---
title: "Philogelos or Jokes, Under Authors Hierocles and Philagrius"
title_greek: Φιλόγελως
author: Anthology  Anonymous
eul_wid: tpg-aa
eul_aid: tpg
canonical: "https://eulogikon.org/grc/anthology-anon/philogelos-jokes"
canonical_json: "https://eulogikon.org/data/works/grc/anthology-anon-philogelos-jokes-tpg-aa.json"
sha256: a34cc20f264e2e36a73c43646ee38de00a4eafbb81b6514a162d4152f303e73e
period: Late Antique
dialect: Koine
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Philogelos or Jokes, Under Authors Hierocles and Philagrius

*Φιλόγελως*

**Author:** Anthology  Anonymous

**eul_wid:** `tpg-aa` · [HTML page](https://eulogikon.org/grc/anthology-anon/philogelos-jokes) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/anthology-anon-philogelos-jokes-tpg-aa.json)

## Text

### book 1

Σχολαστικὸς ἀργυροκόπῳ ἐπέταξε λύχνον ποιῆσαι. τοῦ δὲ ἐξετάσαντος, πηλίκον ποιήσει, ἀπεκρίνατο· Ὡς πρὸς ὀκτὼ ἀνθρώπους.

### book 2

a: Σχολαστικὸς κολυμβῶν παρὰ μικρὸν ἐπνίγη· ὤμοσε δὲ εἰς ὕδωρ μὴ εἰσελθεῖν, ἐὰν μὴ μάθῃ πρῶτον καλῶς κολυμβᾶν. β: Σχολαστικὸς κολυμβᾶν βουλόμενος παρὰ μικρὸν ἐπνίγη· ὤμοσεν οὖν μὴ ἅψασθαι ὕδατος, ἐὰν μὴ πρῶτον μάθῃ κολυμβᾶν.

### book 3

Σχολαστικῷ τις ἰατρῷ προσελθὼν εἶπεν· Ἰατρέ, ὅταν ἀναστῶ ἐκ τοῦ ὕπνου, ἡμιώριον ἐσκότωμαι καὶ εἶθ’ οὕτως ἀπο‐ καθίσταμαι. καὶ ὁ ἰατρός· Μετὰ τὸ ἡμιώριον ἐγείρου.

### book 4

aβ: Σχολαστικοῦ ἵππον πιπράσκοντος ἠρώτησέ τις, εἰ

### book 4

πρωτοβόλος ἐστίν. τοῦ δὲ εἰπόντος δευτεροβόλον εἶναι, εἶπε· Πῶς οἶδας; ὁ δὲ ἀπεκρίνατο· Ὅτι ἅπαξ ἐμὲ ἔβαλε κάτω καὶ ἅπαξ τὸν πατέρα μου.

### book 5

a: Σχολαστικῷ τις ἀπαντήσας ἔφη· Κύριε σχολαστικέ, καθ’ ὕπνους σε εἶδον. ὁ δέ· Μὰ τοὺς θεούς, εἶπεν, ἀσχολῶν οὐ προσέσχον. β: Σχολαστικὸς φίλον συναντήσας εἶπε· Καθ’ ὕπνους σε

### book 5.5

ἰδὼν προσηγόρευσα. ὁ δέ· Σύγγνωθί μοι, ὅτι οὐ προσέσχον.

### book 6

a: Σχολαστικὸς ἰδὼν τὸν κατὰ συνήθειαν αὐτοῦ ἰατρὸν ἐρχόμενον περιεστέλλετο αὐτῷ ὀφθῆναι. ἐπερωτηθεὶς δὲ παρά τινος αὐτοῦ ἑταίρου, διὰ τί αὐτὸ ποιεῖ, ἀπεκρίθη· Πολὺς χρόνος ἐστὶν ἀφ’ οὗ οὐκ ἐνόσησα, καὶ ἐντρέπομαι αὐτόν.

### book 6.5

β: Σχολαστικὸς ἰατρὸν συναντήσας ὑπὸ τοῖχον ἐκρύβη. τινὸς δὲ πυθομένου τὴν αἰτίαν ἔφη· Καιρὸν ἔχω μὴ ἀσθενήσας καὶ αἰσχύνομαι εἰς ὄψιν ἐλθεῖν τοῦ ἰατροῦ.

### book 7

Σχολαστικῷ τὴν σταφυλὴν τμηθέντι παρήγγειλεν ὁ ἰατρὸς μὴ λαλεῖν. ὁ δὲ τῷ δούλῳ αὐτοῦ ἐπέταξεν ἀντασπάζεσθαι ἀντ’ αὐτοῦ τοὺς προσαγορεύοντας. εἶτα αὐτὸς πρὸς ἕκαστον ἔλεγε· Μὴ πρὸς ὕβριν αὐτὸ δέξῃ, εἰ ὁ δοῦλός μου ἀντ’ ἐμοῦ ἀσπά‐

### book 7.5

ζεταί σε· ἐκέλευσε γάρ με ὁ ἰατρὸς μὴ λαλεῖν.

### book 8

aβ: Σχολαστικὸς θέλων πιάσαι μῦν συνεχῶς τὰ βιβλία

### book 8

αὐτοῦ τρώγοντα κρέας δακὼν ἐν τῇ σκοτίᾳ ἐκάθισεν.

### book 9

a: Σχολαστικὸς θέλων αὐτοῦ τὸν ὄνον διδάξαι μὴ τρώγειν οὐ παρέβαλεν αὐτῷ τροφάς. ἀποθανόντος δὲ τοῦ ὄνου ἀπὸ λιμοῦ ἔλεγε· Μεγάλα ἐζημιώθην· ὅτε γὰρ ἔμαθε μὴ τρώγειν, τότε ἀπέθανεν.

### book 9.5

β: Σχολαστικὸς θέλων τὸν ἵππον αὐτοῦ διδάξαι μὴ τρώ‐ γειν πολλὰ οὐ παρέβαλλεν αὐτῷ τροφάς. ἀποθανόντος δὲ τοῦ ἵππου τῷ λιμῷ ἔλεγε· Μεγάλως ἐζημιώθην· ὅτε γὰρ καλῶς ἔμαθε μὴ τρώγειν, τότε ἀπέθανεν.

### book 10

Σχολαστικὸς ἵππον πιπράσκων ἠρωτήθη, μὴ δειλὸς εἴη. ὁ δὲ εἶπεν· Οὐ μὰ τὴν τοῦ πατρός μου σωτηρίαν· ἐν τῷ σταύλῳ γὰρ μόνος ἔστηκεν.

### book 11

aβ: Σχολαστικὸς θέλων ἰδεῖν, εἰ πρέποι αὐτῷ κοιμᾶσθαι, καμ〈μ〉ύσας ἐνωπτρίζετο.

### book 12

Σχολαστικῷ ἀποδημοῦντι φίλος αὐτοῦ ἔλεγεν· Ἀξιῶ σε δύο παῖδας ἀγοράσαι μοι, ἑκ〈άτερον〉 πεντεκαίδεκα ἐτῶν. ὁ δὲ εἶπεν· Ἐὰν τοιούτους μὴ εὕρω, ἀγοράσω σοι ἕνα τριάκοντα ἐτῶν.

### book 13

Σχολαστικοὶ δύο πατραλοῖαι ἐδυσφόρουν πρὸς ἀλλήλους ἐπὶ τῷ τοὺς πατέρας αὐτῶν ζῆν. τοῦ δὲ ἑνὸς εἰπόντος· Θέλεις οὖν ἀποπνίξει ἕκαστος ἡμῶν τὸν ἴδιον; Μὴ γένοιτο, εἶπεν ὁ ἄλλος, ἵνα μὴ πατραλοῖαι ἀκούσωμεν. ἀλλ’ εἰ βούλει, σὺ τὸν

### book 13.5

ἐμὸν σφάξον, κἀγὼ τὸν σόν.

### book 14

aβ: Σχολαστικὸς οἰκίαν πριάμενος, εἶτα διὰ τῆς θυρίδος.

### book 14

παρακύψας ἠρώτα τοὺς παρερχομένους, εἰ πρέπει αὐτῷ.

### book 15

a: Σχολαστικὸς καθ’ ὕπνους ἧλον πεπατηκέναι δόξας τὸν πόδα περιέδησεν. ἑταῖρος δὲ αὐτοῦ πυθόμενος τὴν αἰτίαν καὶ γνούς· Δικαίως, ἔφη, μωροὶ καλούμεθα. διὰ τί γὰρ ἀνυπόδη‐ τος κοιμᾶσαι;

### book 15.5

β: Σχολαστικὸς κατ’ ὄναρ ἰδὼν ἧλον πεπατηκέναι καὶ δόξας ἀλγεῖν, τὸν πόδα περιεδήσατο. ἕτερος δὲ μαθὼν τὴν αἰτίαν ἔφη· Διὰ τί γὰρ ἀνυπόδητος κοιμᾶσαι;

### book 16

Σχολαστικὸς βιβλίον αὐτοῦ ἐπιζητῶν ἐπὶ πολλὰς ἡμέρας καὶ μὴ εὑρίσκων, ὡς κατὰ τύχην μαρούλια ἤσθιεν, ἐπι‐ στραφεὶς ἐπί τινος γωνίας εἶδε κείμενον τὸ βιβλίον. ὕστερον δὲ φίλῳ ἀπαντήσας ὀδυρομένῳ, ὡς τὴν στολὴν τῶν ἱματίων αὐτοῦ

### book 16.5

ἀπολέσαντι· Μὴ δυσφόρει, ἔφη, ἀλλὰ μαρούλια ἀγοράσας καὶ ἐσθίων αὐτὰ πρὸς τὴν γωνίαν ἐπιστραφεὶς πρόσσχες, καὶ εὑρή‐ σεις αὐτά.

### book 17

a: Σχολαστικῷ ἑταῖρος ἀποδημῶν ἔγραψεν, ἵνα αὐτῷ βιβλία ἀγοράσῃ. ὁ δὲ ἀμελήσας, ἐπανελθόντι αὐτῷ ἀπαντήσας· Τὴν ἐπιστολήν, εἶπεν, ἣν περὶ τῶν βιβλίων ἀπέστειλας, οὐκ ἐδεξάμην.

### book 17.5

β: Σχολαστικῷ φίλος ἔγραψεν εἰς Ἑλλάδα ὄντι, βιβλία αὐτῷ ἀγοράσαι. τοῦ δὲ ἀμελήσαντος, ὡς μετὰ χρόνον τῷ φίλῳ συνωψίσθη, εἶπεν· Τὴν ἐπιστολήν, ἣν περὶ τῶν βιβλίων ἀπέστει‐ λάς μοι, οὐκ ἐκομισάμην.

### book 18

Σχολαστικῷ τις ἀπαντήσας εἶπεν· Ὁ δοῦλος, ὃν ἐπώ‐ λησάς μοι, ἀπέθανε. —Μὰ τοὺς θεούς, ἔφη, παρ’ ἐμοὶ ὅτε ἦν,

### book 18

τοιοῦτον οὐδὲν ἐποίησεν.

### book 19

a: Σχολαστικὸς ἰδὼν πολλοὺς στρουθοὺς ἐπὶ δένδρου ἑστῶτας, ἁπλώσας τὸν κόλπον ἔσειε [καὶ] τὸ δένδρον ὡς ὑποδεξό‐ μενος τοὺς στρουθούς. β: Σχολαστικὸς ἰδὼν στρουθοὺς ἐπὶ δένδρου, λάθρα

### book 19.5

ὑπεισελθών, ὑφαπλώσας τὸν κόλπον ἔσειε τὸ δένδρον ὡς ὑπο‐ δεξόμενος τὰ στρουθία.

### book 20

Σχολαστικοὶ δύο ἀπὸ δείπνου ἀλλήλους ἀποκαθιστῶν‐ τες κατὰ τιμὴν οὐκ ἐκοιμήθησαν.

### book 21

Σχολαστικὸς καθευδῆσαι βουλόμενος, μὴ ἔχων προσ‐ κεφάλαιον ἐκέλευσε τῷ δούλῳ κεράμιον ὑποθεῖναι. τοῦ δὲ εἰπόν‐ τος, ὅτι σκληρόν ἐστι, πτερῶν αὐτὸ γεμισθῆναι ἐκέλευσεν.

### book 22

a: Σχολαστικὸς ἀπαντήσας τινὶ φίλῳ αὐτοῦ εἶπεν· Ἤκουσα, ὅτι ἀπέθανες. ὁ δὲ ἀπεκρίνατο· Ἀλλ’ ὁρᾷς με ζῶντα. καὶ ὁ σχολαστικός· Καὶ μὴν ὁ εἰπών μοι κατὰ πολὺ σοῦ ἀξιο‐ πιστότερος ἦν.

### book 22.5

g: Σχολαστικὸς ὑπαντήσας γνωρίμῳ εἶπεν· 〈...〉 Καὶ μὴν ὁ εἰπών †με κατὰ πολὺ σοῦ ἀξιοπιστότερός ἐστιν. β: Σχολαστικὸς σχολαστικῷ συναντήσας εἶπεν· Ἔμα‐ θον, ὅτι ἀπέθανες. κἀκεῖνος· Ἀλλ’ ὁρᾷς με ἔτι, ἔφη, ζῶντα. καὶ ὁ σχολαστικός· Καὶ μὴν ὁ εἰπών μοι πολλῷ σοῦ ἀξιοπιστότερος

### book 22.10

ὑπάρχει.

### book 23

Σχολαστικὸς κατὰ πρώτην ἄνοιξιν τοῦ βαλανείου εἰσελθὼν καὶ μηδένα εὑρὼν ἔσω λέγει πρὸς τὸν δοῦλον αὐτοῦ·

### book 23

Ἐξ ὧν βλέπω, [μὴ] οὐ λούει τὸ βαλανεῖον.

### book 24

ag: Σχολαστικὸς μαχόμενος τῷ πατρὶ λέγει πρὸς αὐτόν· Κακὲ δοῦλε, οὐχ ὁρᾷς, οἶά με ἐζημίωσας; εἰ γὰρ σὺ μὴ ἐγεννή‐ θης, ἐγὼ ἂν τὸν πάππον μου ἐκληρονόμησα.

### book 25

Σχολαστικὸς ἐν τῷ πλέειν χειμῶνος ὄντος σφοδροῦ καὶ τῶν οἰκετῶν κλαιόντων· Μὴ κλαίετε, ἔφη· πάντας γὰρ ὑμᾶς ἐν διαθήκαις ἐλευθέρους ἀφῆκα.

### book 26

Σχολαστικὸς ἐρευνῶν, ποῦ ὀφείλει κτίσαι ἑαυτῷ οἴκημα [ἤγουν μνῆμα], εἰπόντων δὲ τινῶν, ὅτι καλὸν εἴη ὧδέ που, ἔφη· Ἀλλὰ νοσώδης ὁ τόπος.

### book 27

Σχολαστικὸς νοσῶν συνετάξατο τῷ ἰατρῷ, εἰ θεραπευ‐ θείη, μισθὸν δώσειν. ὡς οὖν οἶνον ἐν τῷ πυρέττειν πίνοντι αὐτῷ ἐπετίμα ἡ γυνή· Σὺ δὲ βούλει με ὑγιάναντα, ἔφη, ἀναγκασθῆναι τῷ ἰατρῷ τὸν μισθὸν ἐκτῖσαι;

### book 28

Σχολαστικοῦ τὸν ἀντίχειρον κύων ἔδακεν. ὁ δὲ εἶπεν· Εἰ τὸ ἱμάτιον ἐπίασεν, ἐσχισμένον ἂν εἴη.

### book 29

agβ: Διδύμων ἀδελφῶν ὁ ἕτερος ἐτελεύτησεν. σχολα‐ στικὸς οὖν ἀπαντήσας τῷ ζῶντι ἠρώτα· Σὺ ἀπέθανες ἢ ὁ ἀδελ‐ φός σου;

### book 30

a: Σχολαστικὸς ναυαγεῖν μέλλων ᾔτει πινακίδας, ἵνα

### book 30

διαθήκας γράψῃ. β: Σχολαστικὸς ναυαγεῖν μέλλων πινακίδας ᾔτει, ἵνα διαθήκας γράψῃ. τοὺς δὲ οἰκέτας ὁρῶν ἀλγοῦντας διὰ τὸν κίν‐

### book 30.5

δυνον ἔφη· Μὴ λυπεῖσθε· ἐλευθερῶ γὰρ ὑμᾶς.

### book 31

a: Σχολαστικὸς διαπερᾶσαι 〈ποταμὸν〉 βουλόμενος ἀνέβη εἰς τὸ πλοῖον μετὰ τοῦ ἵππου ἐποχούμενος. πυθομένου δέ τινος, διὰ τί οὐ κάτεισι· Σπουδάζω, ἔφη. β: Σχολαστικὸς ποταμὸν βουλόμενος περᾶσαι ἀνῆλθεν

### book 31.5

εἰς τὸ πλοῖον ἔφιππος. πυθομένου δέ τινος· Διὰ τί οὐ κατέβης; ἔφη σπουδάζειν.

### book 32

Σχολαστικὸς ἐπὶ δεῖπνον κληθεὶς οὐκ ἤσθιεν. ἐρωτήσαν‐ τος δέ τινος τῶν κεκλημένων· Διὰ τί οὐκ ἐσθίεις; ἔφη· Ἵνα μὴ τοῦ φαγεῖν ἕνεκα δόξω παρεῖναι.

### book 33

Σχολαστικοῦ υἱὸς ἐσφαίριζε. πεσούσης οὖν εἰς φρέαρ τῆς σφαίρας, παρακύψας καὶ ἰδὼν τὴν ἑαυτοῦ σκιὰν ᾔτει τὴν σφαῖραν. εἶτα πρὸς τὸν πατέρα κατηγόρει ὡς μὴ ἀπολαβὼν αὐτήν. ὁ δὲ προκύψας εἰς τὸ φρέαρ καὶ ἰδὼν τὴν ἑαυτοῦ σκιὰν

### book 33.5

[ᾔτει τὴν σφαῖραν]· Οἰκοδέσποτα, φησίν, ἀπόδος τῷ παιδὶ τὴν σφαῖραν.

### book 34

a: Σχολαστικὸς νοσοῦντα ἑταῖρον ἐπισκεπτόμενος ἠρώτα περὶ τῆς νόσου. τοῦ δὲ μὴ ἀποκρινομένου ὀργισθείς· Ἐλπίζω, εἶπε, κἀγὼ νοσῆσαι, καὶ οὐκ ἀποκρινοῦμαί σοι. g: Σχολαστικὸς νοσοῦντα ἕτερον ἐπισκεπτόμενος ἠρώτα

### book 34.5

περὶ τῆς ὑγίας. τοῦ δὲ ἐκ τοῦ πυρετοῦ καταχθονηθέντος καὶ λαλεῖν μὴ δυναμένου ὀργισθεὶς ἐξιὼν ἔλεγεν· Ἐλπίζω κἀγὼ

### book 34

νοσῆσαι καὶ ἐλθόντος σου μὴ ἀποκρίνασθαι. β: Σχολαστικὸς νοσοῦντα ἐπισκεπτόμενος ἠρώτα περὶ τῆς ὑγείας. ὁ δὲ οὐκ ἠδύνατο ἀποκριθῆναι. ὀργισθεὶς οὖν †ἐξήλεγ‐

### book 34.10

χεν· Ἐλπίζω κἀγὼ νοσῆσαι καὶ ἐλθόντι σοι μὴ ἀποκριθῆναι.

### book 35

Σχολαστικὸς κλεψιμαῖα ἀμφῶτα πριάμενος, ἵνα μὴ γνωσθῶσιν, ἐπίσσωσεν αὐτά.

### book 36

Σχολαστικὸς τῶν ἀπαντώντων τὰ ἱμάτια ἐτιμᾶτο. τού‐ του δὲ τοῦ πατρὸς παρά τινων τοῦτο ἀκούσαντος καὶ ἐπιτιμῶν‐ τος αὐτῷ· Πάτερ, εἶπεν, ὑπὸ διαβολῆς πέπεισαι τοῦτο, καὶ ἴσως οὐδ’ ὑπὸ ἀνθρώπου. τοῦ δὲ εἰπόντος· Ὁ δεῖνά μοι εἴρηκε—Καὶ

### book 36.5

σύ, ἔφησεν, ἐκείνῳ προσέχεις, ὃς οὐδὲ πεντήκοντα δραχμῶν ἱμάτιον ἔχει;

### book 37

aβ: Σχολαστικὸς ἵππον ἐπίπρασκεν. ἐλθόντος δέ τινος καὶ καταμανθάνοντος αὐτοῦ τὸν βόλον εἶπεν πρὸς αὐτόν· Τί τοὺς ὀδόντας αὐτοῦ καταμανθάνεις; εἴθε ὡς τρώγει, οὕτως καὶ περιεπάτει.

### book 38

Σχολαστικὸς πρεσβύτου πατρὸς σφόδρα νοσοῦντος τοὺς ἑταίρους ἠξίωσε στεφάνους φέρειν ἐπ’ ἐκφορᾷ. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ βέλτιον αὐτοῦ σχόντος, ὡς ἠγανάκτουν οἱ ἑταῖροι· Κἀγώ, ἔφη, αἰσχύνομαι ζημιουμένων ὑμῶν. αὔριον οὖν φέρετε τοὺς

### book 38.5

στεφάνους· τοῦτον γὰρ ὡς ἂν ἔχῃ ἐξοίσω.

### book 39

a: Σχολαστικοὶ δύο ὁμοῦ ἐβάδιζον. ἰδὼν οὖν ὁ ἕτερος αὐτῶν μέλαιναν ὄρνιν· Ἀδελφέ, φησίν, ἴσως ταύτης ὁ ἀλεκτρυὼν

### book 39

ἀπέθανεν. β: Σχολαστικοὶ δύο ἐβάδιζον. ἰδὼν δὲ αὐτῶν ὁ εἷς μέ‐

### book 39.5

λαινα ὄρνιν εἶπεν· Ἀδελφέ, ἴσως ταύτης ὁ ἀλέκτωρ ἀπέθανε, καὶ διὰ τοῦτο μέλαινα ἐνεδύσατο.

### book 40

a: Σχολαστικὸς μικρὸν υἱὸν ἀπολέσας, θεασάμενος πολ‐ λοὺς ἐπὶ τὸ κῆδος ἀπαντήσαντας διὰ τὴν ἐξουσίαν αὐτοῦ ἔλε‐ γεν· Αἰδοῦμαι μικρὸν παιδίον εἰς τοσοῦτον ὄχλον ἐκφέρων. β: Σχολαστικοῦ παιδίον ἀπέθανεν. ἰδὼν οὖν πλῆθος

### book 40.5

λαοῦ συνελθὸν ἔλεγεν· Αἰσχύνομαι εἰς τοσοῦτον ὄχλον μικρὸν παιδίον προφέρειν.

### book 41

aβ: Σχολαστικὸς οἰκίαν πωλῶν λίθον ἀπ’ αὐτῆς εἰς δεῖγμα περιέφερεν.

### book 42

Σχολαστικῶν δύο ὁδευόντων ὁ ἕτερος τῆς γαστρὸς ἀναγκαζούσης μικρὸν ἀπελείφθη. εὑρὼν δὲ ἐν τῷ μιλίῳ ἐπι‐ γεγραμμένον παρὰ τοῦ ἑτέρου· Κατάλαβέ με 〈....〉

### book 43

Σχολαστικὸς ἀκούσας παρά τινων ὅτι Ὁ πώγων σου ἤδη ἔρχεται—ἀπελθὼν εἰς τὴν πύλην ἐξεδέχετο αὐτόν. ἕτερος δὲ τὴν πρόφασιν ἐρωτήσας καὶ γνούς· Εἰκότως, εἶπε, μωροὶ νομιζόμεθα· πόθεν γὰρ οἶδας, εἰ διὰ τῆς ἑτέρας πύλης ἔρχεται;

### book 44

a: Σχολαστικὸς μετὰ τοῦ πατρὸς καθεύδων, ἀνιστά‐ μενος ἐπὶ τῆς κλίνης νυκτὸς ἔτρωγε σταφυλὰς ὑπεράνω κρεμα‐ μένας. τοῦ δὲ πατρὸς αὐτοῦ ὑπὸ χύτραν λύχνον κρύψαντος, εἶτα, ὅτε ἀνέστη, τὸ φῶς ἄφνω δείξαντος, ὁ δὲ ὀρθὸς ἑστὼς

### book 44.5

ἔρεγχε καθεύδειν προσποιούμενος. β: Σχολαστικὸς μετὰ τοῦ πατρὸς κοιμώμενος, τῇ νυκτὶ ἀπὸ τῆς κλίνης ἀνιστάμενος τὰς σταφυλὰς ἔτρωγεν ἐπάνω κρεμαμένας. τοῦ δὲ πατρὸς σκανδαλισθέντος καὶ ὑπὸ χύτραν λαμπάδα κρύψαντος, ἐν τῷ ἐκεῖνον τῇ νυκτὶ ἀναστῆναι πρὸς

### book 44.10

τὸ ἔθος ὁ πατὴρ ἄφνω τὸ φῶς ἔδειξε. κἀκεῖνος ἑστὼς καμμύων †ἔτρεχε κοιμᾶσθαι προσποιούμενος.

### book 45

aβ: Σχολαστικὸς νυκτὸς ἐπανέστη τῇ μάμμῃ αὐτοῦ. πληγὰς δὲ διὰ τοῦτο ὑπὸ τοῦ πατρὸς λαβών· Σύ, εἶπεν, τοσοῦτος χρόνος ἐστὶν ἐξ οὗ τὴν μητέρα μου ὀχεύεις, μηδὲν ὑπ’ ἐμοῦ παθών, καὶ νῦν ὀργίζῃ ἐπὶ τῇ μητρί σου ἅπαξ με εὑρών;

### book 46

a: Σχολαστικῷ πραγματευτὴς ἀπήγγειλεν, ὅτι τὸ χωρίον αὐτοῦ ὁ ποταμὸς ἔλαβεν. ὁ δὲ ἀνακραγὼν ἀπεκρίνατο λέγων· Βιάζεται ἡμᾶς. β: Σχολαστικῷ πραγματευτὴς εἶπεν, ὅτι Ποταμὸς ἔλαβε

### book 46.5

τὸν ἀγρόν σου. κἀκεῖνος ἔφη· Καὶ τί λέγω;

### book 47

Σχολαστικὸς διὰ χρόνου εἰς τὸν ἀγρὸν παραγενόμενος ἐθεάσατο τὰ θρέμματα ἐξιόντα ἐπὶ βόσκησιν. καὶ ὡς εἴωθε βληχώ‐ μενα ἰδὼν ἠρώτα τὴν αἰτίαν. τοῦ δὲ οἰκονόμου προσπαίξαντος καὶ εἰπόντος· Ἀσπάζονταί σε—Τὴν ἐμήν σοι σωτηρίαν, φησίν, ἐμοῦ

### book 47.5

ἕνεκα ἀργίαν αὐτοῖς δὸς καὶ τρεῖς ἡμέρας μὴ ἐξαγάγῃς αὐτὰ εἰς

### book 47

νομήν.

### book 48

Σχολαστικὸς καινὰ ὑποδήματα ὑπεδήσατο. τριζόντων οὖν αὐτῶν ἐπισχών· Μὴ τρίζετε, εἶπεν, ἐπεὶ τὰ σκέλη ὑμῶν κλάσετε.

### book 49

a: Σχολαστικὸς τὴν σελήνην ἰδὼν ἐπυνθάνετο τοῦ πατρός, εἰ καὶ ἐν ταῖς ἄλλαις πόλεσιν τοιαῦται σελῆναί εἰσιν. β: Σχολαστικὸς ἐν τῇ πόλει ὢν καὶ τὴν σελήνην ἰδὼν ἐπυνθάνετο τοῦ πατρός, εἰ καὶ αἱ λοιπαὶ πόλεις ἔχουσι τοιαύτην

### book 49.5

σελήνην.

### book 50

Σχολαστικὸς δανειστὴς ναυκλήρῳ χρεώστῃ ἐνετέλλετο σορὸν αὐτῷ κομίσαι καὶ δύο παιδικὰς τοῖς ὀκταέτεσι παιδίοις αὐτοῦ, δικαίου μέτρου ὡς εἰς αὔξησιν.

### book 51

a: Σχολαστικὸς ἰδὼν ἐν τῷ ἀγρῷ αὐτοῦ φρέαρ ἠρώτα, εἰ καλὸν ἦν τὸ ὕδωρ. τῶν δὲ γεωργῶν εἰπόντων, ὅτι Καλόν· καὶ γὰρ οἱ γονεῖς σου ἐντεῦθεν ἔπινον—Καὶ πηλίκους, φησίν, εἶχον τραχήλους, ἵνα ἀπὸ τοσούτου βάθους πίνειν ἐδύναντο;

### book 51.5

β: Σχολαστικὸς ἐν τῷ ἰδίῳ ἀγρῷ ἐξιὼν ἠρώτα πιεῖν ὕδωρ εἰ καλὸν ἐν τῷ αὐτόθι φρέατι. τῶν δὲ φησάντων, ὅτι Καλόν· καὶ γὰρ καὶ οἱ γονεῖς σου ἐξ αὐτοῦ ἔπινον—Καὶ πηλίκους, ἔφη, εἶχον τραχήλους, ὅτι εἰς τοσοῦτον βάθος πίνειν ἐδύναντο;

### book 52

a: Σχολαστικὸς εἰς λάκκον πεσὼν συνεχῶς ἐβόα ἀνακα‐ λῶν ἑαυτῷ βοηθούς. ὡς δ’ οὐδεὶς ὑπήκουε, λέγει πρὸς ἑαυτόν· Μωρός εἰμι, ἐὰν μὴ ἀνελθὼν πάντας μαστιγώσω, ἵνα †αὐτῶ γοῦν μοι ὑπακούσωσι καὶ κλίμακα κομίσωσιν.

### book 52.5

β: Σχολαστικὸς εἰς λάκκον ἐμπεσὼν συνεχῶς ἔκραζε βοήθειαν ζητῶν. ὡς δὲ οὐδεὶς ὑπήκουεν, ἔφη· Μωρός εἰμι, ἐὰν μὴ ἀνελθὼν πάντας τύψω, ἵνα κἂν οὕτως δραμόντες κλίμακά μοι

### book 52

κομίσωσιν.

### book 53

Σχολαστικὸς συνδειπνῶν τῷ πατρὶ παρακειμένης θριδα‐ κίνης μεγάλης καὶ ἐχούσης πολλοὺς θύρσους καλούς· Σύ, πάτερ, ἔφη, φάγε τὰ τέκνα, καὶ ἡμεῖς τὴν μητέρα.

### book 54

Σχολαστικὸς γράφων πρὸς τὸν πατέρα ἀπὸ τῶν Ἀθηνῶν καὶ ἐναβρυνόμενος, ὅτι πεπαίδευται, προσέθηκεν· Εὔχομαι δέ σε εὑρεῖν κεφαλικὴν ἔχοντα δίκην, ἵνα σοι δείξω τὸν ῥήτορα.

### book 55

aβ: Σχολαστικὸς εὐτράπελος ἀπορῶν δαπανημάτων τὰ βιβλία αὐτοῦ ἐπίπρασκε· καὶ γράφων πρὸς τὸν πατέρα ἔλεγε· Σύγχαιρε ἡμῖν, πάτερ, ἤδη γὰρ ἡμᾶς τὰ βιβλία τρέφει.

### book 56

a: Σχολαστικὸς καὶ φαλακρὸς καὶ κουρεὺς συνοδεύοντες καὶ ἔν τινι ἐρημίᾳ μείναντες συνέθεντο πρὸς τέσσαρας ὥρας ἀγρυπνῆσαι καὶ τὰ σκεύη ἕκαστος τηρῆσαι. ὡς δὲ ἔλαχε τῷ κουρεῖ πρώτῳ φυλάξαι, μετεωρισθῆναι θέλων τὸν σχολαστικὸν

### book 56.5

καθεύδοντα ἔξυρεν καὶ τῶν ὡρῶν πληρωθεισῶν διύπνισεν. ὁ δὲ σχολαστικὸς ψήχων ὡς ἀπὸ ὕπνου τὴν κεφαλὴν καὶ εὑρὼν ἑαυτὸν ψιλόν· Μέγα κάθαρμα, φησίν, ὁ κουρεύς· πλανηθεὶς γὰρ ἀντ’ ἐμοῦ τὸν φαλακρὸν ἐξύπνισεν. β: Σχολαστικὸς καὶ φαλακρὸς καὶ κουρεὺς συνοδεύοντες

### book 56.10

συνέθεντο πρὸς τέσσαρας ὥρας βιγλεῦσαι. ἔλαχεν οὖν πρῶτον τῷ κουρεῖ. ὁ δὲ μετεωριζόμενος τὸν σχολαστικὸν κοιμώμενον ἐξύρισεν καὶ τῶν ὡρῶν πληρωθεισῶν διύπνισεν. ὁ δὲ κνηθόμενος ἀπὸ ὕπνου τὴν κεφαλὴν καὶ εὑρὼν αὐτὴν ψιλὴν ἔφη· Μέγα κά‐ θαρμα ὁ κουρεύς· πλανηθεὶς γὰρ ἀντὶ ἐμοῦ τὸν φαλακρὸν διύπνισεν.

### book 57

Σχολαστικῷ ἐκ δούλης τεκνώσαντι ὁ πατὴρ συνεβούλευε τὸ παιδίον ἀποκτεῖναι. ὁ δέ· Πρῶτον, ἔφη, σὺ τὰ τέκνα σου

### book 57

κατόρυξον, καὶ οὕτως ἐμοὶ συμβούλευε τὸν ἐμὸν ἀνελεῖν.

### book 58

Σχολαστικοῦ εἰς βαλανεῖον εἰσελθόντος παραχύτης θερμὸν τοῖς ποσὶ προσέχεεν. ὁ δέ· Κάθαρμα, εἶπε, ψυχρῷ ἀνθρώπῳ θερμὸν προσχεῖς;

### book 59

Σχολαστικὸς ἀκούσας τινός, ὅτι καλὴν ὄρνιν ἕωλον σιτευτὴν ἐδείπνησε, προσελθὼν τῷ σιτευταρίῳ ἔλεγεν· Ἕωλον μοι ὄρνιν θῦσον.

### book 60

Σχολαστικὸς ἀπὸ πολλῶν μιλίων χωρίον ἔχων, ἵν’ αὐτὸ ἐγγύτερον ποιήσῃ, ἑπτὰ μίλια κατέβαλεν.

### book 61

Σχολαστικὸς χαμαιδιδάσκαλος ἄφνω ἀποβλέψας εἰς τὴν γωνίαν ἐβόησε· Διονύσιος ἐν τῇ γωνίᾳ ἀτακτεῖ. εἰπόντος δέ τινος, ὅτι οὔπω πάρεστιν, ὁ δὲ ἔφη· Ὅταν ἔλθῃ.

### book 62

Σχολαστικὸς τῇ ἐτηρίδι, ἣ διὰ χιλίων ἐτῶν ἄγεται ἐν Ῥώμῃ, ἡττηθέντα ἀθλητὴν καὶ δακρύοντα ἰδών, παραμυθούμενος· Μὴ λυποῦ, ἔφη, τὴν γὰρ ἄλλην χιλιετηρίδα σὺ νικήσεις.

### book 63

Σχολαστικὸς συνεκάθητο ἡγεμόνι δεξιοπήρῳ. εἰς ἐώραν οὖν ἐξελθόντος αὐτοῦ καὶ ἐπαινοῦντος 〈τὰσ〉 ἐν τοῖς ἀριστεροῖς μέρεσιν ἀμπέλους· Ὅταν ἐπανερχώμεθα, φησί, καὶ τὰ ἄλλα μέρη ἀρέσει σοι.

### book 64

Σχολαστικὸς βράκας ἀγοράσας, ἐπὶ δὲ στενὰς οὔσας

### book 64

μόγις ὑπεδύσατο, ἐδρωπακίσατο.

### book 65

a: Σχολαστικοῦ υἱὸς ὑπὸ τοῦ πατρὸς εἰς τὸν πόλεμον ἐκπεμπόμενος ὑπέσχετο κεφαλὴν ἑνὸς τῶν ἐχθρῶν ἔχων ἐλεύσεσθαι. ὁ δὲ ἔφη· Κἂν χωρίς σε κεφαλῆς ἐλθόντα ἴδω, εὐφρανθήσομαι. β: Σχολαστικοῦ υἱὸς ὑπὸ τοῦ πατρὸς εἰς πόλεμον

### book 65.5

ἐκπεμπόμενος ὑπέσχετο ἑνὸς τῶν ἐχθρῶν κεφαλὴν ἀγαγεῖν. ὁ δὲ ἔφη· Εὔχομαι καὶ χωρὶς κεφαλῆς σε ἐλθόντα, μόνον ὑγιᾶ ὄντα ἰδεῖν καὶ εὐφρανθῆναι.

### book 66

Σχολαστικὸς ἐν ποταμῷ θεασάμενος ἁλιάδα σίτου μεστὴν καὶ βεβαρημένην· Ἐὰν μικρόν, εἶπεν, ὁ ποταμὸς αὐξήσῃ, βυθισθήσε‐ ται.

### book 67

Σχολαστικὸς ἐξ ἀποδημίας ἐπανερχομένῳ τῷ πενθερῷ ἀπαντήσας, πυνθανομένου ἐκείνου, πῶς πράττοι αὐτοῦ ὁ συμφοιτη‐ τής, ὁ δέ· Πάνυ, ἔφη, αὐτῷ καλῶς ἐστι νῦν καὶ εὐθυμεῖ· τὸν γὰρ πενθερὸν αὐτοῦ κατώρυξεν.

### book 68

Σχολαστικὸς γράψας δίκην ὑπέρ τινος, δημοσίᾳ προανε‐ γίνωσκε. τοῦ δὲ συνηγορουμένου εἰπόντος, ὅτι ἄτοπον ποιεῖ τὰ ἀπόρρητα τῆς δίκης τοῖς ἀντιδίκοις φανερὰ ποιῶν· Κάθαρμα, εἶπε, μὴ γάρ τι τῶν συνεκτικῶν λέγω;

### book 69

Σχολαστικὸς ἀποθανόντος συμφοιτητοῦ ἐπεσκέπτετο τοὺς γονέας. τοῦ δὲ πατρὸς αὐτοῦ ὀδυρομένου καὶ λέγοντος· Τέκνον, ἠπόρησάς με—τῆς δὲ μητρὸς λεγούσης· Τέκνον, ἐτύφλωσάς με— ὁ σχολαστικὸς πρὸς τοὺς ἑταίρους εἶπεν· Εἰ ταῦτα αὐτῷ πέπρα‐

### book 69.5

κται, ἐχρῆν αὐτὸν καὶ ζῶντα καυθῆναι.

### book 70

Σχολαστικὸς νοσοῦντα φίλον ἀπῆλθεν ἐπισκέψασθαι. τῆς γυναικὸς δ’ αὐτοῦ εἰπούσης, ὅτι ἐκεῖνος ἤδη ἔξω ἐστίν· Ἐὰν οὖν ἐπανέλθῃ, φησίν, ἐρεῖς παραγεγενῆσθαί με.

### book 71

Σχολαστικὸς ὑπόδειγμα λαβὼν μήκους καὶ πλάτους ἐπὶ τῷ ἀκρόπτυχα εἰσκομίσαι [ζητῆσαι] ἐπυνθάνετο, ποῖόν ἐστι τὸ μῆκος καὶ ποῖον τὸ πλάτος.

### book 72

Σχολαστικὸς ἐν γάμοις ἑστιαθεὶς εἶτα ἀναχωρῶν· Εὔχομαι, εἶπεν, εὐτυχῶς καὶ ἀεὶ ταῦτα ὑμᾶς ποιεῖν.

### book 73

Ὁ αὐτὸς τὸ Σκρηβωνίας μνῆμα καλὸν ἔφη καὶ πολυτελὲς εἶναι, ἀλλὰ ἐπινόσῳ τόπῳ οἰκοδομῆσθαι.

### book 74

Σχολαστικῷ λεπτὸν ἵππον ἔχοντι προσελθών τις· Ὁ ἵππος σου, ἔφη, εἰς Ἅιδου ὁρᾷ. καὶ ὁ σχολαστικός· Κἀγὼ βλέπω.

### book 75

Σχολαστικὸς νοσῶν, εἶτα πεινῶν, ὡς οὐδέπω τετάρτην ὥραν ἀπηγγέλη, ἀπιστῶν πρὸς ἑαυτὸν τὸ ὡρολόγιον ἐκέλευσε κομισθῆναι.

### book 76

Σχολαστικῷ εἰς τὸ Σαραπεῖον ἀνελθόντι θαλλὸν ὁ ἱερεὺς διδούς· Ἵλεώς σοι, εἶπεν, ὁ κύριος. καὶ ὁ σχολαστικός· Ἵλεως, ἔφη,

### book 76

ὁ κύριος τῷ † παρίω μου· ἐγὼ γὰρ ἐλεύθερός εἰμι.

### book 77

Σχολαστικὸς ἐκκομίσας τὸν υἱόν, ἀπαντήσας τῷ διδασκά‐ λῳ αὐτοῦ· Σύγγνωθι, ἔφη, ὅτι οὐκ ἦλθεν ὁ υἱός μου εἰς τὴν σχολήν· ἀπέθανε γάρ.

### book 78

Σχολαστικὸς εἰκόνας ἀρχαῖα ζωγραφήματα ἐχούσας ἀπὸ Κορίνθου λαβὼν καὶ εἰς ναῦς ἐμβαλὼν τοῖς ναυκλήροις εἶπεν· Ἐὰν ταύτας ἀπολέσητε, καινὰς ὑμᾶς ἀπαιτήσω.

### book 79

Σχολαστικῷ ὑπερζέουσαν κύλικα ὁ οἰνοχόος ὤρεξεν. ὁ δὲ ἐπὶ τῆς τραπέζης αὐτὴν θείς· Οὕτω μενέ〈τω〉, ἔφη, μέχρι ὁ παιδαγω‐ γός σου ἐλθὼν εὕρῃ αὐτὴν ζέουσαν.

### book 80

Σχολαστικοῦ πλέοντος ἐκινδύνευεν ὑπὸ χειμῶνος τὸ πλοῖον. τῶν δὲ συμπλεόντων ἀπορριπτούντων ἐκ τῶν σκευῶν, ἵνα κουφισθῇ τὸ πλοῖον, κἀκείνῳ τὸ αὐτὸ ποιεῖν παραινούντων, ὁ δὲ ἔχων χειρόγραφον ἑκατὸν πεντήκοντα μυριάδων, τὰς πεντή‐

### book 80.5

κοντα ἀπαλείψας· Ἴδε, φησίν, ὅσοις χρήμασιν ἐπεκούφισα τὴν ναῦν.

### book 81

Σχολαστικὸς ἐν πλοίῳ χειμαζομένων καὶ κλαιόντων τῶν συμπλεόντων· Τί γάρ, ἔφη, μικρολόγοι ἐστέ; ἐγὼ δὲ δέκα Ἀττικὰς πλείονας δοὺς κινδύνῳ τοῦ κυβερνήτου πλέω.

### book 82

Σχολαστικῷ ἀναβαίνοντι ἐπὶ τεῖχος ἐν μάχῃ χύτραν τις μεστὴν κοπρίων ἐπέβαλεν. ὁ δὲ βοῶν· Οὐ θέλεις, εἶπε, καθαρῶς

### book 82

πυκτεῦσαι;

### book 83

Σχολαστικός, ὡς ἐν τῷ Ῥήνῳ ποταμῷ ναῦς ἐπώκειλεν, ὑπὸ τὸ κατάστρωμα τῆς νεὼς ὑποβὰς ἀνωθεῖσθαι ἐνόμιζεν αὐτὴν εἰς τὸ ἄνω † οὐ συνείς, ὅτι τοῖς ποσὶν αὐτὴν ὑπερείδων μᾶλλον εἰς τὸ βάθος κατῆγεν. †

### book 84

Ὁ αὐτὸς τοῖς στρατιώταις· Αὔριον, εἶπε, μακρὰν ὁδὸν ὁδοιπορῆσαι ἀναγκαῖον· σήμερον οὖν πλεονάκις καθέσθητε.

### book 85

Σχολαστικὸς εἰς οἰκίαν καινὴν μετοικισθεὶς καὶ τὰ πρὸ τοῦ πυλῶνος καθήρας ἐπέγραψεν· Ὃς ἂν ὦδε κόπρια βάλῃ, ἀπόλλυσιν αὐτά.

### book 86

Σχολαστικὸν ὁ πατὴρ ἀπολέσαντα δηνάριον ἐβούλετο τυπτῆσαι. ὁ δέ· Μὴ ὀργίζου, ἔφη, κἀγὼ ἐκ τῶν ἐμῶν ἀγοράζω τὸ δηνάριον.

### book 87

Σχολαστικὸς ἐπὶ τῆς οἰκίας σεκούτορος σχῆμα λαβὼν ἔπαιζεν. ἄφνω δέ τινος ἀπαγγείλαντος αὐτῷ παρουσίαν τοῦ πατρός, ῥίψας τὸ ὅπλον ἔλυε τὴν κνημῖδα. φθάσαντος δὲ τοῦ πατρὸς αὐτοῦ ἐπιστῆναι, ἔχων τὴν περικεφαλαίαν βιβλίον

### book 87.5

ἀνεγίνωσκεν.

### book 88

Σχολαστικὸς ἐπανερχόμενος, ὅθεν ἀπεδήμησεν, καὶ ἀνα‐ βαίνων ὑψηλὴν ἀνάβασιν ἐθαύμαζε λέγων· Ἐνταῦθα ὅτε πρῶτον [ὡς] παρῄειν ὁδεύων, κατάβασις ἦν· καὶ πῶς νῦν ταχέως ἠλλάγη

### book 88

καὶ ἀνάβασις γέγονε;

### book 89

Σχολαστικὸς πλέων ἐπύθετο τοῦ κυβερνήτου, πόστη εἴη ὥρα. τοῦ δὲ μὴ γινώσκειν φήσαντος ἠρώτησε, πόσος εἴη χρόνος, ἀφ’ οὗ τὴν ναῦν κυβερνᾷ. τοῦ δὲ τρία ἔτη φήσαντος· Πῶς οὖν ἐγώ, ἔφη, πρὸ ἓξ μηνῶν οἰκίαν πριάμενος, ὅταν εἰς τὴν αὐλὴν

### book 89.5

κατέλθῃ ὁ ἥλιος, τὴν ὥραν στοχάζομαι, σὺ δὲ ἀπὸ τοῦ πλοίου τεκμήρασθαι οὐ δύνασαι τοσούτῳ χρόνῳ αὐτὸ κυβερνῶν;

### book 90

Σχολαστικὸς σοφιστὴς ἀξιούμενος τῶν ἀποθνῃσκόντων ἐπιταφίους λέγειν ἑνὸς ἔτι ζῶντος ἔγραψεν ἐπιτάφιον· ὃς ἐνεκάλει αὐτῷ ἐπὶ τούτῳ. ὁ δέ· Ἂν οὖν ὑμεῖς, φησί, μὴ προλέγητε, ὅταν ἀποθνῄσκητε, ἐγὼ ἐξ αὐτοσχεδίου λέγω〈ν〉 βούλεσθε ἵν’ ἀσχη‐

### book 90.5

μονήσω;

### book 91

Σχολαστικὸς συμφοιτητὰς ἐπὶ δεῖπνον καλέσας, ἐπαινεσάν‐ των αὐτῶν ὑὸς κεφαλὴν καὶ ἀξιωσάντων καὶ τῇ ὑστεραίᾳ παρ’ αὐτῷ ἑστιαθῆναι, ἀπελθὼν πρὸς τὸν μάγειρον· Δός μοι, ἔφη, ἀπὸ τοῦ αὐτοῦ χοίρου κεφαλὴν ἑτέραν· ἡ γὰρ χθὲς ἡμῖν πάνυ ἤρεσεν.

### book 92

Σχολαστικὸς ἠρώτα τὸν πατέρα· Ἡ πεντακότυλος λήκυθος πόσον χωρεῖ;

### book 93

Σχολαστικὸς μαθὼν περὶ κλίμακός τινος, ὅτι ἀναβαινόν‐ των ἔχει βαθμοὺς εἴκοσιν, ἐπύθετο, εἰ καὶ καταβαινόντων τοσοῦτοί

### book 93

εἰσιν.

### book 94

Σχολαστικὸς διαλεγομένων τινῶν περὶ ἀπεψίας, ἔλεγε μηδεπώποτε ἠπεπτηκέναι. τῶν δὲ πυνθανομένων, εἰ μηδέποτε ἠρεύξατο πικρὸν ἢ ἀηδές· Τοῦτο, εἶπε, ποιῶ καθ’ ἑκάστην ἡμέραν.

### book 95

Σχολαστικῷ υἱὸς ἐγεννήθη. πυνθανομένων δέ τινων αὐτοῦ, ποῖον ὄνομα αὐτῷ θήσεται· Τὸ ἐμὸν ἕξει, ἔφη, ὄνομα, κἀγὼ τέως οὕτω μενῶ.

### book 96

Δύο σχολαστικοὶ δειλοί, ὁ μὲν ἔκρυψεν εἰς φρέαρ αὑτόν, ὁ δὲ εἰς καλαμῶνα. χαλασάντων οὖν κράνος τῶν στρατιωτῶν ἐπὶ τὸ ὕδωρ ἀρύσασθαι, νομίσας στρατιώτην κατιέναι, ἱκετεύων ἐλήφθη. ὡς δὲ ἔφασαν οἱ στρατιῶται, ὅτι, εἰ ἐσιώπησε, παρῆλθον

### book 96.5

ἂν αὐτόν, ὁ ἐν τῷ καλαμῶνι κρυβόμενος· Οὐκοῦν, εἶπεν, ἐμὲ παρέλθατε· σιωπῶ γάρ.

### book 97

Σχολαστικὸς 〈τῆσ〉 γυναικὸς αὐτοῦ ἀποθανούσης σορὸν ἠγόραζε καὶ περὶ τῆς τιμῆς ἐζυγομάχει. τοῦ δὲ πωλοῦντος ὀμόσαν‐ τος μὴ ἔλαττον πέντε μυριάδων πωλήσειν, ὁ δέ· Ἐπειδή, ἔφη, προσείληψαι τῷ ὅρκῳ, λάβε μὲν τὰς πέντε μυριάδας, εἰς προσθήκην

### book 97.5

δέ μοι μικρὸν σορίδιον δός, ἵνα, ἐάν μου χρεία παιδίῳ γένηται, ἕτοιμον ᾖ.

### book 98

Σχολαστικῷ ἑταῖρος ἀπαντήσας· Συγχαίρω σοι, εἶπεν, ὅτι σοι παιδίον ἐγεννήθη. ὁ δὲ ἀπεκρίνατο· Τοῦτο ὑμεῖς οἱ φίλοι ποιεῖτε.

### book 99

Σχολαστικῷ τις λέγει· Χρῆσόν μοι βίρρον μέχρις ἀγροῦ.

### book 99

ὁ δέ· Μέχρι σφυροῦ, εἶπεν, ἔχω· μέχρι δὲ ἀγροῦ οὐκ ἔχω.

### book 100

Σχολαστικὸς ἐπ’ ὀχήματος ὥδευεν. ἐπεὶ δὲ ἀτονήσασαι αἱ ἡμίονοι οὐκ ἠδύναντο βαδίζειν, ὑπέλυσεν αὐτὰς ὁ ἡνίοχος, ἵνα μικρὸν ἀναλάβωσιν. λυθεῖσαι οὖν ἔφυγον. καὶ ὁ σχολαστικὸς πρὸς τὸν ἡνίοχον· Κάθαρμα, εἶπεν, ὁρᾷς, ὅτι αἱ μὲν ἡμίονοι

### book 100.5

τρέχουσι, τὸ δὲ ὄχημά ἐστιν αἴτιον τὸ δραμεῖν μὴ δυνάμενον;

### book 101

Σχολαστικὸς ἀδελφοὺς διδύμους ἰδὼν θαυμαζόντων τινῶν τὴν ὁμοιότητα αὐτῶν· Οὐχ οὕτως, φησίν, ὅμοιός ἐστιν 〈οὗτοσ〉 ἐκείνῳ, ὡς ἐκεῖνος τούτῳ.

### book 102

Σχολαστικῷ τις λέγει· Δημέα, τρίτην ἡμέραν σε ἐνθάδε ἐν ὕπνοις εἶδον. ὁ δέ· Ψεύδῃ, εἶπεν, ἐν ἀγρῷ γὰρ ἤμην.

### book 103

Σχολαστικὸς μετὰ δύο ἑταίρων διελέγετο. τοῦ ἑνὸς οὖν εἰπόντος, ὅτι μὴ δίκαιόν ἐστι πρόβατον σφάζεσθαι· γάλα γὰρ καὶ ἔριον φέρει· καὶ τοῦ ἄλλου εἰπόντος, ὅτι μηδὲ βοῦν προσήκει ἀναιρεῖσθαι γάλα παρέχουσαν καὶ ἀροτριῶσαν· ὁ σχολαστικὸς

### book 103.5

ἔφη μηδὲ χοῖρον δίκαιον εἶναι ἀναιρεῖσθαι ἧπαρ παρέχοντα καὶ οὖθαρ καὶ βουλβάν.

### book 104

agβ: Φιλάργυρος διαθήκας γράφων ἑαυτὸν κληρονό‐ μον ἔταξεν.

### book 105

a: Φιλάργυρος ἐρωτώμενος, διὰ τί ἄλλο οὐθὲν ἢ μόνον

### book 105

ἐλαίας ἐσθίει, ἔφη· Ἵνα τὸ μὲν ἔξωθεν ἀντὶ ὄψου ἔχω, τὸ δὲ ὀστοῦν ἀντὶ ξύλου· φαγὼν δέ, εἰς 〈τὴν〉 ἑαυτοῦ κεφαλὴν σφογγισάμενος λουτροῦ οὐκ ἐπιδέομαι.

### book 105.5

β: Φιλάργυρος ἐρωτηθείς· Διὰ τί οὐδὲν ἄλλο ἐσθίεις εἰ μὴ ἐλαίας; εἶπεν· Ἵνα τὸ μὲν ἔξωθεν ὄψον ἔχω, τὸ δὲ ὀστοῦν ἀντὶ ξύλου· καὶ ἵνα φαγὼν μὴ ἀπονίψωμαι, ἀλλὰ 〈εἰσ〉 τὴν κεφαλήν μου ἐκμαξάμενος, 〈....〉

### book 106

ag: Πεπανόπτωχος εἰωθὼς τὴν φίλην αὐτοῦ ἐξαπατᾶν ὡς εὐγενὴς ὢν καὶ πλούσιος, εἰς τοὺς γείτονας σιτευόμενος ὡς εἶδεν ἄφνω τὴν φίλην, στραφεὶς ἐφώνει· Πέμψον δέ μοι καὶ τὸ φιβλατώριον.

### book 107

Ἄλλος ὁμοίως μεγαλαυχούμενος, τελείως τε πενητεύων καὶ κατὰ τύχην νοσήσας, τῆς δὲ φίλης αὐτοῦ αἰφνίδιον ἐπεισελ‐ θούσης καὶ εὑρούσης αὐτὸν ἐπὶ ψιάθου κείμενον, ἐντραπεὶς ᾐτιᾶτο τοὺς ἰατροὺς λέγων· Οἱ καλοὶ ἰατροὶ καὶ δόκιμοι τῆς πόλεως

### book 107.5

ἐκέλευσάν με ψιαθισθῆναι.

### book 108

Ἀλαζὼν ἐν ἀγορᾷ παῖδα ἑαυτοῦ θεασάμενος ἐκ τοῦ ἀγροῦ νεωστὶ ἐληλυθότα εἶπε· Τί ποιοῦσι τὰ πρόβατα; ὁ δὲ εἶπε· Τὸ μὲν καθεύδει, τὸ δὲ ἵσταται.

### book 109

Μωρὸς ἀκούσας, ὅτι ἐν Ἅιδου δίκαια κριτήρια, πρᾶγμα

### book 109

ἔχων ἀπήγξατο.

### book 110

Ἐν Ἀβδήροις διῃρεῖτο ἡ πόλις εἰς δύο μέρη, οἵ τε πρὸς ἀνατολὰς οἰκοῦντες καὶ οἱ πρὸς δύσιν. πολεμίων οὖν ἄφνω τὴν πόλιν ἐφορμησάντων καὶ πάντων θορυβουμένων οἱ πρὸς τὸ ἀνατολικὸν οἰκοῦντες μέρος πρὸς ἀλλήλους ἔλεγον· Ἡμεῖς μὴ

### book 110.5

θορυβηθῶμεν· οἱ γὰρ πολέμιοι ἐπὶ τὰς δυσικὰς εἰσέρχονται πύλας.

### book 111

Ἐν Ἀβδήροις ὄνος λαθὼν εἰς τὸ γυμνάσιον εἰσῆλθε καὶ τὸ ἔλαιον ἐξέχεεν. οἱ δὲ συνελθόντες καὶ μεταπεμψάμενοι πάντας τοὺς ὄνους τοὺς ἐν τῇ πόλει καὶ εἰς ἕνα συναγαγόντες τόπον πρὸς τὸ ἀσφαλίσασθαι ἐνώπιον αὐτῶν τὸν ὄνον ἐμαστίγωσαν.

### book 112

Ἀβδηρίτης ἀπάγξασθαι βουλόμενος καὶ τοῦ σχοινίου διαρραγέντος τὴν κεφαλὴν ἐπλήγη. λαβὼν οὖν ἔμπλαστρον παρὰ τοῦ ἰατροῦ καὶ θεὶς κατὰ τοῦ τραύματος, ἀπελθὼν πάλιν ἀπήγ‐ ξατο.

### book 113

Ἀβδηρίτης [εὐνοῦχον] ἰδὼν κηλίτην ἀπὸ ἐμβάσεως ἐξιόντα εἶπεν· Ἀποκένωσον, ἐπεὶ τῷ παραχύτῃ λέγω.

### book 114

Ἀβδηρίτης εὐνοῦχον ἰδὼν ἐπύθετο αὐτοῦ, πόσα παιδία ἔχει. ἑτέρου δὲ εἰπόντος τὸν ὄρχεις μὴ ἔχοντα μὴ δύνασθαι τέκνα γεννῆσαι, ὑπολαβὼν 〈....〉

### book 115

Ἀβδηρίτης εὐνοῦχον ἰδὼν γυναικὶ ὁμιλοῦντα ἠρώτα ἄλλον, εἰ ἄρα γυνὴ αὐτοῦ ἐστι. τοῦ δὲ εἰπόντος εὐνοῦχον γυ‐

### book 115

ναῖκα ἔχειν μὴ δύνασθαι ἔφη· Οὐκοῦν θυγάτηρ αὐτοῦ ἐστιν.

### book 116

Ἀβδηρίτης εὐνοῦχος δυστυχήσας κήλην ἐποίησεν.

### book 117

Ἀβδηρίτης μετὰ κηλίτου κοιμώμενος καὶ τῇ νυκτὶ πρὸς ἑαυτὸν ἀναστὰς ἐν τῷ ἐπαναστρέφειν σκοτίας οὔσης ἄκων τὴν κήλην ἐπάτησε. τοῦ δὲ κηλίτου κατακράξαντος, αὐτῷ ἔφη· Διὰ τί γὰρ κατακέφαλα κοιμᾶσαι;

### book 118

Ἀβδηρίτης περιπατῶν εἶδε κηλίτην οὐροῦντα καὶ εἶπεν· Οὗτος ἕως ἑσπέρας οὐ μὴ ἐξουρήσῃ.

### book 119

Ἀβδηρίτης ἰδὼν κηλίτην ἀπὸ κολύμβου ἐξιόντα, μόλις δὲ περιπατοῦντα, πρὸς αὐτὸν εἶπε· Τί γὰρ ἀπλήστως ἐγόμωσας, μὴ δυνάμενος γενναίως βαστάσαι;

### book 120

Ἀβδηρίτης ἀκούσας, ὅτι κρόμυα καὶ βολβοὶ φυσῶσιν, ἐν τῷ πλέειν αὐτὸν γαλήνης οὔσης πολλῆς, σάκκον πλήσας ἀπὸ τῆς πρύμνης ἐκρέμασεν.

### book 121

Ἀβδηρίτης ἰδὼν δρομέα ἐσταυρωμένον εἶπε· Μὰ τοὺς θεοὺς οὗτος οὐκέτι τρέχει, ἀλλὰ πέτεται.

### book 122

Ἀβδηρίτης λεκάνην ἐπώλει μὴ ἔχουσαν ὠτία. τινὸς δὲ ἐρωτήσαντος, διὰ τί ἦρεν αὐτῆς τὰ ὠτία, ἀπεκρίνατο· Ἵνα μὴ ἀκούσασα, ὅτι πωλεῖται, φύγῃ.

### book 123

Ἀβδηρίτης τὸν πατέρα τελευτήσαντα κατὰ τὸν νόμον καύσας, δραμὼν εἰς τὴν οἰκίαν πρὸς τὴν μητέρα αὐτοῦ νοσοῦσαν εἶπεν· Ὀλίγα ἔτι περιττεύει ξύλα· ἐὰν οὖν βούλῃ καὶ δύνασαι,

### book 123

τοῖς αὐτοῖς κατακαύθητι.

### book 124

Ἀβδηρίτης κατ’ ὄναρ χοιρίδιον ἐπώλει καὶ ἐζήτει δηνάρια ἑκατόν. διδόντος δέ τινος πεντήκοντα μὴ βουλόμενος λαβεῖν διύπνισε. καμ〈μ〉ύσας οὖν καὶ τὴν χεῖρα προτείνας εἶπε· Δὸς κἂν τὰ πεντήκοντα.

### book 125

Ἀβδηρίτου στρουθίον ἀπέθανε. μετὰ οὖν χρόνον ἰδὼν στρουθοκάμηλον εἶπεν· Ἐὰν ἔζη τὸ στρουθίον μου, ἤδη ἂν τηλικοῦτον ὑπῆρχεν.

### book 126

Ἀβδηρίτης εἰς Ῥόδον ἀποδημήσας ὡς ἐκ τοῦ ὀνόματος τοὺς τοίχους ὠσμᾶτο.

### book 127

Ἀβδηρίτης ὀνάριόν τινι χρεωστῶν καὶ μὴ ἔχων παρε‐ κάλει, ἵνα ἀντ’ αὐτοῦ δύο ἡμιόνους παράσχῃ.

### book 128

Σιδόνιος ἔπαρχος ἐπὶ ὀχήματος ὥδευεν. ἐπεὶ δὲ ἀτονή‐ σασαι αἱ ἡμίονοι οὐκ ἠδύναντο βαδίζειν, ἀπέλυσεν αὐτὰς ὁ ἡνίοχος, ἵνα μικρὸν βοσκηθεῖσαι ἀναλάβωνται. λυθεῖσαι οὖν ἔφυγον. καὶ ὁ ἔπαρχος πρὸς τὸν ἡνίοχον ἔφη· Ὁρᾷς, κάθαρμα,

### book 128.5

ὅτι αἱ μὲν ἡμίονοι τρέχουσι, τὸ δὲ ὄχημα δραμεῖν μὴ δυνάμενον ἵσταται.

### book 129

Σιδόνιος ῥήτωρ μετὰ δύο ἑταίρων διελέγετο. τοῦ δὲ ἑνὸς λέγοντος, ὅτι οὐκ ἦν δίκαιον πρόβατα σφάζεσθαι διὰ τὸ φέρειν γάλα καὶ ἔριον, καὶ τοῦ ἄλλου εἰπόντος, ὅτι μηδὲ βοῦν

### book 129

〈προσήκει〉 ἀναιρεῖσθαι γάλα παρέχουσαν καὶ ἀροτριῶσαν, ὁ

### book 129.5

ῥήτωρ ἔφη μηδὲ χοῖρον εἶναι δίκαιον σφάζεσθαι ἧπαρ παρέχοντα καὶ οὖθαρ καὶ νεφρία.

### book 130

Σιδόνιος σοφιστὴς κατὰ πρώτην ἄνοιξιν τοῦ βαλανείου λουόμενος καὶ μηδένα ἔσωθεν εὑρὼν λέγει πρὸς τοὺς ἰδίους οἰκέ‐ τας· Καθὼς βλέπω, οὐ λούει.

### book 131

Σιδόνιος σχολαστικὸς ἀπὸ πολλῶν μιλίων χωρίον ἔχων καὶ θέλων αὐτὸ ἐγγύτερον ποιῆσαι ἑπτὰ κίονας μιλίων κατέ‐ στρεψεν.

### book 132

Σιδόνιος πραγματευτὴς μετὰ ἑτέρου ὥδευε. τῆς δὲ γαστρὸς ἀναγκαζούσης μικρὸν ἀπολειφθῆναι προσαπέμεινεν. ὁ δὲ συνοδοιπόρος ἀφῆκεν αὐτὸν γράψας ἔν τινι κίονι τῶν μιλίων· Τάχυνον, φθάσον με. ὁ δὲ ὡς ἀνέγνω, ἐπέγραψε κάτωθεν· Καὶ

### book 132.5

αὐτὸς μεῖνόν με.

### book 133

Σιδονίῳ ἁλιεῖ λέγει τις· Ἔχει τὸ κυρτίν σου παγούρους; ὁ δὲ μανεὶς ἀπεκρίνατο· Ἔχει τὸ στῆθός σου καρκίνους;

### book 134

Σιδόνιος ἑκατόνταρχος τοῖς στρατιώταις ἔλεγεν· Σή‐ μερον πολλὰ καθίσατε· αὔριον γὰρ πολλὰ μέλλετε ὁδοιπορεῖν.

### book 135

Σιδονίῳ κηρουλαρίῳ λέγει τις· Ἔχεις, κῦρι, ἀποκαύ‐ ματα; ὁ δὲ ὀργισθεὶς ἀπεκρίνατο· Ἔχεις, κῦρι, ἀνθρακώματα;

### book 136

Σιδόνιος γραμματικὸς ἠρώτα τὸν †διδάσκαλον· Ἡ πεντακότυλος λήκυθος πόσον χωρεῖ; ὁ δὲ εἶπεν· Οἶνον λέγεις

### book 136

ἢ ἔλαιον;

### book 137

Σιδονίῳ μαγείρῳ λέγει τις· Δάνεισόν μοι μάχαιραν ἕως Σμύρνης. ὁ δὲ ἔφη· Οὐκ ἔχω μάχαιραν ἕως ἐκεῖ φθάζουσαν.

### book 138

Σιδόνιος κεντουρίων ἰδὼν ζευγηλάτην διὰ τῆς ἀγορᾶς ἅμαξαν φέροντα ἐκέλευσεν αὐτὸν τυφθῆναι. τοῦ δὲ εἰπόντος ὅτι Ῥωμαῖός εἰμι, καὶ οὐ χρὴ τύπτεσθαί με διὰ τὸν νόμον—τοὺς βόας ἐκέλευσεν ὁ κεντουρίων μαστιγωθῆναι.

### book 139

Σιδόνιος ἰατρὸς λεγάτον ὑπὸ ἀρρώστου αὐτοῦ χιλίας δραχμὰς μετὰ τὸ ἀποθανεῖν αὐτὸν κομισάμενος, ἐκφερομένου δὲ αὐτοῦ τῇ κηδείᾳ ἀκολουθῶν ἐνεκάλει, ὡς ὀλίγον αὐτῷ λεγάτον κατέλιπεν. ἐπεὶ οὖν καὶ ὁ υἱὸς τοῦ τελευτήσαντος εἰς νόσον ἐμ‐

### book 139.5

παρεὶς παρεκάλει αὐτὸν ἐπισκεπτόμενον ἀνταγωνίσασθαι τῇ νόσῳ, ὁ ἰατρὸς ἔφη· Ἐὰν πεντακισχιλίας δραχμὰς εἰς λεγάτον καταλείψῃς, ἐγώ σε ἰατρεύσω ὡς τὸν πατέρα σου.

### book 140

Εὐτράπελος ἰδὼν γραμματοδιδάσκαλον ἀφυῆ διδά‐ σκοντα προσελθὼν ἠρώτα, διὰ τί κιθαρίζειν οὐ διδάσκει. Τοῦ δὲ εἰπόντος· Ὅτι οὐκ ἐπίσταμαι—εἶπε· Πῶς οὖν γράμματα διδά‐ σκεις οὐκ ἐπιστάμενος;

### book 141

Εὐτράπελος κυβερνήτης ἐρωτηθείς, τί φυσᾷ, εἶπε· Φάβα καὶ κρόμυα.

### book 142

Εὐτράπελον ὀφθαλμιῶντα ἰατρὸς κλέπτης †δανείσας λύχνον ἔκλεψε. μιᾷ οὖν ταῦτα ἠρώτα αὐτόν· Πῶς ἔχεις εἰς τοὺς ὀφθαλμούς; καὶ ὁ εὐτράπελός φησιν· Ἀφ’ οὗ μοι †ἐδάνεισας, τὸν

### book 142

λύχνον οὐ βλέπω [αὐτόν].

### book 143

a: Εὐτραπέλῳ ἰατρῷ λέγει τις· 〈...〉 Ἐὰν κτήσῃ [θερμὸν] ἀγγεῖον, θερμόν σε οὐ λείψει. β: †Εὐτράπελός τις ἰατρῷ λέγει· Πολλοὺς ἄνθρακας ἔχω. κἀκεῖνος ἔφη· Ἐὰν χαλκεῖον ἔχῃς, θερμόν σοι †ποτὲ οὐ

### book 143.5

λείψει.

### book 144

Εὐτράπελος ἀργὸν δρομέα ἰδὼν εἶπεν· Οἶδα, τί χρῄζει ὁ κύριός μου οὗτος. τοῦ δὲ ἀγωνοθέτου ἐρωτήσαντος· Τί ἐστιν; εἶπεν· Ἵππου χρῄζει· ἄλλως γὰρ τοὺς ἀνταγωνιστὰς κατα‐ λαβεῖν οὐ δύναται.

### book 145

Εὐτράπελος κάπηλος εὑρὼν ταξεώτην ἐπὶ τῇ γυναικὶ αὐτοῦ εἶπεν· Εὗρον, ὃ οὐκ ἐζήτουν.

### book 146

a: Εὐτράπελος χοῖρον †κρύψας ἔφευγεν. ἐπεὶ δὲ κατ‐ ελαμβάνετο, θεὶς αὐτὸν χαμαὶ καὶ δέρων ἔλεγεν· Ἐκεῖ ὄρυττε καὶ μὴ παρὰ τὰ ἐμά. β: Εὐτράπελος χοῖρον κλέψας ἔφευγεν. ἐπεὶ δὲ κατ‐

### book 146.5

ελαμβάνετο, θεὶς αὐτὸν ἔτυπτε λέγων· Ἄλλων ὄρυγε καὶ μὴ τὰ ἐμά.

### book 147

Εὐτράπελος ἰδὼν κακόηχον καὶ κακόφωνον κιθαρῳδὸν ἠσπάσατο λέγων· Χαῖρε, ἀλεκτρυών. τοῦ δὲ πυθομένου, διὰ τί αὐτὸν οὕτως προσηγόρευσεν, ἔφη· Ὅτι, ὅταν σὺ κοκκύσῃς, πάντες ἐγείρονται.

### book 148

Εὐτράπελος φλυάρου κουρέως ἐρωτήσαντος· Πῶς σε

### book 148

κείρω; —Σιωπῶν, ἔφη.

### book 149

a: Εὐτράπελος ἐν βαλανείῳ ὑπό τινος †ὀριγισθεὶς μάρτυρας προσέφερε τοὺς παραχύτας. τοῦ δὲ ἀντιδίκου ἀπο‐ βαλλομένου ὡς μὴ ὄντας ἀξιοπίστους ἔφη· Εἰ μὲν 〈ἐν〉 τῷ Δου‐ ρείῳ ἵππῳ ὑβρίσθην, προήγαγον ἂν μάρτυρας τοὺς περὶ Μενέ‐

### book 149.5

λαον καὶ Ὀδυσσέα καὶ Διομήδην· ἐν δὲ τῷ βαλανείῳ τῆς ὕβρεως γενομένης ἀνάγκη τοὺς παραχύτας τὸ πραχθὲν μᾶλλον εἰδέναι. β: Ὕβρεως ἐν βαλανείῳ γενομένης εὐτράπελος ῥήτωρ κατηγόρει καὶ μάρτυρας ἐκάλει τοὺς περιχύτας. τῶν δὲ ἀποβαλ‐ λομένων ὡς μὴ ὄντων 〈...〉 ἔφη· Εἰ μὲν ἐν τῷ Δουρίῳ ἵππῳ ἦν,

### book 149.10

παρέσχον ἂν μάρτυρας Μενέλαον καὶ Ὀδυσσέα καὶ Διομήδην· εἰ δὲ ἐν βαλανείῳ, ἀνάγκη τοὺς περιχύτας τὸ πραχθὲν μᾶλλον εἰδέναι.

### book 150

Εὐτράπελος, δύο ξύστρων παρ’ αὐτοῦ ἐν βαλανείῳ ἐπιζητουμένων, ὑπὸ ἑνὸς μὲν ἀγνωρίστου, ὑπὸ δὲ ἑτέρου γνω‐ ρίμου μὲν ἀλλὰ κλέπτου, ὁ εὐτράπελος ἔφη· Σὲ μὲν γνωρίζων οὐ δώσω· σὲ δὲ μὴ γνωρίζων οὐ δώσω.

### book 151

aβ: Εὐτράπελος ἰδὼν πορνοβοσκὸν μισθοῦντα μέ‐ λαιναν ἑταιρίδα εἶπε· Πόσου τὴν νύκτα μισθοῖς;

### book 151b

a: Εὐτράπελος ἰδὼν ἰατρὸν κόρην ὑπα‐ λείφοντα ἔφη· Ὅρα, νεανίσκε, μὴ τὴν ὄψιν θεραπεύων τὴν κόρην διαφθείρῃς. β: Εὐτράπελος ἰδὼν ἰατρὸν νεάνιδα ὑπαλείφοντα

### book 151b.5

ὡραίαν ἔφη· Μὴ τὴν ὄψιν θεραπεύων τὸ βάθος φθείρῃς.

### book 152

a: Εὐτράπελοι δύο πατραλοῖαι πρὸς ἀλλήλους ἐδυσ‐ φόρουν πρὸς τὸ φονεῦσαι τοὺς ἑαυτῶν γονεῖς. ὁ δὲ ἕτερος πρὸς τὸν ἄλλον ἔφη· Ἵνα μὴ πατροκτόνοι παρά τισι λογισθῶμεν, σὺ φόνευσον τὸν ἐμὸν πατέρα, κἀγὼ τὸν σόν· καὶ κακῆς φεύ‐

### book 152.5

γομεν φήμης. β: Δύο εὐτραπέλων πρὸς ἀλλήλους δυσφορούντων ἐπὶ τὸ φονεῦσαι τοὺς ἑαυτῶν γονεῖς ἔφη ὁ εἶς πρὸς τὸν ἕτερον· Ἐὰν αὐτοχείρως τοῦτο πράξωμεν, πατραλοῖαι λογισθῆναι ἔχομεν. ἀλλὰ σὺ μᾶλλον διαχείρισαι τὸν ἐμόν, κἀγὼ τὸν σόν· καὶ κακῆς

### book 152.10

φήμης ἐκφύγομεν.

### book 153

Εὐτράπελος παλαίων εἰς πηλὰ ἐνέπεσε καὶ ἵνα μὴ δοκῇ ἀπάλαιστος εἶναι, περιστραφεὶς καὶ δι’ ὅλου πηλωθεὶς ἀνέστη ἐναβρυνόμενος.

### book 154

Ἐν Κύμῃ ἐπισήμου τινὸς κηδευομένου προσελθών τις ἠρώτα τοὺς ὀψικεύοντας· Τίς ὁ τεθνηκώς; εἶς δὲ Κυμαῖος στρα‐ φεὶς ὑπεδείκνυε λέγων· Ἐκεῖνος ὁ ἐπὶ τῆς κλίνης ἀνακείμενος.

### book 155

Κυμαίῳ ἵππον πιπράσκοντι προσελθών τις ἠρώτα, εἰ πρωτοβόλος ὁ ἵππος. τοῦ δὲ εἰπόντος, ὅτι δευτεροβολεῖ, ἔφη· Πῶς οἶδας; ὁ δὲ εἶπεν· Ὅτι ἅπαξ ἐμὲ κάτω ἔβαλε καὶ ἅπαξ τὸν πατέρα μου.

### book 156

Κυμαῖος οἰκίαν πωλῶν λίθον ἐξ αὐτῆς ἐκβαλὼν εἰς

### book 156

δεῖγμα περιέφερεν.

### book 157

Κυμαῖος ἵππον πιπράσκων ἠρωτήθη, μὴ δειλὸς εἴη. ὁ δὲ ἀπεκρίνατο· Οὐ μὰ τὴν σωτηρίαν μου· ἐν τῇ φάτνῃ γὰρ μόνος εἱστήκει.

### book 158

Κυμαῖος κλεψιμαῖα ἱμάτια ἀγοράσας διὰ τὸ μὴ γνω‐ ρισθῆναι ἐπίσσωσεν αὐτά.

### book 158b

Κυμαῖος ἵππον ἐπίπρασκεν. ἐλθόντος δέ τινος καὶ καταμανθάνοντος αὐτοῦ τὸν βόλον εἶπε· Τί τοὺς ὀδόντας αὐτοῦ καταμανθάνεις; εἴθε ὡς τρώγει, οὕτως καὶ περιεπάτει.

### book 159

Κυμαῖος ἅλωνα μεγάλην ποιήσας ἔστησεν ἄντικρυς τὴν γυναῖκα αὐτοῦ καὶ ἠρώτα, εἰ βλέπει αὐτόν. τῆς δὲ εἰπούσης, ὅτι μόλις αὐτὸν βλέπει, ἔφη ἐκεῖνος· Ἀλλ’ ἐγὼ εἰς καιρὸν τηλι‐ καύτην ποιήσω ἅλωνα, ἵνα μήτε ἐγὼ σὲ μήτε σὺ ἐμὲ ἴδῃς.

### book 160

Κυμαῖος ἐπιζητῶν φίλον ἐκάλει αὐτὸν πρὸ τῆς οἰκίας ὀνομαστί. ἑτέρου δὲ εἰπόντος· Ὑψηλότερον φώνησον, ἵνα ἀκούσῃ —ἀφεὶς τὸ ὄνομα, ὃ ᾔδει, ἐβόα· Ὑψηλότερε.

### book 161

Κυμαῖος δανειστοῦ οἰκίᾳ ἐπιβουλεύων καὶ θέλων τὰ μείζονα δάνεια κλέψαι τὰ βαρύτερα χαρτία ἐπελέγετο.

### book 162

Κυμαίων 〈τὴν〉 πόλιν τειχιζόντων εἷς τῶν πολιτῶν Λολλιανὸς καλούμενος δύο κορτίνας ἰδίοις ἐτείχισεν ἀναλώμασι. πολεμίων δὲ ἐπιστάντων ὀργισθέντες οἱ Κυμαῖοι συνεφώνησαν,

### book 162

ἵνα τὸ Λολλιανοῦ τεῖχος μηδεὶς φυλάξῃ ἀλλ’ ἐκεῖνος μόνος.

### book 163

Κυμαῖοι προσδοκῶντες ἐξ ἀποδημίας φίλον αὐτῶν ἀξιότιμον καὶ βουλόμενοι αὐτὸν ἐν τῷ βαλανείῳ διὰ καθαροῦ ὕδατος τιμῆσαι, μίαν ἔχοντες κολυμβήθραν, ταύτην ὕδατος θερμοῦ καθαροῦ πλήσαντες ἐν μέσῳ αὐτῆς κάγκελλον τρητὸν

### book 163.5

ἔβαλον, ὅπως τὸ ἥμισυ τοῦ ὕδατος καθαρὸν τῷ προσδοκω‐ μένῳ τηρῆται φίλῳ.

### book 164

Κυμαῖος ἐν τῷ κολυμβᾶν βροχῆς γενομένης διὰ τὸ μὴ βραχῆναι εἰς τὸ βάθος κατέδυ.

### book 165

Κυμαῖος θυρίδας ἀγοράζων ἠρώτα, εἰ δύνανται πρὸς μεσημβρίαν βλέπειν.

### book 166

Κυμαῖος ὄνῳ 〈ἐπι〉καθήμενος παρὰ κῆπον ὥδευεν. ἰδὼν οὖν κλάδον συκῆς ὑπ〈ερ〉έχοντα σύκων ὡρίμων πεπλη‐ ρωμένον ἐπελάβετο τοῦ κλάδου. τοῦ δὲ ὄνου ὑπεκδραμόντος ἀπεκρεμάσθη, καὶ τοῦ κηπουροῦ ἐρωτήσαντος, τί ἐκεῖ ποιεῖ

### book 166.5

κρεμάμενος, ἔλεγεν· Ἐκ τοῦ ὄνου ἔπεσα.

### book 167

Κυμαῖος ἰδὼν πρόβατον συμπεποδισμένον καὶ οὕτω κειρόμενον εἶπεν· Εὐχαριστῷ τῷ κουρεῖ μου, ὅτι οὐδέποτέ με δήσας ἔκειρεν.

### book 168

Κυμαῖος τοῦ πατρὸς αὐτοῦ ἀποδημήσαντος εἰς βαρὺ ἔγκλημα πεσὼν θανάτῳ κατεδικάσθη. ἀπιὼν δὲ παρεκάλει πάντας, ἵνα ὁ πατὴρ μὴ γνῷ, ἐπεὶ μέλλει αὐτῷ θανασίμους

### book 168

πληγὰς ἐπιφέρειν.

### book 169

Ὁ αὐτός, τινὸς αὐτῷ εἰπόντος ὅτι Ἐσύλησάς με— Μὴ ὑποστρέψω, 〈ἔφη〉, ἔνθεν ἄπειμι, εἰ ἐσύλησα.

### book 170

Κυμαίου τις ἐπύθετο, ποῦ μένει Δρακοντίδης ὁ ῥήτωρ. ὁ δέ· Μόνος εἰμί, εἶπεν· εἰ δὲ θέλεις, τήρει τὸ ἐργαστήριον, κἀγὼ ἀπελθὼν δείξω σοι.

### book 171

Κυμαῖος ἐπ’ Ἀλεξανδρείᾳ τοῦ πατρὸς αὐτοῦ ἀποθα‐ νόντος τὸ σῶμα τοῖς ταριχευταῖς δέδωκε. μετὰ δὲ χρόνον ἐζήτει αὐτὸ ἀπολαβεῖν. τοῦ δὲ ἔχοντος καὶ ἄλλα σώματα καὶ ἐρωτῶντος, τί σημεῖον ἔχει ἡ τοῦ πατρὸς αὐτοῦ θήκη, ἀπεκρίθη· Ἔβησσεν.

### book 172

Κυμαῖος πύκτην ἰδὼν πολλὰ τραύματα ἔχοντα ἠρώτα, πόθεν ἔχει ταῦτα. τοῦ δὲ εἰπόντος· Ἐκ τοῦ μύρμηκος—ἔφη· Διὰ τί γὰρ χαμαὶ κοιμᾷ;

### book 173

Κυμαῖος μέλι ἐπίπρασκεν. ἐλθόντος δέ τινος καὶ γευσα‐ μένου καὶ εἰπόντος, ὅτι πάνυ καλόν, ἔφη· Εἰ μὴ γὰρ μῦς ἐνέπεσεν εἰς αὐτό, οὐκ ἂν ἐπώλουν.

### book 174

Κυμαῖον νοσοῦντα ἀπήλπισεν ἰατρός. ὁ δὲ ὑγιάνας περιέκαμπτε τὸν ἰατρόν. ἐρωτηθεὶς οὖν τὴν αἰτίαν ἀπεκρίνατο· Εἰπόντος σου, 〈ὅτι〉 ἀποθνῄσκω, αἰσχύνομαι ζήσας.

### book 175

Κυμαῖος ἰατρὸς ἄρρωστον τριταΐζοντα εἰς ἡμιτριταῖον

### book 175

περιστήσας τὸ ἥμισυ τοῦ μισθοῦ ἀπῄτει.

### book 175b

Κυμαίῳ ἰατρῷ σχολαστικὸς προσελθὼν εἶπε· Σοφιστά, ὅταν ἐκ τοῦ ὕπνου ἀναστῶ, ἐπὶ ἡμιώριον 〈— — —μετὰ τὸ ἡμιώ‐ ριον〉 διύπνισον.

### book 176

Κυμαῖος ἰατρὸς ἀπεγνωσμένον ἄρρωστον ἐνημάτισεν, ἐκέλευσε δὲ τὰ ἐκκεχωρημένα 〈?〉 ἰδεῖν. τοῦ δὲ δείξαντος καὶ εἰ‐ πόντος, ὅτι ἀπέθανεν, ὁ ἰατρὸς μεθ’ ὅρκου ἀπεκρίνατο· Οὗτος εἰ μὴ ἐκλύσθη, ἐλάκησεν ἄν.

### book 177

Κυμαῖος ἰατρὸς τέμνων τινὰ δεινῶς ἀλγοῦντα καὶ βοῶντα ἀμβλυτέραν σμίλην μετέλαβεν.

### book 178

Κυμαῖοι δύο ἰσχάδων κεράμια δύο ἐπρίαντο. τούτων δὲ ὁ ἕτερος τὸν ἕτερον λανθάνων οὐκ ἐκ τοῦ ἰδίου, ἀλλ’ ἐκ τοῦ ἑτέρου κατήσθιεν. ὡς δὲ τοῖς ἀλλήλων κατεχρήσαντο, ἕκαστος ἐπὶ τὸ ἴδιον ἐπιστρέψας εὗρεν αὐτὸ κενόν. ἀλλήλων οὖν ἐπιλα‐

### book 178.5

βόμενοι ἤγοντο ἐπὶ τὸν ἄρχοντα. διαγνοὺς δὲ ὁ ἄρχων ἐκέλευσε τὰ κενώματα ἀλλάξαι καὶ τὰς τιμὰς ἀλλήλοις ἀποδοῦναι.

### book 179

Ἐν Κύμῃ δημαγωγὸς ἐν ἐκκλησίᾳ κατηγορηθείς· Ἄνδρες, ἔφη, πολῖται, εἰ μὲν κατεψευσμένοι μου τὰς διαβολάς εἰσιν οὗτοι, γένοιτο αὐτοῖς παρ’ ὑμῶν καταγνωσθῆναι· εἰ δέ τι ἐγὼ τούτων πεποίηκα, πάντων ὑμῶν καθημένων ἐμοὶ μόνῳ

### book 179.5

τὸ θέατρον ἐπιπέσοι.

### book 180

Κυμαῖος ἄρχων τοιαῦτα κηρύγματα ἐκήρυξεν· Οἱ

### book 180

ἔφοροι μετὰ τὴν θυσίαν παραχρῆμα τὰς ἑαυτῶν βύρσας ἀνα‐ φερέτωσαν πρὸς τὸν ἱερέα. Οἱ δὲ βουλευταί, ἔλθετε εἰς τὸ βου‐ λευτήριον καὶ μὴ βουλεύεσθε. Οἱ δὲ μάγειροι τὰ ἴδια ὀστέα ὑπὲρ

### book 180.5

τὸ τεῖχος βαλλέτωσαν. Οἱ δὲ σκυτεῖς μικροὺς καλάποδας μὴ ἐχέτωσαν.

### book 181

Κυμαῖοι εἰς ψηφοφορίαν ἀπαντήσαντες καὶ γνόντες πολλοὺς ἐκ τῶν ἄλλων πόλεων ἀπολειφθέντας, αἰτιωμένους τὴν ἀτραπόν· Μὴ μωροί, ἔφασαν, ἐὰν καὶ ἡμεῖς εἰς τὸ μέλλον οὐκ ἐρχόμεθα;

### book 182

Κυμαῖος 〈ἰατρὸσ〉 τετρωμένην κεφαλὴν τέμνων ὕπτιον θεὶς τὸν πάσχοντα ὕδωρ εἰς τὸ στόμα ἐνέβαλεν, ἵνα ἴδῃ, πότε διὰ τοῦ χειρουργηθέντος ἐκρεύσει.

### book 183

Δυσκόλῳ ἰατρῷ προσελθών τις εἶπε· Σοφιστά, ἀνα‐ κεῖσθαι οὐ δύναμαι οὔτε ἑστάναι, ἀλλ’ οὐδὲ καθῆσθαι. καὶ ὁ ἰατρὸς εἶπεν· Οὐδέν σοι λείπει ἢ κρεμασθῆναι.

### book 184

a: Δυσκόλῳ ἰατρῷ τις λέγει· Τί ποιήσω, ὅτι αἶμα κάθημαι καὶ χολάς; κἀκεῖνος πρὸς αὐτὸν εἶπεν· Ἐὰν καὶ τὰ ἔντερά σου ἐκβάλῃς, ἐγὼ οὐ χολῶ. β: Δυσκόλῳ ἰατρῷ λέγει τις· Τί ἐστιν, ὅτι αἶμα χέζω

### book 184.5

καὶ χολάς; κἀκεῖνος ἔφη· Ἐὰν καὶ τὰ ἔντερά σου χέσῃς, ἐγὼ οὐ

### book 184

χολῶ.

### book 185

ac: Δύσκολος ἰατρὸς ἑτερόφθαλμος ἠρώτα νοσοῦντα· Πῶς ἔχεις; ὁ δὲ εἶπεν· Ὡς βλέπεις. ὁ δὲ ἰατρὸς ἔφη· Ἐὰν ὡς ἐγὼ βλέπω ἔχῃς, τὸ ἥμισύ σου ἀπέθανεν. β: Δύσκολος ἰατρὸς ἑτερόφθαλμος ἀρρώστῳ ἔφη· Πῶς

### book 185.5

ἔχεις; ὁ δέ· Ὡς βλέπεις. †εἶπε δὲ ἐάν.

### book 186

Πρὸς δύσκολον ἰατρὸς προσελθὼν καὶ ἁψάμενος αὐτοῦ εἶπε· Κακὰ πυρέττεις. ὁ δὲ ἀποκριθεὶς εἶπεν· Εἰ δύνασαι σὺ κρείττω πυρέττειν, ἰδοὺ κλίνη· ἀναπεσὼν πύρεττε.

### book 187

a: Δύσκολος ἀστρολόγος παιδὸς νοσεροῦ γένεσιν λέγων, πολυχρόνιον αὐτὸν τῇ μητρὶ †ὡς ἐπαγγειλάμενος ᾔτει τὸν μισθόν. τῆς δὲ εἰπούσης· Ἐλθόντι σοι αὔριον δώσω—ἔφη· Τί οὖν, ἐὰν τὴν νύκτα ἀποθάνῃ καὶ ἐγὼ τὸν μισθὸν ἀπόλλω;

### book 187.5

β: Δύσκολος ἀστρονόμος παιδὸς νοσεροῦ †γέννησιν εἰπών, πολυχρόνιον ἔσεσθαι ἐπαγγειλάμενος ᾔτει τὸν μισθόν. τῆς δὲ μητρὸς εἰπούσης· Αὔριον δώσω—Τί οὖν, ἔφη, ἐὰν τῇ νυκτὶ ἀποθάνῃ; ἐγὼ τὸν μισθὸν ἀπολέσω;

### book 188

a: Δυσκόλου κεράμιον μέλιτος ἀγοράσαντος καὶ ὑπό τινος ἐρωτηθέντος, πόσου ἠγόρασεν, καταστρέφων τὸ κεράμιον ἔλεγεν· Οὕτω μου ἐκχυθῇ τὸ αἷμα, ἐὰν εἴπω ὑμῖν. β: Δύσκολος μέλιτος κεράμιον ἀγοράσας συνεχῶς

### book 188.5

ἠρωτᾶτο, πόσου ἠγόρασε. καταστρέφων οὖν τὸ κεράμιον ἔφη· Οὕτως χυθήτω μου τὸ αἷμα, ἐὰν εἴπω ὑμῖν.

### book 189

Πρὸς δύσκολον ἄρρωστον ἰατρὸς προσελθὼν προσέταξε ψιχία μετὰ στρουθίου φαγεῖν. καὶ ὁ δύσκολος εἶπε· Πῶς δύναμαι

### book 189

εἰς τὸ κλουβίον εἰσελθεῖν, ἵνα φάγω μετὰ τοῦ στρουθίου τὰ ψιχίδια;

### book 190

a: Δυσκόλου ταυλίζοντος κατεπέτασσέ τις ἀργὸς καθήμενος. ὁ δὲ θυμούμενος ἠρώτησεν αὐτόν· Ποίας τέχνης; καὶ διὰ τί ἀργεῖς; ἐκείνου δὲ εἰπόντος ὅτι Ῥάπτης εἰμί, ἔργον δὲ οὐκ ἔχω—διαρρήξας αὐτοῦ τὸν χιτῶνα καὶ ἐπιδοὺς εἶπε· Λαβὼν

### book 190.5

ἐργάζου καὶ σιώπα. β: Δυσκόλου ταυλίζοντος †κατεπήδησε τις. ὁ δὲ θυμωθεὶς ἠρώτησεν, εἰ τέχνην οἶδε καὶ διὰ τί ἀργεῖ. τοῦ δὲ φήσαν‐ τος· Ῥάπτειν οἶδα, ἔργον δὲ οὐκ ἔχω—διαρρήξας τὸ ἱμάτιον αὐτοῦ εἶπε· Λάβε καὶ ἐργάζου καὶ σιώπα.

### book 191

aβ: Δύσκολόν τις ἠρώτα· Ποῦ μένεις; ὁ δὲ εἶπεν· †Ἐκεῖθεν μεταβαίνω.

### book 192

Δυσκόλῳ τις ναυκλήρῳ ἀπαντήσας εἶπε· Τὸν ἐπίπλουν σου εἶδον ἐν Ῥόδῳ. κἀκεῖνος ἀπεκρίνατο· Κἀγώ σου εἶδον τὸ ἧπαρ ἐν Σικελίᾳ.

### book 193

ac: Δύσκολόν τις ἐζήτει. ὁ δὲ ἀπεκρίνατο· Οὐκ εἰμὶ ὧδε. τοῦ δὲ γελάσαντος καὶ εἰπόντος· Ψεύδῃ· τῆς γὰρ φωνῆς σου ἀκούω—εἶπεν· Ὦ κάθαρμα, εἰ μὲν ὁ δοῦλός μου εἶπεν, εἶχες ἂν αὐτῷ πιστεῦσαι· ἐγὼ δέ σοι οὐ φαίνομαι ἀξιοπιστότερος ἐκείνου

### book 193.5

εἶναι; β: Δυσκόλῳ τις ἐφώνει· ὁ δὲ ἀπεκρίνατο· Οὐκ εἰμὶ ἐγώ. τοῦ δὲ εἰπόντος ὅτι Ψεῦδος· τῆς φωνῆς σου γὰρ ἀκούω—ἔφη· Ὦ κάθαρμα, εἰ μὲν ὁ παῖς μου εἶπεν, ἐπείσθης ἄν· ἐγὼ δὲ οὐ φαίνομαί σοι ἀξιοπιστότερος εἶναι;

### book 194

a: Δύσκολος σκάλαν καταβαίνων σφαλεὶς κατέπεσε. τοῦ δὲ οἰκοκυροῦ εἰπόντος· Τίς ἔνι ἐκεῖ; ἀπεκρίνατο· Ἐγὼ τοῦ

### book 194

ἐνοικίου μου ἐλάκησα. τί πρὸς σέ; β: Δύσκολος ἀπὸ σκάλας καταβαίνων ἔπεσε. τοῦ δὲ

### book 194.5

αὐθέντου εἰπόντος· Ἐκεῖ τίς ἔπεσεν; ἔφη· Ἐγὼ τοῦ ἐνοικίου μου. τί πρὸς σέ;

### book 195

Δυσκόλῳ τις συγκλητικῷ ἔλεγε· Μικρόν σε ποθῶ ἰδεῖν καὶ συντυχεῖν. ὁ δὲ ἀπεκρίνατο· Κἀγὼ σὲ ἰδεῖν θέλω τυφλὸν καὶ χωλόν.

### book 196

Ἀφυὴς γραμματικὸς ἐρωτηθείς· Πῶς δεῖ λέγειν, τοῖς δύο ἢ τοῖς δυσί; ὁ δὲ τὴν χεῖρα προτείνας τοὺς δύο ὑπεδείκνυε δακτύ‐ λους.

### book 197

Ἀφυὴς γραμματικὸς ἐρωτηθείς· Ἡ μήτηρ Πριάμου τίς ἐκαλεῖτο; ἀπορῶν ἔφη· Ἡμεῖς κατὰ τιμὴν κυρίαν αὐτὴν καλοῦμεν.

### book 198

Ἀφυὴς κουρεὺς τοῖς ὑπ’ αὐτοῦ πληττομένοις ἔμπλαστρα προσετίθει. ἑνὸς δὲ αἰτιασαμένου αὐτὸν ἔφη· Ἀχάριστε, μάτην ἀγανακτεῖς· ἑνὸς γὰρ δηναρίου ξυράμενος τεσσάρων δηναρίων ἔμπλαστρα ἔλαβες.

### book 199

Ἀφυὴς μαθητὴς κακῶς τινα κείρας καὶ παρωνυχίδας ποιήσας καὶ διὰ τοῦτο ὑπὸ τοῦ ὀνυχιζομένου ἀπωσθεὶς ἀνεβόησεν·

### book 199

Ἐπιστάτα, τί οὐκ ἀφίησ〈ί〉 με μαθεῖν;

### book 200

Ἀφυὴς μαθητὴς ὑπὸ τοῦ ἐπιστάτου κελευσθεὶς ὀνυχίσαι οἰκοδεσπότην ἐδάκρυσε. τοῦ δὲ τὴν αἰτίαν ἐρωτήσαντος ἔφη· Φοβοῦμαι καὶ κλαίω· μέλλω γὰρ τραυματίσαι σε, καὶ παρωνυχίδας ποιήσεις, καὶ τύψει με ὁ ἐπιστάτης.

### book 201

Ἀφυεῖ μάντει προσελθών τις ἐξ ἀποδημίας ἀνιὼν ἠρώτα περὶ τῶν οἰκείων. ὁ δὲ εἶπεν· Ὑγιαίνουσι πάντες, καὶ ὁ πατήρ σου. τοῦ δὲ εἰπόντος ὅτι Ὁ πατήρ μου δέκατον ἔτος ἔχει ἀφ’ οὗ ἀπέθανεν —ἀπεκρίνατο· Οὐδὲν γὰρ οἶδας τὸν κατὰ ἀλήθειάν σου πατέρα.

### book 202

Ἀφυὴς μαθηματικὸς παιδίου γένεσιν λέγων εἶπεν· Οὗτος ἔσται ῥήτωρ, εἶτα ἔπαρχος, εἶτα ἡγεμών. τεθνηκότος οὖν τοῦ παιδὸς τούτου ἡ μήτηρ ἀπαντήσασα εἶπεν· Ὃν ἔλεγες ῥήτορα ἔσεσθαι καὶ ἄρχοντα καὶ ἡγεμόνα, ἀπέθανεν. ὁ δὲ ἔφη· Μὰ τὴν

### book 202.5

αὐτοῦ μνήμην, ἐὰν ἔζησε, πάντα ταῦτα ἂν ἐγένετο.

### book 203

Ἀφυεῖ μάντει προσελθών τις ἠρώτα, εἰ ὁ ἐχθρὸς αὐτοῦ ἐξ ἀποδημίας ἥξει. ὁ δὲ εἶπεν, ὅτι οὐκ ἔρχεται. ὡς δὲ ἔμαθε μεθ’ ἡμέρας παραγενόμενον αὐτόν, ἔφη· Οὐδὲν αὐτοῦ ἀχρωμότερον.

### book 204

Ἀφυὴς μαθη〈μα〉τικὸς μοιρολογῶν τινα ἔφη· Οὐκ ἦν σοι κατὰ γένος τεκνῶσαι. τοῦ δὲ εἰπόντος ὅτι Ἑπτὰ παῖδας ἔχω— εἶπεν· Οὐκοῦν πρόσεχε αὐτοῖς.

### book 205

Ἀφυὴς μάντις ἐμπεσὼν εἰς πολεμίους καὶ εἰπὼν ὅτι

### book 205

Μάντις εἰμί—μελλούσης πρὸς ἀντιπάλους μάχης συνάπτεσθαι· Νικήσετε, εἶπε, τοὺς πολεμίους, ἐὰν τὰς ἐξόπισθεν τρίχας τῶν κεφαλῶν ὑμῶν ἐν τῇ παρατάξει τῆς μάχης μὴ βλέψωσιν.

### book 206

Δειλὸς ἐρωτηθείς· Ποῖα τῶν πλοίων ἀσφαλέστερα, τὰ μακρὰ ἢ τὰ στρογγύλα; ἔφη· Τὰ νενεωλκημένα.

### book 207

Δειλὸς κυνηγὸς συνεχῶς τὴν νύκτα ὑπὸ ἄρκτου διωκό‐ μενος ἐν ὕπνῳ, κύνας μισθωσάμενος μετ’ αὐτοῦ ἐκοίμιζεν.

### book 208

Δειλῷ πύκτῃ λέγει τις· Μετὰ τίνος ἔχεις πυκτεῦσαι; κἀκεῖ〈νοσ〉 τὸν ἀντίπαλον ὑποδείξας ἔφη· Μετὰ τοῦ κυρίου μου τοῦδε.

### book 209

Δειλὸς πύκτης συνεχῶς ὑπὸ ἀντιδίκου κοσκινιζόμενος ἀνεβόησε· Δέομαι ὑμῖν ἅμα πᾶσιν.

### book 210

Δειλὸς πύκτης χωρίον ἀγοράζων κατηρώτα τοὺς ἐντοπίους, μὴ ἔχει μύρμηκας.

### book 211

ac: Ὀκνηρῶν δύο ὁμοῦ κοιμωμένων εἰσελθών τις

### book 211

κλέπτης τὸν σάγον ὑποσύρας ἔκλεψε. τοῦ δὲ ἑνὸς αἰσθομένου καὶ πρὸς τὸν ἕτερον εἰπόντος· Ἀναστὰς φθάσον τὸν κλέψαντα τὸν σάγον—εἶπεν· Ἄφες· ὅταν ἔλθῃ ἐπᾶραι τὴν †στήλην, κρατοῦμεν

### book 211.5

αὐτόν. β: Ὀκνηρῶν δύο κοιμωμένων εἰσελθών τις κλέπτης τὸ σαγίον αὐτῶν ἔλαβε. τοῦ δὲ ἑνὸς νοήσαντος καὶ εἰπόντος πρὸς τὸν ἕτερον· Ἀνάστα, δίωξον αὐτόν—ἔφη· Ἄφες· ὅταν ἔλθῃ λαβεῖν τὴν τύλην, κρατοῦμεν αὐτὸν οἱ δύο.

### book 212

a: Ὀκνηρῷ υἱῷ ἐκέλευσεν ὁ πατὴρ εἰς τὸν γείτονα ἀπελθεῖν καὶ χρήσασθαι ἀξίνην. ὁ δὲ ἔφη· Οὐ δίδει. τοῦ δὲ πατρὸς ἐπιμένοντος ἀπεκρίνατο· Ἐγώ εἰμι ὁ γείτων καὶ ἀξίνην οὐκ ἔχω. β: Ὀκνηρῷ υἱῷ ἐπέταξεν ὁ πατὴρ ἀπελθεῖν εἰς τὸν

### book 212.5

γείτονα καὶ χρήσασθαι ἀξίνην. ὁ δὲ ἔφη· 〈...〉 Ἐγώ εἰμι ὁ γείτων, ἀξίνην οὐκ ἔχω.

### book 213

ac: Ὀκνηρὸς ὀκνηρῷ δηνάριον ἐχρεώστει. ὑπαντήσας δὲ αὐτῷ ᾔτει τὸ δηνάριον. τοῦ δὲ εἰπόντος· Ἔκτεινόν σου τὴν χεῖρα καὶ λῦσόν μου τὸ μάπουλον καὶ ἆρον τὸ δηνάριον—ἐκεῖνος ἔφη· Πορεύου ἔνθεν· οὐδέν μοι χρεωστεῖς.

### book 213.5

β: Ὀκνηρὸς ὀκνηρῷ ὤφειλε δηνάριον. ὑπαντηκὼς δὲ αὐτὸν ᾔτει τὸ δηνάριον. ὁ δέ φησιν· Εἰς τὸ μάπουλόν μου δέδεται· λύσας ἆρον. ὁ δέ· Ἄπελθε, φησίν, ἐπληρώθην.

### book 214

Φθονερὸς εἰς γναφεῖον εἰσελθὼν καὶ μὴ θέλων οὐρῆσαι

### book 214

ἀπέθανεν.

### book 215

Φθονερὸς οἰκοδεσπότης τοὺς ἐνοίκους ἰδὼν εὐτυχοῦντας ἐκ τοῦ οἴκου αὐτοῦ ἐξεδίωξεν.

### book 216

Φθονερὸς ἰδὼν τὸν γείτονα θηριομαχοῦντα λέγει τῷ κυβερνήτῃ· Ἄρκος.

### book 217

Ἄλλος διὰ δειλίαν ἐπέγραψεν ἐπὶ τοῦ μετώπου· Ὁ τόπος τῶν καιρίων. παιόμενος οὖν συνεχῶς εἶπε πρὸς τοὺς παρόν‐ τας· Μή τι οὗτος γράμματα οὐκ οἶδεν καὶ ἀναιρεῖ με;

### book 218

Δειλὸς πύκτης συνεχῶς παιόμενος ὑπὸ τοῦ ἀντιδίκου ἀνεβόησε· Δέομαι ὑμῶν, μὴ πάντες ὁμοῦ.

### book 219

Λιμόξηρος λιμοξήρῳ θυγατέρα ἐκδιδοὺς καὶ ἐρωτώμενος, τί αὐτῇ δίδωσιν εἰς προῖκα· Οἰκίαν, ἔφη, δίδωμι, ἧς αἱ θυρίδες εἰς τὸ ἀρτοκοπεῖον βλέπουσιν.

### book 220

ac: Λιμόξηρος παιδοτρίβης ἰδὼν ἄρτον κρεμάμενον εἶπε· Καταβαίνεις; ἀπαγγέλλεις; ἢ ἀναβαίνω καὶ ἀπαρτίζω σε. β: Λιμόξηρος παιδαγωγὸς ἰδὼν ἄρτον ἔν τινι ὕψει κρεμάμενον εἶπε· Καταβαίνεις καὶ ἀπαγγέλλεις; ἢ ἀναβαίνω 〈καὶ〉

### book 220.5

ἀπαρτίζω σε.

### book 221

ac: Λιμόξηρος ἰατρὸς ἰδὼν ἄρτον εἰς τρύπην κείμενον ἐκσυρτικὸν ἔμπλαστρον ἐπέθηκεν. β: Λιμόξηρος ἰατρὸς ἰδὼν ἄρτον διά τινος τρύπης ἐκσυρτικὸν ἔμπλαστρον ἐτίθει.

### book 222

Λιμόξηρον ἄρρωστον ἰατρὸς ἐπισκεψάμενος ἐκέλευσεν ἅληκα αὐτῷ εἰς πόμα γενέσθαι. εἰ δὲ μὴ εὕροι ἅληκα, ποιῆσαι αὐτῷ ὁμοίως τράγον. ὁ δὲ λιμόξηρος ἔφη· Ἐὰν μὴ εὕρω τράγον, φάγω δύο ἐρίφια.

### book 223

ac: Λιμόξηρος ἰδὼν ἄρτον ἐν ὑπερθύρῳ κείμενον εἶπε· Θεέ, ἢ ἐμὲ ὕψωσον ἢ ἐκεῖνον ταπείνωσον. β: Λιμόξηρος ἰδὼν ἄρτον ἐν ὑπερθ〈ύ〉ρῳ κείμενον ἔφη· Κύριε, ἢ ἐκεῖνον ταπείνωσον ἢ ἐμὲ †ἐξάλειψον.

### book 224

Λιμόξηρος ἀπελθὼν εἰς κηπουρὸν ἔδωκε τέσσαρα δηνάρια, ἵνα σῦκα, ὅσα θέλει, φάγῃ. τοῦ δὲ καταφρονήσαντος καὶ εἰπόντος· Ἀπὸ τῶν παρακειμένων δένδρων φάγε, ὅσα δύνασαι—ἀνελθὼν εἰς μεγάλα〈σ〉 συκᾶ〈σ〉 καὶ ἀπὸ κορυφῆς ἀρξάμενος πάντα κατήσθιε.

### book 224.5

μετὰ δὲ πολλὴν ὥραν ἀναμνησθεὶς ὁ κηπουρὸς ἐπεζήτει αὐτόν. ὡς δὲ εἶδεν εἰς ὕψος σαλεύοντα τοὺς κλάδους καὶ ἐσθίοντα, ἀγανα‐ κτήσας εἶπε· Κάτω ἑστὼς οὐκ ἠδύνω ἐκ τῶν ἐπικειμένων κλάδων φαγεῖν; ὁ δὲ ἀπεκρίνατο· Ἐκεῖνα, ὡς καταβαίνω, τρώγω.

### book 225

Λιμόξηρος ἀρτοπράτῃ προσελθὼν ᾔτει δοῦναι δηνάρια δύο, ἵνα ἄρτου χορτάσῃ. τοῦ δὲ λογισαμένου ἕνα ἄρτον τούτῳ ἀρκέσειν 〈καὶ〉 λαβόντος τὰ δηνάρια ἤρξατο τρώγειν. ὁ δὲ τοῦ κοφίνου ἀρξάμενος ἑστὼς τὸ ἥμισυ ἔφαγε. τοῦ δὲ ἀρτοπράτου

### book 225.5

θαμβηθέντος καὶ εἰπόντος ὅτι Κάθισον καὶ οὕτως φάγε—ἀπεκρίνατο· Τοὺς ἐν τῷ κοφίνῳ ἄρτους βούλομαι ἑστὼς φαγεῖν, τοὺς δὲ ἐν τῇ προβολῇ καθήμενος.

### book 226

Λιμόξηρος κωμῳδίας ὑποκριτὴς τὸν ἀγωνοθέτην πρὸ τοῦ εἰσελθεῖν ἄριστον ᾔτει. τοῦ δὲ ἐπιζητοῦντος, διὰ τί προαριστῆ‐ σαι θέλει· Ἵνα, ἔφη, μὴ ἐπιορκήσω λέγω〈ν· ἐγὼ〉 μὲν ἠρίστησα νὴ τὴν Ἄρτεμιν

### book 226.5

μάλ’ ἡδέως.

### book 227

ac: Μεθύσῳ ἐν καπηλείῳ πίνοντι ἐπιστάς τις ἔφη· Ἡ γυνή σου ἀπέθανεν. ὁ δὲ ἀκούσας πρὸς τὸν κάπηλον ἔφη· Οὐκοῦν, αὐθέντα, ἐκ τοῦ μελανοῦ κέρασον. β: Σχολαστικῷ ἐν καπηλείῳ πίνοντι ἐπιστάς τις εἶπεν·

### book 227.5

Ἡ γυνή σου ἀπέθανεν. ὁ δὲ ἔφη· Οὐκοῦν, πραγματευτά, μέλαινα οἶνόν μοι κέρνα.

### book 228

Μέθυσος ὀνειδιζόμενος ὑπό τινος, ὅτι πολλὰ πίνων οὐ φρονεῖ, ὁ δὲ ἀπὸ τοῦ οἴνου καλῶς βλέπειν μὴ δυνάμενος ἀπεκρί‐ νατο· Ἐγὼ μεθύω ἢ σὺ ὁ δύο ἔχων ὄψεις;

### book 229

a: Μέθυσος ἀτυχὴς ἀμπελῶνα κτησάμενος τῷ τρυγητῷ ἀπέθανεν. β: Ἀτυχὴς μέθυσος ἀμπελῶνα κληρονομήσας ἐν καιρῷ

### book 229

τοῦ τρυγητοῦ ἀπέθανεν.

### book 230

Μέθυσος καπηλεῖον ἀνοίξας εἰς τὸ πρόθυρον ἄρκτον ἔδησεν.

### book 231

Ὀζόστομος θέλων ἰδίῳ θανάτῳ ἀποθανεῖν περικαλυψά‐ μενος ἐχασμᾶτο.

### book 232

Ὀζόστομος συνεχῶς τὴν γυναῖκα αὐτοῦ καταφιλῶν ἔλεγεν· Ἡ κυρία μου, ἡ Ἥρα μου, ἡ Ἀφροδίτη μου. κἀκείνη ἀποστρεφομένη ἔλεγεν· Ὀζεύς μου, ὀζεύς μου.

### book 233

Ὀζόστομος κωφῷ ὑπαντήσας ἔλεγε· Χαῖρε—κἀκεῖνος εἶπε· Φῦ. τοῦ δὲ εἰρηκότος· Τί γὰρ εἶπον; ἔφη· Ἔβδεσας.

### book 234

Ὀζόστομος τὴν γυναῖκα ἠρώτα λέγων· Κυρία, τί με μισεῖς; κἀκείνη ἀπεκρίνατο λέγουσα· Ὅτι σύ με φιλεῖς.

### book 235

Ὀζόστομος ἰατρῷ ὑπαντήσας λέγει· Κύριέ μου, ἴδε· ἡ σταφυλή μου κατέβη. καὶ χανόντος ὁ ἰατρὸς ἀποστρεφόμενος ἔλεγεν· Οὐχὶ ἡ σταφυλή σου κατέβη, ἀλλ’ ὁ κῶλός σου ἀνέβη.

### book 236

Ὀζόστομος τὸ τέκνον αὐτοῦ κολακεύων, μασώμενος ἐνεβρωμάτισεν αὐτό. τὸ δὲ ἀποστρεφόμενον ἔλεγεν· Οὐ θέλω·

### book 236

τατὰ κακά.

### book 237

Ὀζόστομος λουκάνικον ὀπτῶν καὶ ἐπὶ πολὺ προσφυσῶν, ἡνίκα αὐτὸ ἀπειργάσατο, αὐτὸς συνεχῶς βδέων οὐκ ἐπιστεύετο.

### book 238

Ὀζόστομος ἀπελθὼν εἰς ὀπωροπώλην ἠρώτα· Ἔχεις, κῦρι, σχάδας; ὁ δὲ ἀποστραφείς· Οὐδὲ φοινίκια ἔχω.

### book 239

a: Νεανίσκος τραγῳδὸς ἠγαπήθη ὑπὸ γυναικῶν δύο, ὀζοστόμου καὶ ὀζοχρώτου. καὶ τῆς μιᾶς λεγούσης· Δός μοι, κῦρι, φιλήματα—τῆς δὲ ἄλλης· Δός μοι, κῦρι, περιπλοκάς—ἐκεῖνος ἀνεβόησεν·

### book 239.5

Οἴμοι, τί δράσω; δυσὶ κακοῖς μερίζομαι. β: Εὐτράπελος τραγῳδὸς ὑπὸ δύο ἠγαπᾶτο γυναι‐ κῶν, ὀζοστόμου καὶ †εὐοχνώτου. καὶ τῆς μὲν εἰπούσης· Δός μοι φίλημα—τῆς δὲ εἰπούσης· Δός μοι περιπλοκάς—ἀνεβόησεν· Οἴμοι, τί δράσω; δυσὶ κακοῖς μερίζομαι.

### book 240

Ὀζόστομος καὶ ὀζόχρωτος, ὁμοῦ ἐν θεάτρῳ καθεζομέ‐ νων, συνέβη μέσον αὐτῶν κατὰ τύχην νεανίσκον καθεσθῆναι. αἰσθομένου δὲ αὐτοῦ τῆς δυσωδίας, στραφεὶς πρὸς τὸν ὀζόστομον ἠρώτα· Τίς ἔβδεσεν; εὑρηκὼς δὲ ἐκ τοῦ στόματος αὐτοῦ τὴν αἰτίαν,

### book 240.5

στραφεὶς τῷ ἑτέρῳ εἰς τὸ οὖς διελέγετο. γνοὺς δὲ κἀκείνου τὴν δυσωδίαν ἀναστὰς ἔφυγεν.

### book 241

Μωρὸς κωφῷ συγκαθεύδων ἔβδεσε. τοῦ δὲ τὴν δυσωδίαν αἰσθομένου καὶ κατακράξαντος ἔφη· Ἴδε, πῶς ἀκούεις· ἀλλ’

### book 241

ἐμπαίζεις μοι.

### book 242

Ὀζόστομος συνεχῶς εἰς οὐρανὸν βλέπων πολλὰ ηὔχετο. παρακύψας ὁ Ζεὺς λέγει· †μία μία χαρεῖς·† καὶ κάτω θεοὺς ἔχεις.

### book 243

(a) Λείξουρος εἰς τρύγην ὑπὸ φίλου κληθεὶς καὶ ἀπλήστως φαγὼν σῦκα καὶ σταφυλάς, 〈τῇ νυκτὶ〉 ὑπὸ τῆς γαστρὸς αὐτοῦ νυχθεὶς ἔδοξεν ὁρᾶν ἐπὶ συκῆς τὸν φίλον αὐτοῦ καθήμενον καὶ τοῦτον προσκαλεῖσθαι, ἵνα φάγῃ σῦκα. (b) ἀναστάντος δὲ

### book 243.5

ἤρεσεν αὐτοὺς ἀπὸ τῆς συκῆς χέσαι ἄνωθεν. (c) βιαζόμενος οὖν τὰ στρώματα κατέχεσεν. (d) ὡς δὲ ἐξυπνίσας ἐπέγνω, τὰ στρώματα πλύνας πάλιν [ἀπλήστως φαγὼν] ἐκοιμήθη. (e) καὶ θεωρεῖ πάλιν καθ’ ὕπνους τὸν φίλον ἐπὶ τῆς συκῆς καθήμενον καὶ τοῦτον ὁμοίως ἀνελθεῖν προτρεπόμενον. (f) ὁ δὲ πρὸς αὐτὸν

### book 243.10

ἀναβλέψας εἶπε· Πάλιν μοι θέλεις ἐμπαῖξαι, ἵνα ἀπὸ τῆς συκῆς ἄνωθεν δόξας χέζειν τὰ στρώματα ῥυπώσω. (g) ἀλλ’ ἐγὼ ἀπάρτι οὐ μὴ ἐμπαιχθῶ· πρῶτον γὰρ χέσω καὶ οὕτως ἀνέλθω. (h) βιαζόμενος οὖν πάλιν τὰ στρώματα κατετίλησεν.

### book 244

ac: Νεανίσκος πρὸς τὴν γυναῖκα οὖσαν ἀσελγῆ εἶπε· Κυρία, τί ποιοῦμεν; ἀριστοῦμεν ἢ ἀφροδισιάζομεν; κἀκείνη πρὸς

### book 244

αὐτὸν ἔφη· Ὡς θέλεις· ψωμὶν οὐκ ἔστιν. β: Νεανίσκος πρὸς τὴν ἑαυτοῦ γυναῖκα ἀσελγῆ οὖσαν

### book 244.5

εἶπεν· Κυρία, τί ποιοῦμεν; ἀριστοῦμεν ἢ ἀφροδισιάζομεν; κἀκείνη ἔφη· Ὡς θέλεις· ψωμὴν οὐκ ἔχομεν.

### book 245

ac: Νεανίσκος γραίας δύο καπριώσας ἐκάλεσε, πρὸς δὲ τοὺς οἰκείους διακόνους ἔφη· Τὴν μίαν κεράσατε, τὴν δὲ θέλουσαν ἀφροδισιάσατε. αἱ δὲ ὑφ’ ἓν εἶπον· Ἡμεῖς οὐ διψῶμεν. β: Γραΐδας ἐρωτευομένας νεανίσκος ξενοδοχήσας πρὸς

### book 245.5

τοὺς παῖδας αὐτοῦ ἔφη· Τὴν θέλουσαν κεράσατε καὶ τὴν θέλουσαν ἀφροδισιάσατε. κἀκεῖναι εἶπον· Ἡμεῖς οὐ διψῶμεν.

### book 246

Μισογύναιος στὰς ἐν τῇ ἀγορᾷ ἔλεγε· Πωλῶ μου τὴν γυναῖκα ἀτελώνητον. τινῶν δὲ εἰπόντων· Διὰ τί; εἶπεν· Ἵνα στερέσιμος γένηται.

### book 247

a: Μισογύναιος, τῆς γυναικὸς αὐτοῦ ἀποθανούσης, ἐπὶ τῷ θάψαι ἐκήδευε. τινὸς δὲ ἐρωτήσαντος· Τίς ἀνεπαύσατο; ἔφη· Ἐγὼ ὁ ταύτης στερηθείς. β: Μισογυναίκου τὴν γυναῖκα κηδεύοντος ἠρώτησέ

### book 247.5

τις· Τίς ἀνεπαύσατο; ὁ δὲ ἔφη· Ἐγὼ ὁ ταύτης στερηθείς.

### book 248

a: Μισογύναιος νοσήσας ἐν ἀπογνώσει, τῆς δὲ γυναικὸς αὐτῷ εἰπούσης· Ἐάν τι πάθῃς, ἀπάγξομαι—ἀναβλέψας πρὸς αὐτὴν εἶπε· Ζῶντί μοι τοῦτο χάρισαι. β: Μισογύναικος ἀρρωστῶν καὶ τῆς γυναικὸς εἰπούσης

### book 248.5

αὐτῷ· Ἐὰν ἀποθάνῃς, ἀπάγξομαι—ἀναβλέψας εἶπε· Ζῶντί μοι

### book 248

τοῦτο χάρισαι.

### book 249

Μισογύναιος γυναῖκα ἔχων γλωσσώδη καὶ λοίδορον, τελευτησάσης δὲ αὐτῆς, ἐπὶ θυρεοῦ ἐξέφερε. τινὸς δὲ ἰδόντος καὶ τὴν αἰτίαν ἐρωτήσαντος ἀπεκρίνατο· Μαχίμη γὰρ ἦν.

### book 250

Νεανίσκος ἐρωτηθείς, 〈εἰ〉 ὑπὸ τῆς γυναικὸς αὐτοῦ κελεύεται ἢ πείθεται αὐτῷ ἐκείνη πάντα, ἐναβρυνόμενος ἔφη· Οὕτως με φοβεῖται ἡ γυνή μου· ἐὰν χάνω, χέζει.

### book 251

Οἰκοδέσποινα μωρὸν οἰκέτην ἔχουσα ἐμφανῆ καὶ ἰδοῦσα αὐτὸν ἁδροκέφαλον, ἐπιθυμήσασα αὐτοῦ, φιμάριον εἰς τὸ πρόσω‐ πον βαλοῦσα, ἵνα μὴ ἐπιγνωσθῇ, συνέπαιζεν αὐτῷ. ὁ δὲ ἐν τῷ παίζειν συνεισῆλθεν αὐτῇ. καὶ τῷ δεσπότῃ συνήθως προσγελῶν

### book 251.5

εἶπε· Κῦρι, κῦρι, τὸν ὀρχηστὴν ἐβίνησα, καὶ ἡ κυρὰ ἦν ἔσωθεν.

### book 252

Ἀτυχὴς εὐνοῦχος κήλην ἐποίησεν.

### book 253

Σχολαστικὸς ἰατρῷ συναντήσας· Συγχώρη‐ σόν μοι, εἷπε, καὶ μή μοι μέμψῃ, ὅτι οὐκ ἐνόσησα.

### book 254

Σχολαστικὸς Ἀμιναίαν ἔχων ἐσφράγισεν αὐτήν. τοῦ δὲ δούλου κάτωθεν τρήσαντος καὶ τὸν οἶνον αἴροντος ἐθαύμαζεν, ὅτι τῶν σημάντρων σώων ὄντων ὁ οἶνος ἐλαττοῦται. ἕτερος εἶπεν· Ὅρα, μὴ κάτωθεν ἀφῃρέθη. ὁ δέ· Ἀμαθέστατε,

### book 254.5

εἶπεν, οὐ τὸ κάτωθεν λείπει, ἀλλὰ τὸ ἄνωθεν μέρος.

### book 255

Σχολαστικὸς μαθών, ὅτι ὁ κόραξ ὑπὲρ τὰ διακόσια ἔτη ζῇ, ἀγοράσας κόρακα εἰς ἀπόπειραν ἔτρεφεν.

### book 256

Σχολαστικὸς εἰς χειμῶνα ναυαγῶν καὶ τῶν συμπλεόντων ἑκάστου περιπλεκομένων σκεῦος πρὸς τὸ σωθῆναι, ἐκεῖνος μίαν τῶν ἀγκυρῶν περιεπλέξατο.

### book 257

Σχολαστικὸς υἱὸν θάψας καὶ συναντήσας τῷ διδασκάλῳ αὐτοῦ εἶπεν· Προ〈σ〉ῆλθεν ὁ παῖς; ὁ δέ φησιν· Οὔ. καὶ ὁ σχολαστικός· Λοιπὸν οὖν, καθηγητά, τέθνηκεν.

### book 258

Σχολαστικὸς παιδοτρίβης ἀκούσας περὶ μαθητοῦ, ὅτι νοσεῖ, τῇ δὲ ἑξῆς, ὅτι πυρέττει, ὕστερον δὲ παρὰ τοῦ πατρὸς ἀκούσας, ὅτι ἀπέθανεν, ἔφη· Οὕτω προφασιζόμενοι οὐκ ἐᾶτε τοὺς παῖδας μανθάνειν.

### book 259

Σχολαστικὸς ἀγοράσας κρέας βαστάζων αὐτὸ ἀπήρχετο εἰς τὸν οἶκον αὐτοῦ. λούπης δὲ ῥήξας ἥρπασεν αὐτὸ ἐκ τῆς χειρὸς αὐτοῦ. ὁ δὲ ἔφη· Ὡς σὺ γένωμαι, ἂν μὴ κἀγὼ ποιήσω αὐτὸ ἄλλῳ.

### book 261

Λιμόξηρος ὕπαρχος τὸ βῆμα αὐτοῦ

### book 261

ἐκέλευσε πρὸς ἀρτοκοπεῖον γενέσθαι.

### book 262

Εὐτράπελος ἀποδημήσας καὶ κηλίτης γενόμενος, ἐπανελθὼν ἠρωτᾶτο 〈ὑπὸ τῆς γυναικόσ〉, τί ἤγαγεν. ὁ δέ· Σοὶ μέν, εἶπεν, οὐδέν, τοῖς δὲ μηροῖς σου προσκεφαλᾴδιον.

### book 263

Εὐτράπελόν τις ἐλοιδόρει, ὅτι Σοῦ τὴν γυναῖκα δωρεὰν ἔσχον. ὁ δὲ εἶπεν· Ἐμοὶ μὲν ἀνάγκη τοσούτου κακοῦ ἀνέχεσθαι· σοὶ δὲ τίς ἀνάγκη;

### book 264

Εὐτράπελος ἐπὶ ἡγεμόνος ἐδικάζετο. τοῦ δὲ νυστάζοντος ἐβόησεν· Ἐκκαλοῦμαι. ὁ δὲ ἔφη· Ἐπὶ τίνα; κἀκεῖνος· Ἐπὶ σὲ γρηγοροῦντα.

### book 265

Σχολαστικοῦ ἐρωτηθέντος, πόσους ξέστας ὁ ἀμφορεὺς

### book 265

ἔχει, ἀπεκρίνατο· Οἴνου λέγεις ἢ ὕδατος;

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/anthology-anon-philogelos-jokes-tpg-aa.json (sha256:a34cc20f264e2e36a73c43646ee38de00a4eafbb81b6514a162d4152f303e73e). Cite as `eul_wid: tpg-aa`.
