---
title: Proverbs
title_greek: Παροιμίαι
author: Aesop the Fabulist
eul_wid: aqo-an
eul_aid: aqo
canonical: "https://eulogikon.org/grc/aesop/proverbs-an"
canonical_json: "https://eulogikon.org/data/works/grc/aesop-proverbs-an-aqo-an.json"
sha256: "2c9cfc9eef030afe84faab4bca5dc1727a4f4a98cc2d427baaf519becf35651b"
period: Archaic
dialect: Mixed Dialects
domain: Fiction
format: Prose
license: CC0-1.0
---

# Proverbs

*Παροιμίαι*

**Author:** Aesop the Fabulist

**eul_wid:** `aqo-an` · [HTML page](https://eulogikon.org/grc/aesop/proverbs-an) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aesop-proverbs-an-aqo-an.json)

## Text

### 1

Ἀεὶ τὰ πέρυσι καλά. Ἑρμηνεία. Ἄρτι τῆς ὥρας τὴν βλάβην ὁ πειραθεὶς Τῆς πρόσθεν οὗτος εὐκλείας μεμνήσεται.

### 2

Χωλῷ παροικήσας ὑποσκάζειν μάθοις. Ἑρμηνεία. Συνὼν πονηροῖς ὅμοιος αὐτοῖς γενήσῃ.

### 3

Χρυσὸς Δανάην ἔπεισεν ἐθέλουσαν. Ἑρμηνεία. Καὶ τὸν σώφρονα χειροῦται τιμάρια, Χρήμασιν ὁπλίζοντα πρὸς ἀσέλγειαν.

### 4

Εὐτυχεῖτε καὶ λοιδορεῖτέ με. Ἑρμηνεία. Γελῶσιν οἱ πλουτοῦντες ἤθη πενήτων· Τὰ ῥάκη γὰρ ὁρῶσιν, οὐχὶ τὴν τόλμαν.

### 5

Κροκόδειλος ἔλεγεν ὅτι “εἰς τὴν πόλιν μου ἐλαιοπώλης ἤμην.” Ἑρμηνεία. Φιλοῦσιν οἱ πονηροὶ καὶ κακότροποι Γένους μεγάλου λέγεσθαι καὶ δόξης καλῆς.

### 6

Ὄφις τὸ δέρμα ἀποδύεται, τὴν γνώμην δὲ οὐδαμῶς. Ἑρμηνεία. Κακοῦργος ἀνήρ, τοὺς τρόπους οὐκ ἀμείβων, Τὸ σχῆμα μεταλλάσσει ἀπάτης χάριν.

### 7

Ὄψιν εἶδες, περὶ τῆς γνώμης μὴ ἐξέταζε. Ἑρμηνεία. Δηλοῖ πολλάκις κακοσύνθετος ὄψις Ψυχῆς διεστραμμένης τὸν σκαιὸν τρόπον.

### 8

Οὔτε οὗτος Ἑρμῆς οὔτε οὗτος Ἡρακλῆς. Ἑρμηνεία. Ὁ φιλοκόμπον ἦθος ἐλέγχων ἀεὶ Γλώττῃ τιτρώσκει τοὺς κακοὺς ἐλευθέρᾳ.

### 9

Ὁ ζῶν τοὺς ζῶντας βλέπει. Ἑρμηνεία. Τοὺς ἐμπνέοντας εἰκὸς ἀλλήλους βλέπειν· Οἱ γὰρ θανόντες τοῖς ζῶσιν ἀθέατοι.

### 10

Λόγος καλὸς ὀστοῦν κατεάξει. Ἑρμηνεία. Ἦθος τὸ πρᾶον καὶ τὸ προσηνὲς ῥῆμα Μαλάττειν οἶδεν καὶ τοὺς ἄγαν λιθώδεις.

### 11

Οὐκ ἄξιον τὸ κλέμμα τῆς ἀγρυπνίας. Ἑρμηνεία. Κόπος οὐκ ἔχων ἰσόρροπον τὸ κέρδος Ἀθυμίαν δίδωσι τοῖς μόχθοις ἀεί.

### 12

Ὅλος ὁ βίος ἐλλύχνιον. Ἑρμηνεία. Ἅπαν τοῦ βίου τὸ περίβλεπτον τύφος Βραχυτάτῳ ῥήματι τὸ πέρας ἔχει.

### 13

Ὁ πέπερι ἔχων καὶ εἰς φακὸν βάλλει. Ἑρμηνεία. Ἀφθονίαν χρημάτων ἄνθρωπος λαχὼν Ἀλλοκότοις κέχρηται παραρτύσεσιν.

### 14

Ὁ ἀνάγων τὸν κατάγοντα. Ἑρμηνεία. Ἤλεγξεν ἡ πενία τὸν πλοῦτόν ποτε Κάτωπον κεκυφότα ψήφῳ / τῆς δίκης.

### 15

Ὄνος καὶ κοπίδερμος μίαν τύχην ἔχουσιν. Ἑρμηνεία. Ἀνὴρ ἐκδουλωθεὶς 〈καὶ〉 μᾶλλον οἰκέτου Οἴσει τὴν μοχθηρίαν ἡδονῆς χάριν.

### 16

Ἔστω τὰ κρανία, μὴ καὶ τοὺς ἐγκεφάλους ἀπωλέσαμεν. Ἑρμηνεία. Ὅστις ἀφῃρέθη τὴν 〈ἑαυτοῦ〉 κτῆσιν, Συναφῃρέθη καὶ 〈αὐτὸ〉 τὸ φρονεῖν καλῶς.

### 17

Ὁ μηρὸς ἔσωθεν ὄζει. Ἑρμηνεία. Τὰς συμφορὰς ἔσωθεν τὰ πλεῖστά φημι Διαρρήδην τίκτεσθαι κακούργων γνώμαις.

### 18

Ὃ σὺ κρύβεις εἰς τὴν ἀγορὰν κηρύσσεται. Ἑρμηνεία. Σφάλμα τὸ περίφημον καὶ πᾶσι ῥητὸν Ἀνὴρ κακὸς 〈συγ〉κρύπτειν ἐκβιάζεται.

### 19

Πατὴρ μὲν ὁ θρέψας, οὐ μὴν δὲ ὁ γεννήσας. Ἑρμηνεία. Πατὴρ καλοῖτο ἂν ὁ 〈τὰσ〉 τροφὰς διδούς· Ὁ γὰρ φυτεύσας ἡδονῇ δεδούλευκεν.

### 20

Πολλοῖς ἀρέσκει τὰ τοῦ βίου χείρονα. Ἑρμηνεία. Ὀλίγοις ἐσπούδασται τὰ τῆς ἀρετῆς· Οἱ πλεῖστοι γὰρ νεύουσιν εἰς τἀναντία.

### 21

Πηγῆς ἐξ ἦς οὐ πίνω ξηρανθείη. Ἑρμηνεία. Μενέτω κοινά, ἅπερ ἡ Τύχη νέμει· Εἰ δ’ οὐ κοινὸς ὁ πλοῦτος, μηδεὶς τρυφάτω.

### 22

Πόδας ἔχων 〈σὺ〉 καὶ ποδάγρας ἔλπιζε. Ἑρμηνεία. Ἕπεται πάντως τοῖς τερπνοῖς τὰ λυπηρά, Εἰ μή που Τύχη σύμμαχος παραστατεῖ.

### 23

Δευτέρα φύσις συνήθεια. 〈 Ἑρμηνεία.〉 Εἰργάσατό τι τῷ χρόνῳ συνήθεια Μιμησαμένη παραδόξως τὴν φύσιν.

### 24

Ἰατρὸν κτῶ φίλον, χρείαν δὲ αὐτοῦ μηδ’ ὅλως ἔχῃς. 〈 Ἑρμηνεία.〉 Παντὸς φίλου προτάττων ἰατροὺς σοφοὺς Εὔχου τῆς τέχνης 〈—〉 χρῄζειν μηδέποτε.

### 25

Κοχλίας, ἐὰν ὀπτηθῇ, [οὐ] τρύζει. Ἑρμηνεία. Τοὺς ἐπιεικεῖς ἄνδρας καὶ λίαν πράους Ἐγείρουσιν εἰς ὀργὴν κακούργων τρόποι.

### 26

Κωμῳδὸς χαίνων καὶ μὴ δάκνων. Ἑρμηνεία. Λοιδοροῦσι πένητες πλουτοῦντας μόνον, Δύναμιν οὐκ ἔχοντες ἀλλ’ ἢ τοὺς λόγους.

### 27

Κἂν εὐτυχήσας τῆς φακῆς μνημόνευε. Ἑρμηνεία. Κἂν πλούσιος γέγονας καὶ περίβλεπτος, Πενίας μνημόνευε τῆς σῆς συντρόφου.

### 28

Κλείσωμεν τὴν θύραν, τὴν δὲ ἀλήθειαν εἴπωμεν. Ἑρμηνεία. Ἔνδον ἔχε τὰς μέμψεις τῶν σῶν ἐχθίστων, Ὅταν καλῇ καιρός σε τἀληθῆ λέγειν.

### 29

Καὶ τὰ κειμήλια εἰς πρόβατον. Ἑρμηνεία. Δάκνει πάντως τοῦ σοφοῦ τὴν φρένα, φασί, Τὸ τοὺς ἐναντίους ἀφθόνως 〈ἐν〉τρυφᾶν.

### 30

Κακὸν κακοῦ οὐχ ἅπτεται. Ἑρμηνεία. Ἀγαπῶν τὴν πλάνην φιλοπόνηρος ἀνὴρ Τὸν ὅμοιον τοῖς τρόποις οὐκ ἀμύνεται.

### 31

Λύκος γηράσας νόμους ὁρίζει. Ἑρμηνεία. Νουθετήσει κακοῦργος εἰς γῆρας μολὼν Φεύγειν τοὺς νέους ἅπερ αὐτὸς ἔπραξεν.

### 32

Λύκος ἀπὸ ἀριθμοῦ οὐ φοβεῖται λαβεῖν. Ἑρμηνεία. Τὸ κλεπτικὸν φρόνημα παύσει οὐδέπω Οὐ ψῆφος, οὐ σφραγῖδες, οὐ κλείθρων θέσις.

### 33

Πίθηκος ἰδὼν τὰ ἑαυτοῦ τέκνα ἔφη “ταῦτα οὐ καλά.” Ἑρμηνεία. Εἰς αἴσθησιν καὶ ἄφρων ἐλάσας ποτὲ Ἔγνωσεν ἀδικήσας ἐν οἷς ἔπραξεν.

### 34

〈 〉 〈Ἑρμηνεία.〉 Θρήνων μὲν πόνοι εἰς δακρύων 〈τὴν〉 φοράν, Λιμοῦ δὲ κλαυθμὸς οὐκ αἴρει τὴν μάστιγα.

### 35

Σιγηρὸς ποταμὸς κατὰ γῆν βαθύς. Ἑρμηνεία. Ἀνὴρ κακοῦργος πρᾶος τοῖς πέλας φανεὶς Κεκρυμμένῃ κακίᾳ τοὺς δόλους ἔχει.

### 36

Σὺν θεῷ καὶ τὰς χεῖρας κίνει. Ἑρμηνεία. Τὴν τύχην βλέπων μὴ καθεύδειν ἔθελε· Εὐτυχία γὰρ ἀνδρὶ τὸ ἐν ἔργοις εἶναι.

### 37

Στόματος σιγῶντος θεὸς ἔκδικος. Ἑρμηνεία. Ἐπιείκειαν ὁ τῇ φρονήσει τιμῶν Θεόθεν ἔξει τὴν κατ’ ἐχθρῶν βοήθειαν.

### 38

Τιμῶ σε καὶ οὐκ αἰσθάνῃ· ἀτιμάζω σε, ἵνα αἴσθησιν λάβῃς. Ἑρμηνεία. Καλοῖς εἰ μὴ χαίρουσιν ἄνδρες ἄφρονες, Κακοῖς ἀμείβου τὴν ἀχάριστον γνώμην.

### 39

Ἄκερμος ἐν πανηγύρει δαίμων πελαζόμενος. Ἑρμηνεία. Ὅστις ἐν ἀγορᾷ χρημάτων δίχα φοιτᾷ, Νοσεῖ τὴν φρένα μάτην τοὺς πάντας ὁρῶν.

### 40

Ἀπὸ κακοῦ δανειστοῦ κἂν ὀρόβια Ἑρμηνεία. Ζημίας δήλης ἐν ἅπασι κειμένης, Τοὐλάχιστον εἰ λάβοις ἕρμαιον κάλει.

### 41

Εἰκῇ φιλοῦ, μάτην μὴ μισοῦ. Ἑρμηνεία. Καὶ τοὺς τυχόντας, εἰ δέοι, φίλους ἔχε· Ἐχθροῖς δὲ μὴ χαρίζου τὸ πρὸς σὲ μῖσος.

### 42

Ζητούμενος καὶ μὴ μισούμενος. Ἑρμηνεία. Θαμινὰ φοιτᾶν τοῖς φίλοις οὐκ ἐθέλων Ἀγαπητός, ἀλλ’ οὐ μισητὸς γενήσῃ.

### 43

Ὁ κρύβων τὴν ψώραν αὐτοῦ διπλῆν αὐτὴν ποιεῖ. Ἑρμηνεία. Πολλοῖς ἐμεγάλυνε τὰ συμπτώματα Νοῦς ἄφρων 〈μάτην〉 τὸ λαθεῖν ἐθελήσας.

### 44

Ὀφθαλμῶν γενέσια ψυχῆς ὀδύνη. 〈 Ἑρμηνεία.〉 Τέρψις ὀφθαλμῶν ἀλλοτρίας ἑορτῆς Λύπας φέρει τῇ ψυχῇ καὶ θρήνους πολλούς.

### 45

Στρεβλέ, ποῦ ἐστι τὸ ὠτίον σου; Ἑρμηνεία. Οὐδὲν εὐθὲς ἐννοῶν δυσμενὴς ἀνὴρ Καὶ τοῖς φανεροῖς μάχεται παντὶ τρόπῳ.

### 46

Σὺ ὑπνοῖς καὶ τὸ πλοῖόν σου περιπατεῖ. Ἑρμηνεία. Καθεύδουσιν ἡ Τύχη ἀνθρώποις πλοῦτον Διαπεραίνει ἀγρύπνῳ τῇ προνοίᾳ.

### 47

Τήρει τὸν υἱόν σου, ἵνα μὴ πέσῃ εἰς τὸ φρέαρ καὶ εἴπῃς ὅτι ὁ θεὸς ἤθελεν. Ἑρμηνεία. Τὸν νοῦν σου φύλακα δέδωκεν ὁ θεός, Ἵνα σαυτῷ φυλάσσῃς ἃ φρουρεῖν πρέπει.

### 48

Τὸ ταχὺ χάριν ἔχει. Ἑρμηνεία. Εὐχάριστοι γίνονται οἱ φιλόδωροι Ταχυτῆτι στέφοντες ἅπασαν δόσιν.

### 49

Σταφυλὴ σταφυλὴν βλέπουσα πεπαίνεται. Ἑρμηνεία. Εἰς ἀλλήλους βλέποντες οἱ μοχθοῦντές τι Προθύμῳ γνώμῃ τὰ πρακτέα τελοῦσιν.

### 50

Ἔσω λέων καὶ ἔξω ἀλώπηξ. Ἑρμηνεία. Κακουργίαν θρασύτητι μίξας φαίνῃ Δεικνὺς ὃ μὴ εἷς, καὶ κρύπτων ὃ τυγχάνεις.

### 51

Τοῦτο τὸ ὠὸν ἀπ’ ἐκείνου τοῦ κόρακος. Ἑρμηνεία. Δῆλος ἔλεγχος ὁ καρπὸς γενήσεται Παντὸς δένδρου 〈φυέντοσ〉 ἣν ἔχει φύσιν.

### 52

Ἡ ὗς εἰς τοὺς ὀνείρους κριθὰς βλέπει. Ἑρμηνεία. Ὀνειροπολεῖται ἅπας ἐκεῖνα βλέπων, Εἰς ἅπερ ἔχει τὴν γνῶσιν κεκλιμένην.

### 53

Χωρικὸς φαγὼν ἰχθὺν ἐμάν〈η〉. Ἑρμηνεία. Τρυφῶν ἄπειρος, ἣν λάχῃ τρυφήν ποτε, 〈Τὸν νοῦν ἀπολλὺσ〉 εἰς ἄγαν φρυάττεται.

### 54

Ἵππος εἰς γένος τρέχει. Ἑρμηνεία. Πρὸς τοὺς ἐξ ὧν ἐγεννήθησαν οἱ μετέπειτα Τὸν τρόπον φυλάττουσιν τῆς συγγενείας.

### 55

Ἰδιώτης εἰς πλοῖον φάρμακον. Ἑρμηνεία. Χαλεπὸν ἀπειρία κἀκεῖσε μᾶλλον, Ἔνθα κῦμα θαλάσσης τυραννεῖ σκάφος.

### 56

Ἵππος εὐγενὴς οὐ λακτίζει. Ἑρμηνεία. Εὐγένειαν ὁ λαχὼν τὴν τῆς φύσεως Ταύτην φυλάττει πραότητι τῶν τρόπων.

### 57

Ἰατρῷ καὶ νομικῷ τὴν ἀλήθειαν λέγε. Ἑρμηνεία. Κρύπτειν οὐ πρέπει οὔτε πάθος σώματος Οὔτε κτῆσιν 〈τὴν οὖσ〉αν ἐν καιρῷ νόσου.

### 58

Μετρίου φί〈 〉 Ἑρμηνεία. Πλοῦτον τιμῶντες οἱ χρημάτων ἔμπλεοι Τῇ πενίᾳ λέγουσιν χαίρειν 〈εἰσ〉 ἀεί.

### 59

Ὁ μὴ βλέπων διὰ κοσκίνου τυφλός ἐστιν. Ἑρμηνεία. Ἀφορμὰς εἰς σύνεσιν εἰληφὼς ἀνήρ, Εἰ μὴ φρονοίη, τυφλώττειν ἐλέγχεται.

### 60

Χορδὴ ἅπαξ γελᾶται. Ἑρμηνεία. Χαριεντισμοῦ λόγος ἀπαιδευσίαν Πρὸς ὀλίγον τέρπει· εἰ δ’ ἐπιμένει λυπεῖ.

### 61

Ἔ〈ρω〉ς εἰς κλιμάκιον οὐκ ἀναβαίνει. Ἑρμηνεία. Ἡδὺς ὁ πόθος ἐστίν, εἰ δίχα μόχθου 〈Τ〉ῶν ποθουμένων ἡ κτῆσις προσγενήσεται.

### 62

〈Ε〉ἰ μὴ ἄλλῳ κακός, ἄλλῳ καλὸς οὐ γίνῃ. Ἑρμηνεία. 〈Ἄ〉λλ〈οισ〉 ἀπ’ ἄλλων ἐπιφοιτῶν ὁ χρόνος Τῷ μὲν ἦρε τὸν πλοῦτον, τῷ δ’ ἐνέθηκεν.

### 63

Ἔπεσε βοῦς καὶ πάντες τὰ ξίφη αὐτῶν ἦραν. Ἑρμηνεία. Πλουσίῳ παντὶ δυστυχίαν λαχόντι Ἐπιτίθενται πένητες χαιρέκακοι.

### 64

Ἔντερα μάχονται, ἀλλ’ οὐ διασπῶνται. Ἑρμηνεία. Δίκας κινοῦντες παῖδες πρὸς 〈τοὺσ〉 τοκέας, Εὔνοιαν οὐκ ἀλλοιοῦσιν τὴν τῆς φύσεως.

### 65

Εὐείμαντος ἔντιμος, ἀνείμαντος ἄτιμος. 〈 Ἑρμηνεία.〉 Εὐσχήμονες ἕξουσιν ἐντεῦθεν γέρας, Οἱ δ’ ἀσχήμονες εἰσκομίζονται ψόγον.

### 66

Εἰς τράπεζαν χεῖρες κολοβαὶ οὐκ εἰσίν. 〈 Ἑρμηνεία.〉 Ἀνὴρ φροντίζων ὅπως ἕξει τὸ τρυφᾶν, Στ〈υγεῖ ἁμαρτ〉εῖν τοῖς ἔργοις τείνων χεῖρας.

### 67

Κύων σπεύδουσα τυφλὰ γεννᾷ. 〈 Ἑρμηνεία.〉 Φύσις ἤπερ πέφυκεν καὶ καιρῷ νέμει, Ταχυτῆτι δὲ πραττομένη συμφορὰς νέμει.

### 68

Καὶ ὧδε οὐδὲν ποιῶ καὶ εἰς τὴν οἰκίαν ζητοῦμαι. 〈 Ἑρμηνεία.〉 Ἀνὴρ ἀφανὴς αὐτὸς ἑαυτῷ γίνεται Ἐπιχειρῶν πράγμασι τοῖς ἀμηχάνοις.

### 69

Καλὸν ἀργεῖν ἢ κακῶς ἐργάζεσθαι. Ἑρμηνεία. Πληροφορίας ἔργον αἱρεῖσθαι μᾶλλον Τοῦ κακῶς / τι δρᾶν τὸ μη〈δὲν〉 ὅλως ποιεῖν.

### 70

Κ〈άλλο〉ς οἶκον οὐ τρέφει. Ἑρμηνεία. Λυπεῖ τὸ κάλλος ὅταν χάριν τοῦ καιροῦ Ἡ τῶν πραγμάτων ἐκφορὰ λιμὸν ποιῇ.

### 71

Εἰς ἀπορίαν φθόνος. 〈 Ἑρμηνεία.〉 Ἀπλήστῳ βασκανίᾳ λυσσῶντές τινες Καὶ τοῖς πένησι τὸν φθόνον ὁπ〈λί〉ζουσι.

### 73

Καλὸν μὴ ποιήσῃς καὶ κακὸν οὐ μὴ ἀπολάβῃς. 〈 Ἑρμηνεία.〉 Κακοὺς εὖ ποιῶν οὔ μοι δόξεις σωφρονεῖν· Οἱ γὰρ κάκιστοι δρῶ〈σιν ἀεί σε κακῶς. 〉 Καιρὸς ἀνάγει καὶ καιρὸ〈ς αὖ κατάγει.〉 〈 Ἑρμηνεία.〉 〈Χρό〉νος ἀμφότερα τοῖς βρο〈τοῖς κομίζει〉, Καὶ πλούτου κτῆσιν καὶ πε〈νί〉ας τὴν ν〈όσ〉ον.

### 74

Κύων ἀναπεσὼν εἰς φάτνην αὐτός τε οὐκ ἐσθίει τῷ τε ὄνῳ ἐμπ〈οδ〉ίζει. Ἑρμηνεία. Πονηρίας ἔνδειξις ἀνδρὸς ἀναιδοῦς Τροφῆς κωλύειν ἄλλον, ἧς οὐχ ἅπτεται.

### 75

Λόγοι μὲν ῥήτορος, ἔργα δ’ ἀλέκτορος. Ἑρμηνεία. Τοῖς 〈κενοῖσ〉 λόγοις ἐλέγχονται οἱ ψευδεῖς, Γιγάντων ῥήματα 〈μάτην προφέροντες 〉.

### 76

〈 〉 τῆς καρδίας σου. 〈 Ἑρμηνεία.〉 Ἑκὼν λάνθανε καὶ μὴ παντὶ ἀνθρώπων Τὸ προσεχὲ〈σ〉 τῆς φρενὸς ἐπάγειν ἔθελε.

### 77

Ἀτυχεῖν ἔξεσ〈τιν〉, ἀμελεῖν οὐκ ἔξεστιν. Ἑρμηνεία. Ἄνδρα φέροντα τῆς τύχης τὸ σύμπτωμα Τῆς γνώμης τὸ ῥάθυμον ἐκφυγεῖν πρέπει.

### 78

〈 〉 Ἑρμηνείς. Ὁ ῥαθυμεῖν ἐθέλων ἐν τοῖς πρακτέοις Σκοτεινὸν ἕξει καὶ λυπηρὸν τὸν βίον.

### 79

Ἀγαθῷ 〈θε〉ῷ λίβανος οὐκ ἀναβαίνει. Ἑρμηνεία. Σύνηθές ἐστι τοῖς κακοῖς οὐκ ἐθέλειν Τοὺς ἀγαθοὺς ἀμείβεσθαι ταῖς θείαις τιμαῖς.

### 80

Ἀρχομένους ἀνάστελλε καὶ οὐ μὴ στασιάσουσιν. Ἑρμηνεία. Ἀρχὴν κακὴν μέλλουσαν εἰδὼς κωλύειν Ταράχου μακρὰν ἔσῃ καὶ κακῆς πλάνης.

### 82

Ἀκρότητες ἰσότητες. Ἑρμηνεία. Πλοῦτος ὁ πολὺς καὶ πεν̣ί̣α̣ με〈γάλη〉 Ἀνάπαυσιν ἴσην φροντί〈δων ἔχουσι. 〉 Ἀπαντήσει σοι γρα〈ῦς .......... 〉α Ἑρμηνεία. Εἰς πτῶμα πεσεῖται κ〈αὶ ὁ σοφὸς ἀνὴ〉ρ Οὐ κωλύων τὰ ὦτα φληνάφων λόγων.

### 83

Ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.

### 84

Ἡ ψυχὴ τοῦ στρουθοῦ παρὰ τὴν κέγχρον. Ἑρμηνεία. Ἐκεῖ τὴν διάνοιαν ἄνθρωπος στρέφει, Ἔνθα καὶ 〈ἡ〉 τῆς ἡδονῆς τρυφὴ κεῖται.

### 85

Ἢ λάλει ὡς φρονεῖς ἢ φρόνει ὡς λαλεῖς. 〈 Ἑρμηνεία.〉 Πένης τὴν γλῶτταν καὶ πλούσιος τὴν στολὴν Κόραξ ταῶνός ἐστι τοῖς πτεροῖς κομῶν.

### 86

Ἡ κάμηλος ἔλεγε τῇ μητρί “ὀρχήσομαι,” κἀκείνη “τέκνον,” φησί, “καὶ ὁ περίπατός σου καλός ἐστιν.” Ἑρμηνεία. Οἷς μοχθηρίᾳ τρόπων κωλύζεται τὸ ζῆν, Τούτοις ἀπηγορεύσθω τὸ τέρψει συζῆν.

### 88

Σὺ κατὰ τοῦ ὀφθαλμοῦ μου κἀγὼ κατὰ τοῦ νώτου σου. 〈 Ἑρμηνεία.〉 Ἐν οἷς πλήττειν ἐθέλεις οὐ πράττων καλῶς 〈 〉 Κἀξ καμήλου ἐπιστολὴ Χά〈ρ〉ωνος. Ἑρμηνεία. Ἀνὴρ νοῦν οὐκ ἔχων θυμώδει 〈τῇ〉 πληγῇ Τάφοις παραδίδωσι τοὺς ἐμπίπτοντας.

### 89

Ὀρέστα, τίς σε ἀπώλεσεν; “ἡ ἰδία μου συνείδησις.” Ἑρμηνεία. Ἕκαστον ὑπεύθυνον ὧν πράττει κακῶς Ὁ τρόπος ἀπελέγχει καὶ δῆλον ποιεῖ.

### 90

Οὔρει· κατὰ τοῦ δέρματος οὐρεῖς. Ἑρμηνεία. Ὁ βάλλειν τολμῶν εἰς ὕψος θρασεῖς ψόγους Ἐπὶ κεφαλῆς ἕξει τὴν τιμωρίαν.

### 91

Οἶνος οἶνον διαλύει, ἀμφότεροι δὲ τὸν ἄνθρωπον. Ἑρμηνεία. Κακοῖς κακὰ θέλοντες ἰᾶσθαι βροτοὶ Εἰς κινδύνους πίπτουσι τοὺς θανατώδεις.

### 92

Πρὸ ποταμῶν μὴ ἀναστέλλου. Ἑρμηνεία. Οἷς ἀνήρτηται πράως πρὸς ἀντίδικον, Τούτοις περιττόν 〈σε〉 πρὸ τῆς δίκης κινεῖν.

### 93

Περισσὸν φάγε· περιττὸν εἰς τὸν οἶκόν σου μὴ εἰσενέγκῃς. Ἑρμηνεία. Τῇ γαστρὶ τὸ περισσὸν χαίρων 〈σὺ〉 διδούς, Τὸν περίεργον ἄνδρα ἐκ δόμων σόβει.

### 94

Ἵστασαι ἀπὸ ἄμμου σχοινίον πλέξαι. Ἑρμηνεία. Κακόμαχος ἄνθρωπος ἐξεπαπορῶν Ἐκεῖνα πράττειν ἐθέλει ἃ μὴ δύναται.

### 95

Στρεβλὸς ὁ διορθωτής. 〈 Ἑρμηνεία.〉 Μεγίστη ἡ μωρία ὅταν βοηθεῖν Ὑδρωπικὸς σπληνικῷ ἐπαγγέλληται.

### 96

Στρογγύλα λάλει, ἵνα κἂν κυλίηται. Ἑρμηνεία. Εἴπερ τὸ ψεῦδος εἰς ἀεὶ τιμᾶν ἔθου, Κἂν τρεχούσῃ κέχρησο τῇ φλυαρίᾳ.

### 97

Σύρος οὐδὲ ἄνεμος ἀγαθός. 〈 Ἑρμηνεία.〉 Ἐλευθέρᾳ | τῇ γλώττῃ 〈το〉ὺς κ〈α〉κοὺς λέγε Κακίστους εἶναι μηδὲν τὸ γένος ὁρῶν.

### 98

Ἄρτον τις φαγεῖν οὐκ ἔχων προσφάγι〈ον ἐζ〉ήτει. Ἑρμηνεία. Τροφὴν ὅστις οὐκ ἔχων 〈τὸ〉 τρυφᾶν ζητεῖ, 〈Πᾶσιν ἀνθρώποισ〉 καταγέλαστός ἐστιν.

### 99

Τὸν κναφέα μὴ ἴδῃς πῶς φορεῖ, ἀλλὰ πόθεν ὢν πῶς ἐκφέρεται. Ἑρμηνεία. Ἀλλοτρίᾳ τῇ στολῇ ὁ καλλυνόμενος Ἐπ’ ἐκφορᾷ θανάτου γελασθήσεται.

### 100

Τὸ οὐκ οἶδα εἰς φυλακὴν οὐ βάλλει. Ἑρμηνεία. Παντὸς ἄρνησις κακίστου 〈του〉 πράγματος Τὸν βίον ἀκίνδυνον τοῖς ἀνθρώποις τηρεῖ.

### 101

Τέχνη νοσεῖ μέν, οὐκ ἀποθνῄσκει δέ. Ἑρμηνεία. Τύχῃ τὴν τέχνην τοῖς βροτοῖς εἶναί φημι· Πρὸς βραχὺ δὲ πίπτουσα αὖθις ἀνίσταται.

### 102

Σὸν φίλον εἰ θέλεις δοκιμάσαι, ἢ μέθυσον ἢ ὕβρισον. Ἑρμηνεία. Καὶ τὸν οἶνον καὶ τὴν ὕβριν ἴσθι σαφῶς Ἀποκαλύπτειν φίλοις τοὺς φίλων τρόπους.

### 103

Πᾶν ἕτοιμον εἰς ἐξουσίαν ἀργὸν εἰς ἐπιθυμίαν. Ἑρμηνεία. Ἔρως πρὸς τὰ μὴ ὄντα φιλεῖ γίνεσθαι· Τοῖς γὰρ παροῦσιν ὁ πόθος κεκοίμηται.

### 104

Τὰ νυκτερινὰ ἔργα ἐν ἡμέρᾳ εὐκαταγέλαστα. Ἑρμηνεία. Ἅπερ ἐν νυκτὶ τοῖς αἰσχροῖς καλύπτεται, Ταῦτα εἰς φῶς λαληθέντα τὴν ὕβριν φέρει.

### 105

Τὸν ἀτυχῆ καὶ τὸ πρόβατον ἔδακεν. Ἑρμηνεία. Ὃν ἡ Τύχη τέρπεται ἔκδοτον εἶναι, Καὶ παρὰ τῶν ἀγαθῶν μάστιγας κομίζεται.

### 106

Τὸ νοοῦν σῶμα, | τὸ μὴ νοοῦν πτῶμ〈α〉. 〈 Ἑρμηνεία.〉 〈 〉 παραβολὰς ὕβρεων, Ὁ δὲ α〈 〉σῶν νεκρὸς κείσεται.

### 107

Τὰ λα〈λοῦντα στρου〉θία πολλοῦ πωλεῖται. Ἑρμηνεία. Φλυ〈αροῦντας καὶ〉 τοὺς θορυβοῦντας μάτην Ἐν τιμῇ 〈πολλῇ〉 τάττουσιν ἄνδρες μωροί.

### 108

Ἐν καιρ〈ῷ ἀ〉νάγκης τὴν λάμιαν μητέρα κάλει. Ἑρμηνεία. Ἐν ἀν〈άγ〉κης καιρῷ 〈δυσκαίρῳ ληφθείς,〉 Καὶ τοὺς θηριώδεις ἄνδρας π〈ατέρασ〉 κάλει.

### 109

Τοὺς φίλους ἔχε μετὰ τῶν ἐλαττω〈μά〉των. Ἑρμηνεία. Ἔχειν φιλητῶς τοὺς φίλους ψηφι〈στέον·〉 Φέρειν δὲ τούτων ὀνείδη μαρτύρωμα.

### 110

Τύχη τέχνην ἐπανορθοῖ. Ἑρμηνεία. Συμμαχεῖν ε〈ἴ〉περ ἐθέλει Τύχη βροτοῖς, Τρέπει τὴν 〈δυ〉στυχίαν τῇ εὐτυχίᾳ.

### 111

Τὸν κλέπτ〈ην〉 δεῖ καὶ μνήμονα εἶναι. Ἑρμηνεία. Τὴν τοῦ δειν〈όν τι〉 πράττειν μνήμην ἔχουσιν Ἄνδρες κακ〈οῦρ〉γοι συλῶντες τἀλλότρια.

### 112

Τὸν θ〈έ〉λοντα βοῦν ἔλαυνε, τὸν μὴ θέλοντα ἔα. 〈 Ἑρμηνεία.〉 Τοὺς φιλομόχθους ἐργάτας σαυτῷ ποι〈ῶν〉 Τοῖς μισοπόνοις λέγε τὸ μακρὰν χαίρειν.

### 113

Χρῶμα ἔχεις, χωρίον ἔχεις. Ἑρμηνεία. Ὁδὸν εἰς 〈εὐ〉πορίαν ἔδειξαν 〈—〉 Τὴν ἀναίδειαν ἄνδρες 〈οἱ〉 ἀνευλαβεῖς.

### 115

Φαγέτω μ’ ἡ ἰδία φθεὶρ καὶ μὴ 〈ἡ〉 ἀλλοτρία. Ἑρμηνεία. Οὐ τοῖς ξένοις τὰς κτήσεις ἀλλὰ τοῖς ἐμοῖς Τηρεῖν, κἂν ἐχθροὶ νομίζωνται, 〈βούλομαι. 〉 Ὡς αὐλεῖς, ὀρχοῦμαί σοι. Ἑρμηνεία. Πηδ〈ήμ〉ατα σ〈 〉 | 〈 〉χησ〈 〉ς.

### 116

Χωρικοῦ ἐνθύ〈μησις, ἐ〉νιαυτοῦ ζήτημα. Ἑρμηνεία. Νοῦς ἀπαί〈δευτος οὐδὲν ῥ〉ᾳδίως νοῶν Τὰ τοῦ βίου πράγ〈ματα νοε〉ῖ οὐδαμῶς.

### 117

Εἷς οὐδείς, δύο πολλοί, τρεῖς ὄχλος, τέσσαρες πανήγυρις. Ἑρμηνεία. 〈Μ〉όνος ἔρημος, δεύτερος εἰ γένοιτο, Τρίτῳ συμμίξας ἀσφαλῶς βιώσεται.

### 118

Ἐμοὶ δὲ οὐδὲ κεράμιον ἀπὸ δώματος. Ἑρμηνεία. Εὐδαιμονίαν πολλοῖς ἡ Τύχη νέμει· Ἐμοὶ δὲ τῷ ποθοῦντι οὐδὲ τὸν τάφον.

### 119

〈Ε〉ἰ μὴ ἀλέκτωρ κοκκύσῃ, τὰς ὥρας ἀγνοοῦμεν. Ἑρμηνεία. Πείθουσιν ἡμᾶς οἱ ῥήτορες 〈πάντοτε〉 Δίχα τῆς αὐτῶν γλώττης μὴ δύνασθαι ζῆν.

### 120

Κατὰ τὸ παλλίον σου τεῖνε καὶ τοὺς πόδας σου. Ἑρμηνεία. Πρὸς τὴν ὕπαρξιν τ〈ὴν〉 χρῆσιν μετρῶν ἀεὶ Ἐν γαλήνῃ βιώσεις φεύγων τοὺς ψόγους.

### 121

Κενὰ τῷ ἡνιόχῳ 〈ὅ〉ταν μὴ οἶδεν ἀπὸ θυρῶν ποῦ ἀπέρχεται. 〈 Ἑρμηνεία.〉 〈Μ〉έμψις παντὶ λαχόντι ἀρχικὸν θρόνον, Εἰ μὴ βαδίζοι τῶν νόμων ἐνώπιον.

### 122

〈 〉 〈Ἑρμηνεία.〉 Ἔχειν λογίζου τέρψιν ἐν κακοῖς, ὅταν Κακοὺς κακοὶ κακῶσιν ἐν τοῖς πρακτέοις.

### 123

Καὶ καλὸν ποιῶν πρόσεχε. Ἑρμηνεία. Χρηστοὺς εὖ ποιῶν κακοῖς μὴ δίδου ἔλεον· Κρυπτοῦσι γὰρ τὸν λύκον προβάτου δορᾷ.

### 124

Κύψον, πίε, ἔνι· 〈κύ〉ψον, φά〈γ〉ε, οὐκ ἔνι. Ἑρμηνεία. Οὐκ εὐπόριστος ἡ 〈τρο〉φ〈ὴ μό〉χθου δίχα, Κἂν τὸ ποτὸν ἀφθό〈νωσ〉 | ἡ φύσις ἔχῃ.

### 125

Κακῇ κεφαλῇ πολιᾶς 〈δίκη.〉 Ἑρμηνεία. Νόμοις ὑπάρχων ὑπεύθυνος ὁ νέος 〈Εἰς τὸ〉 γῆρας ἐλάσει τὴν δίκην διδούς.

### 126

Κ〈ρη〉τίζει.

### 127

Οἶδας μέ, καὶ οἶδα σέ. Ἑρμηνεία. Εἰδὼς εἰδ〈ότα με〉 τὴν πρόσθεν σου τύχην, Κάτω τὰς ὄ〈ψεισ〉 ἔχε, μὴ μέγα φρόνει.

### 128

Καὶ τίς λέγ〈ει τῷ〉 λέοντι ὅτι “ὄζει τὸ στόμα σου”; Ἑρμηνεία. Τυραννικ〈ὸν〉 φρόνημα οὐκ ἂν δύναιτο Πένης ἐλέγξαι, ἐν οἷς πλημμελεῖν φιλεῖ.

### 129

Λύκου καὶ προβάτου ποία συνοδία; Ἑρμηνεία. Τὸ πρᾶον ἦθος θηριωδίας τρόπῳ Ἀπ’ ἐναντίας ἔχειν ἡ φύσις βοᾷ.

### 130

Μὴ τὸ “ταχὺ ἦλθες,” ἀλλὰ “καλῶς ἦλθες.” Ἑρμηνεία. Ἐν ἔργοις ταχυτῆτα θαυμάζων σκόπει, Εἴ σοι τὰ κατὰ γνώμην τὸ τάχος φέρει.

### 131

Ὁ θεὸς εἰδὼς τὸν μύρμηκα εἰς δύο αὐτὸν ἐποίησεν. Ἑρμηνεία. Τοὺς κακοὺς τῇ προγνώσει τὸ θεῖον σαφῶς Καὶ πρὸ δίκης χειροῦται κολάζον ἀεί.

### 132

Ὁ δηχθεὶς ὑπὸ ὄφεως καὶ τὸ σχοινίον φοβεῖται. Ἑρμηνεία. Τυράννων εἴ τις τῆς πείρας βλάβην ἔχει, Φεύγει φυλαττόμενος καὶ νεκρῶν τάφους.

### 133

Ὁ παθὼν ἰατρός. Ἑρμηνεία. Τὰ πάθη τοῖς ἀνθρώποις οὐκ ἐμπειρία Ἐλάττω διδόασιν ἢ τοῖς τεχνίταις.

### 134

Ὁ εὐγνώμων τῶν ἀλλοτρίων κύριος. Ἑρμηνεία. Εὐγνωμοσύνην ὅστις ἐν βίῳ τιμᾷ, Ὧν ἂν χρημάτων θέλῃ, τὸ κῦρος ἔχει.

### 135

Ὁ φιλῶν πλήξει σε, ὁ δὲ μισῶν κολακεύσει σε. Ἑρμηνεία. 〈Κόλ〉ακες ἄνδρες ἀπατῶσι τοὺς νέους, 〈Τοὺσ〉 δ’ εὔνοιαν ἔχοντας μισοῦσιν ἀεί.

### 136

Ὅ〈που ἡ〉 βία πάρεστιν οἱ νόμοι ἀσθενοῦσιν. Ἑρμηνεία. Λήθη〈ν τῶν〉 νόμων πᾶς ἄνθρωπος τίθεται Περιστάσει 〈βιασ〉θεὶς 〈τῇ〉 τῶν κακούργων.

### 137

Οὐκ ἀεὶ τὸ 〈κερ〉άμιον ὑπάγει εἰς τὴν κρήνην καὶ ἔρχεται στερρόν. Ἑρμηνεία. Τρεπτὸς ὁ βίος καὶ μὴ θέλων εἰς τέλος Φυλάττειν τοῖς τρυφῶσι τὴν εὐτυχίαν.

### 138

Ὅταν ἴδῃς γέροντα τρέχοντα, νόησον ὅτι ὑπὸ παιδίου παίζεται. Ἑρμηνεία. Δάκνει τὸ γῆρας ἡ πλάνη τῶν νηπίων Ἔχειν τε πείθει τὸν γελώμενον δρόμον.

### 139

Ὅπου λείπει, ἐκεῖ περισσεύει. Ἑρμηνεία. Ἔνδεια φέρει πένησιν εὐπορίαν, Καὶ λιμὸς τοῖς πεινῶσιν τὴν ἀφθονίαν.

### 140

Ὁ καεὶς ἔζησεν καὶ ὁ γελῶν ἀπέθανεν. Ἑρμηνεία. Ὁ πλούσιος τρυφῇ κωμάζων ἔθανεν, Ὁ δὲ πένης πεινῶν εἰς φῶς τὸν βίον ἔχει.

### 141

Ὁ Χάρων ἕνα λαμβάνει. Ἑρμηνεία. 〈Πλέον ἣ〉 ἅπαξ οὐδεὶς ἄνθρωπος θνῄσκει, Ὅπως καὶ αὐτὸς τὴν ἀμετρίαν φεύγοις.

### 142

Πάντα ὁ ἄνθρωπος καὶ 〈οὐ〉δὲν ὁ ἄνθρωπος. Ἑρμηνεία. Ἐράσμιον ἄνθρωπος καὶ ζῷον θεῖον, Αἰφνίδιον δ’ ὄλλυται θανάτῳ δοθείς.

### 143

Ποτὲ βοῦς, ποτὲ βοτάνη. Ἑρμηνεία. Ἐπὶ γῆς ὁ βαδίζων καὶ λαμπρῶς τρυφῶν Εἰς γ〈ῆν〉 κεῖται γεωργοῖς 〈τὰσ〉 τροφὰς διδούς.

### 145

Ἀρχὴ ἀηδίας· “χαῖρε, φαλακρέ.” Ἄσπορος ἀγρός, ἀμέριμνος οἰκονόμος.

### 146

Ἀργῷ μαγείρῳ πάντα ἐκζεστά.

### 148

Ἀργὸς ἐκλάσθη καὶ εἶπεν “αἱ εὐχαί μου ἐπληρώθησαν.” Ἀργὸς ἐργάτης δρέπανον ἀλλάσσει.

### 149

Βαλανεῖον ἔχω καὶ οὐ λούει· εἰ εἶχεν, ἔλουε.

### 150

Γὺψ κόρακα ἐγγυᾶται.

### 151

Γέροντά μοι εἶπας· κακόν μοι εἶπας.

### 153

Γραῖα ἰδοῦσα θόρυβον εἶπεν “ἄνδρα μοι δότε.” Δειλοῦ μήτηρ οὐ κλαίει· ἀλλ’ οὐδὲ χαίρει.

### 154

Δῶρα καὶ θεοὺς ἔπεισαν.

### 155

Εἰπὲ ἃ θέλεις, καὶ ἄκουε ἃ μὴ θέλεις.

### 156

Εὐτυχοῦντι μὴ ἐμπόδιζε· τὰς γὰρ ὥρας ἀπώλεσας.

### 157

Ζῆσον πρῶτον, εἶθ’ οὕτως ζήτησον.

### 107*

Τὰ λαλοῦντα στρουθία πολλοῦ πωλεῖται.

### 159

Τῷ τράγῳ ὁ ἔριφος ἔλεγεν· “ὦ πάτερ μου, οἱ μάγειροι ἀπέθανον” κἀκεῖνος εἶπεν “οὐαί σοι, τέκνον, ὅτι εἰς ἰδιώτου χεῖρας μέλλεις ἐμπεσεῖν.” Τὰ μὴ ὄντα σὰ μὴ χάριζε.

### 160

Τίς ποτε ἰδὼν παλάτιον τὸν ἑαυτοῦ οἶκον ἐνέπρησεν.

### 161

Τίς ποτε ἐξ ἀνάγκης τὰ ἴδια τέκνα ἐπώλησεν, καὶ ἄλλος ταῦτα ἐν πίστει ἠγόρασεν.

### 48*

Τὸ ταχὺ καὶ χάριν ἔχει.

### 163

Τίς ἑαυτῷ κακὰ ἐπίσταται; Φαλακρὸς καθήμενος ἀπέναντι κριοῦ ἐνύσταζε.

### 164

Τοῦ τρέχοντος τὸ σκέλισμα βλέπε.

### 165

Τὰ μεγάλα κέρδη μεγάλας ζημίας προξενοῦσιν.

### 166

Ὕβρις ἔρωτα λύει.

### 167

Ὕδωρ ἱστάμενον ὄζει.

### 168

Φαγέτω με λέων καὶ μὴ ἀλώπηξ.

### 170

Φαλακρέ, πῶς κατὰ τρίχα ἐμαδίσθης; Φίλος βλάπτων οὐ διαφέρει ἐχθροῦ.

### 171

Φίλος καὶ ἵππος ἐν ἀνάγκῃ δοκιμάζονται.

### 114*

Φάγει με ἡ διαφορά, καὶ μὴ ἀλλότριος.

### 172

Φίλους κτίζε, καὶ μὴ χρήματα.

### 2*

Χωλῷ παροικήσας ὑποσκάζειν μαθήσῃ.

### 173

Χρεώστης νεῦρα οὐκ ἔχει.

### 116*

Χωρικοῦ ἐνθύμησις ἐνιαυτοῦ ζήτημα.

### 174

Χωρικὸν εὑρηκὼς ὄξος πότισον.

### 175

Χορεία κυνός, ὄνομα λέοντος.

### 177

Ὦ καιρέ, διὰ τί οὐκ αὐλεῖς; Ὠμόν, ἀλλ’ ἐμόν.

### 178

Ὥρας μιᾶς ἔργον ἐνιαυτοῦ μέριμνα.

### 179

Ὦ εἷς πυρετός, καὶ τὰ πάντα κάτω.

### 180

Ἄνευ χαλκοῦ Φοῖβος οὐ μαντεύεται: τὴν ἰσχὺν τοῦτο σημαίνει τῶν δωρεῶν.

### 181

Ἔνθεν ἐκεῖθεν οὐαί, οἷς περιστοιχίζεται κακά.

### 182

Ἔσται καὶ χωλῶν δρόμος: τὸ ἄδηλον δηλοῖ.

### 183

Ζητῶν Ἑρμῆν γλύψαι Κέρκωπα ἔγλυψα.

### 184

Ἣ Ζεὺς ἢ Χάρων: ἢ εὐδαίμονος βίος ἢ τέλος.

### 185

Μακρὰς ἐλπίδας μισῶ.

### 186

Ὁ ἐγγὺς Διὸς ἐγγὺς κεραυνοῦ.

### 187

Οὐδεὶς κενὸν βαστάσας ἐξέβη κυρτός.

### 94*

Ποῦ γὰρ ἡ Ἄρτεμις οὐκ ἐχόρευσεν; Ἐξ ἄμμου σχοινίον πλέκειν.

### 96*

Στρογγύλα λέγε, ἵνα καὶ κυλίεται (sic).

### 105*

Τὸν ἀτυχῆ καὶ πρόβατον δάκνει.

### 189

Ὃν ἡ Τύχη προπηλακίζει καὶ πάντων πραγμάτων μάστιγας εὑρίσκει.

### 190

Τὰ προλήμματα νικήματα.

### 168*

Φαγέτω με λέων καὶ μὴ ἀλώπηξ.

### 191

Δυστυχείτω καὶ λοιδορείτω με.

### 192

Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία.

### 193

〈Πρὸς Κρῆτα〉 κρητίζει. 〈 Ἑρμηνεία.〉 Βροτησίαν κακίαν οὐ θῆρες κακοί, Ἀλλ’ ἄνδρες νικήσουσιν οἱ μᾶλλον κακοί.

### 194

Γαστέρα ὄγκον ἔχουσαν Ἡ λεπτὴ χωρεῖν εἴσοδος οὐ δύναται. 〈 Ἑρμηνεία.〉 Γαστρὸς τὸν κόρον οὐκ οἴσει πρᾶος ἀνήρ, Ἡ δὲ κτηνώδης φύσις εἰς ἄγαν φέρει.

### 195

Γλαυκοῖσιν ὀφθαλμοῖσιν αἰδὼς οὐκ ἔνι.

### 196

Δέδοται καὶ κακοῖς ἄγρα.

### 197

〈 〉 〈 Ἑρμηνεία.〉 Δούλῳ γενομένῳ 〈σὺ〉 δουλεύειν φοβοῦ· Ἀμνημονεῖ γὰρ ταῦρος ἀργήσας ζυγοῦ.

### 198

Εὐημερῶν μέμνησο καὶ τοῦ θανάτου.

### 199

〈 〉 〈 Ἑρμηνεία.〉 Καλοῖς κακὰ συνάπτων ὁ σκαιὸς ἀνὴρ Δῆλος δήπουθέν ἐστιν σφαλερῶς βιῶν.

### 200

〈 〉 〈Ἑρμηνεία.〉 Πένης ὢν ἡσύχαζε, μὴ μέγα φρόνει· Ἐπεὶ σὺ σαυτὸν ἀδικεῖς ἐν οἷς φρονεῖς.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aesop-proverbs-an-aqo-an.json (sha256:2c9cfc9eef030afe84faab4bca5dc1727a4f4a98cc2d427baaf519becf35651b). Cite as `eul_wid: aqo-an`.
