---
title: Comic Fragments on Daily Life
title_greek: Ἀποσπάσματα περὶ Βίου Καθημερινοῦ
author: "Anaxilas the Comic Poet "
eul_wid: hdu-ab
eul_aid: hdu
canonical: "https://eulogikon.org/grc/anaxilas-the-comic-poet/comic-fragments"
canonical_json: "https://eulogikon.org/data/works/grc/anaxilas-the-comic-poet-comic-fragments-hdu-ab.json"
sha256: "5591bfe7a8218fbc6fcd645e3c3039722d7cae294585ca959d7a319ca472957c"
period: Classical
dialect: "Attic (com, frg)"
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Comic Fragments on Daily Life

*Ἀποσπάσματα περὶ Βίου Καθημερινοῦ*

**Author:** Anaxilas the Comic Poet 

**eul_wid:** `hdu-ab` · [HTML page](https://eulogikon.org/grc/anaxilas-the-comic-poet/comic-fragments) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/anaxilas-the-comic-poet-comic-fragments-hdu-ab.json)

## Text

### book 1-2.1

Ὕδατός

### book 1-2.2

τε λακκαίου

### book 1-2.3

παρ’ ἐμοῦ τουτί γέ σοι νόμιζ’ ὑπάρχειν. Ἴσως τὸ λακκαῖόν γ’ ὕδωρ ἀπόλωλε.

### book 1

Οὐκ ἄν γ’ ἐμοὶ τουτὶ γένοιτο κεράμινον.

### book 1.1

Καὶ τὰς

### book 1.2

παλαίστρας

### book 1.3

σοι μὰ τὴν γῆν μὴ σύγε

### book 1

[spk_β]δῷς, ἀλλ’ ἀπόδος. Β. καὶ δὴ φέρους’ ἐξέρχομαι.

### book 1.1

Ῥύγχος

### book 1.2

φορῶν ὕειον ᾐσθόμην τότε.

### book 2.1

Παραγεύσεταί σοι

### book 2.2

πρῶτον ἡ γραῦς

### book 2.3

τοῦ ποτοῦ.

### book 1.1

Τοὺς μὲν ὀρειονόμους ὑμῶν

### book 1.2

ποιήσει δέλφακας ἠλιβάτους, τοὺς δὲ πάνθηρας, ἄλλους ἀγρώστας λύκους, λέοντας.

### book 2

Δεινὸν μὲν γὰρ ἔχονθ’ ὑός ῥύγχος, ὦ φίλε Κινησία.

### book 1.1

Ξανθοῖς

### book 1.2

τε μύροις

### book 1.3

χρῶτα λιπαίνων, χλανίδας θ’ ἕλκων, βλαύτας σύρων, βολβοὺς

### book 1.4

τρώγων, τυροὺς κάπτων, ᾠὰ κολάπτων, κήρυκας ἔχων,[ln_5]Χῖον πίνων, καὶ πρὸς

### book 1.5

τούτοις ἐν

### book 1.6

σκυταρίοις ῥαπτοῖσι

### book 1.7

φορῶν Ἐφεσήϊα γράμματα καλά.

### book 2.1

Ἐγὼ δὲ βαρβίτους

### book 2.2

τριχόρδους, πηκτίδας, κιθάρας, λύρας, σκινδαψὸν ἐξηρτυόμην.

### book 3

[spk_β]Πῶς ἔχεις; ὡς ἰσχνὸς εἶ; Β. ἀπόλλυμαι. τρέφω γὰρ ἐν ἀγρῷ χωρίον.

### book 4.1

Ἐν

### book 4.2

τοῖς βαλανείοις οὐ τίθεται λουτήρια.

### book 1.1

[spk_β]Τῶν Αἰσχύλου

### book 1.2

πολὺ μεῖζον εἶναί μοι δοκεῖ ἰχθύδι’ ὀπτᾶν. Β. τί σὺ λέγεις; ἰχθύδια; συσσίτιον μέλλεις νοσηλεύειν; ὅσον ἀκροκώλι’ ἕψειν ῥύγχη, πόδας.

### book 1

Τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον ἀναρπάσας Μάτων, ἐγὼ δ’ ἀπόλλυμαι.

### book 1.1

Ὅστις ἀνθρώπων ἑταίραν ἠγάπησε πώποτε, οὗ γένος τίς ἂν δύναιτο

### book 1.2

παρανομώτερον

### book 1.3

φράσαι; τίς γὰρ ἢ δράκαιν’ ἄμικτος, ἢ Χίμαιρα πύρπνοος ἢ Χάρυβδις, ἢ τρίκρανος

### book 1.4

Σκύλλα, ποντία κύων,[ln_5]Σφίγξ, ὕδρα, λέαιν’, ἔχιδνα, πτηνά θ’ Ἁρπυιῶν γένη, εἰς ὑπερβολὴν ἀφῖκται

### book 1.5

τοῦ καταπτύστου γένους; οὐκ ἔνεσθ’, αὗται δ’ ἁπάντων ὑπερέχουσι τῶν κακῶν. ἔστι δὲ σκοπεῖν ἀπ’ ἀρχῆς

### book 1.6

πρῶτα μὲν τὴν

### book 1.7

Πλαγγόνα, ἥτις ὥσπερ ἡ Χίμαιρα

### book 1.8

πυρπολεῖ τοὺς βαρβάρους.

### book 1.1

[ln_10]εἷς μόνος δ’ ἱππεύς

### book 1.2

τις αὐτῆς τὸν βίον

### book 1.3

παρείλετο· πάντα τὰ σκεύη γὰρ ἕλκων ᾤχετ’ ἐκ τῆς οἰκίας. οἱ Σινώπῃ δ’ αὖ συνόντες οὐχ ὕδρᾳ σύνεισι νῦν; γραῦς μὲν αὕτη, παραπέφυκε δ’ ἡ Γνάθαινα

### book 1.4

πλησίον· ὥστ’ ἀπαλλαγεῖσι

### book 1.5

ταύτης ἐστὶ διπλάσιον κακόν.[ln_15]ἡ δὲ Νάννιον τί νυνὶ διαφέρειν

### book 1.6

Σκύλλης δοκεῖ; οὐ δύ’ ἀποπνίξας’ ἑταίρους τὸν

### book 1.7

τρίτον θηρεύεται ἔτι λαβεῖν; ἀλλ’ ἐξέπαισε

### book 1.8

πορθμὶς ἐλατίνῳ πλάτῃ. ἡ δὲ Φρύνη τὴν Χάρυβδιν οὐχὶ πόρρω

### book 1.9

που

### book 1.10

ποιεῖ, τόν

### book 1.11

τε ναύκληρον λαβοῦσα καταπέπωκ’ αὐτῷ σκάφει;

### book 1.1

[ln_20]ἡ Θεανὼ δ’ οὐχὶ Σειρήν ἐστιν ἀποτετιλμένη; βλέμμα καὶ φωνὴ γυναικός, τὰ σκέλη δὲ κοψίχου. Σφίγγα Θηβαίαν δὲ πάσας ἔστι τὰς πόρνας καλεῖν, αἳ λαλοῦς’ ἁπλῶς μὲν οὐδέν, ἀλλ’ ἐν αἰνιγμοῖς

### book 1.2

τισιν, ὡς ἐρῶσι καὶ φιλοῦσι καὶ σύνεισιν ἡδέως.[ln_25]εἶτα

### book 1.3

τετράπους μοι γένοιτο, φησί, τήνπρος ἢ θρόνος· εἶτα δὴ τρίπους

### book 1.4

τις, εἶτα, φησί, παιδίσκη δίπους. εἶθ’ ὁ μὲν γνοὺς

### book 1.5

ταῦτ’ ἀπῆλθεν εὐθὺς ὥσπερ Οἰδίπους, οὐδ’ ἰδεῖν δόξας ἐκείνην, σώζεται δ’ ἄκων μόνος. οἱ δ’ ἐρᾶσθαι

### book 1.6

προσδοκῶντες εὐθύς εἰσιν ἠρμένοι,

### book 1.1

[ln_30]καὶ φέρονθ’ ὑψοῦ πρὸς αἴθραν. συντεμόντι δ’ οὐδὲ ἕν ἔσθ’ ἑταίρας ὅσα

### book 1.2

περ ἔστι θηρί’ ἐξωλέστερον.

### book 2.1

Ἐὰν δέ τις μέτρια λέγουσα * * * τοῖς δεομένοις

### book 2.2

τινῶν ὑπουργῇ πρὸς χάριν, ἐκ τῆς ἑταιρίας ἑταίρα

### book 2.3

τοὔνομα

### book 2.4

προσηγορεύθη· καὶ σὺ νῦν οὐχ ὡς λέγεις[ln_5]πόρνης, ἑταίρας δ’ εἰς ἔρωτα

### book 2.5

τυγχάνεις ἐληλυθώς· ἆρ’ ὡς ἀληθῶς ἐστι γοῦν

### book 2

[spk_β]ἁπλῆ τις; Β. ἀστεία μὲν οὖν, νὴ τὸν Δία.

### book 1.1

Καί τοι

### book 1.2

πολύ γ’ ἔσθ’ ἥδιον· οὐ γὰρ ἄν

### book 1.3

ποτε ἔπινον ἂν

### book 1.4

τρὶς ὕδατος, οἴνου δ’ ἓν μόνον.

### book 1.1

Καὶ πρὸς ἐπὶ τούτοις

### book 1.2

τιθασὸς οἰμώζων

### book 1.3

ταὧς.

### book 1.1

[spk_β]Διαρραγήτω χἅτερος δειπνῶν

### book 1.2

τις εὖ, μὴ Κτησίας μόνος. Β. τί γάρ

### book 1.3

σε κωλύει; Α. δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί, ἀρχήν, τελευτὴν δ’ ἔμαθεν οὐδεπώποτε.

### book 1.1

Ἡ μουσικὴ δ’ ὥσπερ Λιβύη

### book 1.2

πρὸς τῶν θεῶν ἀεί τι καινὸν κατ’ ἐνιαυτὸν θηρίον τίκτει.

### book 2-3

Ἐγὼ δ’ ἰὼν ὀψάριον ὑμῖν ἀγοράσω. Σκεύαζε, παῖ, τοὐψάριον ἡμῖν.

### book 1.1

Οὐκ ἐτὸς ἐρωτῶσίν με

### book 1.2

προσιόντες

### book 1.3

τινές, ὄντως ὁ Κραναὸς Κτησίου κατεσθίει ἔλαττον, ἢ δειπνοῦσιν ἀμφότεροι

### book 1.4

συχνά;

### book 1.1

Ἤδη

### book 1.2

σχεδόν

### book 1.3

τι πάντα

### book 1.4

σοι

### book 1.5

πλὴν Κτησίου· δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί, ἀρχήν, τελευτὴν δ’ οὐκ ἐπίσταται μόνος.

### book 1.1

Οἱ κόλακές εἰσι τῶν ἐχόντων οὐσίας

### book 1.2

σκώληκες. εἰς οὖν ἄκακον ἀνθρώπου

### book 1.3

τρόπον εἰσδὺς ἕκαστος ἐσθίει καθήμενος, ἕως ἂν ὥσπερ

### book 1.4

πυρὸν ἀποδείξῃ κενόν.[ln_5]ἔπειθ’ ὁ μὲν λέμμ’ ἐστίν, ὁ δ’ ἕτερον δάκνει.

### book 2.1

Ἀπιστότερος εἶ τῶν κοχλιῶν

### book 2.2

πολλῷ πάνυ, οἳ περιφέρους’ ὑπ’ ἀπιστίας τὰς οἰκίας.

### book 3

Τὰ δὲ σφύρ’ ᾤδει μᾶλλον ἢ σικυὸς πέπων.

### book 4

Καὶ πῶς γυνή ὥσπερ θάλαττα νῆσον ἀμφιέννυται;

### book 5

[spk_β]Φέρ’ αὔτ’ ἀνύσας. Β. ἀλλ’ ἐστὶ πενθηρὸν πάνυ.

### book 6

Τὴν Ἑκτόρειον τὴν ἐφίμερον κόμην.

### book 7.1

Ἡμεῖς δέ γε κτενίζομεν

### book 7.2

Τελέσιππον οἰκόσιτον.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/anaxilas-the-comic-poet-comic-fragments-hdu-ab.json (sha256:5591bfe7a8218fbc6fcd645e3c3039722d7cae294585ca959d7a319ca472957c). Cite as `eul_wid: hdu-ab`.
