---
title: Fragments on Helios and Heroes
title_greek: Ἀποσπάσματα περὶ Ἡλίου καὶ Ἡρώων
author: Alexander of Aetolia
eul_wid: iuc-aa
eul_aid: iuc
canonical: "https://eulogikon.org/grc/alexander-of-aetolia/helios-heroes"
canonical_json: "https://eulogikon.org/data/works/grc/alexander-of-aetolia-helios-heroes-iuc-aa.json"
sha256: df0ad208edcd14712a8058ce292d0a70a38fc79b6503e955c6704f735fec5a6e
period: Hellenistic
dialect: Attic (frg)
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Fragments on Helios and Heroes

*Ἀποσπάσματα περὶ Ἡλίου καὶ Ἡρώων*

**Author:** Alexander of Aetolia

**eul_wid:** `iuc-aa` · [HTML page](https://eulogikon.org/grc/alexander-of-aetolia/helios-heroes) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/alexander-of-aetolia-helios-heroes-iuc-aa.json)

## Text

### book 1

[ln_1]Γευσάμενος βοτάνης, ἣν Ἠελίῳ φαέθοντι ἐν μακάρων νήσοισι λιτὴ φύει εἴαρι γαῖα, Ἠέλιος δ’ ἵπποις θυμήρεα δόρπον ὀπάζει, ὕλῃ ναιετάουσαν, ἵνα δρόμον ἐκτελέσωσιν[ln_5]ἄτρυτοι, καὶ μή τιν’ ἕλοι μεσσηγὺς ἀνίη.

### book 2.1

[ln_1]Πηδαλίῳ ἄκρῳ ἔπι

### book 2.2

πομπίλος ἁνιοχεύων ἧστ’ ἀκάτω κατόπισθε, θεᾶς ὕπο πόμπιμος ἰχθύς.

### book 3.1

[ln_1]Παῖς Ἱπποκλῆος

### book 3.2

Φοβίος Νειληϊάδαο [para]ἔσται ἰθαιγενέων γνήσιος ἐκ

### book 3.3

πατέρων. Τῷ δ’ ἄλοχος μνηστὴ δόμον ἵξεται· ἧς ἔτι νύμφης [para]ἠλάκατ’ ἐν θαλάμοις κάλ’ ἀνελισσομένης[ln_5]Ἀσσησοῦ βασιλῆος ἐλεύσεται ἔκγονος Ἀνθεύς, [para]ὅρκι’ ὁμηρείης πίστ’ ἐπιβωσάμενος, πρωθήβης, ἔαρος θαλερώτερος· (οὐδὲ Μελίσσῳ [para]Πειρήνης

### book 3.4

τοιόνδ’ ἀλφεσίβοιον ὕδωρ θηλήσει μέγαν υἱόν, ἀφ’ οὗ μέγα χάρμα Κορίνθῳ[ln_10]ἔσται, καὶ βριαροῖς ἄλγεα Βακχιάδαις·) Ἀνθεὺς Ἑρμείῃ ταχινῷ φίλος, ᾧ ἔπι νύμφη [para]μαινὰς ἄφαρ

### book 3.5

σχήσει τὸν λιθόλευστον ἔρων, καὶ ἓ καθαψαμένη γούνων ἀτέλεστα κομίσσαι [para]πείσει· ὁ δὲ Ζῆνα Ξείνιον αἰδόμενος[ln_15]σπονδάς τ’ ἐν

### book 3.6

Φοβίου καὶ ἅλα ξυνέωνα θαλίης [para]κρήναις καὶ ποταμοῖς νίψετ’ ἀεικὲς ἔπος. Ἡ δ’, ὅταν ἀρνῆται μέλεον γάμον ἀγλαὸς Ἀνθεύς,

### book 3.1

δὴ τότε οἱ τεύξει μητιόεντα δόλον, μύθοις ἐξαπαφοῦσα, λόγος δέ οἱ ἔσσεται οὗτος·[ln_20]“Γαυλός μοι

### book 3.2

χρύσεος

### book 3.3

φρείατος ἐκ μυχάτου νῦν ὅγ’ ἀνελκόμενος διὰ μὲν καλὸν ἤρικεν οὖσον, [para]αὔτως δ’ ἐς Νύμφας ᾤχετ’ ἐφυδριάδας· πρὸς σὲ θεῶν, ἀλλ’ εἴ μοι, ἐπεὶ καὶ πᾶσιν ἀκούω [para]ῥηϊδίην οἶμον

### book 3.4

τοῦδ’ ἔμεναι

### book 3.5

στομίου,[ln_25]ἰθύσας ἀνέλοιο, τότ’ ἂν μέγα φίλτατος εἴης.” [para]Ὧδε μὲν ἡ Φοβίου Νειλεΐδαο δάμαρ

### book 3.6

φθέγξεθ’· ὁ δ’ οὐ φρασθεὶς ἀπὸ μὲν Λελεγήιον εἷμα [para]μητρὸς ἑῆς ἔργον θήσεται Ἐλλαμενῆς· αὐτὸς δὲ σπεύδων κοῖλον καταβήσεται ἄγκος[ln_30]φρείατος· ἡ δ’ ἐπί οἱ λιρὰ νοεῦσα γυνὴ ἀμφοτέραις

### book 3.7

χείρεσσι μυλακρίδα λᾶαν ἐνήσει. [para]Καὶ τόθ’ ὁ μὲν ξείνων

### book 3.8

πολλὸν ἀποτμότατος ἠρίον ὀγκώσει τὸ μεμορμένον· ἡ δ’ ὑπὸ δειρὴν ἁψαμένη σὺν τῷ βήσεται εἰς Ἀΐδην.

### book 4.1

[ln_1]Ἀλλ’ ὅγε

### book 4.2

πευθόμενος πάγχυ Γραικοῖσι μέλεσθαι [para]Τιμόθεον, κιθάρης ἴδμονα καὶ μελέων, υἱὸν Θερσάνδρου †τὸν ᾔνεσεν ἀνέρα σίγλων [para]χρυσείων ἱερὴν δὴ τότε

### book 4.3

χιλιάδα[ln_5]ὑμνῆσαι

### book 4.4

ταχέων τ’ Ὦπιν βλήτειραν ὀϊστῶν, [para]ἥ τ’ ἐπὶ Κεγχρείῳ τίμιον οἶκον ἔχει, . . . . . . . . μηδὲ θεῆς

### book 4.5

προλίπῃ Λητωΐδος ἀκλέα ἔργα.

### book 5.1

... ὡς Ἀγαθοκλεῖος λάσιαι

### book 5.2

φρένες ἤλασαν ἔξω [para]πατρίδος. Ἀρχαίων ἦν ὅδ’ ἀνὴρ

### book 5.3

προγόνων, εἰδὼς ἐκ νεότητος ἀεὶ ξείνοισιν ὁμιλεῖν [para]ξεῖνος, Μιμνέρμου δ’ †εἰς ἔπος ἄκρον ἰὼν[ln_5]παιδομανεῖ σὺν ἔρωτι

### book 5.4

ποτὴν ἴσον†· ἔγραφε δ’ ὡνὴρ [para]εὖ παρ’ Ὁμηρείην ἀγλαΐην ἐπέων

### book 5.5

πισύγγους ἢ φῶρας ἀναιδέας ἤ τινα

### book 5.6

χλούνην [para]φλύοντ’ ἀνθηρῇ σὺν κακοδαιμονίῃ, οἷα

### book 5.7

Συρηκόσιος, καὶ ἔχων χάριν· ὃς δὲ Βοιωτοῦ[ln_10]ἔκλυεν, Εὐβοίῳ τέρπεται οὐδ’ ὀλίγον.

### book 6.1

Οἳ καὶ ἐπ’ Ἀσκανίων δώματ’ ἔχουσι ῥοῶν λίμνης Ἀσκανίης ἐπὶ χείλεσιν, ἔνθα Δολίων [para]υἱὸς

### book 6.2

Σειληνοῦ νάσσατο καὶ Μελίης.

### book 7.1

Ὁ δ’ Ἀναξαγόρου

### book 7.2

τρόφιμος χᾳοῦ στρυφνὸς μὲν ἔμοιγε

### book 7.3

προσειπεῖν, καὶ μισογέλως, καὶ τωθάζειν οὐδὲ παρ’ οἴνῳ μεμαθηκώς, ἀλλ’ ὅ,τι γράψαι

### book 7.4

τοῦτ’ ἂν μέλιτος καὶ Σειρήνων ἐτετεύχει.

### book 8.1

Αὐτά που τὰν Κύπριν ἀπηκριβώσατο

### book 8.2

Παλλὰς [para]τᾶς ἐπ’ Ἀλεξάνδρου λαθομένα κρίσιος.

### book 9.1

[ln_1]Σάρδιες ἀρχαῖος

### book 9.2

πατέρων νομός, εἰ μὲν ἐν ὑμῖν [para]ἐτρεφόμαν, κερνᾶς ἦν

### book 9.3

τις ἂν ἢ βακέλας

### book 9.4

χρυσοφόρος, ῥήσσων λάλα τύμπανα· νῦν δέ μοι Ἀλκμὰν [para]οὔνομα, καὶ Σπάρτας εἰμὶ πολυτρίποδος,[ln_5]καὶ Μούσας ἐδάην Ἑλικωνίδας, αἵ με

### book 9.5

τυράννων [para]θῆκαν Κανδαύλεω μείζονα καὶ Γύγεω.

### book 15

ὑπὸ Δάφνιδος μαθεῖν Μαρσύαν τὴν αὐλητικήν

### book 18.1

Ἄνθρωπε ζωῆς

### book 18.2

περιφείδεο, μηδὲ παρ’ ὥρην [para]ναυτίλος ἴσθι· καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος· δείλαιε Κλεόνικε, σὺ δ’ εἰς λιπαρὴν Θάσον ἐλθεῖν [para]ἠπείγευ, κοίλης ἔμπορος ἐκ

### book 18.3

Συρίης,[ln_5]ἔμπορος, ὦ Κλεόνικε· δύσιν δ’ ὑπὸ Πλειάδος αὐτὴν

### book 18.4

ποντοπορῶν αὐτῇ Πλειάδι

### book 18.5

συγκατέδυς.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/alexander-of-aetolia-helios-heroes-iuc-aa.json (sha256:df0ad208edcd14712a8058ce292d0a70a38fc79b6503e955c6704f735fec5a6e). Cite as `eul_wid: iuc-aa`.
