---
title: Fragments on Life and Old Age
title_greek: Ἀποσπάσματα περὶ Βίου καὶ Γήρως
author: Apollodorus of Carystus II
eul_wid: ihu-aa
eul_aid: ihu
canonical: "https://eulogikon.org/grc/apollodorus-of-carystus-ii/life-old-age"
canonical_json: "https://eulogikon.org/data/works/grc/apollodorus-of-carystus-ii-life-old-age-ihu-aa.json"
sha256: a13cb64a050de7ab50828677042e3b1a46b5fdae8d71f4c7e11a3d802c7abe02
period: Hellenistic
dialect: "Attic (com, frg)"
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Fragments on Life and Old Age

*Ἀποσπάσματα περὶ Βίου καὶ Γήρως*

**Author:** Apollodorus of Carystus II

**eul_wid:** `ihu-aa` · [HTML page](https://eulogikon.org/grc/apollodorus-of-carystus-ii/life-old-age) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/apollodorus-of-carystus-ii-life-old-age-ihu-aa.json)

## Text

### book 1

ἀπραγμόνως ζῆν ἡδύ· μακάριος βίος καὶ σεμνός, ἂν ᾖ μεθ’ ἑτέρων ἀπραγμόνων ἐν θηρίοις δὲ καὶ πιθήκοις ὄντα δεῖ εἶναι πίθηκον· ὢ ταλαιπώρου βίου.

### book 2

. . στρατιώτην ἔργον ἄχρι γήρως λαβεῖν ἔστιν διηυτυχηκότ’, ἂν μὴ δειλὸς ᾖ.

### book 3.1

τοῖς γὰρ μεριμνῶσίν

### book 3.2

τε καὶ λυπουμένοις ἅπασα νὺξ ἔοικε

### book 3.3

φαίνεσθαι μακρά.

### book 4.1

ὅτε μειράκιον ἦν, τοὺς ἀώρους ἠλέουν, νυνὶ δ’ ὅταν γέροντος ἐκφορὰν ἴδω, κλάω· πρὸς ἐμὲ γάρ ἐστι

### book 4.2

τοῦτ’, ἐκεῖνο δ’ οὔ.

### book 5

καθίσω

### book 6

οὐ πανταχοῦ Φρύξ εἰμι· τοῦ ζῆν ἢν ὁρῶ κρεῖττον τὸ μὴ ζῆν, χρήσομαι τῷ κρείττονι.

### book 7.1

μὴ καταφρόνει, Φιλῖν’, ἐθῶν γεροντικῶν, οἷς ἔνοχος, εἰς τὸ γῆρας ἂν ἔλθῃς, ἔσει. ἀλλὰ μέγα

### book 7.2

τοῦθ’ οἱ πατέρες ἠλαττώμεθα· ὑμεῖς μὲν ὠνειδίσατ’, ἐάν

### book 7.3

τι μὴ ποιῇ[ln_5]ὁ πατὴρ

### book 7.4

προθύμως, ‘οὐ γέγονας αὐτὸς νέος;‘ τῷ δὲ πατρὶ πρὸς τὸν υἱόν, ἂν ἀγνωμονῇ, οὐκ ἔστιν εἰπεῖν ‘οὐ γέγονας αὐτὸς γέρων;‘

### book 8.1

φυσικόν γε

### book 8.2

τοῦθ’· ἕκαστος ἐν

### book 8.3

ταῖς ἀτυχίαις ἥδιστα

### book 8.4

πρὸς

### book 8.5

τοὺς ὁμοπαθεῖς ὀδύρεται.

### book 9.1

οὐδέποτ’ ἀθυμεῖν τὸν κακῶς

### book 9.2

πράττοντα δεῖ, ἄνδρες, τὰ βελτίω δὲ προσδοκᾶν ἀεί.

### book 10.1

ταχύ γε

### book 10.2

στρατιώτης γέγονας ἀντ’ ἐλευθέρου.

### book 11.1

οὐ δεῖ λέγειν γὰρ μακάριον τὸν

### book 11.2

χρήματα ἔχοντα

### book 11.3

πλεῖστα, τὸν δὲ μὴ λυπούμενον.

### book 12.1

σχιστὸν

### book 12.2

χιτωνίσκον

### book 12.3

τιν’ ἐνδέδυκας;

### book 13.1

δεῖ τὸν ἀκροατὴν καὶ συνετὸν ὄντως κριτὴν

### book 13.2

πρὸ τῶν λεγομένων τὸν βίον διασκοπεῖν, ποῖός

### book 13.3

τις ὁ λέγων καὶ πόθεν, καὶ τὴν ἀκμὴν ἐκ

### book 13.4

παιδὸς αὐτοῦ πρὸς τί καταθέμενος.[ln_5]αὑτοῦ προδότης κακός

### book 13.5

τε τῆς ὥρας φύλαξ· μάλισθ’ ὁ τοιοῦτος ἀνατρέπει πᾶσαν πόλιν. οὐδὲν γὰρ αἰσχρόν ἐστιν αὐτὸν ἀποτυχεῖν. πράττουσι πάντα· τὴν γὰρ αἰσχύνην πάλαι πᾶσαν ἀπολωλέκασι καθ’ ἑτέρας θύρας.

### book 13.1

[ln_10]ὅθεν ἐπιχειρεῖ πάντ’ ἀπηρυθριακότως ἕκαστος αὐτῶν, πρὸς δὲ πάντ’ ἐστὶν θρασύς, ψεύδετ’, ἐπιορκεῖ, μαρτυρεῖ, δικορραφεῖ, κλέπτει, τελωνεῖ, ῥᾳδιουργεῖ· τὸ δὲ πέρας, οὐ πόλιν ὅλην

### book 13.2

φυλὴν δὲ μαλακὸς ἀνατρέπει·[ln_15]ἐπεὶ κατὰ μέρος τὰς πόλεις, ὦ φίλε, θεῶ, ὑπὸ Λαισποδιῶν γάρ εἰσιν ἀνατετραμμέναι, σκόπει· νεῶν δὲ κατάλογον δόξεις μ’ ἐρεῖν.

### book 14.1

εἰς οἰκίαν ὅταν

### book 14.2

τις εἰσίῃ φίλου, ἔστιν θεωρεῖν, Νικοφῶν, τὴν

### book 14.3

τοῦ φίλου εὔνοιαν εὐθὺς εἰσιόντα τὰς θύρας. ὁ θυρωρὸς ἱλαρὸς

### book 14.4

πρῶτόν ἐστιν, ἡ κύων[ln_5]ἔσηνε καὶ προσῆλθ’, ὑπαντήσας δέ τις δίφρον εὐθέως ἔθηκε, κἂν μηδεὶς λέγῃ μηδέν.

### book 15.1

μισῶ τύχην

### book 15.2

συνοῦσαν ἀτυχεῖ σώματι· ὅστις γὰρ εὐπορῶν, παρὸν ζῆν ἡδέως, κακῶς διάγει, τί ἄν

### book 15.3

τις ἄλλ’ ἢ τῇ τύχῃ μέμφοιτο, διότι δυστυχεῖ συνδυστυχεῖ.

### book 16.1

οὐκ οἶδ’ ὅτῳ πέποιθας· ἀργυρίῳ, πάτερ; ὃ καιρὸς ὁ τυχὼν

### book 16.2

τοῖς μὲν οὐ κεκτημένοις ἔδωκε, τῶν κεκτημένων δ’ ἀφείλετο;

### book 17.1

χαλεπὸν τύχη ’στὶ πρᾶγμα, χαλεπόν· ἀλλὰ δεῖ αὐτὴν φέρειν κατὰ τρόπον ὥσπερ

### book 17.2

φορτίον.

### book 18

χρόνον γὰρ εἰς τὰ πράγματ’ ἂν λάβῃς, ἅπαντα λήξει καὶ κατασταλήσεται.

### book 19

μάστιγος οὔσης ὅρκον οἰκέτῃ δίδως;

### book 20

ἐργοδοτῶν

### book 21

μέλασμα

### book 22

ῥάξαι

### book 23

συντύχημα

### book 26.1

ἐγὼ γὰρ (ἔγωγ’ ἂν Mein.) οὐ τὸν

### book 26.2

πλοῦτον ἴδοιμι ὅσος ἐστίν, ἀλλ’ ὅστις αὐτὸν κέκτηται, εἰ ὑπέρτερός ἐστιν ὧν ἔχει.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/apollodorus-of-carystus-ii-life-old-age-ihu-aa.json (sha256:a13cb64a050de7ab50828677042e3b1a46b5fdae8d71f4c7e11a3d802c7abe02). Cite as `eul_wid: ihu-aa`.
