---
title: Letter to the Community of Asia
title_greek: Πρὸς τὴν Ἀσίαν Κοινότητα
author: Antoninus Pius Letters
eul_wid: ppk-aa
eul_aid: ppk
canonical: "https://eulogikon.org/grc/antoninus-pius/asia-letter"
canonical_json: "https://eulogikon.org/data/works/grc/antoninus-pius-asia-letter-ppk-aa.json"
sha256: "8f2e6fd7fffc93c13f47bbaf5ceb7ea78ce59074e89ed82f181db5b48378748a"
period: Roman
dialect: Koine
domain: History
format: Epistle
license: CC0-1.0
---

# Letter to the Community of Asia

*Πρὸς τὴν Ἀσίαν Κοινότητα*

**Author:** Antoninus Pius Letters

**eul_wid:** `ppk-aa` · [HTML page](https://eulogikon.org/grc/antoninus-pius/asia-letter) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/antoninus-pius-asia-letter-ppk-aa.json)

## Text

### [25]

Ἀντωνίνου Ἐπιστολὴ πρὸς τὸ Κοινὸν τῆς Ἀσίας. Αὐτοκράτωρ Καῖσαρ Τίτος Αἴλιος Ἀδριανὸς Ἀντωνῖνος Σεβαστὸς Εὐσεβής, Ἀρχιερεὺς Μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ καʹ, ὕπατος τὸ δʹ, Πατὴρ Πατρίδος, τῷ Κοινῷ τῆς Ἀσίας χαίρειν. Ἐγὼ ᾤμην ὅτι καὶ τοὺς θεοὺς ἐπιμελεῖς ἔσεσθαι μὴ λανθάνειν τοὺς τοιούτους. Πολὺ γὰρ μᾶλλον ἐκείνους κολάσοιεν, εἴπερ δύναιντο, τοὺς μὴ βουλομένους αὐτοῖς προσκυνεῖν. Οἷς ταραχὴν ὑμεῖς ἐμβάλλετε, καὶ τὴν γνώμην αὐτῶν, ἥνπερ ἔχουσιν, ὡς ἀθέων κατηγορεῖτε, καὶ ἕτερά τινα ἐμβάλλετε, ἅτινα οὐ δυνάμεθα ἀποδεῖξαι. Εἴη δ’ ἂν ἐκείνοις χρήσιμον τὸ δοκεῖν ἐπὶ τῷ κατηγορουμένῳ τεθνάναι· καὶ νικῶσιν ὑμᾶς προϊέμενοι τὰς ἑαυτῶν ψυχάς, ἤπερ πειθόμενοι οἷς ἀξιοῦτε πράσσειν αὐτούς. Περὶ δὲ τῶν σεισμῶν τῶν γεγονότων καὶ τῶν γινομένων οὐκ εἰκὸς ὑπομνῆσαι ὑμᾶς ἀθυμοῦντας, ὅτανπερ ὦσι, παραβάλλοντας τὰ ὑμέτερα πρὸς τὰ ἐκείνων, ὅτι εὐπαῤῥησιαστότεροι ὑμῶν γίνονται πρὸς τὸν θεόν. Καὶ ὑμεῖς μὲν ἀγνοεῖν δοκεῖτε παρ’ ἐκεῖνον τὸν χρόνον τοὺς θεούς, καὶ τῶν ἱερῶν ἀμελεῖτε, θρησκείαν δὲ τὴν περὶ τὸν θεὸν οὐκ ἐπίστασθε. Ὅθεν καὶ τοὺς θρησκεύοντας ἐζηλώκατε, καὶ διώκετε ἕως θανάτου. Ὑπὲρ τῶν τοιούτων καὶ ἄλλοι τινὲς τῶν περὶ τὰς ἐπαρχίας ἡγεμόνων τῷ θειοτάτῳ μου πατρὶ ἔγραψαν· οἷς καὶ ἀντέγραψε μηδὲν ὀχλεῖν τοῖς τοιούτοις, εἰ μὴ φαίνοιντό τι ἐπὶ τὴν ἡγεμονίαν Ῥωμαίων ἐγχειροῦντες. Καὶ ἐμοὶ δὲ περὶ τῶν τοιούτων πολλοὶ ἐσήμαναν· οἷς δὴ καὶ ἀντέγραψα, τῇ τοῦ πατρός μου κατακολουθῶν γνώμῃ. Εἰ δέ τις ἔχει πρός τινα τῶν τοιούτων πρᾶγμα καταφέρειν ὡς τοιούτου, ἐκεῖνος ὁ καταφερόμενος ἀπολελύσθω τοῦ ἐγκλήματος, κἂν φαίνηται τοιοῦτος ὤν, ἐκεῖνος δὲ ὁ καταφέρων ἔνοχος ἔσται τῇ δίκῃ.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/antoninus-pius-asia-letter-ppk-aa.json (sha256:8f2e6fd7fffc93c13f47bbaf5ceb7ea78ce59074e89ed82f181db5b48378748a). Cite as `eul_wid: ppk-aa`.
