---
title: Prometheus Bound
title_greek: Προμηθεὺς Δεσμώτης
author: Aeschylus the Tragedian
eul_wid: emo-ac
eul_aid: emo
canonical: "https://eulogikon.org/grc/aeschylus/prometheus-bound"
canonical_json: "https://eulogikon.org/data/works/grc/aeschylus-prometheus-bound-emo-ac.json"
sha256: "5d569f61a5d5d27ecb22e395d69fae2c521f127b99754c156544e147ec5af02c"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: CC0-1.0
---

# Prometheus Bound

*Προμηθεὺς Δεσμώτης*

**Author:** Aeschylus the Tragedian

**eul_wid:** `emo-ac` · [HTML page](https://eulogikon.org/grc/aeschylus/prometheus-bound) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aeschylus-prometheus-bound-emo-ac.json)

## Text

### 1

ΚΡΑΤΟΣ

### 1.1

Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,

### 1.2

Σκύθην ἐς οἷμον, ἄβροτον εἰς ἐρημίαν.

### 1.3

Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς

### 1.4

ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις

### 5.1

ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι

### 5.2

ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.

### 5.3

τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,

### 5.4

θνητοῖσι κλέψας ὤπασεν· τοιᾶσδέ τοι

### 5.5

ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,

### 10.1

ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα

### 10.2

στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.

### 11

ΗΦΑΙΣΤΟΣ

### 12.1

Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς

### 12.2

ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι·

### 12.3

ἐγὼ δ’ ἄτολμός εἰμι συγγενῆ θεὸν

### 15.1

δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ.

### 15.2

πάντως δ’ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν·

### 15.3

εὐωριάζειν γὰρ πατρὸς λόγους βαρύ.

### 15.4

τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,

### 15.5

ἄκοντά ς’ ἄκων δυσλύτοις χαλκεύμασι

### 20.1

προσπασσαλεύσω τῷδ’ ἀπανθρώπῳ πάγῳ, ἵν’ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν

### 20.2

ὄψῃ, σταθευτὸς δ’ ἡλίου φοίβῃ φλογὶ

### 20.3

χροιᾶς ἀμείψεις ἄνθος· ἀσμένῳ δέ σοι

### 20.4

ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,

### 25.1

πάχνην θ’ ἑῴαν ἥλιος σκεδᾷ πάλιν·

### 25.2

αἰεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ

### 25.3

τρύσει ς’· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.

### 25.4

τοιαῦτ’ ἐπηύρου τοῦ φιλανθρώπου τρόπου.

### 25.5

θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον

### 30.1

βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης·

### 30.2

ἀνθ’ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν

### 30.3

ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ·

### 30.4

πολλοὺς δ’ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς

### 30.5

φθέγξῃ· Διὸς γὰρ δυσπαραίτητοι φρένες·

### 35.1

ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.

### 35.2

Κρ.εἶἑν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην;

### 35.3

τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,

### 35.4

ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;

### 35.5

Ηφ.τὸ συγγενές τοι δεινὸν ἥ θ’ ὁμιλία.

### 40.1

Κρ.σύμφημ’· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων

### 40.2

οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;

### 40.3

Ηφ.αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.

### 40.4

Κρ.ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι· σὺ δὲ

### 40.5

τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.

### 45.1

Ηφ.ὦ πολλὰ μισηθεῖσα χειρωναξία.

### 45.2

Κρ.τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ

### 45.3

τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.

### 45.4

Ηφ.ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.

### 45.5

Κρ.ἅπαντ’ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν.

### unit_14.1

ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.

### unit_14.2

Ηφ.ἔγνωκα τοῖσδε, κοὐδὲν ἀντειπεῖν ἔχω.

### unit_14.3

Κρ.οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν,

### unit_14.4

ὡς μή ς’ ἐλινύοντα προσδερχθῇ πατήρ;

### unit_14.5

Ηφ.καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα.

### 55.1

Κρ.βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει

### 55.2

ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.

### 55.3

Ηφ.περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε.

### 55.4

Κρ.ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα·

### 55.5

δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.

### 60.1

Ηφ.ἄραρεν ἥδε γ’ ὠλένη δυσεκλύτως.

### 60.2

Κρ.καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα

### 60.3

μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.

### 60.4

Ηφ.πλὴν τοῦδ’ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.

### 60.5

Κρ.ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον

### 65.1

στέρνων διαμπὰξ πασσάλευ’ ἐρρωμένως.

### 65.2

Ηφ.αἰαῖ, Προμηθεῦ, σῶν ὕπερ στένω πόνων.

### 65.3

Κρ.σὺ δ’ αὖ κατοκνεῖς τῶν Διός τ’ ἐχθρῶν ὕπερ

### 65.4

στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.

### 65.5

Ηφ.ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.

### 70.1

Κρ.ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων.

### 70.2

ἀλλ’ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.

### 70.3

Ηφ.δρᾶν ταῦτ’ ἀνάγκη, μηδὲν ἐγκέλευ’ ἄγαν.

### 70.4

Κρ.ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός.

### 70.5

χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.

### 75.1

Ηφ.καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ.

### 75.2

Κρ.ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας·

### 75.3

ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς.

### 75.4

Ηφ.ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.

### 75.5

Κρ.σὺ μαλθακίζου, τὴν δ’ ἐμὴν αὐθαδίαν

### 80.1

ὀργῆς τε τραχυτῆτα μὴ ’πίπλησσέ μοι.

### 80.2

Ηφ.στείχωμεν· ὡς κώλοισιν ἀμφίβληστρ’ ἔχει.

### 80.3

Κρ.ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα

### 80.4

συλῶν ἐφημέροισι προστίθει. τί σοι

### 80.5

οἷοί τε θνητοὶ τῶνδ’ ἀπαντλῆσαι πόνων;

### 85.1

ψευδωνύμως σε δαίμονες Προμηθέα

### 85.2

καλοῦσιν· αὐτὸν γάρ σε δεῖ προμηθέως,

### 85.3

ὅτῳ τρόπῳ τῆσδ’ ἐκκυλισθήσῃ τέχνης.

### 87

ΠΡΟΜΗΘΕΥΣ

### 88.1

ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί,

### 88.2

ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων

### 90.1

ἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ,

### 90.2

καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ·

### 90.3

ἴδεσθέ μ’ οἷα πρὸς θεῶν πάσχω θεός.

### 92.1

δέρχθηθ’ οἵαις αἰκείαισιν

### 92.2

διακναιόμενος τὸν μυριετῆ

### 95.1

χρόνον ἀθλεύσω.

### 95.2

τοιόνδ’ ὁ νέος ταγὸς μακάρων

### 95.3

ἐξηῦρ’ ἐπ’ ἐμοὶ δεσμὸν ἀεικῆ.

### 95.4

φεῦ φεῦ, τὸ παρὸν τό τ’ ἐπερχόμενον

### 95.5

πῆμα στενάχω· πῇ ποτε μόχθων

### unit_27

χρὴ τέρματα τῶνδ’ ἐπιτεῖλαι;

### unit_28.1

καίτοι τί φημι; πάντα προυξεπίσταμαι

### unit_28.2

σκεθρῶς τὰ μέλλοντ’, οὐδέ μοι ποταίνιον

### unit_28.3

πῆμ’ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ

### unit_28.4

αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθ’ ὅτι

### 105.1

τὸ τῆς ἀνάγκης ἔστ’ ἀδήριτον σθένος.

### 105.2

ἀλλ’ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας

### unit_30.1

οἷόν τέ μοι τάσδ’ ἐστί. θνητοῖς γὰρ γέρα

### unit_30.2

πορὼν ἀνάγκαις ταῖσδ’ ἐνέζευγμαι τάλας·

### unit_30.3

ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς

### 110.1

πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης

### 110.2

πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.

### 110.3

τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω

### 110.4

ὑπαίθριος δεσμοῖς πεπασσαλευμένος.

### 110.5

ἆ ἆ.

### 114

ἔα ἔα.

### 115.1

τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μ’ ἀφεγγής,

### 115.2

θεόσυτος, ἢ βρότειος, ἢ κεκραμένη;

### 115.3

τερμόνιον ἵκετ’ ἐπὶ πάγον

### 115.4

πόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων;

### 115.5

ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν,

### 120.1

τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς

### 120.2

δι’ ἀπεχθείας ἐλθόνθ’ ὁπόσοι

### 120.3

τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,

### 120.4

διὰ τὴν λίαν φιλότητα βροτῶν.

### 120.5

φεῦ φεῦ, τί ποτ’ αὖ κινάθισμα κλύω

### 125.1

πέλας οἰωνῶν; αἰθὴρ δ’ ἐλαφραῖς

### 125.2

πτερύγων ῥιπαῖς ὑποσυρίζει.

### 125.3

πᾶν μοι φοβερὸν τὸ προσέρπον.

### 127

ΧΟΡΟΣ

### 128

μηδὲν φοβηθῇς·[στρ. α.

### 128

φιλία γὰρ ἥδε τάξις

### unit_39

πτερύγων θοαῖς ἁμίλλαις

### 130.1

προσέβα τόνδε πάγον, πα‐

### 130.2

τρῴας μόγις παρειποῦ‐

### 131.1

σα φρένας,

### 131.2

κραιπνοφόροι δέ μ’ ἔπεμψαν αὖραι·

### 131.3

κτύπου γὰρ ἀχὼ

### 133.1

χάλυβος διῇξεν ἄντρων

### 133.2

μυχόν, ἐκ δ’ ἔπληξέ μου τὰν

### 134

θεμερῶπιν αἰδῶ·

### 135

σύθην δ’ ἀπέδιλος ὄχῳ πτερωτῷ.

### 135.1

Πρ.αἰαῖ αἰαῖ,

### 135.2

τῆς πολυτέκνου Τηθύος ἔκγονα,

### 135.3

τοῦ περὶ πᾶσάν θ’ εἱλισσομένου

### 135.4

χθόν’ ἀκοιμήτῳ ῥεύματι παῖδες

### 140.1

πατρὸς Ὠκεανοῦ,

### 140.2

δέρχθητ’, ἐσίδεσθ’ οἵῳ δεσμῷ

### 140.3

προσπορπατὸς τῆσδε φάραγγος

### 140.4

σκοπέλοις ἐν ἄκροις

### 143

φρουρὰν ἄζηλον ὀχήσω.

### 143

Χο.λεύσσω, Προμηθεῦ·[ἀντ. α.

### 144

φοβερὰ δ’ ἐμοῖσιν ὄσσοις

### 145.1

ὁμίχλα προσῇξε πλήρης

### 145.2

δακρύων σὸν δέμας εἰσι‐

### 145.3

δούσῃ πέτρᾳ προσαυαι‐

### 147

νόμενον

### unit_52

ταῖσδ’ ἀδαμαντοδέτοισι λύμαις·

### 148.1

νέοι γὰρ οἰα‐

### 148.2

κονόμοι κρατοῦς’ Ὀλύμπου·

### 149

νεοχμοῖς δὲ δὴ νόμοις Ζεὺς

### unit_55.1

ἀθέτως κρατύνει,

### unit_55.2

τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.

### 151.1

Πρ.εἰ γάρ μ’ ὑπὸ γῆν νέρθεν θ’ Αἵδου

### 151.2

τοῦ νεκροδέγμονος εἰς ἀπέραντον

### 151.3

Τάρταρον ἧκεν,

### 155.1

δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας,

### 155.2

ὡς μήτε θεὸς μήτε τις ἄλλος

### 155.3

τοῖσδ’ ἐγεγήθει.

### 155.4

νῦν δ’ αἰθέριον κίνυγμ’ ὁ τάλας

### 155.5

ἐχθροῖς ἐπίχαρτα πέπονθα.

### 160.1

Χο.τίς ὧδε τλησικάρδιος[στρ. β.

### 160.2

θεῶν, ὅτῳ τάδ’ ἐπιχαρῆ;

### 160.3

τίς οὐ ξυνασχαλᾷ κακοῖς

### 160.4

τεοῖσι, δίχα γε Διός; ὁ δ’ ἐπικότως ἀεὶ

### 160.5

θέμενος ἄγναμπτον νόον

### 164

δάμναται οὐρανίαν

### 165.1

γένναν, οὐδὲ λήξει,

### 165.2

πρὶν ἂν ἢ κορέσῃ κέαρ, ἢ παλάμᾳ τινὶ

### 166

τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.

### 166.1

Πρ.ἦ μὴν ἔτ’ ἐμοῦ, καίπερ κρατεραῖς

### 166.2

ἐν γυιοπέδαις αἰκιζομένου,

### unit_63

χρείαν ἕξει μακάρων πρύτανις,

### 170.1

δεῖξαι τὸ νέον βούλευμ’, ὑφ’ ὅτου

### 170.2

σκῆπτρον τιμάς τ’ ἀποσυλᾶται.

### 170.3

καί μ’ οὔτι μελιγλώσσοις πειθοῦς

### 170.4

ἐπαοιδαῖσιν θέλξει, στερεάς τ’

### 170.5

οὔποτ’ ἀπειλὰς πτήξας τόδ’ ἐγὼ

### 175.1

καταμηνύσω, πρὶν ἂν ἐξ ἀγρίων

### 175.2

δεσμῶν χαλάσῃ ποινάς τε τίνειν

### 175.3

τῆσδ’ αἰκείας ἐθελήσῃ.

### 177.1

Χο.σὺ μὲν θρασύς τε καὶ πικραῖς[ἀντ. β.

### 177.2

δύαισιν οὐδὲν ἐπιχαλᾷς,

### 180.1

ἄγαν δ’ ἐλευθεροστομεῖς.

### 180.2

ἐμὰς δὲ φρένας ἠρέθισε διάτορος φόβος·

### 180.3

δέδια δ’ ἀμφὶ σαῖς τύχαις,

### 180.4

πᾷ ποτε τῶνδε πόνων

### 183.1

χρή σε τέρμα κέλσαντ’

### 183.2

ἐσιδεῖν· ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ

### 185

ἀπαράμυθον ἔχει Κρόνου παῖς.

### 185.1

Πρ.οἶδ’ ὅτι τραχὺς καὶ παρ’ ἑαυτῷ

### 185.2

τὸ δίκαιον ἔχων Ζεύς· ἀλλ’ ἔμπας [ὀίω],

### 185.3

μαλακογνώμων

### 185.4

ἔσται ποθ’, ὅταν ταύτῃ ῥαισθῇ·

### 190.1

τὴν δ’ ἀτέραμνον στορέσας ὀργὴν

### 190.2

εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα

### unit_72.1

σπεύδων σπεύδοντί ποθ’ ἥξει.

### unit_72.2

Χο.πάντ’ ἐκκάλυψον καὶ γέγων’ ἡμῖν λόγον,

### unit_72.3

ποίῳ λαβών σε Ζεὺς ἐπ’ αἰτιάματι

### 195.1

οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται·

### 195.2

δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτῃ λόγῳ.

### 195.3

Πρ.ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,

### 195.4

ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα.

### 195.5

ἐπεὶ τάχιστ’ ἤρξαντο δαίμονες χόλου

### unit_74.1

στάσις τ’ ἐν ἀλλήλοισιν ὠροθύνετο,

### unit_74.2

οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,

### unit_74.3

ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν

### unit_74.4

σπεύδοντες, ὡς Ζεὺς μήποτ’ ἄρξειεν θεῶν,

### unit_74.5

ἐνταῦθ’ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν

### 205.1

Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,

### 205.2

οὐκ ἠδυνήθην· αἱμύλας δὲ μηχανὰς

### 205.3

ἀτιμάσαντες καρτεροῖς φρονήμασιν

### 205.4

ᾤοντ’ ἀμοχθὶ πρὸς βίαν τε δεσπόσειν·

### 205.5

ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις

### 210.1

καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,

### 210.2

τὸ μέλλον ᾗ κρανοῖτο προυτεθεσπίκει,

### 210.3

ὡς οὐ κατ’ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερὸν

### 210.4

χρείη, δόλῳ δέ, τοὺς ὑπερσχόντας κρατεῖν.

### 210.5

τοιαῦτ’ ἐμοῦ λόγοισιν ἐξηγουμένου

### 215.1

οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.

### 215.2

κράτιστα δή μοι τῶν παρεστώτων τότε

### 215.3

ἐφαίνετ’ εἶναι προσλαβόντα μητέρα

### 215.4

ἑκόνθ’ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.

### 215.5

ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς

### 220.1

κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον

### 220.2

αὐτοῖσι συμμάχοισι. τοιάδ’ ἐξ ἐμοῦ

### 220.3

ὁ τῶν θεῶν τύραννος ὠφελημένος

### 220.4

κακαῖσι ποιναῖς ταῖσδέ μ’ ἐξημείψατο.

### 220.5

ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι

### 225.1

νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.

### 225.2

ὃ δ’ οὖν ἐρωτᾶτ’, αἰτίαν καθ’ ἥντινα

### 225.3

αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.

### 225.4

ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον

### 225.5

καθέζετ’, εὐθὺς δαίμοσιν νέμει γέρα

### 230.1

ἄλλοισιν ἄλλα, καὶ διεστοιχίζετο

### 230.2

ἀρχήν, βροτῶν δὲ τῶν ταλαιπώρων λόγον

### 230.3

οὐκ ἔσχεν οὐδέν’, ἀλλ’ ἀιστώσας γένος

### 230.4

τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.

### 230.5

καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.

### 235.1

ἐγὼ δ’ ἐτόλμης’· ἐξελυσάμην βροτοὺς

### 235.2

τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.

### 235.3

τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,

### 235.4

πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ’ ἰδεῖν·

### 235.5

θνητοὺς δ’ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν

### 240.1

οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς

### 240.2

ὧδ’ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.

### 240.3

Χο.σιδηρόφρων τοι κἀκ πέτρας εἰργασμένος

### 240.4

ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ

### 240.5

μόχθοις· ἐγὼ γὰρ οὔτ’ ἂν εἰσιδεῖν τάδε

### 245.1

ἔχρῃζον εἰσιδοῦσά τ’ ἠλγύνθην κέαρ.

### 245.2

Πρ.καὶ μὴν φίλοις ἐλεινὸς εἰσορᾶν ἐγώ.

### 245.3

Χο.μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;

### 245.4

Πρ.θνητούς γ’ ἔπαυσα μὴ προδέρκεσθαι μόρον.

### unit_84

Χο.τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;

### unit_85.1

Πρ.τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.

### unit_85.2

Χο.μέγ’ ὠφέλημα τοῦτ’ ἐδωρήσω βροτοῖς.

### unit_85.3

Πρ.πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.

### unit_85.4

Χο.καὶ νῦν φλογωπὸν πῦρ ἔχους’ ἐφήμεροι;

### unit_85.5

Πρ.ἀφ’ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.

### 255.1

Χο.τοιοῖσδε δή σε Ζεὺς ἐπ’ αἰτιάμασιν—

### 255.2

Πρ.αἰκίζεταί γε κοὐδαμῇ χαλᾷ κακῶν.

### 255.3

Χο.οὐδ’ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;

### 255.4

Πρ.οὐκ ἄλλο γ’ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.

### 255.5

Χο.δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι

### 260.1

ἥμαρτες; ὡς δ’ ἥμαρτες οὔτ’ ἐμοὶ λέγειν

### 260.2

καθ’ ἡδονὴν σοί τ’ ἄλγος. ἀλλὰ ταῦτα μὲν

### 260.3

μεθῶμεν, ἄθλου δ’ ἔκλυσιν ζήτει τινά.

### 260.4

Πρ.ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα

### 260.5

ἔχει παραινεῖν νουθετεῖν τε τοὺς κακῶς

### 265.1

πράσσοντας· εὖ δὲ ταῦτα πάντ’ ἠπιστάμην.

### 265.2

ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι·

### 265.3

θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.

### 265.4

οὐ μήν τι ποιναῖς γ’ ᾠόμην τοίαισί με

### 265.5

κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,

### 270.1

τυχόντ’ ἐρήμου τοῦδ’ ἀγείτονος πάγου.

### 270.2

καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθ’ ἄχη,

### 270.3

πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας

### 270.4

ἀκούσαθ’, ὡς μάθητε διὰ τέλους τὸ πᾶν.

### 270.5

πίθεσθέ μοι, πίθεσθε, συμπονήσατε

### 275

τῷ νῦν μογοῦντι. ταὐτά τοι πλανωμένη

### unit_91.1

πρὸς ἄλλοτ’ ἄλλον πημονὴ προσιζάνει.

### unit_91.2

Χο.οὐκ ἀκούσαις ἐπεθώυξας

### unit_91.3

τοῦτο, Προμηθεῦ. καὶ νῦν ἐλαφρῷ

### unit_91.4

ποδὶ κραιπνόσυτον θᾶκον προλιποῦς’

### 280.1

αἰθέρα θ’ ἁγνὸν πόρον οἰωνῶν,

### 280.2

ὀκριοέσσῃ χθονὶ τῇδε πελῶ,

### 280.3

τοὺς σοὺς δὲ πόνους

### 280.4

χρῄζω διὰ παντὸς ἀκοῦσαι.

### 283

ΩΚΕΑΝΟΣ

### 284

ἥκω δολιχῆς τέρμα κελεύθου

### 285.1

διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,

### 285.2

τὸν πτερυγωκῆ τόνδ’ οἰωνὸν

### 285.3

γνώμῃ στομίων ἄτερ εὐθύνων·

### 285.4

ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ.

### 285.5

τό τε γάρ με, δοκῶ, ξυγγενὲς οὕτως

### 290.1

ἐπαναγκάζει,

### 290.2

χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ

### 290.3

μείζονα μοῖραν νείμαιμ’ ἢ σοί.

### 290.4

γνώσῃ δὲ τάδ’ ὡς ἔτυμ’, οὐδὲ μάτην

### 290.5

χαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρ

### 295.1

σήμαιν’ ὅ τι χρή σοι συμπράσσειν·

### 295.2

οὐ γάρ ποτ’ ἐρεῖς ὡς Ὠκεανοῦ

### 295.3

φίλος ἐστὶ βεβαιότερός σοι.

### 297.1

Πρ.ἔα· τί χρῆμα; καὶ σὺ δὴ πόνων ἐμῶν

### 297.2

ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν

### unit_99.1

ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ

### unit_99.2

αὐτόκτιτ’ ἄντρα, τὴν σιδηρομήτορα

### unit_100.1

ἐλθεῖν ἐς αἶαν; ἦ θεωρήσων τύχας

### unit_100.2

ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς;

### unit_100.3

δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,

### 305.1

τὸν συγκαταστήσαντα τὴν τυραννίδα,

### 305.2

οἵαις ὑπ’ αὐτοῦ πημοναῖσι κάμπτομαι.

### 305.3

Ωκ.ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι

### 305.4

θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ.

### 305.5

γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους

### 310.1

νέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.

### 310.2

εἰ δ’ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους

### 310.3

ῥίψεις, τάχ’ ἄν σου καὶ μακρὰν ἀνωτέρω

### 310.4

θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον

### 310.5

παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.

### 315.1

ἀλλ’, ὦ ταλαίπωρ’, ἃς ἔχεις ὀργὰς ἄφες,

### 315.2

ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.

### 315.3

ἀρχαῖ’ ἴσως σοι φαίνομαι λέγειν τάδε.

### 315.4

τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου

### 315.5

γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.

### 320.1

σὺ δ’ οὐδέπω ταπεινὸς οὐδ’ εἴκεις κακοῖς,

### 320.2

πρὸς τοῖς παροῦσι δ’ ἄλλα προσλαβεῖν θέλεις.

### 320.3

οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ

### 320.4

πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι

### 320.5

τραχὺς μόναρχος οὐδ’ ὑπεύθυνος κρατεῖ.

### 325.1

καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι

### 325.2

ἐὰν δύνωμαι τῶνδέ ς’ ἐκλῦσαι πόνων·

### 325.3

σὺ δ’ ἡσύχαζε μηδ’ ἄγαν λαβροστόμει.

### 325.4

ἢ οὐκ οἶσθ’ ἀκριβῶς ὢν περισσόφρων ὅτι

### 325.5

γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;

### 330

Πρ.ζηλῶ ς’ ὁθούνεκ’ ἐκτὸς αἰτίας κυρεῖς,

### unit_107.1

† πάντων μετασχὼν καὶ τετολμηκὼς ἐμοί. †

### unit_107.2

καὶ νῦν ἔασον μηδέ σοι μελησάτω.

### unit_107.3

πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής.

### unit_107.4

πάπταινε δ’ αὐτὸς μή τι πημανθῇς ὁδῷ.

### 335.1

Ωκ.πολλῷ γ’ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς

### 335.2

ἢ σαυτόν· ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.

### 335.3

ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς.

### 335.4

αὐχῶ γάρ, αὐχῶ, τήνδε δωρειὰν ἐμοὶ

### 335.5

δώσειν Δί’, ὥστε τῶνδέ ς’ ἐκλῦσαι πόνων.

### 340.1

Πρ.τὰ μέν ς’ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ·

### 340.2

προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ

### 340.3

μηδὲν πόνει· μάτην γὰρ οὐδὲν ὠφελῶν

### 340.4

ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις.

### 340.5

ἀλλ’ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων·

### 345.1

ἐγὼ γὰρ οὐκ εἰ δυστυχῶ, τοῦδ’ εἵνεκα

### 345.2

θέλοιμ’ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.

### 345.3

οὐ δῆτ’, ἐπεί με καὶ κασιγνήτου τύχαι

### 345.4

τείρους’ Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπους

### 345.5

ἕστηκε κίον’ οὐρανοῦ τε καὶ χθονὸς

### unit_111.1

ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.

### unit_111.2

τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα

### unit_111.3

ἄντρων ἰδὼν ᾤκτιρα, δάιον τέρας,

### unit_111.4

ἑκατογκάρανον πρὸς βίαν χειρούμενον,

### unit_111.5

† Τυφῶνα θοῦρον. ὃς πᾶσιν ἀντέστη θεοῖς,

### 355.1

σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον,

### 355.2

ἐξ ὀμμάτων δ’ ἤστραπτε γοργωπὸν σέλας,

### unit_113.1

ὡς τὴν Διὸς τυραννίδ’ ἐκπέρσων βίᾳ·

### unit_113.2

ἀλλ’ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος,

### unit_113.3

καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,

### 360.1

ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων

### 360.2

κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς

### 360.3

ἐφεψαλώθη κἀξεβροντήθη σθένος.

### 360.4

καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας

### 360.5

κεῖται στενωποῦ πλησίον θαλασσίου

### 365.1

ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο.

### 365.2

κορυφαῖς δ’ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ

### 365.3

Ἥφαιστος, ἔνθεν ἐκραγήσονταί ποτε

### 365.4

ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις

### 365.5

τῆς καλλικάρπου Σικελίας λευροὺς γύας·

### 370.1

τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον

### 370.2

θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης,

### 370.3

καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.

### 370.4

σὺ δ’ οὐκ ἄπειρος, οὐδ’ ἐμοῦ διδασκάλου

### 370.5

χρῄζεις· σεαυτὸν σῷζ’ ὅπως ἐπίστασαι·

### 375.1

ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,

### 375.2

ἔστ’ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.

### 375.3

Ωκ.οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι

### 375.4

ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;

### 375.5

Πρ.ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ

### 380.1

καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ.

### 380.2

Ωκ.ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα

### 380.3

ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με.

### unit_119.1

Πρ.μόχθον περισσὸν κουφόνουν τ’ εὐηθίαν.

### unit_119.2

Ωκ.ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ

### 385.1

κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν.

### 385.2

Πρ.ἐμὸν δοκήσει τἀμπλάκημ’ εἶναι τόδε.

### 385.3

Ωκ.σαφῶς μ’ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.

### 385.4

Πρ.μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ.

### 385.5

Ωκ.ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;

### 390.1

Πρ.τούτου φυλάσσου μή ποτ’ ἀχθεσθῇ κέαρ.

### 390.2

Ωκ.ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.

### 390.3

Πρ.στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν.

### 390.4

Ωκ.ὁρμωμένῳ μοι τόνδ’ ἐθώυξας λόγον.

### 390.5

λευρὸν γὰρ οἷμον αἰθέρος ψαίρει πτεροῖς

### 395.1

τετρασκελὴς οἰωνός· ἄσμενος δέ τἂν

### 395.2

σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ.

### 396

ΧΟΡΟΣ

### 397.1

στένω σε τᾶς οὐ‐[στρ. α.

### 397.2

λομένας τύχας, Προμηθεῦ·

### 397.3

δακρυσίστακτον [δ’] ἀπ’ ὄσσων

### unit_125.1

ῥαδινῶν λειβομένα ῥέος παρειὰν

### unit_125.2

νοτίοις ἔτεγξα παγαῖς·

### unit_125.3

ἀμέγαρτα γὰρ τάδε Ζεὺς

### unit_125.4

ἰδίοις νόμοις κρατύνων

### unit_125.5

ὑπερήφανον θεοῖς τοῖς

### 405

πάρος ἐνδείκνυσιν αἰχμάν.

### 405

πρόπασα δ’ ἤδη[ἀντ. α.

### unit_128.1

στονόεν λέλακε χώρα,

### unit_128.2

μεγαλοσχήμονά τ’ ἀρχαι‐

### unit_128.3

οπρεπῆ –⏑⏑– στένουσι τὰν σὰν

### 410.1

ξυνομαιμόνων τε τιμάν·

### 410.2

ὁπόσοι τ’ ἔποικον ἁγνᾶς

### 410.3

Ἀσίας ἕδος νέμονται,

### 410.4

μεγαλοστόνοισι σοῖς πή‐

### 410.5

μασι συγκάμνουσι θνατοί.

### 415.1

Κολχίδος τε γᾶς ἔνοικοι[στρ. β.

### 415.2

παρθένοι, μάχας ἄτρεστοι,

### 415.3

καὶ Σκύθης ὅμιλος, οἳ γᾶς

### 415.4

ἔσχατον τόπον ἀμφὶ Μαι‐

### 415.5

ῶτιν ἔχουσι λίμναν,

### 420.1

Ἀραβίας τ’ ἄρειον ἄνθος,[ἀντ. β.

### 420.2

ὑψίκρημνον οἳ πόλισμα

### 420.3

Καυκάσου πέλας νέμονται,

### 420.4

δάιος στρατός, ὀξυπρῴ‐

### 420.5

ροισι βρέμων ἐν αἰχμαῖς.

### 425.1

† μόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοις

### 425.2

δαμέντ’ ἀκαμαντοδέτοις

### 425.3

Τιτᾶνα λύμαις εἰσιδόμαν, θεὸν

### unit_133.1

Ἄτλανθ’, ὃς αἰὲν ὑπέροχον σθένος κραταιὸν

### unit_133.2

... οὐράνιόν τε πόλον

### 430

νώτοις ὑποστενάζει. †

### 430.1

βοᾷ δὲ πόντιος κλύδων

### 430.2

ξυμπίτνων, στένει βυθός,

### 430.3

κελαινὸς [δ’] Ἄιδος ὑποβρέμει μυχὸς γᾶς,

### 430.4

παγαί θ’ ἁγνορύτων ποταμῶν

### 435

στένουσιν ἄλγος οἰκτρόν.

### 435.1

Πρ.μή τοι χλιδῇ δοκεῖτε μηδ’ αὐθαδίᾳ

### 435.2

σιγᾶν με· συννοίᾳ δὲ δάπτομαι κέαρ,

### 435.3

ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.

### 435.4

καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα

### 440.1

τίς ἄλλος ἢ ’γὼ παντελῶς διώρισεν;

### 440.2

ἀλλ’ αὐτὰ σιγῶ. καὶ γὰρ εἰδυίαισιν ἂν

### 440.3

ὑμῖν λέγοιμι· τἀν βροτοῖς δὲ πήματα

### 440.4

ἀκούσαθ’, ὥς σφας νηπίους ὄντας τὸ πρὶν

### 440.5

ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.

### 445.1

λέξω δέ, μέμψιν οὔτιν’ ἀνθρώποις ἔχων,

### 445.2

ἀλλ’ ὧν δέδωκ’ εὔνοιαν ἐξηγούμενος·

### 445.3

οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,

### 445.4

κλύοντες οὐκ ἤκουον, ἀλλ’ ὀνειράτων

### 445.5

ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον

### unit_140.1

ἔφυρον εἰκῇ πάντα, κοὔτε πλινθυφεῖς

### unit_140.2

δόμους προσείλους ᾖσαν, οὐ ξυλουργίαν·

### unit_141.1

κατώρυχες δ’ ἔναιον ὥστ’ ἀήσυροι

### unit_141.2

μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.

### unit_141.3

ἦν δ’ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ

### 455.1

οὔτ’ ἀνθεμώδους ἦρος οὔτε καρπίμου

### 455.2

θέρους βέβαιον, ἀλλ’ ἄτερ γνώμης τὸ πᾶν

### 455.3

ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ

### 455.4

ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.

### 455.5

καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων,

### 460.1

ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις,

### 460.2

μνήμην ἁπάντων, μουσομήτορ’ ἐργάνην.

### 460.3

κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα

### 460.4

ζεύγλαισι δουλεύοντα σώμασίν θ’ ὅπως

### 460.5

θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων

### 465.1

γένοινθ’, ὑφ’ ἅρμα τ’ ἤγαγον φιληνίους

### 465.2

ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.

### 465.3

θαλασσόπλαγκτα δ’ οὔτις ἄλλος ἀντ’ ἐμοῦ

### 465.4

λινόπτερ’ ηὗρε ναυτίλων ὀχήματα.

### 465.5

τοιαῦτα μηχανήματ’ ἐξευρὼν τάλας

### 470.1

βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμ’ ὅτῳ

### 470.2

τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.

### 470.3

Χο.πέπονθας αἰκὲς πῆμ’ ἀποσφαλεὶς φρενῶν

### 470.4

πλάνῃ, κακὸς δ’ ἰατρὸς ὥς τις ἐς νόσον

### 470.5

πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις

### 475.1

εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος.

### 475.2

Πρ.τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον,

### unit_147.1

οἵας τέχνας τε καὶ πόρους ἐμησάμην.

### unit_147.2

τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,

### unit_147.3

οὐκ ἦν ἀλέξημ’ οὐδέν, οὔτε βρώσιμον,

### 480.1

οὐ χριστόν, οὐδὲ πιστόν, ἀλλὰ φαρμάκων

### 480.2

χρείᾳ κατεσκέλλοντο, πρίν γ’ ἐγώ σφισιν

### 480.3

ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,

### 480.4

αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.

### 480.5

τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα,

### 485.1

κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ

### 485.2

ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους

### 485.3

ἐγνώρις’ αὐτοῖς ἐνοδίους τε συμβόλους.

### 485.4

γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς

### 485.5

διώρις’, οἵτινές τε δεξιοὶ φύσιν

### 490.1

εὐωνύμους τε, καὶ δίαιταν ἥντινα

### 490.2

ἔχους’ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες

### 490.3

ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι·

### 490.4

σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα

### 490.5

ἔχους’ ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴν

### 495.1

χολή, λοβοῦ τε ποικίλην εὐμορφίαν·

### 495.2

κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν

### 495.3

ὀσφῦν πυρώσας δυστέκμαρτον εἰς τέχνην

### 495.4

ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα

### 495.5

ἐξωμμάτωσα, πρόσθεν ὄντ’ ἐπάργεμα.

### unit_152.1

τοιαῦτα μὲν δὴ ταῦτ’· ἔνερθε δὲ χθονὸς

### unit_152.2

κεκρυμμέν’ ἀνθρώποισιν ὠφελήματα,

### unit_152.3

χαλκόν, σίδηρον, ἄργυρον χρυσόν τε, τίς

### unit_152.4

φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;

### unit_152.5

οὐδείς, σάφ’ οἶδα, μὴ μάτην φλῦσαι θέλων.

### 505

βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε,

### unit_154.1

πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.

### unit_154.2

Χο.μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,

### unit_154.3

σαυτοῦ δ’ ἀκήδει δυστυχοῦντος· ὡς ἐγὼ

### unit_154.4

εὔελπίς εἰμι τῶνδέ ς’ ἐκ δεσμῶν ἔτι

### 510.1

λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός.

### 510.2

Πρ.οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος

### 510.3

κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς

### 510.4

δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω·

### 510.5

τέχνη δ’ ἀνάγκης ἀσθενεστέρα μακρῷ.

### 515.1

Χο.τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;

### 515.2

Πρ.Μοῖραι τρίμορφοι μνήμονές τ’ Ἐρινύες.

### 515.3

Χο.τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;

### 515.4

Πρ.οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.

### 515.5

Χο.τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν;

### 520.1

Πρ.τοῦτ’ οὐκέτ’ ἂν πύθοιο, μηδὲ λιπάρει.

### 520.2

Χο.ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις.

### 520.3

Πρ.ἄλλου λόγου μέμνησθε, τόνδε δ’ οὐδαμῶς

### 520.4

καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος

### 520.5

ὅσον μάλιστα· τόνδε γὰρ σῴζων ἐγὼ

### 525

δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω.

### 527

ΧΟΡΟΣ

### 527.1

μηδάμ’ ὁ πάντα νέμων[στρ. α.

### 527.2

θεῖτ’ ἐμᾷ γνώμᾳ κράτος ἀντίπαλον Ζεύς,

### 527.3

μηδ’ ἐλινύσαιμι θεοὺς ὁσίαις

### 530

θοίναις ποτινισσομένα

### 531-532

βουφόνοις παρ’ Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον,

### 533.1

μηδ’ ἀλίτοιμι λόγοις·

### 533.2

ἀλλά μοι τόδ’ ἐμμένοι

### 535

καὶ μήποτ’ ἐκτακείη·

### 537.1

ἡδύ τι θαρσαλέαις[ἀντ. α.

### 537.2

τὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαναῖς

### 537.3

θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις,

### 540.1

φρίσσω δέ σε δερκομένα

### 540.2

μυρίοις μόχθοις διακναιόμενον ––⏑–.

### 540.3

Ζῆνα γὰρ οὐ τρομέων

### 540.4

ἰδίᾳ γνώμᾳ σέβῃ

### 540.5

θνατοὺς ἄγαν, Προμηθεῦ.

### 545.1

φέρε, πῶς χάρις ἁ χάρις, ὦ[στρ. β.

### 545.2

φίλος; εἰπέ, ποῦ τις ἀλκά;

### 545.3

τίς ἐφαμερίων ἄρηξις; οὐδ’ ἐδέρχθης

### 545.4

ὀλιγοδρανίαν ἄκικυν,

### 545.5

ἰσόνειρον, ᾇ τὸ φωτῶν

### unit_168.1

ἀλαὸν γένος ἐμπεποδισμένον; οὔποτε ––

### unit_168.2

τὰν Διὸς ἁρμονίαν θνατῶν παρεξίασι βουλαί.

### 553.1

ἔμαθον τάδε σὰς προσιδοῦσ’[ἀντ. β.

### 553.2

ὀλοὰς τύχας, Προμηθεῦ.

### 555.1

τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα

### 555.2

τόδ’ ἐκεῖνό θ’ ὅ τ’ ἀμφὶ λουτρὰ

### 555.3

καὶ λέχος σὸν ὑμεναίουν

### 558-559

ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοις

### 560

ἄγαγες Ἡσιόναν πιθὼν δάμαρτα κοινόλεκτρον.

### 560

ΙΩ

### 561.1

τίς γῆ; τί γένος; τίνα φῶ λεύσσειν

### 561.2

τόνδε χαλινοῖς ἐν πετρίνοισιν

### 562.1

χειμαζόμενον;

### 562.2

τίνος ἀμπλακίας ποινὰς ὀλέκῃ;

### 562.3

σήμηνον ὅποι

### 565

γῆς ἡ μογερὰ πεπλάνημαι.

### 565

ἆ ἆ, ἓ ἕ·

### 566.1

χρίει τίς αὖ με τὰν τάλαιναν οἶστρος;

### 566.2

εἴδωλον Ἄργου γηγενοῦς· † ἄλευ’, ἆ δᾶ· φοβοῦμαι,

### 566.3

τὸν μυριωπὸν εἰσορῶσα βούταν.

### 566.4

ὁ δὲ πορεύεται δόλιον ὄμμ’ ἔχων,

### 570.1

ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει.

### 570.2

ἀλλ’ ἐμὲ τὰν τάλαιναν

### 570.3

ἐξ ἐνέρων περῶν κυναγεῖ, πλανᾷ

### 570.4

τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμον.

### 573

ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ[στρ. α.

### 575.1

ἀχέτας ὑπνοδόταν νόμον·

### 575.2

ἰὼ ἰὼ πόποι, ποῖ μ’ ἄγουσι τηλέπλαγκτοι πλάναι;

### 575.3

τί ποτέ μ’, ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδ’

### 575.4

ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν πημοναῖσιν,

### 575.5

ἓ ἕ·

### 580.1

οἰστρηλάτῳ δὲ δείματι δειλαίαν

### 580.2

παράκοπον ὧδε τείρεις;

### 580.3

πυρί 〈με〉 φλέξον, ἢ χθονὶ κάλυψον, ἢ

### 580.4

ποντίοις δάκεσι δὸς βοράν,

### 580.5

μηδέ μοι φθονήσῃς

### 584

εὐγμάτων, ἄναξ.

### 585.1

ἄδην με πολύπλανοι πλάναι

### 585.2

γεγυμνάκασιν, οὐδ’ ἔχω μαθεῖν ὅπῃ

### 585.3

πημονὰς ἀλύξω.

### 585.4

κλύεις φθέγμα τᾶς βούκερω παρθένου;

### 588

Πρ.πῶς δ’ οὐ κλύω τῆς οἰστροδινήτου κόρης

### 590.1

τῆς Ἰναχείας, ἣ Διὸς θάλπει κέαρ

### 590.2

ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους

### 590.3

Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται;

### 592.1

Ιω.πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ’ ἀπύεις;[ἀντ. α.

### 592.2

εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν,

### 595

τίς ἄρα μ’, ὦ τάλας, [τὰν] ταλαίπωρον ὧδ’ ἔτυμα προσ‐

### 595.1

θροεῖς,

### 595.2

θεόσυτόν τε νόσον ὠνόμασας, ἃ

### 595.3

μαραίνει με χρίουσα κέντροισι φοιταλέοισιν;

### 595.4

ἓ ἕ·

### 595.5

σκιρτημάτων δὲ νήστισιν αἰκείαις

### unit_190.1

λαβρόσυτος ἦλθον, 〈Ἥρασ〉

### unit_190.2

ἐπικότοισι μήδεσι δαμεῖσα. δυσ‐

### unit_190.3

δαιμόνων δὲ τίνες οἵ, ἓ ἕ,

### unit_190.4

οἷ’ ἐγὼ μογοῦσιν;

### unit_190.5

ἀλλά μοι τορῶς

### 605.1

τέκμηρον ὅ τι μ’ ἐπαμμένει

### 605.2

παθεῖν· τί μῆχαρ, ἢ τί φάρμακον νόσου;

### 605.3

δεῖξον, εἴπερ οἶσθα·

### unit_192.1

θρόει, φράζε τᾷ δυσπλάνῳ παρθένῳ.

### unit_192.2

Πρ.λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν,

### 610.1

οὐκ ἐμπλέκων αἰνίγματ’, ἀλλ’ ἁπλῷ λόγῳ,

### 610.2

ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα.

### 610.3

πυρὸς βροτοῖς δοτῆρ’ ὁρᾷς Προμηθέα.

### 610.4

Ιω.ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς,

### 610.5

τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε;

### 615.1

Πρ.ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους.

### 615.2

Ιω.οὔκουν πόροις ἂν τήνδε δωρειὰν ἐμοί;

### 615.3

Πρ.λέγ’ ἥντιν’ αἰτεῖ· πᾶν γὰρ ἂν πύθοιό μου.

### 615.4

Ιω.σήμηνον ὅστις ἐν φάραγγί ς’ ὤχμασεν.

### 615.5

Πρ.βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ.

### 620.1

Ιω.ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;

### 620.2

Πρ.τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον.

### 620.3

Ιω.καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης

### 620.4

δεῖξον, τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.

### 620.5

Πρ.τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε.

### 625.1

Ιω.μήτοι με κρύψῃς τοῦθ’ ὅπερ μέλλω παθεῖν.

### 625.2

Πρ.ἀλλ’ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος.

### 625.3

Ιω.τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν;

### 625.4

Πρ.φθόνος μὲν οὐδείς, σὰς δ’ ὀκνῶ θράξαι φρένας.

### 625.5

Ιω.μή μου προκήδου μᾶσσον ὧν ἐμοὶ γλυκύ.

### 630.1

Πρ.ἐπεὶ προθυμῇ, χρὴ λέγειν· ἄκουε δή.

### 630.2

Χο.μήπω γε· μοῖραν δ’ ἡδονῆς κἀμοὶ πόρε.

### 630.3

τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,

### 630.4

αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας·

### 630.5

τὰ λοιπὰ δ’ ἄθλων σοῦ διδαχθήτω πάρα.

### 635.1

Πρ.σὸν ἔργον, Ἰοῖ, ταῖσδ’ ὑπουργῆσαι χάριν,

### 635.2

ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός.

### 635.3

ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας

### 635.4

ἐνταῦθ’, ὅπου μέλλοι τις οἴσεσθαι δάκρυ

### 635.5

πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.

### 640.1

Ιω.οὐκ οἶδ’ ὅπως ὑμῖν ἀπιστῆσαί με χρή,

### 640.2

σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετε

### 640.3

πεύσεσθε· καίτοι καὶ λέγους’ αἰσχύνομαι

### 640.4

θεόσσυτον χειμῶνα καὶ διαφθορὰν

### 640.5

μορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο.

### 645.1

αἰεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι

### 645.2

ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν

### 645.3

λείοισι μύθοις ‘Ὦ μέγ’ εὔδαιμον κόρη,

### 645.4

τί παρθενεύῃ δαρόν, ἐξόν σοι γάμου

### 645.5

τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει

### unit_201.1

πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν

### unit_201.2

θέλει· σὺ δ’, ὦ παῖ, μὴ ’πολακτίσῃς λέχος

### unit_201.3

τὸ Ζηνός, ἀλλ’ ἔξελθε πρὸς Λέρνης βαθὺν

### unit_201.4

λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός,

### unit_201.5

ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου.‘

### 655.1

τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι

### 655.2

ξυνειχόμην δύστηνος, ἔστε δὴ πατρὶ

### 655.3

ἔτλην γεγωνεῖν νυκτίφοιτ’ ὀνείρατα.

### 655.4

ὁ δ’ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺς

### 655.5

θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ

### 660.1

δρῶντ’ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα.

### 660.2

ἧκον δ’ ἀναγγέλλοντες αἰολοστόμους

### 660.3

χρησμοὺς ἀσήμους δυσκρίτως τ’ εἰρημένους.

### unit_204.1

τέλος δ’ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ

### unit_204.2

σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη

### 665.1

ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ,

### 665.2

ἄφετον ἀλᾶσθαι γῆς ἐπ’ ἐσχάτοις ὅροις,

### 665.3

εἰ μὴ θέλοι πυρωπὸν ἐκ Διὸς μολεῖν

### 665.4

κεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι γένος.

### 665.5

τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν

### 670.1

ἐξήλασέν με κἀπέκλῃσε δωμάτων

### 670.2

ἄκουσαν ἄκων· ἀλλ’ ἐπηνάγκαζέ νιν

### 670.3

Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.

### 670.4

εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι

### 670.5

ἦσαν, κεραστὶς δ’, ὡς ὁρᾶτ’, ὀξυστόμῳ

### 675.1

μύωπι χρισθεῖς’ ἐμμανεῖ σκιρτήματι

### 675.2

ᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος

### 675.3

Λέρνης τε κρήνην· βουκόλος δὲ γηγενὴς

### 675.4

ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς

### 675.5

ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους.

### 680.1

ἀπροσδόκητος δ’ αὐτὸν † αἰφνίδιος μόρος

### 680.2

τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δ’ ἐγὼ

### 680.3

μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.

### 680.4

κλύεις τὰ πραχθέντ’· εἰ δ’ ἔχεις εἰπεῖν ὅ τι

### 680.5

λοιπὸν πόνων, σήμαινε μηδέ μ’ οἰκτίσας

### 685.1

σύνθαλπε μύθοις ψευδέσιν· νόσημα γὰρ

### 685.2

αἴσχιστον εἶναί φημι συνθέτους λόγους.

### 686

Χο.ἔα ἔα, ἄπεχε, φεῦ·

### unit_211.1

οὔποτ’ οὔποτ’ ηὔχουν 〈ὧδε〉 ξένους

### unit_211.2

μολεῖσθαι λόγους ἐς ἀκοὰν ἐμάν,

### 690.1

οὐδ’ ὧδε δυσθέατα καὶ δύσοιστα

### 690.2

πήματα λύμα[τα δείμα]τ’ ἀμ‐

### 693.1

φήκει κέντρῳ ψύχειν ψυχὰν ἐμάν.

### 693.2

ἰὼ ἰὼ μοῖρα μοῖρα,

### 695

πέφρικ’ εἰσιδοῦσα πρᾶξιν Ἰοῦς.

### 695.1

Πρ.πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ·

### 695.2

ἐπίσχες ἔστ’ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς.

### 695.3

Χο.λέγ’, ἐκδίδασκε· τοῖς νοσοῦσί τοι γλυκὺ

### 695.4

τὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς.

### unit_216.1

Πρ.τὴν πρίν γε χρείαν ἠνύσασθ’ ἐμοῦ πάρα

### unit_216.2

κούφως· μαθεῖν γὰρ τῆσδε πρῶτ’ ἐχρῄζετε

### unit_216.3

τὸν ἀμφ’ ἑαυτῆς ἆθλον ἐξηγουμένης·

### unit_216.4

τὰ λοιπὰ νῦν ἀκούσαθ’, οἷα χρὴ πάθη

### unit_216.5

τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα.

### 705.1

σύ τ’, Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγους

### 705.2

θυμῷ βάλ’, ὡς ἂν τέρματ’ ἐκμάθῃς ὁδοῦ.

### 705.3

πρῶτον μὲν ἐνθένδ’ ἡλίου πρὸς ἀντολὰς

### 705.4

στρέψασα σαυτὴν στεῖχ’ ἀνηρότους γύας·

### 705.5

Σκύθας δ’ ἀφίξῃ νομάδας, οἳ πλεκτὰς στέγας

### 710.1

πεδάρσιοι ναίους’ ἐπ’ εὐκύκλοις ὄχοις,

### 710.2

ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι·

### 710.3

οἷς μὴ πελάζειν, ἀλλ’ ἁλιστόνοις πόδας

### 710.4

χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα.

### unit_219

λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες

### 715.1

οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή,

### 715.2

ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι ξένοις.

### 715.3

ἥξεις δ’ ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον,

### 715.4

ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν,

### 715.5

πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν

### 720.1

ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος

### 720.2

κροτάφων ἀπ’ αὐτῶν. ἀστρογείτονας δὲ χρὴ

### 720.3

κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν

### 720.4

βῆναι κέλευθον, ἔνθ’ Ἀμαζόνων στρατὸν

### 720.5

ἥξεις στυγάνορ’, αἳ Θεμίσκυράν ποτε

### 725.1

κατοικιοῦσιν ἀμφὶ Θερμώδονθ’, ἵνα

### 725.2

τραχεῖα πόντου Σαλμυδησσία γνάθος,

### 725.3

ἐχθρόξενος ναύτῃσι, μητρυιὰ νεῶν·

### 725.4

αὗταί ς’ ὁδηγήσουσι καὶ μάλ’ ἀσμένως.

### 725.5

ἰσθμὸν δ’ ἐπ’ αὐταῖς στενοπόροις λίμνης πύλαις

### 730.1

Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ

### 730.2

λιποῦσαν αὐλῶν’ ἐκπερᾶν Μαιωτικόν·

### 730.3

ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας

### 730.4

τῆς σῆς πορείας, Βόσπορος δ’ ἐπώνυμος

### 730.5

κεκλήσεται. λιποῦσα δ’ Εὐρώπης πέδον

### 735.1

ἤπειρον ἥξεις Ἀσιάδα. ἆρ’ ὑμῖν δοκεῖ

### 735.2

ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ’ ὁμῶς

### 735.3

βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς

### 735.4

χρῄζων μιγῆναι τάσδ’ ἐπέρριψεν πλάνας.

### 735.5

πικροῦ δ’ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων

### 740.1

μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους,

### 740.2

εἶναι δόκει σοὶ μηδέπω ’ν προοιμίοις.

### 740.3

Ιω.ἰώ μοί μοι· ἓ ἕ.

### unit_226.1

Πρ.σὺ δ’ αὖ κέκραγας κἀναμυχθίζῃ· τί που

### unit_226.2

δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;

### 745.1

Χο.ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς;

### 745.2

Πρ.δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.

### 745.3

Ιω.τί δῆτ’ ἐμοὶ ζῆν κέρδος, ἀλλ’ οὐκ ἐν τάχει

### 745.4

ἔρριψ’ ἐμαυτὴν τῆσδ’ ἀπὸ στύφλου πέτρας,

### 745.5

ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων

### unit_228.1

ἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν

### unit_228.2

ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.

### unit_228.3

Πρ.ἦ δυσπετῶν ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,

### unit_228.4

ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον·

### unit_228.5

αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή·

### 755.1

νῦν δ’ οὐδέν ἐστι τέρμα μοι προκείμενον

### 755.2

μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος.

### 755.3

Ιω.ἦ γάρ ποτ’ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;

### 755.4

Πρ.ἥδοι’ ἄν, οἶμαι, τήνδ’ ἰδοῦσα συμφοράν.

### 755.5

Ιω.πῶς δ’ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;

### 760.1

Πρ.ὡς τοίνυν ὄντων τῶνδε γαθεῖν σοι πάρα.

### 760.2

Ιω.πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;

### 760.3

Πρ.πρὸς αὐτὸς αὐτοῦ κενοφρόνων βουλευμάτων.

### 760.4

Ιω.ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη.

### 760.5

Πρ.γαμεῖ γάμον τοιοῦτον ᾧ ποτ’ ἀσχαλεῖ.

### 765.1

Ιω.θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον.

### 765.2

Πρ.τί δ’ ὅντιν’; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε.

### 765.3

Ιω.ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων;

### 765.4

Πρ.ἣ τέξεταί γε παῖδα φέρτερον πατρός.

### 765.5

Ιω.οὐδ’ ἔστιν αὐτῷ τῆσδ’ ἀποστροφὴ τύχης;

### 770.1

Πρ.οὐ δῆτα, πλὴν ἔγωγ’ ἂν ἐκ δεσμῶν λυθείς.

### 770.2

Ιω.τίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός;

### 770.3

Πρ.τῶν σῶν τιν’ αὐτὸν ἐγγόνων εἶναι χρεών.

### 770.4

Ιω.πῶς εἶπας; ἦ ’μὸς παῖς ς’ ἀπαλλάξει κακῶν;

### 770.5

Πρ.τρίτος γε γένναν πρὸς δέκ’ ἄλλαισιν γοναῖς.

### 775.1

Ιω.ἥδ’ οὐκέτ’ εὐξύμβλητος ἡ χρησμῳδία.

### 775.2

Πρ.καὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους.

### 775.3

Ιω.μή μοι προτείνων κέρδος εἶτ’ ἀποστέρει.

### 775.4

Πρ.δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι.

### 775.5

Ιω.ποίοιν; πρόδειξον, αἵρεσίν τ’ ἐμοὶ δίδου.

### 780.1

Πρ.δίδωμ’· ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι

### 780.2

φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντ’ ἐμέ.

### 780.3

Χο.τούτων σὺ τὴν μὲν τῇδε, τὴν δ’ ἐμοὶ χάριν

### 780.4

θέσθαι θέλησον, μηδ’ ἀτιμάσῃς λόγου·

### 780.5

καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,

### 785.1

ἐμοὶ δὲ τὸν λύσοντα· τοῦτο γὰρ ποθῶ.

### 785.2

Πρ.ἐπεὶ προθυμεῖσθ’, οὐκ ἐναντιώσομαι

### 785.3

τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε.

### 785.4

σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω,

### 785.5

ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν.

### 790.1

ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν ὅρον,

### 790.2

πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς

### 791.1

. . . . . . .

### 791.2

πόντου περῶσα φλοῖσβον, ἔστ’ ἂν ἐξίκῃ

### 791.3

πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα

### 791.4

αἱ Φορκίδες ναίουσι, δηναιαὶ κόραι

### 795.1

τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμ’ ἐκτημέναι,

### 795.2

μονόδοντες, ἃς οὔθ’ ἥλιος προσδέρκεται

### 795.3

ἀκτῖσιν οὔθ’ ἡ νύκτερος μήνη ποτέ.

### 795.4

πέλας δ’ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,

### 795.5

δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,

### unit_239.1

ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς·

### unit_239.2

τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω.

### unit_239.3

ἄλλην δ’ ἄκουσον δυσχερῆ θεωρίαν·

### unit_239.4

ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας

### unit_239.5

γρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸν

### 805.1

Ἀριμασπὸν ἱπποβάμον’, οἳ χρυσόρρυτον

### 805.2

οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου·

### 805.3

τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν

### 805.4

ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου

### 805.5

ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ.

### 810.1

τούτου παρ’ ὄχθας ἕρφ’, ἕως ἂν ἐξίκῃ

### 810.2

καταβασμόν, ἔνθα Βυβλίνων ὀρῶν ἄπο

### 810.3

ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος.

### 810.4

οὗτός ς’ ὁδώσει τὴν τρίγωνον ἐς χθόνα

### 810.5

Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν,

### 815.1

Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι.

### 815.2

τῶνδ’ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,

### 815.3

ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε·

### 815.4

σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι.

### 815.5

Χο.εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον

### 820.1

ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης,

### 820.2

λέγ’· εἰ δὲ πάντ’ εἴρηκας, ἡμῖν αὖ χάριν

### 820.3

δὸς ἣν πρὶν ᾐτούμεσθα· μέμνησαι δέ που.

### unit_244.1

Πρ.τὸ πᾶν πορείας ἥδε τέρμ’ ἀκήκοεν.

### unit_244.2

ὅπως δ’ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου,

### 825.1

ἃ πρὶν μολεῖν δεῦρ’ ἐκμεμόχθηκεν φράσω,

### 825.2

τεκμήριον τοῦτ’ αὐτὸ δοὺς μύθων ἐμῶν.

### 825.3

ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,

### 825.4

πρὸς αὐτὸ δ’ εἶμι τέρμα σῶν πλανημάτων.

### 825.5

ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα,

### 830.1

τὴν αἰπύνωτόν τ’ ἀμφὶ Δωδώνην, ἵνα

### 830.2

μαντεῖα θᾶκός τ’ ἐστὶ Θεσπρωτοῦ Διός,

### 830.3

τέρας τ’ ἄπιστον, αἱ προσήγοροι δρύες,

### 830.4

ὑφ’ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως

### 830.5

προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ

### 835.1

μέλλους’ ἔσεσθαι· τῶνδε προσσαίνει σέ τι;

### 835.2

ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν

### 835.3

κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας,

### 835.4

ἀφ’ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις·

### 835.5

χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,

### 840.1

σαφῶς ἐπίστας’, Ἰόνιος κεκλήσεται,

### 840.2

τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.

### 840.3

σημεῖά σοι τάδ’ ἐστὶ τῆς ἐμῆς φρενός,

### 840.4

ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.

### 840.5

τὰ λοιπὰ δ’ ὑμῖν τῇδέ τ’ ἐς κοινὸν φράσω,

### 845.1

ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.

### 845.2

ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,

### 845.3

Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι·

### 845.4

ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα

### 845.5

ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.

### unit_250.1

ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων

### unit_250.2

τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται

### unit_251.1

ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα·

### unit_251.2

πέμπτη δ’ ἀπ’ αὐτοῦ γέννα πεντηκοντάπαις

### unit_251.3

πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦς’ ἐλεύσεται

### 855.1

θηλύσπορος, φεύγουσα συγγενῆ γάμον

### 855.2

ἀνεψιῶν· οἱ δ’ ἐπτοημένοι φρένας,

### 855.3

κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι,

### 855.4

ἥξουσι θηρεύοντες οὐ θηρασίμους

### 855.5

γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός·

### 860.1

Πελασγία δὲ δέξεται θηλυκτόνῳ

### 860.2

Ἄρει δαμέντων νυκτιφρουρήτῳ θράσει·

### 860.3

γυνὴ γὰρ ἄνδρ’ ἕκαστον αἰῶνος στερεῖ,

### 860.4

δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος·

### 860.5

τοιάδ’ ἐπ’ ἐχθροὺς ἐμοὺς ἔλθοι Κύπρις.

### 865.1

μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ

### 865.2

κτεῖναι σύνευνον, ἀλλ’ ἀπαμβλυνθήσεται

### 865.3

γνώμην· δυοῖν δὲ θάτερον βουλήσεται,

### 865.4

κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος·

### 865.5

αὕτη κατ’ Ἄργος βασιλικὸν τέξει γένος.

### 870.1

μακροῦ λόγου δεῖ ταῦτ’ ἐπεξελθεῖν τορῶς.

### 870.2

σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς

### 870.3

τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδ’ ἐμὲ

### 870.4

λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς

### 870.5

μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις·

### 875.1

ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ λόγου

### 875.2

εἰπεῖν, σύ τ’ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.

### 876

Ιω.ἐλελεῦ, ἐλελεῦ,

### unit_258.1

ὑπό μ’ αὖ σφάκελος καὶ φρενοπληγεῖς

### unit_258.2

μανίαι θάλπους’, οἴστρου δ’ ἄρδις

### 880.1

χρίει μ’ ἄπυρος·

### 880.2

κραδία δὲ φόβῳ φρένα λακτίζει,

### 880.3

τροχοδινεῖται δ’ ὄμμαθ’ ἑλίγδην,

### 880.4

ἔξω δὲ δρόμου φέρομαι λύσσης

### 880.5

πνεύματι μάργῳ, γλώσσης ἀκρατής·

### 885.1

θολεροὶ δὲ λόγοι παίους’ εἰκῇ

### 885.2

στυγνῆς πρὸς κύμασιν ἄτης.

### 886.1

Χο.ἦ σοφὸς ἦ σοφὸς ἦν[στρ. α.

### 886.2

ὃς πρῶτος ἐν γνώμᾳ τόδ’ ἐβάστασε καὶ γλώσ‐

### 886.3

σᾳ διεμυθολόγησεν,

### 890.1

ὡς τὸ κηδεῦσαι καθ’ ἑαυτὸν ἀριστεύει μακρῷ,

### 890.2

καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων

### 890.3

μήτε τῶν γέννᾳ μεγαλυνομένων

### 890.4

ὄντα χερνήταν ἐραστεῦσαι γάμων.

### 893

μήποτε μήποτέ μ’, ὦ[ἀντ. α.

### 895.1

Μοῖραι 〈μακραίωνεσ〉, λεχέων Διὸς εὐνά‐

### 895.2

τειραν ἴδοισθε πέλουσαν·

### 895.3

μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ.

### 895.4

ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν

### 895.5

εἰσορῶς’ Ἰοῦς ἀμαλαπτομέναν

### unit_265.1

δυσπλάνοις Ἥρας ἀλατείαις πόνων.

### unit_265.2

ἐμοὶ δ’ ὅτε μὲν ὁμαλὸς ὁ γάμος,[ἐπῳδ.

### unit_265.3

ἄφοβος· ὃν δὲ δέδια, μὴ

### unit_265.4

κρεισσόνων [θεῶν] ἔρως ἄφυκτον

### 903.1

ὄμμα προσδράκοι με.

### 903.2

ἀπόλεμος ὅδε γ’ ὁ πόλεμος, ἄπορα πόριμος· οὐδ’

### 905.1

ἔχω τίς ἂν γενοίμαν·

### 905.2

τὰν Διὸς γὰρ οὐχ ὁρῶ

### 906

μῆτιν ὅπα φύγοιμ’ ἄν.

### 906.1

Πρ.ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδη φρονῶν,

### 906.2

ἔσται ταπεινός, οἷον ἐξαρτύεται

### 906.3

γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος

### 910.1

θρόνων τ’ ἄιστον ἐκβαλεῖ· πατρὸς δ’ ἀρὰ

### 910.2

Κρόνου τότ’ ἤδη παντελῶς κρανθήσεται,

### 910.3

ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων.

### 910.4

τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν

### 910.5

δύναιτ’ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.

### 915.1

ἐγὼ τάδ’ οἶδα χᾦ τρόπῳ. πρὸς ταῦτα νῦν

### 915.2

θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις

### 915.3

πιστός, τινάσσων τ’ ἐν χεροῖν πύρπνουν βέλος.

### 915.4

οὐδὲν γὰρ αὐτῷ ταῦτ’ ἐπαρκέσει τὸ μὴ οὐ

### 915.5

πεσεῖν ἀτίμως πτώματ’ οὐκ ἀνασχετά·

### 920.1

τοῖον παλαιστὴν νῦν παρασκευάζεται

### 920.2

ἐπ’ αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας·

### 920.3

ὃς δὴ κεραυνοῦ κρείσσον’ εὑρήσει φλόγα,

### unit_273.1

βροντῆς θ’ ὑπερβάλλοντα καρτερὸν κτύπον,

### unit_273.2

θαλασσίαν τε γῆς τινάκτειραν νόσον,

### 925.1

τρίαιναν αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ.

### 925.2

πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται

### 925.3

ὅσον τό τ’ ἄρχειν καὶ τὸ δουλεύειν δίχα.

### 925.4

Χο.σύ θην ἃ χρῄζεις, ταῦτ’ ἐπιγλωσσᾷ Διός.

### 925.5

Πρ.ἅπερ τελεῖται, πρὸς δ’ ἃ βούλομαι λέγω.

### 930.1

Χο.καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα;

### 930.2

Πρ.καὶ τῶνδέ γ’ ἕξει δυσλοφωτέρους πόνους.

### 930.3

Χο.πῶς οὐχὶ ταρβεῖς τοιάδ’ ἐκρίπτων ἔπη;

### 930.4

Πρ.τί δ’ ἂν φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον;

### 930.5

Χο.ἀλλ’ ἆθλον ἄν σοι τοῦδ’ ἔτ’ ἀλγίω πόροι.

### 935.1

Πρ.ὁ δ’ οὖν ποείτω· πάντα προσδοκητά μοι.

### 935.2

Χο.οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί.

### 935.3

Πρ.σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντ’ ἀεί.

### 935.4

ἐμοὶ δ’ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει.

### 935.5

δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον

### 940.1

ὅπως θέλει· δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.

### 940.2

ἀλλ’ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,

### 940.3

τὸν τοῦ τυράννου τοῦ νέου διάκονον·

### 940.4

πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.

### 943

ΕΡΜΗΣ

### 944

σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον,

### 945.1

τὸν ἐξαμαρτόντ’ εἰς θεοὺς ἐφημέροις

### 945.2

πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω·

### 945.3

πατὴρ ἄνωγέ ς’ οὕστινας κομπεῖς γάμους

### unit_281.1

αὐδᾶν, πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους·

### unit_281.2

καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως,

### unit_282.1

ἀλλ’ αὔθ’ ἕκαστα φράζε· μηδέ μοι διπλᾶς

### unit_282.2

ὁδούς, Προμηθεῦ, προσβάλῃς· ὁρᾷς δ’ ὅτι

### unit_282.3

Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.

### unit_282.4

Πρ.σεμνόστομός γε καὶ φρονήματος πλέως

### unit_282.5

ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.

### 955.1

νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ

### 955.2

ναίειν ἀπενθῆ πέργαμ’· οὐκ ἐκ τῶνδ’ ἐγὼ

### 955.3

δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;

### 955.4

τρίτον δὲ τὸν νῦν κοιρανοῦντ’ ἐπόψομαι

### 955.5

αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ

### 960.1

ταρβεῖν ὑποπτήσσειν τε τοὺς νέους θεούς;

### 960.2

πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ

### 960.3

κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν·

### 960.4

πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.

### 960.5

Ερ.τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν

### 965.1

ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας.

### 965.2

Πρ.τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν,

### 965.3

σαφῶς ἐπίστας’, οὐκ ἂν ἀλλάξαιμ’ ἐγώ.

### 965.4

Ερ.κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳ

### 965.5

ἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον;

### 970.1

Πρ.οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών.

### 970.2

Ερ.χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασιν.

### 970.3

Πρ.χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ

### 970.4

ἐχθροὺς ἴδοιμι· καὶ σὲ δ’ ἐν τούτοις λέγω.

### unit_287

Ερ.ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ;

### 975.1

Πρ.ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς,

### 975.2

ὅσοι παθόντες εὖ κακοῦσί μ’ ἐκδίκως.

### 975.3

Ερ.κλύω ς’ ἐγὼ μεμηνότ’ οὐ σμικρὰν νόσον.

### 975.4

Πρ.νοσοῖμ’ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν.

### 975.5

Ερ.εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς.

### 980

Πρ.ὤμοι.

### 980.1

Ερ.〈ὤμοι·〉 τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται.

### 980.2

Πρ.ἀλλ’ ἐκδιδάσκει πάνθ’ ὁ γηράσκων χρόνος.

### 980.3

Ερ.καὶ μὴν σύ γ’ οὔπω σωφρονεῖν ἐπίστασαι.

### 980.4

Πρ.σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθ’ ὑπηρέτην.

### 980.5

Ερ.ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ.

### 985.1

Πρ.καὶ μὴν ὀφείλων γ’ ἂν τίνοιμ’ αὐτῷ χάριν.

### 985.2

Ερ.ἐκερτόμησας δῆθεν ὥστε παῖδά με.

### 985.3

Πρ.οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδ’ ἀνούστερος,

### 985.4

εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα;

### 985.5

οὐκ ἔστιν αἴκισμ’ οὐδὲ μηχάνημ’ ὅτῳ

### 990.1

προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε,

### 990.2

πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια.

### 990.3

πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ,

### 990.4

λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι

### 990.5

χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω·

### 995.1

γνάμψει γὰρ οὐδὲν τῶνδέ μ’ ὥστε καὶ φράσαι

### 995.2

πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος.

### 995.3

Ερ.ὅρα νυν εἴ σοι ταῦτ’ ἀρωγὰ φαίνεται.

### 995.4

Πρ.ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε.

### 995.5

Ερ.τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε

### unit_294.1

πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν.

### unit_294.2

Πρ.ὀχλεῖς μάτην με κῦμ’ ὅπως παρηγορῶν.

### unit_295.1

εἰσελθέτω σε μήποθ’ ὡς ἐγὼ Διὸς

### unit_295.2

γνώμην φοβηθεὶς θηλύνους γενήσομαι,

### unit_295.3

καὶ λιπαρήσω τὸν μέγα στυγούμενον

### 1005.1

γυναικομίμοις ὑπτιάσμασιν χερῶν

### 1005.2

λῦσαί με δεσμῶν τῶνδε· τοῦ παντὸς δέω.

### 1005.3

Ερ.λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν·

### 1005.4

τέγγῃ γὰρ οὐδὲν οὐδὲ μαλθάσσῃ λιταῖς

### 1005.5

ἐμαῖς· δακὼν δὲ στόμιον ὡς νεοζυγὴς

### 1010.1

πῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ.

### 1010.2

ἀτὰρ σφοδρύνῃ γ’ ἀσθενεῖ σοφίσματι.

### 1010.3

αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς

### 1010.4

αὐτὴ καθ’ αὑτὴν οὐδενὸς μεῖζον σθένει.

### 1010.5

σκέψαι δ’, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,

### 1015.1

οἷός σε χειμὼν καὶ κακῶν τρικυμία

### 1015.2

ἔπεις’ ἄφυκτος· πρῶτα μὲν γὰρ ὀκρίδα

### 1015.3

φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ

### 1015.4

πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας

### 1015.5

τὸ σόν, πετραία δ’ ἀγκάλη σε βαστάσει.

### 1020.1

μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου

### 1020.2

ἄψορρον ἥξεις εἰς φάος· Διὸς δέ σοι

### 1020.3

πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως

### 1020.4

διαρταμήσει σώματος μέγα ῥάκος,

### 1020.5

ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,

### 1025.1

κελαινόβρωτον δ’ ἧπαρ ἐκθοινήσεται.

### 1025.2

τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα,

### 1025.3

πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων

### 1025.4

φανῇ, θελήσῃ τ’ εἰς ἀναύγητον μολεῖν

### 1025.5

Ἅιδην κνεφαῖά τ’ ἀμφὶ Ταρτάρου βάθη.

### 1030.1

πρὸς ταῦτα βούλευ’· ὡς ὅδ’ οὐ πεπλασμένος

### 1030.2

ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος·

### 1030.3

ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα

### 1030.4

τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ. σὺ δὲ

### 1030.5

πάπταινε καὶ φρόντιζε, μηδ’ αὐθαδίαν

### 1035.1

εὐβουλίας ἀμείνον’ ἡγήσῃ ποτέ.

### 1035.2

Χο.ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται

### 1035.3

λέγειν· ἄνωγε γάρ σε τὴν αὐθαδίαν

### 1035.4

μεθέντ’ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν.

### 1035.5

πιθοῦ· σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.

### 1040.1

Πρ.εἰδότι τοί μοι τάσδ’ ἀγγελίας

### 1040.2

ὅδ’ ἐθώυξεν, πάσχειν δὲ κακῶς

### 1040.3

ἐχθρὸν ὑπ’ ἐχθρῶν οὐδὲν ἀεικές.

### 1040.4

πρὸς ταῦτ’ ἐπ’ ἐμοὶ ῥιπτέσθω μὲν

### 1040.5

πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ’

### 1045.1

ἐρεθιζέσθω βροντῇ σφακέλῳ τ’

### 1045.2

ἀγρίων ἀνέμων· χθόνα δ’ ἐκ πυθμένων

### 1045.3

αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι,

### 1045.4

κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ

### 1045.5

συγχώσειεν τῶν οὐρανίων

### unit_305.1

ἄστρων διόδους, εἴς τε κελαινὸν

### unit_305.2

Τάρταρον ἄρδην ῥίψειε δέμας

### unit_305.3

τοὐμὸν ἀνάγκης στερραῖς δίναις·

### unit_305.4

πάντως ἐμέ γ’ οὐ θανατώσει.

### unit_305.5

Ερ.τοιάδε μέντοι τῶν φρενοπλήκτων

### 1055.1

βουλεύματ’ ἔπη τ’ ἔστιν ἀκοῦσαι.

### 1055.2

τί γὰρ ἐλλείπει μὴ 〈οὐ〉 παραπαίειν

### 1055.3

ἡ τοῦδ’ εὐχή; τί χαλᾷ μανιῶν;

### unit_307.1

ἀλλ’ οὖν ὑμεῖς γ’ αἱ πημοσύναις

### unit_307.2

συγκάμνουσαι ταῖς τοῦδε τόπων

### 1060.1

μετά ποι χωρεῖτ’ ἐκ τῶνδε θοῶς,

### 1060.2

μὴ φρένας ὑμῶν ἠλιθιώσῃ

### 1060.3

βροντῆς μύκημ’ ἀτέραμνον.

### 1060.4

Χο.ἄλλο τι φώνει καὶ παραμυθοῦ μ’

### 1060.5

ὅ τι καὶ πείσεις· οὐ γὰρ δή που

### 1065.1

τοῦτό γε τλητὸν παρέσυρας ἔπος.

### 1065.2

πῶς με κελεύεις κακότητ’ ἀσκεῖν;

### 1065.3

μετὰ τοῦδ’ ὅ τι χρὴ πάσχειν ἐθέλω·

### 1065.4

τοὺς προδότας γὰρ μισεῖν ἔμαθον,

### 1065.5

κοὐκ ἔστι νόσος

### 1070.1

τῆσδ’ ἥντιν’ ἀπέπτυσα μᾶλλον.

### 1070.2

Ερ.ἀλλ’ οὖν μέμνησθ’ ἁγὼ προλέγω,

### 1070.3

μηδὲ πρὸς ἄτης θηραθεῖσαι

### 1070.4

μέμψησθε τύχην, μηδέ ποτ’ εἴπηθ’

### 1070.5

ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον

### 1075.1

πῆμ’ εἰσέβαλεν· μὴ δῆτ’, αὐταὶ δ’

### 1075.2

ὑμᾶς αὐτάς. εἰδυῖαι γὰρ

### 1075.3

κοὐκ ἐξαίφνης οὐδὲ λαθραίως

### 1075.4

εἰς ἀπέρατον δίκτυον ἄτης

### 1075.5

ἐμπλεχθήσεσθ’ ὑπ’ ἀνοίας.

### 1080.1

Πρ.καὶ μὴν ἔργῳ κοὐκέτι μύθῳ

### 1080.2

χθὼν σεσάλευται.

### 1080.3

βρυχία δ’ ἠχὼ παραμυκᾶται

### 1080.4

βροντῆς, ἕλικες δ’ ἐκλάμπουσι

### 1080.5

στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν

### 1085.1

εἱλίσσουσιν· σκιρτᾷ δ’ ἀνέμων

### 1085.2

πνεύματα πάντων εἰς ἄλληλα

### unit_314.1

στάσιν ἀντίπνουν [ἀποδεικνύμενα]·

### unit_314.2

ξυντετάρακται δ’ αἰθὴρ πόντῳ.

### unit_314.3

τοιάδ’ ἐπ’ ἐμοὶ ῥιπὴ Διόθεν

### 1090.1

τεύχουσα φόβον στείχει φανερῶς.

### 1090.2

ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων

### 1090.3

αἰθὴρ κοινὸν φάος εἱλίσσων,

### unit_316

ἐσορᾷς ὡς ἔκδικα πάσχω.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aeschylus-prometheus-bound-emo-ac.json (sha256:5d569f61a5d5d27ecb22e395d69fae2c521f127b99754c156544e147ec5af02c). Cite as `eul_wid: emo-ac`.
