---
title: Hymn to Nero the Antidote
title_greek: Ἀπόσπασμα
author: Andromachus the Elder Physician of Crete
eul_wid: obk-aa
eul_aid: obk
canonical: "https://eulogikon.org/grc/andromachus-the-elder-of-crete/hymn-nero"
canonical_json: "https://eulogikon.org/data/works/grc/andromachus-the-elder-of-crete-hymn-nero-obk-aa.json"
sha256: "839c7168c002aa9782ab4f1c3a064d334a224c1e189cec794530d1ba02c98a5d"
period: Roman
dialect: Technical Koine
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Hymn to Nero the Antidote

*Ἀπόσπασμα*

**Author:** Andromachus the Elder Physician of Crete

**eul_wid:** `obk-aa` · [HTML page](https://eulogikon.org/grc/andromachus-the-elder-of-crete/hymn-nero) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/andromachus-the-elder-of-crete-hymn-nero-obk-aa.json)

## Text

### unit_1

Κλῦθι πολυθρονίου βριαρὸν σθένος ἀντιδότοιο, [para]Καῖσαρ, ἀδειμάντου δῶτορ ἐλευθερίης, κλῦθι Νέρων· ἱλαρήν μιν ἐπικλείουσι Γαλήνην [para]εὔδιον, ἣ κυανῶν οὐκ ὄθεται λιμένων, οὐδ’ εἴ τις μήκωνος ἀπεχθέα δράγματα θλίψας [para]χανδὸν ὑπὲρ στυγνῆς χεῖλος ἔχει κύλικος, οὐδ’ εἰ κωνείου πλήσει γένυν· οὐκ ἀκονίτου [para]μέμψεται, οὐ ψυχροῦ χυλὸν ὑοσκυάμου, οὐ θερμὴν θάψον τε καὶ ὠκύμορον πόμα Μήδης, οὐδὲ μὲν αἱμηρῶν ἕλκεα κανθαρίδων, οὐ ζοφερῆς ἔχιός τε καὶ ἀλγεινοῖο κεράστου [para]τύμματα, καὶ ξηρῆς διψάδος οὐκ ἀλέγοι. σκορπίος οὐκ ἐπὶ τήνδε κορύσσεται, οὐδὲ μὲν αὐτή [para]ἀσπὶς ἀδηρίτων ἰὸν ἔχουσα γόων.

### unit_2

οὐ μὲν †απεχθομενος και δρυας† ἀντιάσειε [para]καὶ κατὰ φωλειὸν θερμὸς ἔνερθε μένοι· οὐκ ἀλέγοι δρυίναο, ἀναίμακτον δ’ ἔχει ἰόν [para]αἱμοροῒς τοίῳ δαμναμένη πόματι. οὐ μὲν ἀπεχθήεντα φαλάγγια σίνεται οὕτως ἀνέρα, φρικαλέον δ’ ἄχθος ἔθηκε πόνων. οὐχ ὕδρος οὐδ’ ἐπὶ χέρσον, ὅθ’ ὕδατα καρκίνος αἴθει, [para]βοσκόμενος, θερμῆς 〈τ’〉 ἤρξατο πρῶτον ἄλης, χέρσυδρος θανάτῳ πεπαλαγμένα χείλεα σύρων [para]ἀντόμενος γλυκεροῦ τέρμα φέροι βιότου.

### unit_3

τῇ πίσυνος λειμῶσι θέρους ἔνι τέρπεο, Καῖσαρ, [para]καὶ Λιβυκὴν στείχων οὐκ ἀλέγοις ἄμαθον· οὐδὲ μὲν ἀμφίσβαινα φέροι μόρον, οὐδέ τις ἤδη [para]φρυνὸς ἐνὶ ξηροῖς βοσκόμενος πεδίοις. ῥεῖα δὲ καὶ στομάχοιο φέροις ἄκος οἰδήναντος καὶ θοὸν ἰήσαι’ ἄσθμα κυλινδόμενον· ἢ ὁπόταν περὶ γαστρὶ κυκώμενον ἔνδοθι πνεῦμα [para]κυμαίνῃ κωφὸν κῦμα βιαζόμενον· ἢ ὅτ’ ἐνὶ στροφάλιγγι ἀπηνέι κυμήνειεν [para]ἔντερον ἢ ταναοῦ σφυγμὸν ἔχωσι κόλου·

### unit_4

ἢ ὁπόταν χολόεντες ὅλον δέμας, ἔξοχα δ’ ὄσσε, [para]καὶ μερόπων χροιὴν πάμπαν ἀνηνάμενοι ἴκτερον ἱλάσκωνται ἀπηνέα, μηδ’ ἐπὶ θοίνην, [para]εἰ καί σφιν μακρὸν Ζεὺς πετάσειε πέρας, νεύοιεν, μοῦνον δὲ κατηφέα θυμὸν ἔχοντες φεύγωσι σφετέρων ἤθεα κηδομένων. εἰ δέ που ἢ κακοεργὸν ἴδοις ἐπὶ σώμασιν ὦχρον, [para]ῥύσαι’ ὑδρηλὴν νοῦσον ἐπεσσυμένην, καὶ φαέων ἀμβλεῖα ἄφαρ λάμψειεν ὀπωπή [para]τῷ καὶ ἀρχομένης οὐκ ἀλέγοι φθίσιος.

### unit_5

οἴη καὶ τετάνοιο καὶ ἀρχομένοιο τενόντων [para]σπάσματος ἦρε βυθοῦ ἄχθος ὀπισθοτόνου ἤ τ’ ἄρα καὶ θώρηκος, ὅσην ὠτρύνατο χώρην λοξὸς ἀναθλίβων πνεύμονα κοῦφον ὑμήν, ἢ ὅτε φρικαλέην τις ἔχοι περὶ κύστιν ἀνίην ἕλκεος ἢ καί που δαμναμένοιο πόρου οὖρον ἐπιφράσσοιτο, ὅτ’ ἄσχετα πολλάκι καυλός [para]ὁρμαίνῃ κενεὴν σεύμενος ἐς Κυθέρην. νεφρῶν δ’ ἡνίκα φῶτα κατ’ ἰξύος ἄλγος ἐπείγοι, [para]θαρσήσας ταύτην ἐξελάσεις ὀδύνην.

### unit_6

καὶ μογερῶν στέρνων ἀπολύσεται ἔμπυον ἰλύν [para]πινομένη πολλοὺς μέχρις ἐπ’ ἠελίους. ἀλθήσει〈σ〉 καὶ λοιμὸν ἀηδέα πᾶσαν ἐπ’ ἠῶ [para]δύσπνοον ἐκ τοίης παρθέμενος πόσιος, καὶ κυνὸς ὑδροφόβην γενύων λυσσῶσαν ἐρινύν φεύξεαι εὐόδμῳ γαῦρος ἐπ’ ἀντιδότῳ. Τῆς δ’ ἤτοι κυάμοιο, τὸν εὔσκιον ἔτρεφεν ὕδωρ [para]τέλμασι καὶ πολλοῖς κρυπτόμενον πετάλοις, Νειλώου κυάμοιο δίδου βάρος ἄμμιγα χεύας [para]θερμὸν ὕδωρ τρισσῶν κιρνάμενος κυάθων.

### unit_7

πίνοιεν δ’ ὅτε κοῖτον ἄγοι κνέφας, ἄλλοτε δ’ ἠοῦς, [para]ἄλλοτε καὶ διπλῆν ἐς πόσιν ὀρνύμενοι· ἠοῦς μὲν κεράσαιο παρηγορέων κακοῦ ὁρμήν [para]ὅσσοις ἀλγεινὸς λάμπεται ἠέλιος· νυκτὶ δ’ ὁμῶς ὅσσοις περ ἐπώδυνος ἕσπεται ὄρφνη εὐνάστειραν ἔχοις τειρομένων πρόποσιν· ἰοβόλων δ’ εἰ καί τις ὑπὸ γναμπτῆρι δαμείη [para]ἢ μογερὸν κυανοῦ πῶμα λάβοι θανάτου, ἴσην ἐντύναιο κατ’ ὀρφναίην τε καὶ ἠῶ [para]δαμναμένοις ἱλαρὴν παρθέμενος κύλικα.

### unit_8

καί κεν ἀυπνείοντας ἄγοις ἐπὶ κοῖτον ἑτοίμως γηθαλέους ταύτῃ, Καῖσαρ, ἀνωδυνίῃ. Πρῶτα μὲν ἀγρεύσαιτο κακήθεας ἐμπέραμος φώς [para]τολμηρῇ μάρπτων χειρὶ θοοὺς ὄφιας, τοὺς ἤδη κρυεροῦ ἀπὸ χείματος οὐκέτι γαίης κρύπτουσι στεινοὶ πάμπαν ἔνερθε μυχοί, εἰαρινὴν δ’ ἐφ’ ἅλωα χυτὸν βόσκονται ἀν’ ἄλσος [para]διζόμενοι χλοεροῦ σπέρμα λαβεῖν μαράθου, ὀξυτέρην τὸ τίθησιν ἐφ’ ἑρπηστῆρσιν ὀπωπήν [para]πιαῖνον δειλοῖς ἄλγεα βουπελάταις.

### unit_9

τῶν δ’ αὐτῶν οὐράς τε καὶ ἰοβόλους ἀπὸ κόρσας [para]τάμνοις καὶ κενεὰς γαστέρας ἐξερύοις· οὖλα γὰρ ἀμφοτέρωθε φέρει ἐπὶ τύμμασιν ἄχθη [para]λυγρὸν ὑπ’ οὐραίην ἰὸν ἔχων φολίδα· τούνεκά οἱ τμήσαιο κατ’ αὐχένα ἠδὲ κατ’ ἄκρα ὅσσον πυγμαίης χειρὸς ἔνερθε βάθος· λοίγια δὲ σταλάουσι σὺν αἵματι, τῶν ἀπὸ πέζαν [para]ἐκτὸς ἔχων ἱλαρὴν δέ〈ρ〉ξεαι ἀντολίην. ὁππότε δὴ τὰ γένοιτο, τότ’ ἐν κεραμηίδι χύτρῃ [para]κατθέμενος πυρσῷ σάρκας ἐπιφλεγέτω ὕδατος ἐγχεύας ὅσον ἄρκιον ἠδέ τ’ ἀνήθου [para]κλῶνας, ἐχιδναίῃ σαρκὶ συνεψόμενος· ἡνίκα δὲ σκολιαὶ μὲν ἀπορρείωσιν ἄκανθαι [para]καὶ κακὸν οἰδήνῃ νῶτον ὕπερθεν ἔχις, ἐκτὸς ἕλοι ζείοντα καταψύχων κυκεῶνα,

### unit_10

ὄφρ’ ἑκὰς ἐντύναι σάρκας ἀπεχθομένας ἑρπηστῶν τ’ ἰόεντας ἀπορρίψειεν ἀκάνθας [para]πάμπαν ὑπ’ εὐδίφου χειρὸς ἐλεγχομένας. αὐαλέου δ’ ἐπὶ τῇσι βαλὼν εὐεργέος ἄρτου [para]ὅσσον τερσῆναι σάρκα δύναιτο, τροχούς πλάσσασθ’, ὁππότε μίγδα κύτει περιηγέος ὅλμου [para]θλασθῇ, καὶ σκιεροῦ κάτθες ὑπὲρ δαπέδου. αὐτίκα δὲ σκίλλην τριχοειδέσιν ἄμμιγα φλοιοῖς [para]σταιτὶ περιπλάσσας θάλπε κατὰ φλογιῆς, ὄφρα κεν ὀπταλέην τε καὶ οὐ σκληρὴν περὶ κόρσην ἐντύναις σποδιῆς ἠρέμα δαιομένης. καὶ ρ’ ὅτε θαλπομένη〈ν〉 ῥήξῃ σέλας, ἔκτοθι πυρσοῦ [para]κάτθεο καὶ τρισσὴν σαρκὸς ἕλοις μερίδα ὁλκῆς καὶ στρυφνοῖο βάλοις δοιὼ ὀρόβοιο· [para]εὐ δ’ ὑπέρῳ μίξας συνδονέων μυχόθεν αἴνυσο καὶ δινήεντας ἀνάπλασσε τροχίσκους· [para]τοὺς δ’ ἑκὰς ἠελίου ψύχεο τερσομένους. τῶν δ’ ἤτοι δραχμὰς μὲν ὑπὸ πλάστιγγος ἀφέλκοις [para]δοιὰς τὴν πέμπτην παρθέμενος δεκάδα, ἥμισυ θηρείοιο βαλὼν τροχοειδέος ἄρτου,

### unit_11

καὶ δολιχὸν σταθμῷ τόσσον ἔχοι πέπερι· ἶσα δ’ ὀποῦ μήκωνος ἕλοι〈σ〉 καὶ μάγματος αὕτως, [para]μάγματος ἡδυχρόου τόσσον ἐφελκομένου. δώδεκα δὲ ξηροῖο ῥόδου δραχμαῖσιν ἰσάζοις [para]φύλλα καὶ Ἰλλυρίην ἴριδα κατθέμενος κυανέης μίξαιο μελιπτόρθου γλυκυρίζης [para]τόσσον καὶ γλυκερῆς σπέρματα βουνιάδος, σκόρδ〈ε〉ιον καὶ κλεινὸν ὀπὸν μίσγοιο θυώδη [para]βαλσάμου Συρίης ἔνδοθεν αἰνύμενος· τοῖς δ’ ἔπι καὶ κινάμωμον ἰσάζεο, μηδέ σε λήθῃ ἀγαρικὸν τούτοις ἰσοβαρὲς θέμεναι. ἢ ἔτι καὶ σμύρνης καὶ εὐόδμου κόστοιο [para]καὶ κρόκου, ὅν τ’ ἄντρον θρέψατο Κωρύκιον, καὶ κασίην Ἰνδήν τε βάλοις εὐώδεα νάρδον [para]καὶ σχοῖνον νομάδων θαῦμα φέροις Ἀράβων καὶ λιβάνου μίσγοιο καὶ ἀγλαΐην στήσαιο [para]ἄμμιγα κυανέῳ κατθέμενος πεπέρει δικτάμνου τε κλῶνας ἰδὲ χλοεροῦ πρασίοιο [para]καὶ ῥῆον, στοιχὰς δ’ οὐκ ἀπάνευθε μένοι, οὐδέ νυ πετροσέλινον ἰδ’ εὐώδης καλαμίνθη

### unit_12

δριμύ τε τερμίνθου δάκρυ Λιβυστιάδος, θερμὸν ζιγγίβερι κεὔκλωνον πενταπέτηλον· [para]τὰς δοιὰς δραχμῶν πάντα φέροι τριάδας. αὐτίκα καὶ πολίου πίσυρας ὁλκὰς βαρυέσσας [para]ἠδὲ χαμαιζήλου πτόρθος ἄγοι πίτυος καὶ στύρακος μήου τ’ ἰδὲ βοτρυόεντος ἀμώμου [para]καὶ νάρδου, Γαλάτης ἣν ἐκόμισσεν ἀνήρ, Λημνιάδος μίλτοιο καὶ ἐκ Πόντου παράλοιο [para]φοῦ καὶ ἐρημαίης πρέμνα χαμαιδρυάδος, μαλαβάθρου καλὰ φύλλα καὶ ὀπταλέην χαλκῖτιν μίσγεσθαι ῥίζης οὐ δίχα γεντιάδος, ἄννησον χυλόν θ’ ὑποκιστίδος ἠδέ νυ καρπόν [para]βαλσάμου λιπαρὸν κόμμι διηνάμενος καὶ μαράθοιο σπέρμα καὶ Ἰδαῖον κραδάμωμον [para]ἠδ’ ἄκορον στήσαις παρθέμενος σέσελι,

### unit_13

δάκρυον εὖ μίσγοιο βαλὼν κυανωπὸν ἀκάνθης [para]θλάσπι τε σὺν τούτοις ἰσοβαρὲς τελέθοι, τόσσον δ’ ὑπερικοῦ, τόσσον δ’ ἐπιμίσγεο ἄμμι, [para]καὶ σαγαπηνὸν ἄγοι τετράδα τοσσατίην. δοιὰς δ’ εἰσάξεις τά περ Ἴστριος ἔκβαλε κάστωρ μήδεα καὶ λεπτὴν ῥίζαν ἀριστολόχου δαυκείου τε σπέρμα καὶ αὐαλέην ἄσφαλτον [para]ἰοβόλων κοίταις ἀντία δαιομένην, ἶσα δ’ ὀποῦ πάνακος συμμίσγεο κενταυρείῳ [para]χαλβανίδος λιπαρῆς ἰσόμορον θέμενος.

### unit_14

καὶ τὰ μὲν ἐν θυίῃ πολιῷ μαλθάσσεο οἴνῳ [para]ὅσσα περ ὑγροτέροις δάκρυσιν ἐμφέρεται· κόψας δ’ εὖ λείαινε, τά κεν ξυλοειδέα πάντα [para]Ἀκταίῳ μίσγοις συγκεράσας μέλιτι. Ἱλήκοις ὃς τήνδε μάκαρ τεκτήναο, Παιών, εἴτε σε Τρικκαῖοι, δαῖμον, ἔχουσι λόφοι ἢ Ῥόδος ἢ Βούρινα καὶ ἀγχιάλη Ἐπίδαυρος, [para]ἱλήκοις, ἱλαρὴν δ’ αἰὲν ἄνακτι δίδου παῖδα τεὴν Πανάκειαν· ὁ δ’ εὐαγέεσσι θυηλαῖς ἱλάσεται τὴν σὴν αἰὲν ἀνωδυνίην.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/andromachus-the-elder-of-crete-hymn-nero-obk-aa.json (sha256:839c7168c002aa9782ab4f1c3a064d334a224c1e189cec794530d1ba02c98a5d). Cite as `eul_wid: obk-aa`.
