---
title: Fragments on Cooking
title_greek: Ἀποσπάσματα περὶ Ὀψοποιίας
author: Anaxippus the Comic Poet
eul_wid: hvw-aa
eul_aid: hvw
canonical: "https://eulogikon.org/grc/anaxippus-the-comic-poet/cooking-fragments"
canonical_json: "https://eulogikon.org/data/works/grc/anaxippus-the-comic-poet-cooking-fragments-hvw-aa.json"
sha256: "1b4bb8141772ab7a8414c7cd1cb09315c7e2ffc3e8fd31d0ca03ded8d45167df"
period: Hellenistic
dialect: Attic Comedy
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Fragments on Cooking

*Ἀποσπάσματα περὶ Ὀψοποιίας*

**Author:** Anaxippus the Comic Poet

**eul_wid:** `hvw-aa` · [HTML page](https://eulogikon.org/grc/anaxippus-the-comic-poet/cooking-fragments) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/anaxippus-the-comic-poet-cooking-fragments-hvw-aa.json)

## Text

### book 1.1

Σόφων Ἀκαρνὰν καὶ Ῥόδιος Δαμόξενος ἐγένονθ’ ἑαυτῶν

### book 1.2

συμμαθηταὶ τῆς τέχνης· ἐδίδασκε δ’ αὐτοὺς

### book 1.3

Σικελιώτης Λάβδακος. οὗτοι τὰ μὲν

### book 1.4

παλαιὰ καὶ θρυλούμενα[ln_5]ἀρτύματ’ ἐξήλειψαν ἐκ τῶν βυβλίων, καὶ τὴν θυΐαν ἠφάνισαν ἐκ

### book 1.5

τοῦ μέσου, οἷον λέγω κύμινον, ὄξος, σίλφιον, τυρόν, κορίαννον, οἷς ὁ Κρόνος ἀρτύμασιν ἐχρῆτο, πάντ’ ἀφεῖλον εἶναί θ’ ὑπέλαβον[ln_10]τὸν

### book 1.6

τοῖς

### book 1.7

τοιούτοις

### book 1.8

παντοπώλην

### book 1.9

χρώμενον. αὐτοὶ δ’ ἔλαιον καὶ λοπάδα καινήν, πάτερ, πῦρ τ’ ὀξὺ καὶ μὴ πολλάκις

### book 1.10

φυσώμενον ἐπόθουν· ἀπὸ τούτου πᾶν τὸ δεῖπνον εὐτρεπές. οὗτοί τε

### book 1.11

πρῶτοι δάκρυα καὶ πταρμὸν

### book 1.12

πολὺν[ln_15]ἀπὸ τῆς

### book 1.13

τραπέζης καὶ σίαλον ἀπήγαγον, τῶν τ’ ἐσθιόντων ἀνεκάθηραν

### book 1.14

τοὺς πόρους. ὁ μὲν οὖν Ῥόδιος

### book 1.15

πιών

### book 1.16

τιν’ ἅλμην ἀπέθανεν· παρὰ τὴν φύσιν γὰρ τὸ ποτὸν ἦν· μάλ’ εἰκότως. ὁ Σόφων δὲ πᾶσαν τὴν Ἰωνίαν ἔχει,

### book 1.1

[ln_20][spk_β]ἐμὸς γενόμενος, ὦ πάτερ, διδάσκαλος. καὐτὸς

### book 1.2

φιλοσοφῶ καταλιπεῖν

### book 1.3

συγγράμματα

### book 1.4

σπεύδων ἐμαυτοῦ καινὰ τῆς τέχνης. Β. παπαῖ, ἐμὲ κατακόψεις, οὐχ ὃ θύειν μέλλομεν. Α. τὸν ὄρθρον ἐν

### book 1.5

ταῖς

### book 1.6

χερσί μ’ ὄψει βυβλία[ln_25]ἔχοντα καὶ ζητοῦντα τὰ κατὰ τὴν τέχνην. οὐδὲν Διοδώρου διαφέρω τἀσπενδίου. γεύσω δ’, ἐὰν βούλῃ, σὲ τῶν εὑρημένων. οὐ ταὐτὰ προσάγω πᾶσιν ἀεί· βρώματα

### book 1.7

τεταγμέν’ εὐθύς ἐστί μοι

### book 1.8

πρὸς τὸν βίον·

### book 1.1

[ln_30]ἕτερ’ ἐστὶ τοῖς ἐρῶσι καὶ τοῖς

### book 1.2

φιλοσόφοις καὶ τοῖς

### book 1.3

τελώναις. μειράκιον ἐρωμένην ἔχον

### book 1.4

πατρῴαν οὐσίαν κατεσθίει· τούτῳ παρέθηκα

### book 1.5

σηπίας καὶ τευθίδας καὶ τῶν

### book 1.6

πετραίων ἰχθύων τῶν

### book 1.7

ποικίλων,[ln_35]ἐμβαμματίοις γλαφυροῖσι κεχορηγημένα· ὁ γὰρ

### book 1.8

τοιοῦτός ἐστιν οὐ δειπνητικός, πρὸς τῷ φιλεῖν δὲ τὴν διάνοιάν ἐστ’ ἔχων. τῷ φιλοσόφῳ παρέθηκα κωλῆν ἢ πόδας· ἀδηφάγον τὸ ζῷον εἰς ὑπερβολὴν[ln_40]ἔστιν. τελώνῃ γλαῦκον, ἔγχελυν, σπάρον· ὅταν ἐγγὺς ᾖ τῳ δ’ ἡ σορός, ἀρτύω

### book 1.9

φακῆν καὶ τὸ περίδειπνον

### book 1.10

τοῦ βίου λαμπρὸν

### book 1.11

ποιῶ. τὰ τῶν γερόντων

### book 1.12

στόματα διαφορὰν ἔχει, νωθρότερα

### book 1.13

πολλῷ δ’ ἐστὶν ἢ τὰ τῶν νέων.

### book 1.1

[ln_45]σίναπι

### book 1.2

παρατίθημι

### book 1.3

τούτοις, καὶ ποιῶ χυλοὺς ἐχομένους δριμύτητος, τὴν φύσιν ἵνα διεγείρας

### book 1.4

πνευματῶ τὸν ἀέρα. ἰδὼν τὸ πρόσωπον γνώσομ’ οὗ ζητεῖ φαγεῖν ἕκαστος ὑμῶν.

### book 2.1

ἐάν με κινῇς καὶ ποιήσῃς τὴν

### book 2.2

χολὴν ἅπασαν ὥσπερ καλλιωνύμου ζέσαι, ὄψει διαφέροντ’ οὐδὲ ἓν ξιφίου κυνός.

### book 3.1

[spk_β]ὁρῶ γὰρ ἐκ

### book 3.2

παλαίστρας τῶν φίλων

### book 3.3

προσιόντα μοι Δάμιππον. Β. ἦ τοῦτον λέγεις, τὸν πέτρινον; τοῦτον οἱ φίλοι καλοῦσί σοι νυνὶ δι’ ἀνδρείαν Κεραυνόν. Α. εἰκότως.[ln_5]ἀβάτους

### book 3.4

ποιεῖν γὰρ τὰς

### book 3.5

τραπέζας οἴομαι αὐτόν, κατασκήπτοντά γ’ αὐταῖς τῇ γνάθῳ.

### book 4.1

οἴμοι, φιλοσοφεῖς. ἀλλὰ τούς γε

### book 4.2

φιλοσόφους ἐν

### book 4.3

τοῖς λόγοις

### book 4.4

φρονοῦντας εὑρίσκω μόνον, ἐν

### book 4.5

τοῖσι δ’ ἔργοις ὄντας ἀνοήτους ὁρῶ.

### book 5

ἀποτετύχηται

### book 6.1

ζωμήρυσιν φέροις· ὀβελίσκους δώδεκα· κρεάγραν· θυΐαν· τυρόκνηστιν

### book 6.2

παιδικήν· στελεόν· σκαφίδας

### book 6.3

τρεῖς· δορίδα· κοπίδας τέτταρας· οὐ μὴ πρότερον οἴσεις, θεοῖσιν ἐχθρὲ σύ,[ln_5]τὸ λεβήτιον· τἀκ

### book 6.4

τοῦ νίτρου· πάλιν ὑστερεῖς; καὶ τὴν κύβηλιν τὴν ἀγωνιστηρίαν.

### book 7.1

μυιοσόβην λαβὼν

### book 7.2

παράστηθ’ ἐνθάδε.

### book 8

σὺ δὲ τὴν μέλην, Συρίσκε, ταυτηνὶ λαβὼν ἔνεγκον ἐπὶ τὸ μνῆμ’ ἐκείνῃ, μανθάνεις; καὶ κατάχεον.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/anaxippus-the-comic-poet-cooking-fragments-hvw-aa.json (sha256:1b4bb8141772ab7a8414c7cd1cb09315c7e2ffc3e8fd31d0ca03ded8d45167df). Cite as `eul_wid: hvw-aa`.
