---
title: Fragments on Life and Duty
title_greek: Ἀποσπάσματα περὶ Βίου καὶ Καθήκοντος
author: Apollodorus of Carystus II
eul_wid: ihu-ab
eul_aid: ihu
canonical: "https://eulogikon.org/grc/apollodorus-of-carystus-ii/life-duty"
canonical_json: "https://eulogikon.org/data/works/grc/apollodorus-of-carystus-ii-life-duty-ihu-ab.json"
sha256: "7b3311cdc90c3046c826d4630eeb5f51200ba64013fbbedbd613fa85d83c538e"
period: Hellenistic
dialect: "Attic (com, frg)"
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Fragments on Life and Duty

*Ἀποσπάσματα περὶ Βίου καὶ Καθήκοντος*

**Author:** Apollodorus of Carystus II

**eul_wid:** `ihu-ab` · [HTML page](https://eulogikon.org/grc/apollodorus-of-carystus-ii/life-duty) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/apollodorus-of-carystus-ii-life-duty-ihu-ab.json)

## Text

### book 1

Ἀπραγμόνως ζῆν ἡδύ· μακάριος βίος καὶ σεμνός, ἂν ᾖ μεθ’ ἑτέρων ἀπραγμόνων· ἐν θηρίοις δὲ καὶ πιθήκοις ὄντα δεῖ εἶναι πίθηκον. ὢ ταλαιπώρου βίου.

### book 1

Στρατιώτην ἔργον ἄχρι γήρως λαβεῖν ἔστιν διευτυχηκότ’, ἂν μὴ δειλὸς ᾖ.

### book 1.1

Τοῖς γὰρ μεριμνῶσίν

### book 1.2

τε καὶ λυπουμένοις ἅπασα νὺξ ἔοικε

### book 1.3

φαίνεσθαι μακρά.

### book 1.1

Ὅτε μειράκιον ἦν, τοὺς ἀώρους ἠλέουν, νυνὶ δ’ ὅταν γέροντος ἐκφορὰν ἴδω, κλάω· πρὸς ἐμὲ γάρ ἐστι

### book 1.2

τοῦτ’, ἐκεῖνο δ’ οὔ.

### book 1

Οὐ πανταχοῦ Φρύξ εἰμι· τοῦ ζῆν ἢν ὁρῶ κρεῖττον τὸ μὴ ζῆν, χρήσομαι τῷ κρείττονι.

### book 1.1

Μὴ καταφρόνει, Φιλῖν’, ἐθῶν γεροντικῶν, οἷς ἔνοχος, εἰς τὸ γῆρας ἂν ἔλθῃς, ἔσει. ἀλλὰ μέγα

### book 1.2

τοῦθ’ οἱ πατέρες ἠλαττώμεθα· ὑμεῖς μὲν ὠνειδίσατ’, ἐάν

### book 1.3

τι μὴ ποιῇ[ln_5]ὁ πατὴρ

### book 1.4

προθύμως, οὐ γέγονας αὐτὸς νέος; τῷ δὲ πατρὶ πρὸς τὸν υἱόν, ἂν ἀγνωμονῇ, οὐκ ἔστιν εἰπεῖν, οὐ γέγονας αὐτὸς γέρων;

### book 2.1

Φυσικὸν

### book 2.2

τοῦθ’ ἕκαστον ἐν

### book 2.3

ταῖς ἀτυχίαις ἥδιστα

### book 2.4

τοῦθ’ ὃ τοὺς ὁμοιοπαθεῖς ὀδύρεται.

### book 1.1

Οὐδέποτ’ ἀθυμεῖν τὸν κακῶς

### book 1.2

πράττοντα δεῖ, ἄνδρες, τὰ βελτίω δὲ προσδοκᾶν ἀεί.

### book 2.1

Ταχύ γε

### book 2.2

στρατιώτης γέγονας ἀντ’ ἐλευθέρου.

### book 1.1

Οὐ δεῖ λέγειν γὰρ μακάριον τὸν

### book 1.2

χρήματα ἔχοντα

### book 1.3

πλεῖστα, τὸν δὲ μὴ λυπούμενον.

### book 1.1

Σχιστὸν

### book 1.2

χιτωνίσκον τίν’ ἐνδέδυκας.

### book 1.1

Δεῖ τὸν ἀκροατὴν καὶ συνετὸν ὄντως κριτήν

### book 1.2

πρὸ τοῦ λεγομένου τὸν βίον διασκοπεῖν, ποῖός

### book 1.3

τις ὁ λέγων καὶ πόθεν, καὶ τὴν ἀκμήν ἐκ

### book 1.4

παιδὸς αὐτοῦ πρὸς τί καταθέμενος.[ln_5]αὑτοῦ προδότης κακός

### book 1.5

τε τῆς ὥρας φύλαξ μάλισθ’ ὁ τοιοῦτος ἀνατρέπει πᾶσαν πόλιν. οὐδὲν γὰρ αἰσχρόν ἐστιν αὐτὸν ἀποτυχεῖν. πράττουσι πάντα· τὴν γὰρ αἰσχύνην πάλαι πᾶσαν ἀπολωλέκασι καθ’ ἑτέρας θύρας.

### book 1.1

[ln_10]ὅθεν ἐπιχειρεῖ πάντ’ ἀπηρυθριακότως ἕκαστος αὐτῶν, πρὸς δὲ πάντ’ ἐστὶν θρασύς, ψεύδετ’, ἐπιορκεῖ, μαρτυρεῖ, δικορραφεῖ, κλέπτει, τελωνεῖ, ῥᾳδιουργεῖ· τὸ δὲ πέρας, οὐ πόλιν ὅλην

### book 1.2

φυλὴν δὲ μαλακὸς ἀνατρέπει.[ln_15]ἐπεὶ κατὰ μέρος τὰς πόλεις, ὦ φίλε Θέων, ὑπὸ λαισποδιῶν γάρ εἰσιν ἀνατετραμμέναι, σκόπει· νεῶν δὲ κατάλογον δόξεις μ’ ἐρεῖν.

### book 2.1

Εἰς οἰκίαν ὅταν

### book 2.2

τις εἰσίῃ φίλου, ἔστιν θεωρεῖν, Νικοφῶν, τὴν

### book 2.3

τοῦ φίλου εὔνοιαν εὐθὺς εἰσιόντα τὰς θύρας. ὁ θυρωρὸς ἱλαρὸς

### book 2.4

πρῶτόν ἐστιν, ἡ κύων[ln_5]ἔσηνε καὶ προσῆλθ’, ὑπαντήσας δέ τις δίφρον εὐθέως ἔθηκε, κἂν μηδεὶς λέγῃ μηδέν.

### book 3.1

Μισῶ τύχην

### book 3.2

συνοῦσαν ἀτυχεῖ σώματι· ὅστις γὰρ εὐπορῶν, παρὸν ζῆν ἡδέως, κακῶς διάγει, τί ἄν

### book 3.3

τις ἄλλ’ ἢ τῇ τύχῃ μέμφοιτο, διότι δυστυχεῖ σὺν τῇ τύχῃ.

### book 4.1

Οὐκ οἶδ’ ὅτῳ πέποιθας ἀργυρίῳ, πάτερ, ὃ καιρὸς ὁ τυχὼν

### book 4.2

τοῖς μὲν οὐ κεκτημένοις ἔδωκε, τῶν κεκτημένων δ’ ἀφείλετο.

### book 5.1

Χαλεπὸν τύχη ’στὶ πρᾶγμα, χαλεπόν· ἀλλὰ δεῖ αὐτὴν φέρειν κατὰ τρόπον ὥσπερ

### book 5.2

φορτίον.

### book 6

Μάστιγος οὔσης ὅρκον οἰκέτῃ δίδως;

### book 7

Χρόνον γὰρ εἰς τὰ πράγματ’ ἂν λάβῃς, ἅπαντα λήξει καὶ κατασταλήσεται.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/apollodorus-of-carystus-ii-life-duty-ihu-ab.json (sha256:7b3311cdc90c3046c826d4630eeb5f51200ba64013fbbedbd613fa85d83c538e). Cite as `eul_wid: ihu-ab`.
