ἔδειμαν,

### book 4.3

ἀνδράσιν ὀψιγόνοισι μένει καὶ τηλός’ ἰδέσθαι.

### book 4.4

αὐτίκα δ’ Αἰσονίδης ἐμνήσατο, σὺν δὲ καὶ ὧλλοι

### book 4.5

ἥρωες, Φινῆος ὃ δὴ πλόον ἄλλον ἔειπεν

### book 4.255.1

ἐξ Αἴης ἔσσεσθαι· ἀνώιστος δὲ τέτυκτο

### book 4.255.2

πᾶσιν ὁμῶς. Ἄργος δὲ λιλαιομένοις ἀγόρευσεν·

### book 4.256.1

” . . . . . .

### book 4.256.2

νισσόμεθ’ Ὀρχομενόν, τὴν ἔχραεν ὔμμι περῆσαι

### book 4.256.3

νημερτὴς ὅδε μάντις ὅτῳ ξυνέβητε πάροιθεν.

### book 4.256.4

ἔστιν γὰρ πλόος ἄλλος, ὃν ἀθανάτων ἱερῆες

### book 4.260.1

πέφραδον οἳ Θήβης Τριτωνίδος ἐκγεγάασιν.

### book 4.260.2

οὔπω τείρεα πάντα τά τ’ οὐρανῷ εἱλίσσονται,

### book 4.260.3

οὐδέ τί πω Δαναῶν ἱερὸν γένος ἦεν ἀκοῦσαι

### book 4.260.4

πευθομένοις· οἶοι δ’ ἔσαν Ἀρκάδες Ἀπιδανῆες,

### book 4.260.5

Ἀρκάδες, οἳ καὶ πρόσθε σεληναίης ὑδέονται

### book 4.265.1

ζώειν, φηγὸν ἔδοντες ἐν οὔρεσιν, οὐδὲ Πελασγίς

### book 4.265.2

χθὼν τότε κυδαλίμοισιν ἀνάσσετο Δευκαλίδῃσιν,

### book 4.265.3

ἦμος ὅτ’ Ἠερίη πολυλήιος ἐκλήιστο

### book 4.265.4

μήτηρ Αἴγυπτος προτερηγενέων αἰζηῶν,

### book 4

καὶ ποταμὸς Τρίτων εὐρύρροος ᾧ ὕπο πᾶσα

### book 4.270.1

ἄρδεται Ἠερίη, Διόθεν δέ μιν οὔποτε δεύει

### book 4.270.2

ὄμβρος· ἅλις προχοῇσιν ἀνασταχύουσιν ἄρουραι.

### book 4.270.3

ἔνθεν δή τινά φασι πέριξ διὰ πᾶσαν ὁδεῦσαι

### book 4.270.4

Εὐρώπην Ἀσίην τε, βίῃ καὶ κάρτεϊ λαῶν

### book 4.270.5

σφωιτέρων θάρσει τε πεποιθότα· μυρία δ’ ἄστη

### book 4.275.1

νάσσατ’ ἐποιχόμενος, τὰ μὲν ἤ ποθι ναιετάουσιν

### book 4.275.2

ἠὲ καὶ οὔ, πουλὺς γὰρ ἄδην ἐπενήνοθεν αἰών·

### book 4.275.3

Αἶά γε μὴν ἔτι νῦν μένει ἔμπεδον, υἱωνοί τε

### book 4.275.4

τῶνδ’ ἀνδρῶν οὓς †ὅγε καθίσσατο ναιέμεν Αἶαν·

### book 4.275.5

οἳ δή τοι γραπτῦς πατέρων ἕθεν εἰρύονται,

### book 4.280.1

κύρβιας οἷς ἔνι πᾶσαι ὁδοὶ καὶ πείρατ’ ἔασιν

### book 4.280.2

ὑγρῆς τε τραφερῆς τε πέριξ ἐπινισσομένοισιν.

### book 4.280.3

ἔστι δέ τις ποταμός, ὕπατον κέρας Ὠκεανοῖο,

### book 4.280.4

εὐρύς τε προβαθής τε καὶ ὁλκάδι νηὶ περῆσαι·

### book 4.280.5

Ἴστρον μιν καλέοντες ἑκὰς διετεκμήραντο·

### book 4.285.1

ὃς δή τοι τείως μὲν ἀπείρονα τέμνετ’ ἄρουραν

### book 4.285.2

εἷς οἶος, πηγαὶ γὰρ ὑπὲρ πνοιῆς βορέαο

### book 4.285.3

Ῥιπαίοις ἐν ὄρεσσιν ἀπόπροθι μορμύρουσιν·

### book 4.285.4

ἀλλ’ ὁπόταν Θρῃκῶν Σκυθέων τ’ ἐπιβήσεται οὔρους,

### book 4.285.5

ἔνθα διχῇ, τὸ μὲν †ἔνθα μεθ’ ἡμετέρην ἅλα βάλλει

### book 4.290

τῇδ’ ὕδωρ, τὸ δ’ ὄπισθε βαθὺν †διὰ κόλπον ἵησιν

### book 4.1

σχιζόμενος πόντου Τρινακρίου εἰσανέχοντα,

### book 4.2

γαίῃ ὃς ὑμετέρῃ παρακέκλιται, εἰ ἐτεὸν δή

### book 4.3

ὑμετέρης γαίης Ἀχελώιος ἐξανίησιν.”

### book 4.4

Ὧς ἄρ’ ἔφη. τοῖσιν δὲ θεὰ τέρας ἐγγυάλιξεν

### book 4.295.1

αἴσιον, ᾧ καὶ πάντες ἐπευφήμησαν ἰδόντες

### book 4.295.2

στέλλεσθαι τήνδ’ οἷμον· ἐπιπρὸ γὰρ ὁλκὸς ἐτύχθη

### book 4.295.3

οὐρανίης ἀκτῖνος, ὅπῃ καὶ ἀμεύσιμον ἦεν.

### book 4.295.4

γηθόσυνοι δέ, Λύκοιο καταυτόθι παῖδα λιπόντες,

### book 4.295.5

λαίφεσι πεπταμένοισιν ὑπεὶρ ἅλα ναυτίλλοντο

### book 4.1

οὔρεα Παφλαγόνων θηεύμενοι· οὐδὲ Κάραμβιν

### book 4.2

γνάμψαν, ἐπεὶ πνοιαί τε καὶ οὐρανίου πυρὸς αἴγλη

### book 4.3

μίμνεν ἕως Ἴστροιο μέγαν ῥόον εἰσαφίκοντο.

### book 4.4

Κόλχοι δ’ αὖτ’, ἄλλοι μὲν ἐτώσια μαστεύοντες

### book 4.5

Κυανέας Πόντοιο διὲκ πέτρας ἐπέρησαν,

### book 4.305.1

ἄλλοι δ’ αὖ ποταμὸν μετεκίαθον, οἷσιν ἄνασσεν

### book 4.305.2

Ἄψυρτος, Καλὸν δὲ διὰ στόμα πεῖρε λιασθείς·

### book 4.305.3

τῶ καὶ ὑπέφθη τούσγε βαλὼν ὑπὲρ αὐχένα γαίης

### book 4.305.4

κόλπον ἔσω πόντοιο πανέσχατον Ἰονίοιο.

### book 4.305.5

Ἴστρῳ γάρ τις νῆσος ἐέργεται οὔνομα Πεύκη

### book 4.310.1

τριγλώχιν, εὖρος μὲν ἐς αἰγιαλοὺς ἀνέχουσα,

### book 4.310.2

στεινὸν δ’ αὖτ’ ἀγκῶνα ποτὶ ῥόον, ἀμφὶ δὲ δοιαί

### book 4.310.3

σχίζονται προχοαί· τὴν μὲν καλέουσι Νάρηκος,

### book 4.310.4

τὴν δ’ ὑπὸ τῇ νεάτῃ Καλὸν στόμα· τῇδε διαπρό

### book 4.310.5

Ἄψυρτος Κόλχοι τε θοώτερον ὡρμήθησαν,

### book 4.315.1

οἱ δ’ ὑψοῦ νήσοιο κατ’ ἀκροτάτης ἐνέοντο

### book 4.315.2

τηλόθεν. εἱαμενῇσι δ’ ἐν ἄσπετα πώεα λεῖπον

### book 4.315.3

ποιμένες ἄγραυλοι νηῶν φόβῳ, οἷά τε θῆρας

### book 4.1

ὀσσόμενοι πόντου μεγακήτεος ἐξανιόντας·

### book 4.2

οὐ γάρ πω ἁλίας γε πάρος ποθὶ νῆας ἴδοντο

### book 4.320.1

οὔτ’ οὖν Θρήιξιν μιγάδες Σκύθαι οὐδὲ Σίγυννοι,

### book 4.320.2

οὔτ’ αὖ Γραυκένιοι, οὔθ’ οἱ περὶ Λαύριον ἤδη

### book 4.320.3

Σίνδοι ἐρημαῖον πεδίον μέγα ναιετάοντες.

### book 4.320.4

αὐτὰρ ἐπεί τ’ Ἄγγουρον ὄρος καὶ ἄπωθεν ἐόντα

### book 4.320.5

Ἀγγούρου ὄρεος σκόπελον παρὰ Καυλιακοῖο,

### book 4.325.1

ᾧ πέρι δὴ σχίζων Ἴστρος ῥόον ἔνθα καὶ ἔνθα

### book 4.325.2

βάλλει ἁλός, πεδίον τε τὸ Λαύριον ἠμείψαντο,

### book 4.325.3

δή ῥα τότε Κρονίην Κόλχοι ἅλαδ’ ἐκπρομολόντες,

### book 4.325.4

πάντη, μή σφε λάθοιεν, ὑπετμήξαντο κελεύθους.

### book 4.325.5

οἱ δ’ ὄπιθεν ποταμοῖο κατήλυθον, †ἐκ δ’ ἐπέρησαν†

### book 4.330.1

δοιὰς Ἀρτέμιδος Βρυγηίδας ἀγχόθι νήσους.

### book 4.330.2

τῶν ἤτοι ἑτέρῃ μὲν ἐν ἱερὸν ἔσκεν ἔδεθλον·

### book 4.330.3

ἐν δ’ ἑτέρῃ, πληθὺν πεφυλαγμένοι Ἀψύρτοιο,

### book 4.330.4

βαῖνον· ἐπεὶ †κείνας πολέων λίπον ἔνδοθι νήσους†

### book 4.330.5

αὔτως, ἁζόμενοι κούρην Διός, αἱ δὲ δὴ ἄλλαι

### book 4.335.1

στεινόμεναι Κόλχοισι πόρους εἴρυντο θαλάσσης.

### book 4.335.2

ὧς δὲ καὶ εἰς ἀκτὰς †πληθὺν λίπεν ἀγχόθι νήσους†

### book 4.335.3

μέσφα Σαλαγγῶνος ποταμοῦ καὶ Νέστιδος αἴης.

### book 4.1

Ἔνθα κε λευγαλέῃ Μινύαι τότε δηιοτῆτι

### book 4.2

παυρότεροι πλεόνεσσιν ὑπείκαθον, ἀλλὰ πάροιθεν

### book 4.340.1

συνθεσίην, μέγα νεῖκος ἀλευάμενοι, ἐτάμοντο·

### book 4.340.2

κῶας μὲν χρύσειον, ἐπεί σφισιν αὐτὸς ὑπέστη

### book 4.340.3

Αἰήτης, εἴ κέν οἱ ἀναπλήσειαν ἀέθλους,

### book 4.340.4

ἔμπεδον εὐδικίῃ σφέας ἑξέμεν, εἴτε δόλοισιν

### book 4.340.5

εἴτε καὶ ἀμφαδίην αὔτως ἀέκοντος ἀπηύρων·

### book 4.345.1

αὐτὰρ Μήδειαν (†τὸ γὰρ πέλεν ἀμφήριστον)

### book 4.345.2

παρθέσθαι κούρῃ Λητωίδι νόσφιν ὁμίλου,

### book 4.345.3

εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων

### book 4.345.4

εἴτε μιν εἰς πατρὸς χρειὼ δόμον αὖτις ἱκάνειν

### book 4.345.5

εἴτε μεθ’ Ἑλλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι.

### book 4.1

Ἔνθα δ’ ἐπεὶ τὰ ἕκαστα νόῳ πεμπάσσατο κούρη,

### book 4.2

δή ῥά μιν ὀξεῖαι κραδίην ἐλέλιξαν ἀνῖαι

### book 4.3

νωλεμές. αἶψα δὲ νόσφιν Ἰήσονα μοῦνον ἑταίρων

### book 4.4

ἐκπροκαλεσσαμένη ἄγεν ἄλλυδις, ὄφρ’ ἐλίασθεν

### book 4.5

πολλὸν ἑκάς, στονόεντα δ’ ἐνωπαδὶς ἔκφατο μῦθον·

### book 4.355.1

“Αἰσονίδη, τίνα τήνδε συναρτύνασθε μενοινήν

### book 4.355.2

ἀμφ’ ἐμοί; ἦέ σε πάγχυ λαθιφροσύναις ἐνέηκαν

### book 4.355.3

ἀγλαΐαι, τῶν δ’ οὔ τι μετατρέπῃ ὅσς’ ἀγόρευες

### book 4.355.4

χρειοῖ ἐνισχόμενος; ποῦ τοι Διὸς Ἱκεσίοιο

### book 4.355.5

ὅρκια, ποῦ δὲ μελιχραὶ ὑποσχεσίαι βεβάασιν;

### book 4.360.1

ᾗς ἐγὼ οὐ κατὰ κόσμον ἀναιδήτῳ ἰότητι

### book 4.360.2

πάτρην τε κλέα τε μεγάρων αὐτούς τε τοκῆας

### book 4.360.3

νοσφισάμην, τά μοι ἦεν ὑπέρτατα, τηλόθι δ’ οἴη

### book 4.1

λυγρῇσιν κατὰ πόντον ἅμ’ ἀλκυόνεσσι φορεῦμαι,

### book 4.2

σῶν ἕνεκεν καμάτων, ἵνα μοι σόος ἀμφί τε βουσίν

### book 4.365.1

ἀμφί τε γηγενέεσσιν ἀναπλήσειας ἀέθλους·

### book 4.365.2

ὕστατον αὖ καὶ κῶας, ἐφ’ ᾧ πλόος ὔμμιν ἐτύχθη,

### book 4.365.3

εἷλες ἐμῇ ματίῃ, κατὰ δ’ οὐλοὸν αἶσχος ἔχευα

### book 4.365.4

θηλυτέραις· τῶ φημὶ τεὴ κούρη τε δάμαρ τε

### book 4.365.5

αὐτοκασιγνήτη τε μεθ’ Ἑλλάδα γαῖαν ἕπεσθαι.

### book 4.370.1

πάντη νυν πρόφρων ὑπερίστασο, μηδέ με μούνην

### book 4.370.2

σεῖο λίπῃς ἀπάνευθεν, ἐποιχόμενος βασιλῆας,

### book 4.370.3

ἀλλ’ αὔτως εἴρυσο· δίκη δέ τοι ἔμπεδος ἔστω

### book 4.370.4

καὶ θέμις ἣν ἄμφω συναρέσσαμεν· ἢ σύγ’ ἔπειτα

### book 4.370.5

φασγάνῳ αὐτίκα τόνδε μέσον διὰ λαιμὸν ἀμῆσαι,

### book 4.375.1

ὄφρ’ ἐπίηρα φέρωμαι ἐοικότα μαργοσύνῃσιν,

### book 4.375.2

σχέτλιε· †εἴ κέν με κασιγνήτοιο δικάσσῃ

### book 4.375.3

ἔμμεναι οὗτος ἄναξ τῷ ἐπίσχετε τάσδ’ ἀλεγεινάς

### book 4.375.4

ἄμφω συνθεσίας, πῶς ἵξομαι ὄμματα πατρός;

### book 4.375.5

ἦ μάλ’ ἐυκλειής. τίνα δ’ οὐ τίσιν ἠὲ βαρεῖαν

### book 4.380

ἄτην οὐ σμυγερῶς δεινῶν ὕπερ οἷα ἔοργα

### book 4.1

ὀτλήσω, σὺ δέ κεν θυμηδέα νόστον ἕλοιο;

### book 4.2

μὴ τόγε παμβασίλεια Διὸς τελέσειεν ἄκοιτις,

### book 4.3

ᾗ ἔπι κυδιάεις· μνήσαιο δὲ καί ποτ’ ἐμεῖο

### book 4.4

στρευγόμενος καμάτοισι, δέρος δέ τοι ἶσον ὀνείρῳ

### book 4.385.1

οἴχοιτ’ εἰς ἔρεβος μεταμώνιον· ἐκ δέ σε πάτρης

### book 4.385.2

αὐτίκ’ ἐμαὶ ἐλάσειαν Ἐρινύες, οἷα καὶ αὐτή

### book 4.385.3

σῇ πάθον ἀτροπίῃ· τὰ μὲν οὐ θέμις ἀκράαντα

### book 4.385.4

ἐν γαίῃ πεσέειν, μάλα γὰρ μέγαν ἤλιτες ὅρκον,

### book 4.385.5

νηλεές· ἀλλ’ οὔ θήν μοι ἐπιλλίζοντες ὀπίσσω

### book 4.390.1

δὴν ἕσσεσθ’ εὔκηλοι ἕκητί γε συνθεσιάων.”

### book 4.390.2

Ὧς φάτ’, ἀναζείουσα βαρὺν χόλον· ἵετο δ’ ἥγε

### book 4.390.3

νῆα καταφλέξαι διά τ’ †ἔμπεδα πάντα κεάσσαι,

### book 4.390.4

ἐν δὲ πεσεῖν αὐτὴ μαλερῷ πυρί. τοῖα δ’ Ἰήσων

### book 4.390.5

μειλιχίοις ἐπέεσσιν ὑποδδείσας προσέειπεν·

### book 4.395.1

“Ἴσχεο, δαιμονίη· τὰ μὲν ἁνδάνει οὐδ’ ἐμοὶ αὐτῷ,

### book 4.395.2

ἀλλά τιν’ ἀμβολίην διζήμεθα δηιοτῆτος,

### book 4.395.3

ὅσσον δυσμενέων ἀνδρῶν νέφος ἀμφιδέδηεν

### book 4.395.4

εἵνεκα σεῦ. πάντες γὰρ ὅσοι χθόνα τήνδε νέμονται

### book 4.395.5

Ἀψύρτῳ μεμάασιν ἀμυνέμεν, ὄφρα σε πατρί,

### book 4.1

οἷά τε ληισθεῖσαν, ὑπότροπον οἴκαδ’ ἄγοιτο·

### book 4.2

αὐτοὶ δὲ στυγερῷ κεν ὀλοίμεθα πάντες ὀλέθρῳ,

### book 4.3

μείξαντες δαῒ χεῖρας· ὅ τοι καὶ ῥίγιον ἄλγος

### book 4.4

ἔσσεται, εἴ σε θανόντες ἕλωρ κείνοισι λίποιμεν.

### book 4

ἥδε δὲ συνθεσίη κρανέει δόλον ᾧ μιν ἐς ἄτην

### book 4.405.1

βήσομεν· οὐδ’ ἂν ὁμῶς περιναιέται ἀντιόωσι

### book 4.405.2

Κόλχοις ἦρα φέροιεν ὑπὲρ σέο, νόσφιν ἄνακτος

### book 4.405.3

ὅς τοι ἀοσσητήρ τε κασίγνητός τε τέτυκται,

### book 4.405.4

οὐδ’ ἂν ἐγὼ Κόλχοισιν ὑπείξαιμι πτολεμίζων

### book 4.405.5

ἀντιβίην, ὅτε μή με διὲξ εἰῶσι νέεσθαι.”

### book 4.410.1

Ἴσκεν ὑποσσαίνων· ἡ δ’ οὐλοὸν ἔκφατο μῦθον·

### book 4.410.2

“Φράζεο νῦν (χρειὼ γὰρ ἀεικελίοισιν ἐπ’ ἔργοις

### book 4.410.3

καὶ τόδε μητίσασθαι, ἐπεὶ τὸ πρῶτον ἀάσθην

### book 4.410.4

ἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς)·

### book 4.410.5

τύνη μὲν κατὰ μῶλον ἀλέξεο δούρατα Κόλχων,

### book 4.415.1

αὐτὰρ ἐγὼ κεῖνόν γε τεὰς ἐς χεῖρας ἱκέσθαι

### book 4.415.2

μειλίξω· σὺ δέ μιν φαιδροῖς ἀγαπάζεο δώροις,

### book 4.415.3

εἴ κέν πως †κήρυκας ἀπερχομένους πεπίθοιμι†

### book 4.415.4

οἰόθεν οἶον ἐμοῖσι συναρθμῆσαι ἐπέεσσιν.

### book 4.415.5

ἔνθ’ εἴ τοι τόδε ἔργον ἐφανδάνει, οὔτι μεγαίρω,

### book 4.420.1

κτεῖνέ τε καὶ Κόλχοισιν ἀείρεο δηιοτῆτα.”

### book 4.420.2

Ὧς τώγε ξυμβάντε μέγαν δόλον ἠρτύναντο

### book 4.420.3

Ἀψύρτῳ, καὶ πολλὰ πόρον ξεινήια δῶρα·

### book 4.420.4

οἷς μέτα καὶ πέπλον δόσαν ἱερὸν Ὑψιπυλείης

### book 4.420.5

πορφύρεον. τὸν μέν ῥα Διωνύσῳ κάμον αὐταί

### book 4.425.1

Δίῃ ἐν ἀμφιάλῳ Χάριτες θεαί, αὐτὰρ ὁ παιδί

### book 4.425.2

δῶκε Θόαντι μεταῦτις, ὁ δ’ αὖ λίπεν Ὑψιπυλείῃ,

### book 4.425.3

ἡ δ’ ἔπορ’ Αἰσονίδῃ πολέσιν μετὰ καὶ τὸ φέρεσθαι

### book 4.425.4

γλήνεσιν εὐεργὲς ξεινήιον. οὔ μιν ἀφάσσων

### book 4.425.5

οὔτε κεν εἰσορόων γλυκὺν ἵμερον ἐμπλήσειας·

### book 4.430.1

τοῦ δὲ καὶ ἀμβροσίη ὀδμὴ πέλεν ἐξέτι κείνου

### book 4.430.2

ἐξ οὗ ἄναξ αὐτὸς Νυσήιος ἐγκατέλεκτο

### book 4.430.3

ἀκροχάλιξ οἴνῳ καὶ νέκταρι, καλὰ μεμαρπώς

### book 4.430.4

στήθεα παρθενικῆς Μινωίδος, ἥν ποτε Θησεύς

### book 4.430.5

Κνωσσόθεν ἑσπομένην Δίῃ ἔνι κάλλιπε νήσῳ.

### book 4.435.1

ἡ δ’ ὅτε κηρύκεσσιν ἐπεξυνώσατο μύθους,

### book 4.435.2

θελγέμεν, εὖτ’ ἂν πρῶτα θεᾶς περὶ νηὸν ἵκηται

### book 4.435.3

συνθεσίῃ νυκτός τε μέλαν κνέφας ἀμφιβάλῃσιν,

### book 4.435.4

ἐλθέμεν, ὄφρα δόλον συμφράσσεται ᾧ κεν ἑλοῦσα

### book 4.435.5

χρύσειον μέγα κῶας ὑπότροπος αὖτις ὀπίσσω

### book 4.440.1

βαίη ἐς Αἰήταο δόμους· πέρι γάρ μιν ἀνάγκῃ

### book 4.440.2

υἱῆες Φρίξοιο δόσαν ξείνοισιν ἄγεσθαι—

### book 4.440.3

τοῖα παραιφαμένη, θελκτήρια φάρμακ’ ἔπασσεν

### book 4.440.4

αἰθέρι καὶ πνοιῇσι, τά κεν καὶ ἄπωθεν ἐόντα

### book 4.440.5

ἄγριον ἠλιβάτοιο κατ’ οὔρεος ἤγαγε θῆρα.

### book 4.445.1

Σχέτλι’ Ἔρως, μέγα πῆμα, μέγα στύγος ἀνθρώποισιν,

### book 4.445.2

ἐκ σέθεν οὐλόμεναί τ’ ἔριδες στοναχαί τε γόοι τε,

### book 4.445.3

ἄλγεά τ’ ἄλλ’ ἐπὶ τοῖσιν ἀπείρονα τετρήχασιν·

### book 4.445.4

δυσμενέων ἐπὶ παισὶ κορύσσεο δαῖμον ἀερθείς

### book 4.445.5

οἷος Μηδείῃ στυγερὴν φρεσὶν ἔμβαλες ἄτην.

### book 4.1

Πῶς γὰρ δὴ μετιόντα κακῷ ἐδάμασσεν ὀλέθρῳ

### book 4.2

Ἄψυρτον; τὸ γὰρ ἧμιν ἐπισχερὼ ἦεν ἀοιδῆς.

### book 4.3

Ἦμος ὅτ’ Ἀρτέμιδος νηῷ ἔνι τήν γε λίποντο

### book 4.4

συνθεσίῃ, τοὶ μέν ῥα διάνδιχα νηυσὶν ἔκελσαν

### book 4

σφωιτέραις κρινθέντες· ὁ δ’ ἐς λόχον ᾖεν Ἰήσων,

### book 4.455.1

δέγμενος Ἄψυρτόν τε καὶ οὓς ἐξαῦτις ἑταίρους.

### book 4.455.2

αὐτὰρ ὅγ’, αἰνοτάτῃσιν ὑποσχεσίῃσι δολωθείς,

### book 4.455.3

καρπαλίμως ᾗ νηὶ διὲξ ἁλὸς οἶδμα περήσας,

### book 4.455.4

νύχθ’ ὕπο λυγαίην ἱερῆς ἐπεβήσετο νήσου·

### book 4.455.5

οἰόθι δ’ ἀντικρὺ μετιών, πειρήσατο μύθοις

### book 4.460.1

εἷο κασιγνήτης, ἀταλὸς πάις οἷα χαράδρης

### book 4.460.2

χειμερίης ἣν οὐδὲ δι’ αἰζηοὶ περόωσιν,

### book 4.460.3

εἴ κε δόλον ξείνοισιν ἐπ’ ἀνδράσι τεχνήσαιτο.

### book 4.460.4

καὶ τὼ μὲν τὰ ἕκαστα συνῄνεον ἀλλήλοισιν·

### book 4.460.5

αὐτίκα δ’ Αἰσονίδης πυκινοῦ ἔκπαλτο λόχοιο

### book 4.465.1

γυμνὸν ἀνασχόμενος παλάμῃ ξίφος. αἶψα δὲ κούρη

### book 4.465.2

ἔμπαλιν ὄμματ’ ἔνεικε, καλυψαμένη ὀθόνῃσιν,

### book 4.465.3

μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος·

### book 4.465.4

τὸν δ’ ὅγε, βουτύπος ὥστε μέγαν κερεαλκέα ταῦρον,

### book 4.465.5

πλῆξεν, ὀπιπτεύσας νηοῦ σχεδὸν ὅν ποτ’ ἔδειμαν

### book 4.470.1

Ἀρτέμιδι Βρυγοὶ περιναιέται ἀντιπέρηθεν.

### book 4.470.2

τοῦ ὅγ’ ἐνὶ προδόμῳ γνὺξ ἤριπε· λοίσθια δ’ ἥρως

### book 4.470.3

θυμὸν ἀναπνείων, χερσὶν μέλαν ἀμφοτέρῃσιν

### book 4.470.4

αἷμα κατ’ ὠτειλὴν ὑποΐσχετο, τῆς δὲ καλύπτρην

### book 4.470.5

ἀργυφέην καὶ πέπλον ἀλευομένης ἐρύθηνεν.

### book 4.475.1

ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἷον ἔρεξαν

### book 4.475.2

ὄμματι νηλειεῖς ὀλοφώιον ἔργον Ἐρινύς.

### book 4.1

ἥρως δ’ Αἰσονίδης ἐξάργματα τάμνε θανόντος,

### book 4.2

τρὶς δ’ ἀπέλειξε φόνου, τρὶς δ’ ἐξ ἄγος ἔπτυς’ ὀδόντων,

### book 4.3

ἣ θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι·

### book 4.480.1

ὑγρὸν δ’ ἐν γαίῃ κρύψεν νέκυν, ἔνθ’ ἔτι νῦν περ

### book 4.480.2

κείαται ὀστέα κεῖνα μετ’ ἀνδράσιν Ἀψυρτεῦσιν.

### book 4.480.3

Οἱ δ’ ἄμυδις πυρσοῖο σέλας προπάροιθεν ἰδόντες

### book 4.480.4

τό σφιν παρθενικὴ τέκμαρ μετιοῦσιν ἄειρεν,

### book 4.480.5

Κολχίδος ἀγχόθι νηὸς ἑὴν παρὰ νῆα βάλοντο

### book 4.485.1

ἥρωες, Κόλχων δ’ ὄλεκον στόλον, ἠύτε κίρκοι

### book 4.485.2

φῦλα πελειάων ἠὲ μέγα πῶυ λέοντες

### book 4.485.3

ἀγρότεροι κλονέουσιν ἐνὶ σταθμοῖσι θορόντες·

### book 4.485.4

οὐδ’ ἄρα τις κείνων θάνατον φύγε, πάντα δ’ ὅμιλον

### book 4.485.5

πῦρ ἅτε δηιόωντες ἐπέδραμον. ὀψὲ δ’ Ἰήσων

### book 4.490.1

ἤντησεν, μεμαὼς ἐπαμυνέμεν—οὐ μάλ’ ἀρωγῆς

### book 4.490.2

δευομένοις, ἤδη δὲ καὶ ἀμφ’ αὐτοῖο μέλοντο.

### book 4.490.3

Ἔνθα δὲ ναυτιλίης πυκινὴν πέρι μητιάασκον

### book 4.490.4

ἑζόμενοι βουλήν, ἐπὶ δέ σφισιν ἤλυθε κούρη

### book 4.490.5

φραζομένοις. Πηλεὺς δὲ παροίτατος ἔκφατο μῦθον·

### book 4.495.1

“Ἤδη νῦν κέλομαι νύκτωρ ἔτι νῆ’ ἐπιβάντας

### book 4.495.2

εἰρεσίῃ περάαν πλόον ἀντίον ᾧ ἐπέχουσι

### book 4.495.3

δήιοι. ἠῶθεν γὰρ ἐπαθρήσαντας ἕκαστα

### book 4.495.4

ἔλπομαι οὐχ ἕνα μῦθον ὅτις προτέρωσε δίεσθαι

### book 4.495.5

ἡμέας ὀτρυνέει τοὺς πεισέμεν, οἷά τ’ ἄνακτος

### book 4.1

εὔνιδες ἀργαλέῃσι διχοστασίῃς κεδόωνται·

### book 4.2

ῥηιδίη δέ κεν ἄμμι, κεδασθέντων δίχα λαῶν,

### book 4.1

ἥδ’ εἴη μετέπειτα κατερχομένοισι κέλευθος.”

### book 4.2

Ὧς ἔφατ’· ᾔνησαν δὲ νέοι ἔπος Αἰακίδαο.

### book 4.3

ῥίμφα δὲ νῆ’ ἐπιβάντες ἐπερρώοντ’ ἐλάτῃσιν

### book 4.505.1

νωλεμές, ὄφρ’ ἱερὴν Ἠλεκτρίδα νῆσον ἵκοντο,

### book 4.505.2

ἀλλάων ὑπάτην, ποταμοῦ σχεδὸν Ἠριδανοῖο.

### book 4.505.3

Κόλχοι δ’ ὁππότ’ ὄλεθρον ἐπεφράσθησαν ἄνακτος,

### book 4.505.4

ἤτοι μὲν δίζεσθαι ἐπέχραον ἔνδοθι πάσης

### book 4.505.5

Ἀργὼ καὶ Μινύας Κρονίης ἁλός, ἀλλ’ ἀπέρυκεν

### book 4.510.1

Ἥρη σμερδαλέῃσι κατ’ αἰθέρος ἀστεροπῇσιν.

### book 4.510.2

ὕστατον αὖ (δὴ γάρ τε Κυταιίδος ἤθεα γαίης

### book 4.510.3

στύξαν ἀτυζόμενοι χόλον ἄγριον Αἰήταο)

### book 4.510.4

ἔμπεδον ἄλλυδις ἄλλοι ἀφορμηθέντες ἔνασθεν·

### book 4.510.5

οἱ μὲν ἐπ’ αὐτάων νήσων ἔβαν ᾗσιν ἐπέσχον

### book 4.515.1

ἥρωες, ναίουσι δ’ ἐπώνυμοι Ἀψύρτοιο·

### book 4.515.2

οἱ δ’ ἄρ’ ἐπ’ Ἰλλυρικοῖο μελαμβαθέος ποταμοῖο,

### book 4.515.3

τύμβος ἵν’ Ἁρμονίης Κάδμοιό τε, πύργον ἔδειμαν,

### book 4.515.4

ἀνδράσιν Ἐγχελέεσσιν ἐφέστιοι· οἱ δ’ ἐν ὄρεσσιν

### book 4.515.5

ἐνναίουσιν ἅπερ τε Κεραύνια κικλήσκονται

### book 4.520.1

ἐκ τόθεν ἐξότε τούσγε Διὸς Κρονίδαο κεραυνοί

### book 4.520.2

νῆσον ἐς ἀντιπέραιαν ἀπέτραπον ὁρμηθῆναι.

### book 4.520.3

Ἥρωες δ’, ὅτε δή σφιν ἐείσατο νόστος ἀπήμων,

### book 4.520.4

δή ῥα τότε προμολόντες ἐπὶ χθονὶ πείσματ’ ἔδησαν

### book 4.520.5

Ὑλλήων· νῆσοι γὰρ ἐπιπρούχοντο θαμειαί

### book 4.525.1

ἀργαλέην πλώουσιν ὁδὸν μεσσηγὺς ἔχουσαι.

### book 4.525.2

οὐδέ σφιν, ὡς καὶ πρίν, ἀνάρσια μητιάασκον

### book 4.525.3

Ὑλλῆες, πρὸς δ’ αὐτοὶ ἐμηχανόωντο κέλευθον,

### book 4.1

μισθὸν ἀειράμενοι τρίποδα μέγαν Ἀπόλλωνος.

### book 4.2

δοιοὺς γὰρ τρίποδας τηλοῦ πόρε Φοῖβος ἄγεσθαι

### book 4.530.1

Αἰσονίδῃ περόωντι κατὰ χρέος, ὁππότε Πυθώ

### book 4.530.2

ἱρὴν πευσόμενος μετεκίαθε τῆσδ’ ὑπὲρ αὐτῆς

### book 4.530.3

ναυτιλίης· πέπρωτο δ’, ὅπῃ χθονὸς ἱδρυθεῖεν,

### book 4.530.4

μήποτε τὴν δῄοισιν ἀναστήσεσθαι ἰοῦσιν.

### book 4.530.5

τούνεκεν εἰσέτι νῦν κείνῃ ὅδε κεύθεται αἴῃ

### book 4.535.1

ἀμφὶ πόλιν Ἀγανὴν Ὑλληίδα, πολλὸν ἔνερθεν

### book 4.535.2

οὔδεος, ὥς κεν ἄφαντος ἀεὶ μερόπεσσι πέλοιτο.

### book 4.535.3

οὐ μὲν ἔτι ζώοντα καταυτόθι τέτμον ἄνακτα

### book 4.535.4

Ὕλλον, ὃν εὐειδὴς Μελίτη τέκεν Ἡρακλῆι

### book 4.535.5

δήμῳ Φαιήκων· ὁ γὰρ οἰκία Ναυσιθόοιο

### book 4.540.1

Μάκριν τ’ εἰσαφίκανε, Διωνύσοιο τιθήνην,

### book 4.540.2

νιψόμενος παίδων ὀλοὸν φόνον· ἔνθ’ ὅγε κούρην

### book 4.540.3

Αἰγαίου ἐδάμασσεν ἐρασσάμενος ποταμοῖο,

### book 4.540.4

νηιάδα Μελίτην, ἡ δὲ σθεναρὸν τέκεν Ὕλλον·

### book 4.546.1

οὐδ’ ἄρ’ ὅγ’ ἡβήσας αὐτῇ ἐνὶ ἔλδετο νήσῳ

### book 4.546.2

ναίειν κοιρανέοντος ὑπ’ ὀφρύσι Ναυσιθόοιο·

### book 4.546.3

βῆ δ’ ἅλαδε Κρονίην, αὐτόχθονα λαὸν ἀγείρας

### book 4.546.4

Φαιήκων, σὺν γάρ οἱ ἄναξ πόρσυνε κέλευθον

### book 4.1

ἥρως Ναυσίθοος· τόθι δ’ εἵσατο· καί μιν ἔπεφνον

### book 4.2

Μέντορες, ἀγραύλοισιν ἀλεξόμενοι περὶ βουσίν.

### book 4.1

Ἀλλὰ θεαί, πῶς τῆσδε παρὲξ ἁλὸς ἀμφί τε γαῖαν

### book 4.2

Αὐσονίην νήσους τε Λιγυστίδας, αἳ καλέονται

### book 4.3

Στοιχάδες, Ἀργῴης περιώσια σήματα νηός

### book 4.555.1

νημερτὲς πέφαται; τίς ἀπόπροθι τόσσον ἀνάγκη

### book 4.555.2

καὶ χρειώ σφ’ ἐκόμισσε; τίνες σφέας ἤγαγον αὖραι;

### book 4.555.3

Αὐτόν που μεγαλωστὶ δεδουπότος Ἀψύρτοιο

### book 4.555.4

Ζῆνα θεῶν βασιλῆα χόλος λάβεν οἷον ἔρεξαν,

### book 4.555.5

Αἰαίης δ’ ὀλοὸν τεκμήρατο δήνεσι Κίρκης

### book 4.560.1

αἷμ’ ἀπονιψαμένους πρό τε μυρία πημανθέντας

### book 4.560.2

νοστήσειν. τὸ μὲν οὔ τις ἀριστήων ἐνόησεν·

### book 4.560.3

ἀλλ’ ἔθεον γαίης Ὑλληίδος ἐξανιόντες

### book 4.560.4

τηλόθι, τὰς δ’ ἀπέλειπον ὅσαι Κόλχοισι πάροιθεν

### book 4.560.5

ἑξείης πλήθοντο Λιβυρνίδες εἰν ἁλὶ νῆσοι,

### book 4.565.1

Ἴσσα τε Δυσκέλαδός τε καὶ ἱμερτὴ Πιτύεια·

### book 4.565.2

αὐτὰρ ἔπειτ’ ἐπὶ τῇσι παραὶ Κέρκυραν ἵκοντο,

### book 4.565.3

ἔνθα Ποσειδάων Ἀσωπίδα νάσσατο κούρην,

### book 4.565.4

ἠύκομον Κέρκυραν, ἑκὰς Φλειουντίδος αἴης,

### book 4.565.5

ἁρπάξας ὑπ’ ἔρωτι· μελαινομένην δέ μιν ἄνδρες

### book 4.570.1

ναυτίλοι ἐκ πόντοιο κελαινῇ πάντοθεν ὕλῃ

### book 4.570.2

δερκόμενοι, Κέρκυραν ἐπικλείουσι Μέλαιναν·

### book 4.570.3

τῇ δ’ ἐπὶ καὶ Μελίτην, λιαρῷ περιγηθέες οὔρῳ,

### book 4.570.4

αἰπεινήν τε Κερωσσόν, ὕπερθε δὲ πολλὸν ἐοῦσαν

### book 4.570.5

Νυμφαίην παράμειβον, ἵνα κρείουσα Καλυψώ

### book 4.575.1

Ἀτλαντὶς ναίεσκε. τὰ δ’ ἠεροειδέα λεύσσειν

### book 4.575.2

οὔρεα δοιάζοντο Κεραύνια· καὶ τότε βουλάς

### book 4.1

ἀμφ’ αὐτοῖς Ζηνός †τε μέγαν χόλον ἐφράσαθ’ Ἥρη,

### book 4.2

μηδομένη δ’ ἄνυσιν τοῖο πλόου, ὦρσεν ἀέλλας

### book 4.3

ἀντικρύ· τοὶ δ’ αὖτις ἀναρπάγδην φορέοντο

### book 4.580.1

νήσου ἔπι κραναῆς Ἠλεκτρίδος. αὐτίκα δ’ ἄφνω

### book 4.580.2

ἴαχεν ἀνδρομέῃ ἐνοπῇ μεσσηγὺ θεόντων

### book 4.580.3

αὐδῆεν γλαφυρῆς νηὸς δόρυ, τόρρ’ ἀνὰ μέσσην

### book 4.580.4

στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ.

### book 4.580.5

τοὺς δ’ ὀλοὸν †μεσσηγὺ δέος λάβεν εἰσαΐοντας

### book 4.585.1

φθογγήν τε Ζηνός τε βαρὺν χόλον· οὐ γὰρ ἀλύξειν

### book 4.585.2

ἔννεπεν οὔτε πόρους δολιχῆς ἁλὸς οὔτε θυέλλας

### book 4.585.3

ἀργαλέας, ὅτε μὴ Κίρκη φόνον Ἀψύρτοιο

### book 4.585.4

νηλέα νίψειεν· Πολυδεύκεα δ’ εὐχετάασθαι

### book 4.585.5

Κάστορά τ’ ἀθανάτοισι θεοῖς ἤνωγε κελεύθους

### book 4.590.1

Αὐσονίης ἔντοσθε πορεῖν ἁλός, ᾗ ἔνι Κίρκην

### book 4.590.2

δήουσιν, Πέρσης τε καὶ Ἠελίοιο θύγατρα.

### book 4.590.3

Ὧς Ἀργὼ ἰάχησεν ὑπὸ κνέφας. οἱ δ’ ἀνόρουσαν

### book 4.590.4

Τυνδαρίδαι καὶ χεῖρας ἀνέσχεθον ἀθανάτοισιν

### book 4.590.5

εὐχόμενοι τὰ ἕκαστα· κατηφείη δ’ ἔχεν ἄλλους

### book 4.595.1

ἥρωας Μινύας. ἡ δ’ ἔσσυτο πολλὸν ἐπιπρό

### book 4.595.2

λαίφεσιν. ἐς δ’ ἔβαλον μύχατον ῥόον Ἠριδανοῖο,

### book 4.595.3

ἔνθα ποτ’ αἰθαλόεντι τυπεὶς πρὸς στέρνα κεραυνῷ

### book 4.595.4

ἡμιδαὴς Φαέθων πέσεν ἅρματος Ἠελίοιο

### book 4.595.5

λίμνης ἐς προχοὰς πολυβενθέος· ἡ δ’ ἔτι νῦν περ

### book 4.1

τραύματος αἰθομένοιο βαρὺν ἀνακηκίει ἀτμόν,

### book 4.2

οὐδέ τις ὕδωρ κεῖνο διὰ πτερὰ κοῦφα τανύσσας

### book 4.1

οἰωνὸς δύναται βαλέειν ὕπερ, ἀλλὰ μεσηγύς

### book 4.2

φλογμῷ ἐπιθρῴσκει πεποτημένος. ἀμφὶ δὲ κοῦραι

### book 4.3

Ἡλιάδες ταναῇσιν †ἀείμεναι αἰγείροισιν

### book 4.605.1

μύρονται κινυρὸν μέλεαι γόον, ἐκ δὲ φαεινάς

### book 4.605.2

ἠλέκτρου λιβάδας βλεφάρων προχέουσιν ἔραζε·

### book 4.605.3

αἱ μέν τ’ ἠελίῳ ψαμάθοις ἔπι τερσαίνονται,

### book 4.605.4

εὖτ’ ἂν δὲ κλύζῃσι κελαινῆς ὕδατα λίμνης

### book 4.605.5

ἠιόνας πνοιῇ πολυηχέος ἐξ ἀνέμοιο,

### book 4.610.1

δὴ τότ’ ἐς Ἠριδανὸν προκυλίνδεται ἀθρόα πάντα

### book 4.610.2

κυμαίνοντι ῥόῳ. Κελτοὶ δ’ ἐπὶ βάξιν ἔθεντο

### book 4.610.3

ὡς ἄρ’ Ἀπόλλωνος τάδε δάκρυα Λητοΐδαο

### book 4.610.4

ἐμφέρεται δίναις, ἅ τε μυρία χεῦε πάροιθεν,

### book 4.610.5

ἦμος Ὑπερβορέων ἱερὸν γένος εἰσαφίκανεν,

### book 4.615.1

οὐρανὸν αἰγλήεντα λιπὼν ἐκ πατρὸς ἐνιπῆς,

### book 4.615.2

χωόμενος περὶ παιδὶ τὸν ἐν λιπαρῇ Λακερείῃ

### book 4.615.3

δῖα Κορωνὶς ἔτικτεν ἐπὶ προχοῇς Ἀμύροιο.

### book 4.615.4

καὶ τὰ μὲν ὧς κείνοισι μετ’ ἀνδράσι κεκλήισται·

### book 4.615.5

τοὺς δ’ οὔτε βρώμης ᾕρει πόθος οὔτε ποτοῖο,

### book 4.620.1

οὔτ’ ἐπὶ γηθοσύνας νόος ἐτράπετ’· ἀλλ’ ἄρα τοίγε

### book 4.620.2

ἤματα μὲν στρεύγοντο περιβληχρὸν βαρύθοντες

### book 4.620.3

ὀδμῇ λευγαλέῃ τήν ῥ’ ἄσχετον ἐξανίεσκον

### book 4.620.4

τυφομένου Φαέθοντος ἐπιρροαὶ Ἠριδανοῖο,

### book 4.620.5

νυκτὸς δ’ αὖ γόον ὀξὺν ὀδυρομένων ἐσάκουον

### book 4.625.1

Ἡλιάδων λιγέως· τὰ δὲ δάκρυα †μυρομένῃσιν

### book 4.625.2

οἷον ἐλαιηραὶ στάγες ὕδασιν ἐμφορέοντο.

### book 4.625.3

Ἐκ δὲ τόθεν Ῥοδανοῖο βαθὺν ῥόον εἰσεπέρησαν,

### book 4.625.4

ὅς τ’ εἰς Ἠριδανὸν μετανίσσεται, ἄμμιγα δ’ ὕδωρ

### book 4.625.5

ἐν ξυνοχῇ βέβρυχε κυκώμενον. αὐτὰρ ὁ γαίης

### book 4.630.1

ἐκ μυχάτης, ἵνα τ’ εἰσὶ πύλαι καὶ ἐδέθλια Νυκτός,

### book 4.630.2

ἔνθεν ἀπορνύμενος, τῇ μέν τ’ ἐπερεύγεται ἀκτάς

### book 4.630.3

Ὠκεανοῦ, τῇ δ’ αὖτε μετ’ Ἰονίην ἅλα βάλλει,

### book 4.630.4

τῇ δ’ ἐπὶ Σαρδόνιον πέλαγος καὶ ἀπείρονα κόλπον

### book 4.630.5

ἑπτὰ διὰ στομάτων ἵει ῥόον. ἐκ δ’ ἄρα τοῖο

### book 4.635.1

λίμνας εἰσέλασαν δυσχείμονας αἵ τ’ ἀνὰ Κελτῶν

### book 4.635.2

ἤπειρον πέπτανται ἀθέσφατοι. ἔνθα κεν οἵγε

### book 4.635.3

ἄτῃ ἀεικελίῃ πέλασαν· φέρε γάρ τις ἀπορρώξ

### book 4.635.4

κόλπον ἐς Ὠκεανοῖο, τὸν οὐ προδαέντες ἔμελλον

### book 4.635.5

εἰσβαλέειν. τόθεν οὔ κεν ὑπότροποι ἐξεσάωθεν·

### book 4.640.1

ἀλλ’ Ἥρη σκοπέλοιο καθ’ Ἑρκυνίου ἰάχησεν

### book 4.640.2

οὐρανόθεν προθοροῦσα, φόβῳ δ’ ἐτίναχθεν ἀυτῆς

### book 4.1

πάντες ὁμῶς, δεινὸν γὰρ ἐπὶ μέγας ἔβραχεν αἰθήρ·

### book 4.2

ἂψ δὲ παλιντροπόωντο θεᾶς ὕπο καί ῥ’ ἐνόησαν

### book 4.3

τήνδ’ οἷμον τῇπέρ τε καὶ ἔπλετο νόστος ἰοῦσι.

### book 4.645.1

δηναιοὶ δ’ ἀκτὰς ἁλιμυρέας εἰσαφίκοντο,

### book 4.645.2

Ἥρης ἐννεσίῃσι δι’ ἔθνεα μυρία Κελτῶν

### book 4.645.3

καὶ Λιγύων περόωντες ἀδήιοι, ἀμφὶ γὰρ αἰνήν

### book 4.645.4

ἠέρα χεῦε θεὰ πάντ’ ἤματα νισσομένοισιν.

### book 4.645.5

μεσσότατον δ’ ἄρα τοίγε διὰ στόμα νηὶ βαλόντες,

### book 4.1

Στοιχάδας εἰσαπέβαν νήσους, σόοι εἵνεκα κούρων

### book 4.2

Ζηνός· ὃ δὴ βωμοί τε καὶ ἱερὰ τοῖσι τέτυκται

### book 4.3

ἔμπεδον, οὐδ’ οἶον κείνης ἐπίουροι ἕποντο

### book 4.4

ναυτιλίης, Ζεὺς δέ σφι καὶ ὀψιγόνων πόρε νῆας.

### book 4.5

Στοιχάδας αὖτε λιπόντες ἐς Αἰθαλίην ἐπέρησαν

### book 4.655.1

νῆσον, ἵνα ψηφῖσιν ἀπωμόρξαντο καμόντες

### book 4.655.2

ἱδρῶ ἅλις· χροιῇ δὲ κατ’ αἰγιαλοῖο κέχυνται

### book 4.655.3

εἴκελοι

### book 4.657.1

ἐν δὲ σόλοι καὶ τρύχεα θέσκελα κείνων·

### book 4.657.2

ἔνθα λιμὴν Ἀργῷος ἐπωνυμίην πεφάτισται.

### book 4.657.3

Καρπαλίμως δ’ ἐνθένδε διὲξ ἁλὸς οἶδμα νέοντο

### book 4.660.1

Αὐσονίης, ἀκτὰς Τυρσηνίδας εἰσορόωντες,

### book 4.660.2

ἷξον δ’ Αἰαίης λιμένα κλυτόν. ἐκ δ’ ἄρα νηός

### book 4.660.3

πείσματ’ ἐπ’ ἠιόνων σχεδόθεν βάλον· ἔνθα δὲ Κίρκην

### book 4.660.4

εὗρον ἁλὸς νοτίδεσσι κάρη περιφαιδρύνουσαν,

### book 4.660.5

τοῖον γὰρ νυχίοισιν ὀνείρασιν ἐπτοίητο·

### book 4.665.1

αἵματί οἱ θάλαμοί τε καὶ ἕρκεα πάντα δόμοιο

### book 4.665.2

μύρεσθαι δόκεον, φλὸξ δ’ ἀθρόα φάρμακ’ ἔδαπτεν

### book 4.1

οἷσι πάρος ξείνους θέλγ’ ἀνέρας ὅστις ἵκοιτο·

### book 4.2

τὴν δ’ αὐτὴ φονίῳ σβέσεν αἵματι πορφύρουσαν,

### book 4.3

χερσὶν ἀφυσσαμένη, λῆξεν δ’ ὀλοοῖο φόβοιο.

### book 4.670.1

τῶ καὶ ἐπιπλομένης ἠοῦς νοτίδεσσι θαλάσσης

### book 4.670.2

ἐγρομένη πλοκάμους τε καὶ εἵματα φαιδρύνεσκεν.

### book 4.670.3

θῆρες δ’, οὐ θήρεσσιν ἐοικότες ὠμηστῇσιν

### book 4.670.4

οὐδὲ μὲν οὐδ’ ἄνδρεσσιν ὁμὸν δέμας, ἄλλο δ’ ἀπ’ ἄλλων

### book 4.670.5

συμμιγέες γενέων, κίον ἀθρόοι, ἠύτε μῆλα

### book 4.675.1

ἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆι.

### book 4.675.2

τοίους καὶ προτέρους ἐξ ἰλύος ἐβλάστησεν

### book 4.675.3

χθὼν αὐτὴ μικτοῖσιν ἀρηρεμένους μελέεσσιν,

### book 4.675.4

οὔπω διψαλέῳ μάλ’ ὑπ’ ἠέρι πιληθεῖσα

### book 4.675.5

οὐδέ πω ἀζαλέοιο βολαῖς τόσον ἠελίοιο

### book 4.680.1

ἰκμάδας αἰνυμένου· τὰ δ’ ἐπὶ στίχας ἤγαγεν αἰών

### book 4.680.2

συγκρίνας. τὼς οἵγε φυὴν ἀίδηλοι ἕποντο,

### book 4.680.3

ἥρωας δ’ ἕλε θάμβος ἀπείριτον. αἶψα δ’ ἕκαστος,

### book 4.680.4

Κίρκης εἴς τε φυὴν εἴς τ’ ὄμματα παπταίνοντες,

### book 4.680.5

ῥεῖα κασιγνήτην φάσαν ἔμμεναι Αἰήταο.

### book 4.685.1

Ἡ δ’ ὅτε δὴ νυχίων ἀπὸ δείματα πέμψεν ὀνείρων,

### book 4.685.2

αὐτίκ’ ἔπειτ’ ἄψορρον ἀπέστιχε, τοὺς δ’ ἅμ’ ἕπεσθαι

### book 4.685.3

χειρὶ καταρρέξασα δολοφροσύνῃσιν ἄνωγεν.

### book 4.685.4

ἔνθ’ ἤτοι πληθὺς μὲν ἐφετμαῖς Αἰσονίδαο

### book 4

μίμνον ἀπηλεγέως, ὁ δ’ ἐρύσσατο Κολχίδα κούρην·

### book 4.690.1

ἄμφω δ’ ἑσπέσθην αὐτὴν ὁδόν, ἔστ’ ἀφίκοντο

### book 4.690.2

Κίρκης ἐς μέγαρον. τοὺς δ’ ἐν λιπαροῖσι κέλευεν

### book 4.690.3

ἥγε θρόνοις ἕζεσθαι, ἀμηχανέουσα κιόντων·

### book 4.690.4

τὼ δ’ ἄνεῳ καὶ ἄναυδοι ἐφ’ ἑστίῃ ἀίξαντε

### book 4.690.5

ἵζανον, ἥ τε δίκη λυγροῖς ἱκέτῃσι τέτυκται,

### book 4.695.1

ἡ μὲν ἐπ’ ἀμφοτέραις θεμένη χείρεσσι μέτωπα,

### book 4.695.2

αὐτὰρ ὁ κωπῆεν μέγα φάσγανον ἐν χθονὶ πήξας

### book 4.695.3

ᾧπέρ τ’ Αἰήταο πάιν κτάνεν· οὐδέ ποτ’ ὄσσε

### book 4.695.4

ἰθὺς ἐνὶ βλεφάροισιν ἀνέσχεθον. αὐτίκα δ’ ἔγνω

### book 4.695.5

Κίρκη φύξιον οἶτον ἀλιτροσύνας τε φόνοιο.

### book 4.1

τῶ καὶ ὀπιζομένη Ζηνὸς θέμιν Ἱκεσίοιο,

### book 4.2

ὃς μέγα μὲν κοτέει, μέγα δ’ ἀνδροφόνοισιν ἀρήγει,

### book 4.3

ῥέζε θυηπολίην οἵῃ τ’ ἀπολυμαίνονται

### book 4.4

νηλειτεῖς ἱκέται, ὅτ’ ἐφέστιοι ἀντιόωσιν.

### book 4.5

πρῶτα μὲν ἀτρέπτοιο λυτήριον ἥγε φόνοιο

### book 4.705.1

τειναμένη καθύπερθε συὸς τέκος, ἧς ἔτι μαζοί

### book 4.705.2

πλήμυρον λοχίης ἐκ νηδύος, αἵματι χεῖρας

### book 4.705.3

τέγγεν, ἐπιτμήγουσα δέρην· αὖτις δὲ καὶ ἄλλοις

### book 4.705.4

μείλισσεν χύτλοισι Καθάρσιον ἀγκαλέουσα

### book 4.705.5

Ζῆνα παλαμναίων τιμήορον ἱκεσίῃσι.

### book 4.710.1

καὶ τὰ μὲν ἀθρόα πάντα δόμων ἐκ λύματ’ ἔνεικαν

### book 4.710.2

νηιάδες πρόπολοι, ταί οἱ πόρσυνον ἕκαστα·

### book 4.710.3

ἡ δ’ εἴσω πελανοὺς μείλικτρά τε νηφαλίῃσιν

### book 4.710.4

καῖεν ἐπ’ εὐχωλῇσι παρέστιος, ὄφρα χόλοιο

### book 4.710.5

σμερδαλέας παύσειεν Ἐρινύας ἠδὲ καὶ αὐτός

### book 4.715.1

εὐμειδής τε πέλοιτο καὶ ἤπιος ἀμφοτέροισιν,

### book 4.715.2

εἴτ’ οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας

### book 4.715.3

εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόῳεν.

### book 4.715.4

Αὐτὰρ ἐπεὶ μάλα πάντα πονήσατο, δὴ τότ’ ἔπειτα

### book 4.715.5

εἷσεν ἐπὶ ξεστοῖσιν ἀναστήσασα θρόνοισιν,

### book 4.720.1

καὶ δ’ αὐτὴ πέλας ἷζεν ἐνωπαδίς. αἶψα δὲ μύθῳ

### book 4.720.2

χρειὼ ναυτιλίην τε διακριδὸν ἐξερέεινεν,

### book 4.720.3

ἠδ’ ὁπόθεν μετὰ γαῖαν ἑὴν καὶ δώματ’ ἰόντες

### book 4.720.4

αὔτως ἱδρύθησαν ἐφέστιοι· ἦ γὰρ ὀνείρων

### book 4.720.5

μνῆστις ἀεικελίη δῦνεν φρένας ὁρμαίνουσαν,

### book 4.725.1

ἵετο δ’ αὖ κούρης ἐμφύλιον ἴδμεναι ὀμφήν

### book 4.725.2

αὐτίχ’ ὅπως ἐνόησεν ἀπ’ οὔδεος ὄσσε βαλοῦσαν·

### book 4.725.3

πᾶσα γὰρ Ἠελίου γενεὴ ἀρίδηλος ἰδέσθαι

### book 4.725.4

ἦεν, ἐπεὶ βλεφάρων ἀποτηλόθι μαρμαρυγῇσιν

### book 4.725.5

οἷόν τε χρυσέην ἀντώπιον ἵεσαν αἴγλην.

### book 4.730.1

ἡ δ’ ἄρα τῇ τὰ ἕκαστα διειρομένῃ κατέλεξεν,

### book 4.730.2

Κολχίδα γῆρυν ἱεῖσα, βαρύφρονος Αἰήταο

### book 4.730.3

κούρη μειλιχίως· ἠμὲν στόλον ἠδὲ κελεύθους

### book 4.1

ἡρώων, ὅσα τ’ ἀμφὶ θοοῖς ἐμόγησαν ἀέθλοις·

### book 4.2

ὥς τε κασιγνήτης πολυκηδέος ἤλιτε βουλαῖς·

### book 4.735.1

ὥς τ’ ἀπονόσφιν ἄλυξεν ὑπέρβια δείματα πατρός

### book 4.735.2

σὺν παισὶ Φρίξοιο. φόνον δ’ ἀλέεινεν ἐνισπεῖν

### book 4.735.3

Ἀψύρτου, τὴν δ’ οὔτι νόῳ λάθεν· ἀλλὰ καὶ ἔμπης

### book 4.735.4

μυρομένην ἐλέαιρεν, ἔπος δ’ ἐπὶ τοῖον ἔειπεν·

### book 4.735.5

“Σχετλίη, ἦ ῥα κακὸν καὶ ἀεικέα μήσαο νόστον.

### book 4.740.1

ἔλπομαι οὐκ ἐπὶ δήν σε βαρὺν χόλον Αἰήταο

### book 4.740.2

ἐκφυγέειν, τάχα δ’ εἶσι καὶ Ἑλλάδος ἤθεα γαίης

### book 4.740.3

τεισόμενος φόνον υἷος, ὅτ’ ἄσχετα ἔργα τέλεσσας.

### book 4.740.4

ἀλλ’ ἐπεὶ οὖν ἱκέτις καὶ ὁμόγνιος ἔπλευ ἐμεῖο,

### book 4.740.5

ἄλλο μὲν οὔτι κακὸν μητίσομαι ἐνθάδ’ ἰούσῃ·

### book 4.745.1

ἔρχεο δ’ ἐκ μεγάρων, ξείνῳ συνοπηδὸς ἐοῦσα

### book 4.745.2

ὅντινα τοῦτον ἄιστον ἀνεύραο πατρὸς ἄνευθεν,

### book 4.745.3

μηδέ με γουνάσσηαι ἐφέστιος· οὐ γὰρ ἔγωγε

### book 4.745.4

αἰνήσω βουλάς τε σέθεν καὶ ἀεικέα φύξιν.”

### book 4.745.5

Ὧς φάτο· τὴν δ’ ἀμέγαρτον ἄχος λάβεν, ἀμφὶ δὲ πέπλον

### book 4.1

ὀφθαλμοῖσι βαλοῦσα γόον χέεν, ὄφρα μιν ἥρως

### book 4.2

χειρὸς ἐπισχόμενος μεγάρων ἐξῆγε θύραζε

### book 4.3

δείματι παλλομένην, λεῖπον δ’ ἀπὸ δώματα Κίρκης.

### book 4.4

Οὐδ’ ἄλοχον Κρονίδαο Διὸς λάθον, ἀλλά οἱ Ἶρις

### book 4.5

πέφραδεν, εὖτ’ ἐνόησεν ἀπὸ μεγάροιο κιόντας·

### book 4.755.1

αὐτὴ γάρ μιν ἄνωγε δοκευέμεν ὁππότε νῆα

### book 4.755.2

στείχοιεν. τὸ καὶ αὖτις ἐποτρύνους’ ἀγόρευεν·

### book 4.755.3

“Ἶρι φίλη, νῦν, εἴ ποτ’ ἐμὰς ἐτέλεσσας ἐφετμάς,

### book 4.755.4

εἰ δ’ ἄγε λαιψηρῇσι μετοιχομένη πτερύγεσσιν

### book 4.755.5

δεῦρο Θέτιν μοι ἄνωχθι μολεῖν ἁλὸς ἐξανιοῦσαν,

### book 4.760.1

κείνης γὰρ χρειώ με κιχάνεται. αὐτὰρ ἔπειτα

### book 4.760.2

ἐλθέμεν εἰς ἀκτὰς ὅθι τ’ ἄκμονες Ἡφαίστοιο

### book 4.760.3

χάλκειοι στιβαρῇσιν ἀράσσονται τυπίδεσσιν,

### book 4.760.4

εἰπὲ δὲ κοιμῆσαι φύσας πυρός, εἰσόκεν Ἀργώ

### book 4.760.5

τάσγε παρεξελάσῃσιν. ἀτὰρ καὶ ἐς Αἴολον ἐλθεῖν,

### book 4.765.1

Αἴολον ὅς τ’ ἀνέμοις αἰθρηγενέεσσιν ἀνάσσει·

### book 4.765.2

καὶ δὲ τῷ εἰπέμεναι τὸν ἐμὸν νόον, ὥς κεν ἀήτας

### book 4.765.3

πάντας ἀπολλήξειεν ὑπ’ ἠοῖ, μηδέ τις αὔρη

### book 4.765.4

τρηχύνοι πέλαγος, ζεφύρου γε μὲν οὖρος ἀήτω,

### book 4.765.5

ὄφρ’ οἵγ’ Ἀλκινόου Φαιηκίδα νῆσον ἵκωνται.”

### book 4.770.1

Ὧς ἔφατ’. αὐτίκα δ’ Ἶρις ἀπ’ Οὐλύμποιο θοροῦσα

### book 4.770.2

τέμνε, τανυσσαμένη κοῦφα πτερά· δῦ δ’ ἐνὶ πόντῳ

### book 4.770.3

Αἰγαίῳ, τόθι πέρ τε δόμοι Νηρῆος ἔασιν,

### book 4.770.4

πρώτην δ’ εἰσαφίκανε Θέτιν καὶ ἐπέφραδε μῦθον

### book 4.770.5

Ἥρης ἐννεσίῃς ὦρσέν τέ μιν εἰς ἓ νέεσθαι·

### book 4.775.1

δεύτερα δ’ εἰς Ἥφαιστον ἐβήσατο, παῦσε δὲ τόνγε

### book 4.775.2

ῥίμφα σιδηρείων τυπίδων, ἔσχοντο δ’ ἀυτμῆς

### book 4.775.3

αἰθαλέοι πρηστῆρες· ἀτὰρ τρίτον εἰσαφίκανεν

### book 4.775.4

Αἴολον Ἱππότεω παῖδα κλυτόν. ὄφρα δὲ καὶ τῷ

### book 4.775.5

ἀγγελίην φαμένη θοὰ γούνατα παῦεν ὁδοῖο,

### book 4.780.1

τόφρα Θέτις, Νηρῆα κασιγνήτας τε λιποῦσα,

### book 4.780.2

ἐξ ἁλὸς Οὔλυμπόνδε θεὰν μετεκίαθεν Ἥρην.

### book 4.780.3

ἡ δέ μιν ἆσσον ἑοῖο παρεῖσέ τε φαῖνέ τε μῦθον·

### book 4.780.4

“Κέκλυθι νῦν, Θέτι δῖα, τά τοι ἐπιέλδομ’ ἐνισπεῖν.

### book 4.780.5

οἶσθα μὲν ὅσσον ἐμῇσιν ἐνὶ φρεσὶ τίεται ἥρως

### book 4.785.1

Αἰσονίδης ἠδ’ ἄλλοι ἀοσσητῆρες ἀέθλου,

### book 4.785.2

†οἵη τέ σφ’ ἐσάωσα† διὰ Πλαγκτὰς περόωντας

### book 4.785.3

πέτρας, ἔνθα πυρὸς δειναὶ βρομέουσι θύελλαι,

### book 4.785.4

κύματά τε σκληρῇσι περιβλύει σπιλάδεσσιν,

### book 4.785.5

†νῦν δὲ παρὰ Σκύλλης σκόπελον μέγαν ἠδὲ Χάρυβδιν

### book 4.790.1

δεινὸν ἐρευγομένην δέχεται ὁδός. ἀλλά σε γὰρ δή

### book 4.790.2

ἐξέτι νηπυτίης αὐτὴ τρέφον, ἠδ’ ἀγάπησα

### book 4.790.3

ἔξοχον ἀλλάων αἵ τ’ εἰν ἁλὶ ναιετάουσιν,

### book 4.790.4

οὕνεκεν οὐκ ἔτλης εὐνῇ Διὸς ἱεμένοιο

### book 4.790.5

λέξασθαι (κείνῳ γὰρ ἀεὶ τάδε ἔργα μέμηλεν,

### book 4.795.1

ἠὲ σὺν ἀθανάταις ἠὲ θνητῇσιν ἰαύειν),

### book 4.795.2

ἀλλ’ ἐμέ γ’ αἰδομένη καὶ ἐνὶ φρεσὶ δειμαίνουσα

### book 4.795.3

ἠλεύω· ὁ δ’ ἔπειτα πελώριον ὅρκον ὄμοσσε,

### book 4.795.4

μήποτέ ς’ ἀθανάτοιο θεοῦ καλέεσθαι ἄκοιτιν.

### book 4.795.5

ἔμπης δ’ οὐ μεθίεσκεν ὀπιπτεύων ἀέκουσαν,

### book 4.1

εἰσότε οἱ πρέσβειρα Θέμις κατέλεξεν ἅπαντα,

### book 4.2

ὡς δή τοι πέπρωται ἀμείνονα πατρὸς ἑοῖο

### book 4.3

παῖδα τεκεῖν· τῶ καί σε λιλαιόμενος μεθέηκεν

### book 4.4

δείματι, μή τις ἑοῦ ἀντάξιος ἄλλος ἀνάσσοι

### book 4.5

ἀθανάτων, ἀλλ’ αἰὲν ἑὸν κράτος εἰρύοιτο.

### book 4.805.1

αὐτὰρ ἐγὼ τὸν ἄριστον ἐπιχθονίων πόσιν εἶναι

### book 4.805.2

δῶκά τοι, ὄφρα γάμου θυμηδέος ἀντιάσειας

### book 4.805.3

τέκνα τε φιτύσαιο· θεοὺς δ’ εἰς δαῖτα κάλεσσα

### book 4.805.4

πάντας ὁμῶς, αὐτὴ δὲ σέλας χείρεσσιν ἀνέσχον

### book 4

νυμφίδιον, κείνης ἀγανόφρονος εἵνεκα τιμῆς.

### book 4.810.1

ἀλλ’ ἄγε καί τινά τοι νημερτέα μῦθον ἐνίψω.

### book 4.810.2

εὖτ’ ἂν ἐς Ἠλύσιον πεδίον τεὸς υἱὸς ἵκηται,

### book 4.810.3

ὃν δὴ νῦν Χείρωνος ἐν ἤθεσι Κενταύροιο

### book 4.810.4

νηιάδες κομέουσι τεοῦ λίπτοντα γάλακτος,

### book 4.810.5

χρειώ μιν κούρης πόσιν ἔμμεναι Αἰήταο

### book 4.815.1

Μηδείης· σὺ δ’ ἄρηγε νυῷ ἑκυρή περ ἐοῦσα,

### book 4.815.2

ἠδ’ αὐτῷ Πηλῆι. τί τοι χόλος ἐστήρικται;

### book 4.815.3

ἀάσθη, καὶ γάρ τε θεοὺς ἐπινίσσεται ἄτη.

### book 4.815.4

ναὶ μὲν ἐφημοσύνῃσιν ἐμαῖς Ἥφαιστον ὀίω

### book 4.815.5

λωφήσειν πρήσσοντα πυρὸς μένος, Ἱπποτάδην δέ

### book 4.820.1

Αἴολον ὠκείας ἀνέμων ἄικας ἐρύξειν

### book 4.820.2

νόσφιν ἐυσταθέος ζεφύρου, τείως κεν ἵκωνται

### book 4.820.3

Φαιήκων λιμένας. σὺ δ’ ἀκηδέα μήδεο νόστον·

### book 4.820.4

δεῖμα δέ τοι πέτραι καὶ ὑπέρβια κύματ’ ἔασιν

### book 4.820.5

μοῦνον, ἅ κεν †τρέψαιο κασιγνήτῃσι σὺν ἄλλαις·

### book 4.825.1

μηδὲ σύγ’ ἠὲ Χάρυβδιν ἀμηχανέοντας ἐάσῃς

### book 4.825.2

ἐσβαλέειν, μὴ πάντας ἀναβρόξασα φέρῃσιν,

### book 4.825.3

ἠὲ παρὰ Σκύλλης στυγερὸν κευθμῶνα νέεσθαι

### book 4.825.4

(Σκύλλης Αὐσονίης ὀλοόφρονος, ἣν τέκε Φόρκῳ

### book 4.825.5

νυκτιπόλος Ἑκάτη, τήν τε κλείουσι Κράταιιν),

### book 4.830.1

μή πως σμερδαλέῃσιν ἐπαΐξασα γένυσσιν

### book 4.830.2

λεκτοὺς ἡρώων δηλήσεται· ἀλλ’ ἔχε νῆα

### book 4.1

κεῖς’ ὅθι περ τυτθή γε παραίβασις ἔσσετ’ ὀλέθρου.”

### book 4.2

Ὧς φάτο· τὴν δὲ Θέτις τοίῳ προσελέξατο μύθῳ·

### book 4.3

“Εἰ μὲν δὴ μαλεροῖο πυρὸς μένος ἠδὲ θύελλαι

### book 4.835.1

ζαχρηεῖς λήξουσιν ἐτήτυμον, ἦ τ’ ἂν ἔγωγε

### book 4.835.2

θαρσαλέη φαίην καὶ κύματος ἀντιόωντος

### book 4.835.3

νῆα σαωσέμεναι, ζεφύρου λίγα κινυμένοιο.

### book 4.835.4

ἀλλ’ ὥρη δολιχήν τε καὶ ἄσπετον οἷμον ὁδεύειν,

### book 4.835.5

ὄφρα κασιγνήτας μετ’ ἐλεύσομαι αἵ μοι ἀρωγοί

### book 4.840.1

ἔσσονται, καὶ νηὸς ὅθι πρυμνήσι’ ἀνῆπται,

### book 4.840.2

ὥς κεν ὑπηῷοι μνησαίατο ναυτίλλεσθαι.”

### book 4.840.3

Ἦ, καὶ ἀναΐξασα κατ’ αἰθέρος ἔμπεσε δίναις

### book 4.840.4

κυανέου πόντοιο, κάλει δ’ ἐπαμυνέμεν ἄλλας

### book 4.840.5

αὐτοκασιγνήτας Νηρηίδας· αἱ δ’ ἀίουσαι

### book 4.845.1

ἤντεον ἀλλήλῃσι, Θέτις δ’ ἀγόρευεν ἐφετμάς

### book 4.845.2

Ἥρης, αἶψα δ’ ἴαλλε μετ’ Αὐσονίην ἅλα πάσας.

### book 4.845.3

αὐτὴ δ’ ὠκυτέρη ἀμαρύγματος ἠὲ βολάων

### book 4.845.4

ἠελίου ὅτ’ ἄνεισι περαίης ὑψόθι γαίης,

### book 4.845.5

σεύατ’ ἴμεν λαιψηρὰ δι’ ὕδατος, ἔστ’ ἀφίκανεν

### book 4.1

ἀκτὴν Αἰαίην Τυρσηνίδος ἠπείροιο.

### book 4.2

τοὺς δ’ εὗρεν παρὰ νηὶ σόλῳ ῥιπῇσί τ’ ὀιστῶν

### book 4.3

τερπομένους· στῆ δ’ ἆσσον, ὀρεξαμένη χερὸς ἄκρης,

### book 4.4

Αἰακίδεω Πηλῆος, ὁ γάρ ῥά οἱ ἦεν ἀκοίτης·

### book 4.5

οὐδέ τις εἰσιδέειν δύνατ’ ἀμφαδόν, ἀλλ’ ἄρα τῷγε

### book 4.855

οἴῳ ἐν ὀφθαλμοῖσιν ἐείσατο, φώνησέν τε·

### book 4.1

“Μηκέτι νῦν ἀκταῖς Τυρσηνίσιν ἧσθε μένοντες,

### book 4.2

ἠῶθεν δὲ θοῆς πρυμνήσια λύετε νηός,

### book 4.3

Ἥρῃ πειθόμενοι, ἐπαρηγόνι· τῆς γὰρ ἐφετμῇς

### book 4.4

πασσυδίῃ κοῦραι Νηρηίδες ἀντιόωσι

### book 4.860.1

νῆα διὲκ πέτρας αἵ τε Πλαγκταὶ καλέονται

### book 4.860.2

ῥυσόμεναι· κείνη γὰρ ἐναίσιμος ὔμμι κέλευθος.

### book 4.860.3

ἀλλὰ σὺ μή τῳ ἐμὸν δείξῃς δέμας, εὖτ’ ἂν ἴδηαι

### book 4.860.4

ἀντομένην σὺν τῇσι, νόῳ δ’ ἔχε, μή με χολώσῃς

### book 4.860.5

πλεῖον ἔτ’ ἢ τὸ πάροιθεν ἀπηλεγέως ἐχόλωσας.”

### book 4.865.1

Ἦ, καὶ ἔπειτ’ ἀίδηλος ἐδύσατο βένθεα πόντου·

### book 4.865.2

τὸν δ’ ἄχος αἰνὸν ἔτυψεν, ἐπεὶ πάρος οὐ μετιοῦσαν

### book 4.865.3

ἔδρακεν ἐξότε πρῶτα λίπεν θάλαμόν τε καὶ εὐνήν,

### book 4.865.4

χωσαμένη Ἀχιλῆος ἀγαυοῦ νηπιάχοντος.

### book 4.865.5

ἡ μὲν γὰρ βροτέας αἰεὶ περὶ σάρκας ἔδαιεν

### book 4.870.1

νύκτα διὰ μέσσην φλογμῷ πυρός, ἤματα δ’ αὖτε

### book 4.870.2

ἀμβροσίῃ χρίεσκε τέρεν δέμας, ὄφρα πέλοιτο

### book 4.870.3

ἀθάνατος καί οἱ στυγερὸν χροῒ γῆρας ἀλάλκοι·

### book 4.870.4

αὐτὰρ ὅγ’ ἐξ εὐνῆς ἀναπάλμενος εἰσενόησεν

### book 4.870.5

παῖδα φίλον σπαίροντα διὰ φλογός, ἧκε δ’ ἀυτήν

### book 4.875.1

σμερδαλέην ἐσιδών, μέγα νήπιος· ἡ δ’ ἀίουσα,

### book 4.875.2

τὸν μὲν ἄρ’ ἁρπάγδην χαμάδις βάλε κεκληγῶτα,

### book 4.875.3

αὐτὴ δὲ, πνοιῇ ἰκέλη δέμας, ἠύτ’ ὄνειρος,

### book 4.875.4

βῆ ῥ’ ἴμεν ἐκ μεγάροιο θοῶς καὶ ἐσήλατο πόντον

### book 4.875.5

χωσαμένη· μετὰ δ’ οὔ τι παλίσσυτος ἵκετ’ ὀπίσσω.

### book 4.880.1

τῶ μιν ἀμηχανίη δῆσεν φρένας· ἀλλὰ καὶ ἔμπης

### book 4.880.2

πᾶσαν ἐφημοσύνην Θέτιδος μετέειπεν ἑταίροις.

### book 4.880.3

οἱ δ’ ἄρα μεσσηγὺς λῆξαν καὶ ἔπαυσαν ἀέθλους

### book 4.1

ἐσσυμένως, δόρπον τε χαμεύνας τ’ ἀμφεπένοντο,

### book 4.2

τῇς ἔνι δαισάμενοι νύκτ’ ἄεσαν ὡς τὸ πάροιθεν.

### book 4.885.1

Ἦμος δ’ ἄκρον ἔβαλλε φαεσφόρος οὐρανὸν ἠώς,

### book 4.885.2

δὴ τότε λαιψηροῖο κατηλυσίῃ ζεφύροιο

### book 4.885.3

βαῖνον ἐπὶ κληῖδας ἀπὸ χθονός· ἐκ δὲ βυθοῖο

### book 4.885.4

εὐναίας εἷλκον περιγηθέες ἄλλα τε πάντα

### book 4.885.5

ἄρμενα μηρύοντο κατὰ χρέος, ὕψι δὲ λαῖφος

### book 4.890.1

εἴρυσσαν τανύσαντες ἐν ἱμάντεσσι κεραίης.

### book 4.890.2

νῆα δ’ ἐυκραὴς ἄνεμος φέρεν· αἶψα δὲ νῆσον

### book 4.890.3

καλὴν Ἀνθεμόεσσαν ἐσέδρακον, ἔνθα λίγειαι

### book 4.890.4

Σειρῆνες σίνοντ’ Ἀχελωίδες ἡδείῃσι

### book 4.890.5

θέλγουσαι μολπῇσιν ὅτις παρὰ πεῖσμα βάλοιτο.

### book 4.895.1

τὰς μὲν ἄρ’ εὐειδὴς Ἀχελωίῳ εὐνηθεῖσα

### book 4.895.2

γείνατο Τερψιχόρη, Μουσέων μία, καί ποτε Δηοῦς

### book 4.895.3

θυγατέρ’ ἰφθίμην, ἀδμῆτ’ ἔτι, πορσαίνεσκον

### book 4.895.4

ἄμμιγα μελπόμεναι· τότε δ’ ἄλλο μὲν οἰωνοῖσιν

### book 4.895.5

ἄλλο δὲ παρθενικῇς ἐναλίγκιαι ἔσκον ἰδέσθαι,

### book 4.1

αἰεὶ δ’ εὐόρμου δεδοκημέναι ἐκ περιωπῆς

### book 4.2

ἦ θαμὰ δὴ πολέων μελιηδέα νόστον ἕλοντο,

### book 4.3

τηκεδόνι φθινύθουσαι. ἀπηλεγέως δ’ ἄρα καὶ τοῖς

### book 4.4

ἵεσαν ἐκ στομάτων ὄπα λείριον· οἱ δ’ ἀπὸ νηός

### book 4.5

ἤδη πείσματ’ ἔμελλον ἐπ’ ἠιόνεσσι βαλέσθαι,

### book 4.905.1

εἰ μὴ ἄρ’ Οἰάγροιο πάις Θρηίκιος Ὀρφεύς,

### book 4.905.2

Βιστονίην ἐνὶ χερσὶν ἑαῖς φόρμιγγα τανύσσας,

### book 4.905.3

κραιπνὸν ἐυτροχάλοιο μέλος κανάχησεν ἀοιδῆς,

### book 4.1

ὄφρ’ ἄμυδις κλονέοντος ἐπιβρομέωνται ἀκουαί

### book 4.2

κρεγμῷ· παρθενίην δ’ ἐνοπὴν ἐβιήσατο φόρμιγξ,

### book 4.910.1

νῆα δ’ ὁμοῦ ζέφυρός τε καὶ ἠχῆεν φέρε κῦμα

### book 4.910.2

πρυμνόθεν ὀρνύμενον, ταὶ δ’ ἄκριτον ἵεσαν αὐδήν.

### book 4.910.3

ἀλλὰ καὶ ὧς Τελέοντος ἐὺς πάις οἶος ἑταίρων

### book 4.910.4

προφθάμενος ξεστοῖο κατὰ ζυγοῦ ἔνθορε πόντῳ

### book 4.910.5

Βούτης, Σειρήνων λιγυρῇ ὀπὶ θυμὸν ἰανθείς,

### book 4.915.1

νῆχε δὲ πορφυρέοιο δι’ οἴδματος, ὄφρ’ ἐπιβαίη,

### book 4.915.2

σχέτλιος· ἦ τέ οἱ αἶψα καταυτόθι νόστον ἀπηύρων,

### book 4.915.3

ἀλλά μιν οἰκτείρασα θεὰ Ἔρυκος μεδέουσα

### book 4.915.4

Κύπρις ἔτ’ ἐν δίναις ἀνερέψατο καί ῥ’ ἐσάωσεν

### book 4.915.5

πρόφρων ἀντομένη, Λιλυβηίδα ναιέμεν ἄκρην.

### book 4.920.1

οἱ δ’ ἄχεϊ σχόμενοι τὰς μὲν λίπον, ἄλλα δ’ ὄπαζον

### book 4.920.2

κύντερα μιξοδίῃσιν ἁλὸς ῥαιστήρια νηῶν.

### book 4.920.3

τῇ μὲν γὰρ Σκύλλης λισσὴ προυφαίνετο πέτρη,

### book 4.920.4

τῇ δ’ ἄμοτον βοάασκεν ἀναβλύζουσα Χάρυβδις·

### book 4.920.5

ἄλλοθι δὲ Πλαγκταὶ μεγάλῳ ὑπὸ κύματι πέτραι

### book 4.925.1

ῥόχθεον· ᾗχι πάροιθεν ἀπέπτυεν αἰθομένη φλόξ

### book 4.925.2

ἄκρων ἐκ σκοπέλων πυριθαλπέος ὑψόθι πέτρης,

### book 4.925.3

καπνῷ δ’ ἀχλυόεις αἰθὴρ πέλεν οὐδέ κεν αὐγάς

### book 4.925.4

ἔδρακες ἠελίοιο· τότ’ αὖ, λήξαντος ἀπ’ ἔργων

### book 4.925.5

Ἡφαίστου, θερμὴν ἔτι κήκιε πόντος ἀυτμήν.

### book 4.930.1

ἔνθα σφιν κοῦραι Νηρηίδες ἄλλοθεν ἄλλαι

### book 4.930.2

ἤντεον, ἡ δ’ ὄπιθε πτέρυγος θίγε πηδαλίοιο

### book 4.930.3

δῖα Θέτις, Πλαγκτῇσιν ἐνὶ σπιλάδεσσιν ἔρυσθαι.

### book 4.1

ὡς δ’ ὁπόταν δελφῖνες ὑπὲξ ἁλὸς εὐδιόωντες

### book 4.2

σπερχομένην ἀγεληδὸν ἑλίσσωνται περὶ νῆα,

### book 4.935.1

ἄλλοτε μὲν προπάροιθεν ὁρώμενοι ἄλλοτ’ ὄπισθεν

### book 4.935.2

ἄλλοτε παρβολάδην, ναύτῃσι δὲ χάρμα τέτυκται—

### book 4.935.3

ὧς αἱ ὑπεκπροθέουσαι ἐπήτριμοι εἱλίσσοντο

### book 4.935.4

Ἀργῴῃ περὶ νηί· Θέτις δ’ ἴθυνε κέλευθον.

### book 4.935.5

καί ῥ’ ὅτε δὴ Πλαγκτῇσιν ἐνιχρίμψεσθαι ἔμελλον,

### book 4.940.1

αὐτίκ’ ἀνασχόμεναι λευκοῖς ἐπὶ γούνασι πέζας,

### book 4.940.2

ὑψοῦ ἐπ’ αὐτάων σπιλάδων καὶ κύματος ἀγῆς

### book 4.940.3

ῥώοντ’ ἔνθα καὶ ἔνθα διασταδὸν ἀλλήλῃσιν.

### book 4.940.4

τὴν δὲ παρηορίην κόπτεν ῥόος· ἀμφὶ δὲ κῦμα

### book 4.940.5

λάβρον ἀειρόμενον πέτραις ἐπικαχλάζεσκεν,

### book 4.945.1

αἵ θ’ ὁτὲ μὲν κρημνοῖς ἐναλίγκιαι ἠέρι κῦρον,

### book 4.945.2

ἄλλοτε δὲ βρύχιαι νεάτῳ ὑπὸ κεύθεϊ πόντου

### book 4.945.3

ἠρήρεινθ’, ὅθι πολλὸν ὑπείρεχεν ἄγριον οἶδμα.

### book 4.945.4

αἱ δ’, ὥστ’ ἠμαθόεντος ἐπισχεδὸν αἰγιαλοῖο

### book 4.945.5

παρθενικαί, δίχα κόλπον ἐπ’ ἰξύας εἱλίξασαι,

### book 4.1

σφαίρῃ ἀθύρουσιν περιηγέι· †ἡ μὲν ἔπειτα†

### book 4.2

ἄλλη ὑπ’ ἐξ ἄλλης δέχεται καὶ ἐς ἠέρα πέμπει

### book 4.1

ὕψι μεταχρονίην, ἡ δ’ οὔ ποτε πίλναται οὔδει—

### book 4.2

ὧς αἱ νῆα θέουσαν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη

### book 4.3

πέμπε διηερίην ἐπὶ κύμασιν, αἰὲν ἄπωθεν

### book 4.955.1

πετράων· περὶ δέ σφιν ἐρευγόμενον ζέεν ὕδωρ.

### book 4.955.2

τὰς δὲ καὶ αὐτὸς ἄναξ κορυφῆς ἔπι λισσάδος ἄκρης

### book 4.955.3

ὀρθός, ἐπὶ στελεῇ τυπίδος βαρὺν ὦμον ἐρείσας,

### book 4.955.4

Ἥφαιστος θηεῖτο, καὶ αἰγλήεντος ὕπερθεν

### book 4.955.5

οὐρανοῦ ἑστηυῖα Διὸς δάμαρ, ἀμφὶ δ’ Ἀθήνῃ

### book 4.960.1

βάλλε χέρας, τοῖόν μιν ἔχεν δέος εἰσορόωσαν.

### book 4.960.2

ὅσση δ’ εἰαρινοῦ μηκύνεται ἤματος αἶσα,

### book 4.960.3

τοσσάτιον μογέεσκον ἐπὶ χρόνον ὀχλίζουσαι

### book 4.960.4

νῆα διὲκ πέτρας πολυηχέας. οἱ δ’ ἀνέμοιο

### book 4.960.5

αὖτις ἐπαυρόμενοι προτέρω θέον· ὦκα δ’ ἄμειβον

### book 4.965.1

Θρινακίης λειμῶνα, βοῶν τροφὸν Ἠελίοιο.

### book 4.965.2

ἔνθ’ αἱ μὲν κατὰ βένθος ἀλίγκιαι αἰθυίῃσιν

### book 4.965.3

δῦνον, ἐπεί ῥ’ ἀλόχοιο Διὸς πόρσυνον ἐφετμάς·

### book 4.965.4

τοὺς δ’ ἄμυδις βληχή τε δι’ ἠέρος ἵκετο μήλων

### book 4.965.5

μυκηθμός τε βοῶν αὐτοσχεδὸν οὔατ’ ἔβαλλεν.

### book 4.970.1

καὶ τὰ μὲν ἑρσήεντα κατὰ δρία ποιμαίνεσκεν

### book 4.970.2

ὁπλοτέρη Φαέθουσα θυγατρῶν Ἠελίοιο,

### book 4.970.3

ἀργύρεον χαῖον παλάμῃ ἔνι πηχύνουσα·

### book 4.970.4

Λαμπετίη δ’ ἐπὶ βουσὶν ὀρειχάλκοιο φαεινοῦ

### book 4.970.5

πάλλεν ὀπηδεύουσα καλαύροπα. τὰς δὲ καὶ αὐτοί

### book 4.975.1

βοσκομένας ποταμοῖο παρ’ ὕδασιν εἰσορόωντο

### book 4.975.2

ἂμ πεδίον καὶ ἕλος λειμώνιον· οὐδέ τις ἦεν

### book 4.975.3

κυανέη μετὰ τῇσι δέμας, πᾶσαι δὲ γάλακτι

### book 4.975.4

εἰδόμεναι χρυσέοισι κεράασι κυδιάασκον.

### book 4.975.5

καὶ μὲν τὰς παράμειβον ἐπ’ ἤματι· νυκτὶ δ’ ἰούσῃ

### book 4.980.1

πεῖρον ἁλὸς μέγα λαῖτμα κεχαρμένοι, ὄφρα καὶ αὖτις

### book 4.980.2

ἠὼς ἠριγενὴς φέγγος βάλε νισσομένοισιν.

### book 4.980.3

Ἔστι δέ τις πορθμοῖο παροιτέρη Ἰονίοιο

### book 4.980.4

ἀμφιλαφὴς πίειρα Κεραυνίῃ εἰν ἁλὶ νῆσος,

### book 4.980.5

ᾗ ὕπο δὴ κεῖσθαι δρέπανον φάτις (ἵλατε Μοῦσαι,

### book 4.985.1

οὐκ ἐθέλων ἐνέπω προτέρων ἔπος) ᾧ ἀπὸ πατρός

### book 4.985.2

μήδεα νηλειῶς ἔταμε Κρόνος (οἱ δέ ἑ Δηοῦς

### book 4.985.3

κλείουσι χθονίης καλαμητόμον ἔμμεναι ἅρπην·

### book 4.985.4

Δηὼ γὰρ κείνῃ ἐνὶ δή ποτε νάσσατο γαίῃ,

### book 4.985.5

Τιτῆνας δ’ ἔδαε στάχυν ὄμπνιον ἀμήσασθαι,

### book 4.990.1

Μάκριδα φιλαμένη)· Δρεπάνη τόθεν ἐκλήισται

### book 4.990.2

οὔνομα Φαιήκων ἱερὴ τροφός· ὧς δὲ καὶ αὐτοί

### book 4.990.3

αἵματος Οὐρανίοιο γένος Φαίηκες ἔασιν.

### book 4.990.4

τοὺς Ἀργὼ πολέεσσιν ἐνισχομένη καμάτοισιν

### book 4.990.5

Θρινακίης αὔρῃς ἵκετ’ ἐξ ἁλός. οἱ δ’ ἀγανῇσιν

### book 4.995.1

Ἀλκίνοος λαοί τε θυηπολίῃσιν ἰόντας

### book 4.995.2

δειδέχατ’ ἀσπασίως, ἐπὶ δέ σφισι καγχαλάασκε

### book 4.995.3

πᾶσα πόλις· φαίης κεν ἑοῖς περὶ παισὶ γάνυσθαι.

### book 4.995.4

καὶ δ’ αὐτοὶ ἥρωες ἀνὰ πληθὺν κεχάροντο

### book 4.995.5

τῷ ἴκελοι οἷόν τε μεσαιτάτῃ ἐμβεβαῶτες

### book 4.1

Αἱμονίῃ. μέλλον δὲ βοῇ ἔπι θωρήξεσθαι·

### book 4.2

ὧδε μάλ’ ἀγχίμολον στρατὸς ἄσπετος ἐξεφαάνθη

### book 4.3

Κόλχων, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας

### book 4.4

Κυανέας μαστῆρες ἀριστήων ἐπέρησαν,

### book 4.5

Μήδειαν δ’ ἔξαιτον ἑοῦ ἐς πατρὸς ἄγεσθαι

### book 4.1005.1

ἵεντ’ ἀπροφάτως, ἠὲ στονόεσσαν ἀυτήν

### book 4.1005.2

νωμήσειν χαλεπῇσιν ὁμόκλεον ἀτροπίῃσιν

### book 4.1005.3

αὖθί τε καὶ μετέπειτα σὺν Αἰήταο †κελεύθῳ·

### book 4.1

ἀλλά σφεας κατέρυκεν ἐπειγομένους πολέμοιο

### book 4.2

κρείων Ἀλκίνοος, λελίητο γὰρ ἀμφοτέροισιν

### book 4.1010.1

δηιοτῆτος ἄνευθεν ὑπέρβια νείκεα λῦσαι.

### book 4.1010.2

Κούρη δ’ οὐλομένῳ ὑπὸ δείματι πολλὰ μὲν αὐτούς

### book 4.1010.3

Αἰσονίδεω ἑτάρους μειλίσσετο, πολλὰ δὲ χερσίν

### book 4.1010.4

Ἀρήτης γούνων ἀλόχου θίγεν Ἀλκινόοιο·

### book 4.1010.5

“Γουνοῦμαι, βασίλεια· σὺ δ’ ἵλαθι, μηδέ με Κόλχοις

### book 4.1015.1

ἐκδώῃς ᾧ πατρὶ κομιζέμεν, εἴ νυ καὶ αὐτή

### book 4.1015.2

ἀνθρώπων γενεῆς μία φέρβεαι, οἷσιν ἐς ἄτην

### book 4.1015.3

ὠκύτατος κούφῃσι θέει νόος ἀμπλακίῃσιν,

### book 4.1015.4

ὡς ἐμοὶ ἐκ πυκιναὶ ἔπεσον φρένες, οὐ μὲν ἕκητι

### book 4.1015.5

μαργοσύνης. ἴστω ἱερὸν φάος Ἠελίοιο,

### book 4.1020.1

ἴστω νυκτιπόλου Περσηίδος ὄργια κούρης·

### book 4.1020.2

μὴ μὲν ἐγὼν ἐθέλουσα σὺν ἀνδράσιν ἀλλοδαποῖσιν

### book 4.1020.3

κεῖθεν ἀφωρμήθην, στυγερὸν δέ με τάρβος ἔπεισεν

### book 4.1020.4

τῆσδε φυγῆς μνήσασθαι, ὅτ’ ἤλιτον οὐδέ τις ἄλλη

### book 4.1020.5

μῆτις ἔην· ἔτι μοι μίτρη μένει ὡς ἐνὶ πατρός

### book 4.1025.1

δώμασιν ἄχραντος καὶ ἀκήρατος. ἀλλ’ ἐλέαιρε

### book 4.1025.2

πότνα τεόν τε πόσιν μειλίσσεο· σοὶ δ’ ὀπάσειαν

### book 4.1025.3

ἀθάνατοι βίοτόν τε τελεσφόρον ἀγλαΐην τε

### book 4.1025.4

καὶ παῖδας καὶ κῦδος ἀπορθήτοιο πόληος.”

### book 4.1025.5

Τοῖα μὲν Ἀρήτην γουνάζετο δάκρυ χέουσα·

### book 4.1030.1

τοῖα δ’ ἀριστήων ἐπαμοιβαδὶς ἄνδρα ἕκαστον·

### book 4.1030.2

“Ὑμείων πέρι δή, μέγα φέρτατοι, ἀμφί τ’ ἀέθλοις

### book 4.1

νῦν ἐγὼ ὑμετέροισιν ἀτύζομαι· ἧς ἰότητι

### book 4.2

ταύρους τ’ ἐζεύξασθε καὶ ἐκ θέρος οὐλοὸν ἀνδρῶν

### book 4.3

κείρατε γηγενέων, ἧς εἵνεκεν Αἱμονίηνδε

### book 4.1035.1

χρύσεον αὐτίκα κῶας ἀνάξετε νοστήσαντες.

### book 4.1035.2

ἥδ’ ἐγὼ ἣ πάτρην τε καὶ οὓς ὤλεσσα τοκῆας,

### book 4.1035.3

ἣ δόμον, ἣ σύμπασαν ἐυφροσύνην βιότοιο,

### book 4.1035.4

ὔμμι δὲ καὶ πάτρην καὶ δώματα ναιέμεν αὖτις

### book 4.1035.5

ἤνυσα, καὶ γλυκεροῖσιν ἔτ’ εἰσόψεσθε τοκῆας

### book 4.1040.1

ὄμμασιν· αὐτὰρ ἐμοὶ ἀπὸ δὴ βαρὺς εἵλετο δαίμων

### book 4.1040.2

ἀγλαΐας, στυγερὴ δὲ σὺν ὀθνείοις ἀλάλημαι.

### book 4.1040.3

δείσατε συνθεσίας τε καὶ ὅρκια, δείσατ’ Ἐρινύν

### book 4.1040.4

ἱκεσίην νέμεσίν τε θεῶν. εἰς χεῖρας ἰοῦσα

### book 4.1040.5

Αἰήτεω, λώβῃ πολυπήμονι δῃωθῆναι,

### book 4.1045.1

οὐ νηούς, οὐ πύργον ἐπίρροθον, οὐκ ἀλεωρήν

### book 4.1045.2

ἄλλην, οἰόθι δὲ προτιβάλλομαι ὑμέας αὐτούς·

### book 4.1045.3

σχέτλιοι ἀτροπίης καὶ ἀνηλέες, οὐδ’ ἐνὶ θυμῷ

### book 4.1045.4

αἰδεῖσθε ξείνης μ’ ἐπὶ γούνασι χεῖρας ἀνάσσης

### book 4.1045.5

δερκόμενοι τείνουσαν ἀμήχανον· ἀλλά κε πᾶσιν,

### book 4.1

κῶας ἑλεῖν μεμαῶτες, ἐμείξατε δούρατα Κόλχοις

### book 4.2

αὐτῷ τ’ Αἰήτῃ ὑπερήνορι, νῦν δὲ λάθεσθε

### book 4.3

ἠνορέης, ὅτε μοῦνοι ἀποτμηγέντες ἔασιν.”

### book 4.4

Ὧς φάτο λισσομένη· τῶν δ’ ὅντινα γουνάζοιτο,

### book 4.5

ὅς μιν θαρσύνεσκεν, ἐρητύων ἀχέουσαν,

### book 4.1055.1

σεῖον δ’ ἐγχείας εὐήκεας ἐν παλάμῃσιν

### book 4.1055.2

φάσγανά τ’ ἐκ κολεῶν, οὐδὲ σχήσεσθαι ἀρωγῆς

### book 4.1055.3

ἔννεπον, εἴ κε δίκης ἀλιτήμονος ἀντιάσειεν.

### book 4.1

στρευγομένης δ’ ἀν’ ὅμιλον ἐπήλυθεν εὐνήτειρα

### book 4.2

νὺξ ἔργων ἄνδρεσσι, κατευκήλησε δὲ πᾶσαν

### book 4.1060.1

γαῖαν ὁμῶς. τὴν δ’ οὔτι μίνυνθά περ εὔνασεν ὕπνος,

### book 4.1060.2

ἀλλά οἱ ἐν στέρνοις ἀχέων εἱλίσσετο θυμός,

### book 4.1060.3

οἷον ὅτε κλωστῆρα γυνὴ ταλαεργὸς ἑλίσσει

### book 4.1060.4

ἐννυχίη, τῇ δ’ ἀμφὶ κινύρεται ὀρφανὰ τέκνα,

### book 4.1060.5

χηροσύνῃ πόσιος· σταλάει δ’ ἐπὶ δάκρυ παρειάς

### book 4.1065.1

μνωομένης οἵη μιν ἐπισμυγερὴ λάβεν αἶσα—

### book 4.1065.2

ὧς τῆς ἰκμαίνοντο παρηίδες, ἐν δέ οἱ ἦτορ

### book 4.1065.3

ὀξείῃς εἰλεῖτο πεπαρμένον ἀμφ’ ὀδύνῃσι.

### book 4.1065.4

Τὼ δ’ ἔντοσθε δόμοιο κατὰ πτόλιν, ὡς τὸ πάροιθεν,

### book 4.1065.5

κρείων Ἀλκίνοος πολυπότνιά τ’ Ἀλκινόοιο

### book 4.1070.1

Ἀρήτη ἄλοχος κούρης πέρι μητιάασκον

### book 4.1070.2

οἷσιν ἐνὶ λεχέεσσι διὰ κνέφας· οἷα δ’ ἀκοίτην

### book 4.1070.3

κουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις·

### book 4.1070.4

“Ναὶ φίλος, εἰ δ’ ἄγε μοι πολυκηδέα ῥύεο Κόλχων

### book 4.1070.5

παρθενικήν, Μινύῃσι φέρων χάριν· ἐγγύθι Ἄργος

### book 4.1075.1

ἡμετέρης νήσοιο καὶ ἀνέρες Αἱμονιῆες,

### book 4.1075.2

Αἰήτης δ’ οὔτ’ ἂρ ναίει σχεδόν, οὐδέ τι ἴδμεν

### book 4.1075.3

Αἰήτην ἀλλ’ οἶον ἀκούομεν. ἥδε δὲ κούρη

### book 4.1075.4

αἰνοπαθὴς κατά μοι νόον ἔκλασεν ἀντιόωσα·

### book 4.1075.5

μή μιν ἄναξ Κόλχοισι πόροις ἐς πατρὸς ἄγεσθαι.

### book 4.1080.1

ἀάσθη, ὅτε πρῶτα βοῶν θελκτήρια δῶκεν

### book 4.1080.2

φάρμακά οἱ· σχεδόθεν δὲ κακῷ κακόν (οἷά τε πολλά

### book 4.1080.3

ῥέζομεν ἀμπλακίῃσιν) ἀκειομένη, ὑπάλυξε

### book 4.1080.4

πατρὸς ὑπερφιάλοιο βαρὺν χόλον. αὐτὰρ Ἰήσων,

### book 4

ὡς ἀίω, μεγάλοισιν ἐνίσχεται ἐξ ἕθεν ὅρκοις

### book 4.1085.1

κουριδίην θήσεσθαι ἐνὶ μεγάροισιν ἄκοιτιν·

### book 4.1085.2

τῶ φίλε μήτ’ οὖν αὐτὸς ἑκὼν ἐπίορκον ὀμόσσαι

### book 4.1085.3

θείης Αἰσονίδην, μήτ’ ἄσχετα σεῖο ἕκητι

### book 4.1085.4

παῖδα πατὴρ θυμῷ κεκοτηότι δηλήσαιτο.

### book 4.1085.5

λίην γὰρ δύσζηλοι ἑαῖς ἐπὶ παισὶ τοκῆες·

### book 4.1090.1

οἷα μὲν Ἀντιόπην εὐώπιδα μήσατο Νυκτεύς,

### book 4.1090.2

οἷα δὲ καὶ Δανάη πόντῳ ἔνι πήματ’ ἀνέτλη

### book 4.1090.3

πατρὸς ἀτασθαλίῃσι· νέον γε μὲν οὐδ’ ἀποτηλοῦ

### book 4.1090.4

ὑβριστὴς Ἔχετος γλήναις ἔνι χάλκεα κέντρα

### book 4.1090.5

πῆξε θυγατρὸς ἑῆς, στονόεντι δὲ κάρφεται οἴτῳ,

### book 4.1095.1

ὀρφναίῃ ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ.”

### book 4.1095.2

Ὧς ἔφατ’ ἀντομένη· τοῦ δὲ φρένες ἰαίνοντο

### book 4.1095.3

ἧς ἀλόχου μύθοισιν, ἔπος δ’ ἐπὶ τοῖον ἔειπεν·

### book 4.1095.4

“Ἀρήτη, καί κεν σὺν τεύχεσιν ἐξελάσαιμι

### book 4.1095.5

Κόλχους, ἡρώεσσι φέρων χάριν, εἵνεκα κούρης,

### book 4.1

ἀλλὰ Διὸς δείδοικα δίκην ἰθεῖαν ἀτίσσαι·

### book 4.2

οὐδὲ μὲν Αἰήτην ἀθεριζέμεν, ὡς ἀγορεύεις,

### book 4.3

λώιον, οὐ γάρ τις βασιλεύτερος Αἰήταο,

### book 4.4

καί κ’ ἐθέλων ἕκαθέν περ ἐφ’ Ἑλλάδι νεῖκος ἄροιτο.

### book 4

τῶ μ’ ἐπέοικε δίκην ἥτις μετὰ πᾶσιν ἀρίστη

### book 4.1105.1

ἔσσεται ἀνθρώποισι δικαζέμεν. οὐδέ σε κεύσω·

### book 4.1105.2

παρθενικὴν μὲν ἐοῦσαν, ἑῷ ἀπὸ πατρὶ κομίσσαι

### book 4.1105.3

ἰθυνέω· λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν,

### book 4.1105.4

οὔ μιν ἑοῦ πόσιος νοσφίσσομαι, οὐδὲ γενέθλην

### book 4.1105.5

εἴ τιν’ ὑπὸ σπλάγχνοισι φέρει δῄοισιν ὀπάσσω.”

### book 4.1110.1

Ὧς ἄρ’ ἔφη· καὶ τὸν μὲν ἐπισχεδὸν εὔνασεν ὕπνος,

### book 4.1110.2

ἡ δ’ ἔπος ἐν θυμῷ πυκινὸν βάλετ’· αὐτίκα δ’ ὦρτο

### book 4.1110.3

ἐκ λεχέων ἀνὰ δῶμα, συνήιξαν δὲ γυναῖκες

### book 4.1110.4

ἀμφίπολοι δέσποιναν ἑὴν μέτα ποιπνύουσαι.

### book 4.1110.5

σῖγα δ’ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν

### book 4.1115.1

ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι

### book 4.1115.2

Αἰσονίδην κούρῃ· μηδ’ Ἀλκίνοον βασιλῆα

### book 4.1115.3

λίσσεσθαι, τὸ γὰρ αὐτὸς †ἰὼν Κόλχοισι δικάσσει·

### book 4.1115.4

παρθενικὴν μὲν ἐοῦσαν, ἑοῦ ποτὶ δώματα πατρός

### book 4.1115.5

ἐκδώσειν· λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν,

### book 4.1120.1

οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος.

### book 4.1120.2

Ὧς ἄρ’ ἔφη· τὸν δ’ αἶψα πόδες φέρον ἐκ μεγάροιο,

### book 4.1120.3

ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν

### book 4.1120.4

Ἀρήτης βουλάς τε θεουδέος Ἀλκινόοιο.

### book 4.1120.5

τοὺς δ’ εὗρεν παρὰ νηὶ σὺν ἔντεσιν ἐγρήσσοντας

### book 4.1125.1

Ὑλλικῷ ἐν λιμένι σχεδὸν ἄστεος, ἐκ δ’ ἄρα πᾶσαν

### book 4.1125.2

πέφραδεν ἀγγελίην· γήθησε δὲ θυμὸς ἑκάστου

### book 4.1125.3

ἡρώων, μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν.

### book 4.1125.4

Αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν

### book 4.1125.5

ἣ θέμις, εὐαγέως τ’ ἐπιβώμια μῆλ’ ἐρύσαντες,

### book 4.1130.1

αὐτονυχὶ κούρῃ θαλαμήιον ἔντυον εὐνήν

### book 4.1130.2

ἄντρῳ ἐν ἠγαθέῳ, τόθι δή ποτε Μάκρις ἔναιεν

### book 4.1130.3

κούρη Ἀρισταίοιο μελίφρονος, ὅς ῥα μελισσέων

### book 4.1130.4

ἔργα πολυκμήτοιό τ’ ἀνεύρατο πῖαρ ἐλαίης·

### book 4.1130.5

κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἷα

### book 4.1135.1

Εὐβοίης ἔντοσθεν Ἀβαντίδος ᾧ ἐνὶ κόλπῳ

### book 4.1135.2

δέξατο καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν,

### book 4.1135.3

εὖτέ μιν Ἑρμείης φέρεν ἐκ πυρός· ἔδρακε δ’ Ἥρη,

### book 4.1135.4

καί ἑ χολωσαμένη πάσης ἐξήλασε νήσου·

### book 4.1135.5

ἡ δ’ ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳ

### book 4.1140.1

νάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν.

### book 4.1140.2

ἔνθα τότ’ ἐστόρεσαν λέκτρον μέγα· τοῖο δ’ ὕπερθε

### book 4.1140.3

χρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτο

### book 4.1140.4

τιμήεις τε γάμος καὶ ἀοίδιμος· ἄνθεα δέ σφι

### book 4.1140.5

νύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλα κόλποις

### book 4.1145.1

ἐσφόρεον. πάσας δὲ πυρὸς ὣς ἄμφεπεν αἴγλη,

### book 4.1145.2

τοῖον ἀπὸ χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος·

### book 4.1145.3

δαῖε δ’ ἐν ὀφθαλμοῖς γλυκερὸν πόθον, ἴσχε δ’ ἑκάστην

### book 4.1145.4

αἰδὼς ἱεμένην περ ὅμως ἐπὶ χεῖρα βαλέσθαι.

### book 4.1145.5

αἱ μέν τ’ Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες,

### book 4.1

αἱ δ’ ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο,

### book 4.2

αἱ δ’ ἔσαν ἐκ πεδίων ἀλσηίδες· ὦρσε γὰρ αὐτή

### book 4.3

Ἥρη Ζηνὸς ἄκοιτις, Ἰήσονα κυδαίνουσα.

### book 4.4

κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται Ἄντρον

### book 4.5

Μηδείης, ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμειξαν,

### book 4.1155.1

τεινάμεναι ἑανοὺς εὐώδεας· οἱ δ’ ἐνὶ χερσί

### book 4.1155.2

δούρατα νωμήσαντες ἀρήια, μὴ πρὶν ἐς ἀλκήν

### book 4.1155.3

δυσμενέων ἀίδηλος ἐπιβρίσειεν ὅμιλος,

### book 4.1155.4

κράατα δ’ εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν,

### book 4

ἐμμελέως Ὀρφῆος ὑπαὶ λίγα φορμίζοντος

### book 4.1160.1

νυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἄειδον.

### book 4.1160.2

οὐ μὲν ἐν Ἀλκινόοιο γάμον μενέαινε τελέσσαι

### book 4.1160.3

ἥρως Αἰσονίδης, μεγάροις δ’ ἐνὶ πατρὸς ἑοῖο

### book 4.1160.4

νοστήσας ἐς Ἰωλκὸν ὑπότροπος, ὧς δὲ καὶ αὐτή

### book 4.1160.5

Μήδεια φρονέεσκε· τότ’ αὖ χρεὼ ἦγε μιγῆναι.

### book 4.1165.1

ἀλλὰ γὰρ οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων

### book 4.1165.2

τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί, σὺν δέ τις αἰεί

### book 4.1165.3

πικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη·

### book 4.1165.4

τῶ καὶ τούς, γλυκερῇ περ ἰαινομένους φιλότητι,

### book 4.1165.5

δεῖμ’ ἔχεν εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο.

### book 4.1170.1

Ἠὼς δ’ ἀμβροσίοισιν ἀνερχομένη φαέεσσιν

### book 4.1170.2

λῦε κελαινὴν νύκτα δι’ ἠέρος, αἱ δ’ ἐγέλασσαν

### book 4.1170.3

ἠιόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθεν

### book 4.1170.4

ἀτραπιτοὶ πεδίων, ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς·

### book 4.1170.5

κίνυντ’ ἐνναέται μὲν ἀνὰ πτόλιν, οἱ δ’ ἀποτηλοῦ

### book 4.1175.1

Κόλχοι Μακριδίης ἐπὶ πείρασι χερνήσοιο·

### book 4.1175.2

αὐτίκα δ’ Ἀλκίνοος μετεβήσετο συνθεσίῃσιν

### book 4.1175.3

ὃν νόον ἐξερέων κούρης ὕπερ, ἐν δ’ ὅγε χειρί

### book 4.1175.4

σκῆπτρον ἔχεν χρυσοῖο δικασπόλον, ᾧ ὕπο πολλοί

### book 4.1175.5

ἰθείας ἀνὰ ἄστυ διεκρίνοντο θέμιστας·

### book 4.1180.1

τῷ δὲ καὶ ἑξείης πολεμήια τεύχεα δύντες

### book 4.1180.2

Φαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο.

### book 4.1180.3

ἥρωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργων

### book 4.1180.4

βαῖνον ἐποψόμεναι· σὺν δ’ ἀνέρες ἀγροιῶται

### book 4.1180.5

ἤντεον εἰσαΐοντες, ἐπεὶ νημερτέα βάξιν

### book 4.1185

Ἥρη ἐπιπροέηκεν. ἄγεν δ’ ὁ μὲν ἔκκριτον ἄλλων

### book 4.1

ἀρνειὸν μήλων, ὁ δ’ ἀεργηλὴν ἔτι πόρτιν,

### book 4.2

ἄλλοι δ’ ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἴνου

### book 4.3

κίρνασθαι, θυέων δ’ ἄπο τηλόθι κήκιε λιγνύς·

### book 4.4

αἱ δὲ πολυκμήτους ἑανοὺς φέρον, οἷα γυναῖκες,

### book 4.1190.1

μείλιά τε χρυσοῖο καὶ ἀλλοίην ἐπὶ τοῖσιν

### book 4.1190.2

ἀγλαΐην, οἵην τε νεόζυγες ἐντύνονται.

### book 4.1190.3

θάμβευν δ’ εἰσορόωσαι ἀριπρεπέων ἡρώων

### book 4.1190.4

εἴδεα καὶ μορφάς, ἐν δέ σφισιν Οἰάγροιο

### book 4.1190.5

υἱὸν ὑπαὶ φόρμιγγος ἐυκρέκτου καὶ ἀοιδῆς

### book 4.1195.1

ταρφέα σιγαλόεντι πέδον κροτέοντα πεδίλῳ·

### book 4.1195.2

νύμφαι δ’ ἄμμιγα πᾶσαι, ὅτε μνήσαιντο γάμοιο,

### book 4.1195.3

ἱμερόενθ’ ὑμέναιον ἀνήπυον. ἄλλοτε δ’ αὖτε

### book 4.1195.4

οἰόθεν οἶαι ἄειδον ἑλισσόμεναι περὶ κύκλον,

### book 4.1195.5

Ἥρη, σεῖο ἕκητι· σὺ γὰρ καὶ ἐπὶ φρεσὶ θῆκας

### book 4.1

Ἀρήτῃ πυκινὸν φάσθαι ἔπος Ἀλκινόοιο.

### book 4.2

αὐτὰρ ὅγ’, ὡς τὰ πρῶτα δίκης ἀνὰ πείρατ’ ἔειπεν

### book 4.3

ἰθείης, ἤδη δὲ γάμου τέλος ἐκλήιστο,

### book 4.4

ἔμπεδον ὧς ἀλέγυνε διαμπερές, οὐδέ ἑ τάρβος

### book 4.5

οὐλοὸν οὐδὲ βαρεῖαι ὑπήλυθον Αἰήταο

### book 4.1205.1

μήνιες· ἀρρήκτοισι δ’ ἐνιζεύξας ἔχεν ὅρκοις.

### book 4.1205.2

τῶ καὶ ὅτ’ ἠλεμάτως Κόλχοι μάθον ἀντιόωντες,

### book 4.1205.3

καί σφεας ἠὲ θέμιστας ἑὰς εἴρυσθαι ἄνωγεν

### book 4.1205.4

ἢ λιμένων γαίης τ’ ἀπὸ τηλόθι νῆας ἐέργειν,

### book 4

δὴ τότε μιν, βασιλῆος ἑοῦ τρομέοντες ἐνιπάς,

### book 4.1210.1

δέχθαι μειλίξαντο συνήμονας. αὖθι δὲ νήσῳ

### book 4.1210.2

δὴν μάλα Φαιήκεσσι μετ’ ἀνδράσι ναιετάασκον,

### book 4.1210.3

εἰσότε Βακχιάδαι γενεὴν Ἐφύρηθεν ἐόντες

### book 4.1210.4

ἀνέρες ἐννάσσαντο μετὰ χρόνον, οἱ δὲ περαίην

### book 4.1210.5

νῆσον ἔβαν· κεῖθεν δὲ Κεραύνια μέλλον Ἀμάντων

### book 4.1215.1

οὔρεα Νεσταίους τε καὶ Ὤρικον εἰσαφικέσθαι.

### book 4.1215.2

ἀλλὰ τὰ μὲν στείχοντος ἄδην αἰῶνος ἐτύχθη·

### book 4.1215.3

Μοιράων δ’ ἔτι κεῖθι θύη ἐπέτεια δέχονται

### book 4.1215.4

καὶ Νυμφέων Νομίοιο καθ’ ἱερὸν Ἀπόλλωνος

### book 4.1215.5

βωμοὶ τοὺς Μήδεια καθείσατο. πολλὰ δ’ ἰοῦσιν

### book 4.1220.1

Ἀλκίνοος Μινύαις ξεινήια, πολλὰ δ’ ὄπασσεν

### book 4.1220.2

Ἀρήτη, μετὰ δ’ αὖτε δυώδεκα δῶκεν ἕπεσθαι

### book 4.1220.3

Μηδείῃ δμωὰς Φαιηκίδας ἐκ μεγάροιο.

### book 4.1220.4

Ἤματι δ’ ἑβδομάτῳ Δρεπάνην λίπον· ἤλυθε δ’ οὖρος

### book 4.1220.5

ἀκραὴς ἠῶθεν ὑπεύδιος, οἱ δ’ ἀνέμοιο

### book 4.1225.1

πνοιῇ ἐπειγόμενοι προτέρω θέον. ἀλλὰ γὰρ οὔπω

### book 4.1225.2

αἴσιμον ἦν ἐπιβῆναι Ἀχαιίδος ἡρώεσσιν,

### book 4.1225.3

ὄφρ’ ἔτι καὶ Λιβύης ἐπὶ πείρασιν ὀτλήσειαν·

### book 4.1225.4

ἤδη μὲν †ποτὶ κόλπον ἐπώνυμον Ἀμβρακιήων,

### book 4.1225.5

ἤδη Κουρήτων ἔλιπον χθόνα πεπταμένοισιν

### book 4.1230.1

λαίφεσι καὶ †στεινὰς αὐταῖς σὺν Ἐχινάσι νήσους

### book 4.1230.2

ἑξείης, Πέλοπος δὲ νέον κατεφαίνετο γαῖα·

### book 4.1230.3

καὶ τότ’ ἀναρπάγδην ὀλοὴ βορέαο θύελλα

### book 4.1230.4

μεσσηγὺς πέλαγόσδε Λιβυστικὸν ἐννέα πάσας

### book 4

νύκτας ὁμῶς καὶ τόσσα φέρ’ ἤματα, μέχρις ἵκοντο

### book 4.1235.1

προπρὸ μάλ’ ἔνδοθι Σύρτιν, ἵν’ οὐκέτι νόστος ὀπίσσω

### book 4.1235.2

νηυσὶ πέλει, ὅτε τόνδε βιῴατο κόλπον ἱκέσθαι·

### book 4.1235.3

πάντη γὰρ τέναγος, πάντη μνιόεντα βυθοῖο

### book 4.1235.4

τάρφεα, κωφὴ δέ σφιν ἐπιβλύει ὕδατος ἄχνη·

### book 4.1235.5

ἠερίη δ’ ἄμαθος παρακέκλιται, οὐδέ τι εἶσι

### book 4.1240.1

ἑρπετὸν οὐδὲ ποτητὸν ἀείρεται. ἔνθ’ ἄρα τούσγε

### book 4.1240.2

πλημυρίς (καὶ γάρ τ’ ἀναχάζεται ἠπείροιο

### book 4.1240.3

ἦ θαμὰ δὴ τόδε χεῦμα, καὶ ἂψ ἐπερεύγεται ἀκτάς

### book 4.1240.4

λάβρον ἐποιχόμενον) μυχάτῃ ἐνέωσε †τάχιστα

### book 4.1240.5

ἠιόνι, τρόπιος δὲ μάλ’ ὕδασι παῦρον ἔλειπτο.

### book 4.1245.1

οἱ δ’ ἀπὸ νηὸς ὄρουσαν, ἄχος δ’ ἕλεν εἰσορόωντας

### book 4.1245.2

ἠέρα καὶ μεγάλης νῶτα χθονὸς ἠέρι ἶσα

### book 4.1245.3

τηλοῦ ὑπερτείνοντα διηνεκές· οὐδέ τιν’ ἀρδμόν,

### book 4.1245.4

οὐ πάτον, οὐκ ἀπάνευθε κατηυγάσσαντο βοτήρων

### book 4.1245.5

αὔλιον, εὐκήλῳ δὲ κατείχετο πάντα γαλήνῃ.

### book 4.1

ἄλλος δ’ αὖτ’ ἄλλον τετιημένος ἐξερέεινεν·

### book 4.2

“Τίς χθὼν εὔχεται ἥδε; πόθι ξυνέωσαν ἄελλαι

### book 4.3

ἡμέας; αἴθ’ ἔτλημεν, ἀφειδέες οὐλομένοιο

### book 4.4

δείματος, αὐτὰ κέλευθα διαμπερὲς ὁρμηθῆναι

### book 4.5

πετράων· ἦ τ’ ἂν καὶ ὑπὲρ Διὸς αἶσαν ἰοῦσιν

### book 4.1255.1

βέλτερον ἦν μέγα δή τι μενοινώοντας ὀλέσθαι.

### book 4.1255.2

νῦν δὲ τί κεν ῥέξαιμεν, ἐρυκόμενοι ἀνέμοισιν

### book 4.1255.3

αὖθι μένειν τυτθόν περ ἐπὶ χρόνον; οἷον ἐρήμη

### book 4.1255.4

πέζα διωλυγίης ἀναπέπταται ἠπείροιο.”

### book 4

Ὧς ἄρ’ ἔφη· μετὰ δ’ αὐτὸς ἀμηχανίῃ κακότητος

### book 4.1260.1

ἰθυντὴρ Ἀγκαῖος ἀκηχεμένοις ἀγόρευσεν·

### book 4.1260.2

“Ὠλόμεθ’ αἰνότατον δῆθεν μόρον οὐδ’ ὑπάλυξις

### book 4.1260.3

ἔστ’ ἄτης, πάρα δ’ ἄμμι τὰ κύντατα πημανθῆναι

### book 4.1260.4

τῇδ’ ὑπ’ ἐρημαίῃ πεπτηότας, εἰ καὶ ἀῆται

### book 4.1260.5

χερσόθεν ἀμπνεύσειαν· ἐπεὶ τεναγώδεα λεύσσω

### book 4.1265.1

τῆλε περισκοπέων ἅλα πάντοθεν, ἤλιθα δ’ ὕδωρ

### book 4.1265.2

ξαινόμενον πολιῇσιν ἐπιτροχάει ψαμάθοισι·

### book 4.1265.3

καί κεν ἐπισμυγερῶς διὰ δὴ πάλαι ἥδε κεάσθη

### book 4.1265.4

νηῦς ἱερὴ χέρσου πολλὸν πρόσω, ἀλλά μιν αὐτή

### book 4.1265.5

πλημυρὶς ἐκ πόντοιο μεταχρονίην ἐκόμισσεν.

### book 4.1270.1

νῦν δ’ ἡ μὲν πέλαγόσδε μετέσσυται, οἰόθι δ’ ἅλμη

### book 4.1270.2

ἄπλοος εἰλεῖται, γαίης ὕπερ ὅσσον ἔχουσα.

### book 4.1270.3

τούνεκ’ ἐγὼ πᾶσαν μὲν ἀπ’ ἐλπίδα φημὶ κεκόφθαι

### book 4.1270.4

ναυτιλίης νόστου τε· δαημοσύνην δέ τις ἄλλος

### book 4.1270.5

φαίνοι ἑήν, πάρα γάρ οἱ ἐπ’ οἰήκεσσι θαάσσειν

### book 4.1275.1

μαιομένῳ κομιδῆς· ἀλλ’ οὐ μάλα νόστιμον ἦμαρ

### book 4.1275.2

Ζεὺς ἐθέλει καμάτοισιν ἐφ’ ἡμετέροισι τελέσσαι.”

### book 4.1275.3

Ὧς φάτο δακρυόεις, σὺν δ’ ἔννεπον ἀσχαλόωντι

### book 4.1275.4

ὅσσοι ἔσαν νηῶν δεδαημένοι. ἐν δ’ ἄρα πᾶσιν

### book 4.1275.5

παχνώθη κραδίη, χύτο δὲ χλόος ἀμφὶ παρειάς.

### book 4.1280.1

οἷον δ’ ἀψύχοισιν ἐοικότες εἰδώλοισιν

### book 4.1280.2

ἀνέρες εἱλίσσονται ἀνὰ πτόλιν, ἢ πολέμοιο

### book 4.1280.3

ἢ λοιμοῖο τέλος ποτιδέγμενοι ἠέ τιν’ ὄμβρον

### book 4.1280.4

ἄσπετον, ὅς τε βοῶν κατὰ μυρίος ἔκλυσεν ἔργα,

### book 4.1280.5

ὁππότ’ ἂν αὐτόματα ξόανα ῥέῃ ἱδρώοντα

### book 4.1285

αἵματι καὶ μυκαὶ σηκοῖς ἔνι φαντάζωνται,

### book 4.1

ἠὲ καὶ ἠέλιος μέσῳ ἤματι νύκτ’ ἐπάγῃσιν

### book 4.2

οὐρανόθεν, τὰ δὲ λαμπρὰ δι’ ἠέρος ἄστρα φαείνῃ—

### book 4.3

ὧς τότ’ ἀριστῆες δολιχοῦ πρόπαρ αἰγιαλοῖο

### book 4.4

ἤλυον ἑρπύζοντες. ἐπήλυθε δ’ αὐτίκ’ ἐρεμνή

### book 4.1290.1

ἕσπερος· οἱ δ’ ἐλεεινὰ χεροῖν σφέας ἀμφιβαλόντες

### book 4.1290.2

δακρυόειν ἀγάπαζον, ἵν’ ἄνδιχα δῆθεν ἕκαστος

### book 4.1290.3

θυμὸν ἀποφθίσειαν ἐνὶ ψαμάθοισι πεσόντες.

### book 4.1290.4

βὰν δ’ ἴμεν ἄλλυδις ἄλλος, ἑκαστέρω αὖλιν ἑλέσθαι·

### book 4.1290.5

ἐν δὲ κάρη πέπλοισι καλυψάμενοι σφετέροισιν,

### book 4.1295.1

ἄκμηνοι καὶ ἄπαστοι ἐκείατο νύκτ’ ἔπι πᾶσαν

### book 4.1295.2

καὶ φάος, οἰκτίστῳ θανάτῳ ἔπι. νόσφι δὲ κοῦραι

### book 4.1295.3

ἀθρόαι Αἰήταο παρεστενάχοντο θυγατρί·

### book 4.1295.4

ὡς δ’ ὅτ’ ἐρημαῖοι, πεπτηότες ἔκτοθι πέτρης

### book 4.1295.5

χηραμοῦ, ἀπτῆνες λιγέα κλάζουσι νεοσσοί,

### book 4.1

ἢ ὅτε καλὰ νάοντος ἐπ’ ὀφρύσι Πακτωλοῖο

### book 4.2

κύκνοι †κινήσουσιν ἑὸν μέλος, ἀμφὶ δὲ λειμών

### book 4.3

ἑρσήεις βρέμεται ποταμοῖό τε καλὰ ῥέεθρα—

### book 4.4

ὧς αἱ, ἐπὶ ξανθὰς θέμεναι κονίῃσιν ἐθείρας,

### book 4.5

παννύχιαι ἐλεεινὸν ἰήλεμον ὠδύροντο.

### book 4.1305.1

Καί νύ κεν αὐτοῦ πάντες ἀπὸ ζωῆς ἐλίασθεν

### book 4.1305.2

νώνυμνοι καὶ ἄφαντοι ἐπιχθονίοισι δαῆναι

### book 4.1305.3

ἡρώων οἱ ἄριστοι ἀνηνύστῳ ἐπ’ ἀέθλῳ,

### book 4.1305.4

ἀλλά σφεας ἐλέηραν ἀμηχανίῃ μινύθοντας

### book 4

ἡρῶσσαι Λιβύης τιμήοροι, αἵ ποτ’ Ἀθήνην,

### book 4.1310.1

ἦμος ὅτ’ ἐκ πατρὸς κεφαλῆς θόρε παμφαίνουσα,

### book 4.1310.2

ἀντόμεναι Τρίτωνος ἐφ’ ὕδασι χυτλώσαντο.

### book 4.1310.3

ἔνδιον ἦμαρ ἔην, περὶ δ’ ὀξύταται θέρον αὐγαί

### book 4.1310.4

ἠελίου Λιβύην· αἱ δὲ σχεδὸν Αἰσονίδαο

### book 4.1310.5

ἔσταν, ἕλον δ’ ἀπὸ χερσὶ καρήατος ἠρέμα πέπλον.

### book 4.1315.1

αὐτὰρ ὅγ’ εἰς ἑτέρωσε παλιμπετὲς ὄμματ’ ἔνεικεν,

### book 4.1315.2

δαίμονας αἰδεσθείς· αὐτὸν δέ μιν ἀμφαδὸν οἶον

### book 4.1315.3

μειλιχίοις ἐπέεσσιν ἀτυζόμενον προσέειπον·

### book 4.1315.4

“Κάμμορε, τίπτ’ ἐπὶ τόσσον ἀμηχανίῃ βεβόλησαι;

### book 4.1315.5

ἴδμεν ἐποιχομένους χρύσεον δέρος, ἴδμεν ἕκαστα

### book 4.1320.1

ὑμετέρων καμάτων ὅς’ ἐπὶ χθονὸς ὅσσα τ’ ἐφ’ ὑγρήν

### book 4.1320.2

πλαζόμενοι κατὰ πόντον ὑπέρβια ἔργα κάμεσθε·

### book 4.1320.3

οἰοπόλοι δ’ εἰμὲν χθόνιαι θεαὶ αὐδήεσσαι,

### book 4.1320.4

ἡρῶσσαι Λιβύης τιμήοροι ἠδὲ θύγατρες.

### book 4.1320.5

ἀλλ’ ἄνα, μηδ’ ἔτι τοῖον ὀιζύων ἀκάχησο,

### book 4.1325.1

ἄνστησον δ’ ἑτάρους· εὖτ’ ἂν δέ τοι Ἀμφιτρίτη

### book 4.1325.2

ἅρμα Ποσειδάωνος ἐύτροχον αὐτίκα λύσῃ,

### book 4.1325.3

δή ῥα τότε σφετέρῃ ἀπὸ μητέρι τίνετ’ ἀμοιβήν

### book 4.1325.4

ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ὔμμε φέρουσα,

### book 4.1325.5

καί κεν ἔτ’ ἠγαθέην ἐς Ἀχαιίδα νοστήσαιτε.”

### book 4.1330.1

Ὧς ἄρ’ ἔφαν, καὶ ἄφαντοι, ἵν’ ἔσταθεν, ἔνθ’ ἄρα ταίγε

### book 4.1330.2

φθογγῇ ὁμοῦ ἐγένοντο παρασχεδόν. αὐτὰρ Ἰήσων

### book 4.1330.3

παπτήνας ἀν’ ἄρ’ ἕζετ’ ἐπὶ χθονός, ὧδέ τ’ ἔειπεν·

### book 4.1330.4

“Ἵλατ’ ἐρημονόμοι κυδραὶ θεαί. ἀμφὶ δὲ νόστῳ

### book 4.1330.5

οὔτι μάλ’ ἀντικρὺ νοέω φάτιν· ἦ μὲν ἑταίρους

### book 4.1335.1

εἰς ἓν ἀγειράμενος μυθήσομαι, εἴ νύ τι τέκμωρ

### book 4.1335.2

δήωμεν κομιδῆς· πολέων δέ τε μῆτις ἀρείων.”

### book 4.1335.3

Ἦ, καὶ ἀναΐξας ἑτάρους ἐπὶ μακρὸν ἀύτει

### book 4.1

αὐσταλέος κονίῃσι, λέων ὣς ὅς ῥά τ’ ἀν’ ὕλην

### book 4.2

σύννομον ἣν μεθέπων ὠρύεται· αἱ δὲ βαρείῃ

### book 4.1340.1

φθογγῇ ὕπο βρομέουσιν ἀν’ οὔρεα τηλόθι βῆσσαι,

### book 4.1340.2

δείματι δ’ ἄγραυλοί τε βόες μέγα πεφρίκασιν

### book 4.1340.3

βουπελάται τε βοῶν. τοῖς δ’ οὔ νύ τι γῆρυς ἐτύχθη

### book 4.1340.4

ῥιγεδανὴ ἑτάροιο, φίλοις ἐπικεκλομένοιο·

### book 4.1340.5

ἀγχοῦ δ’ ἠγερέθοντο, κατηφέες. αὐτὰρ ὁ τούσγε

### book 4.1345.1

ἀχνυμένους ὅρμοιο πέλας μίγα θηλυτέρῃσιν

### book 4.1345.2

ἱδρύσας, μυθεῖτο πιφαυσκόμενος τὰ ἕκαστα·

### book 4.1345.3

“Κλῦτε φίλοι· τρεῖς γάρ μοι ἀνιάζοντι θεάων,

### book 4.1345.4

στέρφεσιν αἰγείοις ἐζωσμέναι ἐξ ὑπάτοιο

### book 4.1345.5

αὐχένος ἀμφί τε νῶτα καὶ ἰξύας, ἠύτε κοῦραι,

### book 4.1

ἔσταν ὑπὲρ κεφαλῆς μάλ’ ἐπισχεδόν, ἂν δ’ ἐκάλυψαν

### book 4.2

πέπλον ἐρυσσάμεναι κούφῃ χερί· καί μ’ ἐκέλοντο

### book 4.3

αὐτόν τ’ ἔγρεσθαι ἀνά θ’ ὑμέας ὄρσαι ἰόντα·

### book 4.4

μητέρι δὲ σφετέρῃ μενοεικέα τεῖσαι ἀμοιβήν

### book 4.5

ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ἄμμε φέρουσα,

### book 4.1355.1

ὁππότε κεν λύσῃσιν ἐύτροχον Ἀμφιτρίτη

### book 4.1355.2

ἅρμα Ποσειδάωνος· ἐγὼ δ’ οὐ πάγχυ νοῆσαι

### book 4.1355.3

τῆσδε θεοπροπίης ἴσχω πέρι. φάν γε μὲν εἶναι

### book 4.1355.4

ἡρῶσσαι Λιβύης τιμήοροι ἠδὲ θύγατρες·

### book 4.1355.5

καὶ δ’ ὁπός’ αὐτοὶ πρόσθεν ἐπὶ χθονὸς ἠδ’ ὅς’ ἐφ’ ὑγρῆς

### book 4.1360.1

ἔτλημεν, τὰ ἕκαστα διίδμεναι εὐχετόωντο.

### book 4.1360.2

οὐδ’ ἔτι τάσδ’ ἀνὰ χῶρον ἐσέδρακον, ἀλλά τις ἀχλύς

### book 4.1360.3

ἠὲ νέφος μεσσηγὺ φαεινομένας ἐκάλυψεν.”

### book 4.1

Ὧς ἔφαθ’· οἱ δ’ ἄρα πάντες ἐθάμβεον εἰσαΐοντες.

### book 4.2

ἔνθα τὸ μήκιστον τεράων Μινύῃσιν ἐτύχθη.

### book 4.1365.1

ἐξ ἁλὸς ἤπειρόνδε πελώριος ἄνθορεν ἵππος

### book 4.1365.2

ἀμφιλαφὴς χρυσέῃσι μετήορος αὐχένα χαίταις·

### book 4.1365.3

ῥίμφα δὲ σεισάμενος γυίων ἄπο νήχυτον ἅλμην

### book 4.1365.4

ὦρτο θέειν πνοιῇ ἴκελος πόδας. αἶψα δὲ Πηλεύς

### book 4.1365.5

γηθήσας ἑτάροισιν ὁμηγερέεσσι μετηύδα·

### book 4.1370.1

“Ἅρματα μὲν δή φημι Ποσειδάωνος ἔγωγε

### book 4.1370.2

ἤδη νῦν ἀλόχοιο φίλης ὑπὸ χερσὶ λελύσθαι·

### book 4.1370.3

μητέρα δ’ οὐκ ἄλλην προτιόσσομαι ἠέ περ αὐτήν

### book 4.1370.4

νῆα πέλειν· ἣ γάρ, κατὰ νηδύος αἰὲν ἔχουσα

### book 4.1370.5

νωλεμές, ἀργαλέοισιν ὀιζύει καμάτοισιν.

### book 4.1375.1

ἀλλά μιν ἀστεμφεῖ τε βίῃ καὶ ἀτειρέσιν ὤμοις

### book 4.1375.2

ὑψόθεν ἀνθέμενοι ψαμαθώδεος ἔνδοθι γαίης

### book 4.1375.3

οἴσομεν ᾗ προτέρωσε ταχὺς πόδας ἤλασεν ἵππος·

### book 4.1375.4

οὐ γὰρ ὅγε ξηρὴν ὑποδύσεται, ἴχνια δ’ ἡμῖν

### book 4.1375.5

σημανέειν τιν’ ἔολπα μυχὸν καθύπερθε θαλάσσης.”

### book 4.1380.1

Ὧς ηὔδα· πάντεσσι δ’ ἐπήβολος ἥνδανε μῆτις.

### book 4.1380.2

Μουσάων ὅδε μῦθος, ἐγὼ δ’ ὑπακουὸς ἀείδω

### book 4.1380.3

Πιερίδων, καὶ τήνδε πανατρεκὲς ἔκλυον ὀμφήν,

### book 4.1380.4

ὑμέας, ὦ πέρι δὴ μέγα φέρτατοι υἷες ἀνάκτων,

### book 4.1380.5

ᾗ βίῃ, ᾗ ἀρετῇ Λιβύης ἀνὰ θῖνας ἐρήμους

### book 4.1385.1

νῆα μεταχρονίην ὅσα τ’ ἔνδοθι νηὸς ἄγεσθε

### book 4.1385.2

ἀνθεμένους ὤμοισι φέρειν δυοκαίδεκα πάντα

### book 4.1385.3

ἤμαθ’ ὁμοῦ νύκτας τε. δύην γε μὲν †ἢ καὶ ὀιζύν

### book 4.1

τίς κ’ ἐνέποι τὴν κεῖνοι ἀνέπλησαν μογέοντες;

### book 4.2

ἔμπεδον ἀθανάτων ἔσαν αἵματος, οἷον ὑπέσταν

### book 4.1390.1

ἔργον ἀναγκαίῃ βεβιημένοι. αὐτὰρ ἐπιπρό

### book 4.1390.2

τῆλε μάλ’ ἀσπασίως Τριτωνίδος ὕδασι λίμνης

### book 4.1390.3

ὡς φέρον, ὣς εἰσβάντες ἀπὸ στιβαρῶν θέσαν ὤμων.

### book 4.1390.4

Λυσσαλέοις δἤπειτ’ ἴκελοι κυσὶν ἀίσσοντες

### book 4.1390.5

πίδακα μαστεύεσκον, ἐπὶ ξηρὴ γὰρ ἔκειτο

### book 4.1395.1

δίψα δυηπαθίῃ τε καὶ ἄλγεσιν. οὐδ’ ἐμάτησαν

### book 4.1395.2

πλαζόμενοι· ἷξον δ’ ἱερὸν πέδον, ᾧ ἔνι Λάδων

### book 4.1395.3

εἰσέτι που χθιζὸν παγχρύσεα ῥύετο μῆλα

### book 4.1395.4

χώρῳ ἐν Ἄτλαντος, χθόνιος ὄφις, ἀμφὶ δὲ νύμφαι

### book 4.1395.5

Ἑσπερίδες ποίπνυον ἐφίμερον ἀείδουσαι·

### book 4.1

τῆμος δ’ ἤδη κεῖνος ὑφ’ Ἡρακλῆι δαϊχθείς

### book 4.2

μήλειον βέβλητο ποτὶ στύπος, οἰόθι δ’ ἄκρῃ

### book 4.3

οὐρῇ ἔτι σκαίρεσκεν, ἀπὸ κρατὸς δὲ κελαινήν

### book 4.4

ἄχρις ἐπ’ ἄκνηστιν κεῖτ’ ἄπνοος· ἐν δὲ λιπόντων

### book 4.5

ὕδρης Λερναίης χόλον αἵματι πικρὸν ὀιστῶν,

### book 4.1405.1

μυῖαι πυθομένοισιν ἐφ’ ἕλκεσι τερσαίνοντο.

### book 4.1405.2

ἀγχοῦ δ’ Ἑσπερίδες, κεφαλαῖς ἔπι †χεῖρας ἔχουσαι

### book 4.1

ἀργυφέας ξανθῇσι, λίγ’ ἔστενον. οἱ δ’ ἐπέλασσαν

### book 4.2

ἄφνω ὁμοῦ· ταὶ δ’ αἶψα κόνις καὶ γαῖα, κιόντων

### book 4.3

ἐσσυμένως, ἐγένοντο καταυτόθι. νώσατο δ’ Ὀρφεύς

### book 4.1410.1

θεῖα τέρα, τὼς δέ σφε παρηγορέεσκε λιτῇσιν·

### book 4.1410.2

“Δαίμονες ὦ καλαὶ καὶ ἐύφρονες, ἵλατ’ ἄνασσαι,

### book 4.1410.3

εἴτ’ οὖν οὐρανίαις ἐναρίθμιοί ἐστε θεῇσιν

### book 4.1410.4

εἴτε καταχθονίαις, εἴτ’ οἰοπόλοι καλέεσθε

### book 4.1410.5

†νύμφαι· ἴτ’ ὦ† νύμφαι, ἱερὸν γένος Ὠκεανοῖο,

### book 4.1415.1

δείξατ’ ἐελδομένοισιν ἐνωπαδὶς ἄμμι φανεῖσαι

### book 4.1415.2

ἤ τινα πετραίην χύσιν ὕδατος ἤ τινα γαίης

### book 4.1415.3

ἱερὸν ἐκβλύοντα θεαὶ ῥόον, ᾧ ἀπὸ δίψαν

### book 4.1415.4

αἰθομένην ἄμοτον λωφήσομεν. εἰ δέ κεν αὖτις

### book 4.1415.5

δή ποτ’ Ἀχαιίδα γαῖαν ἱκώμεθα ναυτιλίῃσιν,

### book 4.1420.1

δὴ τότε μυρία δῶρα μετὰ πρώτῃσι θεάων

### book 4.1420.2

λοιβάς τ’ εἰλαπίνας τε παρέξομεν εὐμενέοντες.”

### book 4.1420.3

Ὧς φάτο λισσόμενος ἀδινῇ ὀπί, ταὶ δ’ ἐλέαιρον

### book 4.1420.4

ἐγγύθεν ἀχνυμένους· καὶ δὴ χθονὸς ἐξανέτειλαν

### book 4.1420.5

ποίην πάμπρωτον, ποίης γε μὲν ὑψόθι μακροί

### book 4.1425.1

βλάστεον ὅρπηκες, μετὰ δ’ ἔρνεα τηλεθάοντα

### book 4.1425.2

πολλὸν ὑπὲρ γαίης ὀρθοσταδὸν ἠέξοντο·

### book 4.1425.3

Ἑσπέρη αἴγειρος, πτελέη δ’ Ἐρυθηὶς ἔγεντο,

### book 4.1425.4

Αἴγλη δ’ ἰτείης ἱερὸν στύπος. ἐκ δέ νυ κείνων

### book 4.1425.5

δενδρέων, οἷαι ἔσαν, τοῖαι πάλιν ἔμπεδον αὔτως

### book 4.1430.1

ἐξέφανεν, θάμβος περιώσιον. ἔκφατο δ’ Αἴγλη

### book 4.1430.2

μειλιχίοις ἐπέεσσιν ἀμειβομένη χατέοντας·

### book 4.1430.3

“Ἦ ἄρα δὴ μέγα πάμπαν ἐφ’ ὑμετέροισιν ὄνειαρ

### book 4.1430.4

δεῦρ’ ἔμολεν καμάτοισιν ὁ κύντατος, ὅστις ἀπούρας

### book 4.1430.5

φρουρὸν ὄφιν ζωῆς, παγχρύσεα μῆλα θεάων

### book 4.1435.1

οἴχετ’ ἀειράμενος, στυγερὸν δ’ ἄχος ἄμμι λέλειπται.

### book 4.1435.2

ἤλυθε γὰρ χθιζός τις ἀνὴρ ὀλοώτατος ὕβριν

### book 4.1435.3

καὶ δέμας, ὄσσε δέ οἱ βλοσυρῷ ὑπ’ ἔλαμπε μετώπῳ,

### book 4.1435.4

νηλής· ἀμφὶ δὲ δέρμα πελωρίου ἕστο λέοντος

### book 4.1435.5

ὠμόν, ἀδέψητον· στιβαρὸν δ’ ἔχεν ὄζον ἐλαίης

### book 4.1440.1

τόξα τε, τοῖσι πέλωρ τόδ’ ἀπέφθισεν ἰοβολήσας.

### book 4.1440.2

ἤλυθεν οὖν καὶ κεῖνος, ἅ τε χθόνα πεζὸς ὁδεύων,

### book 4.1440.3

δίψῃ καρχαλέος· παίφασσε δὲ τόνδ’ ἀνὰ χῶρον,

### book 4.1440.4

ὕδωρ ἐξερέων. τὸ μὲν οὔ ποθι μέλλεν ἰδέσθαι·

### book 4.1440.5

τῇδε δέ τις πέτρη Τριτωνίδος ἐγγύθι λίμνης·

### book 4.1445.1

τὴν ὅγ’ (ἐπιφρασθείς, ἢ καὶ θεοῦ ἐννεσίῃσι)

### book 4.1445.2

λὰξ ποδὶ τύψεν ἔνερθε, τὸ δ’ ἀθρόον ἔβλυσεν ὕδωρ·

### book 4.1445.3

αὐτὰρ ὅγ’, ἄμφω χεῖρε πέδῳ καὶ στέρνον ἐρείσας,

### book 4.1445.4

ῥωγάδος ἐκ πέτρης πίεν ἄσπετον, ὄφρα βαθεῖαν

### book 4.1445.5

νηδύν, φορβάδι ἶσος ἐπιπροπεσών, ἐκορέσθη.”

### book 4.1

Ὧς φάτο· τοὶ δ’ ἀσπαστὸν ἵνα σφίσι πέφραδεν Αἴγλη

### book 4.2

πίδακα, τῇ θέον αἶψα κεχαρμένοι, ὄφρ’ ἐπέκυρσαν.

### book 4.3

ὡς δ’ ὁπότε στεινὴν περὶ χηραμὸν εἱλίσσονται

### book 4.4

γειομόροι μύρμηκες ὁμιλαδόν, ἢ ὅτε μυῖαι

### book 4.5

ἀμφ’ ὀλίγην μέλιτος γλυκεροῦ λίβα πεπτηυῖαι

### book 4.1455.1

ἄπλητον μεμάασιν ἐπήτριμοι—ὧς τότ’ ἀολλεῖς

### book 4.1455.2

πετραίῃ Μινύαι περὶ πίδακι δινεύεσκον.

### book 4.1455.3

καί πού τις διεροῖς ἐπὶ χείλεσιν εἶπεν ἰανθείς·

### book 4.1455.4

“Ὦ πόποι, ἦ καὶ νόσφιν ἐὼν ἐσάωσεν ἑταίρους

### book 4.1455.5

Ἡρακλέης δίψῃ κεκμηότας. ἀλλά μιν εἴ πως

### book 4.1460.1

δήοιμεν στείχοντα δι’ ἠπείροιο κιόντες.”

### book 4.1460.2

Ἦ· καὶ ἀγειρομένων οἵ τ’ ἄρμενοι ἐς τόδε ἔργον,

### book 4.1460.3

ἔκριθεν ἄλλυδις ἄλλος ἐπαΐξας ἐρεείνειν·

### book 4.1460.4

ἴχνια γὰρ νυχίοισιν ἐπηλίνδητ’ ἀνέμοισιν

### book 4.1460.5

κινυμένης ἀμάθου. Βορέαο μὲν ὡρμήθησαν

### book 4.1465.1

υἷε δύω πτερύγεσσι πεποιθότε, ποσσὶ δὲ κούφοις

### book 4.1465.2

Εὔφημος πίσυνος, Λυγκεύς γε μὲν ὀξέα τηλοῦ

### book 4.1465.3

ὄσσε βαλεῖν, πέμπτος δὲ μετὰ σφίσιν ἔσσυτο Κάνθος.

### book 4.1465.4

τὸν μὲν ἄρ’ αἶσα θεῶν κείνην ὁδὸν ἠνορέη τε

### book 4.1465.5

ὦρσεν, ἵν’ Ἡρακλῆος ἀπηλεγέως πεπύθοιτο

### book 4.1470.1

Εἰλατίδην Πολύφημον ὅπῃ λίπε, μέμβλετο γάρ οἱ

### book 4.1470.2

οὗ ἕθεν ἀμφ’ ἑτάροιο μεταλλῆσαι τὰ ἕκαστα.

### book 4.1470.3

ἀλλ’ ὁ μὲν οὖν, Μυσοῖσιν ἐπικλεὲς ἄστυ πολίσσας,

### book 4.1470.4

γνωστοῦ κηδοσύνῃσιν ἔβη διζήμενος Ἀργώ

### book 4.1470.5

τῆλε δι’ ἠπείροιο, τέως ἐξίκετο γαῖαν

### book 4.1475.1

ἀγχιάλων Χαλύβων· τόθι μιν καὶ μοῖρ’ ἐδάμασσεν,

### book 4.1475.2

καί οἱ ὑπὸ βλωθρὴν ἀχερωίδα σῆμα τέτυκται

### book 4.1475.3

τυτθὸν ἁλὸς προπάροιθεν. ἀτὰρ τότε γ’ Ἡρακλῆα

### book 4.1

μοῦνος ἀπειρεσίης τηλοῦ χθονὸς εἴσατο Λυγκεύς

### book 4.2

τὼς ἰδέειν, ὥς τίς τε νέης ἐνὶ ἤματι μήνην

### book 4.1480.1

ἢ ἴδεν ἢ ἐδόκησεν ἐπαχλύουσαν ἰδέσθαι·

### book 4.1480.2

ἐς δ’ ἑτάρους ἀνιὼν μυθήσατο μή μιν ἔτ’ ἄλλον

### book 4.1480.3

μαστῆρα στείχοντα κιχησέμεν. ὡς δὲ καὶ αὐτοί

### book 4.1480.4

ἤλυθον Εὔφημός τε πόδας ταχὺς υἷέ τε δοιώ

### book 4.1480.5

Θρηικίου Βορέω, μεταμώνια μοχθήσαντες·

### book 4.1485.1

Κάνθε, σὲ δ’ οὐλόμεναι Λιβύῃ ἔνι Κῆρες ἕλοντο.

### book 4.1485.2

πώεσι φερβομένοισι συνήντεες, εἵπετο δ’ ἀνήρ

### book 4.1485.3

αὐλίτης· ὅ ς’ ἑῶν μήλων πέρι, τόφρ’ ἑτάροισι

### book 4.1485.4

δευομένοις κομίσειας, ἀλεξόμενος κατέπεφνε

### book 4.1485.5

λᾶι βαλών· ἐπεὶ οὐ μὲν ἀφαυρότερός γ’ ἐτέτυκτο,

### book 4.1490.1

υἱωνὸς Φοίβοιο Λυκωρείοιο Κάφαυρος

### book 4.1490.2

κούρης τ’ αἰδοίης Ἀκακαλλίδος, ἥν ποτε Μίνως

### book 4.1490.3

ἐς Λιβύην ἀπένασσε θεοῦ βαρὺ κῦμα φέρουσαν,

### book 4.1490.4

θυγατέρα σφετέρην· ἡ δ’ ἀγλαὸν υἱέα Φοίβῳ

### book 4.1490.5

τίκτεν, ὃν Ἀμφίθεμιν Γαράμαντά τε κικλήσκουσιν·

### book 4.1495.1

Ἀμφίθεμις δ’ ἄρ’ ἔπειτα μίγη Τριτωνίδι νύμφῃ·

### book 4.1495.2

ἡ δ’ ἄρα οἱ Νασάμωνα τέκε κρατερόν τε Κάφαυρον,

### book 4.1495.3

ὃς τότε Κάνθον ἔπεφνεν ἐπὶ ῥήνεσσιν ἑοῖσιν.

### book 4.1495.4

οὐδ’ ὅγ’ ἀριστήων χαλεπὰς ἠλεύατο χεῖρας,

### book 4.1495.5

ὡς μάθον οἷον ἔρεξε. νέκυν δ’ ἀνάειραν ὀπίσσω

### book 4

†πυθόμενοι Μινύαι, γαίῃ δ’ ἐνὶ ταρχύσαντο

### book 4.1

μυρόμενοι· τὰ δὲ μῆλα μετὰ σφέας οἵγ’ ἐκόμισσαν.

### book 4.2

Ἔνθα καὶ Ἀμπυκίδην αὐτῷ ἐνὶ ἤματι Μόψον

### book 4.3

νηλειὴς ἕλε πότμος, ἀδευκέα δ’ οὐ φύγεν αἶσαν

### book 4.4

μαντοσύναις· οὐ γάρ τις ἀποτροπίη θανάτοιο.

### book 4.1505.1

κεῖτο γὰρ ἐν ψαμάθοισι, μεσημβρινὸν ἦμαρ ἀλύσκων,

### book 4.1505.2

δεινὸς ὄφις, νωθὴς μὲν ἑκὼν ἀέκοντα χαλέψαι,

### book 4.1505.3

οὐδ’ ἂν ὑποτρέσσαντος ἐνωπαδὶς ἀίξειεν·

### book 4.1505.4

ἀλλ’ ᾧ κεν τὰ πρῶτα μελάγχιμον ἰὸν ἐνείη

### book 4.1505.5

ζωόντων ὅσα γαῖα φερέσβιος ἔμπνοα βόσκει,

### book 4.1510.1

οὐδ’ ὁπόσον πήχυιον ἐς Ἄιδα γίγνεται οἷμος,

### book 4.1510.2

οὐδ’ εἰ Παιήων (εἴ μοι θέμις ἀμφαδὸν εἰπεῖν)

### book 4.1510.3

φαρμάσσοι, ὅτε μοῦνον ἐνιχρίμψῃσιν ὀδοῦσιν.

### book 4.1510.4

εὖτε γὰρ ἰσόθεος Λιβύην ὑπερέπτατο Περσεύς

### book 4.1510.5

Εὐρυμέδων (καὶ γὰρ τὸ κάλεσκέ μιν οὔνομα μήτηρ)

### book 4.1515.1

Γοργόνος ἀρτίτομον κεφαλὴν βασιλῆι κομίζων,

### book 4.1515.2

ὅσσαι κυανέου στάγες αἵματος οὖδας ἵκοντο,

### book 4.1515.3

αἱ πᾶσαι κείνων ὀφίων γένος ἐβλάστησαν.

### book 4.1515.4

τῷ δ’ ἄκρην ἐπ’ ἄκανθαν ἐνεστηρίξατο Μόψος

### book 4.1515.5

λαιὸν ἐπιπροφέρων ταρσὸν ποδός· αὐτὰρ ὁ μέσσην

### book 4.1520.1

κερκίδα καὶ μυῶνα πέριξ ὀδύνῃσιν ἑλιχθείς

### book 4.1520.2

σάρκα δακὼν ἐχάραξεν. ἀτὰρ Μήδεια καὶ ἄλλαι

### book 4.1520.3

ἔτρεσαν ἀμφίπολοι· ὁ δὲ φοίνιον ἕλκος ἄφασσεν

### book 4.1520.4

θαρσαλέως, ἕνεκ’ οὔ μιν ὑπέρβιον ἄλγος ἔτειρεν,

### book 4.1520.5

σχέτλιος· ἦ τέ οἱ ἤδη ὑπὸ χροῒ δύετο κῶμα

### book 4.1525.1

λυσιμελές, πολλὴ δὲ κατ’ ὀφθαλμῶν χέετ’ ἀχλύς.

### book 4.1525.2

αὐτίκα δὲ κλίνας δαπέδῳ βεβαρηότα γυῖα

### book 4.1525.3

ψύχετ’ ἀμηχανίῃ· ἕταροι δέ μιν ἀμφαγέροντο

### book 4.1

ἥρως τ’ Αἰσονίδης, ἀδινῇ περιθαμβέες ἄτῃ.

### book 4.2

οὐδὲ μὲν οὐδ’ ἐπὶ τυτθὸν ἀποφθίμενός περ ἔμελλε

### book 4.1530.1

κεῖσθαι ὑπ’ ἠελίῳ· πύθεσκε γὰρ ἔνδοθι σάρκας

### book 4.1530.2

ἰὸς ἄφαρ, μυδόωσα δ’ ἀπὸ χροὸς ἔρρεε λάχνη.

### book 4.1530.3

αἶψα δὲ χαλκείῃσι βαθὺν τάφον ἐξελάχαινον

### book 4.1530.4

ἐσσυμένως μακέλῃσιν· ἐμοιρήσαντο δὲ χαίτας

### book 4.1530.5

αὐτοὶ ὁμῶς κοῦραί τε, νέκυν ἐλεεινὰ παθόντα

### book 4.1535.1

μυρόμενοι· τρὶς δ’ ἀμφὶ σὺν ἔντεσι δινηθέντες

### book 4.1535.2

εὖ κτερέων ἴσχοντα, χυτὴν ἐπὶ γαῖαν ἔθεντο.

### book 4.1535.3

Ἀλλ’ ὅτε δή ῥ’ ἐπὶ νηὸς ἔβαν, πρήσσοντος ἀήτεω

### book 4.1535.4

ἂμ πέλαγος νοτίοιο, πόρους τ’ ἀπετεκμαίροντο

### book 4.1535.5

λίμνης ἐκπρομολεῖν Τριτωνίδος, οὔ τινα μῆτιν

### book 4.1540.1

δὴν ἔχον, ἀφραδέως δὲ πανημέριοι φορέοντο.

### book 4.1540.2

ὡς δὲ δράκων σκολιὴν εἱλιγμένος ἔρχεται οἷμον,

### book 4.1540.3

εὖτέ μιν ὀξύτατον θάλπει σέλας ἠελίοιο,

### book 4.1540.4

ῥοίζῳ δ’ ἔνθα καὶ ἔνθα κάρη στρέφει, ἐν δέ οἱ ὄσσε

### book 4.1540.5

σπινθαρύγεσσι πυρὸς ἐναλίγκια μαιμώοντι

### book 4.1545.1

λάμπεται, ὄφρα μυχόνδε διὰ ῥωχμοῖο δύηται—

### book 4.1545.2

ὧς Ἀργώ, λίμνης στόμα ναύπορον ἐξερέουσα,

### book 4.1545.3

ἀμφεπόλει δηναιὸν ἐπὶ χρόνον. αὐτίκα δ’ Ὀρφεύς

### book 4.1545.4

κέκλετ’ Ἀπόλλωνος τρίποδα μέγαν ἔκτοθι νηός

### book 4.1545.5

δαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι.

### book 4.1

καὶ τοὶ μὲν Φοίβου κτέρας ἵδρυον ἐν χθονὶ βάντες·

### book 4.2

τοῖσιν δ’ αἰζηῷ ἐναλίγκιος ἀντεβόλησε

### book 4.3

Τρίτων εὐρυβίης· γαίης δ’ ἀνὰ βῶλον ἀείρας

### book 4.4

ξείνι’ ἀριστήεσσι προΐσχετο, φώνησέν τε·

### book 4.5

“Δέχθε φίλοι, ἐπεὶ οὐ περιώσιον ἐγγυαλίξαι

### book 4.1555.1

ἐνθάδε νῦν πάρ’ ἐμοὶ ξεινήιον ἀντομένοισιν.

### book 4.1555.2

εἰ δέ τι τῆσδε πόρους μαίεσθ’ ἁλός, οἷά τε πολλά

### book 4.1555.3

ἄνθρωποι χατέουσιν ἐπ’ ἀλλοδαπῇ περόωντες,

### book 4.1555.4

ἐξερέω· δὴ γάρ με πατὴρ ἐπιίστορα πόντου

### book 4.1555.5

θῆκε Ποσειδάων τοῦδ’ ἔμμεναι, αὐτὰρ ἀνάσσω

### book 4.1560.1

παρραλίης, εἰ δή τιν’ ἀκούετε νόσφιν ἐόντες

### book 4.1560.2

Εὐρύπυλον Λιβύῃ θηροτρόφῳ ἐγγεγαῶτα.”

### book 4.1560.3

Ὧς ηὔδα· πρόφρων δ’ ὑποέσχεθε βώλακι χεῖρας

### book 4.1560.4

Εὔφημος, καὶ τοῖα παραβλήδην προσέειπεν·

### book 4.1560.5

“Ἀπίδα καὶ πέλαγος Μινώιον εἴ νύ που ἥρως

### book 4.1565.1

ἐξεδάης, νημερτὲς ἀνειρομένοισιν ἔνισπε.

### book 4.1565.2

δεῦρο γὰρ οὐκ ἐθέλοντες ἱκάνομεν, ἀλλὰ βορείαις

### book 4.1565.3

χρίμψαντες γαίης ἐνὶ πείρασι τῆσδε θυέλλαις,

### book 4.1565.4

νῆα μεταχρονίην ἐκομίσσαμεν ἐς τόδε λίμνης

### book 4.1565.5

χεῦμα δι’ ἠπείρου, βεβαρημένοι· οὐδέ τι ἴδμεν

### book 4.1570.1

πῇ πλόος ἐξανάγει Πελοπηίδα γαῖαν ἱκέσθαι.”

### book 4.1570.2

Ὧς ἄρ’ ἔφη· ὁ δὲ χεῖρα τανύσσατο, δεῖξε δ’ ἄπωθεν

### book 4.1570.3

φωνήσας πόντον τε καὶ ἀγχιβαθὲς στόμα λίμνης·

### book 4.1570.4

“Κείνη μὲν πόντοιο διήλυσις, ἔνθα μάλιστα

### book 4

βένθος ἀκίνητον μελανεῖ, ἑκάτερθε δὲ λευκαί

### book 4.1575.1

ῥηγμῖνες φρίσσουσι διαυγέες· ἡ δὲ μεσηγύ

### book 4.1575.2

ῥηγμίνων στεινὴ τελέθει ὁδὸς ἐκτὸς ἐλάσσαι·

### book 4.1575.3

κεῖνο δ’ ὑπηέριον θείην Πελοπηίδα γαῖαν

### book 4.1575.4

εἰσανέχει πέλαγος Κρήτης ὕπερ. ἀλλ’ ἐπὶ χειρός

### book 4.1575.5

δεξιτερῆς, λίμνηθεν ὅτ’ εἰς ἁλὸς οἶδμα βάλητε,

### book 4.1580.1

τόφρ’ αὐτὴν παρὰ χέρσον ἐεργμένοι ἰθύνεσθε

### book 4.1580.2

ἔστ’ ἂν ἄνω τείνῃσι· περιρρήδην δ’ ἑτέρωσε

### book 4.1580.3

κλινομένης χέρσοιο, τότε πλόος ὔμμιν ἀπήμων

### book 4.1580.4

ἀγκῶνος τετάνυσται ἄπο προύχοντος ἰοῦσιν.

### book 4.1580.5

ἀλλ’ ἴτε γηθόσυνοι, καμάτοιο δὲ μή τις ἀνίη

### book 4.1585.1

γιγνέσθω, νεότητι κεκασμένα γυῖα μογῆσαι.”

### book 4.1585.2

Ἴσκεν ἐυφρονέων· οἱ δ’ αἶψ’ ἐπὶ νηὸς ἔβησαν,

### book 4.1585.3

λίμνης ἐκπρομολεῖν λελιημένοι εἰρεσίῃσιν,

### book 4.1585.4

καὶ δὴ ἐπιπρονέοντο μεμαότες· αὐτὰρ ὁ τείως

### book 4.1585.5

Τρίτων, ἀνθέμενος τρίποδα μέγαν, εἴσατο λίμνην

### book 4.1590.1

εἰσβαίνειν· μετὰ δ’ οὔ τις ἐσέδρακεν οἷον ἄφαντος

### book 4.1590.2

αὐτῷ σὺν τρίποδι σχεδὸν ἔπλετο. τοῖσι δ’ ἰάνθη

### book 4.1590.3

θυμὸς ὃ δὴ μακάρων τις ἐναίσιμος ἀντεβόλησεν,

### book 4.1590.4

καί ῥά οἱ Αἰσονίδην μήλων ὅ τι φέρτατον ἄλλων

### book 4.1590.5

ἤνωγον ῥέξαι καὶ ἐπευφημῆσαι ἑλόντα.

### book 4.1595.1

αἶψα δ’ ὅγ’ ἐσσυμένως ἐκρίνατο, καί μιν ἀείρας

### book 4.1595.2

σφάξε κατὰ πρύμνης, ἐπὶ δ’ ἔννεπεν εὐχωλῇσιν·

### book 4.1

“Δαῖμον ὅτις λίμνης ἐπὶ πείρασι τῆσδε φαάνθης,

### book 4.2

εἴτε σέγε Τρίτων’, ἅλιον τέρας, εἴτε σε Φόρκυν

### book 4.3

ἢ Νηρῆα θύγατρες ἐπικλείους’ ἁλοσύδναι,

### book 4.1

ἵλαθι καὶ νόστοιο τέλος θυμηδὲς ὄπαζε.”

### book 4.2

Ἦ ῥ’, ἅμα δ’ εὐχωλῇσιν ἐς ὕδατα λαιμοτομήσας

### book 4.3

ἧκε κατὰ πρύμνης. ὁ δὲ βένθεος ἐξεφαάνθη

### book 4.4

τοῖος ἐὼν οἷός περ ἐτήτυμος ἦεν ἰδέσθαι·

### book 4.5

ὡς δ’ ὅτ’ ἀνὴρ θοὸν ἵππον ἐς εὐρέα κύκλον ἀγῶνος

### book 4.1605.1

στέλλῃ ὀρεξάμενος λασίης εὐπειθέα χαίτης,

### book 4.1605.2

εἶθαρ ἐπιτροχάων, ὁ δ’ ἐπ’ αὐχένι γαῦρος ἀερθείς

### book 4.1605.3

ἕσπεται, ἀργινόεντα δ’ ἐπὶ στομάτεσσι χαλινά

### book 4.1605.4

ἀμφὶς ὀδακτάζοντι παραβλήδην κροτέονται—

### book 4.1605.5

ὧς ὅγ’ ἐπισχόμενος γλαφυρῆς ὁλκήιον Ἀργοῦς

### book 4.1610.1

ἦγ’ ἅλαδε προτέρωσε. δέμας δέ οἱ ἐξ ὑπάτοιο

### book 4.1610.2

κράατος ἀμφί τε νῶτα καὶ ἰξύας ἔστ’ ἐπὶ νηδύν

### book 4.1610.3

ἀντικρὺ μακάρεσσι φυὴν ἔκπαγλον ἔικτο,

### book 4.1610.4

αὐτὰρ ὑπαὶ λαγόνων δίκραιρά οἱ ἔνθα καὶ ἔνθα

### book 4.1610.5

κήτεος ὁλκαίη μηκύνετο· κόπτε δ’ ἀκάνθαις

### book 4.1615.1

ἄκρον ὕδωρ, αἵ τε σκολιοῖς ἐπὶ νειόθι κέντροις

### book 4.1615.2

μήνης ὡς κεράεσσιν ἐειδόμεναι διχόωντο·

### book 4.1615.3

τόφρα δ’ ἄγεν, τείως μιν ἐπιπροέηκε θαλάσσῃ

### book 4.1615.4

νισσομένην, δῦ δ’ αἶψα μέσον βυθόν· οἱ δ’ ὁμάδησαν

### book 4.1615.5

ἥρωες, τέρας αἰνὸν ἐν ὀφθαλμοῖσιν ἰδόντες.

### book 4.1620

Ἔνθα μὲν Ἀργῷός τε λιμὴν καὶ σήματα νηός

### book 4.1

ἠδὲ Ποσειδάωνος ἰδὲ Τρίτωνος ἔασιν

### book 4.2

βωμοί, ἐπεὶ κεῖν’ ἦμαρ ἐπέσχεθον· αὐτὰρ ἐς ἠῶ

### book 4.3

λαίφεσι πεπταμένοις, αὐτὴν ἐπὶ δεξί’ ἔχοντες

### book 4.4

γαῖαν ἐρημαίην, πνοιῇ ζεφύροιο θέεσκον.

### book 4.1625.1

ἦρι δ’ ἔπειτ’ ἀγκῶνά θ’ ὁμοῦ μυχάτην τε θάλασσαν

### book 4.1625.2

κεκλιμένην ἀγκῶνος ὕπερ προύχοντος ἴδοντο.

### book 4.1625.3

αὐτίκα δὲ ζέφυρος μὲν ἐλώφεεν, ἤλυθε δ’ αὔρη

### book 4.1625.4

πρυμνήταο νότου, χήραντο δὲ θυμὸν ἰωῇ.

### book 4.1625.5

ἦμος δ’ ἠέλιος μὲν ἔδυ, ἀνὰ δ’ ἤλυθεν ἀστήρ

### book 4.1630.1

αὔλιος, ὅς τ’ ἀνέπαυσεν ὀιζυροὺς ἀροτῆρας,

### book 4.1630.2

δὴ τότ’ ἔπειτ’, ἀνέμοιο κελαινῇ νυκτὶ λιπόντος,

### book 4.1630.3

ἱστία λυσάμενοι περιμήκεά τε κλίναντες

### book 4.1630.4

ἱστόν, ἐυξέστῃσιν ἐπερρώοντ’ ἐλάτῃσιν

### book 4.1630.5

παννύχιοι καὶ ἐπ’ ἦμαρ, ἐπ’ ἤματι δ’ αὖτις ἰοῦσαν

### book 4.1635.1

νύχθ’ ἑτέρην· ὑπέδεκτο δ’ ἀπόπροθι παιπαλόεσσα

### book 4.1635.2

Κάρπαθος. ἔνθεν δ’ οἵγε περαιώσεσθαι ἔμελλον

### book 4.1635.3

Κρήτην, ἥ τ’ ἄλλων †ὑπερέπλετο εἰν ἁλὶ νήσων·

### book 4.1635.4

τοὺς δὲ Τάλως χάλκειος, ἀπὸ στιβαροῦ σκοπέλοιο

### book 4.1635.5

ῥηγνύμενος πέτρας, εἶργε χθονὶ πείσματ’ ἀνάψαι

### book 4.1640.1

Δικταίην ὅρμοιο κατερχομένους ἐπιωγήν.

### book 4.1640.2

τὸν μέν, χαλκείης μελιηγενέων ἀνθρώπων

### book 4.1640.3

ῥίζης λοιπὸν ἐόντα μετ’ ἀνδράσιν ἡμιθέοισιν,

### book 4.1640.4

Εὐρώπῃ Κρονίδης νήσου πόρεν ἔμμεναι οὖρον,

### book 4.1640.5

τρὶς περὶ χαλκείοις Κρήτην ποσὶ δινεύοντα·

### book 4.1645.1

ἀλλ’ ἤτοι τὸ μὲν ἄλλο δέμας καὶ γυῖα τέτυκτο

### book 4.1645.2

χάλκεος ἠδ’ ἄρρηκτος, ὑπαὶ δέ οἱ ἔσκε τένοντος

### book 4.1

σύριγξ αἱματόεσσα κατὰ σφυρόν· ἀμφ’ ἄρα τήνγε

### book 4.2

λεπτὸς ὑμὴν ζωῆς ἔχε πείρατα καὶ θανάτοιο.

### book 4.3

οἱ δέ, δύῃ μάλα περ δεδμημένοι, αἶψ’ ἀπὸ χέρσου

### book 4.1

νῆα περιδδείσαντες ἀνακρούεσκον ἐρετμοῖς.

### book 4.2

καί νύ κ’ ἐπισμυγερῶς Κρήτης ἑκὰς ἠέρθησαν

### book 4.3

ἀμφότερον δίψῃ τε καὶ ἄλγεσι μοχθίζοντες,

### book 4.4

εἰ μή σφιν Μήδεια λιαζομένοις ἀγόρευσεν·

### book 4.5

“Κέκλυτέ μευ, μούνη γὰρ ὀίομαι ὔμμι δαμάσσειν

### book 4.1655.1

ἄνδρα τὸν ὅστις ὅδ’ ἐστί, καὶ εἰ παγχάλκεον ἴσχει

### book 4.1655.2

ὃν δέμας, ὁππότε μή οἱ ἐπ’ ἀκάματος πέλοι αἰών.

### book 4.1655.3

ἀλλ’ ἔχετ’ αὐτοῦ νῆα θελήμονες ἐκτὸς ἐρωῆς

### book 4.1655.4

πετράων, εἵως κεν ἐμοὶ εἴξειε δαμῆναι.”

### book 4.1655.5

Ὧς ἄρ’ ἔφη· καὶ τοὶ μὲν ὑπὲκ βελέων ἐρύοντο

### book 4.1660.1

νῆ’ ἐπ’ ἐρετμοῖσιν, δεδοκημένοι ἥντινα ῥέξει

### book 4.1660.2

μῆτιν ἀνωίστως· ἡ δὲ πτύχα πορφυρέοιο

### book 4.1660.3

προσχομένη πέπλοιο παρειάων ἑκάτερθεν

### book 4.1660.4

βήσατ’ ἐπ’ ἰκριόφιν, χειρὸς δέ ἑ χειρὶ μεμαρπώς

### book 4.1660.5

Αἰσονίδης ἐκόμιζε διὰ κληῖδας ἰοῦσαν.

### book 4.1665.1

ἔνθα δ’ ἀοιδῇσιν μειλίσσετο θέλγε τε Κῆρας

### book 4.1665.2

θυμοβόρους, Ἀίδαο θοὰς κύνας, αἳ †περὶ πᾶσαν†

### book 4.1665.3

†ἠέρα δινεύουσαι ἐπὶ ζωοῖσιν †ἄγονται.

### book 4.1665.4

τὰς γουναζομένη τρὶς μὲν παρακέκλετ’ ἀοιδαῖς,

### book 4.1665.5

τρὶς δὲ λιταῖς· θεμένη δὲ κακὸν νόον, ἐχθοδοποῖσιν

### book 4.1670

ὄμμασι χαλκείοιο Τάλω ἐμέγηρεν ὀπωπάς·

### book 4.1

λευγαλέον δ’ ἐπὶ οἷ πρῖεν χόλον, ἐκ δ’ ἀίδηλα

### book 4.2

δείκηλα προΐαλλεν, ἐπιζάφελον κοτέουσα.

### book 4.3

Ζεῦ πάτερ, ἦ μέγα δή μοι ἐνὶ φρεσὶ θάμβος ἄηται,

### book 4.4

εἰ δὴ μὴ νούσοισι τυπῇσί τε μοῦνον ὄλεθρος

### book 4.1675.1

ἀντιάει, καὶ δή τις ἀπόπροθεν ἄμμε χαλέπτει,

### book 4.1675.2

ὡς ὅγε, χάλκειός περ ἐών, ὑπόειξε δαμῆναι

### book 4.1675.3

Μηδείης βρίμῃ πολυφαρμάκου· ἂν δὲ βαρείας

### book 4.1675.4

ὀχλίζων λάιγγας ἐρυκέμεν ὅρμον ἱκέσθαι,

### book 4.1675.5

πετραίῳ στόνυχι χρίμψε σφυρόν, ἐκ δέ οἱ ἰχώρ

### book 4.1680.1

τηκομένῳ ἴκελος μολίβῳ ῥέεν. οὐδ’ ἔτι δηρόν

### book 4.1680.2

εἱστήκει προβλῆτος ἐπεμβεβαὼς σκοπέλοιο·

### book 4.1680.3

ἀλλ’ ὥς τίς τ’ ἐν ὄρεσσι πελωρίη ὑψόθι πεύκη,

### book 4.1680.4

τήν τε θοοῖς πελέκεσσιν ἔθ’ ἡμιπλῆγα λιπόντες

### book 4.1680.5

ὑλοτόμοι δρυμοῖο κατήλυθον, ἡ δ’ ὑπὸ νυκτί

### book 4.1685.1

ῥιπῇσιν μὲν πρῶτα τινάσσεται, ὕστερον αὖτε

### book 4.1685.2

πρυμνόθεν ἐξαγεῖσα κατήριπεν—ὧς ὅγε ποσσίν

### book 4.1685.3

ἀκαμάτοις τείως μὲν ἐπισταδὸν ᾐωρεῖτο,

### book 4.1685.4

ὕστερον αὖτ’ ἀμενηνὸς ἀπείρονι κάππεσε δούπῳ.

### book 4.1685.5

Κεῖνο μὲν οὖν Κρήτῃ ἐνὶ δὴ κνέφας ηὐλίζοντο

### book 4.1690.1

ἥρωες· μετὰ δ’ οἵγε νέον φαέθουσαν ἐς ἠῶ

### book 4.1690.2

ἱρὸν Ἀθηναίης Μινωίδος ἱδρύσαντο,

### book 4.1690.3

ὕδωρ τ’ εἰσαφύσαντο, καὶ εἰσέβαν, ὥς κεν ἐρετμοῖς

### book 4.1

παμπρώτιστα βάλοιεν ὑπὲρ Σαλμωνίδος ἄκρης.

### book 4.2

αὐτίκα δὲ Κρηταῖον ὑπὲρ μέγα λαῖτμα θέοντας

### book 4.1695.1

νὺξ ἐφόβει τήνπερ τε κατουλάδα κικλήσκουσιν

### book 4.1695.2

νύκτ’ ὀλοήν· οὐκ ἄστρα διίσχανεν, οὐκ ἀμαρυγαί

### book 4.1695.3

μήνης, οὐρανόθεν δὲ μέλαν χάος, ἠδέ τις ἄλλη

### book 4.1695.4

ὠρώρει σκοτίη μυχάτων ἀνιοῦσα βερέθρων·

### book 4.1695.5

αὐτοὶ δ’ εἴτ’ Ἀίδῃ εἴθ’ ὕδασιν ἐμφορέοντο

### book 4.1

ἠείδειν οὐδ’ ὅσσον, ἐπέτρεψαν δὲ θαλάσσῃ

### book 4.2

νόστον, ἀμηχανέοντες ὅπῃ φέροι. αὐτὰρ Ἰήσων

### book 4.3

χεῖρας ἀνασχόμενος μεγάλῃ ὀπὶ Φοῖβον ἀύτει,

### book 4.4

ῥύσασθαι καλέων, κατὰ δ’ ἔρρεεν ἀσχαλόωντι

### book 4.5

δάκρυα· πολλὰ δὲ Πυθοῖ ὑπέσχετο, πολλὰ δ’ Ἀμύκλαις,

### book 4.1705.1

πολλὰ δ’ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσειν.

### book 4.1705.2

Λητοΐδη, τύνη δὲ κατ’ οὐρανοῦ ἵκεο πέτρας

### book 4.1705.3

ῥίμφα Μελαντείους ἀριήκοος, αἵ τ’ ἐνὶ πόντῳ

### book 4.1705.4

ἧνται· δοιάων δὲ μιῆς ἐφύπερθεν ὀρούσας,

### book 4.1705.5

δεξιτερῇ χρύσειον ἀνέσχεθες ὑψόθι τόξον,

### book 4.1710.1

μαρμαρέην δ’ ἀπέλαμψε βιὸς πέρι πάντοθεν αἴγλην·

### book 4.1710.2

τοῖσι δέ τις Σποράδων βαιὴ ἀνὰ τόφρ’ ἐφαάνθη

### book 4.1710.3

νῆσος ἰδεῖν, ὀλίγης Ἱππουρίδος ἀγχόθι νήσου·

### book 4.1710.4

ἔνθ’ εὐνὰς ἐβάλοντο καὶ ἔσχεθον. αὐτίκα δ’ ἠώς

### book 4.1710.5

φέγγεν ἀνερχομένη, τοὶ δ’ ἀγλαὸν Ἀπόλλωνι

### book 4.1715.1

ἄλσει ἐνὶ σκιερῷ τέμενος σκιόεντά τε βωμόν

### book 4.1715.2

ποίεον, Αἰγλήτην μὲν ἐυσκόπου εἵνεκεν αἴγλης

### book 4.1715.3

Φοῖβον κεκλόμενοι, Ἀνάφην δέ τε λισσάδα νῆσον

### book 4.1715.4

ἴσκον, ὃ δὴ Φοῖβός μιν ἀτυζομένοις ἀνέφηνεν.

### book 4.1715.5

ῥέζον δ’ οἷά κεν ἄνδρες ἐρημαίῃ ἐνὶ ῥέζειν

### book 4.1720.1

ἀκτῇ ἐφοπλίσσειαν· ὃ δή σφεας ὁππότε δαλοῖς

### book 4.1720.2

ὕδωρ αἰθομένοισιν ἐπιλλείβοντας ἴδοντο

### book 4.1720.3

Μηδείης δμωαὶ Φαιηκίδες, οὐκέτ’ ἔπειτα

### book 4.1720.4

ἰσχέμεν ἐν στήθεσσι γέλω σθένον, οἷα θαμειάς

### book 4.1720.5

αἰὲν ἐν Ἀλκινόοιο βοοκτασίας ὁρόωσαι·

### book 4.1725.1

τὰς δ’ αἰσχροῖς ἥρωες ἐπιστοβέεσκον ἔπεσσιν

### book 4.1725.2

χλεύῃ γηθόσυνοι· γλυκερὴ δ’ ἀνεδαίετο μέσσῳ

### book 4.1725.3

κερτομίη καὶ νεῖκος ἐπεσβόλον. ἐκ δέ νυ κείνης

### book 4.1725.4

μολπῆς ἡρώων νήσῳ ἔνι τοῖα γυναῖκες

### book 4.1725.5

ἀνδράσι δηριόωνται, ὅτ’ Ἀπόλλωνα θυηλαῖς

### book 4.1730.1

Αἰγλήτην Ἀνάφης τιμήορον ἱλάσκωνται.

### book 4.1730.2

Ἀλλ’ ὅτε δὴ καὶ κεῖθεν ὑπεύδια πείσματ’ ἔλυσαν,

### book 4.1730.3

μνήσατ’ ἔπειτ’ Εὔφημος ὀνείρατος ἐννυχίοιο,

### book 4.1730.4

ἁζόμενος Μαίης υἷα κλυτόν. εἴσατο γάρ οἱ

### book 4.1730.5

δαιμονίη βῶλαξ ἐπιμάστιος ᾧ ἐν ἀγοστῷ

### book 4.1735.1

ἄρδεσθαι λευκῇσιν ὑπαὶ λιβάδεσσι γάλακτος,

### book 4.1735.2

ἐκ δὲ γυνὴ βώλοιο πέλειν ὀλίγης περ ἐούσης

### book 4.1735.3

παρθενικῇ ἰκέλη· μίχθη δέ οἱ ἐν φιλότητι

### book 4.1735.4

ἄσχετον ἱμερθείς· ὀλοφύρατο δ’ ἠύτε κούρην

### book 4

ζευξάμενος, τὴν αὐτὸς ἑῷ ἀτίταλλε γάλακτι·

### book 4.1740.1

ἡ δέ ἑ μειλιχίοισι παρηγορέεσκεν ἔπεσσιν·

### book 4.1740.2

“Τρίτωνος γένος εἰμί, τεῶν τροφὸς ὦ φίλε παίδων,

### book 4.1740.3

οὐ κούρη, Τρίτων γὰρ ἐμοὶ Λιβύη τε τοκῆες.

### book 4.1740.4

ἀλλά με Νηρῆος παρακάτθεο παρθενικῇσιν

### book 4.1740.5

ἂμ πέλαγος ναίειν Ἀνάφης σχεδόν· εἶμι δ’ ἐς αὐγάς

### book 4.1745.1

ἠελίου μετόπισθε τεοῖς νεπόδεσσιν ἑτοίμη.”

### book 4.1745.2

Τῶν ἄρ’ ἐπὶ μνῆστιν κραδίη βάλεν, ἔκ τ’ ὀνόμηνεν

### book 4.1745.3

Αἰσονίδῃ· ὁ δ’ ἔπειτα, θεοπροπίας Ἑκάτοιο

### book 4.1745.4

θυμῷ πεμπάζων, ἀνενείκατο φώνησέν τε·

### book 4.1745.5

“Ὦ πέπον, ἦ μέγα δή σε καὶ ἀγλαὸν ἔμμορε κῦδος.

### book 4.1

βώλακα γὰρ τεύξουσι θεοὶ πόντονδε βαλόντι

### book 4.2

νῆσον, ἵν’ ὁπλότεροι παίδων σέθεν ἐννάσσονται

### book 4.3

παῖδες, ἐπεὶ Τρίτων ξεινήιον ἐγγυάλιξεν

### book 4.4

τήνδε τοι ἠπείροιο Λιβυστίδος· οὔ νύ τις ἄλλος

### book 4.5

ἀθανάτων ἢ κεῖνος, ὅ μιν πόρεν ἀντιβολήσας.”

### book 4.1755.1

Ὧς ἔφατ’· οὐδ’ ἁλίωσεν ὑπόκρισιν Αἰσονίδαο

### book 4.1755.2

Εὔφημος, βῶλον δὲ θεοπροπίῃσιν ἰανθείς

### book 4.1755.3

ἧκεν ὑποβρυχίην. τῆς δ’ ἔκτοθι νῆσος ἀέρθη

### book 4.1755.4

Καλλίστη, παίδων ἱερὴ τροφὸς Εὐφήμοιο·

### book 4.1755.5

οἳ πρὶν μέν ποτε δὴ Σιντηίδα Λῆμνον ἔναιον,

### book 4.1760.1

Λήμνου τ’ ἐξελαθέντες ὑπ’ ἀνδράσι Τυρσηνοῖσιν

### book 4.1760.2

Σπάρτην εἰσαφίκανον ἐφέστιοι· ἐκ δὲ λιπόντας

### book 4.1760.3

Σπάρτην Αὐτεσίωνος ἐὺς πάις ἤγαγε Θήρας

### book 4.1760.4

Καλλίστην ἐπὶ νῆσον, ἀμείψατο δ’ οὔνομα Θήρα

### book 4

ἐκ σέθεν. ἀλλὰ τὰ μὲν μετόπιν γένετ’ Εὐφήμοιο·

### book 4.1765.1

κεῖθεν δ’ ἀπτερέως διὰ μυρίον οἶδμα ταμόντες

### book 4.1765.2

Αἰγίνης ἀκτῇσιν ἐπέσχεθον. αἶψα δὲ τοίγε

### book 4.1765.3

ὑδρείης πέρι δῆριν ἀμεμφέα δηρίσαντο,

### book 4.1765.4

ὅς κεν ἀφυσσάμενος φθαίη μετὰ νῆάδ’ ἱκέσθαι·

### book 4.1765.5

ἄμφω γὰρ χρειώ τε καὶ ἄσπετος οὖρος ἔπειγεν.

### book 4.1770.1

ἔνθ’ ἔτι νῦν, πλήθοντας ἐπωμαδὸν ἀμφιφορῆας

### book 4.1770.2

ἀνθέμενοι, κούφοισιν ἄφαρ κατ’ ἀγῶνα πόδεσσιν

### book 4.1770.3

κοῦροι Μυρμιδόνων νίκης πέρι δηριόωνται.

### book 4.1770.4

Ἵλατ’ ἀριστῆες, μακάρων γένος, αἵδε δ’ ἀοιδαί

### book 4.1770.5

εἰς ἔτος ἐξ ἔτεος γλυκερώτεραι εἶεν ἀείδειν

### book 4.1775.1

ἀνθρώποις· ἤδη γὰρ ἐπὶ κλυτὰ πείραθ’ ἱκάνω

### book 4.1775.2

ὑμετέρων καμάτων, ἐπεὶ οὔ νύ τις ὔμμιν ἄεθλος

### book 4.1775.3

αὖτις ἀπ’ Αἰγίνηθεν ἀνερχομένοισιν ἐτύχθη,

### book 4.1775.4

οὐδ’ ἀνέμων ἐριωλαὶ ἐνέσταθεν, ἀλλὰ ἕκηλοι

### book 4.1775.5

γαῖαν Κεκροπίην παρά τ’ Αὐλίδα μετρήσαντες

### book 4.1780

Εὐβοίης ἔντοσθεν Ὀπούντιά τ’ ἄστεα Λοκρῶν,

### book 4

ἀσπασίως ἀκτὰς Παγασηίδας εἰσαπέβητε.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/apollonius-of-rhodes-argonautica-jfq-aa.json (sha256:6a4746c978b42c462037e3083672a06e310f00709be0a1b6d06e5e40d5103fad). Cite as `eul_wid: jfq-aa`.
