---
title: Fragments of Uncertain Works
title_greek: Ἀποσπάσματα Ἀδήλων Ἔργων
author: Parodica Anonyma
eul_wid: rto-aa
eul_aid: rto
canonical: "https://eulogikon.org/grc/anonymous-parodica/uncertain-fragments"
canonical_json: "https://eulogikon.org/data/works/grc/anonymous-parodica-uncertain-fragments-rto-aa.json"
sha256: babe0ca573c872213709a7b3257e95abaa37edc6e640d639ec9d207e67965144
period: Roman
dialect: Atticizing Literary
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Fragments of Uncertain Works

*Ἀποσπάσματα Ἀδήλων Ἔργων*

**Author:** Parodica Anonyma

**eul_wid:** `rto-aa` · [HTML page](https://eulogikon.org/grc/anonymous-parodica/uncertain-fragments) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/anonymous-parodica-uncertain-fragments-rto-aa.json)

## Text

### book 1

τοῖς δ’ ὁ κόλαξ πάμπρωτος ὑφαίνειν ἤρχετο μῶκον·

### book 2

πλήρης μὲν λαχάνων ἀγορή, πλήρης δὲ καὶ ἄρτων.

### book 3.1

τέτλαθι δὴ πενίη καὶ ἀνάσχεο μωρολογούντων· ὄψων γὰρ

### book 3.2

πλῆθός

### book 3.3

σε δαμᾷ καὶ λιμὸς ἀτερπής.

### book 4

οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι

### book 5

ἔστειχε δ’ ἔχων ὑπὸ ποσσὶ χίμεθλα

### book 6

Ἑρμοκαϊκόξανθος ἐπευξάμενος Διὶ πατρί·

### book 7.1

ὦ βροτολοιγέ, πόσους σὺ 〈βρο〉τῶν Ἄιδι

### book 7.2

προΐαψας;

### book 8a.1

ἅρματα δ’ ἄλλοτε μὲν

### book 8a.2

χθονὶ πίλνατο

### book 8a.3

πουλοβοτείρῃ, ἄλλοτε δ’ ἀίξασκε μετήορα· τοὶ δὲ θεαταὶ θώκοις ἐν

### book 8a.4

σφετέροις οὔθ’ ἕστασαν οὐδὲ κάθηντο

### book 8a.5

χλωροὶ ὑπαὶ δείους

### book 8a.6

πεφοβημένοι, οἱ δ’ ὑπὸ νείκης[ln_5]ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι

### book 8a.7

χεῖρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστοι. [para]ἠύτε

### book 8a.8

περ κλαγγὴ γεράνων πέλει ἠεροφώνων ὣς ἐπεὶ οὖν ζῦθόν τ’ ἔπιον καὶ ἀθέσφατον οἶνον, κλαγγῇ τοί γε πέτονται ἐπὶ σταδίοιο κελεύθου.

### book 8a.1

[ln_10]οἱ δ’, ὥστε

### book 8a.2

ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν, οὖλον κεκλήγοντες, ὅτε

### book 8a.3

προίδωσιν ἰόντα ἵππον, ὃς ἀνθρώποισι πόνον φέρει ἠλιθίοισιν, ὣς οἱ κεκλήγοντες ἐπ’ ἀλλήλοισιν ἔπιπτον. [para]ὡς δ’ ἄνεμος ἄχνας

### book 8a.4

φορέει ἱερὰς κατ’ ἀλῳάς,[ln_15]ὡς δ’ ἀναμαιμάει βαθέ’ ἄγκεα θεσπιδαὲς πῦρ, πάντῃ δ’ εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι

### book 8a.5

πρόρριζοι πίπτουσιν ἐπειγόμενοι

### book 8a.6

πυρὸς ὁρμῇ· ὣς οἱ μὲν μάρναντο

### book 8a.7

πυρὸς δέμας, οὐδέ κε

### book 8a.8

φαίης οὐδέ ποτ’ ἠέλιον σόον ἔμμεναι οὔτε

### book 8a.9

σελήνην.

### book 8a.1

[ln_20]οἵη

### book 8a.2

περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν, ἀνδρῶν κουφονόων

### book 8a.3

φιλαεθλοτάτων ἀγερώχων. ἠχὴ δ’ ἀμφοτέρων ἵκετ’ αἰθέρα καὶ Διὸς αὐγάς. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς

### book 8a.4

πλησίον ἄλλον· [para]‘οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλάφοιο,[ln_25]τί πτώσσεις; τί δ’ ὀπιπτεύεις κατὰ τέρμ’ ἐν ἀγῶνι; εἰ δ’ ἄγε νῦν

### book 8a.5

πείρησαι, ἵνα κναφθεὶς ἀποτίνῃς.‘ [para]τὸν δ’ αὖθ’ Ἱπποκόων ἀπαμειβόμενος

### book 8a.6

προσέειπε· [para]‘τέττα, σιωπῇ ἧσο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ· ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.‘[ln_30]τὸν δ’ ἄρ’ ὑπὸ ζυγόφιν

### book 8a.7

προσέφη πόδας αἰόλος ἵππος· [para]‘οὐχ ὁράᾳς, οἷος κἀγὼ καλός

### book 8a.8

τε μέγας

### book 8a.9

τε; ἀλλ’ ἔπι

### book 8a.10

τοι κἀμοὶ θάνατος καὶ Μοῖρα κραταιή.

### book 8a.1

αἲ γάρ

### book 8a.2

πως ὑμᾶς γε καὶ αὐτοὺς ἐνθάδε πάντας ὁπλήεντας ἔθηκε θεὰ λευκώλενος Ἥρη,[ln_35]ὡς μή μοι

### book 8a.3

τρύζητε καθήμενοι ἄλλοθεν ἄλλος.‘ ὣς ἔφαθ’· οἱ δ’ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι.

### book 8b.1

μῖμοι τ’ ὀρχησταί τε

### book 8b.2

χοροιτυπίῃσιν ἄριστοι ἵππων τ’ ὠκυπόδων ἐπιβήτορες, οἵ κε τάχιστα ἤγειραν μέγα νεῖκος ἀπαιδεύτοισι θεαταῖς νηπιάχοις, ξυνὸν δὲ κακὸν

### book 8b.3

πολέεσσι φέρουσιν.

### book 9.1

τὸ στάδιον δὲ λαγωὸς ἀποίσεται, ἐν δὲ διαύλῳ δορκὰς ἀριστεύσει· μερόπων δ’ ἐναρίθμιος οὐδεὶς[ln_15]ἐν

### book 9.2

ποσίν. ὦ κοῦφοι ἀσκήτορες, ἄθλιοι ἄνδρες.[ln_22]εἰκοστὴ καὶ πρώτη Ὀλυμπιὰς ἦν, ὅτ’ ἐνίκα ὀγκητής.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/anonymous-parodica-uncertain-fragments-rto-aa.json (sha256:babe0ca573c872213709a7b3257e95abaa37edc6e640d639ec9d207e67965144). Cite as `eul_wid: rto-aa`.
