---
title: Fragments on Drinking and Fate
title_greek: Ἀποσπάσματα περὶ Πόσεως καὶ Εἱμαρμένης
author: Anaxandrides Comicus
eul_wid: hbw-aa
eul_aid: hbw
canonical: "https://eulogikon.org/grc/anaxandrides-comicus/drinking-fate"
canonical_json: "https://eulogikon.org/data/works/grc/anaxandrides-comicus-drinking-fate-hbw-aa.json"
sha256: "6f03e7f618a4cf96a3a8de82ce170b49df64d83679472c466aebca73d2803ff0"
period: Classical
dialect: "Attic (com, frg)"
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Fragments on Drinking and Fate

*Ἀποσπάσματα περὶ Πόσεως καὶ Εἱμαρμένης*

**Author:** Anaxandrides Comicus

**eul_wid:** `hbw-aa` · [HTML page](https://eulogikon.org/grc/anaxandrides-comicus/drinking-fate) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/anaxandrides-comicus-drinking-fate-hbw-aa.json)

## Text

### book 1.1

τίνα δὴ παρεσκευασμένοι πίνειν

### book 1.2

τρόπον νῦν ἐστε; λέγετε. τίνα

### book 1.3

τρόπον;

### book 1.1

[spk_β]Β. ἡμεῖς

### book 1.2

τοιοῦτον οἷον ἂν καὶ σοὶ δοκῇ. Α. βούλεσθε δῆτα τὸν ἐπιδέξι’; Β. ὦ πάτερ,[ln_5]λέγειν ἐπὶ τῷ πίνοντι τὸν ἐπιδέξια λέγειν, Ἄπολλον, ὡσπερεὶ τεθνηκότι;

### book 2.1

ὡς δ’ ἐστεφανώθην, ἡ τράπεζ’ ἐσῄρετο, τοσαῦτ’ ἔχουσα βρώμαθ’, ὅσα μὰ τοὺς θεοὺς καὶ τὰς θεὰς οὐδ’ ἔνδον ὄντ’ ᾔδειν ἐγώ· οὕτως

### book 2.2

παρέζων

### book 2.3

χρηστῶς οὐκ ἔζων τότε.

### book 3.1

μεγάλ’ ἴσως

### book 3.2

ποτήρια

### book 3.3

προπινόμενα καὶ μέστ’ ἀκράτου κυμβία

### book 3

[spk_β]ἐκάρωσεν ὑμᾶς. Β. ἀνακεχαίτικεν μὲν οὖν.

### book 4.1

οὐκ ἔστι δούλων, ὦγάθ’, οὐδαμοῦ πόλις, τύχη δὲ πάντα μεταφέρει τὰ σώματα. πολλοὶ δὲ νῦν μέν εἰσιν οὐκ ἐλεύθεροι, εἰς αὔριον δὲ Σουνιεῖς, εἶτ’ εἰς

### book 4.2

τρίτην[ln_5]ἀγορᾷ κέχρηνται· τὸν γὰρ οἴακα

### book 4.3

στρέφει δαίμων ἑκάστῳ.

### book 5

ἡμιχρύσους

### book 6.1

ἀρτίως διηρτάμηκε καὶ τὰ μὲν διανεκῆ σώματος μέρη δαμάζετ’ ἐν

### book 6.2

πυρικτίτοισι γᾶς· Τιμόθεος ἔφη

### book 6.3

ποτ’, ἄνδρες, τὴν χύτραν οἶμαι λέγων.

### book 7

περιστέρια γὰρ εἰσάγων καὶ στρουθία

### book 8

κακομαθής

### book 9.1

[spk_β]τὴν ἐκ Κορίνθου Λαΐδ’ οἶσθα; Β. πῶς γὰρ οὔ; τὴν ἡμετέρειον. Α. ἦν ἐκείνῃ τις φίλη Ἄντεια. Β. καὶ τοῦθ’ ἡμέτερον ἦν

### book 9.2

παίγνιον. Α. νὴ τὸν Δί’ ἤνθει τότε Λαγίσκιον, τότ’ ἦν[ln_5]καὶ Θεολύτη μάλ’ εὐπρόσωπος καὶ καλή, ὑπέφαιν’ ἐσομένη δ’ Ὤκιμον λαμπρὸν πάνυ.

### book 10.1

καίτοι

### book 10.2

πολλοί γε

### book 10.3

πονοῦμεν. τὸν ἀσύμβολον εὗρε γέλοια λέγειν Ῥαδάμανθυς καὶ Παλαμήδης.

### book 11

βρέτας

### book 12.1

[spk_α]Α. ἄγκυρα, λέμβος, σκεῦος ὅ τι βούλει λέγε. Β. ὦ Ἡράκλεις, ἀβελτερείου

### book 12.2

τεμενικοῦ. Α. ἀλλ’ οὐδ’ ἂν εἰπεῖν τὸ μέγεθος δύναιτό τις.

### book 13

πυξίον λαβὼν κάθου.

### book 14

κιννάβαρις

### book 15.1

ὁ μὲν γὰρ εὐφυής

### book 15.2

τις εἶναι

### book 15.3

φαίνεται, ὡς δ’ εὐρύθμως λαβὼν τὸ μελετητήριον εἶτ’ ἐσχεδίασε δριμέως ἐν . . παπαῖ, μεστὸς γενόμενος

### book 15.4

πρὸς τὸν Ἀργᾶν βούλομαι[ln_5]κωδωνίσας πέμψαι ς’ ἀγωνιούμενον, ἵνα καὶ σὺ νικᾷς

### book 15.5

τοὺς

### book 15.6

σοφιστάς, ὦ φίλε.

### book 16

λιθάζειν

### book 17.1

ὁ τὸ σκόλιον εὑρὼν ἐκεῖνος, ὅστις ἦν, τὸ μὲν ὑγιαίνειν

### book 17.2

πρῶτον ὡς ἄριστον ὂν ὠνόμασεν ὀρθῶς, δεύτερον δ’ εἶναι καλόν, τρίτον δὲ πλουτεῖν, τοῦθ’, ὁρᾷς, ἐμαίνετο·[ln_5]μετὰ τὴν ὑγίειαν γὰρ τὸ πλουτεῖν διαφέρει· καλὸς δὲ πεινῶν ἐστιν αἰσχρὸν θηρίον.

### book 18

ἀναλαβὼν μόναυλον ηὔλουν τὸν ὑμέναιον.

### book 19

ὅτε τὰς μορίας ἔτρωγεν, ὥσπερ καὶ Πλάτων.

### book 20.1

παρθένοι

### book 20.2

παίζουσι

### book 20.3

πρὸς ἐλάφρ’ ἐξαλλάγματα.

### book 21.1

ἅπαντές ἐσμεν

### book 21.2

πρὸς τὰ θεῖ’ ἀβέλτεροι, κοὐκ ἴσμεν οὐδέν.

### book 22

ἐρυθρότερον καρῖδος ὀπτῆς ς’ ἀποφανῶ.

### book 23

βύστρα

### book 24

υἱὸς γὰρ οἰκόσιτος ἡδὺ γίνεται.

### book 25

γελασίνην

### book 26

λῆμμα καὶ ἀνάλωμα

### book 27

καὶ συμπαίζει καριδαρίοις μετὰ περκιδίων καὶ θρᾳττιδίων, καὶ ψητταρίοις μετὰ κωθαρίων, καὶ σκινδαρίοις μετὰ κωβιδίων.

### book 28.1

οὐ μανικόν ἐστ’ ἐν οἰκίᾳ τρέφειν

### book 28.2

ταὧς, ἐξὸν

### book 28.3

τοσουτουὶ δύ’ ἀγάλματ’ ἀγοράσαι;

### book 29

τὸ κυλικεῖον

### book 30.1

ὁ πρῶτος εὑρὼν

### book 30.2

πολυτελὲς

### book 30.3

τμητὸν μέγα γλαύκου

### book 30.4

πρόσωπον, τοῦ τ’ ἀμύμονος δέμας θύννου τά τ’ ἄλλα βρώματ’ ἐξ ὑγρᾶς ἁλός, Νηρεὺς κατοικεῖ τόνδε πάντα τὸν τόπον.

### book 31

γογγυσμός

### book 32.1

δὸς δὴ τὸν χόα αὐτῷ σύ, Κῶμε, καὶ τὸ κυμβίον φέρων. Εὐριπίδης

### book 32.2

τις τήμερον γενήσεται.

### book 33.1

τῶν ζωγράφων μὲν ἡ καλὴ χειρουργία ἐν

### book 33.2

τοῖς πίναξι κρεμαμένη θαυμάζεται, αὕτη δὲ σεμνῶς ἐκ λοπάδος ἁρπάζεται ἀπὸ τοῦ ταγήνου τ’ εὐθέως ἀφανίζεται.[ln_5]ἐπὶ τίνα δ’ ὧδ’ ἄλλην τέχνην, ὦ χρηστὲ σύ, τὰ στόματα τῶν νεωτέρων κατακάετ’, ἢ ὠθισμός ἐστι δακτύλων

### book 33.3

τοιουτοσὶ ἢ πνιγμός, ἂν μὴ ταχὺ δύνηται καταπιεῖν; ἀλλ’ οὐ μόνη γὰρ τὰς

### book 33.4

συνουσίας

### book 33.5

ποιεῖ[ln_10]εὔοψος ἀγορά; τίς δὲ συνδειπνεῖ βροτῶν

### book 33.6

φρυκτοὺς καταλαβὼν ἢ κορακίνους ὠνίους ἢ μαινίδ’; ὡραῖον δὲ μειρακύλλιον

### book 33.7

ποίαις ἐπῳδαῖς ἢ λόγοις ἁλίσκεται τίσιν, φράσον γάρ, ἄν

### book 33.8

τις ἀφέλῃ τὴν τέχνην[ln_15]τὴν τῶν ἁλιέων; ἥδε γὰρ δαμάζεται, ἑφθοῖς

### book 33.9

προσώποις ἰχθύων

### book 33.10

χειρουμένη, ἄγους’ ὑπ’ αὐτὰ σώματ’ ἀρίστου πύλας ἀσύμβολον κλίνειν τ’ ἀναγκάζει φύσιν.

### book 34.1

ὑμεῖς γὰρ ἀλλήλους ἀεὶ χλευάζετ’, οἶδ’ ἀκριβῶς· ἂν μὲν γὰρ ᾖ τις εὐπρεπής, ἱερὸν γάμον καλεῖτε· ἐὰν δὲ μικρὸν

### book 34.2

παντελῶς ἀνθρώπιον, σταλαγμόν. λαμπρός

### book 34.3

τις ἐξελήλυθ’, . . ὄλολυς οὗτός ἐστι·[ln_5]λιπαρὸς

### book 34.4

περιπατεῖ Δημοκλῆς, ζωμὸς κατωνόμασται· χαίρει

### book 34.5

τις αὐχμῶν ἢ ῥυπῶν, κονιορτὸς ἀναπέφηνεν· ὄπισθεν ἀκολουθεῖ κόλαξ τῳ, λέμβος ἐπικέκληται· τὰ πόλλ’ ἄδειπνος

### book 34.6

περιπατεῖ, κεστρῖνός ἐστι νῆστις. εἰς

### book 34.7

τοὺς καλοὺς δ’ ἄν

### book 34.8

τις βλέπῃ, καινὸς θεατροποιός·

### book 34.1

[ln_10]ὑφείλετ’ ἄρνα

### book 34.2

ποιμένος

### book 34.3

παίζων, Ἀτρεὺς ἐκλήθη· ἐὰν δὲ κριόν, Φρίξος· ἂν δὲ κωδάριον, Ἰάσων.

### book 35.1

μάγαδιν λαλήσω μικρὸν ἅμα

### book 35.2

σοι καὶ μέγαν.

### book 36

λεπτοτέρως

### book 37.1

οὐκ ἐπικεκυφὼς ὀρθός, ὦ βέλτιστ’, ἔσει· αὕτη δὲ καριδοῖ τὸ σῶμα καμπύλη, ἄγκυρά τ’ ἐστὶν ἄντικρυς

### book 37.2

τοῦ σώματος.

### book 38.1

Ἄρεος

### book 38.2

παιδίον

### book 39.1

οὐκ ἂν δυναίμην

### book 39.2

συμμαχεῖν ὑμῖν ἐγώ· οὔθ’ οἱ τρόποι γὰρ ὁμονοοῦς’ οὔθ’ οἱ νόμοι ἡμῶν, ἀπ’ ἀλλήλων δὲ διέχουσιν

### book 39.3

πολύ. βοῦν

### book 39.4

προσκυνεῖς, ἐγὼ δὲ θύω

### book 39.5

τοῖς θεοῖς·[ln_5]τὴν ἔγχελυν μέγιστον ἡγεῖ δαίμονα, ἡμεῖς δὲ τῶν ὄψων μέγιστον

### book 39.6

παρὰ πολύ. οὐκ ἐσθίεις ὕει’, ἐγὼ δέ γ’ ἥδομαι μάλιστα

### book 39.7

τούτοις· κύνα σέβεις, τύπτω δ’ ἐγώ, τοὔψον κατεσθίουσαν ἡνίκ’ ἂν λάβω.[ln_10]τοὺς ἱερέας ἐνθάδε μὲν ὁλοκλήρους νόμος εἶναι, παρ’ ὑμῖν δ’, ὡς ἔοικ’, ἀπηργμένους. τὸν αἰέλουρον κακὸν ἔχοντ’ ἐὰν ἴδῃς, κλάεις, ἐγὼ δ’ ἥδιστ’ ἀποκτείνας δέρω. δύναται

### book 39.8

παρ’ ὑμῖν μυγαλῆ, παρ’ ἐμοὶ δέ γ’ οὔ.

### book 40.1

μύρῳ δὲ παρὰ Πέρωνος, οὗπερ ἀπέδοτο ἐχθὲς Μελανώπῳ πολυτελοῦς Αἰγυπτίου, ᾧ νῦν ἀλείφει

### book 40.2

τοὺς πόδας Καλλιστράτου.

### book 41.1

κἂν

### book 41.2

ταῦτα

### book 41.3

ποιῆθ’ ὥσπερ

### book 41.4

φράζω, λαμπροῖς δείπνοις δεξόμεθ’ ὑμᾶς, οὐδὲν ὁμοίοις

### book 41.5

τοῖς Ἰφικράτους

### book 41.6

τοῖς ἐν Θρᾴκῃ· καίτοι

### book 41.7

φασὶν[ln_5]βουβαυκαλόσαυλα γενέσθαι. κατὰ τὴν ἀγορὰν μὲν ὑπεστρῶσθαι

### book 41.8

στρώμαθ’ ἁλουργῆ μέχρι τῆς ἄρκτου· δειπνεῖν δ’ ἄνδρας βουτυροφάγας, αὐχμηροκόμας μυριοπληθεῖς·[ln_10]τοὺς δὲ λέβητας

### book 41.9

χαλκοῦς εἶναι, μείζους λάκκων δωδεκακλίνων· αὐτὸν δὲ Κότυν

### book 41.10

περιεζῶσθαι ζωμόν

### book 41.11

τε φέρειν ἐν

### book 41.12

χοῒ χρυσῇ, καὶ γευόμενον τῶν κρατήρων[ln_15]πρότερον μεθύειν τῶν

### book 41.13

πινόντων. αὐλεῖν δ’ αὐτοῖς Ἀντιγενείδαν, Ἀργᾶν δ’ ᾄδειν καὶ κιθαρίζειν Κηφισόδοτον τὸν Ἀχαρνῆθεν, μέλπειν δ’ ᾠδαῖς[ln_20]τοτὲ μὲν

### book 41.14

Σπάρτην τὴν εὐρύχορον, τοτὲ δ’ αὖ Θήβας τὰς ἑπταπύλους τὰς ἁρμονίας μεταβάλλειν. φερνάς

### book 41.15

τε λαβεῖν δύο μὲν ξανθῶν ἵππων ἀγέλας, αἰγῶν τ’ ἀγέλην,

### book 41.1

[ln_25]χρυσοῦν

### book 41.2

τε σάκος . . . φιάλην

### book 41.3

τε λεπαστήν, Χίου

### book 41.4

τε πρόχουν, κέρχνων

### book 41.5

τε χύτραν, βολβῶν

### book 41.6

τε σιρὸν δωδεκάπηχυν καὶ πουλυπόδων ἑκατόμβην.[ln_30]ταῦτα μὲν οὕτως

### book 41.7

φασὶ ποιῆσαι Κότυν ἐν Θρᾴκῃ, γάμον Ἰφικράτει. τούτων δ’ ἔσται

### book 41.8

πολὺ σεμνότερον καὶ λαμπρότερον

### book 41.9

παρὰ δεσποσύνοις

### book 41.10

τοῖς ἡμετέροις. τί γὰρ ἐκλείπει[ln_35]δόμος ἡμέτερος

### book 41.11

ποίων ἀγαθῶν; οὐ σμύρνης καὶ Συρίας ὀδμαὶ λιβάνου

### book 41.12

τε πνοαί; τερενοχρῶτες μαζῶν ὄψεις, ἄρτων, ἀμύλων, πουλυποδείων, χολίκων, δημοῦ,

### book 41.1

[ln_40]φυσκῶν, ζωμοῦ, τεύτλων, θρίων, λεκίθου, σκορόδων, ἀφύης, σκόμβρων, ἐνθρυμματίδων, πτισάνης, ἀθάρης, κυάμων, λαθύρων, ὤχρων, δολίχων, μέλιτος, τυροῦ, χορίων, πυρῶν,[ln_45]καρύων, χόνδρου. κάραβοι ὀπτοί, τευθίδες ὀπταί, κεστρεὺς ἑφθός, σηπίαι ἑφθαί, μύραιν’ ἑφθή, κωβιοὶ ἑφθοί, θυννίδες ὀπταί, φυκίδες ἑφθαί, βάτραχοι, πέρκαι, συνόδοντες, ὄνοι, βατίδες, ψῆτται, γαλεός, κόκκυξ, θρίτται, νάρκαι, ῥίνης

### book 41.2

τεμάχη, σχαδόνες, βότρυες, σῦκα, πλακοῦντες, μῆλα, κράνειαι,

### book 41.1

[ln_55]ῥόαι, ἕρπυλλος, μήκων, ἀχράδες, κνῆκος, ἐλᾶαι, στέμφυλ’, ἄμητες, πράσα, γήτειον, κρόμμυα, φυστή, βολβοί, καυλοί, σίλφιον, ὄξος, μάραθ’, ᾠά, φακή, τέττιγες, ὀποί,[ln_60]κάρδαμα, σήσαμα, κήρυκες, ἅλες, πίνναι, λεπάδες, μύες, ὄστρεια, κτένες, ὄρκυνες· καὶ πρὸς

### book 41.2

τούτοις ὀρνιθαρίων ἀφάτων

### book 41.3

πλῆθος, νηττῶν, φαττῶν· χῆνες, στρουθοί,

### book 41.1

[ln_65][spk_β]κίχλαι, κόρυδοι, κίτται, κύκνοι, πελεκάν, κίγκλοι, γέρανος— Β. τουδὶ τοῦ χάσκοντος διατειναμένη διὰ τοῦ πρωκτοῦ καὶ τῶν

### book 41.2

πλευρῶν διακόψειεν τὸ μέτωπον.[ln_70]οἶνοι δέ σοι λευκὸς . . . γλυκὺς αὐθιγενὴς ἡδὺς καπνίας.

### book 42

τὸ γὰρ κολακεύειν νῦν ἀρέσκειν ὄνομ’ ἔχει.

### book 43

ὠτάρια

### book 44

πτόλιν

### book 45.1

[spk_β]ὄρνις κεκλήσει. Β. διὰ τί, πρὸς τῆς Ἑστίας; πότερον καταφαγὼν τὴν

### book 45.2

πατρῴαν οὐσίαν ὥσπερ

### book 45.3

Πολύευκτος ὁ καλός; Α. οὐ δῆτ’, ἀλλ’ ὅτι ἄρρην ὑπὸ θηλειῶν κατεκόπης.

### book 46

ἀλλ’ οἷα νύμφη βασιλὶς ὠνομασμένη μύροις Μεγαλλείοισι σῶμ’ ἀλείφεται.

### book 47

ὀχευομένους δὲ τοὺς κάπρους καὶ τὰς ἀλεκτρυόνας θεωροῦς’ ἄσμενοι.

### book 48.1

οὔκουν λαβὼν τὸν

### book 48.2

φανὸν ἅψεις μοι λύχνον;

### book 49.1

ὅτι εἴμ’ ἀλαζών, τοῦτ’ ἐπιτιμᾷς; ἀλλὰ τί; νικᾷ γὰρ αὕτη τὰς τέχνας πάσας

### book 49.2

πολὺ μετὰ τὴν κολακείαν. ἥδε μὲν γὰρ διαφέρει.

### book 50.1

ἀσφάραγον

### book 50.2

σχῖνόν

### book 50.3

τε τεμὼν καὶ ὀρίγανον, ὃς δὴ σεμνύνει τὸ τάριχον ὁμοῦ μιχθεὶς κοριάννῳ.

### book 51.1

[spk_β]τὸν μόναυλον

### book 51.2

ποῖ τέτροφας; οὗτος Σύρε. Β. ποῖον μόναυλον; Α. τὸν κάλαμον.

### book 52.1

ὅστις γαμεῖν βουλεύετ’, οὐ βουλεύεται ὀρθῶς, διότι βουλεύεται

### book 52.2

χοὔτω γαμεῖ. πολλῶν κακῶν γάρ ἐστιν ἀρχὴ τῷ βίῳ. ἢ γὰρ πένης ὢν τὴν γυναῖκα

### book 52.3

χρήματα[ln_5]λαβὼν ἔχει δέσποιναν, οὐ γυναῖκ’ ἔτι, ἧς ἐστι δοῦλος καὶ πένης. ἢν δ’ αὖ λάβῃ μηδὲν

### book 52.4

φερομένην, δοῦλος αὐτὸς γίνεται· δεῖ γὰρ τὸ λοιπὸν ἀνθ’ ἑνὸς

### book 52.5

τρέφειν δύο. ἀλλ’ ἔλαβεν αἰσχράν· οὐ βιωτόν ἐστ’ ἔτι,[ln_10]οὐδ’ εἴσοδος τὸ παράπαν εἰς τὴν οἰκίαν. ἀλλ’ ἔλαβεν ὡραίαν

### book 52.6

τις· οὐδὲν γίνεται μᾶλλόν

### book 52.7

τι τοῦ γήμαντος ἢ τῶν γειτόνων·

### book 52

ὥστ’ οὐδαμῶς κακοῦ γ’ ἁμαρτεῖν γίνεται.

### book 53.1

οὔτοι τὸ γῆράς ἐστιν, ὡς οἴει, πάτερ, τῶν

### book 53.2

φορτίων μέγιστον, ἀλλ’ ὃς ἂν φέρῃ ἀγνωμόνως αὔθ’, οὗτός ἐστιν αἴτιος· οὐδ’ εὐκόλως, ἐνίοτε κοιμίζειν

### book 53.3

ποιεῖ[ln_5]μεταλαμβάνων ἐπιδέξι’ αὐτοῦ τὸν

### book 53.4

τρόπον λύπην τ’ ἀφαιρῶν ἡδονήν

### book 53.5

τε προστιθείς, λύπην δὲ ποιῶν, εἴτι δυσκόλως ἔχει.

### book 54.1

ἡδονὴν ἔχει, ὅταν

### book 54.2

τις εὕρῃ καινὸν ἐνθύμημά τι, δηλοῦν ἅπασιν· οἱ δ’ ἑαυτοῖσιν

### book 54.3

σοφοὶ πρῶτον μὲν οὐκ ἔχουσι τῆς τέχνης κριτήν,[ln_5]εἶτα

### book 54.4

φθονοῦνται· χρὴ γὰρ εἰς ὄχλον φέρειν ἅπανθ’ ὅς’ ἄν

### book 54.5

τις καινότητ’ ἔχειν δοκῇ.

### book 55.1

ὅστις λόγους

### book 55.2

παρακαταθήκην γὰρ λαβὼν ἐξεῖπεν, ἄδικός ἐστιν ἢ ἀκρατὴς ἄγαν· ὁ μὲν διὰ κέρδος, ἄδικος· ὁ δὲ τούτου δίχα, ἀκρατής· ἴσως δέ γ’ εἰσὶν ἀμφότεροι κακοί.

### book 56.1

χαλεπή, λέγω

### book 56.2

σοι, καὶ προσάντης, ὦ τέκνον, ὁδός ἐστιν, ὡς τὸν

### book 56.3

πατέρ’ ἀπελθεῖν οἴκαδε

### book 56.4

παρὰ τἀνδρός, ἥτις ἐστὶ κοσμία γυνή. ὁ γὰρ δίαυλός ἐστιν αἰσχύνην ἔχων.

### book 57.1

τὸ νέκταρ ἐσθίω πάνυ μάττων διαπίνω τ’ ἀμβροσίαν, καὶ τῷ Διὶ διακονῶ, καὶ σεμνός εἰμ’ ἑκάστοτε Ἥρᾳ λαλῶν καὶ Κύπριδι

### book 57.2

παρακαθήμενος.

### book 58.1

ἐὰν λούσησθε νῦν ῥάφανόν

### book 58.2

τε πολλὴν ἐντράγητε, παύσεται τὸ βάρος, διασκεδᾷ τε τὸ προσὸν νῦν νέφος ἐπὶ τοῦ προσώπου.

### book 59.1

ὦ πονηρὰ καρδία, ἐπιχαιρέκακον ὡς εἶ μόνον

### book 59.2

τοῦ σώματος· ὀρχεῖ γὰρ εὐθύς, ἂν ἴδῃς δεδοικότα.

### book 60.1

μηδέποτε δοῦλον ἡδονῆς

### book 60.2

σαυτὸν

### book 60.3

ποίει· λάγνης γυναικός ἐστιν, οὐκ ἀνδρὸς τόδε.

### book 61.1

Ἔρως

### book 61.2

σοφιστοῦ γίνεται διδάσκαλος

### book 61.3

σκαιοῦ πολὺ κρείττων

### book 61.4

πρὸς τὸν ἀνθρώπων βίον.

### book 62.1

ὑπὲρ

### book 62.2

σεαυτοῦ πρᾶτθ’ ὁτιοῦν, ἄν

### book 62.3

σοι δοκῇ, ἐγὼ δ’ ὑπὲρ ἐμοῦ.

### book 63.1

τὸ συνεχὲς ἔργου

### book 63.2

παντὸς εὑρίσκει τέλος.

### book 64.1

καλόν γ’ ἀποθανεῖν

### book 64.2

πρὶν θανάτου δρᾶν ἄξιον.

### book 65

ἀρκτῆ, λεοντῆ, παρδαλῆ, μοσχῆ, κυνῆ.

### book 66

οὐχὶ παρὰ πολλοῖς ἡ χάρις τίκτει χάριν.

### book 67

ἡ πόλις ἐβούλεθ’, ᾗ νόμων οὐδὲν μέλει.

### book 68

ὑπερήμεροί μοι τῶν γάμων αἱ παρθένοι.

### book 69.1

ὡς δὴ παχεῖαν τὴν

### book 69.2

περιζώστραν ἔχει.

### book 70.1

τρίκλινον δ’ εὐθέως

### book 70.2

συνήγετο καὶ συναυλίαι γέροντι.

### book 71

χοῦς κεκραμένος | ψιθίου

### book 72

πληγὴν ἔχων

### book 73

ἀκολαστάσματα

### book 75

τάχα

### book 76

χορτασμόν

### book 77

ᾠάρια

### book 78.1

κόρης ἀπαλλαττόμεθα

### book 78.2

ταμιείου

### book 78.3

πικροῦ.

### book 79

τὴν ἀξίαν γὰρ δεῖ γαμεῖν τὸν ἄξιον.

### book 80

φιάλας Ἄρεος

### book 81

ὀρίγανον

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/anaxandrides-comicus-drinking-fate-hbw-aa.json (sha256:6f03e7f618a4cf96a3a8de82ce170b49df64d83679472c466aebca73d2803ff0). Cite as `eul_wid: hbw-aa`.
