---
title: Supplicants
title_greek: Ἱκέτιδες
author: Aeschylus the Tragedian
eul_wid: emo-ad
eul_aid: emo
canonical: "https://eulogikon.org/grc/aeschylus/supplicants"
canonical_json: "https://eulogikon.org/data/works/grc/aeschylus-supplicants-emo-ad.json"
sha256: "470b993b37322bcae5eca416d691b8b0943aec0e95c3955e25afe5d89c8a342b"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: CC0-1.0
---

# Supplicants

*Ἱκέτιδες*

**Author:** Aeschylus the Tragedian

**eul_wid:** `emo-ad` · [HTML page](https://eulogikon.org/grc/aeschylus/supplicants) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aeschylus-supplicants-emo-ad.json)

## Text

### 1

ΧΟΡΟΣ ΔΑΝΑΙΔΩΝ

### 1.1

Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως

### 1.2

στόλον ἡμέτερον νάιον ἀρθέντ’

### 1.3

ἀπὸ προστομίων λεπτοψαμάθων

### 1.4

Νείλου. Δίαν δὲ λιποῦσαι

### 5.1

χθόνα σύγχορτον Συρίᾳ φεύγομεν,

### 5.2

οὔτιν’ ἐφ’ αἵματι δημηλασίαν

### 5.3

ψήφῳ πόλεως γνωσθεῖσαι,

### 5.4

ἀλλ’ αὐτογενεῖ φυξανορίᾳ,

### 5.5

γάμον Αἰγύπτου παίδων ἀσεβῆ τ’

### 10.1

ὀνοταζόμεναι 〈διάνοιαν〉.

### 10.2

Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος

### 10.3

καὶ στασίαρχος τάδε πεσσονομῶν

### 10.4

κύδιστ’ ἀχέων ἐπέκρινεν

### 10.5

φεύγειν ἀνέδην διὰ κῦμ’ ἅλιον,

### 15.1

κέλσαι δ’ Ἄργους γαῖαν, ὅθεν δὴ

### 15.2

γένος ἡμέτερον τῆς οἰστροδόνου

### 15.3

βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας

### 15.4

Διὸς εὐχόμενον τετέλεσται.

### 15.5

τίν’ ἂν οὖν χώραν εὔφρονα μᾶλλον

### 20.1

τῆσδ’ ἀφικοίμεθα

### 20.2

σὺν τοῖσδ’ ἱκετῶν ἐγχειριδίοις, ἐριοστέπτοισι κλάδοισιν;

### 20.3

ὦ πόλις, ὦ γῆ, καὶ λευκὸν ὕδωρ,

### 20.4

ὕπατοί τε θεοί, καὶ βαρύτιμοι

### 25.1

χθόνιοι θήκας κατέχοντες,

### 25.2

καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ

### 25.3

ὁσίων ἀνδρῶν, δέξασθ’ ἱκέτην

### 25.4

τὸν θηλυγενῆ στόλον αἰδοίῳ

### 25.5

πνεύματι χώρας· ἀρσενοπληθῆ δ’

### 30.1

ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ,

### 30.2

πρὶν πόδα χέρσῳ τῇδ’ ἐν ἀσώδει

### 30.3

θεῖναι, ξὺν ὄχῳ ταχυήρει

### 30.4

πέμψατε πόντονδ’· ἔνθα δὲ λαίλαπι

### 30.5

χειμωνοτύπῳ, βροντῇ στεροπῇ τ’

### 35.1

ὀμβροφόροισίν τ’ ἀνέμοις ἀγρίας

### 35.2

ἁλὸς ἀντήσαντες ὄλοιντο,

### 35.3

πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει,

### 35.4

σφετεριξάμενοι πατραδέλφειαν

### 35.5

τήνδ’ ἀκόντων ἐπιβῆναι.

### 40.1

νῦν δ’ ἐπικεκλομένα[στρ. α.

### 40.2

Δῖον πόρτιν ὑπερ‐

### 40.3

πόντιον τιμάορ’ ἶνίν τ’

### 40.4

ἀνθονόμον τᾶς προγόνου

### 40.5

βοὸς ἐξ ἐπιπνοίας

### 45.1

Ζηνός· ἔφαψιν ἐπωνυμίᾳ

### 45.2

δ’ ἐπεκραίνετο μόρσιμος αἰὼν

### 47-48

εὐλόγως, Ἔπαφόν τ’ ἐγέννασεν·

### 49

ὅντ’ ἐπιλεξαμένα,[ἀντ. α.

### unit_14.1

νῦν ἐν ποιονόμοις

### unit_14.2

ματρὸς ἀρχαίας τόποις τῶν

### unit_14.3

πρόσθε πόνων μνασαμένα

### unit_14.4

τά τε νῦν ἐπιδείξω

### unit_14.5

πιστὰ τεκμήρια γαιονόμοις,

### 55.1

τὰ δ’ ἄελπτά περ ὄντα φανεῖται.

### 55.2

γνώσεται δὲ λόγους τις ἐν μάκει.

### 57-58

εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων[στρ. β.

### 59

ἔγγαιος οἶκτον [οἰκτρὸν] ἀίων,

### 60.1

δοξάσει τιν’ ἀκούειν ὄπα τᾶς Τηρεΐας

### 60.2

† Μήτιδος οἰκτρᾶς ἀλόχου,

### 60.3

κιρκηλάτου τ’ Ἀηδόνης,

### 62.1

ἅτ’ ἀπὸ χώρων ποταμῶν τ’ ἐργομένα[ἀντ. β.

### 62.2

πενθεῖ μὲν οἶκτον ἠθέων,

### 65.1

ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως

### 65.2

ὤλετο πρὸς χειρὸς ἕθεν

### 65.3

δυσμάτορος κότου τυχών·

### 68-69

τὼς καὶ ἐγὼ φιλόδυρτος Ἰαονίοισι νόμοισι[στρ. γ.

### 70.1

δάπτω τὰν ἁπαλὰν

### 70.2

εἱλοθερῆ παρειὰν

### unit_23.1

ἀπειρόδακρύν τε καρδίαν.

### unit_23.2

γοεδνὰ δ’ ἀνθεμίζομαι

### unit_23.3

δειμαίνουσα φίλους, τᾶσδε φυγᾶς

### 75.1

Ἀερίας ἀπὸ γᾶς

### 75.2

εἴ τις ἐστὶ κηδεμών.

### 77-78

ἀλλά, θεοὶ γενέται, κλύετ’ εὖ τὸ δίκαιον ἰδόντες·[ἀντ. γ.

### 79

ἥβᾳ μὴ τέλεον

### 80.1

δόντες ἔχειν παρ’ αἶσαν,

### 80.2

ὕβριν δ’ ἐτύμως στυγοῦντες,

### 80.3

πέλοιτ’ ἂν ἔνδικοι γάμοις.

### 80.4

ἔστι δὲ κἀκ πολέμου τειρομένοις

### 80.5

βωμὸς ἀρῆς φυγάσιν

### 85

ῥῦμα, δαιμόνων σέβας.

### 85.1

† εἴθ’ εἴη Διὸς εὖ παναληθῶς[στρ. δ.

### 85.2

Διὸς ἵμερος· οὐκ εὐθήρατος ἐτύχθη.

### 85.3

παντᾷ τοι φλεγέθει

### 85.4

κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ

### 90

μερόπεσσι λαοῖς.

### 90.1

πίπτει δ’ ἀσφαλὲς οὐδ’ ἐπὶ νώτῳ[ἀντ. δ.

### 90.2

κορυφᾷ Διὸς εἰ κρανθῇ πρᾶγμα τέλειον.

### 90.3

δαυλοὶ γὰρ πραπίδων

### 90.4

δάσκιοί τε τείνουσιν πόροι

### 95.1

κατιδεῖν ἄφραστοι.

### 95.2

ἰάπτει δ’ ἐλπίδων[στρ. ε.

### 95.3

ἀφ’ ὑψιπύργων πανώλεις

### 98-99

βροτούς, βίαν δ’ οὔτιν’ ἐξοπλίζει·

### unit_34.1

πᾶν ἄπονον δαιμονίων·

### unit_34.2

ἥμενος ὃν φρόνημά πως

### unit_34.3

αὐτόθεν ἐξέπραξεν ἔμ‐

### unit_34.4

πας ἑδράνων ἀφ’ ἁγνῶν.

### 103

ἰδέσθω δ’ εἰς ὕβριν[ἀντ. ε.

### 105

βρότειον, οἵα νεάζει,

### 106-107

πυθμὴν δι’ ἁμὸν γάμον τεθαλὼς

### 108.1

δυσπαραβούλοισι φρεσίν,

### 108.2

καὶ διάνοιαν μαινόλιν

### 110.1

κέντρον ἔχων ἄφυκτον, ἄ‐

### 110.2

τᾳ δ’ ἀπάταν μεταγνούς.

### 111.1

τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω[στρ. ζ.

### 111.2

λιγέα βαρέα δακρυοπετῆ,

### 111.3

ἰὴ ἰή,

### 115.1

ἰηλέμοισιν ἐμπρεπῆ·

### 115.2

ζῶσα γόοις με τιμῶ.

### 116

ἱλεῶμαι μὲν Ἀπίαν βοῦνιν,[ἐφυμν. α.

### 118-119

καρβᾶνα δ’ αὐδὰν εὖ, γᾶ, κοννεῖς.

### 120-121

πολλάκι δ’ ἐμπίτνω λακίδι σὺν λινοσινεῖ

### 122

Σιδονίᾳ καλύπτρᾳ.

### 122.1

θεοῖς δ’ ἐναγέα τέλεα πελομένων καλῶς[ἀντ. ζ.

### 122.2

ἐπίδρομ’, ὁπόθι θάνατος ἀπῇ.

### 125.1

ἰὼ ἰώ,

### 125.2

ἰὼ δυσάγκριτοι πόνοι.

### 125.3

ποῖ τόδε κῦμ’ ἀπάξει;

### 128-129

ἱλεῶμαι μὲν Ἀπίαν βοῦνιν,[ἐφυμν. α.

### 130

καρβᾶνα δ’ αὐδὰν εὖ, γᾶ, κοννεῖς.

### 131-132

πολλάκι δ’ ἐμπίτνω λακίδι σὺν λινοσινεῖ

### 133

Σιδονίᾳ καλύπτρᾳ.

### 133

πλάτα μὲν οὖν[στρ. η.

### 135.1

λινορραφής τε δόμος ἅλα στέγων δορὸς

### 135.2

ἀχείματόν μ’ ἔπεμπε σὺν

### 135.3

πνοαῖς· οὐδὲ μέμφομαι·

### 135.4

τελευτὰς δ’ ἐν χρόνῳ

### 135.5

πατὴρ ὁ παντόπτας

### 140

πρευμενεῖς κτίσειεν.

### 140.1

σπέρμα σεμνᾶς μέγα ματρός, εὐνὰς[ἐφυμν. β.

### 140.2

ἀνδρῶν, ἒ ἔ,

### 140.3

ἄγαμον ἀδάματον ἐκφυγεῖν.

### 143

θέλουσα δ’ αὖ[ἀντ. η.

### 145.1

θέλουσαν ἁγνά μ’ ἐπιδέτω Διὸς κόρα,

### 145.2

ἔχουσα σέμν’ ἐνώπι’ ἀ‐

### 145.3

σφαλέα, παντὶ δὲ σθένει

### 145.4

† διωγμοῖσι δ’ ἀσφαλέας

### 145.5

ἀδμῆτος ἀδμήτα

### unit_58

ῥύσιος γενέσθω.

### unit_59.1

σπέρμα σεμνᾶς μέγα ματρός, εὐνὰς[ἐφυμν. β.

### unit_59.2

ἀνδρῶν, ἒ ἔ,

### unit_59.3

ἄγαμον ἀδάματον ἐκφυγεῖν.

### 153

εἰ δὲ μή, μελανθὲς[στρ. θ.

### 155.1

ἡλιόκτυπον γένος

### 155.2

τὸν γάιον,

### 155.3

τὸν πολυξενώτατον,

### 155.4

Ζῆνα τῶν κεκμηκότων

### 155.5

ἱξόμεσθα σὺν κλάδοις

### 160.1

ἀρτάναις θανοῦσαι,

### 160.2

μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων.

### 161.1

ἆ Ζήν, Ἰοῦς· ἰὼ μῆνις[ἐφυμν. γ.

### 161.2

μάστειρ’ ἐκ θεῶν·

### 161.3

κοννῶ δ’ ἄταν

### 165.1

γαμετᾶν οὐρανονίκων.

### 165.2

χαλεποῦ γὰρ ἐκ

### unit_65.1

πνεύματος εἶσι χειμών.

### unit_65.2

καὶ τότ’ οὐ δικαίοις[ἀντ. θ.

### unit_65.3

Ζεὺς ἐνέξεται ψόγοις,

### 170.1

τὸν τᾶς βοὸς

### 170.2

παῖδ’ ἀτιμάσας, τὸν αὐ‐

### 170.3

τός ποτ’ ἔκτισεν γόνῳ,

### 170.4

νῦν ἔχων παλίντροπον

### 170.5

ὄψιν ἐν λιταῖσιν;

### 175

ὑψόθεν δ’ εὖ κλύοι καλούμενος.

### 175a

〈ἆ Ζήν, Ἰοῦς· ἰὼ μῆνις[ἐφυμν. γ.

### 175b

μάστειρ’ ἐκ θεῶν·

### 175c

κοννῶ δ’ ἄταν

### 175d

γαμετᾶν οὐρανονίκων.

### 175e

χαλεποῦ γὰρ ἐκ

### 175f

πνεύματος εἶσι χειμών.〉

### 176

ΔΑΝΑΟΣ

### 176.1

παῖδες, φρονεῖν χρή· ξὺν φρονοῦντι δ’ ἥκετε

### 176.2

πιστῷ γέροντι τῷδε ναυκλήρῳ πατρί.

### 176.3

καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβεῖν

### 176.4

αἰνῶ φυλάξαι θ’ ἅμ’ ἔπη δελτουμένας.

### 180.1

ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ·

### 180.2

σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι·

### 180.3

ὄχλον δ’ ὑπασπιστῆρα καὶ δορυσσόον

### 180.4

λεύσσω, ξὺν ἵπποις καμπύλοις τ’ ὀχήμασιν·

### 180.5

τάχ’ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται

### 185.1

ὀπτῆρας εἷεν ἀγγέλων πεπυσμένοι.

### 185.2

ἀλλ’ εἴτ’ ἀπήμων εἴτε καὶ τεθηγμένος

### unit_78.1

ὠμῇ ξὺν ὀργῇ τῶνδ’ ἐπόρνυται στόλος,

### unit_78.2

ἄμεινόν ἐστι παντὸς εἵνεκ’, ὦ κόραι,

### unit_78.3

πάγον προσίζειν τόνδ’ ἀγωνίων θεῶν.

### 190.1

κρεῖσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκος.

### 190.2

ἀλλ’ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς

### 190.3

ἱκτηρίας, ἀγάλματ’ αἰδοίου Διός,

### 190.4

σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων,

### 190.5

αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖ’ ἔπη

### 195.1

ξένους ἀμείβεσθ’, ὡς ἐπήλυδας πρέπει,

### 195.2

τορῶς λέγουσαι τάσδ’ ἀναιμάκτους φυγάς.

### 195.3

φθογγῇ δ’ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,

### 195.4

τὸ μὴ μάταιον δ’ ἐκ † μετώ πω σωφρονῶν

### 195.5

ἴτω προσώπων ὄμματος παρ’ ἡσύχου.

### unit_81.1

καὶ μὴ πρόλεσχος μηδ’ ἐφολκὸς ἐν λόγῳ

### unit_81.2

γένῃ· τὸ τῇδε κάρτ’ ἐπίφθονον γένος.

### unit_81.3

μέμνησο δ’ εἴκειν· χρεῖος εἶ ξένη φυγάς.

### unit_81.4

θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.

### unit_81.5

Χο.πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.

### 205.1

φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν

### 205.2

κεδνὰς ἐφετμάς· Ζεὺς δὲ γεννήτωρ ἴδοι.

### 205.3

Δα.ἴδοιτο δῆτα πρευμενοῦς ἀπ’ ὄμματος.

### 205.4

Χο.θέλοιμ’ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.

### 205.5

Δα.μή νυν σχόλαζε, μηχανῆς δ’ ἔστω κράτος.

### 210

Χο.ὦ Ζεῦ, κόπων οἴκτιρε μἀπολωλότας.

### unit_84.1

Δα.κείνου θέλοντος εὖ τελευτήσει τάδε.

### unit_84.2

καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε.

### unit_84.3

Χο.καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους.

### unit_84.4

Δα.ἁγνόν τ’ Ἀπόλλω, φυγάδ’ ἀπ’ οὐρανοῦ θεόν.

### 215.1

Χο.εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς.

### 215.2

Δα.συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.

### 215.3

Χο.τίν’ οὖν κικλῄσκω τῶνδε δαιμόνων ἔτι;

### 215.4

Δα.ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ.

### 215.5

Χο.ἀλλ’ εὖ τ’ ἔπεμψεν εὖ τε δεξάσθω χθονί.

### 220.1

Δα.Ἑρμῆς ὅδ’ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις.

### 220.2

Χο.ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω.

### 220.3

Δα.πάντων δ’ ἀνάκτων τῶνδε κοινοβωμίαν

### 220.4

σέβεσθ’· ἐν ἁγνῷ δ’ ἑσμὸς ὡς πελειάδων

### 220.5

ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ,

### 225.1

ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος.

### 225.2

ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;

### 225.3

πῶς δ’ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα

### 225.4

ἁγνὸς γένοιτ’ ἄν; οὐδὲ μὴ ’ν Ἅιδου θανὼν

### 225.5

φύγῃ ματαίων αἰτίας, πράξας τάδε.

### 230.1

κἀκεῖ δικάζει τἀμπλακήμαθ’, ὡς λόγος,

### 230.2

Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας.

### 230.3

σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον,

### 230.4

ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.

### 233

ΒΑΣΙΛΕΥΣ

### 234

ποδαπὸν ὅμιλον τόνδ’ ἀνελληνόστολον

### 235

πέπλοισι βαρβάροισι κἀμπυκώμασι

### unit_92.1

χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς

### unit_92.2

ἐσθὴς γυναικῶν οὐδ’ ἀφ’ Ἑλλάδος τόπων.

### unit_92.3

ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο,

### unit_92.4

ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν

### 240.1

ἔτλητ’ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει.

### 240.2

κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων

### 240.3

κεῖνται παρ’ ὑμῶν πρὸς θεοῖς ἀγωνίοις·

### 240.4

μόνον τόδ’ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.

### 240.5

† καὶ τἄλλα πόλλ’ ἐπεικάσαι δίκαιον ἦν,

### 245.1

εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.

### 245.2

Χο.εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.

### 245.3

ἐγὼ δὲ πρὸς σὲ πότερον ὡς ἔτην λέγω,

### 245.4

ἢ τηρὸν ἱεροῦ ῥάβδον, ἢ πόλεως ἀγόν;

### 245.5

Βα.πρὸς ταῦτ’ ἀμείβου καὶ λέγ’ εὐθαρσὴς ἐμοί.

### unit_95.1

τοῦ γηγενοῦς γάρ εἰμ’ ἐγὼ Παλαίχθονος

### unit_95.2

ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης.

### unit_95.3

ἐμοῦ δ’ ἄνακτος εὐλόγως ἐπώνυμον

### unit_95.4

γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.

### unit_95.5

καὶ πᾶσαν αἶαν, ἧς δί’ ἁγνὸς ἔρχεται

### 255.1

Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ.

### 255.2

ὁρίζομαι δὲ τήν τε Περραιβῶν χθόνα,

### 255.3

Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,

### 255.4

ὄρη τε Δωδωναῖα· συντέμνει δ’ ὅρος

### 255.5

ὑγρᾶς θαλάσσης· τῶνδε τἀπὶ τάδε κρατῶ.

### 260.1

αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε

### 260.2

πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.

### unit_98.1

Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας

### unit_98.2

ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα

### unit_98.3

τήνδ’ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,

### 265.1

τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασι

### 265.2

χρανθεῖς’ ἀνῆκε γαῖα † μηνεῖται ἄκη

### 265.3

δρακονθόμιλον δυσμενῆ ξυνοικίαν.

### 265.4

τούτων ἄκη τομαῖα καὶ λυτήρια

### 265.5

πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ

### 270.1

μνήμην ποτ’ ἀντίμισθον ηὕρετ’ ἐν λιταῖς.

### 270.2

ἔχουσα δ’ ἤδη τἀπ’ ἐμοῦ τεκμήρια

### 270.3

γένος τ’ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.

### 270.4

μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.

### 270.5

Χο.βραχὺς τορός θ’ ὁ μῦθος· Ἀργεῖαι γένος

### 275.1

ἐξευχόμεσθα, σπέρματ’ εὐτέκνου βοός·

### 275.2

καὶ ταῦτ’ ἀληθῆ πάντα προσφύσω λόγῳ.

### 275.3

Βα.ἄπιστα μυθεῖσθ’, ὦ ξέναι, κλύειν ἐμοί,

### 275.4

ὅπως τόδ’ ὑμῖν ἐστιν Ἀργεῖον γένος.

### 275.5

Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι

### 280.1

γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις.

### 280.2

καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν,

### 280.3

Κύπριος χαρακτήρ τ’ ἐν γυναικείοις τύποις

### 280.4

εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων·

### 280.5

Ἰνδάς τ’ ἀκούω νομάδας ἱπποβάμοσιν

### 285.1

εἶναι καμήλοις ἀστραβιζούσας χθόνα,

### 285.2

παρ’ Αἰθίοψιν ἀστυγειτονουμένας.

### 285.3

καὶ τὰς ἀνάνδρους κρεοβόρους [δ’] Ἀμαζόνας,

### 285.4

εἰ τοξοτευχεῖς ἦτε, κάρτ’ ἂν ᾔκασα

### 285.5

ὑμᾶς. διδαχθεὶς ἂν τόδ’ εἰδείην πλέον,

### 290.1

ὅπως γένεθλον σπέρμα τ’ Ἀργεῖον τὸ σόν.

### 290.2

Χο.κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ

### 290.3

Ἰὼ γενέσθαι τῇδ’ ἐν Ἀργείᾳ χθονί.

### 290.4

Βα.ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.

### 295.1

Χο.μὴ καὶ λόγος τις Ζῆνα μειχθῆναι βροτῷ;

### 295.2

Βα.κἄκρυπτά γ’ Ἥρας ταῦτα τἀμπαλάγματ’ ἦν.

### 298.1

Χο.πῶς οὖν τελευτᾷ βασιλέῳν νείκη τάδε;

### 298.2

Βα.βοῦν τὴν γυναῖκ’ ἔθηκεν Ἀργεία θεός.

### unit_107.1

Χο.οὔκουν πελάζει Ζεὺς ἔτ’ εὐκραίρῳ βοΐ;

### unit_107.2

Βα.φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας.

### unit_107.3

Χο.τί δῆτα πρὸς ταῦτ’ ἄλοχος ἰσχυρὰ Διός;

### unit_107.4

Βα.τὸν πάνθ’ ὁρῶντα φύλακ’ ἐπέστησεν βοΐ.

### unit_107.5

Χο.ποῖον πανόπτην οἰοβουκόλον λέγεις;

### 305.1

Βα.Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.

### 305.2

Χο.τί οὖν ἔτευξ’ ἔτ’ ἄλλο δυσπότμῳ βοΐ;

### 305.3

Βα.βοηλάτην μύωπα κινητήριον.

### 305.4

Χο.οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας.

### unit_109

Βα.τῇ γάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ.

### 310.1

Χο.καὶ ταῦτ’ ἔλεξας πάντα συγκόλλως ἐμοί.

### 310.2

Βα.καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.

### 313.1

Χο.καὶ Ζεύς γ’ ἐφάπτωρ χειρὶ φιτύει γόνον.

### 313.2

Βα.τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;

### 315.1

Χο.Ἔπαφος, ἀληθῶς ῥυσίων ἐπώνυμος.

### 315.2

Βα.〈Ἐπάφου δὲ τίς ...〉

### 315.3

Χο.Λιβύη, μέγιστον γῆς ... καρπουμένη.

### 315.4

Βα.τίν’ οὖν ἔτ’ ἄλλον τῆσδε βλαστημὸν λέγεις;

### 315.5

Χο.Βῆλον δίπαιδα, πατέρα τοῦδ’ ἐμοῦ πατρός.

### 320.1

Βα.τὸ πάνσοφον νῦν ὄνομα τούτου μοι φράσον.

### 320.2

Χο.Δαναός, ἀδελφὸς δ’ ἐστὶ πεντηκοντάπαις.

### 320.3

Βα.καὶ τοῦδ’ ἄνοιγε τοὔνομ’ ἀφθόνῳ λόγῳ.

### 320.4

Χο.Αἴγυπτος. εἰδὼς δ’ ἁμὸν ἀρχαῖον γένος

### 320.5

πράσσοις ἄν, ὡς Ἀργεῖον ἀντήσας στόλον.

### 325.1

Βα.δοκεῖτε 〈δή〉 μοι τῆσδε κοινωνεῖν χθονὸς

### 325.2

τἀρχαῖον· ἀλλὰ πῶς πατρῷα δώματα

### 325.3

λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;

### 325.4

Χο.ἄναξ Πελασγῶν, αἰόλ’ ἀνθρώπων κακά,

### 325.5

πόνου δ’ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν·

### 330.1

ἐπεὶ τίς ηὔχει τήνδ’ ἀνέλπιστον φυγὴν

### 330.2

κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν,

### 330.3

ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων;

### 330.4

Βα.τί φῂς ἱκνεῖσθαι τῶνδ’ ἀγωνίων θεῶν,

### 330.5

λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;

### 335.1

Χο.ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει.

### 335.2

Βα.πότερα κατ’ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;

### 335.3

Χο.τίς δ’ ἂν φιλοῦς’ ὄνοιτο τοὺς κεκτημένους;

### 335.4

Βα.σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.

### 335.5

Χο.καὶ δυστυχούντων γ’ εὐμαρὴς ἀπαλλαγή.

### 340.1

Βα.πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;

### 340.2

Χο.αἰτοῦσι μὴ ’κδοὺς παισὶν Αἰγύπτου πάλιν.

### 340.3

Βα.βαρέα σύ γ’ εἶπας, πόλεμον ἄρασθαι νέον.

### 340.4

Χο.ἀλλ’ ἡ Δίκη γε ξυμμάχων ὑπερστατεῖ.

### 340.5

Βα.εἴπερ γ’ ἀπ’ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν.

### 345.1

Χο.αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ’ ἐστεμμένην.

### 345.2

Βα.πέφρικα λεύσσων τάσδ’ ἕδρας κατασκίους.

### 345.3

Χο.βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.

### 347.1

Χο.Παλαίχθονος τέκος, κλῦθί μου[στρ. α.

### 347.2

πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ.

### unit_120.1

ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον,

### unit_120.2

λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραις

### unit_120.3

ἠλιβάτοις, ἵν’ ἀλκᾷ πίσυνος μέμυ‐

### unit_120.4

κε φράζουσα βοτῆρι μόχθους.

### 353

Βα.ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον

### 355.1

νεύονθ’ ὅμιλον τόνδ’ ἀγωνίων θεῶν.

### 355.2

εἴη δ’ ἄνατον πρᾶγμα τοῦτ’ ἀστοξένων.

### 355.3

μηδ’ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλει

### unit_123.1

νεῖκος γένηται· τῶν γὰρ οὐ δεῖται πόλις.

### unit_123.2

Χο.ἴδοιτο δῆτ’ ἄνατον φυγὰν[ἀντ. α.

### 360.1

ἱκεσία Θέμις Διὸς κλαρίου.

### 360.2

σὺ δὲ παρ’ ὀψιγόνου μάθε γεραιόφρων·

### 360.3

ποτιτρόπαιον αἰδόμενος † οὖνπερ

### 360.4

ἱεροδόκα † ...

### 360.5

θεῶν λήματ’ ἀπ’ ἀνδρὸς ἁγνοῦ.

### 365.1

Βα.οὔτοι κάθησθε δωμάτων ἐφέστιοι

### 365.2

ἐμῶν. τὸ κοινὸν δ’ εἰ μιαίνεται πόλις,

### 365.3

ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη.

### 365.4

ἐγὼ δ’ ἂν οὐ κραίνοιμ’ ὑπόσχεσιν πάρος,

### 365.5

ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι.

### 370.1

Χο.σύ τοι πόλις, σὺ δὲ τὸ δήμιον·[στρ. β.

### 370.2

πρύτανις ἄκριτος ὤν,

### 370.3

κρατύνεις βωμόν, ἑστίαν χθονός,

### 370.4

μονοψήφοισι νεύμασιν σέθεν,

### 370.5

μονοσκήπτροισι δ’ ἐν θρόνοις χρέος

### 375

πᾶν ἐπικραίνεις· ἄγος φυλάσσου.

### 375.1

Βα.ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις,

### 375.2

ὑμῖν δ’ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ·

### 375.3

οὐδ’ αὖ τόδ’ εὖφρον, τάσδ’ ἀτιμάσαι λιτάς.

### 375.4

ἀμηχανῶ δὲ καὶ φόβος μ’ ἔχει φρένας

### 380

δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν.

### 380

Χο.τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει,[ἀντ. β.

### unit_131.1

φύλακα πολυπόνων

### unit_131.2

βροτῶν, οἳ τοῖς πέλας προσήμενοι

### unit_131.3

δίκας οὐ τυγχάνουσιν ἐννόμου.

### 385.1

μένει τοι Ζηνὸς ἱκταίου κότος

### 385.2

δυσπαραθέλκτους παθόντος οἴκτοις.

### 386.1

Βα.εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν

### 386.2

νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους

### 386.3

εἶναι, τίς ἂν τοῖσδ’ ἀντιωθῆναι θέλοι;

### 390.1

δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν,

### 390.2

ὡς οὐκ ἔχουσι κῦρος οὐδὲν ἀμφὶ σοῦ.

### 391.1

Χο.μή τί ποτ’ οὖν γενοίμαν ὑποχείριος[στρ. γ.

### 391.2

κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι

### 391.3

μῆχαρ ὁρίζομαι γάμου δύσφρονος

### 395.1

φυγᾷ· ξύμμαχον δ’ ἑλόμενος Δίκαν

### 395.2

κρῖνε σέβας τὸ πρὸς θεῶν.

### 396.1

Βα.οὐκ εὔκριτον τὸ κρῖμα· μή μ’ αἱροῦ κριτήν.

### 396.2

εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε

### 396.3

πράξαιμ’ ἄν, οὐδέ περ κρατῶν, μὴ καί ποτε

### unit_138.1

εἴπῃ λεώς, εἴ πού τι μὴ τοῖον τύχοι,

### unit_138.2

‘ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν‘.

### 401.1

Χο.ἀμφοτέροις ὁμαίμων τάδ’ ἐπισκοπεῖ[ἀντ. γ.

### 401.2

Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως

### 401.3

ἄδικα μὲν κακοῖς, ὅσια δ’ ἐννόμοις.

### 405

τί τῶνδ’ ἐξ ἴσου ῥεπομένων μεταλ‐

### unit_141.1

γὲς τὸ δίκαιον ἔρξαι;

### unit_141.2

Βα.δεῖ τοι βαθείας φροντίδος σωτηρίου,

### unit_141.3

δίκην κολυμβητῆρος ἐς βυθὸν μολεῖν

### unit_141.4

δεδορκὸς ὄμμα, μηδ’ ἄγαν ᾠνωμένον,

### 410.1

ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει,

### 410.2

αὐτοῖσί θ’ ἡμῖν ἐκτελευτήσει καλῶς,

### 410.3

καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται,

### 410.4

μήτ’ ἐν θεῶν ἕδραισιν ὧδ’ ἱδρυμένας

### 410.5

ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν

### 415.1

βαρὺν ξύνοικον θησόμεσθ’ ἀλάστορα,

### 415.2

ὃς οὐδ’ ἐν Ἅιδου τὸν ἀλιτόντ’ ἐλευθεροῖ.

### 415.3

μῶν οὐ δοκεῖ δεῖν φροντίδος σωτηρίου;

### 417.1

Χο.φρόντισον καὶ γενοῦ[στρ. δ.

### 417.2

πανδίκως εὐσεβὴς πρόξενος·

### 420.1

τὰν φυγάδα μὴ προδῷς,

### 420.2

τὰν ἕκαθεν ἐκβολαῖς

### 420.3

δυσθέοις ὀρμέναν·

### 422.1

μηδ’ ἴδῃς μ’ ἐξ ἑδρᾶν[ἀντ. δ.

### 422.2

πολυθέων ῥυσιασθεῖσαν, ὦ

### 425.1

πᾶν κράτος ἔχων χθονός.

### 425.2

γνῶθι δ’ ὕβριν ἀνέρων

### 425.3

καὶ φύλαξαι κότον.

### 427.1

μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν[στρ. ε.

### 427.2

ἀπὸ βρετέων βίᾳ

### 430.1

δίκας ἀγομέναν

### 430.2

ἱππαδὸν ἀμπύκων,

### unit_150.1

πολυμίτων πέπλων τ’ ἐπιλαβὰς ἐμῶν.

### unit_150.2

ἴσθι γάρ· παισὶ τάδε καὶ δόμοις,[ἀντ. ε.

### unit_150.3

ὁπότερ’ ἂν κτίσῃς,

### 435.1

μένει δορὶ τίνειν

### 435.2

ὁμοΐαν θέμιν.

### 435.3

τάδε φράσαι· δίκαια Διόθεν κράτη.

### 437.1

Βα.καὶ δὴ πέφρασμαι· δεῦρο δ’ ἐξοκέλλεται·

### 437.2

ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν

### 440.1

πᾶς’ ἔστ’ ἀνάγκη, καὶ γεγόμφωται σκάφος

### 440.2

στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.

### 440.3

ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.

### 440.4

καὶ χρήμασιν μὲν ἐκ δόμων πορθουμένοις

### 445

γένοιτ’ ἂν ἄλλα κτησίου Διὸς χάριν

### 444

ἄτης γε μείζω, καὶ μετεμπλήσαι γόμον.

### 446

καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,

### 448

[ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια,]

### 447

γένοιτο μύθου μῦθος ἂν θελκτήριος·

### 449

ὅπως δ’ ὅμαιμον αἷμα μὴ γενήσεται,

### unit_160.1

δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια

### unit_160.2

θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.

### unit_160.3

ἦ κάρτα νείκους τοῦδ’ ἐγὼ παροίχομαι·

### unit_160.4

θέλω δ’ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν

### unit_160.5

εἶναι· γένοιτο δ’ εὖ, παρὰ γνώμην ἐμήν.

### 455.1

〈Χο.〉πολλῶν ἄκουσον τέρματ’ αἰδοίων λόγων.

### 455.2

Βα.ἤκουσα, καὶ λέγοις ἄν· οὔ με φεύξεται.

### unit_162.1

Χο.ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων.

### unit_162.2

〈Βα.〉τάχ’ ἂν γυναικῶν ταῦτα συμπρεπῆ πέλοι.

### unit_162.3

〈Χο.〉ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή—

### 460.1

Βα.λέξον τίν’ αὐδὴν τήνδε γηρυθεῖς’ ἔσῃ.

### 460.2

Χο.εἰ μή τι πιστὸν τῷδ’ ὑποστήσεις στόλῳ—

### 460.3

〈Βα.〉τί σοι περαίνει μηχανὴ συζωμάτων;

### 460.4

Χο.νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.

### 460.5

Βα.αἰνιγματῶδες τοὔπος· ἀλλ’ ἁπλῶς φράσον.

### 465.1

Χο.ἐκ τῶνδ’ ὅπως τάχιστ’ ἀπάγξασθαι θεῶν.

### 465.2

Βα.ἤκουσα μαστικτῆρα καρδίας λόγον.

### 465.3

Χο.ξυνῆκας· ὠμμάτωσα γὰρ σαφέστερον.

### 465.4

〈Βα.〉ναί·

### 468.1

ἦ πολλαχῇ γε δυσπάλαιστα πράγματα,

### 468.2

κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται·

### 470.1

ἄτης δ’ ἄβυσσον πέλαγος οὐ μάλ’ εὔπορον

### 470.2

τόδ’ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν.

### 470.3

εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ’ ἐκπράξω χρέος,

### 470.4

μίασμ’ ἔλεξας οὐχ ὑπερτοξεύσιμον·

### 470.5

εἰ δ’ αὖθ’ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν

### 475.1

σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,

### 475.2

πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,

### 475.3

ἄνδρας γυναικῶν οὕνεχ’ αἱμάξαι πέδον;

### 475.4

ὅμως δ’ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον

### 475.5

ἱκτῆρος· ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.

### 480.1

σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,

### 480.2

. . . . . . .

### 481

κλάδους τε τούτους αἶψ’ ἐν ἀγκάλαις λαβὼν

### unit_170.1

βωμοὺς ἐπ’ ἄλλους δαιμόνων ἐγχωρίων

### unit_170.2

θές, ὡς ἴδωσι τῆσδ’ ἀφίξεως τέκμαρ

### unit_170.3

πάντες πολῖται, μηδ’ ἀπορριφθῇ ψόγος

### 485.1

ἐμοῦ· κατ’ ἀρχῆς γὰρ φιλαίτιος λεώς.

### 485.2

καὶ γὰρ τάχ’ ἄν τις οἰκτίσας ἰδὼν τάδε

### 485.3

ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,

### 485.4

ὑμῖν δ’ ἂν εἴη δῆμος εὐμενέστερος·

### 485.5

τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.

### 490.1

〈Δα.〉πολλῶν τάδ’ ἡμῖν ἐστιν ἠξιωμένα,

### 490.2

αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.

### 490.3

ὀπάονας δὲ φράστοράς τ’ ἐγχωρίων

### 490.4

ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν

### 490.5

βωμοὺς προνάους καὶ † πολισσούχων ἕδρας

### 495.1

εὕρωμεν, ἀσφάλεια δ’ ᾖ δι’ ἄστεως

### 495.2

στείχουσι· μορφῆς δ’ οὐχ ὁμόστολος φύσις.

### 495.3

Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος

### 495.4

τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον·

### 495.5

καὶ δὴ φίλον τις ἔκταν’ ἀγνοίας ὕπο.

### unit_174.1

Βα.στείχοιτ’ ἄν, ἄνδρες· εὖ γὰρ ὁ ξένος λέγει.

### unit_174.2

ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας·

### unit_174.3

καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν

### unit_174.4

ναύτην ἄγοντας τόνδ’ ἐφέστιον θεῶν.

### unit_174.5

Χο.τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι·

### 505.1

ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις ἐμοί;

### 505.2

Βα.κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου.

### 505.3

Χο.καὶ δή σφε λείπω χειρία λόγοις σέθεν.

### unit_176.1

Βα.λευρὸν κατ’ ἄλσος νῦν ἐπιστρέφου τόδε.

### unit_176.2

Χο.καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με;

### 510.1

Βα.οὔτοι πτερωτῶν ἁρπαγαῖς 〈σ’〉 ἐκδώσομεν.

### 510.2

Χο.ἀλλ’ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν;

### 510.3

Βα.εὔφημον εἴη τοὔπος εὐφημουμένῃ.

### 510.4

Χο.οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρένα.

### 510.5

Βα.ἀεὶ δ’ † ἀνάκτων ἐστι δεῖμ’ ἐξαίσιον.

### 515.1

Χο.σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα.

### 515.2

Βα.ἀλλ’ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ.

### 515.3

ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους

### 515.4

στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ·

### 515.5

καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν.

### 520.1

πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους

### 520.2

λιταῖς παραιτοῦ τῶν ς’ ἔρως ἔχει τυχεῖν.

### 520.3

ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι·

### 520.4

πειθὼ δ’ ἕποιτο καὶ τύχη πρακτήριος.

### 523

Χο.ἄναξ ἀνάκτων, μακάρων[στρ. α.

### 525.1

μακάρτατε καὶ τελέων

### 525.2

τελειότατον κράτος, ὄλβιε Ζεῦ,

### 525.3

πιθοῦ τε καὶ γενέσθω.

### 525.4

ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας·

### 525.5

λίμνᾳ δ’ ἔμβαλε πορφυροειδεῖ

### 530

τὰν μελανόζυγ’ ἄταν.

### 530.1

τὸ πρὸς γυναικῶν 〈δ’〉 ἐπιδὼν[ἀντ. α.

### 530.2

παλαίφατον ἁμέτερον

### 530.3

γένος φιλίας προγόνου γυναικὸς

### unit_184

νέωσον εὔφρον’ αἶνον·

### 535.1

γενοῦ πολυμνήστωρ, ἔφαπτορ Ἰοῦς.

### 535.2

Δῖαί τοι γένος εὐχόμεθ’ εἶναι

### 535.3

γᾶς ἀπὸ τᾶσδ’ ἔνοικοι.

### 537.1

παλαιὸν δ’ εἰς ἴχνος μετέσταν,[στρ. β.

### 537.2

ματέρος ἀνθονόμους ἐπωπάς,

### 540.1

λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ

### 540.2

οἴστρῳ ἐρεσσομένα

### 540.3

φεύγει ἁμαρτίνοος,

### 540.4

πολλὰ βροτῶν διαμειβομένα

### 540.5

φῦλα, διχῇ δ’ ἀντίπορον

### 545.1

γαῖαν ἐν αἴσᾳ διατέμνοντα πόρον

### 545.2

κυματίαν ὁρίζει·

### 546.1

ἰάπτει δ’ Ἀσίδος δι’ αἴας[ἀντ. β.

### 546.2

μηλοβότου Φρυγίας διαμπάξ·

### 546.3

περᾷ δὲ Τεύθραντος ἄστυ Μυσὸν

### unit_190.1

Λύδιά τ’ ἂγ γύαλα,

### unit_190.2

καὶ δι’ ὀρῶν Κιλίκων

### unit_190.3

Παμφύλων τε διορνυμένα

### unit_190.4

† τὰν ποταμοὺς [δ’] ἀενάους

### unit_190.5

καὶ βαθύπλουτον χθόνα καὶ τὰν Ἀφροδί‐

### 555

τας πολύπυρον αἶαν·

### 555

† ἱκνεῖται δ’ εἰσικνουμένου βέλει[στρ. γ.

### unit_193.1

βουκόλου πτερόεντος

### unit_193.2

Δῖον πάμβοτον ἄλσος,

### unit_193.3

λειμῶνα χιονόβοσκον ὅντ’ ἐπέρχεται

### 560.1

Τυφῶ μένος

### 560.2

ὕδωρ τε Νείλου νόσοις ἄθικτον,

### 560.3

μαινομένα πόνοις ἀτί‐

### 560.4

μοις ὀδύναις τε κεντροδα‐

### 560.5

λήτισι θυιὰς Ἥρας.

### 565.1

βροτοὶ δ’, οἳ γᾶς τότ’ ἦσαν ἔννομοι,[ἀντ. γ.

### 565.2

χλωρῷ δείματι θυμὸν

### 565.3

πάλλοντ’ ὄψιν ἀήθη,

### 565.4

βοτὸν ἐσορῶντες δυσχερὲς μειξόμβροτον,

### 565.5

τὰν μὲν βοός,

### 570.1

τὰν δ’ αὖ γυναικός· τέρας δ’ ἐθάμβουν.

### 570.2

καὶ τότε δὴ τίς ἦν ὁ θέλ‐

### 570.3

ξας πολύπλαγκτον ἀθλίαν

### 570.4

οἰστροδόνητον Ἰώ;

### 573

δι’ αἰῶνος κρέων ἀπαύστου[στρ. δ.

### 575.1

Ζεὺς ...

### 575.2

βία δ’ ἀπημάντῳ σθένει

### 575.3

καὶ θείαις ἐπιπνοίαις

### 575.4

παύεται, δακρύων δ’ ἀπο‐

### 575.5

στάζει πένθιμον αἰδῶ.

### 580

λαβοῦσα δ’ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ

### unit_200.1

γείνατο παῖδ’ ἀμεμφῆ,

### unit_200.2

δι’ αἰῶνος μακροῦ πάνολβον·[ἀντ. δ.

### unit_200.3

ἔνθεν πᾶσα βοᾷ χθών,

### unit_200.4

‘φυσιζόου γένος τόδε

### 585.1

Ζηνός ἐστιν ἀληθῶς·

### 585.2

τίς γὰρ ἂν κατέπαυσεν Ἥ‐

### 585.3

ρας νόσους ἐπιβούλους;‘

### 585.4

Διὸς τόδ’ ἔργον· καὶ τόδ’ ἂν γένος λέγων

### 585.5

ἐξ Ἐπάφου κυρήσαις.

### 590.1

τίν’ ἂν θεῶν ἐνδικωτέροισιν[στρ. ε.

### 590.2

κεκλοίμαν εὐλόγως ἐπ’ ἔργοις;

### 590.3

〈αὐτὸς ὁ〉 πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ,

### 590.4

γένους παλαιόφρων μέγας

### 590.5

τέκτων, τὸ πᾶν

### 594

μῆχαρ οὔριος Ζεύς.

### 595.1

ὑπ’ ἀρχᾶς δ’ οὔτινος θοάζων[ἀντ. ε.

### 595.2

† τὸ μεῖον κρεῖσσον ὢν κρατύνει,

### 595.3

οὔτινος ἄνωθεν ἡμένου σέβων κράτος.

### 595.4

πάρεστι δ’ ἔργον ὡς ἔπος

### 595.5

σπεῦσαί τι τῶν

### 599

βούλιος φέρει φρήν.

### unit_206.1

Δα.θαρσεῖτε παῖδες· εὖ τὰ τῶν ἐγχωρίων·

### unit_206.2

δήμου δέδοκται παντελῆ ψηφίσματα.

### unit_206.3

Χο.ὦ χαῖρε πρέσβυ, φίλτατ’ ἀγγέλλων ἐμοί·

### unit_206.4

ἔνισπε δ’ ἡμῖν, ποῖ κεκύρωται τέλος,

### unit_207

δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται;

### 605.1

Δα.ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,

### 605.2

ἀλλ’ ὥστ’ ἀνηβῆσαί με γηραιᾷ φρενί·

### 605.3

πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις

### 605.4

ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον·

### 605.5

ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους

### 610.1

κἀρρυσιάστους ξύν τ’ ἀσυλίᾳ βροτῶν·

### 610.2

καὶ μήτ’ ἐνοίκων μήτ’ ἐπηλύδων τινὰ

### 610.3

ἄγειν· ἐὰν δὲ προστιθῇ τὸ καρτερόν,

### 610.4

τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων

### 610.5

ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.

### 615.1

τοιάνδ’ ἔπειθε ῥῆσιν ἀμφ’ ἡμῶν λέγων

### 615.2

ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον

### 615.3

μέγαν προφωνῶν μή ποτ’ εἰσόπιν χρόνου

### 615.4

πόλιν παχῦναι, ξενικὸν ἀστικόν θ’ ἅμα

### 615.5

λέγων διπλοῦν μίασμα πρὸς πόλεως φανὲν

### 620.1

ἀμήχανον βόσκημα πημονῆς πέλειν.

### 620.2

τοιαῦτ’ ἀκούων χερσὶν Ἀργεῖος λεὼς

### 620.3

ἔκραν’ ἄνευ κλητῆρος ὣς εἶναι τάδε.

### 620.4

δημηγόρους δ’ ἤκουσεν εὐπιθεῖς στροφὰς

### 620.5

δῆμος Πελασγῶν· Ζεὺς δ’ ἐπέκρανεν τέλος.

### 625.1

Χο.ἄγε δή, λέξωμεν ἐπ’ Ἀργείοις

### 625.2

εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς.

### 625.3

Ζεὺς δ’ ἐφορεύοι ξένιος ξενίου

### 625.4

στόματος τιμὰς ἐπ’ ἀληθείᾳ,

### unit_213

τέρμον’ ἀμέμπτως πρὸς ἅπαντα·

### 630.1

νῦν ὅτε καὶ θεοὶ[στρ. α.

### 630.2

Διογενεῖς κλύοιτ’ εὐ‐

### 630.3

κταῖα γένει χεούσας·

### 630.4

μήποτε πυρίφατον

### 630.5

τάνδε Πελασγίαν [πόλιν]

### 635.1

τὸν ἄχορον βοᾶν

### 635.2

κτίσαι μάχλον Ἄρη,

### 635.3

τὸν ἀρότοις θερί‐

### 635.4

ζοντα βροτοὺς ἐνάλλοις·

### 638

οὕνεκ’ ᾤκτισαν ἡμᾶς,

### 640.1

ψῆφον δ’ εὔφρον’ ἔθεντο,

### 640.2

αἰδοῦνται δ’ ἱκέτας Διός,

### 640.3

ποίμναν τάνδ’ ἀμέγαρτον·

### 642.1

οὐδὲ μετ’ ἀρσένων[ἀντ. α.

### 642.2

ψῆφον ἔθεντ’ ἀτιμώ‐

### 645.1

σαντες ἔριν γυναικῶν,

### 645.2

Δῖον ἐπιδόμενοι

### 645.3

πράκτορ’, ἅτε σκοπόν,

### 645.4

δυσπολέμητον, ὃν

### 645.5

τίς ἂν δόμος ἔχοι

### unit_220.1

ἐπ’ ὀρόφων ἰαί‐

### unit_220.2

νοντα; βαρὺς δ’ ἐφίζει.

### 651

ἅζονται γὰρ ὁμαίμους

### unit_222.1

Ζηνὸς ἵκτορας ἁγνοῦ.

### unit_222.2

τοιγάρτοι καθαροῖσι βω‐

### 655

μοῖς θεοὺς ἀρέσονται.

### 655.1

τοιγὰρ ὑποσκίων[στρ. β.

### 655.2

ἐκ στομάτων ποτά‐

### 655.3

σθω φιλότιμος εὐχά,

### 655.4

μήποτε λοιμὸς ἀνδρῶν

### 660.1

τάνδε πόλιν κενώσαι·

### 660.2

μηδ’ ἐπιχωρίοις 〈στάσισ〉

### 660.3

πτώμασιν αἱματίσαι πέδον γᾶς.

### 662.1

ἥβας δ’ ἄνθος ἄδρεπτον

### 662.2

ἔστω, μηδ’ Ἀφροδίτας

### 665.1

εὐνάτωρ βροτολοιγὸς Ἄ‐

### 665.2

ρης κέρσειεν ἄωτον.

### 666.1

καὶ γεραροῖσι πρε‐[ἀντ. β.

### 666.2

σβυτοδόκοι γέμου‐

### 666.3

σαι θυμέλαι φλεγόντων.

### 670.1

τὼς πόλις εὖ νέμοιτο

### 670.2

Ζῆνα μέγαν σεβόντων,

### 670.3

τὸν ξένιον δ’ ὑπερτάτως,

### 670.4

ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ.

### 673

τίκτεσθαι δ’ ἐφόρους γᾶς

### 675.1

ἄλλους εὐχόμεθ’ αἰεί,

### 675.2

Ἄρτεμιν δ’ ἑκάταν γυναι‐

### unit_232.1

κῶν λόχους ἐφορεύειν.

### unit_232.2

μηδέ τις ἀνδροκμὴς[στρ. γ.

### unit_232.3

λοιγὸς ἐπελθέτω

### 680.1

τάνδε πόλιν δαΐζων,

### 680.2

ἄχορον ἀκίθαριν

### 680.3

δακρυογόνον Ἄρη

### 680.4

βοάν τ’ ἔνδημον ἐξοπλίζων.

### 683

νούσων δ’ ἑσμὸς ἀπ’ ἀστῶν

### 685.1

ἵζοι κρατὸς ἀτερπής·

### 685.2

εὐμενὴς δ’ ὁ Λύκειος ἔ‐

### 685.3

στω πάσᾳ νεολαίᾳ.

### 687.1

καρποτελῆ δέ τοι[ἀντ. γ.

### 687.2

Ζεὺς ἐπικραινέτω

### 690.1

φέρματι γᾶν πανώρῳ·

### 690.2

πρόνομα δὲ βότ’ ἀγροῖς

### 690.3

πολύγονα τελέθοι·

### 690.4

τὸ πᾶν τ’ ἐκ δαιμόνων λάχοιεν.

### 693

εὔφημον δ’ ἐπὶ βωμοῖς

### 695.1

μοῦσαν θείατ’ ἀοιδοί·

### 695.2

ἁγνῶν τ’ ἐκ στομάτων φερέ‐

### 695.3

σθω φήμα φιλοφόρμιγξ.

### 697

φυλάσσοι τ’ ἀτρεμαῖα τιμὰς[στρ. δ.

### unit_241

τὸ δάμιον, τὸ πτόλιν κρατύνει,

### unit_242.1

προμαθὶς εὐκοινόμητις ἀρχά·

### unit_242.2

ξένοισί τ’ εὐξυμβόλους,

### unit_242.3

πρὶν ἐξοπλίζειν Ἄρη,

### unit_242.4

δίκας ἄτερ πημάτων διδοῖεν.

### 703

θεοὺς δ’, οἳ γᾶν ἔχουσιν, αἰεὶ[ἀντ. δ.

### 705.1

τίοιεν ἐγχωρίοις πατρῴαις

### 705.2

δαφνηφόροις βουθύτοισι τιμαῖς.

### 705.3

τὸ γὰρ τεκόντων σέβας

### 705.4

τρίτον τόδ’ ἐν θεσμίοις

### 705.5

Δίκας γέγραπται μεγιστοτίμου.

### 710.1

Δα.εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι·

### 710.2

ὑμεῖς δὲ μὴ τρέσητ’ ἀκούσασαι πατρὸς

### 710.3

ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους.

### 710.4

ἱκεταδόκου γὰρ τῆσδ’ ἀπὸ σκοπῆς ὁρῶ

### 710.5

τὸ πλοῖον. εὔσημον γάρ· οὔ με λανθάνει

### 715.1

στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς,

### 715.2

καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπους’ ὁδόν,

### 715.3

οἴακος εὐθυντῆρος ὑστάτου νεὼς

### 715.4

ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη.

### 715.5

πρέπουσι δ’ ἄνδρες νήιοι μελαγχίμοις

### 720.1

γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν,

### 720.2

καὶ τἄλλα πλοῖα πᾶσά θ’ ἡ ’πικουρία

### 720.3

εὔπρεπτος· αὐτὴ δ’ ἡγεμὼν ὑπὸ χθόνα

### 720.4

στείλασα λαῖφος παγκρότως ἐρέσσεται.

### 720.5

ἀλλ’ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως

### 725.1

πρὸς πρᾶγμ’ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν.

### 725.2

ἐγὼ δ’ ἀρωγοὺς ξυνδίκους θ’ ἥξω λαβών.

### 725.3

ἴσως γὰρ ἂν κῆρύξ τις ἢ πρέσβη μόλοι,

### 725.4

ἄγειν θέλοντες, ῥυσίων ἐφάπτορες.

### 725.5

ἀλλ’ οὐδὲν ἔσται τῶνδε· μὴ τρέσητέ νιν.

### 730.1

ὅμως 〈δ’〉 ἄμεινον, εἰ βραδύνοιμεν βοῇ,

### 730.2

ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε.

### 730.3

θάρσει· χρόνῳ τοι κυρίῳ τ’ ἐν ἡμέρᾳ

### 730.4

θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην.

### 730.5

Χο.πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι

### 735

ἥκουσι· μῆκος δ’ οὐδὲν ἐν μέσῳ χρόνου.

### 735.1

—περίφοβόν μ’ ἔχει τάρβος ἐτητύμως[στρ. α.

### 735.2

πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι.

### 735.3

παροίχομαι, πάτερ, δείματι.

### 738

Δα.ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα,

### 740.1

θάρσει· μαχοῦνται περὶ σέθεν, σάφ’ οἶδ’ ἐγώ.

### 740.2

〈Χο.〉ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος

### 740.3

μάχης τ’ ἄπληστον· καὶ λέγω πρὸς εἰδότα.

### 742.1

—δοριπαγεῖς δ’ ἔχοντες κυανώπιδας[ἀντ. α.

### 742.2

νῆας ἔπλευσαν ὧδ’ ἐπιτυχεῖ κότῳ

### 745

πολεῖ μελαγχίμῳ σὺν στρατῷ.

### 745.1

Δα.πολλοὺς δέ γ’ εὑρήσουσιν ἐν μεσημβρίας

### 745.2

θάλπει βραχίον’ εὖ κατερρινημένους.

### 745.3

〈Χο.〉μόνην δὲ μὴ πρόλειπε· λίσσομαι, πάτερ.

### unit_257

γυνὴ μονωθεῖς’ οὐδέν· οὐκ ἔνεστ’ Ἄρης.

### unit_258.1

—οὐλόφρονες δ’ ἐκεῖνοι, δολομήτιδες[στρ. β.

### unit_258.2

δυσάγνοις φρεσίν, κόρακες ὥστε, βω‐

### unit_258.3

μῶν ἀλέγοντες οὐδέν.

### 752.1

Δα.καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτ’, ὦ τέκνα,

### 752.2

εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο.

### 755.1

〈Χο.〉οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη

### 755.2

δείσαντες ἡμῶν χεῖρ’ ἀπόσχωνται, πάτερ.

### 756.1

—περίφρονες δ’ ἄγαν ἀνιέρῳ μένει[ἀντ. β.

### 756.2

μεμαργωμένοι κυνοθρασεῖς, θεῶν

### 756.3

οὐδὲν ἐπαΐοντες.

### 760.1

Δα.ἀλλ’ ἔστι φήμη κρείσσονας λύκους κυνῶν

### 760.2

εἶναι· βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν.

### 760.3

〈Χο.〉† ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλων

### 760.4

ἔχοντας ὀργάς, χρὴ φυλάσσεσθαι κράτος.

### 760.5

Δα.οὔτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολή,

### 765.1

οὐδ’ ὅρμος, οὗ δεῖ πεισμάτων σωτήρια

### 765.2

ἐς γῆν ἐνεγκεῖν, οὐδ’ ἐν ἀγκυρουχίαις

### 765.3

θαρσοῦσι ναῶν ποιμένες παραυτίκα,

### 765.4

ἄλλως τε καὶ μολόντες ἀλίμενον χθόνα

### 765.5

ἐς νύκτ’ ἀποστείχοντος ἡλίου. φιλεῖ

### 770.1

ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ.

### 770.2

οὕτω γένοιτ’ ἂν οὐδ’ ἂν ἔκβασις στρατοῦ

### unit_265.1

καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ

### unit_265.2

φρόνει μὲν ὡς ταρβοῦσα μὴ ἀμελεῖν θεῶν·

### 773.1

. . . . . . .

### 773.2

πράξας ἀρωγήν· ἄγγελον δ’ οὐ μέμψεται

### 775

πόλις γέρονθ’, ἡβῶντα δ’ εὐγλώσσῳ φρενί.

### 775.1

Χο.ἰὼ γᾶ βοῦνι, πάνδικον σέβας,[στρ. α.

### 775.2

τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας

### 775.3

χθονὸς κελαινὸν εἴ τι κεῦθός ἐστί που;

### 775.4

μέλας γενοίμαν καπνὸς

### 780

νέφεσσι γειτονῶν Διός,

### 781-782

τὸ πᾶν δ’ ἄφαντος ἀμπετὴς ἀιδνὸς ὡς

### 783

κόνις ἄτερθε πτερύγων ὀλοίμαν.

### 783

ἄφρικτον δ’ οὐκέτ’ ἂν πέλοι κέαρ·[ἀντ. α.

### 785.1

κελαινόχρως δὲ πάλλεταί μου καρδία.

### 785.2

πατρὸς σκοπαὶ δέ μ’ εἷλον· οἴχομαι φόβῳ.

### 785.3

θέλοιμι δ’ ἂν μορσίμου

### 788-789

βρόχου τυχεῖν † ἐν σαργάναις †,

### 790.1

πρὶν ἄνδρ’ ἀπευκτὸν τῷδε χριμφθῆναι χροΐ·

### 790.2

πρόπαρ θανούσας [δ’] Ἀίδας ἀνάσσοι.

### 791.1

πόθεν δέ μοι γένοιτ’ ἂν αἰθέρος θρόνος,[στρ. β.

### 791.2

πρὸς ὃν κύφελλ’ ὑδρηλὰ γίγνεται χιών,

### 791.3

ἢ λισσὰς αἰγίλιψ ἀπρόσ‐

### 795.1

δεικτος οἰόφρων κρεμὰς

### 795.2

γυπιὰς πέτρα, βαθὺ

### 795.3

πτῶμα μαρτυροῦσά μοι,

### 795.4

πρὶν δαΐκτορος βίᾳ

### 795.5

καρδίας γάμου κυρῆσαι;

### unit_278.1

κυσὶν δ’ ἔπειθ’ ἕλωρα κἀπιχωρίοις[ἀντ. β.

### unit_278.2

ὄρνισι δεῖπνον οὐκ ἀναίνομαι πέλειν·

### unit_278.3

τὸ γὰρ θανεῖν ἐλευθεροῦ‐

### unit_278.4

ται φιλαιάκτων κακῶν.

### unit_278.5

ἐλθέτω μόρος, πρὸ κοί‐

### 805.1

τας γαμηλίου τυχών.

### 805.2

ἀμφυγᾶς τίν’ ἔτι πόρον

### 805.3

τέτμω γάμου λυτῆρα;

### 807.1

ἴυζε δ’ ὀμφάν, οὐράνια[στρ. γ.

### 807.2

μέλη λιτανὰ θεοῖσι καὶ

### 810.1

τέλεα δέ μοί πως πελόμενα [μοι],

### 810.2

λύσιμα † μάχιμα δ’· ἔπιδε, πάτερ,

### 812-813

βίαια μὴ φίλοις ὁρῶν

### 814

ὄμμασιν ἐνδίκως.

### 815.1

σεβίζου δ’ ἱκέτας σέθεν,

### 815.2

γαιάοχε παγκρατὲς Ζεῦ.

### 816.1

† γένος γὰρ Αἰγύπτιον ὕβριν[ἀντ. γ.

### 816.2

δύσφορον ἀρσενογενὲς †

### unit_286

μετά με δρόμοισι διόμενοι

### 820.1

φυγάδα μάταισι πολυθρόοις

### 820.2

βίαια δίζηνται λαβεῖν.

### 820.3

σὸν δ’ ἐπίπαν ζυγὸν

### 820.4

ταλάντου. τί δ’ ἄνευ σέθεν

### 820.5

θνατοῖσι τέλειόν ἐστιν;

### 825

〈ΧΟΡΟΙ ΔΑΝΑΙΔΩΝ καὶ ΑΙΓΥΠΤΙΩΝ〉

### 825.1

Δαδ.ό ό ό, ά ά ά·

### 825.2

ὅδε μάρπτις νάιος γάιος·

### 825.3

τῶν πρό, μάρπτι, κάμνοις·

### 825.4

† ἰόφ.. ὀμ.. αὖθι κάββας νυ..

### 825.5

δυΐαν βοὰν ἀμφαίνω. †

### 830.1

ὁρῶ τάδε φροίμια † πράξαν πόνων

### 830.2

βιαίων ἐμῶν. ἠὲ ἠέ.

### 830.3

βαῖνε φυγᾷ πρὸς ἀλκάν·

### 830.4

† βλοσυρόφρονα χλιδᾷ ...

### 830.5

δύσφορα ναῒ κἀν γᾷ ...

### 835

γάι’ ἄναξ προτάσσου. †

### 835.1

〈Αιγ.〉σοῦσθε σοῦσθ’ ἐπὶ βᾶ‐

### 835.2

ριν ὅπως ποδῶν ...

### unit_293.1

οὐκοῦν; οὐκοῦν;

### unit_293.2

τιλμοὶ τιλμοὶ καὶ στιγμοί,

### 840.1

πολυαίμων φόνιος

### 840.2

ἀποκοπὰ κρατός.

### 840.3

σοῦσθε σοῦσθ’ † ὀλύμεναι ὀλόμεν’ ἐπ’ ἀμάδα.

### 842.1

〈Δαδ.〉εἴθ’ ἀνὰ πολύρυτον[στρ. α.

### 842.2

ἁλμήεντα πόρον

### 845.1

δεσποσίῳ ξὺν ὕβρει

### 845.2

γομφοδέτῳ τε δόρει διώλου.

### 846.1

〈Αιγ.〉† αἵμον’ ἕσω ς’ ἐπ’ ἀμάδα·

### 846.2

ἦ σὺ δουπια τάπιτα; †

### 846.3

κελεύω βίᾳ μεθέσθαι

### unit_298.1

† ἴχαρ φρενί τ’ ἄταν.

### unit_298.2

ἰὼ ἰόν †.

### unit_298.3

λεῖφ’ ἕδρανα, κί’ ἐς δόρυ,

### unit_298.4

ἀτίετον ἄπολιν οὐ σέβω.

### 853

〈Δαδ.〉μήποτε πάλιν ἴδοις[ἀντ. α.

### 855.1

ἀλφεσίβοιον ὕδωρ,

### 855.2

ἔνθεν ἀεξόμενον

### 857-858

ζώφυτον αἷμα βροτοῖσι θάλλει.

### 859

〈Αιγ.〉† ἄγειος ἐγὼ βαθυχαῖος

### 860.1

βαθρείας βαθρείας γέρον. †

### 860.2

σὺ δ’ ἐν ναῒ ναῒ βάσῃ

### 860.3

τάχα θέλεος ἀθέλεος,

### 860.4

βίᾳ βίᾳ τε πολλᾷ φροῦδα.

### 860.5

† βάτεαι βαθυμιτροκακὰ παθῶν †

### 865

[ὀλόμεναι παλάμαις].

### 865.1

〈Δαδ.〉αἰαῖ αἰαῖ.[στρ. β.

### 865.2

αἲ γὰρ δυσπαλάμως ὄλοιο

### 865.3

δι’ ἁλίρρυτον ἄλσος,

### 865.4

κατὰ Σαρπηδόνιον

### 870.1

χῶμα πολύψαμμον ἀλαθεὶς

### 870.2

Εὐρεΐαισιν αὔραις.

### 871

ΚΗΡΥΞ

### 872.1

ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς.

### 872.2

Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορῇ.

### 872.3

[ἴυζε καὶ]

### 875

† βόα, πικρότερ’ ἀχέων οἰζύος ὄνομ’ ἔχων. †

### 875.1

〈Δαδ.〉οἰοῖ οἰοῖ[ἀντ. β.

### 875.2

λύμας, ᾇ σὺ πρὸ γᾶς ὑλάσκων

### unit_311.1

† περιχαμπτὰ βρυάζεις·

### unit_311.2

ὃς ἐπωπᾷ δ’, ὁ μέγας

### 880.1

Νεῖλος, ὑβρίζοντά ς’ ἀποτρέ‐

### 880.2

ψειεν ἄιστον ὕβριν.

### 881.1

Κη.βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον

### 881.2

ὅσον τάχιστα· μηδέ τις σχολαζέτω.

### 881.3

ὁλκὴ γὰρ αὕτη πλόκαμον οὐδάμ’ ἅζεται.

### 885.1

Δαδ.οἰοῖ, πάτερ, βρέτεος ἄρος[στρ. γ.

### 885.2

ἀτᾷ μ’· ἅλαδ’ ἄγει,

### 885.3

ἄραχνος ὥς, βάδην.

### 885.4

ὄναρ ὄναρ μέλαν,

### 885.5

ὀτοτοτοτοῖ,

### 890.1

μᾶ Γᾶ μᾶ Γᾶ, βοὰν

### 890.2

φοβερὸν ἀπότρεπε·

### 890.3

ὦ βᾶ Γᾶς παῖ Ζεῦ.

### 892.1

Κη.οὔτοι φοβοῦμαι δαίμονας τοὺς ἐνθάδε·

### 892.2

οὐ γάρ μ’ ἔθρεψαν, οὐδ’ ἐγήρασαν τροφῇ.

### 895.1

Δαδ.μαιμᾷ πέλας δίπους ὄφις·[ἀντ. γ.

### 895.2

ἔχιδνα δ’ ὥς με 〈φόνιος ἢ〉

### 895.3

τί ποτέ ν〈ιν καλῶ〉

### unit_318.1

δάκος; ἀχ...

### unit_318.2

ὀτοτοτοτοῖ,

### unit_319.1

μᾶ Γᾶ μᾶ Γᾶ βοὰν

### unit_319.2

φοβερὸν ἀπότρεπε,

### unit_319.3

ὦ βᾶ Γᾶς παῖ Ζεῦ.

### 902.1

Κη.εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε,

### 902.2

λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ.

### 905.1

Χο.ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι.

### 905.2

〈Κη.〉πολλοὺς ἄνακτας, παῖδας Αἰγύπτου, τάχα

### 905.3

ὄψεσθε· θαρσεῖτ’, οὐκ ἐρεῖτ’ ἀναρχίαν.

### 905.4

〈Χο.〉διωλόμεσθ’· ἄεπτ’, ἄναξ, πάσχομεν.

### 905.5

Κη.ἕλξειν ἔοιχ’ ὑμᾶς ἐπισπάσας κόμης,

### 910.1

ἐπεὶ οὐκ ἀκούετ’ ὀξὺ τῶν ἐμῶν λόγων.

### 910.2

Βα.οὗτος, τί ποιεῖς; ἐκ ποίου φρονήματος

### 910.3

ἀνδρῶν Πελασγῶν τήνδ’ ἀτιμάζεις χθόνα;

### 910.4

ἀλλ’ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν;

### 910.5

κάρβανος ὢν Ἕλλησιν ἐγχλίεις ἄγαν·

### 915.1

καὶ πόλλ’ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί.

### 915.2

Κη.τί δ’ ἠμπλάκηται τῶνδ’ ἐμοὶ δίκης ἄτερ;

### 915.3

Βα.ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι.

### 915.4

Κη.πῶς δ’ οὐχί; τἄμ’ ὀλωλόθ’ εὑρίσκων ἄγω.

### 915.5

Βα.ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις;

### 920.1

Κη.Ἑρμῇ, μεγίστῳ προξένων, μαστηρίῳ.

### 920.2

Βα.θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβῃ.

### unit_325.1

Κη.τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι.

### unit_325.2

Βα.οἱ δ’ ἐνθάδ’ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω;

### unit_325.3

Κη.ἄγοιμ’ ἄν, εἴ τις τάσδε μὴ ’ξαιρήσεται.

### 925.1

Βα.κλαίοις ἄν, εἰ ψαύσειας, οὐ μάλ’ ἐς μακράν.

### 925.2

Κη.ἤκουσα, τοὖπος 〈δ’〉 οὐδαμῶς φιλόξενον.

### 925.3

Βα.οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας.

### 925.4

Κη.λέγοιμ’ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.

### 925.5

Βα.ἀβουκόλητον τοῦτ’ ἐμῷ φρονήματι.

### 930.1

Κη.ἀλλ’ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον—

### 930.2

καὶ γὰρ πρέπει κήρυκ’ ἀπαγγέλλειν τορῶς

### 930.3

ἕκαστα—πῶς φῶ, πρὸς τίνος τ’ ἀφαιρεθεὶς

### 930.4

ἥκειν γυναικῶν αὐτανέψιον στόλον;

### 930.5

οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο

### 935.1

Ἄρης, τὸ νεῖκος δ’ οὐκ ἐν ἀργύρου λαβῇ

### 935.2

ἔλυσεν· ἀλλὰ πολλὰ γίγνεται πάρος

### 935.3

πεσήματ’ ἀνδρῶν κἀπολακτισμοὶ βίου.

### 935.4

〈Βα.〉τί σοι λέγειν χρὴ τοὔνομ’; ἐν χρόνῳ μαθὼν

### 935.5

εἴσῃ σύ τ’ αὐτὸς χοἰ ξυνέμποροι σέθεν.

### 940.1

ταύτας δ’ ἑκούσας μὲν κατ’ εὔνοιαν φρενῶν

### 940.2

ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος.

### 940.3

τοιάδε δημόπρακτος ἐκ πόλεως μία

### 940.4

ψῆφος κέκρανται, μήποτ’ ἐκδοῦναι βίᾳ

### 940.5

στόλον γυναικῶν· τῶνδ’ ἐφήλωται τορῶς

### 945.1

γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως.

### 945.2

ταῦτ’ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα

### 945.3

οὐδ’ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα,

### 945.4

σαφῆ δ’ ἀκούεις ἐξ ἐλευθεροστόμου

### unit_331

γλώσσης. κομίζου δ’ ὡς τάχιστ’ ἐξ ὀμμάτων.

### unit_332.1

〈Κη.〉ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον·

### unit_332.2

εἴη δὲ νίκη καὶ κράτος τοῖς ἄρσεσιν.

### unit_332.3

〈Βα.〉ἀλλ’ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας

### unit_332.4

εὑρήσετ’, οὐ πίνοντας ἐκ κριθῶν μέθυ.

### unit_332.5

ὑμεῖς δὲ πᾶσαι ξὺν φίλαις ὀπάοσιν

### 955.1

θράσος λαβοῦσαι στείχετ’ εὐερκῆ πόλιν,

### 955.2

πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην.

### 955.3

καὶ δώματ’ ἐστὶ πολλὰ μὲν τὰ δήμια,

### 955.4

δεδωμάτωμαι δ’ οὐδ’ ἐγὼ σμικρᾷ χερί.

### 955.5

ἔνθ’ ἔστιν ὑμῖν εὐτύκους ναίειν δόμους

### 960.1

πολλῶν μετ’ ἄλλων· εἰ δέ τις μείζων χάρις,

### 960.2

πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους.

### 960.3

τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα—

### 960.4

πάρεστι—λωτίσασθε. προστάτης δ’ ἐγὼ

### 960.5

ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται

### 965

ψῆφος. τί τῶνδε κυριωτέρους μένεις;

### 965.1

Χο.ἀλλ’ ἀντ’ ἀγαθῶν ἀγαθοῖσι βρύοις,

### 965.2

δῖε Πελασγῶν.

### 965.3

πέμψον δὲ πρόφρων δεῦρ’ ἡμέτερον

### 965.4

πατέρ’ εὐθαρσῆ Δαναόν, πρόνοον

### 970.1

καὶ βούλαρχον. τοῦ γὰρ προτέρα

### 970.2

μῆτις, ὅπου χρὴ δώματα ναίειν

### 970.3

καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν

### 970.4

ψόγον ἀλλοθρόοις

### unit_338

εὔτυκος· εἴη δὲ τὰ λῷστα.

### 975.1

ξύν τ’ εὐκλείᾳ καὶ ἀμηνίτῳ

### 975.2

βάξει λαῶν ἐγχώρων

### 975.3

τάσσεσθε, φίλαι δμωίδες, οὕτως

### 975.4

ὡς ἐφ’ ἑκάστῃ διεκλήρωσεν

### 975.5

Δαναὸς θεραποντίδα φερνήν.

### 980.1

Δα.ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών,

### 980.2

θύειν τε λείβειν θ’, ὡς θεοῖς Ὀλυμπίοις,

### 980.3

σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.

### 980.4

καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς

### 980.5

φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις·

### 985.1

ἐμοὶ δ’ ὀπαδοὺς τούσδε καὶ δορυσσόους

### 985.2

ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας,

### 985.3

καὶ μήτ’ ἀέλπτως, δορικανεῖ μόρῳ θανὼν

### 985.4

λάθοιμι, χώρᾳ δ’ ἄχθος ἀείζων πέλοι,

### 988.1

. . . . . . .

### 988.2

τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς

### 990.1

χάριν σέβεσθαι τιμιωτέραν † ἐμοῦ.

### 990.2

καὶ ταῦθ’ ἅμ’ ἐγγράψασθε πρὸς γεγραμμένοις

### 990.3

πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός,

### 990.4

ἀγνῶθ’ ὅμιλον, ὡς ἐλέγχεται χρόνῳ,

### 990.5

πᾶς δ’ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει

### 995.1

κακήν, τό τ’ εἰπεῖν εὐπετὲς μύσαγμά πως.

### 995.2

ὑμᾶς δ’ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ,

### unit_345.1

ὥραν ἐχούσας τήνδ’ ἐπίστρεπτον βροτοῖς.

### unit_345.2

τέρειν’ ὀπώρα δ’ εὐφύλακτος οὐδαμῶς·

### unit_345.3

θῆρες δὲ κηραίνουσι καὶ βροτοί—τί μήν; —

### unit_346.1

καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ.

### unit_346.2

† καρπώματα στάζοντα κηρύσσει Κύπρις

### unit_346.3

κάλωρα κωλύουσαν θωσμένειν ἔρῳ, †

### unit_346.4

καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι

### unit_346.5

πᾶς τις παρελθὼν ὄμματος θελκτήριον

### 1005.1

τόξευμ’ ἔπεμψεν, ἱμέρου νικώμενος.

### 1005.2

πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος

### 1005.3

πολὺς δὲ πόντος οὕνεκ’ ἠρόθη δορί,

### 1005.4

μηδ’ αἶσχος ἡμῖν, ἡδονὴν δ’ ἐχθροῖς ἐμοῖς

### 1005.5

πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα·

### 1010.1

τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ,

### 1010.2

οἰκεῖν λάτρων ἄτερθεν· εὐπετῆ τάδε.

### 1010.3

μόνον φύλαξαι τάσδ’ ἐπιστολὰς πατρός,

### 1010.4

τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.

### 1010.5

Χο.τἄλλ’ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων·

### 1015.1

ἐμῆς δ’ ὀπώρας οὕνεκ’ εὖ θάρσει, πάτερ.

### 1015.2

θεοῖς γὰρ εἴ τι μὴ βεβούλευται νέον,

### 1015.3

ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.

### 1017

ΧΟΡΟΙ ΔΑΝΑΙΔΩΝ καὶ ΘΕΡΑΠΑΙΝΩΝ

### 1018.1

Δαδ.ἴτε μὰν ἀστυάνακτας[στρ. α.

### 1018.2

μάκαρας θεοὺς γανάοντες

### 1020.1

πολιούχους τε καὶ οἳ χεῦμ’ Ἐρασίνου

### 1020.2

περιναίουσιν παλαιόν.

### 1020.3

ὑποδέξασθε 〈δ’〉 ὀπαδοὶ

### 1020.4

μέλος· αἶνος δὲ πόλιν τάνδε Πελασγῶν

### 1020.5

ἐχέτω, μηδ’ ἔτι Νείλου

### 1025

προχοὰς σέβωμεν ὕμνοις,

### 1025.1

ποταμοὺς δ’ οἳ διὰ χώρας[ἀντ. α.

### 1025.2

θελεμὸν πῶμα χέουσιν

### 1025.3

πολύτεκνοι, λιπαροῖς χεύμασι γαίας

### 1025.4

τόδε μειλίσσοντες οὖδας.

### 1030.1

ἐπίδοι δ’ Ἄρτεμις ἁγνὰ

### 1030.2

στόλον οἰκτιζομένα, μηδ’ ὑπ’ ἀνάγκας

### 1030.3

γάμος ἔλθοι Κυθερείας·

### 1030.4

Στύγιον πέλοι τόδ’ ἆθλον.

### 1033

ΘΕΡΑΠΑΙΝΑΙ

### 1034

—Κύπριδος 〈δ’〉 οὐκ ἀμελεῖ θεσμὸς ὅδ’ εὔφρων.[στρ. β.

### 1035.1

δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ·

### 1035.2

τίεται δ’ αἰολόμητις

### 1035.3

θεὸς ἔργοις ἐπὶ σεμνοῖς.

### 1035.4

—μετάκοινοι δὲ φίλᾳ ματρὶ πάρεισιν

### 1035.5

Πόθος 〈ᾇ〉 τ’ οὐδὲν ἄπαρνον

### 1040.1

τελέθει θέλκτορι Πειθοῖ.

### 1040.2

—δέδοται δ’ Ἁρμονίᾳ μοῖρ’ Ἀφροδίτας

### unit_360.1

ψεδυρὰ τρίβοι τ’ ἐρώτων.

### unit_360.2

—φυγάδεσσιν δ’ ἐπιπλοίας κακά τ’ ἄλγη[ἀντ. β.

### unit_360.3

πολέμους θ’ αἱματόεντας προφοβοῦμαι.

### 1045.1

τί ποτ’ εὔπλοιαν ἔπραξαν

### 1045.2

ταχυπόμποισι διωγμοῖς;

### 1045.3

—ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτ’ ἄν.

### 1045.4

Διὸς οὐ παρβατός ἐστιν

### 1045.5

μεγάλα φρὴν ἀπέρατος.

### unit_362.1

—μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ

### unit_362.2

προτερᾶν πέλοι γυναικῶν.

### 1051.1

Δαδ.ὁ μέγας Ζεὺς ἀπαλέξαι[στρ. γ.

### 1051.2

γάμον Αἰγυπτογενῆ μοι.

### 1051.3

Θε.τὸ μὲν ἂν βέλτατον εἴη·

### 1055.1

σὺ δὲ θέλγοις ἂν ἄθελκτον;

### 1055.2

Δαδ.σὺ δέ γ’ οὐκ οἶσθα τὸ μέλλον.

### 1056.1

Θε.τί δὲ μέλλω φρένα Δίαν[ἀντ. γ.

### 1056.2

καθορᾶν, ὄψιν ἄβυσσον;

### 1056.3

Δαδ.μέτριον νῦν ἔπος εὔχου·

### 1060.1

τίνα καιρόν με διδάσκεις;

### 1060.2

Θε.τὰ θεῶν μηδὲν ἀγάζειν.

### 1061

ΧΟΡΟΣ

### 1062.1

Ζεὺς ἄναξ ἀποστεροί‐[στρ. δ.

### 1062.2

η γάμον δυσάνορα

### 1062.3

δάιον, ὅσπερ Ἰὼ

### 1065.1

πημονᾶς ἐλύσατ’ εὖ

### 1065.2

χειρὶ παιωνίᾳ κατασχεθών,

### unit_370.1

εὐμενῆ βίαν κτίσας,

### unit_370.2

καὶ κράτος νέμοι γυναι‐[ἀντ. δ.

### unit_370.3

ξίν· τὸ βέλτερον κακοῦ

### 1070.1

καὶ τὸ δίμοιρον αἰνῶ,

### 1070.2

καὶ δίκᾳ δίκας ἕπε‐

### 1070.3

σθαι, ξὺν εὐχαῖς ἐμαῖς, λυτηρίοις

### unit_372

μηχαναῖς θεοῦ πάρα.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aeschylus-supplicants-emo-ad.json (sha256:470b993b37322bcae5eca416d691b8b0943aec0e95c3955e25afe5d89c8a342b). Cite as `eul_wid: emo-ad`.
