---
title: On Nature and Justice
title_greek: Ἀποσπάσματα
author: Antiphon the Sophist of Athens
eul_wid: brc-ab
eul_aid: brc
canonical: "https://eulogikon.org/grc/antiphon-the-sophist/nature-justice"
canonical_json: "https://eulogikon.org/data/works/grc/antiphon-the-sophist-nature-justice-brc-ab.json"
sha256: "3fa4023a2c81f1afcc9151a6b3f5b8a18edf40dfe391b2ee7f04d88c32863d73"
period: Classical
dialect: Attic
domain: Oratory
format: Verse
license: CC0-1.0
---

# On Nature and Justice

*Ἀποσπάσματα*

**Author:** Antiphon the Sophist of Athens

**eul_wid:** `brc-ab` · [HTML page](https://eulogikon.org/grc/antiphon-the-sophist/nature-justice) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/antiphon-the-sophist-nature-justice-brc-ab.json)

## Text

### book 1.1

Διὰ τοῦτο οὐδενὸς δεῖται, οὐδὲ προσδέχεται οὐδενός

### book 1.2

τι, ἀλλ’ ἄπειρος καὶ ἀδέητος (Suidas, I, p. 94, cf. Harpocr., s. u. ἀδέητος).

### book 2.1

Καὶ ἡ σηπεδὼν

### book 2.2

τοῦ ξύλου ἔμβιος γένοιτο (Harpocr., s. u. ἔμβιος). —...(φησιν Ἀντιφῶν ὅτι) εἴ τις κατορύξειε κλίνην καὶ λάβοι δύναμιν ἡ σηπεδὼν ὥστ’ ἀνεῖναι βλαστόν, οὐκ ἂν γενέσθαι κλίνην, ἀλλὰ ξύλον (Arist., Phys., II,[ln_5]193 a).

### book 3.1

Πᾶσι γὰρ ἀνθρώποις ἡ γνώμη

### book 3.2

τοῦ σώματος ἡγεῖται καὶ εἰς ὑγιείαν καὶ νόσον καὶ εἰς τὰ ἄλλα πάντα (Galenus, XVIII, 2).

### book 4.1

... Δικα[ιο]σύνη πάντα 〈τὰ〉 τῆς πό[λεω]ς νόμιμα ἐν ᾗ ἂν

### book 4.2

πολι[τεύ]ηταί τις μὴ [παρ]αβαίνειν· χρῷτ’ ἂν οὖν ἄνθρωπος μάλιστα ἑαυτῷ ξυμφ[ε]ρόντως δικαιοσύνῃ εἰ μετὰ μὲν μαρτύρων τ[ο]ὺς νόμους μεγά[λο]υς ἄγοι·[ln_5]μονούμενος δὲ μαρτύρων, τὰ τῆς φύσεως· τὰ μὲν γὰρ τῶν νόμων [ἐπίθ]ετα, τὰ δὲ τῆς φύσεως ἀ[ναγ]καῖα· καὶ τὰ [μὲν] τῶν νό[μω]ν ὁμολογη[θέντ]α, οὐ φύν[τ’ ἐστί]ν, τὰ δὲ [τῆς φύσ]εως φύν[τα, οὐχ] ὁμολογητά· τὰ οὖν νόμιμα

### book 4.3

παραβαίνων, ᾖ ἂν λάθῃ τοὺς ὁμολογήσαντας, καὶ αἰσχύνης[ln_10]καὶ ζημίας ἀπήλλακται, μὴ λαθὼν δ’ οὔ· τῶν δὲ τῇ φύσει ξυμφύτων ἐάν

### book 4.4

τι παρὰ τὸ δυνατὸν βιάζηται, ἐάν

### book 4.5

τε πάν‐ τας ἀνθρώπους λάθῃ, οὐδὲν ἔλαττον κακόν, ἐάν

### book 4.6

τε πάντες ἴδωσιν, οὐδὲν μεῖζον· οὐ γὰρ διὰ δόξαν βλάπτεται, ἀλλὰ δι’ ἀληθείαν.

### book 4.1

[ln_15]Ἔστι δὲ πάντων ἕνεκα

### book 4.2

τούτων ἡ σκέψις, ὅτι τὰ πολλὰ τῶν κατὰ νόμον δικαίων

### book 4.3

πολεμίως τῇ φύσ[ει] κεῖται· νενο[μο]θ[έ]τηται γὰρ [ἐ]πί τε

### book 4.4

τοῖς ὀφ[θ]αλμοῖς ἃ δεῖ αὐτοὺς ὁρᾶν καὶ ἃ οὐ [δ]εῖ, καὶ ἐπὶ τοῖς ὠσὶν ἃ δεῖ αὐτὰ ἀκούειν καὶ ἃ οὐ δεῖ, καὶ ἐπὶ τῇ γλώττῃ ἅ τ[ε] δεῖ αὐτὴν[ln_20]λέγειν καὶ ἃ οὐ δεῖ, καὶ ἐπὶ ταῖς

### book 4.5

χερσὶν ἅ τε δεῖ αὐτὰς δρᾶν καὶ ἃ οὐ δεῖ, καὶ ἐπὶ τοῖς

### book 4.6

ποσὶν ἐφ’ ἅ τε δεῖ αὐτοὺς ἰέναι καὶ ἐφ’ ἃ οὐ δεῖ, καὶ ἐπὶ τῷ νῷ ὧν

### book 4.7

τε δεῖ αὐτὸν ἐπιθυμεῖν καὶ ὧν μή. [Ἔστι]ν οὖν οὐδὲν τῇ φύσει

### book 4.8

φιλιώ‐ τ[ερ]α οὐδ’ οἰκειότε[ρα] ἀφ’ ὧν οἱ νόμο[ι ἀ]ποτρέπουσι[ln_25]τ[οὺς] ἀν[θ]ρώπ[ους] ἢ ἐφ’ ἃ προτρέπουσ[ιν]· τ[ὸ γὰρ] ζῆν [ἐ]στι τῆς φύσεως κ[αὶ τ]ὸ ἀποθανεῖν, καὶ τὸ μὲν ζ]ῆν αὐτ[οῖς] ἐστι[ν ἀ]πὸ τῶν ξυμ[φερό]ντων, τὸ δὲ ἀποθανεῖν ἀπὸ τῶν μὴ ξυμφερόντων· τὰ δὲ ξυμφέροντα, τὰ μὲν ὑπὸ τῶν νόμων κε[ί]μενα δεσμ[ὰ] τῆς φύσεως

### book 4.1

[ln_30]ἐ[στί], τὰ δ’ ὑπὸ τῆς φύσεως ἐλεύθερα· οὔκουν τὰ ἀλγύ‐ νοντα ὀρθῷ γε λ[ό]γῳ ὀνίνησιν τὴ[ν] φύσιν μᾶλλον ἢ τὰ εὐφραίνοντα· οὔκουν ἂν οὐδὲ ξυμφέροντ’ εἴη τὰ λυποῦ[ντα] μᾶλλον ἢ τ[ὰ ἥ]δοντ[α]· τὰ γὰρ τῷ ἀληθεῖ ξυμφέρ[ο]ντα οὐ βλάπ[τ]ειν δεῖ, ἀλλ’ ὠφ[ε]λεῖν· τὰ τοίνυν τῇ φύσει[ln_35]ξυμφέροντα .τ... ... [Οἵτινε]ς ἂν

### book 4.2

πα[θόν]τες ἀμύνων[ται κ]αὶ μὴ αὐτοὶ ἄρχωσι

### book 4.3

τοῦ δρᾶν, [καὶ ο]ἵτινες ἂν [τοὺς] γειναμέ[νου]ς, καὶ κακοὺς ὄντας εἰς αὐτοὺς, εὖ ποιῶσιν, καὶ οἳ κατό‐ μνυσθαι διδόντες ἑτέροις, αὐτοὶ μὴ κατομνύμε[νοι], καὶ

### book 4.1

[ln_40]τούτων τῶν εἰρημένων πόλλ’ ἄν

### book 4.2

τις εὕροι

### book 4.3

πολέμια τῇ φύσει· ἔνι γε αὐτοῖς ἀλγύνεσθαί τε μᾶλλον, ἐξὸν ἥττω, καὶ ἐλάττω ἥδεσθαι, ἐξὸν

### book 4.4

πλείω, καὶ κακῶς πάσχειν, ἐξὸν μὴ πάσχειν· εἰ μὲν οὖν

### book 4.5

τις [τ]οῖς

### book 4.6

τοιαῦτα

### book 4.7

προ[ϊ]εμένοις ἐπικού[ρ]ησις ἐγίγνε[το] παρὰ τῶν νό[μ]ων, τοῖς δὲ μὴ[ln_45]προϊεμένοις, ἀλ[λ’ ἐ]ναντιουμέ[ν]οις, ἐλάττωσις, οὐκ ἀν[ωφελὲς ἂν] ἦν τ[οῖς νό]μοις

### book 4.8

πεί[θεσθαι· νῦν] δὲ φαίνε[ται] τοῖς

### book 4.9

προσιεμ[ένοις] τὰ τοιαῦτα τὸ ἐ[κ] νόμου δίκαι[ον] οὐχ ἱκανὸν ἐπικουρεῖν, ὅ γε

### book 4.10

πρῶτον μὲν ἐπι‐ τρέπει τῷ πάσχοντι

### book 4.11

παθεῖν καὶ τῷ δρῶντι δρᾶσαι, καὶ

### book 4.1

οὔτε ἐνθαῦτα διεκώλυε τὸν πάσχοντα μὴ παθεῖν οὐδὲ τὸν δρῶντα δρᾶσαι, εἴς

### book 4.2

τε τὴν

### book 4.3

τιμωρίαν ἀναφερόμενον οὐδὲν ἰδιώτερον ἐπὶ [τ]ῷ [π]επονθότι ἢ τῷ δεδρακό[τι] ..... ταῦτα δὲ κ[α]ταλείπετα[ι] καὶ τῷ δράσαντ[ι ἀ]ρνεῖσθαι (Oxy. pap., XI, no1364, fr. 1).

### book 5.1

...ρων ἐπ[αιδούμε]θά τε κ[αὶ σεβόμεθα], τοὺς δὲ [ἐκ

### book 5.2

φαύ]λου οἴκ[ου ὄντας] οὔτε ἐπ[αιδούμε]θα οὔτε

### book 5.3

σεβόμεθα· ἐν τ[ο]ύτῳ γὰρ

### book 5.4

πρὸς ἀλλή[λους] βεβαρβαρώ[με]θα, ἐπεὶ φύσει πάντα πάντ[ες] ὁμοίως

### book 5.5

πεφύκ[α]μεν καὶ βάρβαροι[ln_5]καὶ Ἕλλην[ες] εἶναι· σκοπεῖν δ[ὲ] παρέχει τὰ τῶν φύσει [ὄντων] ἀναγκαί[ων] πᾶσιν ἀν[θρώ]ποις π..... [para]Οὔτε β[άρβα]ρος ἀφώρισται ἡμῶν οὐδεὶς οὔτε Ἕλλην· ἀναπνέομέν

### book 5.6

τε γὰρ εἰς τὸν ἀέρ[α] ἅπαντες κατὰ τὸ στόμ[α κ]αὶ κατ[ὰ] τὰς ῥῖνας. Κ[αὶ ... (Ib., fr. 2).

### book 6.1

Ὅταν οὖν γένωνται ἐν τῷ ἀέρι ὄμβροι

### book 6.2

τε καὶ πνεύ‐ ματα ὑπεναντία ἀλλήλοις, τότε

### book 6.3

συστρέφεται τὸ ὕδωρ καὶ πυκνοῦται κατὰ πολλὰ· ὅ τι γὰρ ἂν τῶν ξυμπιπτόντων κρατηθῇ, τοῦτ’ ἐπυκνώθη καὶ συνεστράφη ὑπό τε

### book 6.4

τοῦ[ln_5]πνεύματος εἰλούμενον καὶ ὑπὸ τῆς βίας (Galenus, XVII, 1).

### book 7.1

Ἄνθρωπος, ὅς

### book 7.2

φησι μὲν πάντων θηρίων θεαιδέστα‐ τον γενέσθαι (Phot., Lex., p. 81, 19; Suidas, I, p. 1120; Et. Mag., p. 444; Eust. ad Il., III, 36).

### book 8.1

Ἀναθέσθαι δὲ, ὥσπερ

### book 8.2

πεττὸν, τὸν βίον οὐκ ἔστιν (Harpocr., s. u. ἀναθέσθαι).

### book 9.1

Πολλοὶ δ’ ἔχοντες φίλους οὐ γιγνώσκουσιν, ἀλλ’ ἑταίρους

### book 9.2

ποιοῦνται θῶπας

### book 9.3

πλούτου καὶ τύχης κόλακας (Suidas, I, p. 1199).

### book 10

Νόσος δειλοῖσιν ἑορτή· οὐ γὰρ ἐκπορεύονται ἐπὶ πρᾶξιν (Stobaei Flor., VIII, 18).

### book 11.1

Κακὸς δ’ ἀεὶ ἐπ’ ἀποῦσι μὲν καὶ μέλλουσι

### book 11.2

τοῖς κινδύνοις τῇ γλώττῃ θρασύνεται καὶ τῷ θέλειν ἐπείγει, τὸ δ’ ἔργον ἂν

### book 11.3

παρῇ, ὀκνεῖ (Suidas, II, p. 1074).

### book 12.1

Οἱ δὲ ἐργαζόμενοι μὲν καὶ φειδόμενοι καὶ ταλαιπω‐ ροῦντες καὶ προστιθέντες ἥδονται, οἷα δή τις ἂν εἰκάσειεν ἥδεσθαι· ἀφαιροῦντες δὲ καὶ χρώμενοι ἀλγοῦσιν, ὥσπερ ἀπὸ τῶν

### book 12.2

σαρκῶν ἀφαιρούμενοι (Stobaei Flor., X, 40).

### book 13.1

Εἰσί τινες οἳ τὸν

### book 13.2

παρόντα μὲν βίον οὐ ζῶσιν, ἀλλὰ παρασκευάζονται

### book 13.3

πολλῇ σπουδῇ, ὡς ἕτερόν

### book 13.4

τινα βίον βιωσόμενοι, οὐ τὸν

### book 13.5

παρόντα, καὶ ἐν

### book 13.6

τούτῳ παραλειπόμενος ὁ χρόνος οἴχεται (Stobaei Flor., XVI, 19).

### book 14.1

Ἔστι δέ τις λόγος, ὡς ἄρα ἰδὼν ἀνὴρ ἄνδρα ἕτερον ἀργύριον ἀναιρούμενον

### book 14.2

πολὺ ἐδεῖτό οἱ δανεῖσαι ἐπὶ τόκῳ, ὁ δ’ οὐκ ἠθέλησεν, ἀλλ’ ἦν οἷος ἀπιστεῖν

### book 14.3

τε καὶ μὴ ὠφελεῖν μηδένα, φέρων δ’ ἀπέθετο ὅποι δή· καί τις καταμαθὼν[ln_5]τοῦτο

### book 14.4

ποιοῦντα ὑφείλετο, ὑστέρῳ δὲ χρόνῳ ἐλθὼν οὐχ ηὕρισκε τὰ χρήματα ὁ καταθέμενος. Περιαλγῶν οὖν τῇ συμφορᾷ τά τε ἄλλα καὶ ὅτι οὐκ ἔχρησε τῷ δεομένῳ, ὃ ἂν αὐτῷ καὶ σῶον ἦν καὶ ἕτερον

### book 14.5

προσέφερεν, ἀπαντήσας δὴ τῷ ἀνδρὶ τῷ τότε δανειζομένῳ ἀπωλοφύρετο τὴν

### book 14.6

συμφοράν,

### book 14.1

[ln_10]ὅτι ἐξήμαρτε καὶ ὅτι οἱ μεταμέλει οὐ χαρισαμένῳ, ἀλλ’ ἀχαριστήσαντι, ὡς πάντως οἱ ἀπολόμενον τὸ ἀργύριον. Ὁ δ’ αὐτὸν ἐκέλευε μὴ φροντίζειν, ἀλλὰ νομίζειν αὑτῷ εἶναι καὶ μὴ ἀπολωλέναι, καταθέμενον λίθον εἰς τὸ αὐτὸ χωρίον· πάντως γὰρ οὐδ’ ὅτε ἦν

### book 14.2

σοι ἐχρῶ αὐτῷ, ὅθεν μηδὲ[ln_15]νῦν νόμιζε

### book 14.3

στέρεσθαι μηδενός. Ὅτῳ γάρ

### book 14.4

τις μὴ ἐχρήσατο μηδὲ χρήσεται, ὄντος ἢ μὴ ὄντος αὐτῷ οὐδὲν οὔτε

### book 14.5

πλέον οὔτε ἔλασσον βλάπτεται. Ὅταν γὰρ ὁ θεὸς μὴ παντελῶς βούληται ἀγαθὰ διδόναι ἀνδρὶ, χρημάτων 〈μὲν〉 πλοῦτον

### book 14.6

παρασχών, 〈τοῦ δὲ〉 φρονεῖν καλῶς πένητα

### book 14.7

ποιήσας, τὸ[ln_20]ἕτερον ἀφελόμενος ἑκατέρων ἀπεστέρησεν (Stobaei Flor., XVI, 29).

### book 15.1

Ὅστις δὲ ἰὼν ἐπὶ τὸν

### book 15.2

πλησίον κακῶς

### book 15.3

ποιήσων δειμαίνει, μὴ ἃ θέλει

### book 15.4

ποιῆσαι ἁμαρτὼν

### book 15.5

τούτων, ἃ μὴ θέλει ἀπενέγκηται, σωφρονέστερος. Ἐν ᾧ γὰρ δειμαίνει, μέλλει· ἐν ᾧ δὲ μέλλει, πολλάκις ὁ διὰ μέσου

### book 15.6

χρόνος[ln_5]ἀπέστρεψε τὸν νοῦν τῶν θελημάτων· καὶ ἐν μὲν τῷ γεγε‐ νῆσθαι οὐκ ἔνεστιν, ἐν δὲ τῷ μέλλειν ἐνδέχεται τὸ μὴ γενέσθαι. Ὅστις δὲ δράσειν μὲν οἴεται

### book 15.7

τοὺς πέλας κακῶς, πείσεσθαι δὲ οὔ, οὐ σωφρονεῖ. Ἐλπίδες δ’ οὐ πανταχοῦ ἀγαθόν· πολλοὺς γὰρ

### book 15.8

τοιαῦται ἐλπίδες κατέβαλον εἰς[ln_10]ἀνηκέστους

### book 15.9

συμφοράς, ἃ δ’ ἐδόκουν

### book 15.10

τοὺς πέλας

### book 15.11

ποιήσειν, παθόντες

### book 15.12

ταῦτα ἀνεφάνησαν αὐτοί. Σωφροσύνην δὲ ἀνδρὸς οὐκ ἂν ἄλλο ὀρθότερόν

### book 15.13

τις κρίνειεν, ἢ ὅστις

### book 15.14

τοῦ θυμοῦ ταῖς

### book 15.15

παραχρῆμα ἡδοναῖς ἐμφράσσει αὐτὸς ἑαυτὸν 〈καὶ〉 κρατεῖν

### book 15.16

τε καὶ νικᾶν ἠδυνήθη αὐτὸς ἑαυτόν· ὃς δὲ θέλει

### book 15

[ln_15]χαρίσασθαι τῷ θυμῷ παραχρῆμα, θέλει τὰ κακίω ἀντὶ τῶν ἀμεινόνων (Stobaei Flor., XX, 66).

### book 16.1

Ὅστις δὲ τῶν αἰσχρῶν ἢ τῶν κακῶν μήτε ἐπεθύ‐ μησε μήτε ἥψατο, οὔκ ἐστι σώφρων· οὐ γὰρ ἔσθ’ ὅτου κρατήσας αὐτὸς ἑαυτὸν κόσμιον

### book 16.2

παρέχεται (Stobaei Flor., V, 53).

### book 17.1

Φέρε δὴ προελθέτω ὁ βίος εἰς τὸ πρόσθεν καὶ γάμων καὶ γυναικὸς ἐπιθυμησάτω. Αὕτη ἡ ἡμέρα, αὕτη ἡ νὺξ καινοῦ δαίμονος ἄρχει, καινοῦ πότμου· μέγας γὰρ ἀγὼν γάμος ἀνθρώπῳ. Εἰ γὰρ τύχοι μὴ ἐπιτήδεια γενόμενα, τί[ln_5]χρὴ τῇ συμφορᾷ χρῆσθαι; χαλεπαὶ μὲν ἐκπομπαί, τοὺς φίλους ἐχθροὺς

### book 17.2

ποιῆσαι, ἴσα

### book 17.3

φρονοῦντας, ἴσα

### book 17.4

πνέοντας, ἀξιώσαντα καὶ ἀξιωθέντα· χαλεπὸν δὲ κεκτῆσθαι κτῆμα

### book 17.5

τοιοῦτον, δοκοῦντα ἡδονὰς κτᾶσθαι λύπας ἄγεσθαι. Φέρε δή, μὴ τὰ παλίγκοτα λέγωμεν, γενέσθω τὰ πάντων ἐπιτη‐[ln_10]δειότατα. Τί γὰρ ἥδιον ἀνθρώπῳ γυναικὸς καταθυμίας; τί δὲ γλυκύτερον, ἄλλως

### book 17.6

τε καὶ νέῳ; ἐν τῷ αὐτῷ δέ γε

### book 17.7

τούτῳ, ἔνθα τὸ ἡδύ, ἔνεστι

### book 17.8

πλησίον

### book 17.9

που καὶ τὸ λυπηρόν. αἱ γὰρ ἡδοναὶ οὐκ ἐπὶ σφῶν αὐτῶν ἐμπορεύονται, ἀλλ’ ἀκολουθοῦσιν αὐταῖς λῦπαι καὶ πόνοι. Ἐπεὶ καὶ ὀλυμπιονῖ‐

### book 17.1

[ln_15]και καὶ πυθιονῖκαι καὶ οἱ τοιοῦτοι ἀγῶνες καὶ σοφίαι καὶ πᾶσαι ἡδοναὶ ἐκ μεγάλων λυπημάτων ἐθέλουσι

### book 17.2

παρα‐ γίγνεσθαι· τιμαὶ γὰρ καὶ ἆθλα, δελέατα ἃ ὁ θεὸς ἔδωκεν ἀνθρώποις, μεγάλων πόνων καὶ ἱδρώτων εἰς ἀνάγκας καθιστᾶσιν. Ἐγὼ γάρ, εἴ μοι γένοιτο σῶμα ἕτερον

### book 17.3

τοιοῦτον[ln_20]οἷον ἐγὼ ἐμαυτῷ, οὐκ ἂν δυναίμην ζῆν, οὕτως ἐμαυτῷ πολλὰ πράγματα

### book 17.4

παρέχων ὑπέρ

### book 17.5

τε τῆς ὑγιείας

### book 17.6

τοῦ σώματος ὑπέρ

### book 17.7

τε τοῦ καθ’ ἡμέραν βίου ἐς τὴν ξυλλογὴν ὑπέρ

### book 17.8

τε δόξης καὶ σωφροσύνης καὶ εὐκλείας καὶ τοῦ εὖ ἀκούειν. Τί οὖν, εἴ μοι γένοιτο σῶμα ἕτερον

### book 17.9

τοιοῦτον, ὅ γε[ln_25]μοι οὕτως ἐπιμελὲς εἴη; οὐκοῦν δῆλον ὅτι γυνὴ ἀνδρὶ, ἐὰν ᾖ καταθυμία, οὐδὲν ἐλάσσους τὰς

### book 17.10

φιλότητας

### book 17.11

παρέχεται καὶ τὰς ὀδύνας ἢ αὐτὸς αὑτῷ ὑπέρ

### book 17.12

τε τῆς ὑγιείας δισσῶν

### book 17.13

σωμάτων ὑπέρ

### book 17.14

τε τοῦ βίου [καὶ] τῆς

### book 17.15

συλλογῆς ὑπέρ

### book 17.16

τε τῆς

### book 17.17

σωφροσύνης καὶ τῆς εὐκλείας. Φέρε δή, καὶ παῖδες

### book 17.1

[ln_30]γενέσθων· φροντίδων ἤδη πάντα

### book 17.2

πλέα καὶ ἐξοίχεται τὸ νεοτήσιον

### book 17.3

σκίρτημα ἐκ τῆς γνώμης καὶ 〈τὸ〉 πρόσωπον οὐκέτι τὸ αὐτό (Stobaei Flor., LXVIII, 37).

### book 18.1

Εὐκατηγόρητος πᾶς ὁ βίος 〈καὶ ὁ〉 θαυμαστῶς ὡ〈σ〉 μακάριος, καὶ οὐδὲν ἔχων

### book 18.2

περιττὸν οὐδὲ μέγα καὶ σεμνὸν, ἀλλὰ πάντα

### book 18.3

σμικρὰ καὶ ἀσθενῆ καὶ ὀλιγοχρόνια καὶ ἀναμεμιγμένα λύπαις μεγάλαις (Stobaei Flor., XCVIII,[ln_5]56).

### book 19.1

Τὸ ζῆν ἔοικε

### book 19.2

φρουρᾷ ἐφημέρῳ, [τό τε μῆκος

### book 19.3

τοῦ βίου ἡμέρᾳ μιᾷ, ὡς ἔπος εἰπεῖν], ἣν ἀναβλέψαντες

### book 19.4

πρὸς τὸ φῶς

### book 19.5

παρεγγυῶμεν

### book 19.6

τοῖς ἐπιγιγνομένοις ἑτέροις (Stobaei Flor., XCVIII, 63).

### book 20.1

Πρῶτον οἶμαι τῶν ἐν ἀνθρώποις ἐστὶ παίδευσις· ὅταν γάρ

### book 20.2

τις

### book 20.3

πράγματος κἂν ὁτουοῦν τὴν ἀρχὴν ὀρθῶς

### book 20.4

ποιήσηται, εἰκὸς καὶ τὴν

### book 20.5

τελευτὴν ὀρθῶς γίγνεσθαι. Καὶ γὰρ τῇ γῇ οἷον ἄν

### book 20.6

τις τὸ σπέρμα ἐναρόσῃ, τοιαῦτα καὶ τὰ[ln_5]ἔκφορα δεῖ προσδοκᾶν, καὶ ἐν νέῳ σώματι ὅταν

### book 20.7

τις τὴν

### book 20.8

παίδευσιν γενναίαν ἐναρόσῃ, ζῇ τοῦτο καὶ θάλλει διὰ παντὸς

### book 20.9

τοῦ βίου καὶ αὐτὸ οὔτε ὄμβρος οὔτε ἀνομβρία ἀφαιρεῖται (Stobaei Append. Flor., XVI, 36).

### book 21.1

Ἀναρχίας δ’ οὐδὲν κάκιον ἀνθρώποις· τοῦτο γιγνώσ‐ κοντες οἱ πρόσθεν ἄνθρωποι ἀπὸ τῆς ἀρχῆς εἴθιζον

### book 21.2

τοὺς

### book 21.3

παῖδας ἄρχεσθαι καὶ τὸ κελευόμενον

### book 21.4

ποιεῖν, ἵνα μὴ ἐξανδρούμενοι εἰς μεγάλην μεταβολὴν ἰόντες ἐκπλήσσοιντο[ln_5](Stobaei Append. Flor., XVI, 37).

### book 22.1

Αἱ νέαι

### book 22.2

φιλίαι ἀναγκαῖαι μέν, αἱ δὲ παλαιαὶ ἀναγ‐ καιότεραι (Exc. Vind., 44).

### book 23.1

Οἵῳ τις ἂν τὸ πλεῖστον τῆς ἡμέρας

### book 23.2

συνῇ, τοιοῦτον ἀνάγκη γενέσθαι καὶ αὐτὸν

### book 23.3

τοὺς

### book 23.4

τρόπους (Stobaei App. Flor., XVI, 37).

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/antiphon-the-sophist-nature-justice-brc-ab.json (sha256:3fa4023a2c81f1afcc9151a6b3f5b8a18edf40dfe391b2ee7f04d88c32863d73). Cite as `eul_wid: brc-ab`.
