---
title: Fragments on Fate
title_greek: Ἀποσπάσματα περὶ Εἱμαρμένης
author: Anaxandrides Comicus
eul_wid: hbw-ab
eul_aid: hbw
canonical: "https://eulogikon.org/grc/anaxandrides-comicus/fate"
canonical_json: "https://eulogikon.org/data/works/grc/anaxandrides-comicus-fate-hbw-ab.json"
sha256: "3cc29cce6de021e5d450b4cf24280cb20595eaf5b009dac4a03bc2a51602ab7b"
period: Classical
dialect: "Attic (com, frg)"
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Fragments on Fate

*Ἀποσπάσματα περὶ Εἱμαρμένης*

**Author:** Anaxandrides Comicus

**eul_wid:** `hbw-ab` · [HTML page](https://eulogikon.org/grc/anaxandrides-comicus/fate) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/anaxandrides-comicus-fate-hbw-ab.json)

## Text

### book 1.1

[spk_β]Τίνα δὴ παρεσκευασμένοι πίνειν

### book 1.2

τρόπον νῦν ἐστε; λέγετε. Β. τίνα

### book 1.3

τρόπον; ἡμεῖς

### book 1.4

τοιοῦτον οἷον ἂν καὶ σοὶ δοκῇ. Α. βούλεσθε δήπου τὸν ἐπιδέξι’; Β. ὦ πάτερ,[ln_5]λέγειν ἐπὶ τῷ πίνοντι τὸν ἐπιδέξια λέγειν, Ἄπολλον, ὡσπερεὶ τεθνηκότι;

### book 2.1

Μεγάλ’ ἴσως

### book 2.2

ποτήρια

### book 2.3

προπινόμενα καὶ μέστ’ ἀκράτου κυμβία ἐκάρωσεν ὑμᾶς. Β. ἀνακεχαίτικεν μὲν οὖν.

### book 3.1

Ὡς δ’ ἐστεφανώθην, ἡ τράπεζ’ ἐπήγετο, τοσαῦτ’ ἔχουσα βρώμαθ’, ὅσα μὰ τοὺς θεούς καὶ τὰς θεὰς οὐδ’ ἔνδον ὄντ’ ᾔδειν ἐγώ, οὕτω

### book 3.2

παρέζων

### book 3.3

χρηστῶς οὐκ ἔζων τότε.

### book 1.1

Οὐκ ἔστι δούλων, ὦ ’γάθ’, οὐδαμοῦ πόλις, τύχη δὲ πάντα μεταφέρει τὰ σώματα. πολλοὶ δὲ νῦν μέν εἰσιν οὐκ ἐλεύθεροι, εἰς

### book 1.2

ταὔριον δὲ Σουνιεῖς, εἶτ’ εἰς

### book 1.3

τρίτην[ln_5]ἀγορᾷ κέχρηνται· τὸν γὰρ οἴακα

### book 1.4

στρέφει δαίμων ἑκάστῳ.

### book 1.1

Ἀρτίως διηρτάμηκε καὶ τὰ μὲν διανεκῆ σώματος μέρη δαμάζετ’ ἐν

### book 1.2

πυρικτίτοισι γᾶς· Τιμόθεος ἔφη

### book 1.3

ποτ’, ἄνδρες. τὴν χύτραν οἶμαι λέγων.

### book 1

Περιστέρια γὰρ εἰσάγων καὶ στρουθία.

### book 1.1

[spk_β]Τὴν ἐκ Κορίνθου Λαΐδ’ οἶσθα; Β. πῶς γὰρ οὔ; τὴν ἡμετέρειον. Α. ἦν ἐκείνῃ τις φίλη Ἄντεια. Β. καὶ τοῦθ’ ἡμέτερον ἦν

### book 1.2

παίγνιον. Α. νὴ τὸν Δί’ ἤνθει τότε Λαγίσκιον, τότ’ ἦν[ln_5]καὶ Θεολύτη μάλ’ εὐπρόσωπος καὶ καλή, ὑπέφαιν’ ἐσομένη δ’ Ὤκιμον λαμπρὸν πάνυ.

### book 2.1

Καί τοι

### book 2.2

πολύ γε

### book 2.3

πονοῦμεν. τὸν ἀσύμβολον εὗρε γελοῖα λέγειν Ῥαδάμανθυς καὶ Πα‐[ln_2]λαμήδης.

### book 1.1

[spk_α]Α. Ἄγκυρα, λέμβος, σκεῦος ὅ τι βούλει λέγε. Β. ὦ Ἡράκλεις, ἀβελτερίου

### book 1.2

τεμενικοῦ. Α. ἀλλ’ οὐδ’ ἂν εἰπεῖν τὸ μέγεθος δύναιτό τις.

### book 1

Πυξίον λαβὼν κάθου.

### book 1.1

Ὁ μὲν γὰρ εὐφυής

### book 1.2

τις εἶναι

### book 1.3

φαίνεται, ὡς δ’ εὐρύθμως λαβὼν τὸ μελετητήριον εἶτ’ ἐσχεδίασε δριμέως ἐν * * παπαῖ, μεστὸς γενόμενος

### book 1.4

πρὸς τὸν Ἀργᾶν βούλομαι[ln_5]κωδωνίσας πέμψαι ς’ ἀγωνιούμενον, ἵνα καὶ σὺ νικᾷς

### book 1.5

τοὺς

### book 1.6

σοφιστάς, ὦ φίλε.

### book 1.1

Ὁ τὸ σκόλιον εὑρὼν ἐκεῖνος, ὅστις ἦν, τὸ μὲν ὑγιαίνειν

### book 1.2

πρῶτον ὡς ἄριστον ἦν, ὠνόμασεν ὀρθῶς, δεύτερον δ’ εἶναι καλόν· τρίτον δὲ πλουτεῖν, τοῦθ’, ὁρᾷς, ἐμαίνετο·[ln_5]μετὰ τὴν ὑγίειαν γὰρ τὸ πλουτεῖν διαφέρει· καλὸς δὲ πεινῶν ἐστιν αἰσχρὸν θηρίον.

### book 2

Ἀναλαβὼν μόναυλον ηὔλουν τὸν ὑμέναιον.

### book 1

Ὅτε τὰς μορίας ἔτρωγεν, ὡσπερεὶ Πλάτων.

### book 2.1

Παρθένοι

### book 2.2

παίζουσι

### book 2.3

πρὸς ἐλάφρ’ ἐξαλλάγματα.

### book 1.1

Ἅπαντές ἐσμεν

### book 1.2

πρὸς τὰ θεῖ’ ἀβέλτεροι κοὐκ ἴσμεν οὐδέν.

### book 1

Ἐρυθρότερον καρῖδος ὀπτῆς ς’ ἀποφανῶ.

### book 1

Υἱὸς γὰρ οἰκόσιτος ἡδὺ γίγνεται.

### book 1

Καὶ συμπαίζει καριδαρίοις μετὰ περκιδίων καὶ θρᾳττιδίων, καὶ ψητταρίοις μετὰ κωθαρίων, καὶ σκινδαρίοις μετὰ κωβιδίων.

### book 1.1

Οὐ μανικόν ἐστ’ ἐν οἰκίᾳ τρέφειν

### book 1.2

ταὧς, ἐξὸν

### book 1.3

τοσουτουὶ δύ’ ἀγάλματ’ ἀγοράσαι;

### book 1.1

Ὁ πρῶτος εὑρὼν

### book 1.2

πολυτελὲς

### book 1.3

τμητὸν μέγα γλαύκου

### book 1.4

πρόσωπον, τοῦ τ’ ἀμύμονος δέμας θύννου τά τ’ ἄλλα βρώματ’ ἐξ ὑγρᾶς ἁλός, Νηρεὺς κατοικεῖ τόνδε πάντα τὸν τόπον.

### book 1

Δὸς δὴ τὸν χόα αὐτῷ σύ, Κῶμε, καὶ τὸ κυμβίον φέρων.

### book 1.1

[spk_β]Β. Εὐριπίδης

### book 1.2

τις τήμερον γενήσεται.

### book 1.1

Τῶν ζωγράφων μὲν ἡ καλὴ χειρουργία ἐν

### book 1.2

τοῖς πίναξι κρεμαμένη θαυμάζεται. αὕτη δὲ σεμνῶς ἐκ λοπάδος ἁρπάζεται, ἀπὸ τοῦ ταγήνου τ’ εὐθέως ἀφανίζεται.[ln_5]ἐπὶ τίνα δ’ ὧδ’ ἄλλην τέχνην, ὦ χρηστὲ σύ, τὰ στόματα τῶν νεωτέρων κατακάετ’, ἤ ὠθισμός ἐστι δακτύλων

### book 1.3

τοιουτοσί ἢ πνιγμός, ἂν μὴ ταχὺ δύνηται καταπιεῖν; ἀλλ’ οὐ μόνη γὰρ τὰς

### book 1.4

συνουσίας

### book 1.5

ποιεῖ[ln_10]εὔοψος ἀγορά; τίς δὲ συνδειπνεῖ βροτῶν, φρυκτοὺς καταλαβὼν ἢ κορακίνους ὠνίους ἢ μαινίδ’; ὡραῖον δὲ μειρακύλλιον

### book 1.6

ποίαις ἐπῳδαῖς, ἢ λόγοις ἁλίσκεται τίσιν, φράσον γάρ, ἄν

### book 1.7

τις ἀφέλῃ τὴν τέχνην[ln_15]τὴν τῶν ἁλιέων; ἥδε γὰρ δαμάζεται,

### book 1.1

ἑφθοῖς

### book 1.2

προσώποις ἰχθύων

### book 1.3

χειρουμένη, ἄγους’ ὑπ’ αὐτὰ τὰ σώματ’ ἀρίστου πύλας, ἀσύμβολον κλίνειν τ’ ἀναγκάζει φύσιν.

### book 2.1

Ὑμεῖς γὰρ ἀλλήλους ἀεὶ χλευάζετ’, οἶδ’ ἀκριβῶς· ἂν μὲν γὰρ ᾖ τις εὐπρεπής, ἱερὸν γάμον καλεῖτε· ἐὰν δὲ μικρὸν

### book 2.2

παντελῶς ἀνθρώπιον, σταλαγμόν. λαμπρός

### book 2.3

τις ἐξελήλυθ’, * * ὄλολυς οὗτός ἐστι·[ln_5]λιπαρὸς

### book 2.4

περιπατεῖ Δημοκλῆς, ζωμὸς κατωνόμασται. χαίρει

### book 2.5

τις αὐχμῶν ἢ ῥυπῶν, κονιορτὸς ἀναπέφηνεν. ὄπισθεν ἀκολουθεῖ κόλαξ τῳ, λέμβος ἐπικέκληται· τὰ πόλλ’ ἄδειπνος

### book 2.6

περιπατεῖ, κεστρῖνός ἐστι νῆστις. εἰς

### book 2.7

τοὺς καλοὺς δ’ ἄν

### book 2.8

τις βλέπῃ, καινὸς θεατροποιός·

### book 2.1

[ln_10]ὑφείλετ’ ἄρνα

### book 2.2

ποιμένος

### book 2.3

παίζων, Ἀτρεὺς ἐκλήθη· ἐὰν δὲ κριόν, Φρίξος· ἂν δὲ κωδάριον, Ἰάσων.

### book 1.1

Μάγαδιν λαλήσω μικρὸν ἅμα

### book 1.2

σοι καὶ μέγαν.

### book 1.1

Οὐκ ἐπικεκυφὼς ὀρθός, ὦ βέλτιστ’, ἔσει· αὕτη δὲ καριδοῖ τὸ σῶμα καμπύλη ἄγκυρά τ’ ἐστὶν ἄντικρυς

### book 1.2

τοῦ σώματος.

### book 1.1

Οὐκ ἂν δυναίμην

### book 1.2

συμμαχεῖν ὑμῖν ἐγώ· οὔθ’ οἱ τρόποι γὰρ ὁμονοοῦς’ οὔθ’ οἱ νόμοι ἡμῶν, ἀπ’ ἀλλήλων δὲ διέχουσιν

### book 1.3

πολύ. βοῦν

### book 1.4

προσκυνεῖς, ἐγὼ δὲ θύω

### book 1.5

τοῖς θεοῖς·[ln_5]τὴν ἔγχελυν μέγιστον ἡγεῖ δαίμονα, ἡμεῖς δὲ τῶν ὄψων μέγιστον

### book 1.6

παρὰ πολύ. οὐκ ἐσθίεις ὕει’, ἐγὼ δέ γ’ ἥδομαι μάλιστα

### book 1.7

τούτοις· κύνα σέβεις, τύπτω δ’ ἐγώ, τοὔψον κατεσθίουσαν ἡνίκ’ ἂν λάβω.[ln_10]τοὺς ἱερέας ἐνθάδε μὲν ὁλοκλήρους νόμος εἶναι, παρ’ ὑμῖν δ’, ὡς ἔοικεν, ἀπηργμένους. τὸν αἰέλουρον κακὸν ἔχοντ’ ἐὰν ἴδῃς, κλάεις, ἐγὼ δ’ ἥδιστ’ ἀποκτείνας δέρω.

### book 1.1

δύναται

### book 1.2

παρ’ ὑμῖν μυγαλῆ, παρ’ ἐμοὶ δέ γ’ οὔ.

### book 1.1

Κἂν

### book 1.2

ταῦτα

### book 1.3

ποιῇς ὥσπερ

### book 1.4

φράζω, λαμπροῖς δείπνοις δεξόμεθ’ ὑμᾶς, οὐδὲν ὁμοίοις

### book 1.5

τοῖς Ἰφικράτους

### book 1.6

τοῖς ἐν Θρᾴκῃ· καί τοι

### book 1.7

φασίν[ln_5]βυβακάλους αὐτὰ γενέσθαι. κατὰ τὴν ἀγορὰν μὲν ὑπεστρῶσθαι

### book 1.8

στρώμαθ’ ἁλουργῆ μέχρι τῆς ἄρκτου· δειπνεῖν δ’ ἄνδρας βουτυροφάγας, αὐχμηροκόμας μυριοπληθεῖς·[ln_10]τοὺς δὲ λέβητας

### book 1.9

χαλκοῦς εἶναι μείζους λάκκων δωδεκακλίνων· αὐτὸν δὲ Κότυν

### book 1.10

περιεζῶσθαι ζωμόν

### book 1.11

τε φέρειν ἐν

### book 1.12

χοῒ χρυσῇ, καὶ γευόμενον τῶν κρατήρων[ln_15]πρότερον μεθύειν τῶν

### book 1.13

πινόντων. αὐλεῖν δ’ αὐτοῖς Ἀντιγενίδαν, Ἀργᾶν δ’ ᾄδειν καὶ κιθαρίζειν Κηφισόδοτον τὸν Ἀχαρνῆθεν, μέλπειν δ’ ᾠδαῖς[ln_20]τοτὲ μὲν

### book 1.14

Σπάρτην τὴν εὐρύχορον, τοτὲ δ’ αὖ Θήβας τὰς ἑπταπύλους τὰς ἁρμονίας μεταβάλλειν. φέρνας

### book 1.15

τε λαβεῖν δύο μὲν ξανθῶν ἵππων ἀγέλας, αἰγῶν τ’ ἀγέλην,

### book 1.1

[ln_25]χρυσοῦν

### book 1.2

τε σάκος * * * φιάλην

### book 1.3

τε λεπαστήν, χιόνος

### book 1.4

τε πρόχουν, κέρχνων

### book 1.5

τε χύτραν, βολβῶν

### book 1.6

τε σιρὸν δωδεκάπηχυν, καὶ πουλυπόδων ἑκατόμβην.[ln_30]ταῦτα μὲν οὕτως

### book 1.7

φασὶ ποιῆσαι Κότυν ἐν Θρᾴκῃ, γάμον Ἰφικράτει. τούτων δ’ ἔσται

### book 1.8

πολὺ σεμνότερον καὶ λαμπρότερον

### book 1.9

παρὰ δεσποσύνοις

### book 1.10

τοῖς ἡμετέροις. τί γὰρ ἐκλείπει[ln_35]δόμος ἡμέτερος

### book 1.11

ποίων ἀγαθῶν; οὐ σμύρνης καὶ Συρίας ὀδμαί λιβάνου

### book 1.12

τε πνοαί; τερενοχρῶτες μαζῶν ὄψεις, ἄρτων, ἀμύλων, πουλυποδείων, χολίκων, δημοῦ,

### book 1.1

[ln_40]φυσκῶν, ζωμοῦ, τεύτλων, θρίων, λεκίθου, σκορόδων, ἀφύης, σκόμβρων, ἐνθρυμματίδων, πτισάνης, ἀθάρης, κυάμων, λαθύρων, ὤχρων, δολίχων, μέλιτος, τυροῦ, χορίων, πυρῶν,[ln_45]καρύων, χόνδρου. κάραβοι ὀπτοί, τευθίδες ὀπταί, κεστρεὺς ἑφθός, σηπίαι ἑφθαί, μύραιν’ ἑφθή, κωβιοὶ ἑφθοί, θυννίδες ὀπταί, φυκίδες ἑφθαί, βάτραχοι, πέρκαι, συνόδοντες, ὄνοι, βατίδες, ψῆτται, γαλεός, κόκκυξ, θρίσσαι, νάρκαι, ῥίνης

### book 1.2

τεμάχη, σχαδόνες, βότρυες, σῦκα, πλακοῦντες, μῆλα, κράνειαι, ῥόαι, ἕρπυλλος, μήκων, ἀχράδες,

### book 1.1

[ln_55]κνῆκος, ἐλᾶαι, στέμφυλ’, ἄμητες, πράσα, γήτειον, κρόμμυα, φύστη, βολβοί, καυλοί, σίλφιον, ὄξος, μάραθ’, ᾠά, φακή, τέττιγες, ὀποί, κάρδαμα, σήσαμα, κήρυκες, ἅλες,[ln_60]πίνναι, λεπάδες, μύες, ὄστρεια, κτένες, ὄρκυνες· καὶ πρὸς

### book 1.2

τούτοις ὀρνιθαρίων ἀφάτων

### book 1.3

πλῆθος, νηττῶν, φαττῶν· χῆνες, στρουθοί, κίχλαι, κόρυδοι, κίτται, κύκνοι,[ln_65]πελεκάν, κίγκλοι, γέρανος—τουδί τοῦ χάσκοντος διατειναμένη διὰ τοῦ πρωκτοῦ καὶ τῶν

### book 1.4

πλευρῶν διακόψειεν τὸ μέτωπον. οἶνοι δέ σοι λευκὸς * * *[ln_70]γλυκὺς αὐθιγενὴς ἡδὺς καπνίας.

### book 2.1

Μύρῳ δὲ παρὰ Πέρωνος, οὗπερ ἀπέδοτο ἐχθὲς Μελανώπῳ πολυτελοῦς Αἰγυπτίου, ᾧ νῦν ἀλείφει

### book 2.2

τοὺς πόδας Καλλιστράτου.

### book 1

Τὸ γὰρ κολακεύειν νῦν ἀρέσκειν ὄνομ’ ἔχει.

### book 1

[spk_β]Ὄρνις κεκλήσει. Β. διὰ τί, πρὸς τῆς Ἑστίας;

### book 1.1

[spk_α]πότερον καταφαγὼν τὴν

### book 1.2

πατρῴαν οὐσίαν ὥσπερ

### book 1.3

Πολύευκτος ὁ καλός; Α. οὐ δῆτ’, ἀλλ’ ὅτι ἄρρην ὑπὸ θηλειῶν κατεκόπης.

### book 2

Ὀχευομένους δὲ τοὺς κάπρους καὶ τὰς ἀλεκτρυόνας θεωροῦς’ ἄσμενοι.

### book 3

Ἀλλ’ οἷα νύμφη βασιλὶς ὠνομασμένη μύροις Μεγαλλίοισι σῶμ’ ἀλείφεται.

### book 1.1

Οὔκουν λαβὼν τὸν

### book 1.2

φανὸν ἅψεις μοι λύχνον;

### book 1.1

Ὅτι εἴμ’ ἀλαζών, τοῦτ’ ἐπιτιμᾷς; ἀλλὰ τί; νικᾷ γὰρ αὕτη τὰς τέχνας πάσας

### book 1.2

πολύ μετὰ τὴν κολακείαν. ἥδε μὲν γὰρ διαφέρει.

### book 2.1

Ἀσφάραγον

### book 2.2

σχῖνόν

### book 2.3

τε τεμὼν καὶ ὀρίγανον, ὃς δή σεμνύνει τὸ τάριχον ὁμοῦ μιχθεὶς κοριάννῳ.

### book 1.1

Τὸν ἐμὸν μόναυλον

### book 1.2

ποῖ τέτροφας; οὗτος Σύρε.

### book 1

[spk_β]Β. ποῖον μόναυλον; Α. τὸν κάλαμον.

### book 1.1

Ὅστις γαμεῖν βουλεύετ’, οὐ βουλεύεται ὀρθῶς, διότι βουλεύεται

### book 1.2

χοὕτω γαμεῖ. πολλῶν κακῶν γάρ ἐστιν ἀρχὴ τῷ βίῳ. ἢ γὰρ πένης ὢν τὴν γυναῖκα

### book 1.3

χρήματα[ln_5]λαβὼν ἔχει δέσποιναν, οὐ γυναῖκ’ ἔτι, ἧς ἐστι δοῦλος καὶ πένης. ἢν δ’ αὖ λάβῃ μηδὲν

### book 1.4

φερομένην, δοῦλος αὐτὸς γίγνεται· δεῖ γὰρ τὸ λοιπὸν ἀνθ’ ἑνὸς

### book 1.5

τρέφειν δύο. ἀλλ’ ἔλαβεν αἰσχράν· οὐ βιωτόν ἐστ’ ἔτι,[ln_10]οὐδ’ εἴσοδος τὸ παράπαν εἰς τὴν οἰκίαν. ἀλλ’ ἔλαβεν ὡραίαν

### book 1.6

τις· οὐδὲν γίγνεται μᾶλλόν

### book 1.7

τι τοῦ γήμαντος ἢ τῶν γειτόνων· ὥστ’ οὐδαμῶς κακοῦ γ’ ἁμαρτεῖν γίγνεται.

### book 2.1

Οὔτοι τὸ γῆράς ἐστιν, ὡς οἴει, πάτερ, τῶν

### book 2.2

φορτίων μέγιστον, ἀλλ’ ὃς ἂν φέρῃ ἀγνωμόνως αὔθ’, οὗτός ἐστιν αἴτιος· ἂν δ’ εὐκόλως, ἐνίοτε κοιμίζειν

### book 2.3

ποιεῖ,[ln_5]μεταλαμβάνων ἐπιδέξι’ αὐτοῦ τὸν

### book 2.4

τρόπον, λύπην τ’ ἀφαιρῶν ἡδονήν

### book 2.5

τε προστιθείς· λύπην δὲ ποιῶν, εἴτι δυσκόλως ἔχει.

### book 3.1

Ἡδονὴν ἔχει, ὅταν

### book 3.2

τις εὕρῃ καινὸν ἐνθύμημά τι, δηλοῦν ἅπασιν· οἱ δ’ ἑαυτοῖσιν

### book 3.3

σοφοί πρῶτον μὲν οὐκ ἔχουσι τῆς τέχνης κριτήν,[ln_5]εἶτα

### book 3.4

φθονοῦνται· χρὴ γὰρ εἰς ὄχλον φέρειν ἅπανθ’ ὅς’ ἄν

### book 3.5

τις καινότητ’ ἔχειν δοκῇ.

### book 4.1

Ὅστις λόγους

### book 4.2

παρακαταθήκην γὰρ λαβών ἐξεῖπεν, ἄδικός ἐστιν ἢ ἀκρατὴς ἄγαν· ὁ μὲν διὰ κέρδος, ἄδικος· ὁ δὲ τούτου δίχα, ἀκρατής· ἴσον δέ γ’ εἰσὶν ἀμφότεροι κακοί.

### book 5.1

Χαλεπή, λέγω

### book 5.2

σοι, καὶ προσάντης, ὦ τέκνον, ὁδός ἐστιν, ὡς τὸν

### book 5.3

πατέρ’ ἀπελθεῖν οἴκαδε

### book 5.4

παρ’ ἀνδρός, ἥ τις ἐστὶ κοσμία γυνή. ὁ γὰρ δίαυλός ἐστιν αἰσχύνην ἔχων.

### book 6.1

Ἐὰν λούσησθε νῦν ῥάφανόν

### book 6.2

τε πολλὴν ἐντράγητε, παύσετε τὸ βάρος, διασκεδᾶτε τὸ προσὸν νῦν νέφος ἐπὶ τοῦ προσώπου.

### book 7.1

Τὸ νέκταρ ἐσθίω πάνυ μάττων διαπίνω τ’ ἀμβροσίαν, καὶ τῷ Διί διακονῶ, καὶ σεμνός εἰμ’ ἑκάστοτε Ἥρᾳ λαλῶν καὶ Κύπριδι

### book 7.2

παρακαθήμενος.

### book 8.1

Ὦ πονηρὰ καρδία, ἐπιχαιρέκακον ὡς εἶ μόνον

### book 8.2

τοῦ σώματος· ὀρχεῖ γὰρ εὐθύς, ἂν ἴδῃς δεδοικότα.

### book 9.1

Μηδέποτε δοῦλον ἡδονῆς

### book 9.2

σαυτὸν

### book 9.3

ποίει· λάγνης γυναικός ἐστιν οὐκ ἀνδρὸς τόδε.

### book 10.1

Ἔρως

### book 10.2

σοφιστοῦ γίγνεται διδάσκαλος

### book 10.3

σκαιοῦ πολὺ κρείττων

### book 10.4

πρὸς τὸν ἀνθρώπων βίον.

### book 11.1

Ὑπὲρ

### book 11.2

σεαυτοῦ πρᾶτθ’ ὁτιοῦν ἄν

### book 11.3

σοι δοκῇ, ἐγὼ δ’ ὑπὲρ ἐμοῦ.

### book 12.1

Τὸ συνεχὲς ἔργου

### book 12.2

παντὸς εὑρίσκει τέλος.

### book 13.1

Κόρης ἀπαλλαττόμεθα

### book 13.2

ταμιείου

### book 13.3

πικροῦ.

### book 14

Ἀρκτῆ λεοντῆ παρδαλῆ μοσχῆ κυνῆ.

### book 15

Οὐχὶ παρὰ πολλοῖς ἡ χάρις τίκτει χάριν.

### book 16

Ἡ πόλις ἐβούλεθ’, ᾗ νόμων οὐδὲν μέλει.

### book 17

Ὑπερήμεροί μοι τῶν γάμων αἱ παρθένοι.

### book 18.1

Καλόν γ’ ἀποθανεῖν

### book 18.2

πρὶν θανάτου δρᾶν ἄξιον.

### book 19.1

Τρίκλινον δ’ εὐθέως

### book 19.2

συνήγετο καὶ συναυλίαι γέροντι.

### book 26.1

Ὡς δὴ παχεῖαν τὴν

### book 26.2

περιζώστραν ἔχει.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/anaxandrides-comicus-fate-hbw-ab.json (sha256:3cc29cce6de021e5d450b4cf24280cb20595eaf5b009dac4a03bc2a51602ab7b). Cite as `eul_wid: hbw-ab`.
