---
title: Anacreontea
title_greek: Ἀνακρεόντεια
author: "Anacreontea "
eul_wid: nfc-aa
eul_aid: nfc
canonical: "https://eulogikon.org/grc/anacreontea/text"
canonical_json: "https://eulogikon.org/data/works/grc/anacreontea-text-nfc-aa.json"
sha256: "0e0ea28770acbe4bc6f2c2d4f9a18b96f7f0ef7cdd3eb8762a9a25cf0249fecc"
period: Hellenistic
dialect: Mixed Dialects
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Anacreontea

*Ἀνακρεόντεια*

**Author:** Anacreontea 

**eul_wid:** `nfc-aa` · [HTML page](https://eulogikon.org/grc/anacreontea/text) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/anacreontea-text-nfc-aa.json)

## Text

### book 1.1

Ἀνακρέων ἰδών με ὁ Τήϊος μελωιδός (ὄναρ λέγω) προσεῖπεν· κἀγὼ δραμὼν

### book 1.2

πρὸς αὐτόν[ln_5]περιπλάκην

### book 1.3

φιλήσας. γέρων μὲν ἦν, καλὸς δέ, καλὸς δὲ καὶ φίλευνος· τὸ χεῖλος ὦζεν οἴνου· τρέμοντα δ’ αὐτὸν ἤδη[ln_10]Ἔρως ἐχειραγώγει. ὃ δ’ ἐξελὼν καρήνου ἐμοὶ στέφος δίδωσι· τὸ δ’ ὦζ’ Ἀνακρέοντος. ἐγὼ δ’ ὁ μωρὸς ἄρας[ln_15]ἐδησάμην μετώπωι· καὶ δῆθεν ἄχρι καὶ νῦν ἔρωτος οὐ πέπαυμαι.

### book 2.1

Δότε μοι λύρην Ὁμήρου

### book 2.2

φονίης ἄνευθε

### book 2.3

χορδῆς· φέρε μοι κύπελλα θεσμῶν, φέρε μοι νόμους κεράσσας,[ln_5]μεθύων ὅπως

### book 2.4

χορεύσω, ὑπὸ σώφρονος δὲ λύσσης μετὰ βαρβίτων ἀείδων τὸ παροίνιον βοήσω· δότε μοι λύρην Ὁμήρου[ln_10]φονίης ἄνευθε

### book 2.5

χορδῆς.

### book 3.1

Ἄγε, ζωγράφων ἄριστε, λυρικῆς ἄκουε Μούσης[ln_2]〈*****[ln_2]*****〉[ln_5]γράφε τὰς πόλεις τὸ πρῶτον ἱλαράς

### book 3.2

τε καὶ γελώσας· ὁ δὲ κηρὸς ἂν δύναιτο, γράφε καὶ νόμους

### book 3.3

φιλούντων.[ln_3]φιλοπαίγμονες δὲ Βάκχαι ἑτεροπνόους ἐναύλους[ln_4]〈*****〉

### book 4,1.1

Τὸν ἄργυρον

### book 4,1.2

τορεύσας Ἥφαιστέ μοι

### book 4,1.3

ποίησον

### book 4,1.4

πανοπλίας μὲν οὐχί· τί γὰρ μάχαισι κἀμοί;[ln_5]ποτήριον δὲ κοῖλον ὅσον δύνηι βάθυνον. καὶ μὴ ποίει κατ’ αὐτό μήτ’ ἄστρα μήτ’ Ἀμάξας, 〈μὴ στυγνὸν Ὠρίωνα·〉[ln_10]τί Πλειάδων μέλει μοι, τί δ’ ἀστέρος Βοώτ͜εω͜; ποίησον ἀμπέλους μοι, καὶ βότρυας κατ’ αὐτῶν,[ln_15]〈ποίει δὲ ληνὸν οἴνου,〉[ln_16/18]καὶ χρυσέους

### book 4,1.5

πατοῦντας[ln_20]ὁμοῦ καλῶι Λυαίωι Ἔρωτα καὶ Βάθυλλον.

### book 4,2.1

Τὸν ἄργυρον

### book 4,2.2

τορεύσας Ἥφαιστέ μοι

### book 4,2.3

ποίησον

### book 4,2.4

πανοπλίαν μὲν οὐχί·[ln_5]ποτήριον δὲ κοῖλον ὅσον δύνηι βάθυνον. ποίει δέ μοι κατ’ αὐτοῦ μήτ’ ἄστρα μήτ’ Ἀμάξας, μὴ στυγνὸν Ὠρίωνα,[ln_12]ἀλλ’ ἀμπέλους

### book 4,2.5

χλοώσας[ln_13/17]καὶ βότρυας γελῶντας[ln_20]σὺν τῶι καλῶι Λυαίωι.

### book 4,3.1

Τὸν ἄργυρον

### book 4,3.2

τορεύων Ἥφαιστέ μοι

### book 4,3.3

ποίησον

### book 4,3.4

πανοπλίαν μὲν οὐχί· τί γὰρ μάχαισι κἀμοί;[ln_5]ποτήριον δὲ κοῖλον ὅσον δύνηι βαθύνας. ποίει δέ μοι κατ’ αὐτοῦ μήτ’ ἄστρα μήτ’ Ἄμαξαν, μὴ στυγνὸν Ὠρίωνα·[ln_10]τί Πλειάδων μέλει μοι, τί γὰρ καλοῦ Βοώτου; ποίησον ἀμπέλους μοι, καὶ βότρυας κατ’ αὐτῶν, καὶ Μαινάδας

### book 4,3.5

τρυγώσας·[ln_15]ποίει δὲ ληνὸν οἴνου ληνοβάτας

### book 4,3.6

πατοῦντας

### book 4,3.7

τοὺς

### book 4,3.8

Σατύρους γελῶντας καὶ χρυσέους Ἔρωτας καὶ Κυθέρην γελῶσαν[ln_20]ὁμοῦ καλῶι Λυαίωι. {Ἔρωτα κἀφροδίτην.}

### book 5.1

Καλλιτέχνα, τόρευσον ἔαρος κύπελλον ἤδη· τὰ πρῶτ’ ἡμῖν τὰ τερπνά ῥόδα φέρουσαν ὥρην.[ln_5]ἀργύρεον δ’ ἁπλώσας

### book 5.2

ποτὸν

### book 5.3

ποίει μοι

### book 5.4

τερπνόν· τῶν

### book 5.5

τελετῶν, παραινῶ, μὴ ξένον μοι

### book 5.6

τορεύσηις, μὴ φευκτὸν ἱστόρημα·[ln_10]μᾶλλον

### book 5.7

ποίει Διὸς γόνον, Βάκχον Εὔιον ἡμῖν. μύστις νάματος ἦι Κύπρις ὑμεναίους κροτοῦσα· χάρασς’ Ἔρωτας ἀνόπλους[ln_15]καὶ Χάριτας γελώσας ὑπ’ ἄμπελον εὐπέταλον εὐβότρυον κομῶσαν· σύναπτε κούρους εὐπρεπεῖς †ἀν μη† Φοῖβος ἀθύρηι.

### book 6.1

Στέφος

### book 6.2

πλέκων

### book 6.3

ποτ’ εὗρον ἐν

### book 6.4

τοῖς ῥόδοις Ἔρωτα, καὶ τῶν

### book 6.5

πτερῶν κατασχών ἐβάπτις’ εἰς τὸν οἶνον,[ln_5]λαβὼν δ’ ἔπιον αὐτόν· καὶ νῦν ἔσω μελῶν μου

### book 6.6

πτεροῖσι γαργαλίζει.

### book 7

Λέγουσιν αἱ γυναῖκες· ‘Ἀνάκρεον, γέρων εἶ· λαβὼν ἔσοπτρον ἄθρει κόμας μὲν οὐκέτ’ οὔσας,[ln_5]ψιλὸν δέ σευ μέτωπον.‘ ἐγὼ δὲ τὰς κόμας μέν, εἴτ’ εἰσὶν εἴτ’ ἀπῆλθον, οὐκ οἶδα· τοῦτο δ’ οἶδα, ὡς τῶι γέροντι μᾶλλον[ln_10]πρέπει τὸ τερπνὰ παίζειν, ὅσωι πέλας τὰ Μοίρης.

### book 8.1

Οὔ μοι μέλει τὰ Γύγ͜εω͜ τοῦ Σαρδίων ἄνακτος, οὐδ’ εἷλέ πώ με ζῆλος, οὐδὲ φθονῶ τυράννοις.[ln_5]ἐμοὶ μέλει μύροισιν καταβρέχειν ὑπήνην, ἐμοὶ μέλει ῥόδοισιν καταστέφειν κάρηνα· τὸ σήμερον μέλει μοι,[ln_10]τὸ δ’ αὔριον τίς οἶδεν; ὡς οὖν ἔτ’ εὔδι’ ἔστιν, καὶ πῖνε καὶ κύβευε καὶ σπένδε τῶι Λυαίωι, μὴ νοῦσος ἤν

### book 8.2

τις ἔλθηι[ln_15]λέγηι

### book 8.3

σε μηδὲ πίνειν.

### book 9.1

Ἄφες με, τοὺς θεούς

### book 9.2

σοι, πιεῖν, πιεῖν ἀμυστί· θέλω, θέλω μανῆναι. [para]ἐμαίνετ’ Ἀλκμέων

### book 9.3

τε[ln_5]χὠ λευκόπους Ὀρέστης τὰς μητέρας κτανόντες· [para]ἐγὼ δὲ μηδένα κτάς, πιὼν δ’ ἐρυθρὸν οἶνον θέλω, θέλω μανῆναι.[ln_10]ἐμαίνετ’ Ἡρακλῆς

### book 9.4

πρίν, δεινὴν κλονῶν

### book 9.5

φαρέτρην καὶ τόξον Ἰφίτειον· [para]ἐμαίνετο

### book 9.6

πρὶν Αἴας, μετ’ ἀσπίδος κραδαίνων[ln_15]τὴν Ἕκτορος μάχαιραν· [para]ἐγὼ δ’ ἔχων κύπελλον καὶ στέμμα

### book 9.7

τοῦτο

### book 9.8

χαίτης {οὐ τόξον, οὐ μάχαιραν,} θέλω, θέλω μανῆναι.

### book 10.1

Τί σοι θέλεις

### book 10.2

ποιήσω, τί σοι, †λάλευ† χελιδόν; τὰ ταρσά σευ τὰ κοῦφα θέλεις λαβὼν

### book 10.3

ψαλίξω,[ln_5]ἢ μᾶλλον ἔνδοθέν

### book 10.4

σευ τὴν γλῶσσαν, ὡς ὁ Τηρεύς ἐκεῖνος, ἐκθερίξω; τί μευ καλῶν ὀνείρων ὑπορθρίαισι

### book 10.5

φωναῖς[ln_10]ἀφήρπασας Βάθυλλον;

### book 11.1

Ἔρωτα κήρινόν

### book 11.2

τις νεηνίης ἐπώλει· ἐγὼ δέ οἱ παραστάς ‘πόσου θέλεισ‘ ἔφην ‘σοι[ln_5]τὸ τυχθὲν ἐκπρίωμαι;‘ ὃ δ’ εἶπε δωριάζων ‘λάβ’ αὐτὸν ὁππόσου λῆις. ὅπως 〈δ’〉 ἂν ἐκμάθηις πᾶν, οὐκ εἰμὶ κηροτέχνας,[ln_10]ἀλλ’ οὐ θέλω

### book 11.3

συνοικεῖν Ἔρωτι

### book 11.4

παντορέκται.‘ ‘δὸς οὖν, δὸς αὐτὸν ἡμῖν δραχμῆς, καλὸν σύνευνον.‘ Ἔρως, σὺ δ’ εὐθέως με[ln_15]πύρωσον· εἰ δὲ μή, σύ κατὰ φλογὸς

### book 11.5

τακήσηι.

### book 12.1

Οἱ μὲν καλὴν Κυβήβην τὸν ἡμίθηλυν Ἄττιν ἐν οὔρεσιν βοῶντα λέγουσιν ἐκμανῆναι·[ln_5]οἱ δὲ Κλάρου

### book 12.2

παρ’ ὄχθαις δαφνηφόροιο

### book 12.3

Φοίβου λάλον

### book 12.4

πιόντες ὕδωρ μεμηνότες βοῶσιν· [para]ἐγὼ δὲ τοῦ Λυαίου[ln_10]καὶ τοῦ μύρου κορεσθείς καὶ τῆς ἐμῆς ἑταίρης θέλω, θέλω μανῆναι.

### book 13.1

{θέλω, θέλω

### book 13.2

φιλῆσαι.} Ἔπειθ’ Ἔρως

### book 13.3

φιλεῖν με· ἐγὼ δ’ ἔχων νόημα ἄβουλον οὐκ ἐπείσθην.[ln_5]ὃ δ’ εὐθὺ τόξον ἄρας καὶ χρυσέην

### book 13.4

φαρέτρην μάχηι με

### book 13.5

προυκαλεῖτο· κἀγὼ λαβὼν ἐπ’ ὤμων θώρηχ’ ὅπως Ἀχιλλεύς[ln_10]καὶ δοῦρα καὶ βοείην ἐμαρνάμην Ἔρωτι. ἔβαλλ’, ἐγὼ δ’ ἔφευγον· ὡς δ’ οὐκέτ’ εἶχ’ ὀιστούς, ἤσχαλλεν, εἶτ’ ἑαυτόν[ln_15]ἀφῆκεν εἰς βέλεμνον· μέσος δὲ καρδίης μευ ἔδυνε καί μ’ ἔλυσεν. μάτην δ’ ἔχω βοείην· τί γὰρ βάλωμεν ἔξω,[ln_20]μάχης ἔσω μ’ ἐχούσης;

### book 14.1

Εἰ φύλλα πάντα δένδρων ἐπίστασαι κατειπεῖν, εἰ κύματ’ οἶδας εὑρεῖν τὰ τῆς ὅλης θαλάσσης,[ln_5]σὲ τῶν ἐμῶν ἐρώτων μόνον

### book 14.2

ποῶ λογιστήν. πρῶτον μὲν ἐξ Ἀθηνῶν ἔρωτας εἴκοσιν θές καὶ πεντεκαίδεκ’ ἄλλους.[ln_10]ἔπειτα δ’ ἐκ Κορίνθου θὲς ὁρμαθοὺς ἐρώτων· Ἀχαΐης γάρ ἐστιν, ὅπου καλαὶ γυναῖκες. τίθει δὲ Λεσβίους μοι[ln_15]καὶ μέχρι τῶν Ἰώνων καὶ Καρίης Ῥόδου

### book 14.3

τε δισχιλίους ἔρωτας. τί φήις; ἄγει καρωθείς; οὔπω Σύρους ἔλεξα,[ln_20]οὔπω πόθους Κανώβου, οὐ τῆς ἅπαντ’ ἐχούσης Κρήτης, ὅπου πόλεσσιν Ἔρως ἐποργιάζει. τί δ’ οὐ θέλεις ἀριθμεῖν[ln_25]καὶ τοὺς Γαδείρων ἐκτός, τῶν Βακτρίων

### book 14.4

τε κἰνδῶν

### book 14.5

ψυχῆς ἐμῆς ἔρωτας;

### book 15.1

Ἐρασμίη πέλεια, πόθεν, πόθεν πέτασαι; πόθεν μύρων

### book 15.2

τοσούτων ἐπ’ ἠέρος θέουσα[ln_5]πνέεις

### book 15.3

τε καὶ ψεκάζεις; τίς εἶ, τί σοι μέλει δέ; ‘Ἀνακρέων μ’ ἔπεμψε

### book 15.4

πρὸς

### book 15.5

παῖδα, πρὸς Βάθυλλον τὸν ἄρτι τῶν ἁπάντων[ln_10]κρατοῦντα καὶ τυράννων. πέπρακέ μ’ ἡ Κυθήρη λαβοῦσα μικρὸν ὕμνον ἐγὼ δ’ Ἀνακρέοντι διακονῶ τοσαῦτα·[ln_15]καὶ νῦν, ὁρᾶις, ἐκείνου ἐπιστολὰς κομίζω. καί φησιν εὐθέως με ἐλευθέρην

### book 15.6

ποιήσειν· ἐγὼ δέ, κἢν ἀφῆι με,[ln_20]δούλη μενῶ παρ’ αὐτῶι. τί γάρ με δεῖ πέτασθαι ὄρη

### book 15.7

τε καὶ κατ’ ἀγρούς καὶ δένδρεσιν καθίζειν

### book 15.8

φαγοῦσαν ἄγριόν

### book 15.9

τι;

### book 15.1

[ln_25]τὰ νῦν ἔδω μὲν ἄρτον ἀφαρπάσασα

### book 15.2

χειρῶν Ἀνακρέοντος αὐτοῦ, πιεῖν δέ μοι δίδωσι τὸν οἶνον ὃν

### book 15.3

προπίνει,[ln_30]πιοῦσα δ’ ἀγχορεύω καὶ δεσπότην κρέκοντα

### book 15.4

πτεροῖσι

### book 15.5

συγκαλύπτω· κοιμωμένου δ’ ἐπ’ αὐτῶι τῶι βαρβίτωι καθεύδω.[ln_35]ἔχεις ἅπαντ’· ἄπελθε· λαλιστέραν μ’ ἔθηκας, ἄνθρωπε, καὶ κορώνης.‘

### book 16.1

Ἄγε, ζωγράφων ἄριστε, {γράφε, ζωγράφων ἄριστε,} Ῥοδίης κοίρανε τέχνης, ἀπεοῦσαν, ὡς ἂν εἴπω,[ln_5]γράφε τὴν ἐμὴν ἑταίρην. γράφε μοι

### book 16.2

τρίχας τὸ πρῶτον ἁπαλάς

### book 16.3

τε καὶ μελαίνας· ὁ δὲ κηρὸς ἂν δύνηται, γράφε καὶ μύρου

### book 16.4

πνεούσας.[ln_10]γράφε δ’ ἐξ ὅλης

### book 16.5

παρειῆς ὑπὸ πορφυραῖσι

### book 16.6

χαίταις ἐλεφάντινον μέτωπον. τὸ μεσόφρυον δὲ μή μοι διάκοπτε μήτε μίσγε,[ln_15]ἐχέτω δ’, ὅπως ἐκείνη, τὸ λεληθότως σύνοφρυν βλεφάρων ἴτυν κελαινήν. τὸ δὲ βλέμμα νῦν ἀληθῶς ἀπὸ τοῦ πυρὸς

### book 16.7

ποίησον,

### book 16.1

[ln_20]ἅμα γλαυκὸν ὡς Ἀθήνης, ἅμα δ’ ὑγρὸν ὡς Κυθήρης. γράφε ῥῖνα καὶ παρειάς ῥόδα τῶι γάλακτι μίξας· γράφε

### book 16.2

χεῖλος οἷα

### book 16.3

Πειθοῦς,[ln_25]προκαλούμενον φίλημα. τρυφεροῦ δ’ ἔσω γενείου

### book 16.4

περὶ λυγδίνωι

### book 16.5

τραχήλωι Χάριτες πέτοιντο πᾶσαι. στόλισον τὸ λοιπὸν αὐτήν[ln_30]ὑποπορφύροισι πέπλοις, διαφαινέτω δὲ σαρκῶν ὀλίγον, τὸ σῶμ’ ἐλέγχον. ἀπέχει· βλέπω γὰρ αὐτήν· τάχα κηρὲ καὶ λαλήσεις.

### book 17.1

Γράφε μοι Βάθυλλον οὕτω τὸν ἑταῖρον ὡς διδάσκω· λιπαρὰς κόμας

### book 17.2

ποίησον, τὰ μὲν ἔνδοθεν μελαίνας,[ln_5]τὰ δ’ ἐς ἄκρον ἡλιώσας· ἕλικας δ’ ἐλευθέρους μοι

### book 17.3

πλοκάμων ἄτακτα

### book 17.4

συνθείς ἄφες ὡς θέλωσι κεῖσθαι. ἁπαλὸν δὲ καὶ δροσῶδες[ln_10]στεφέτω μέτωπον ὀφρῦς κυανωτέρη δρακόντων. μέλαν ὄμμα γοργὸν ἔστω, κεκερασμένον γαλήνηι, τὸ μὲν ἐξ Ἄρηος ἕλκον,[ln_15]τὸ δὲ τῆς καλῆς Κυθήρης, ἵνα

### book 17.5

τις τὸ μὲν

### book 17.6

φοβῆται, τὸ δ’ ἀπ’ ἐλπίδος κρεμᾶται. ῥοδέην δ’ ὁποῖα μῆλον

### book 17.7

χνοΐην

### book 17.8

ποίει

### book 17.9

παρειήν·

### book 17.1

[ln_20]ἐρύθημα δ’ ὡς ἂν Αἰδοῦς δύνασαι βαλεῖν

### book 17.2

ποίησον. τὸ δὲ χεῖλος οὐκέτ’ οἶδα τίνι μοι

### book 17.3

τρόπωι

### book 17.4

ποιήσεις ἁπαλόν, γέμον

### book 17.5

τε

### book 17.6

Πειθοῦς·[ln_25]τὸ δὲ πᾶν ὁ κηρὸς αὐτός ἐχέτω λαλῶν

### book 17.7

σιωπῆι. μετὰ δὲ πρόσωπον ἔστω τὸν Ἀδώνιδος

### book 17.8

παρελθών ἐλεφάντινος

### book 17.9

τράχηλος.[ln_30]μεταμάζιον δὲ ποίει διδύμας

### book 17.10

τε χεῖρας Ἑρμοῦ, Πολυδεύκεος δὲ μηρούς, Διονυσίην δὲ νηδύν· ἁπαλῶν δ’ ὕπερθε μηρῶν,[ln_35]μαλερὸν τὸ πῦρ ἐχόντων, ἀφελῆ ποίησον αἰδῶ Παφίην θέλουσαν ἤδη.

### book 17.1

φθονερὴν ἔχεις δὲ τέχνην, ὅτι μὴ τὰ νῶτα δεῖξαι[ln_40]δύνασαι· τὰ δ’ ἦν ἀμείνω. τί με δεῖ πόδας διδάσκειν· λάβε μισθὸν ὅσσον εἴπηις, τὸν Ἀπόλλωνα δὲ τοῦτον καθελὼν

### book 17.2

ποίει Βάθυλλον·[ln_45]ἢν δ’ ἐς Σάμον

### book 17.3

ποτ’ ἔλθηις, γράφε

### book 17.4

Φοῖβον ἐκ Βαθύλλου.

### book 18.1

Δότε μοι, δότ’ ὦ γυναῖκες Βρομίου

### book 18.2

πιεῖν ἀμυστί· ἀπὸ καύματος γὰρ ἤδη

### book 18.3

προδοθεὶς ἀναστενάζω·[ln_5]δότε δ’ ἀνθέων, ἑλίνου· στεφάνους δότ’ οἷς

### book 18.4

πυκάζω τὰ μέτωπά μου, ’πικαίει. τὸ δὲ καῦμα τῶν ἐρώτων, κραδίη, τίνι

### book 18.5

σκεπάζω;[ln_10]παρὰ τὴν

### book 18.6

σκιὴν Βαθύλλου καθίσω· καλὸν τὸ δένδρον, ἁπαλὰς δ’ ἔσεισε

### book 18.7

χαίτας μαλακωτάτωι κλαδίσκωι· παρὰ δ’ αὐτὸ νέρθε ῥοιζεῖ[ln_15]πηγὴ ῥέουσα

### book 18.8

Πειθοῦς. τίς ἂν οὖν ὁρῶν

### book 18.9

παρέλθοι καταγώγιον

### book 18.10

τοιοῦτο;

### book 19.1

Αἱ Μοῦσαι τὸν Ἔρωτα δήσασαι

### book 19.2

στεφάνοισι τῶι Κάλλει

### book 19.3

παρέδωκαν· [para]καὶ νῦν ἡ Κυθέρεια[ln_5]ζητεῖ λύτρα φέρουσα λύσασθαι τὸν Ἔρωτα. [para]κἂν λύσηι δέ τις αὐτόν, οὐκ ἔξεισι, μενεῖ δέ· δουλεύειν δεδίδακται.

### book 20.1

Ἡδυμελὴς Ἀνακρέων, ἡδυμελὴς δὲ Σαπφώ· Πινδαρικὸν δ’ ἔτι μοι μέλος

### book 20.2

συγκεράσας

### book 20.3

τις ἐγχέοι.[ln_5]τὰ τρία

### book 20.4

ταῦτά μοι δοκεῖ καὶ Διόνυσος ἐλθών καὶ Παφίη λιπαρόχροος καὐτὸς Ἔρως ἂν ἐκπιεῖν.

### book 21.1

Ἡ γῆ μέλαινα πίνει, πίνει δένδρεα δ’ αὖ γῆν πίνει θάλασς’ ἀναύρους, ὁ δ’ ἥλιος θάλασσαν,[ln_5]τὸν δ’ ἥλιον

### book 21.2

σελήνη· τί μοι μάχεσθ’, ἑταῖροι, καὐτῶι θέλοντι πίνειν;

### book 22.1

Ἡ Ταντάλου

### book 22.2

ποτ’ ἔστη λίθος

### book 22.3

Φρυγῶν ἐν ὄχθαις, καὶ παῖς

### book 22.4

ποτ’ ὄρνις ἔπτη

### book 22.5

Πανδίονος

### book 22.6

χελιδών.[ln_5]ἐγὼ δ’ ἔσοπτρον εἴην, ὅπως ἀεὶ βλέπηις με· ἐγὼ χιτὼν γενοίμην, ὅπως ἀεὶ φορῆις με. [para]ὕδωρ θέλω γενέσθαι,[ln_10]ὅπως

### book 22.7

σε χρῶτα λούσω· μύρον, γύναι, γενοίμην, ὅπως ἐγώ ς’ ἀλείψω. [para]καὶ ταινίη δὲ μασθῶι καὶ μάργαρον

### book 22.8

τραχήλωι[ln_15]καὶ σάνδαλον γενοίμην· μόνον

### book 22.9

ποσὶν πάτει με.

### book 23.1

Θέλω λέγειν Ἀτρείδας, θέλω δὲ Κάδμον ἄιδειν, ὁ βάρβιτος δὲ χορδαῖς ἔρωτα μοῦνον ἠχεῖ.[ln_5]ἤμειψα νεῦρα

### book 23.2

πρώην καὶ τὴν λύρην ἅπασαν· κἀγὼ μὲν ἦιδον ἄθλους Ἡρακλέους, λύρη δέ ἔρωτας ἀντεφώνει.[ln_10]χαίροιτε λοιπὸν ἡμῖν, ἥρωες· ἡ λύρη γάρ μόνους ἔρωτας ἄιδει.

### book 24.1

Φύσις κέρατα

### book 24.2

ταύροις, ὁπλὰς δ’ ἔδωκεν ἵπποις, ποδωκίην λαγωοῖς, λέουσι χάσμ’ ὀδόντων,[ln_5]τοῖς ἰχθύσιν τὸ νηκτόν, τοῖς ὀρνέοις πέτασθαι, τοῖς ἀνδράσιν

### book 24.3

φρόνημα· γυναιξὶν οὐκέτ’ εἶχεν. τί οὖν; δίδωσι κάλλος[ln_10]ἀντ’ ἀσπίδων ἁπασῶν, ἀντ’ ἐγχέων ἁπάντων· νικᾶι δὲ καὶ σίδηρον καὶ πῦρ καλή τις οὖσα.

### book 25.1

Σὺ μέν, φίλη

### book 25.2

χελιδόν, ἐτησίη μολοῦσα θέρει

### book 25.3

πλέκεις καλιήν, χειμῶνι δ’ εἶς ἄφαντος[ln_5]ἢ Νεῖλον ἢ ’πὶ Μέμφιν· Ἔρως δ’ ἀεὶ πλέκει μευ ἐν καρδίηι καλιήν. Πόθος δ’ ὃ μὲν

### book 25.4

πτεροῦται, ὃ δ’ ὠιόν ἐστιν ἀκμήν,[ln_10]ὃ δ’ ἡμίλεπτος ἤδη· βοὴ δὲ γίνετ’ ἀεί κεχηνότων νεοττῶν· Ἐρωτιδεῖς δὲ μικρούς οἱ μείζονες

### book 25.5

τρέφουσιν·[ln_15]οἳ δὲ τραφέντες εὐθύς πάλιν κύουσιν ἄλλους. τί μῆχος οὖν γένηται; οὐ γὰρ

### book 25.6

σθένω

### book 25.7

τοσούτους Ἔρωτας ἐκσοβῆσαι.

### book 26

Σὺ μὲν λέγεις τὰ Θήβης, ὃ δ’ αὖ Φρυγῶν ἀυτάς, ἐγὼ δ’ ἐμὰς ἁλώσεις. οὐχ ἵππος ὤλεσέν με,[ln_5]οὐ πεζός, οὐχὶ νῆες, στρατὸς δὲ καινὸς ἄλλος ἀπ’ ὀμμάτων με βάλλων.

### book 27.1

Ἐν ἰσχίοις μὲν ἵπποι

### book 27.2

πυρὸς χάραγμ’ ἔχουσιν· καὶ Παρθίους

### book 27.3

τις ἄνδρας ἐγνώρισεν

### book 27.4

τιάραις·[ln_5]ἐγὼ δὲ τοὺς ἐρῶντας ἰδὼν ἐπίσταμ’ εὐθύς· ἔχουσι γάρ

### book 27.5

τι λεπτόν

### book 27.6

ψυχῆς ἔσω χάραγμα.

### book 28.1

Ὁ ἀνὴρ ὁ τῆς Κυθήρης

### book 28.2

παρὰ Λημνίαις καμίνοις τὰ βέλη τὰ τῶν Ἐρώτων ἐπόει λαβὼν σίδηρον·[ln_5]ἀκίδας δ’ ἔβαπτε Κύπρις μέλι τὸ γλυκὺ λαβοῦσα· ὁ δ’ Ἔρως

### book 28.3

χολὴν ἔμισγε. ὁ δ’ Ἄρης

### book 28.4

ποτ’ ἐξ ἀυτῆς

### book 28.5

στιβαρὸν δόρυ κραδαίνων[ln_10]βέλος ηὐτέλιζ’ Ἔρωτος· ὁ δ’ Ἔρως ‘τόδ’ ἐστὶν‘ εἶπεν ‘βαρύ· πειράσας νοήσεισ‘. ἔλαβεν βέλεμνον Ἄρης· ὑπεμειδίασε Κύπρις·[ln_15]ὁ δ’ Ἄρης ἀναστενάξας ‘βαρύ·‘ φησιν, ‘ἆρον αὐτό.‘ ὁ δ’ Ἔρως ‘ἔχ’ αὐτό‘ φησιν.

### book 29.1

Χαλεπὸν τὸ μὴ φιλῆσαι, χαλεπὸν δὲ καὶ φιλῆσαι· χαλεπώτερον δὲ πάντων ἀποτυγχάνειν

### book 29.2

φιλοῦντα.

### book 29a.1

Γένος οὐδὲν εἰς ἔρωτα· σοφίη, τρόπος

### book 29a.2

πατεῖται· μόνον ἄργυρον βλέπουσιν. ἀπόλοιτο

### book 29a.3

πρῶτος αὐτός[ln_5]ὁ τὸν ἄργυρον

### book 29a.4

φιλήσας. [para]διὰ τοῦτον οὐκ ἀδελφός, διὰ τοῦτον οὐ τοκῆες· πόλεμοι, φόνοι δι’ αὐτόν· τὸ δὲ χεῖρον, ὀλλύμεσθα[ln_10]διὰ τοῦτον οἱ φιλοῦντες.

### book 30.1

Ἐδόκουν ὄναρ

### book 30.2

τροχάζειν

### book 30.3

πτέρυγας φέρων ἐπ’ ὤμων, ὁ δ’ Ἔρως ἔχων μόλιβδον

### book 30.4

περὶ τοῖς καλοῖς

### book 30.5

ποδίσκοις[ln_5]ἐδίωκε καὶ κίχανεν. [para]τί θέλει δ’ ὄναρ τόδ’ εἶναι; δοκέω δ’ ἔγωγε· πολλοῖς ἐν ἔρωσί με

### book 30.6

πλακέντα διολισθάνειν μὲν ἄλλους,[ln_10]ἑνί τωι δὲ συνδεθῆναι.

### book 31.1

Ὑακινθίνηι με ῥάβδωι

### book 31.2

χαλεπῶς Ἔρως ῥαπίζων ἐκέλευε

### book 31.3

συντροχάζειν. διὰ δ’ ὀξέων μ’ ἀναύρων[ln_5]ξυλόχων

### book 31.4

τε καὶ φαράγγων

### book 31.5

τροχάοντα

### book 31.6

τεῖρεν ἱδρώς· κραδίη δὲ ῥινὸς ἄχρις ἀνέβαινε, κἂν ἀπέσβην. ὁ δ’ Ἔρως †μέτωπα

### book 31.7

σείων†[ln_10]ἁπαλοῖς

### book 31.8

πτεροῖσιν εἶπεν· ‘σὺ γὰρ οὐ δύνηι

### book 31.9

φιλῆσαι;‘

### book 32.1

Ἐπὶ μυρσίναις

### book 32.2

τερείναις ἐπὶ λωτίναις

### book 32.3

τε ποίαις

### book 32.4

στορέσας θέλω

### book 32.5

προπίνειν· ὁ δ’ Ἔρως

### book 32.6

χιτῶνα δήσας[ln_5]ὑπὲρ αὐχένος

### book 32.7

παπύρωι μέθυ μοι διακονείτω. [para]τροχὸς ἅρματος γὰρ οἷα βίοτος

### book 32.8

τρέχει κυλισθείς, ὀλίγη δὲ κεισόμεσθα[ln_10]κόνις ὀστέων λυθέντων. τί σε δεῖ λίθον μυρίζειν; τί δὲ γῆι χέειν μάταια; [para]ἐμὲ μᾶλλον, ὡς ἔτι ζῶ, μύρισον, ῥόδοις δὲ κρᾶτα[ln_15]πύκασον, κάλει δ’ ἑταίρην· πρίν, Ἔρως, ἐκεῖ μ’ ἀπελθεῖν ὑπὸ νερτέρων

### book 32.9

χορείας, σκεδάσαι θέλω μερίμνας.

### book 33.1

Μεσονυκτίοις

### book 33.2

ποτ’ ὥραις, στρέφετ’ ἦμος Ἄρκτος ἤδη κατὰ χεῖρα τὴν Βοώτου, μερόπων δὲ φῦλα πάντα[ln_5]κέαται κόπωι δαμέντα, τότ’ Ἔρως ἐπισταθείς μευ θυρέων ἔκοπτ’ ὀχῆας. ‘τίσ‘ ἔφην ‘θύρας ἀράσσει, κατά μευ

### book 33.3

σχίσας ὀνείρους;‘[ln_10]ὁ δ’ Ἔρως ‘ἄνοιγε,‘ φησίν, ‘βρέφος εἰμί, μὴ φόβησαι· βρέχομαι δὲ κἀσέληνον κατὰ νύκτα

### book 33.4

πεπλάνημαι.‘ ἐλέησα

### book 33.5

ταῦτ’ ἀκούσας,[ln_15]ἀνὰ δ’ εὐθὺ λύχνον ἅψας ἀνέωιξα, καὶ βρέφος μέν ἐσορῶ φέροντα τόξον

### book 33.6

πτέρυγάς

### book 33.7

τε καὶ φαρέτρην· παρὰ δ’ ἱστίην καθίξας[ln_20]παλάμαις

### book 33.8

τε χεῖρας αὐτοῦ ἀνέθαλπον, ἐκ δὲ χαίτης ἀπέθλιβον ὑγρὸν ὕδωρ. ὃ δ’ ἐπεὶ κρύος μεθῆκε ‘φέρε‘ φησὶ ‘πειράσωμεν[ln_25]τόδε τόξον, εἴ τί μοι νῦν βλάβεται βραχεῖσα νευρή.‘ τανύει δέ, καί με τύπτει μέσον ἧπαρ ὥσπερ οἶστρος· ἀνὰ δ’ ἅλλεται καχάζων·

### book 33.1

[ln_30]‘ξένε‘ δ’ εἶπε ‘συγχάρηθι· κέρας ἀβλαβὲς μένει μοι· σὺ δὲ καρδίαν

### book 33.2

πονήσεις.‘

### book 34.1

Μακαρίζομέν

### book 34.2

σε, τέττιξ, ὅτε δενδρέων ἐπ’ ἄκρων ὀλίγην δρόσον

### book 34.3

πεπωκώς βασιλεὺς ὅπως ἀείδεις.[ln_5]σὰ γάρ ἐστι κεῖνα πάντα, ὁπόσα βλέπεις ἐν ἀγροῖς †κοπόσα† φέρουσιν ὗλαι. σὺ δὲ φείδεαι γεωργῶν, ἀπὸ μηδενός

### book 34.4

τι βλάπτων·[ln_10]σὺ δὲ τίμιος βροτοῖσιν, θέρεος γλυκὺς

### book 34.5

προφήτης. φιλέουσι μέν

### book 34.6

σε Μοῦσαι, φιλέει δὲ Φοῖβος αὐτός, λιγυρὴν δ’ ἔδωκεν οἴμην·[ln_15]τὸ δὲ γῆρας οὔ σε

### book 34.7

τείρει. σοφέ, γηγενής, φίλυμνε, ἀπαθής, ἀναιμόσαρκε·

### book 34

σχεδὸν εἶ θεοῖς ὅμοιος.

### book 35.1

Ἔρως

### book 35.2

ποτ’ ἐν ῥόδοισι κοιμωμένην μέλιτταν οὐκ εἶδεν, ἀλλ’ ἐτρώθη. τὸν δάκτυλον

### book 35.3

παταχθείς[ln_5]τᾶς

### book 35.4

χειρὸς ὠλόλυξε, δραμὼν δὲ καὶ πετασθείς

### book 35.5

πρὸς τὴν καλὴν Κυθήρην ‘ὄλωλα, μῆτερ,‘ εἶπεν, ‘ὄλωλα κἀποθνήσκω·[ln_10]ὄφις μ’ ἔτυψε μικρός

### book 35.6

πτερωτός, ὃν καλοῦσιν μέλιτταν οἱ γεωργοί.‘ ἃ δ’ εἶπεν· ‘εἰ τὸ κέντρον

### book 35.7

πονεῖς τὸ τᾶς μελίττας,[ln_15]πόσον δοκεῖς

### book 35.8

πονοῦσιν, Ἔρως, ὅσους σὺ βάλλεις;‘

### book 36.1

Ὁ Πλοῦτος εἴ γε

### book 36.2

χρυσοῦ τὸ ζῆν

### book 36.3

παρεῖχε θνητοῖς, ἐκαρτέρουν

### book 36.4

φυλάττων, ἵν’ †ασθενεῖν ἐπέλη†[ln_5]λάβηι

### book 36.5

τι καὶ παρέλθηι. [para]εἰ δ’ οὖν μὴ τὸ πρίασθαι τὸ ζῆν ἔνεστι θνητοῖς, τί καὶ μάτην

### book 36.6

στεγάζω; {τί καὶ γόους

### book 36.7

προπέμπω;}[ln_10]θανεῖν γὰρ εἰ πέπρωται, τί χρυσὸς ὠφελεῖ με; [para]ἐμοὶ γένοιτο πίνειν, πιόντι δ’ οἶνον ἡδύν ἐμοῖς φίλοις

### book 36.8

συνεῖναι,[ln_15]ἐν δ’ ἁπαλαῖσι κοίταις

### book 36.9

τελεῖν τὰν Ἀφροδίταν.

### book 37.1

Διὰ νυκτὸς ἐγκαθεύδων ἁλιπορφύροις τάπησι γεγανυμένος Λυαίωι ἐδόκουν ἄκροισι

### book 37.2

ταρσῶν[ln_5]δρόμον ὠκὺν ἐκτανύειν μετὰ παρθένων ἀθύρων· ἐπεκερτόμουν δὲ παῖδες ἁπαλώτεροι Λυαίου, δακέθυμά μοι λέγοντες[ln_10]διὰ τὰς καλὰς ἐκείνας. ἐθέλοντι δὲ φιλῆσαι φύγον ἐξ ὕπνου μοι πάντες, μεμονωμένος δ’ ὁ τλήμων πάλιν ἤθελον καθεύδειν.

### book 38.1

Ἱλαροὶ πίωμεν οἶνον, ἀναμέλψομεν δὲ Βάκχον, τὸν ἐφευρετὰν

### book 38.2

χορείας, τὸν ὅλας

### book 38.3

ποθοῦντα μολπάς,[ln_5]τὸν ὁμότροπον Ἐρώτων, τὸν ἐρώμενον Κυθήρης· [para]δι’ ὃν ἡ Μέθη λοχεύθη, δι’ ὃν ἡ Χάρις ἐτέχθη, δι’ ὃν ἀμπαύεται Λύπα,[ln_10]δι’ ὃν εὐνάζετ’ Ἀνία. [para]τὸ μὲν οὖν πῶμα κερασθέν ἁπαλοὶ φέρουσι

### book 38.4

παῖδες, τὸ δ’ ἄχος πέφευγε μιχθέν ἀνεμοστρόφωι θυέλληι.[ln_15]τὸ μὲν οὖν πῶμα λάβωμεν, τὰς δὲ φροντίδας μεθῶμεν· τί γάρ ἐστί σοι 〈τὸ〉 κέρδος ὀδυνωμένωι μερίμναις; [para]πόθεν οἴδαμεν τὸ μέλλον;

### book 38.1

[ln_20]ὁ βίος βροτοῖς ἄδηλος. μεθύων θέλω

### book 38.2

χορεύειν μεμυρισμένος

### book 38.3

τε παίζειν[ln_22]〈*****〉 μετὰ καὶ καλῶν γυναικῶν μελέτω δὲ τοῖς θέλουσι,[ln_25]ὅσον ἐστὶν ἐν μερίμναις. [para]ἱλαροὶ πίωμεν οἶνον, ἀναμέλψομεν δὲ Βάκχον.

### book 39.1

Φιλῶ γέροντα

### book 39.2

τερπνόν, φιλῶ νέον

### book 39.3

χορευτάν· ἂν δ’ ὁ γέρων

### book 39.4

χορεύηι, τρίχας γέρων μέν ἐστιν,[ln_5]τὰς δὲ φρένας νεάζει.

### book 40.1

Ἐπειδὴ βροτὸς ἐτύχθην βιότου

### book 40.2

τρίβον ὁδεύειν, χρόνον ἔγνων ὃν

### book 40.3

παρῆλθον, ὃν δ’ ἔχω δραμεῖν οὐκ οἶδα.[ln_5]†μέθετέ με

### book 40.4

φροντίδες·† μηδέν μοι χὔμιν ἔστω. πρὶν ἐμὲ φθάσηι τὸ τέλος. παίξω, γελάσω, χορεύσω μετὰ τοῦ καλοῦ Λυαίου.

### book 41.1

Ἡ καλόν ἐστι βαδίζειν ὅπου λειμῶνες κομῶσιν, ὅπου λεπτὸς ἡδυτάτην ἀναπνεῖ Ζέφυρος αὔρην,[ln_5]κλῆμά τε Βάκχιον ἰδεῖν χὐπὸ τὰ πέταλα δῦναι ἁπαλὴν

### book 41.2

παῖδα κατέχων Κύπριν ὅλην

### book 41.3

πνέουσαν.

### book 42.1

Ποθέω μὲν Διονύσου

### book 42.2

φιλοπαίγμονος

### book 42.3

χορείας, φιλέω δ’ ὅταν ἐφήβου μετὰ συμπότου λυρίζω·[ln_5]στεφανίσκους δ’ ὑακίνθων κροτάφοισιν ἀμφιπλέξας μετὰ παρθένων ἀθύρειν

### book 42.4

φιλέω μάλιστα πάντων. [para]φθόνον οὐκ οἶδ’ ἐμὸν ἦτορ·[ln_10]{φθόνον οὐκ οἶδα δαϊκτόν·} φιλολοιδόροιο γλώττης ἔφυγον βέλεμνα κοῦφα· στυγέω μάχας

### book 42.5

παροίνους. [para]πολυκώμους κατὰ δαῖτας[ln_15]νεοθηλέσιν ἅμα κούραις ὑπὸ βαρβίτωι

### book 42.6

χορεύων βίον ἥσυχον

### book 42.7

φεροίμην.

### book 43.1

Στεφάνους μὲν κροτάφοισι ῥοδίνους

### book 43.2

συναρμόσαντες μεθύωμεν ἁβρὰ γελῶντες. ὑπὸ βαρβίτωι δὲ κούρα[ln_5]κατακίσσοισι βρέμοντας

### book 43.3

πλοκάμοις φέρουσα θύρσους

### book 43.4

χλιδανόσφυρος

### book 43.5

χορεύει· ἁβροχαίτας δ’ ἅμα κοῦρος

### book 43.6

στομάτων ἁδὺ πνεόντων[ln_10]κατὰ πηκτίδων ἀθύρει

### book 43.7

προχέων λίγειαν ὀμφάν. ὁ δ’ Ἔρως ὁ χρυσοχαίτας μετὰ τοῦ καλοῦ Λυαίου καὶ τῆς καλῆς Κυθήρης[ln_15]τὸν ἐπήρατον γεραιοῖς κῶμον μέτεισι

### book 43.8

χαίρων.

### book 44.1

Τὸ ῥόδον τὸ τῶν Ἐρώτων μίξωμεν Διονύσωι· τὸ ῥόδον τὸ καλλίφυλλον κροτάφοισιν ἁρμόσαντες[ln_5]πίνωμεν ἁβρὰ γελῶντες. [para]ῥόδον ὦ φέριστον ἄνθος, ῥόδον εἴαρος μέλημα, {ῥόδα καὶ θεοῖσι

### book 44.2

τερπνά,} ῥόδον ὧι

### book 44.3

παῖς ὁ Κυθήρης[ln_10]στέφεται καλοὺς ἰούλους

### book 44.4

Χαρίτεσσι

### book 44.5

συγχορεύων· [para]στέψον οὖν με, καὶ λυρίξω

### book 44.6

παρὰ σοῖς Διόνυσε

### book 44.7

σηκοῖς μετὰ κούρης βαθυκόλπου[ln_15]ῥοδίνοισι

### book 44.8

στεφανίσκοις

### book 44.9

πεπυκασμένος

### book 44.10

χορεύσω.

### book 45.1

Ὅταν πίνω τὸν οἶνον, εὕδουσιν αἱ μέριμναι. τί μοι πόνων, τί μοι γόων, τί μοι μέλει μεριμνῶν;[ln_5]θανεῖν με δεῖ, κἂν μὴ θέλω τί δὲ τὸν βίον

### book 45.2

πλανῶμαι· πίωμεν οὖν τὸν οἶνον τὸν

### book 45.3

τοῦ καλοῦ Λυαίου· σὺν τῶι δὲ πίνειν ἡμᾶς[ln_10]εὕδουσιν αἱ μέριμναι.

### book 46.1

Ἴδε πῶς ἔαρος

### book 46.2

φανέντος Χάριτες ῥόδα βρύουσιν· ἴδε πῶς κῦμα θαλάσσης ἁπαλύνεται γαλήνηι·[ln_5]ἴδε πῶς νῆσσα κολυμβᾶι ἴδε πῶς γέρανος ὁδεύει. ἀφελῶς δ’ ἔλαμψε

### book 46.3

Τιτάν, νεφελῶν

### book 46.4

σκιαὶ δονοῦνται, τὰ βροτῶν δ’ ἔλαμψεν ἔργα,[ln_10]†καρποῖσι γαῖα

### book 46.5

προκύπτει, καρπὸς ἐλαίας† προκύπτει· †Βρομίου

### book 46.6

στέφεται† νᾶμα κατὰ φύλλον †κατακλόνον καθελων† ἤνθισε καρπός.

### book 47.1

Ἐγὼ γέρων μέν εἰμι, νέων

### book 47.2

πλέον δὲ πίνω[ln_2]〈*****〉[ln_4]σκῆπτρον ἔχων τὸν ἀσκόν[ln_5]ὁ νάρθηξ δ’ οὐδέν ἐστιν. [para]ὁ μὲν θέλων μάχεσθαι, πάρεστι γάρ, μαχέσθω· ἐμοὶ κύπελλον ὦ παῖ μελιχρὸν οἶνον ἡδύν[ln_10]ἐγκεράσας φόρησον. [para]ἐγὼ γέρων μέν εἰμι,[ln_11a]〈νέων

### book 47.3

πλέον δὲ πίνω·〉[ln_3]κἂν δεήσηι με

### book 47.4

χορεύειν,[ln_12]Σιληνὸν ἐν μέσοισι μιμούμενος

### book 47.5

χορεύσω.

### book 48

Ὅταν ὁ Βάκχος ἔλθηι, εὕδουσιν αἱ μέριμναι, δοκῶ δ’ ἔχειν τὰ Κροίσου. θέλω καλῶς ἀείδειν·[ln_5]κισσοστεφὴς δὲ κεῖμαι, πατῶ δ’ ἅπαντα θυμῶι. ὅπλιζ’· ἐγὼ δὲ πίνω. φέρε μοι κύπελλον ὦ παῖ· μεθύοντα γάρ με κεῖσθαι[ln_10]πολὺ κρεῖσσον ἢ θανόντα.

### book 49.1

Τοῦ Διὸς ὁ παῖς ὁ Βάκχος, ὁ λυσίφρων ὁ Λυαῖος, ὅταν εἰς

### book 49.2

φρένας τὰς ἐμάς εἰσέλθηι μεθυδώτας,[ln_5]διδάσκει με

### book 49.3

χορεύειν. [para]ἔχω δέ τι καὶ τερπνόν ὁ τᾶς μέθας ἐραστάς· μετὰ κρότων, μετ’ ὠιδᾶς τέρπει με κἀφροδίτα·[ln_10]πάλιν θέλω

### book 49.4

χορεύειν.

### book 50.1

Ὅτ’ ἐγὼ πίω τὸν οἶνον, τότ’ ἐμὸν ἦτορ ἰανθέν 〈μέλοσ〉 ἄρχεται λιγαίνειν, 〈ἀναβάλλεται δὲ〉 Μούσας.[ln_5]ὅτ’ ἐγὼ πίω τὸν οἶνον, ἀπορίπτονται μέριμναι

### book 50.2

πολυφρόντιδές

### book 50.3

τε βουλαί ἐς ἁλικτύπους ἀήτας. [para]ὅτ’ ἐγὼ πίω τὸν οἶνον,[ln_10]λυσιπήμων τότε Βάκχος

### book 50.4

πολυανθέσιν 〈μ’〉 ἐν αὔραις δονέει μέθηι γανώσας. [para]ὅτ’ ἐγὼ πίω τὸν οἶνον, στεφάνους ἄνθεσι

### book 50.5

πλέξας[ln_15]ἐπιθείς

### book 50.6

τε τῶι καρήνωι βιότου μέλπω γαλήνην. [para]ὅτ’ ἐγὼ πίω τὸν οἶνον, μύρωι εὐώδεϊ τέγξας δέμας, ἀγκάλαις δὲ κούρην[ln_20]κατέχων, Κύπριν ἀείδω. [para]ὅτ’ ἐγὼ πίω τὸν οἶνον, ὑπὸ κυρτοῖσι κυπέλλοις τὸν ἐμὸν νόον ἁπλώσας θιάσωι τέρπομαι κούρων.

### book 50

[ln_25]ὅτ’ ἐγὼ πίω τὸν οἶνον, τοῦτ’ ἐμοὶ μόνωι τὸ κέρδος, τοῦτ’ ἐγὼ λαβὼν ἀποίσω· τὸ θανεῖν γὰρ μετὰ πάντων.

### book 51.1

Μή με φύγηις ὁρῶσα τὰν

### book 51.2

πολιὰν ἔθειραν· μηδ’, ὅτι

### book 51.3

σοὶ πάρεστιν ἄνθος ἀκμαῖον, τᾶς ἐμᾶς[ln_5]ὥρας φίλτρα διώξηις. ὅρα, κἀν

### book 51.4

στεφάνοισιν ὅπως

### book 51.5

πρέπει τὰ λευκά ῥόδοις κρίνα

### book 51.6

πλακέντα.

### book 52.1

Τί με

### book 52.2

τοὺς νόμους διδάσκεις καὶ ῥητόρων ἀνάγκας; τί δέ μοι λόγων

### book 52.3

τοσούτων τῶν μηδὲν ὠφελούντων;[ln_5]μᾶλλον δίδασκε πίνειν ἁπαλὸν πῶμα Λυαίου, μᾶλλον δίδασκε

### book 52.4

παίζειν μετὰ χρυσῆς Ἀφροδίτης.

### book 52a.1

Πολιαὶ στέφουσι κάραν· δὸς ὕδωρ, βάλ’ οἶνον ὦ παῖ· τὴν

### book 52a.2

ψυχήν μου κάρωσον. βραχύ με ζῶντα καλύπτεις·[ln_5]ὁ θανὼν οὐκ ἐπιθυμεῖ.

### book 53.1

Ὅτ’ ἐγὼ ’ς νέων ὅμιλον ἐσορῶ, πάρεστιν ἥβα. τότε δή, τότ’ ἐς

### book 53.2

χορείην ὁ γέρων ἐγὼ πτεροῦμαι,[ln_5]παραμαίνομαι, κυβηβῶ. παράδος· θέλω

### book 53.3

στέφεσθαι· πολιὸν δὲ γῆρας ἐκδύς νέος ἐν νέοις

### book 53.4

χορεύσω. Διονυσίης δέ μοί τις[ln_10]φερέτω ῥοὰν ὀπώρης, ἵν’ ἴδηι γέροντος ἀλκήν δεδαηκότος μὲν εἰπεῖν, δεδαηκότος δὲ πίνειν

### book 53.5

χαριέντως

### book 53.6

τε μανῆναι.

### book 54.1

Ὁ ταῦρος οὗτος ὦ παῖ δοκεῖ τις εἶναί μοι Ζεύς φέρει γὰρ ἀμφὶ νώτοις

### book 54.2

Σιδωνίαν γυναῖκα·[ln_5]περᾶι δὲ πόντον εὐρύν, τέμνει δὲ κῦμα

### book 54.3

χηλαῖς. οὐκ ἂν δὲ ταῦρος ἄλλος ἐξ ἀγέλης ἐλασθείς ἔπλευσε τὴν θάλασσαν,[ln_10]εἰ μὴ μόνος ἐκεῖνος.

### book 55.1

Στεφανηφόρου μετ’ ἦρος μέλομαι ῥόδον τέρεινον †σὺνεταιρεῖ ἀύξει† μέλπειν. τόδε γὰρ θεῶν ἄημα,[ln_5]τόδε καὶ βροτοῖσι χάρμα, Χάρισίν τ’ ἄγαλμ’ ἐν ὥραις

### book 55.2

πολυανθέων Ἐρώτων, ἀφροδίσιόν τ’ ἄθυρμα· τόδε καὶ μέλημα μύθοις[ln_10]χαρίεν

### book 55.3

φυτόν

### book 55.4

τε Μουσῶν. γλυκὺ καὶ πονοῦντ’ ἀγείρειν ἐν ἀκανθίναις ἀταρποῖς, γλυκὺ δ’ αὖ λαβόντα θάλπειν μαλακαῖσι

### book 55.5

χερσί, κοῦφον[ln_15]προάγοντ’ ἔρωτος ἄνθος. ἀπορῶ τόδ’ αὖ, τί τερπνόν θαλίαις

### book 55.6

τε καὶ τραπέζαις Διονυσίαις τ’ ἑορταῖς δίχα

### book 55.7

τοῦ ῥόδου γένοιτ’ ἄν.

### book 55.1

[ln_20]ῥοδοδάκτυλος μὲν Ἠώς, ῥοδοπήχεες δὲ Νύμφαι, ῥοδόχρους δὲ κἀφροδίτα

### book 55.2

παρὰ τῶν

### book 55.3

σοφῶν καλεῖται. τόδε καὶ νοσοῦσιν ἀρκεῖ,[ln_25]τόδε καὶ νεκροῖς ἀμύνει, τόδε καὶ χρόνον βιᾶται· χαρίεν ῥόδων δὲ γῆρας νεότητος ἔσχεν ὀδμήν. φέρε δή, φύσιν λέγωμεν·[ln_30]χαροπῆς ὅτ’ ἐκ θαλάττης δεδροσωμένην Κυθήρην ἐλόχευε πόντος ἀφρῶι, πολεμόκλονόν τ’ Ἀθήνην κορυφῆς ἔδειξεν ὁ Ζεύς,[ln_35]φοβερὰν θέαν Ὀλύμπωι, τότε καὶ ῥόδων ἀγητόν νέον ἔρνος ἤνθισε

### book 55.4

χθών, πολυδαίδαλον λόχευμα· μακάρων θεῶν δ’ ὅμοιον[ln_40]ῥόδον ὡς γένοιτο, νέκταρ ἐπιτέγξας ἀνέθηλεν ἀγέρωχον ἐξ ἀκάνθης

### book 55.5

φυτὸν ἄμβροτον Λυαῖος.

### book 56.1

Ὁ τὸν ἐν πόνοις ἀτειρῆ, νέον ἐν πόθοις ἀταρβῆ, καλὸν ἐν πότοις

### book 56.2

χορευτήν

### book 56.3

τελέων θεὸς κατῆλθε,[ln_5]ἁπαλὸν βροτοῖσι φίλτρον, πόθον ἄστονον κομίζων, γόνον ἀμπέλου, τὸν οἶνον, πεπεδημένον ὀπώραις ἐπὶ κλημάτων

### book 56.4

φυλάττειν,[ln_10]ἵν’ ὅταν τέμωσι βότρυν ἄνοσοι μένωσι πάντες, ἄνοσοι δέμας θεητόν, ἄνοσοι γλυκύν

### book 56.5

τε θυμόν ἐς ἔτους

### book 56.6

φανέντος ἄλλου.

### book 57.1

Ἄρα τίς τόρευσε πόντον; ἄρα τίς μανεῖσα τέχνα ἀνέχευε κῦμα δίσκωι; ἐπὶ νῶτα τῆς θαλάττης[ln_5]ἄρα τίς ὕπερθε λευκάν ἁπαλὰν χάραξε Κύπριν νόος ἐς θεοὺς ἀερθείς, μακάρων φύσιος ἀρχάν; ὃ δέ νιν ἔδειξε γυμνάν,[ln_10]ὅσα μὴ θέμις δ’ ὁρᾶσθαι μόνα κύμασιν καλύπτει. ἀλαλημένα δ’ ἐπ’ αὐτά βρύον ὥς, ὕπερθε λευκᾶς ἁπαλόχροον γαλήνας[ln_15]δέμας εἰς

### book 57.2

πλόον φέρουσα, ῥόθιον πάροιθεν ἕλκει· ῥοδέων δ’ ὕπερθε μαζῶν, ἁπαλῆς ἔνερθε δειρῆς, μέγα κῦμα

### book 57.3

πρῶτα τέμνει[ln_20]μέσον αὔλακος δὲ Κύπρις κρίνον ὣς ἴοις ἑλιχθέν διαφαίνεται γαλήνας. †ὑπερἀργύρωι† δ’ ὀχοῦνται ἐπὶ δελφῖσι

### book 57.4

χορευταῖς[ln_25]δολερὸν νόον μετοίσων Ἔρος Ἵμερος γελῶν

### book 57.5

τε, χορὸς ἰχθύων

### book 57.6

τε κυρτός ἐπὶ κυμάτων κυβιστᾶι

### book 57.7

Παφίης

### book 57.8

τε σῶμα

### book 57.9

παίζει[ln_30]ἵνα νήχεται γελῶσα.

### book 58.1

Ὁ δραπέτας ὁ Χρυσός ὅταν με

### book 58.2

φεύγηι κραιπνοῖς διηνέμοις

### book 58.3

τε ταρσοῖς (ἀεὶ δ’, ἀεί με

### book 58.4

φεύγει),[ln_5]οὔ μιν διώκω· τίς γάρ μισοῦν θέλει

### book 58.5

τι θηρᾶν; ἐγὼ δ’ ἄφαρ λιασθείς τῶι δραπέται τῶι

### book 58.6

Χρυσῶι ἐμῶν

### book 58.7

φρενῶν μὲν αὔραις[ln_10]φέρειν ἔδωκα λύπας, λύρην δ’ ἑλὼν ἀείδω ἐρωτικὰς ἀοιδάς. πάλιν δ’ ὅταν με θυμός ὑπερφρονεῖν διδάξηι,[ln_15]ἄφνω

### book 58.8

προσεῖπ’ ὁ δραπέτας φέρων μέθαν μοι

### book 58.9

φροντίδων, ἑλών μιν ὡς μεθήμων λύρης γένωμαι λαροῦ. ἄπιστ’, ἄπιστε

### book 58.10

Χρυσέ,[ln_20]μάταν δόλοις με θέλγεις· πλέον λύρης

### book 58.11

σου νεῦρα πόθους κέκευθεν ἁδεῖς· σὺ γὰρ δόλων, σύ τοι

### book 58.12

φθόνων ἔρωτ’ ἔθηκας ἀνδράσιν·

### book 58.1

[ln_25]λύρη δ’ ἄλυπα

### book 58.2

παστάδων

### book 58.3

φιλαμάτων

### book 58.4

τε κεδνῶν πόθων κύπελλα κιρνᾶι.[ln_27]〈*****〉 ὅταν θέληις δέ, φεύγεις λύρης δ’ ἐμῆς ἀοιδάν[ln_30]οὐκ ἂν λίποιμι

### book 58.5

τυτθόν. ξείνοις σὺ δ’ ἀντὶ Μουσῶν δολίοις ἀπίστοις ἁνδάνεις ἐμοὶ δὲ τῶι λυροκτύπηι Μοῦσα

### book 58.6

φρεσὶν πάροικος·[ln_35]ἀχὰν †δέασ† ὀρίνοις αἴγλαν †τε λαμπρύνοις†.

### book 59.1

Τὸν μελανόχρωτα βότρυν

### book 59.2

ταλάροις φέροντες ἄνδρες μετὰ παρθένων ἐπ’ ὤμων[ln_3]〈*****〉 κατὰ ληνοῦ δὲ βαλόντες[ln_5]μόνον ἄρσενες

### book 59.3

πατοῦσιν

### book 59.4

σταφυλῆς λύοντες οἶνον, μέγα τὸν θεὸν κροτοῦντες ἐπιληνίοισιν ὕμνοις, ἐρατὸν πίθοις ὁρῶντες[ln_10]νέον ἐσζέοντα Βάκχον. ὃν ὅταν πίνηι γεραιός, τρομεροῖς

### book 59.5

ποσὶν

### book 59.6

χορεύει, πολιὰς

### book 59.7

τρίχας

### book 59.8

τινάσσων. ὁ δὲ παρθένον λοχήσας[ln_15]ἐρατὸς νέος 〈** ***〉 ἐλυσθείς ἁπαλὸν δέμας

### book 59.9

χυθεῖσαν

### book 59.10

σκιερῶν ὕπερθε φύλλων, βεβαρημένην ἐς ὕπνον.

### book 59.1

[ln_20]ὁ δ’ Ἔρως ἄωρα θέλγων 〈*****〉 προδότιν γάμων γενέσθαι. ὁ δὲ μὴ λόγοισι

### book 59.2

πείθων τότε μὴ θέλουσαν ἄγχει·[ln_25]μετὰ γὰρ νέων ὁ Βάκχος μεθύων ἄτακτα

### book 59.3

παίζει.

### book 60.1

Ἀνὰ βάρβιτον δονήσω (ἄεθλος μὲν οὐ πρόκειται, μελέτη δ’ ἔπεστι) πάντηι

### book 60.2

σοφίης λαχὼν ἄωτον.[ln_5]ἐλεφαντίνωι δὲ πλήκτρωι λιγυρὸν μέλος κροαίνων

### book 60.3

Φρυγίωι ῥυθμῶι βοήσω, ἅτε

### book 60.4

τις κύκνος Καΰστρου

### book 60.5

ποικίλον

### book 60.6

πτεροῖσι μέλπων[ln_10]ἀνέμου σύναυλος ἠχῆι· σὺ δὲ Μοῦσα

### book 60.7

συγχόρευε.[ln_11a]〈ἐρέω Δάφνης τὸν οἶτον·〉[ln_12]ἱερὸν γάρ ἐστι

### book 60.8

Φοίβου κιθάρη δάφνη

### book 60.9

τρίπους

### book 60.10

τε.[ln_13]〈*****[ln_13]*****〉[ln_17]τοῦ μὲν ἐκπέφευγα κέντρα[ln_14]λαλέων ἔρωτα

### book 60.11

Φοίβου,[ln_15]ἀνεμώλιον τὸν οἶστρον. σαόφρων γὰρ ἐστ〈έναξεν[ln_16a]θεὸν οὐ θέλουσα κούρη[ln_16b]γαμέτην ἔχειν· ὁ δὲ Ζεύς[ln_16c]ἐλέης’ ἄπωθ’〉 ἀκούσας,

### book 60.1

[ln_18]φύσεως δ’ ἄμειψε μορφήν, φυτὸν εὐθαλὲς δ’ ἐπήχθη.[ln_20]ὁ δὲ Φοῖβος †ἠὲ Φοῖβος† κρατέειν κόρην νομίζων, χλοερὸν δρέπων δὲ φύλλον ἐδόκει

### book 60.2

τελεῖν Κυθήρην. [para]ἄγε, θυμέ, πῆι μέμηνας[ln_25]μανίην μανεὶς ἀρίστην· τὸ βέλος φέρε κράτυνον, σκοπὸν ὡς βαλὼν ἀπέλθηις, τὸ δὲ τόξον Ἀφροδίτης ἄφες ὡς θεοὺς ἐνίκα.[ln_30]τὸν Ἀνακρέοντα μιμοῦ, τὸν ἀοίδιμον μελιστήν. φιάλην

### book 60.3

πρόπινε

### book 60.4

παισίν, φιάλην λόγων ἐραννήν· ἀπὸ νέκταρος

### book 60.5

ποτοῖο[ln_35]παραμύθιον λαβόντες

### book 60.6

φλογερὸν

### book 60.7

φυγόντες ἄστρον *****

### book fav1.1

〈τὸν〉 Ἔρωτα γὰρ τὸν ἁβρόν μέλομαι βρύοντα μίτραις

### book fav1.2

πολυανθέμοις ἀείδειν. ὅδε καὶ θεῶν δυνάστης,[ln_5]ὅδε καὶ βροτοὺς δαμάζει.

### book fav2.1

φέρ’ ὕδωρ, φέρ’ οἶνον ὦ παῖ, μέθυσόν με καὶ κάρωσον· τὸ ποτήριον λέγει μου

### book fav2.2

ποδαπόν με δεῖ γενέσθαι.

### book fav3.1

δοκέει κλύειν γὰρ ἥδε, λαλέειν

### book fav3.2

τις εἰ θελήσηι.

### book fav4.1

τί με

### book fav4.2

φεύγεις τὸν γέροντα;

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/anacreontea-text-nfc-aa.json (sha256:0e0ea28770acbe4bc6f2c2d4f9a18b96f7f0ef7cdd3eb8762a9a25cf0249fecc). Cite as `eul_wid: nfc-aa`.
