---
title: Persians
title_greek: Πέρσαι
author: Aeschylus the Tragedian
eul_wid: emo-aj
eul_aid: emo
canonical: "https://eulogikon.org/grc/aeschylus/persians"
canonical_json: "https://eulogikon.org/data/works/grc/aeschylus-persians-emo-aj.json"
sha256: "7d2462f3e11a46d50fbf12988c4da9533d8a14c0832337e1838c210d2c174657"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: CC0-1.0
---

# Persians

*Πέρσαι*

**Author:** Aeschylus the Tragedian

**eul_wid:** `emo-aj` · [HTML page](https://eulogikon.org/grc/aeschylus/persians) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aeschylus-persians-emo-aj.json)

## Text

### 1

ΧΟΡΟΣ

### 1.1

Τάδε μὲν Περσῶν τῶν οἰχομένων

### 1.2

Ἑλλάδ’ ἐς αἶαν πιστὰ καλεῖται,

### 1.3

καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων

### 1.4

ἑδράνων φύλακες, κατὰ πρεσβείαν

### 5.1

οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς

### 5.2

Δαρειογενὴς

### 5.3

εἵλετο χώρας ἐφορεύειν.

### 5.4

ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ

### 5.5

καὶ πολυχρύσου στρατιᾶς ἤδη

### 10.1

κακόμαντις ἄγαν ὀρσολοπεῖται

### 10.2

θυμὸς ἔσωθεν.

### 10.3

πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς

### 10.4

οἴχωκε, νέον δ’ ἄνδρα βαΰζει,

### 10.5

κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς

### 15.1

ἄστυ τὸ Περσῶν ἀφικνεῖται·

### 15.2

οἵτε τὸ Σούσων ἠδ’ Ἀγβατάνων

### 15.3

καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος

### 15.4

προλιπόντες ἔβαν, τοὶ μὲν ἐφ’ ἵππων,

### 15.5

τοὶ δ’ ἐπὶ ναῶν, πεζοί τε βάδην

### 20.1

πολέμου στῖφος παρέχοντες·

### 20.2

οἷος Ἀμίστρης ἠδ’ Ἀρταφρένης καὶ Μεγαβάτης ἠδ’ Ἀστάσπης,

### 20.3

ταγοὶ Περσῶν,

### 20.4

βασιλῆς βασιλέως ὕποχοι μεγάλου,

### 25.1

σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι,

### 25.2

τοξοδάμαντές τ’ ἠδ’ ἱπποβάται,

### 25.3

φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην

### 25.4

ψυχῆς εὐτλήμονι δόξῃ·

### 25.5

Ἀρτεμβάρης θ’ ἱππιοχάρμης

### 30.1

καὶ Μασίστρης, ὅ τε τοξοδάμας

### 30.2

ἐσθλὸς Ἰμαῖος Φαρανδάκης θ’,

### 30.3

ἵππων τ’ ἐλατὴρ Σοσθάνης.

### 30.4

ἄλλους δ’ ὁ μέγας καὶ πολυθρέμμων

### 30.5

Νεῖλος ἔπεμψεν· Σουσισκάνης,

### 35.1

Πηγασταγὼν Αἰγυπτογενής,

### 35.2

ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων

### 35.3

μέγας Ἀρσάμης, τάς τ’ ὠγυγίους

### 35.4

Θήβας ἐφέπων Ἀριόμαρδος,

### 35.5

καὶ ἑλειοβάται ναῶν ἐρέται

### 40.1

δεινοὶ πλῆθός τ’ ἀνάριθμοι.

### 40.2

ἁβροδιαίτων δ’ ἕπεται Λυδῶν

### 40.3

ὄχλος, οἵτ’ ἐπίπαν ἠπειρογενὲς

### 40.4

κατέχουσιν ἔθνος, τοὺς Μητρογαθὴς

### 40.5

Ἀρκτεύς τ’ ἀγαθός, βασιλῆς δίοποι,

### 45.1

χαἰ πολύχρυσοι Σάρδεις ἐπόχους

### 45.2

πολλοῖς ἅρμασιν ἐξορμῶσιν,

### 45.3

δίρρυμά τε καὶ τρίρρυμα τέλη,

### 45.4

φοβερὰν ὄψιν προσιδέσθαι. στεῦται δ’ ἱεροῦ Τμώλου πελάτης

### unit_12.1

ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι,

### unit_12.2

Μάρδων, Θάρυβις, λόγχης ἄκμονες,

### unit_12.3

καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δ’

### unit_12.4

ἡ πολύχρυσος πάμμεικτον ὄχλον

### unit_12.5

πέμπει σύρδην, ναῶν τ’ ἐπόχους

### 55.1

καὶ τοξουλκῷ λήματι πιστούς·

### 55.2

τὸ μαχαιροφόρον τ’ ἔθνος ἐκ πάσης

### 55.3

Ἀσίας ἕπεται

### 55.4

δειναῖς βασιλέως ὑπὸ πομπαῖς.

### 55.5

τοιόνδ’ ἄνθος Περσίδος αἴας

### 60.1

οἴχεται ἀνδρῶν,

### 60.2

οὓς πέρι πᾶσα χθὼν Ἀσιῆτις

### 60.3

θρέψασα πόθῳ στένεται μαλερῷ,

### 60.4

τοκέης τ’ ἄλοχοί θ’ ἡμερολεγδὸν

### 60.5

τείνοντα χρόνον τρομέονται.

### 65.1

πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη[στρ. α.

### 65.2

βασίλειος στρατὸς εἰς ἀν‐

### 65.3

τίπορον γείτονα χώραν,

### 68-69

λινοδέσμῳ σχεδίᾳ πορθμὸν ἀμείψας

### 70.1

Ἀθαμαντίδος Ἕλλας,

### 70.2

πολύγομφον ὅδισμα

### 70.3

ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου.

### 72.1

πολυάνδρου δ’ Ἀσίας θούριος ἄρχων[ἀντ. α.

### 72.2

ἐπὶ πᾶσαν χθόνα ποιμα‐

### 75

νόριον θεῖον ἐλαύνει

### 76-77

διχόθεν, πεζονόμον τ’ ἔκ τε θαλάσσας,

### 78.1

ἐχυροῖσι πεποιθὼς

### 78.2

στυφελοῖς ἐφέταις, χρυ‐

### 80

σογόνου γενεᾶς ἰσόθεος φώς.

### 80.1

κυάνεον δ’ ὄμμασι λεύσσων[στρ. β.

### 80.2

φονίου δέργμα δράκοντος,

### 80.3

πολύχειρ καὶ πολυναύτης,

### 80.4

Σύριόν θ’ ἅρμα διώκων,

### 85.1

ἐπάγει δουρικλύτοις ἀν‐

### 85.2

δράσι τοξόδαμνον Ἄρη.

### 86.1

δόκιμος δ’ οὔτις ὑποστὰς[ἀντ. β.

### 86.2

μεγάλῳ ῥεύματι φωτῶν

### 86.3

ἐχυροῖς ἕρκεσιν εἴργειν

### 90.1

ἄμαχον κῦμα θαλάσσας·

### 90.2

ἀπρόσοιστος γὰρ ὁ Περσῶν

### 90.3

στρατὸς ἀλκίφρων τε λαός.

### 94

θεόθεν γὰρ κατὰ Μοῖρ’ ἐκράτησεν[στρ. γ.

### 95.1

τὸ παλαιόν, ἐπέσκηψε δὲ Πέρσαις

### 95.2

πολέμους πυργοδαΐκτους

### 95.3

διέπειν ἱππιοχάρμας

### 95.4

τε κλόνους

### 95.5

πόλεών τ’ ἀναστάσεις.

### unit_29

ἔμαθον δ’ εὐρυπόροιο θαλάσσας[ἀντ. γ.

### 101-102

πολιαινομένας πνεύματι λάβρῳ

### 103.1

ἐσορᾶν πόντιον ἄλσος,

### 103.2

πίσυνοι λεπτοδόμοις πεί‐

### 105.1

σμασι λα‐

### 105.2

οπόροις τε μηχαναῖς.

### 106.1

δολόμητιν δ’ ἀπάταν θεοῦ[μεσῳδ.

### 106.2

τίς ἀνὴρ θνατὸς ἀλύξει;

### 106.3

τίς ὁ κραιπνῷ ποδὶ πηδή‐

### 110.1

ματος εὐπετέος ἀνάσσων;

### 110.2

φιλόφρων γὰρ 〈ποτι〉σαίνου‐

### 111.1

σα τὸ πρῶτον παράγει

### 111.2

βροτὸν εἰς ἄρκυας Ἄτα,

### 111.3

τόθεν οὐκ ἔστιν ὑπὲρ θνα‐

### 111.4

τὸν ἀλύξαντα φυγεῖν.

### 115.1

ταῦτά μοι μελαγχίτων[στρ. δ.

### 115.2

φρὴν ἀμύσσεται φόβῳ—

### 115.3

ὀᾶ Περσικοῦ στρατεύματος—

### 115.4

τοῦδε μὴ πόλις πύθη‐

### 115.5

ται, κένανδρον μέγ’ ἄστυ Σουσίδος·

### 120.1

καὶ τὸ Κισσίων πόλισμ’[ἀντ. δ.

### 120.2

ἀντίδουπον ᾄσεται,

### 120.3

ὀᾶ, τοῦτ’ ἔπος γυναικοπλη‐

### 120.4

θὴς ὅμιλος ἀπύων,

### 124-125

βυσσίνοις δ’ ἐν πέπλοις πέσῃ λακίς.

### 126.1

πᾶς γὰρ ἱππηλάτας[στρ. ε.

### 126.2

καὶ πεδοστιβὴς λεὼς

### 126.3

σμῆνος ὣς ἐκλέλοιπεν μελισ‐

### 126.4

σᾶν σὺν ὀρχάμῳ στρατοῦ,

### 130.1

τὸν ἀμφίζευκτον ἐξαμείψας

### 130.2

ἀμφοτέρας ἅλιον

### 130.3

πρῶνα κοινὸν αἴας.

### 132.1

λέκτρα δ’ ἀνδρῶν πόθῳ[ἀντ. ε.

### 132.2

πίμπλαται δακρύμασιν·

### 135.1

Περσίδες δ’ ἁβροπενθεῖς ἑκά‐

### 135.2

στα πόθῳ φιλάνορι

### 135.3

τὸν αἰχμήεντα θοῦρον εὐνα‐

### 135.4

τῆρ’ ἀποπεμψαμένα

### 135.5

λείπεται μονόζυξ.

### 140.1

—ἀλλ’ ἄγε, Πέρσαι, τόδ’ ἐνεζόμενοι

### 140.2

στέγος ἀρχαῖον,

### 140.3

φροντίδα κεδνὴν καὶ βαθύβουλον

### 140.4

θώμεθα, χρεία δὲ προσήκει,

### 140.5

πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς

### 145.1

Δαρειογενής,

### 145.2

[τὸ πατρωνύμιον γένος ἡμέτερον·]

### 145.3

πότερον τόξου ῥῦμα τὸ νικῶν,

### 145.4

ἢ δορικράνου

### unit_45

λόγχης ἰσχὺς κεκράτηκεν.

### unit_46.1

—ἀλλ’ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς

### unit_46.2

φάος ὁρμᾶται μήτηρ βασιλέως,

### unit_46.3

βασίλεια δ’ ἐμή· προσπίτνω·

### unit_46.4

καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν

### unit_46.5

πάντας μύθοισι προσαυδᾶν.

### 155.1

—ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη,

### 155.2

μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι·

### 155.3

θεοῦ μὲν εὐνάτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς,

### 155.4

εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ.

### 158

ΒΑΣΙΛΕΙΑ

### 159

ταῦτα δὴ λιποῦς’ ἱκάνω χρυσεοστόλμους δόμους

### 160.1

καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον.

### 160.2

καί με καρδίαν ἀμύσσει φροντίς· ἐς δ’ ὑμᾶς ἐρῶ

### 160.3

μῦθον οὐδαμῶς ἐμαυτῆς οὖς’ ἀδείμαντος, φίλοι,

### 160.4

μὴ μέγας Πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ

### 160.5

ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινός.

### 165.1

ταῦτά μοι μέριμν’ ἄφραστός ἐστιν ἐν φρεσὶν διπλῆ,

### 165.2

μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν

### 165.3

μήτ’ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα.

### 165.4

ἔστι γὰρ πλοῦτός γ’ ἀμεμφής, ἀμφὶ δ’ ὀφθαλμῷ φόβος·

### 165.5

ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν.

### 170.1

πρὸς τάδ’, ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου

### 170.2

τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα·

### 170.3

πάντα γὰρ τὰ κέδν’ ἐν ὑμῖν ἐστί μοι βουλεύματα.

### unit_53.1

Χο.εὖ τόδ’ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσειν

### unit_53.2

μήτ’ ἔπος μήτ’ ἔργον ὧν ἂν † δύναμις ἡγεῖσθαι θέλῃ·

### 175

εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς.

### 175.1

Βα.πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν

### 175.2

ξύνειμ’, ἀφ’ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν

### 175.3

Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων·

### 175.4

ἀλλ’ οὔτι πω τοιόνδ’ ἐναργὲς εἰδόμην

### 180.1

ὡς τῆς πάροιθεν εὐφρόνης· λέξω δέ σοι.

### 180.2

ἐδοξάτην μοι δύο γυναῖκ’ εὐείμονε,

### 180.3

ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,

### 180.4

ἡ δ’ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,

### 180.5

μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ,

### 185.1

κάλλει τ’ ἀμώμω, καὶ κασιγνήτα γένους

### 185.2

ταὐτοῦ· πάτραν δ’ ἔναιον ἡ μὲν Ἑλλάδα

### 185.3

κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον.

### 185.4

τούτω στάσιν τιν’, ὡς ἐγὼ ’δόκουν ὁρᾶν,

### 185.5

τεύχειν ἐν ἀλλήλῃσι· παῖς δ’ ἐμὸς μαθὼν

### 190.1

κατεῖχε κἀπράυνεν, ἅρμασιν δ’ ὕπο

### 190.2

ζεύγνυσιν αὐτὼ καὶ λέπαδν’ ὑπ’ αὐχένων

### 190.3

τίθησι. χἠ μὲν τῇδ’ ἐπυργοῦτο στολῇ

### 190.4

ἐν ἡνίαισί τ’ εἶχεν εὔαρκτον στόμα,

### 190.5

ἡ δ’ ἐσφάδᾳζε, καὶ χεροῖν ἔντη δίφρου

### 195.1

διασπαράσσει, καὶ ξυναρπάζει βίᾳ

### 195.2

ἄνευ χαλινῶν, καὶ ζυγὸν θραύει μέσον.

### 195.3

πίπτει δ’ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται

### 195.4

Δαρεῖος οἰκτίρων σφε· τὸν δ’ ὅπως ὁρᾷ

### 195.5

Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.

### unit_60.1

καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω.

### unit_60.2

ἐπεὶ δ’ ἀνέστην καὶ χεροῖν καλλιρρόου

### unit_60.3

ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ

### unit_60.4

βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν

### unit_60.5

θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε.

### 205.1

ὁρῶ δὲ φεύγοντ’ αἰετὸν πρὸς ἐσχάραν

### 205.2

Φοίβου· φόβῳ δ’ ἄφθογγος ἐστάθην, φίλοι·

### 205.3

μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ

### 205.4

πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα

### 205.5

τίλλονθ’· ὁ δ’ οὐδὲν ἄλλο γ’ ἢ πτήξας δέμας

### 210.1

παρεῖχε. ταῦτ’ ἔμοιγε δείματ’ ἔστ’ ἰδεῖν,

### 210.2

ὑμῖν δ’ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς

### 210.3

πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτ’ ἀνήρ,

### 210.4

κακῶς δὲ πράξας—οὐχ ὑπεύθυνος πόλει,

### 210.5

σωθεὶς δ’ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.

### 215.1

Χο.οὔ σε βουλόμεσθα, μῆτερ, οὔτ’ ἄγαν φοβεῖν λόγοις

### 215.2

οὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,

### 215.3

εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδ’ ἀποτροπὴν τελεῖν,

### 215.4

τὰ δ’ ἀγάθ’ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν

### 215.5

καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς

### 220.1

γῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δ’ αἰτοῦ τάδε

### 220.2

σὸν πόσιν Δαρεῖον, ὅνπερ φῂς ἰδεῖν κατ’ εὐφρόνην,

### 220.3

ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος,

### 220.4

τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ.

### 220.5

ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρῄνεσα·

### 225.1

εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι.

### 225.2

Βα.ἀλλὰ μὴν εὔνους γ’ ὁ πρῶτος τῶνδ’ ἐνυπνίων κριτὴς

### 225.3

παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδ’ ἐκύρωσας φάτιν.

### unit_66.1

ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δ’, ὡς ἐφίεσαι,

### unit_66.2

πάντ’ ἐφήσομεν θεοῖσι τοῖς τ’ ἔνερθε γῆς φίλοις,

### 230.1

εὖτ’ ἂν εἰς οἴκους μόλωμεν. κεῖνα δ’ ἐκμαθεῖν θέλω,

### 230.2

ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός;

### 230.3

Χο.τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων.

### 230.4

Βα.ἀλλὰ μὴν ἵμειρ’ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν;

### 230.5

Χο.πᾶσα γὰρ γένοιτ’ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος.

### 235.1

Βα.ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ;

### 235.2

Χο.† καὶ στρατὸς τοιοῦτος †, ἔρξας πολλὰ δὴ Μήδους κακά.

### 235.3

Βα.καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις;

### 235.4

Χο.ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.

### 235.5

Βα.πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χεροῖν αὐτοῖς πρέπει;

### 240.1

Χο.οὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί.

### 240.2

Βα.τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ;

### 240.3

Χο.οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδ’ ὑπήκοοι.

### 240.4

Βα.πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας;

### 240.5

Χο.ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν.

### 245.1

Βα.δεινά τοι λέγεις κιόντων τοῖς τεκοῦσι φροντίσαι.

### 245.2

Χο.ἀλλ’ ἐμοὶ δοκεῖν τάχ’ εἴσῃ πάντα ναμερτῆ λόγον.

### 245.3

τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν,

### 245.4

καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν.

### 245.5

ΑΓΓΕΛΟΣ

### 249

ὦ γῆς ἁπάσης Ἀσιάδος πολίσματα,

### unit_72.1

ὦ Περσὶς αἶα καὶ πολὺς πλούτου λιμήν,

### unit_72.2

ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς

### unit_73.1

ὄλβος, τὸ Περσῶν δ’ ἄνθος οἴχεται πεσόν.

### unit_73.2

ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά·

### unit_73.3

ὅμως δ’ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος,

### 255.1

Πέρσαι· στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων.

### 255.2

Χο.ἄνι’ ἄνια κακὰ νεόκοτα[στρ. α.

### 255.3

καὶ δάι’. αἰαῖ, διαίνεσθε, Πέρ‐

### 255.4

σαι, τόδ’ ἄχος κλύοντες.

### 260.1

Αγ.ὡς πάντα γ’ ἔστ’ ἐκεῖνα διαπεπραγμένα·

### 260.2

καὐτὸς δ’ ἀέλπτως νόστιμον βλέπω φάος.

### 263.1

Χο.ἦ μακροβίοτος ὅδε γέ τις[ἀντ. α.

### 263.2

αἰὼν ἐφάνθη γεραιοῖς, ἀκού‐

### 265

ειν τόδε πῆμ’ ἄελπτον.

### 265.1

Αγ.καὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων,

### 265.2

Πέρσαι, φράσαιμ’ ἂν οἷ’ ἐπορσύνθη κακά.

### 267.1

Χο.ὀτοτοτοῖ, μάταν[στρ. β.

### 267.2

τὰ πολλὰ βέλεα παμμιγῆ

### 270.1

γᾶς ἀπ’ Ἀσίδος ἤλθετ’—αἰαῖ—

### 270.2

δᾴαν Ἑλλάδα χώραν.

### 271.1

Αγ.πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων

### 271.2

Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος.

### 273

Χο.ὀτοτοτοῖ, φίλων[ἀντ. β.

### 275.1

πολύδονα σώμαθ’ ἁλιβαφῆ

### 275.2

κατθανόντα λέγεις φέρεσθαι

### unit_84.1

πλαγκτοῖς ἐν διπλάκεσσιν.

### unit_84.2

Αγ.οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δ’ ἀπώλλυτο

### unit_84.3

στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς.

### 280.1

Χο.ἴυζ’ ἄποτμον δαΐοις[στρ. γ.

### 280.2

δυσαιανῆ βοάν,

### 280.3

ὡς πάντᾳ πᾶν κακῶς

### 280.4

† ἔθεσαν· αἰαῖ, στρατοῦ φθαρέντος.

### 283

Αγ.ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν·

### 285

φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος.

### 285.1

Χο.στυγναί γ’ Ἀθᾶναι δαΐοις·[ἀντ. γ.

### 285.2

μεμνῆσθαί τοι πάρα·

### 285.3

ὡς πολλὰς Περσίδων [μάταν]

### 285.4

ἔκτισαν εὐνῖδας ἠδ’ ἀνάνδρους.

### 290.1

Βα.σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη

### 290.2

κακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορά,

### 290.3

τὸ μήτε λέξαι μήτ’ ἐρωτῆσαι πόση.

### 290.4

ὅμως δ’ ἀνάγκη πημονὰς βροτοῖς φέρειν

### 290.5

θεῶν διδόντων· πᾶν δ’ ἀναπτύξας πάθος

### 295.1

λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως·

### 295.2

τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν

### 295.3

τῶν ἀρχελείων, ὅστ’ ἐπὶ σκηπτουχίᾳ

### 295.4

ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών;

### unit_91

Αγ.Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος.

### unit_92.1

Βα.ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα

### unit_92.2

καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.

### unit_92.3

Αγ.Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς

### unit_92.4

στύφλους παρ’ ἀκτὰς θείνεται Σιληνιῶν.

### unit_92.5

χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς

### 305.1

πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο·

### 305.2

Τενάγων τ’ ἄριστος Βακτρίων ἰθαιγενὴς

### 305.3

θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.

### 305.4

Λίλαιος Ἀρσάμης τε κἀργήστης τρίτος,

### 305.5

οἵδ’ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα

### 310.1

νικώμενοι κύρισσον ἰσχυρὰν χθόνα·

### 310.2

πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου

### 310.3

Ἀρκτεύς, Ἀδεύης, καὶ † φρεσεύης τρίτος

### 310.4

Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.

### 310.5

Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,

### 315.1

ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας,

### 315.2

πυρσὴν ζαπληθῆ δάσκιον γενειάδα

### 315.3

ἔτεγγ’, ἀμείβων χρῶτα πορφυρᾷ βαφῇ.

### 315.4

καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος,

### 315.5

σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο.

### 320.1

Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ

### 320.2

νωμῶν, ὅ τ’ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι

### unit_97.1

πένθος παρασχών, Σεισάμης θ’ ὁ Μύσιος,

### unit_97.2

Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν

### unit_97.3

ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,

### 325.1

κεῖται θανὼν δείλαιος οὐ μάλ’ εὐτυχῶς·

### 325.2

Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,

### 325.3

Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον

### 325.4

ἐχθροῖς παρασχών, εὐκλεῶς ἀπώλετο.

### 325.5

τοιῶνδ’ ἄρ’ ὄντων 〈ὧν〉 ὑπεμνήσθην πέρι,

### 330.1

πολλῶν παρόντων ὀλίγ’ ἀπαγγέλλω κακά.

### 330.2

Βα.αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,

### 330.3

αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.

### 330.4

ἀτὰρ φράσον μοι τοῦτ’ ἀναστρέψας πάλιν·

### 330.5

ναῶν πόσον δὴ πλῆθος ἦν Ἑλληνίδων,

### 335.1

ὥστ’ ἀξιῶσαι Περσικῷ στρατεύματι

### 335.2

μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;

### 335.3

Αγ.πλήθους μὲν ἂν σάφ’ ἴσθ’ ἕκατι βάρβαρον

### 335.4

ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν

### 335.5

ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα

### 340.1

ναῶν, δεκὰς δ’ ἦν τῶνδε χωρὶς ἔκκριτος·

### 340.2

Ξέρξῃ δέ, καὶ γὰρ οἶσθα, χιλιὰς μὲν ἦν

### 340.3

ὧν ἦγε πλῆθος, αἱ δ’ ὑπέρκοποι τάχει

### 340.4

ἑκατὸν δὶς ἦσαν ἑπτά θ’· ὧδ’ ἔχει λόγος.

### 340.5

μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ;

### 345

ἀλλ’ ὧδε δαίμων τις κατέφθειρε στρατόν,

### unit_103.1

τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ.

### unit_103.2

θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς.

### unit_103.3

Βα.ἔτ’ ἆρ’ Ἀθηνῶν ἔστ’ ἀπόρθητος πόλις;

### unit_103.4

Αγ.ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.

### unit_104.1

Βα.ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον·

### unit_104.2

τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης,

### unit_104.3

ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;

### unit_104.4

Αγ.ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ

### unit_104.5

φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν.

### 355.1

ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ

### 355.2

ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε,

### 355.3

ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας,

### 355.4

Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν

### 355.5

ναῶν ἐπανθορόντες ἄλλος ἄλλοσε

### 360.1

δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο.

### 360.2

ὁ δ’ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον

### 360.3

Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον,

### 360.4

πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον,

### 360.5

εὖτ’ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα

### 365.1

λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ,

### 365.2

τάξαι νεῶν στῖφος μὲν ἐν στοίχοις τρισίν,

### 368

ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ,

### 367

ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους.

### 369

ὡς εἰ μόρον φευξοίαθ’ Ἕλληνες κακόν,

### 370.1

ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά,

### 370.2

πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον.

### 370.3

τοσαῦτ’ ἔλεξε κάρθ’ ὑπ’ εὐθύμου φρενός·

### 370.4

οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.

### unit_112

οἱ δ’ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ

### 375.1

δεῖπνόν 〈τ’〉 ἐπορσύνοντο, ναυβάτης τ’ ἀνὴρ

### 375.2

τροποῦτο κώπην σκαλμὸν ἀμφ’ εὐήρετμον.

### 375.3

ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο

### 375.4

καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ

### 375.5

ἐς ναῦν ἐχώρει πᾶς θ’ ὅπλων ἐπιστάτης·

### 380.1

τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς,

### 380.2

πλέουσι δ’ ὡς ἕκαστος ἦν τεταγμένος.

### 380.3

καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν

### 380.4

ναῶν ἄνακτες πάντα ναυτικὸν λεών.

### 380.5

καὶ νὺξ ἐχώρει, κοὐ μάλ’ Ἑλλήνων στρατὸς

### 385.1

κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο·

### 385.2

ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα

### 385.3

πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,

### 385.4

πρῶτον μὲν † ἠχῇ κέλαδος Ἑλλήνων πάρα

### 385.5

μολπηδὸν εὐφήμησεν, ὄρθιον δ’ ἅμα

### 390.1

ἀντηλάλαξε νησιώτιδος πέτρας

### 390.2

ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν

### 390.3

γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇ

### 390.4

παιᾶν’ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,

### 390.5

ἀλλ’ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει·

### 395.1

σάλπιγξ δ’ ἀυτῇ πάντ’ ἐκεῖν’ ἐπέφλεγεν.

### 395.2

εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ

### 395.3

ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,

### 395.4

θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.

### 395.5

τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας

### unit_118.1

ἡγεῖτο κόσμῳ, δεύτερον δ’ ὁ πᾶς στόλος

### unit_118.2

ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν

### unit_118.3

πολλὴν βοήν· ‘Ὦ παῖδες Ἑλλήνων, ἴτε,

### unit_119.1

ἐλευθεροῦτε πατρίδ’, ἐλευθεροῦτε δὲ

### unit_119.2

παῖδας, γυναῖκας, θεῶν τε πατρῴων ἕδη,

### 405.1

θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών.‘

### 405.2

καὶ μὴν παρ’ ἡμῶν Περσίδος γλώσσης ῥόθος

### 405.3

ὑπηντίαζε, κοὐκέτ’ ἦν μέλλειν ἀκμή.

### 405.4

εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλον

### 405.5

ἔπαισεν· ἦρξε δ’ ἐμβολῆς Ἑλληνικὴ

### 410.1

ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς

### 410.2

κόρυμβ’, ἐπ’ ἄλλην δ’ ἄλλος ηὔθυνεν δόρυ.

### 410.3

τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ

### 410.4

ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν

### 410.5

ἤθροιστ’, ἀρωγὴ δ’ οὔτις ἀλλήλοις παρῆν,

### 415.1

αὐτοὶ δ’ ὑπ’ αὐτῶν ἐμβόλοις χαλκοστόμοις

### 415.2

παίοντ’, ἔθραυον πάντα κωπήρη στόλον,

### 415.3

Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως

### 415.4

κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ

### 415.5

σκάφη νεῶν, θάλασσα δ’ οὐκέτ’ ἦν ἰδεῖν,

### 420.1

ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν,

### 420.2

ἀκταὶ δὲ νεκρῶν χοιράδες τ’ ἐπλήθυον.

### 420.3

φυγῇ δ’ ἀκόσμως πᾶσα ναῦς ἠρέσσετο,

### 420.4

ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος.

### 420.5

τοὶ δ’ ὥστε θύννους ἤ τιν’ ἰχθύων βόλον

### 425.1

ἀγαῖσι κωπῶν θραύμασίν τ’ ἐρειπίων

### 425.2

ἔπαιον, ἐρράχιζον· οἰμωγὴ δ’ ὁμοῦ

### 425.3

κωκύμασιν κατεῖχε πελαγίαν ἅλα,

### 425.4

ἕως κελαινῆς νυκτὸς ὄμμ’ ἀφείλετο.

### unit_125

κακῶν δὲ πλῆθος, οὐδ’ ἂν εἰ δέκ’ ἤματα

### 430.1

στοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι.

### 430.2

εὖ γὰρ τόδ’ ἴσθι, μηδάμ’ ἡμέρᾳ μιᾷ

### 430.3

πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν.

### 430.4

Βα.αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα

### 430.5

Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει.

### 435.1

Αγ.εὖ νυν τόδ’ ἴσθι, μηδέπω μεσοῦν κακόν·

### 435.2

τοιάδ’ ἐπ’ αὐτοῖς ἦλθε συμφορὰ πάθους,

### 435.3

ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ.

### 435.4

Βα.καὶ τίς γένοιτ’ ἂν τῆσδ’ ἔτ’ ἐχθίων τύχη;

### 435.5

λέξον τίν’ αὖ φῂς τήνδε συμφορὰν στρατῷ

### 440.1

ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα.

### 440.2

Αγ.Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν,

### 440.3

ψυχήν τ’ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς,

### 440.4

αὐτῷ τ’ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί,

### 440.5

τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ.

### 445.1

Βα.οἲ ’γὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι.

### 445.2

ποίῳ μόρῳ δὲ τούσδε φῂς ὀλωλέναι;

### 445.3

Αγ.νῆσός τις ἐστὶ πρόσθε Σαλαμῖνος τόπων,

### 445.4

βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχορος

### 445.5

Πὰν ἐμβατεύει ποντίας ἀκτῆς ἔπι.

### unit_130.1

ἐνταῦθα πέμπει τούσδ’, ὅπως, ὅτ’ ἐκ νεῶν

### unit_130.2

φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο,

### unit_130.3

κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν,

### unit_130.4

φίλους δ’ ὑπεκσῴζοιεν ἐναλίων πόρων,

### unit_130.5

κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς

### 455

ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης,

### unit_132.1

αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας

### unit_132.2

ὅπλοισι ναῶν ἐξέθρῳσκον· ἀμφὶ δὲ

### unit_132.3

κυκλοῦντο πᾶσαν νῆσον, ὥστ’ ἀμηχανεῖν

### unit_132.4

ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν

### 460.1

πέτροισιν ἠράσσοντο, τοξικῆς τ’ ἄπο

### 460.2

θώμιγγος ἰοὶ προσπίτνοντες ὤλλυσαν·

### 460.3

τέλος δ’ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου

### 460.4

παίουσι, κρεοκοποῦσι δυστήνων μέλη,

### 460.5

ἕως ἁπάντων ἐξαπέφθειραν βίον.

### 465.1

Ξέρξης δ’ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος·

### 465.2

ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ,

### 465.3

ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός·

### 465.4

ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,

### 465.5

πεζῷ παραγγείλας ἄφαρ στρατεύματι,

### 470.1

ἵης’ ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι

### 470.2

πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν.

### 470.3

Βα.ὦ στυγνὲ δαῖμον, ὡς ἄρ’ ἔψευσας φρενῶν

### 470.4

Πέρσας· πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν

### 470.5

κλεινῶν Ἀθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσαν

### 475.1

οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν·

### 475.2

ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν

### 475.3

τοσόνδε πλῆθος πημάτων ἐπέσπασεν.

### 475.4

σὺ δ’ εἰπέ, ναῶν αἳ πεφεύγασιν μόρον,

### 475.5

ποῦ τάσδ’ ἔλειπες· οἶσθα σημῆναι τορῶς;

### 480.1

Αγ.ναῶν δὲ ταγοὶ τῶν λελειμμένων σύδην

### 480.2

κατ’ οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν·

### 480.3

στρατὸς δ’ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ

### unit_138.1

διώλλυθ’, οἱ μὲν ἀμφὶ κρηναῖον γάνος

### unit_138.2

δίψῃ πονοῦντες, οἱ δ’ ὑπ’ ἄσθματος κενοὶ

### 484

. . . . . .

### 485.1

διεκπερῶμεν ἔς τε Φωκέων χθόνα

### 485.2

καὶ Δωρίδ’ αἶαν, Μηλιᾶ τε κόλπον, οὗ

### 485.3

Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ·

### 485.4

κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδον

### 485.5

καὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένους

### 490.1

βορᾶς ἐδέξαντ’· ἔνθα δὴ πλεῖστοι θάνον

### 490.2

δίψῃ τε λιμῷ τ’· ἀμφότερα γὰρ ἦν τάδε.

### 490.3

Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων

### 490.4

χώραν ἀφικόμεσθ’, ἐπ’ Ἀξιοῦ πόρον,

### 490.5

Βόλβης θ’ ἕλειον δόνακα, Πάγγαιόν τ’ ὄρος,

### 495.1

Ἠδωνίδ’ αἶαν· νυκτὶ δ’ ἐν ταύτῃ θεὸς

### 495.2

χειμῶν’ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν

### 495.3

ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις

### 495.4

τὸ πρὶν νομίζων οὐδαμοῦ τότ’ ηὔχετο

### 495.5

λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν.

### unit_143.1

ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο

### unit_143.2

στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον·

### unit_143.3

χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ

### unit_143.4

ἀκτῖνας ὡρμήθη, σεσωμένος κυρεῖ.

### unit_143.5

φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος

### 505.1

μέσον πόρον διῆκε, θερμαίνων φλογί·

### 505.2

πῖπτον δ’ ἐπ’ ἀλλήλοισιν· εὐτυχὴς δέ τοι

### 505.3

ὅστις τάχιστα πνεῦμ’ ἀπέρρηξεν βίου.

### unit_145.1

ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,

### unit_145.2

Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,

### 510.1

ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες,

### 510.2

ἐφ’ ἑστιοῦχον γαῖαν· ὡς στένειν πόλιν

### 510.3

Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.

### 510.4

ταῦτ’ ἔστ’ ἀληθῆ· πολλὰ δ’ ἐκλείπω λέγων

### 510.5

κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός.

### 515.1

Χο.ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς

### 515.2

ποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει.

### 515.3

Βα.οἲ ’γὼ τάλαινα διαπεπραγμένου στρατοῦ·

### 515.4

ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων,

### 515.5

ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά.

### 520.1

ὑμεῖς δὲ φαύλως αὔτ’ ἄγαν ἐκρίνατε.

### 520.2

ὅμως δ’, ἐπειδὴ τῇδ’ ἐκύρωσεν φάτις

### 520.3

ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω·

### 520.4

ἔπειτα, γῇ τε καὶ φθιτοῖς δωρήματα,

### 520.5

ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν—

### 525.1

ἐπίσταμαι μὲν ὡς ἐπ’ ἐξειργασμένοις,

### 525.2

ἀλλ’ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι.

### 525.3

ὑμᾶς δὲ χρὴ ’πὶ τοῖσδε τοῖς πεπραγμένοις

### 525.4

πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα·

### 525.5

καὶ παῖδ’, ἐάν περ δεῦρ’ ἐμοῦ πρόσθεν μόλῃ

### 530.1

παρηγορεῖτε, καὶ προπέμπετ’ ἐς δόμους,

### 530.2

μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν.

### 531

ΧΟΡΟΣ

### 532.1

ὦ Ζεῦ βασιλεῦ, νῦν 〈γὰρ〉 Περσῶν

### 532.2

τῶν μεγαλαύχων καὶ πολυάνδρων

### 532.3

στρατιὰν ὀλέσας

### 535.1

ἄστυ τὸ Σούσων ἠδ’ Ἀγβατάνων

### 535.2

πένθει δνοφερῷ κατέκρυψας·

### 535.3

πολλαὶ δ’ ἁπαλαῖς χερσὶ καλύπτρας

### 535.4

κατερεικόμεναι

### 535.5

διαμυδαλέους δάκρυσι κόλπους

### 540.1

τέγγους’, ἄλγους μετέχουσαι.

### 540.2

αἱ δ’ ἁβρόγοοι Περσίδες ἀνδρῶν

### 540.3

ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν,

### 540.4

λέκτρων [τ’] εὐνὰς ἁβροχίτωνας,

### 540.5

χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι,

### 545.1

πενθοῦσι γόοις ἀκορεστοτάτοις.

### 545.2

κἀγὼ δὲ μόρον τῶν οἰχομένων

### 545.3

αἴρω δοκίμως πολυπενθῆ.

### 547.1

—νῦν γὰρ δὴ πρόπασα μὲν στένει[στρ. α.

### 547.2

γαῖ’ Ἀσὶς ἐκκενουμένα.

### unit_157.1

Ξέρξης μὲν ἄγαγεν, ποποῖ,

### unit_157.2

Ξέρξης δ’ ἀπώλεσεν, τοτοῖ,

### unit_157.3

Ξέρξης

### 552.1

δὲ πάντ’ ἐπέσπε δυσφρόνως

### 552.2

βαρίδεσσι ποντίαις.

### 552.3

τίπτε Δαρεῖος μὲν οὕ‐

### 555.1

τω τότ’ ἀβλαβὴς ἐπῆν,

### 555.2

τόξαρχος πολιήταις,

### unit_160.1

Σουσίδαις φίλος ἄκτωρ;

### unit_160.2

πεζοὺς γάρ σφε καὶ θαλασσίους[ἀντ α.

### unit_160.3

ὁμόπτεροι κυανώπιδες

### 560.1

νᾶες μὲν ἄγαγον, ποποῖ,

### 560.2

νᾶες δ’ ἀπώλεσαν, τοτοῖ,

### 560.3

νᾶες

### 562.1

πανωλέθροισιν ἐμβολαῖς,

### 562.2

διὰ δ’ Ἰαόνων χέρας.

### 562.3

τυτθὰ δ’ ἐκφυγεῖν ἄνακτ’

### 565.1

αὐτὸν ὡς ἀκούομεν

### 565.2

Θρῄκης ἂμ πεδιήρεις

### 565.3

δυσχίμους τε κελεύθους.

### 567.1

τοὶ δ’ ἄρα πρωτομόροιο, φεῦ,[στρ. β.

### 567.2

ληφθέντες πρὸς ἀνάγκας, ἠέ,

### 570.1

ἀκτὰς ἀμφὶ Κυχρείας, ὀᾶ,

### 570.2

〈στέμβονται·〉 στένε καὶ δακνά‐

### 570.3

ζου, βαρὺ δ’ ἀμβόασον

### 570.4

οὐράνι’ ἄχη, ὀᾶ·

### 570.5

τεῖνε δὲ δυσβάυκτον

### 575

βοᾶτιν τάλαιναν αὐδάν.

### 575.1

γναπτόμενοι δ’ ἁλὶ δεινᾷ, φεῦ,[ἀντ. β.

### 575.2

σκύλλονται πρὸς ἀναύδων, ἠέ,

### unit_168.1

παίδων τᾶς ἀμιάντου, ὀᾶ.

### unit_168.2

πενθεῖ δ’ ἄνδρα δόμος στερη‐

### 580.1

θείς, τοκέης δ’ ἄπαιδες

### 580.2

δαιμόνι’ ἄχη, ὀᾶ,

### 580.3

δυρόμενοι γέροντες

### 580.4

τὸ πᾶν δὴ κλύουσιν ἄλγος.

### 583

τοὶ δ’ ἀνὰ γᾶν Ἀσίαν δὴν[στρ. γ.

### 585.1

οὐκέτι περσονομοῦνται,

### 585.2

οὐδ’ ἔτι δασμοφοροῦσιν

### 585.3

δεσποσύνοισιν ἀνάγκαις,

### 585.4

οὐδ’ ἐς γᾶν προπίτνοντες

### 585.5

ἅζονται· βασιλεία

### 590

γὰρ διόλωλεν ἰσχύς.

### 590.1

οὐδ’ ἔτι γλῶσσα βροτοῖσιν[ἀντ. γ.

### 590.2

ἐν φυλακαῖς· λέλυται γὰρ

### 590.3

λαὸς ἐλεύθερα βάζειν,

### 590.4

ὡς ἐλύθη ζυγὸν ἀλκᾶς.

### 595.1

αἱμαχθεῖσα δ’ ἄρουραν

### 595.2

Αἴαντος περικλύστα

### 595.3

νᾶσος ἔχει τὰ Περσῶν.

### 597.1

Βα.φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ,

### 597.2

ἐπίσταται βροτοῖσιν ὡς, ὅταν κλύδων

### unit_176.1

κακῶν ἐπέλθῃ, πάντα δειμαίνειν φίλον,

### unit_176.2

ὅταν δ’ ὁ δαίμων εὐροῇ, πεποιθέναι

### unit_177.1

τὸν αὐτὸν αἰὲν ἄνεμον οὐριεῖν τύχας.

### unit_177.2

ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα·

### unit_177.3

ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν,

### 605.1

βοᾷ δ’ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος·

### 605.2

τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.

### 605.3

τοιγὰρ κέλευθον τήνδ’ ἄνευ τ’ ὀχημάτων

### 605.4

χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν

### 605.5

ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς

### 610.1

φέρους’, ἅπερ νεκροῖσι μειλικτήρια,

### 610.2

βοός τ’ ἀφ’ ἁγνῆς λευκὸν εὔποτον γάλα,

### 610.3

τῆς τ’ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι,

### 610.4

λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,

### 610.5

ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο

### 615.1

ποτόν, παλαιᾶς ἀμπέλου γάνος τόδε·

### 615.2

τῆς τ’ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον

### 615.3

ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα,

### 615.4

ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα.

### 615.5

ἀλλ’, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρων

### 620.1

ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα

### 620.2

Δαρεῖον ἀνακαλεῖσθε, γαπότους δ’ ἐγὼ

### 620.3

τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.

### 622.1

Χο.βασίλεια γύναι, πρέσβος Πέρσαις,

### 622.2

σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,

### 625.1

ἡμεῖς θ’ ὕμνοις αἰτησόμεθα

### 625.2

φθιμένων πομποὺς

### 625.3

εὔφρονας εἶναι κατὰ γαίας.

### 627

ἀλλά, χθόνιοι δαίμονες ἁγνοί,

### unit_185

Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τ’ ἐνέρων,

### 630.1

πέμψατ’ ἔνερθεν ψυχὴν ἐς φῶς·

### 630.2

εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,

### 630.3

μόνος ἂν θνητῶν πέρας εἴποι.

### 632.1

ἦ ῥ’ ἀίει μου μακαρίτας[στρ. α.

### 632.2

ἰσοδαίμων βασιλεὺς βάρ‐

### 635.1

βαρα σαφηνῆ

### 635.2

ἱέντος τὰ παναίολ’ αἰανῆ δύσθροα βάγματα;

### 635.3

παντάλαν’ ἄχη

### 635.4

διαβοάσω;

### 635.5

νέρθεν ἆρα κλύει μου;

### 640.1

ἀλλὰ σύ μοι, Γᾶ τε καὶ ἄλλοι[ἀντ. α.

### 640.2

χθονίων ἁγεμόνες, δαί‐

### 640.3

μονα μεγαυχῆ

### 640.4

ἰόντ’ αἰνέσατ’ ἐκ δόμων, Περσᾶν Σουσιγενῆ θεόν·

### 640.5

πέμπετε δ’ ἄνω

### 645.1

οἷον οὔπω

### 645.2

Περσὶς αἶ’ ἐκάλυψεν.

### 646.1

ἦ φίλος ἀνήρ, φίλος ὄχθος·[στρ. β.

### 646.2

φίλα γὰρ κέκευθεν ἤθη.

### 646.3

Ἀιδωνεὺς δ’ ἀναπομπὸς ἀνίει,

### unit_192

Ἀιδωνεύς,

### unit_193.1

οἶον ἀνάκτορα Δαριᾶνα. ἠέ.

### unit_193.2

οὐδὲ γὰρ ἄνδρας ποτ’ ἀπώλλυ[ἀντ. β.

### unit_193.3

πολεμοφθόροισιν ἄταις,

### unit_193.4

θεομήστωρ δ’ ἐκικλῄσκετο Πέρσαις,

### 655.1

θεομήστωρ δ’

### 655.2

ἔσκεν, ἐπεὶ στρατὸν εὖ ποδούχει. ἠέ.

### 656.1

βαλλήν, ἀρχαῖος[στρ. γ.

### 656.2

βαλλήν, ἴθι, ἱκοῦ·

### 656.3

ἔλθ’ ἐπ’ ἄκρον κόρυμβον ὄχθου,

### 660.1

κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων,

### 660.2

βασιλείου τιήρας

### 660.3

φάλαρον πιφαύσκων.

### 660.4

βάσκε πάτερ ἄκακε Δαριάν, οἴ.

### 663

ὅπως αἰανῆ[ἀντ. γ.

### 665.1

κλύῃς νέα τ’ ἄχη,

### 665.2

δέσποτα δεσποτᾶν φάνηθι.

### 667-668

Στυγία γάρ τις ἐπ’ ἀχλὺς πεπόταται·

### 669

νεολαία γὰρ ἤδη

### 670.1

κατὰ πᾶς’ ὄλωλεν.

### 670.2

βάσκε πάτερ ἄκακε Δαριάν, οἴ.

### 673.1

αἰαῖ αἰαῖ·[ἐπῳδός.

### 673.2

ὦ πολύκλαυτε φίλοισι θανών,

### 675.1

τί τάδε, δυνάστα, δυνάστα,

### 675.2

περισσὰ δίδυμα δὶς γοέδν’ ἁμάρτια;

### 675.3

πᾶσαι γᾷ τᾷδ’

### 678-679

ἐξέφθινται τρίσκαλμοι

### 680

νᾶες ἄναες ἄναες.

### 680

ΕΙΔΩΛΟΝ ΔΑΡΕΙΟΥ

### 681.1

ὦ πιστὰ πιστῶν ἥλικές θ’ ἥβης ἐμῆς

### 681.2

Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον;

### 681.3

στένει, κέκοπται, καὶ χαράσσεται πέδον.

### 681.4

λεύσσων δ’ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας

### 685.1

ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην.

### 685.2

ὑμεῖς δὲ θρηνεῖτ’ ἐγγὺς ἑστῶτες τάφου

### 685.3

καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις

### 685.4

οἰκτρῶς καλεῖσθέ μ’· ἐστὶ δ’ οὐκ εὐέξοδον

### 685.5

ἄλλως τε πάντως, χοἰ κατὰ χθονὸς θεοὶ

### 690.1

λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι.

### 690.2

ὅμως δ’ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ

### 690.3

ἥκω· τάχυνε δ’, ὡς ἄμεμπτος ὦ χρόνου.

### 690.4

τί ἐστὶ Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν;

### 693

Χο.σέβομαι μὲν προσιδέσθαι,[στρ.

### 695.1

σέβομαι δ’ ἀντία λέξαι

### 695.2

σέθεν ἀρχαίῳ περὶ τάρβει.

### 696.1

Δα.ἀλλ’ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος,

### 696.2

μή τι μακιστῆρα μῦθον ἀλλὰ σύντομον λέγων

### unit_213

εἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς.

### unit_214.1

Χο.δίομαι μὲν χαρίσασθαι,[ἀντ.

### unit_214.2

δίομαι δ’ ἀντία φάσθαι,

### unit_214.3

λέξας δύσλεκτα φίλοισιν.

### 702.1

Δα.ἀλλ’ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται,

### 702.2

τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομ’, εὐγενὲς γύναι,

### 705.1

κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι

### 705.2

λέξον. ἀνθρώπεια δ’ ἄν τοι πήματ’ ἂν τύχοι βροτοῖς.

### 705.3

πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δ’ ἐκ χέρσου κακὰ

### 705.4

γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ πρόσω.

### 705.5

Βα.ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ,

### 710.1

ὡς ἕως τ’ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢν

### 710.2

βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,

### 710.3

νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος.

### 710.4

πάντα γάρ, Δαρεῖ’, ἀκούσῃ μῦθον ἐν βραχεῖ χρόνῳ·

### 710.5

διαπεπόρθηται τὰ Περσῶν πράγμαθ’, ὡς εἰπεῖν ἔπος.

### 715.1

Δα.τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτός, ἢ στάσις πόλει;

### 715.2

Βα.οὐδαμῶς· ἀλλ’ ἀμφ’ Ἀθήνας πᾶς κατέφθαρται στρατός.

### 715.3

Δα.τίς δ’ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον.

### 715.4

Βα.θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα.

### 715.5

Δα.πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδ’ ἐμώρανεν τάλας;

### 720.1

Βα.ἀμφότερα· διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν.

### 720.2

Δα.πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν;

### 720.3

Βα.μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστ’ ἔχειν πόρον.

### 720.4

Δα.καὶ τόδ’ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν;

### 720.5

Βα.ὧδ’ ἔχει· γνώμης δέ πού τις δαιμόνων ξυνήψατο.

### 725.1

Δα.φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς.

### 725.2

Βα.ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν.

### 725.3

Δα.καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδ’ ἐπιστενάζετε;

### 725.4

Βα.ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν.

### 725.5

Δα.ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί;

### 730.1

Βα.πρὸς τάδ’ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει—

### 730.2

Δα.ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ.

### 730.3

Βα.Βακτρίων δ’ ἔρρει πανώλης δῆμος † οὐδέ τις γέρων.

### 730.4

Δα.ὦ μέλεος, οἵαν ἄρ’ ἥβην ξυμμάχων ἀπώλεσεν.

### 730.5

Βα.μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα—

### 735.1

Δα.πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία;

### 735.2

Βα.ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν.

### 735.3

Δα.καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτ’ ἐτήτυμον;

### 735.4

Βα.ναί· λόγος κρατεῖ σαφηνὴς τοῦτό γ’· οὐκ ἔνι στάσις.

### 735.5

Δα.φεῦ, ταχεῖά γ’ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδ’ ἐμὸν

### 740.1

Ζεὺς ἀπέσκηψεν τελευτὴν θεσφάτων· ἐγὼ δέ που

### 740.2

διὰ μακροῦ χρόνου τάδ’ ηὔχουν ἐκτελευτήσειν θεούς·

### 740.3

ἀλλ’, ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς συνάπτεται.

### 740.4

νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις.

### 740.5

παῖς δ’ ἐμὸς τάδ’ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει·

### 745.1

ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν

### 745.2

ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ·

### 745.3

καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις

### 745.4

περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ.

### 745.5

θνητὸς ὢν θεῶν τε πάντων ᾤετ’, οὐκ εὐβουλίᾳ,

### unit_225.1

καὶ Ποσειδῶνος κρατήσειν· πῶς τάδ’ οὐ νόσος φρενῶν

### unit_225.2

εἶχε παῖδ’ ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόνος

### unit_225.3

οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.

### unit_225.4

Βα.ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται

### unit_225.5

θούριος Ξέρξης· λέγουσι δ’ ὡς σὺ μὲν μέγαν τέκνοις

### 755.1

πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δ’ ἀνανδρίας ὕπο

### 755.2

ἔνδον αἰχμάζειν, πατρῷον δ’ ὄλβον οὐδὲν αὐξάνειν.

### 755.3

τοιάδ’ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν

### 755.4

τήνδ’ ἐβούλευσεν κέλευθον καὶ στράτευμ’ ἐφ’ Ἑλλάδα.

### 755.5

Δα.τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον

### 760.1

μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω

### 760.2

τόδ’ ἄστυ Σούσων ἐξεκείνως’ ἐμπεσόν,

### 760.3

ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδ’ ὤπασεν,

### 760.4

ἕν’ ἄνδρα πάσης Ἀσίδος μηλοτρόφου

### 760.5

ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον.

### 765.1

Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ·

### 765.2

ἄλλος δ’ ἐκείνου παῖς τόδ’ ἔργον ἤνυσεν·

### 765.3

φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν.

### 765.4

τρίτος δ’ ἀπ’ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ,

### 765.5

ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις·

### 770.1

Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο,

### 770.2

Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ.

### 770.3

θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ.

### 770.4

Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν.

### 770.5

πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳ

### 775

θρόνοισί τ’ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳ

### unit_231.1

Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις,

### unit_231.2

ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδ’ ἦν χρέος.

### unit_231.3

[ἕκτος δὲ Μάραφις, ἕβδομος δ’ Ἀρταφρένης.]

### unit_231.4

κἀγὼ πάλου τ’ ἔκυρσα τοῦπερ ἤθελον,

### 780.1

κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ·

### 780.2

ἀλλ’ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει.

### 780.3

Ξέρξης δ’ ἐμὸς παῖς νέος ἐὼν νέα φρονεῖ,

### 780.4

κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς·

### 780.5

εὖ γὰρ σαφῶς τόδ’ ἴστ’, ἐμοὶ ξυνήλικες,

### 785.1

ἅπαντες ἡμεῖς, οἳ κράτη τάδ’ ἔσχομεν,

### 785.2

οὐκ ἂν φανεῖμεν πήματ’ ἔρξαντες τόσα.

### 785.3

Χο.τί οὖν, ἄναξ Δαρεῖε; ποῖ καταστρέφεις

### 785.4

λόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτι

### 785.5

πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς;

### 790.1

Δα.εἰ μὴ στρατεύοισθ’ ἐς τὸν Ἑλλήνων τόπον,

### 790.2

μηδ’ εἰ στράτευμα πλεῖον ᾖ τὸ Μηδικόν.

### 790.3

αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει.

### 790.4

Χο.πῶς τοῦτ’ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ;

### 790.5

Δα.κτείνουσα λιμῷ τοὺς ὑπερπόλλους ἄγαν.

### 795.1

Χο.ἀλλ’ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον.

### 795.2

Δα.ἀλλ’ οὐδ’ ὁ μείνας νῦν ἐν Ἑλλάδος τόποις

### 795.3

στρατὸς κυρήσει νοστίμου σωτηρίας.

### 795.4

Χο.πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων

### 795.5

περᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο;

### unit_236.1

Δα.παῦροί γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν

### unit_236.2

χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα

### unit_237.1

βλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δ’ οὔ.

### unit_237.2

κεἴπερ τάδ’ ἐστί, πλῆθος ἔκκριτον στρατοῦ

### unit_237.3

λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος.

### 805.1

μίμνουσι δ’ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς

### 805.2

ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί·

### 805.3

οὗ σφιν κακῶν ὕψιστ’ ἐπαμμένει παθεῖν,

### 805.4

ὕβρεως ἄποινα κἀθέων φρονημάτων·

### 805.5

οἳ γῆν μολόντες Ἑλλάδ’ οὐ θεῶν βρέτη

### 810.1

ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς·

### 810.2

βωμοὶ δ’ ἄιστοι, δαιμόνων θ’ ἱδρύματα

### 810.3

πρόρριζα φύρδην ἐξανέστραπται βάθρων.

### 810.4

τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα

### 810.5

πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν

### 815.1

κρηπὶς ὕπεστιν, ἀλλ’ ἔτ’ ἐκπιδύεται.

### 815.2

τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς

### 815.3

πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο·

### 815.4

θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ

### 815.5

ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν

### 820.1

ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν.

### 820.2

ὕβρις γὰρ ἐξανθοῦς’ ἐκάρπωσεν στάχυν

### 820.3

ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος.

### 820.4

τοιαῦθ’ ὁρῶντες τῶνδε τἀπιτίμια

### 820.5

μέμνησθ’ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις

### 825.1

ὑπερφρονήσας τὸν παρόντα δαίμονα

### 825.2

ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.

### 825.3

Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν

### 825.4

φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς.

### 825.5

πρὸς ταῦτ’ ἐκεῖνον, σωφρονεῖν κεχρημένοι,

### 830.1

πινύσκετ’ εὐλόγοισι νουθετήμασιν,

### 830.2

λῆξαι θεοβλαβοῦνθ’ ὑπερκόμπῳ θράσει.

### 830.3

σὺ δ’, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,

### 830.4

ἐλθοῦς’ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς

### 830.5

λαβοῦς’ ὑπαντίαζε παιδί. † πάντα γὰρ

### 835.1

κακῶν ὑπ’ ἄλγους λακίδες ἀμφὶ σώματι

### 835.2

στημορραγοῦσι ποικίλων ἐσθημάτων.

### 835.3

ἀλλ’ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις·

### 835.4

μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.

### 835.5

ἐγὼ δ’ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω.

### 840.1

ὑμεῖς δέ, πρέσβεις, χαίρετ’, ἐν κακοῖς ὅμως

### 840.2

ψυχῇ διδόντες ἡδονὴν καθ’ ἡμέραν,

### 840.3

ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.

### 842.1

Χο.ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντ’ ἔτι

### 842.2

ἤλγης’ ἀκούσας βαρβάροισι πήματα.

### 845.1

Βα.ὦ δαῖμον, ὥς με πόλλ’ ἐσέρχεται κακῶν

### 845.2

ἄλγη, μάλιστα δ’ ἥδε συμφορὰ δάκνει,

### 845.3

ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι

### 845.4

ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει.

### 845.5

ἀλλ’ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων

### unit_248.1

ὑπαντιάζειν † ἐμῷ παιδὶ πειράσομαι. †

### unit_248.2

οὐ γὰρ τὰ φίλτατ’ ἐν κακοῖς προδώσομεν.

### 851.1

Χο.ὦ πόποι ἦ μεγάλας ἀγαθᾶς τε πο‐[στρ. α.

### 851.2

λισσονόμου βιοτᾶς ἐπεκύρσαμεν,

### 851.3

εὖθ’ ὁ γηραιὸς

### 855.1

πανταρκὴς ἀκάκας ἄμαχος βασι‐

### 855.2

λεὺς ἰσόθεος Δα‐

### unit_251.1

ρεῖος ἆρχε χώρας.

### unit_251.2

πρῶτα μὲν εὐδοκίμους στρατιὰς ἀπε‐[ἀντ. α.

### unit_251.3

φαινόμεθ’, οἱ δὲ νομίσματα πύργινα

### 860.1

πάντ’ ἐπηύθυνον.

### 860.2

νόστοι δ’ ἐκ πολέμων ἀπόνους ἀπα‐

### 860.3

θεῖς 〈πάλιν〉 εὖ πράσ‐

### 860.4

σοντας ἆγον [ἐς] οἴκους.

### 863

ὅσσας δ’ εἷλε πόλεις πόρον οὐ διαβὰς Ἅλυος ποτα‐

### 865.1

μοῖο,[στρ. β.

### 865.2

οὐδ’ ἀφ’ ἑστίας συθείς,

### 867-869

οἷαι Στρυμονίου πελάγους Ἀχελωίδες εἰσὶ πάροικοι

### 870

Θρῃκίων ἐπαύλων,

### 871-872

λίμνας τ’ ἔκτοθεν αἳ κατὰ χέρσον ἐληλαμέναι πέρι

### 873.1

πύργον[ἀντ. β.

### 873.2

τοῦδ’ ἄνακτος ἄιον,

### 875.1

Ἕλλας τ’ ἀμφὶ πόρον πλατὺν εὐχόμεναι, μυχία τε Προ‐

### 875.2

ποντίς,

### 875.3

καὶ στόμωμα Πόντου·

### 880.1

νᾶσοί θ’ αἳ κατὰ πρῶν’ ἅλιον περίκλυστοι[στρ. γ.

### 880.2

τᾷδε γᾷ προσήμεναι

### 882-883

οἵα Λέσβος ἐλαιόφυτός τε Σάμος,

### 884

Χίος, ἠδὲ Πάρος,

### 885.1

Νάξος, Μύκονος, Τήνῳ τε συνάπτους’

### 885.2

Ἄνδρος ἀγχιγείτων.

### 889

καὶ τὰς ἀγχιάλους ἐκράτυνε μεσάκτους,[ἀντ. γ.

### 890

Λῆμνον, Ἰκάρου θ’ ἕδος,

### 891-893

καὶ Ῥόδον ἠδὲ Κνίδον Κυπρίας τε πόλεις,

### 894

Πάφον ἠδὲ Σόλους,

### 895.1

Σαλαμῖνά τε, τᾶς νῦν ματρόπολις τῶνδ’

### 895.2

αἰτία στεναγμῶν.

### 897-899

καὶ τὰς εὐκτεάνους κατὰ κλῆρον Ἰαόνιον πολυάν‐

### 899

δρους[ἐπῳδός.

### unit_271

Ἑλλάνων ἐκράτυνε † σφετέραις φρεσίν.

### 901-902

ἀκάματον δὲ παρῆν σθένος ἀνδρῶν τευχηστήρων

### 903.1

παμμείκτων τ’ ἐπικούρων.

### 903.2

νῦν δ’ οὐκ ἀμφιλόγως θεότρεπτα τάδ’ αὖ φέρομεν,

### 905.1

πολέμοιο

### 905.2

δμαθέντες μεγάλως πλαγαῖσι ποντίαισιν.

### 908

ΞΕΡΞΗΣ

### 908.1

ἰὼ ἰὼ,

### 908.2

δύστηνος ἐγὼ στυγερᾶς μοίρας

### 910.1

τῆσδε κυρήσας ἀτεκμαρτοτάτης,

### 910.2

ὡς ὠμοφρόνως δαίμων ἐνέβη

### unit_278.1

Περσῶν γενεᾷ· τί πάθω τλήμων;

### unit_278.2

λέλυται γὰρ ἐμῶν γυίων ῥώμη.

### unit_278.3

τήνδ’ ἡλικίαν ἐσιδόντ’ ἀστῶν,

### 915.1

εἴθ’ ὄφελεν, Ζεῦ, κἀμὲ μετ’ ἀνδρῶν

### 915.2

τῶν οἰχομένων

### 915.3

θανάτου κατὰ μοῖρα καλύψαι.

### 917.1

Χο.ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς

### 917.2

καὶ περσονόμου τιμῆς μεγάλης,

### 920.1

κόσμου τ’ ἀνδρῶν,

### 920.2

οὓς νῦν δαίμων ἐπέκειρεν.

### 921.1

γᾶ δ’ αἰάζει τὰν ἐγγαίαν

### 921.2

ἥβαν Ξέρξᾳ κταμέναν, Ἅιδου

### 921.3

σάκτορι Περσᾶν· † ἀγδαβάται γὰρ

### 925.1

πολλοὶ φῶτες, χώρας ἄνθος,

### 925.2

τοξοδάμαντες, πάνυ ταρφύς τις

### 925.3

μυριὰς ἀνδρῶν, ἐξέφθινται.

### 925.4

αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς,

### 925.5

Ἀσία δὲ χθών, βασιλεῦ γαίας,

### 930

αἰνῶς αἰνῶς ἐπὶ γόνυ κέκλιται.

### 930.1

Ξε.ὅδ’ ἐγών, οἰοῖ, αἰακτός,[στρ. α.

### 930.2

μέλεος γέννᾳ γᾷ τε πατρῴᾳ

### unit_286

κακὸν ἄρ’ ἐγενόμαν.

### 935

Χο.νόστου σοι τὰν πρόσφθογγον

### 936-937

κακοφάτιδα βοάν, κακομέλετον ἰὰν

### 938-939

Μαριανδυνοῦ θρηνητῆρος

### 940

πέμψω πέμψω, πολύδακρυν ἰαχάν.

### 940.1

Ξε.ἵετ’ αἰανῆ [καὶ] πάνδυρτον[ἀντ. α.

### 940.2

δύσθροον αὐδάν. δαίμων γὰρ ὅδ’ αὖ

### 940.3

μετάτροπος ἐπ’ ἐμοί.

### 943

Χο.ἥσω τοι τὰν πάνδυρτον,

### 945

ζαπαθέα τε σέβων ἁλίτυπά τε βάρη,

### 946-947

πόλεως γέννας πενθητῆρος.

### 948

〈κλάγξω〉 κλάγξω δὲ γόον ἀρίδακρυν.

### unit_296.1

〈Ξε.〉Ἰάων γὰρ ἀπηύρα,[στρ. β.

### unit_296.2

Ἰάων ναύφαρκτος

### unit_296.3

Ἄρης ἑτεραλκὴς

### unit_296.4

νυχίαν πλάκα κερσάμενος

### unit_296.5

δυσδαίμονά τ’ ἀκτάν.

### 955.1

Χο.—οἰοιοῖ, βόα καὶ πάντ’ ἐκπεύθου.

### 955.2

—ποῦ δὲ φίλων ἄλλος ὄχλος;

### 955.3

—ποῦ δέ σοι παραστάται,

### unit_298.1

οἷος ἦν Φαρανδάκης,

### unit_298.2

Σούσας, Πελάγων, Δοτάμας, Ψάμμις,

### 960.1

Σουσισκάνης τ’, ἠδ’ Ἀγαβάτας

### 960.2

Ἀγαβάτανα λιπών;

### 961.1

Ξε.ὀλοοὺς ἀπέλειπον[ἀντ. β.

### 961.2

Τυρίας ἐκ ναὸς

### 961.3

ἔρροντας ἐπ’ ἀκταῖς

### 965.1

Σαλαμινιάσι, στυφελοῦ

### 965.2

θείνοντας ἐπ’ ἀκτᾶς.

### 966.1

Χο.—οἰοιοῖ, ποῦ δή σοι Φαρνοῦχος;

### 966.2

—κἀριόμαρδός γ’ ἀγαθός;

### 966.3

—ποῦ δὲ Σευάλκης ἄναξ,

### 970.1

ἢ Λίλαιος εὐπάτωρ,

### 970.2

Μέμφις, Θάρυβις, καὶ Μασίστρας,

### 970.3

Ἀρτεμβάρης τ’ ἠδ’ Ὑσταίχμας;

### 970.4

τάδε ς’ ἐπανέρομαι.

### 973

Ξε.ἰὼ ἰώ μοι,[στρ. γ.

### 975.1

τὰς ὠγυγίους κατιδόντες

### 975.2

στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ,

### 975.3

ἐἕ, ἐἕ, τλάμονες ἀσπαίρουσι χέρσῳ.

### 977

Χο.ἦ καὶ τὸν Πέρσαν αὐτοῦ

### unit_307

τὸν σὸν πιστὸν πάντ’ ὀφθαλμὸν

### 980.1

μυρία μυρία πεμπαστὰν

### 980.2

Βατανώχου παῖδ’ Ἄλπιστον

### 980.3

. . . . .

### 980.4

τοῦ Σησάμα τοῦ Μεγαβάτα,

### 980.5

Πάρθον τε μέγαν τ’ Οἰβάρην

### 985.1

ἔλιπες ἔλιπες; ὢ ὢ 〈ὢ〉 δᾴων.

### 985.2

Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις.

### 988.1

Ξε.ἴυγγά μοι δῆτ’[ἀντ. γ.

### 988.2

ἀγαθῶν ἑτάρων ὑπορίνεις,

### 990.1

〈ἄλαστ’〉 ἄλαστα στυγνὰ πρόκακα λέγων.

### 990.2

βοᾷ βοᾷ 〈μοι〉 μελέων ἔντοσθεν ἦτορ.

### 991.1

Χο.καὶ μὴν ἄλλους γε ποθοῦμεν,

### 991.2

Μάρδων ἀνδρῶν μυριοταγὸν

### 991.3

Ξάνθην, Ἀρίων τ’ Ἀγχάρην,

### 995.1

Δίαιξίν τ’ ἠδ’ Ἀρσάκην

### 995.2

ἱππιάνακτας,

### 995.3

κἠγδαδάταν καὶ Λυθίμναν

### 998-999

Τόλμον τ’ αἰχμᾶς ἀκόρεστον.

### unit_315

ἔταφον ἔταφον, οὐκ ἀμφὶ σκηναῖς

### unit_316.1

τροχηλάτοις, 〈οὐκ〉 ὄπιθεν ἑπομένους.

### unit_316.2

Ξε.βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ.[στρ. δ.

### unit_316.3

Χο.βεβᾶσιν, οἴ, νώνυμοι.

### unit_316.4

Ξε.ἰὴ ἰή, ἰὼ ἰώ.

### 1005.1

Χο.ἰὼ ἰώ, δαίμονες,

### 1005.2

ἔθεσθ’ ἄελπτον κακὸν

### 1005.3

διαπρέπον, οἷον δέδορκεν Ἄτα.

### 1007.1

Ξε.πεπλήγμεθ’ οἵᾳ δι’ αἰῶνος τύχᾳ·[ἀντ. δ.

### 1007.2

Χο.πεπλήγμεθ’· εὔδηλα γάρ·

### 1010.1

Ξε.νέᾳ νέᾳ δύᾳ δύᾳ·

### 1010.2

Χο.Ἰαόνων ναυβατᾶν

### 1010.3

κύρσαντες οὐκ εὐτυχῶς.

### 1010.4

δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.

### 1013

Ξε.πῶς δ’ οὔ; στρατὸν μὲν τοσοῦ‐[στρ. ε.

### 1015.1

τον τάλας πέπληγμαι.

### 1015.2

Χο.τί δ’ οὐκ ὄλωλεν, μεγάλατε, Περσᾶν;

### 1017-1018

Ξε.ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς;

### 1019

Χο.ὁρῶ ὁρῶ.

### 1020.1

Ξε.τόνδε τ’ ὀιστοδέγμονα—

### 1020.2

Χο.τί τόδε λέγεις σεσωμένον;

### 1020.3

Ξε.θησαυρὸν βελέεσσιν.

### 1020.4

Χο.βαιά γ’ ὡς ἀπὸ πολλῶν.

### 1020.5

Ξε.ἐσπανίσμεθ’ ἀρωγῶν.

### 1025.1

Χο.Ἰάνων λαὸς οὐ φυγαίχμας.

### 1025.2

Ξε.ἄγαν ἄρειος· κατεῖ‐[ἀντ. ε.

### 1025.3

δον δὲ πῆμ’ ἄελπτον.

### 1028-1029

Χο.τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον;

### 1030.1

Ξε.πέπλον δ’ ἐπέρρηξ’ ἐπὶ συμφορᾷ κακοῦ.

### 1030.2

Χο.παπαῖ παπαῖ.

### 1030.3

Ξε.καὶ πλέον ἢ παπαῖ μὲν οὖν.

### 1030.4

Χο.δίδυμα γάρ ἐστι καὶ τριπλᾶ—

### 1030.5

Ξε.λυπρά, χάρματα δ’ ἐχθροῖς.

### 1035.1

Χο.καὶ σθένος γ’ ἐκολούθη—

### 1035.2

Ξε.γυμνός εἰμι προπομπῶν.

### 1035.3

Χο.φίλων ἄταισι ποντίαισιν.

### 1037.1

Ξε.δίαινε δίαινε πῆμα· πρὸς δόμους δ’ ἴθι.[στρ. ζ.

### 1037.2

Χο.διαίνομαι γοεδνὸς ὤν.

### 1040.1

Ξε.βόα νυν ἀντίδουπά μοι.

### 1040.2

Χο.δόσιν κακὰν κακῶν κακοῖς.

### 1040.3

Ξε.ἴυζε μέλος ὁμοῦ τιθείς.

### 1040.4

Χο.ὀτοτοτοτοῖ.

### 1040.5

βαρεῖά γ’ ἅδε συμφορά.

### 1045

οἴ, μάλα καὶ τόδ’ ἀλγῶ.

### 1045.1

Ξε.ἔρεσς’ ἔρεσσε καὶ στέναζ’ ἐμὴν χάριν.[ἀντ. ζ.

### 1045.2

Χο.αἰαῖ αἰαῖ, δύα δύα.

### 1045.3

Ξε.βόα νυν ἀντίδουπά μοι.

### 1045.4

Χο.μέλειν πάρεστι, δέσποτα.

### unit_333.1

Ξε.ἐπορθίαζέ νυν γόοις.

### unit_333.2

Χο.ὀτοτοτοτοῖ.

### unit_333.3

μέλαινα δ’ ἀμμεμείξεται,

### unit_334.1

οἴ, στονόεσσα πλαγά.

### unit_334.2

Ξε.καὶ στέρν’ ἄρασσε κἀπιβόα τὸ Μύσιον.[στρ. η.

### 1055.1

Χο.ἀνία, ἀνία.

### 1055.2

Ξε.καί μοι γενείου πέρθε λευκήρη τρίχα.

### 1055.3

Χο.ἄπριγδ’ ἄπριγδα μάλα γοεδνά.

### 1055.4

Ξε.ἀύτει δ’ ὀξύ.

### 1055.5

Χο.καὶ τάδ’ ἔρξω.

### 1060.1

Ξε.πέπλον δ’ ἔρεικε κολπίαν ἀκμῇ χερῶν.[ἀντ. η.

### 1060.2

Χο.ἀνία, ἀνία.

### 1060.3

Ξε.καὶ ψάλλ’ ἔθειραν καὶ κατοίκτισαι στρατόν.

### 1060.4

Χο.ἄπριγδ’ ἄπριγδα μάλα γοεδνά.

### 1060.5

Ξε.διαίνου δ’ ὄσσε.

### 1065

Χο.τέγγομαί τοι.

### 1065.1

Ξε.βόα νυν ἀντίδουπά μοι.[ἐπῳδός.

### 1065.2

Χο.οἰοῖ οἰοῖ.

### 1068-1069

Ξε.αἰακτὸς ἐς δόμους κίε.

### 1070.1

Χο.ἰὼ ἰώ [Περσὶς αἶα δύσβατος.]

### 1070.2

Ξε.ἰωὰ δὴ κατ’ ἄστυ.

### 1070.3

Χο.ἰωὰ δῆτα, ναὶ ναί.

### 1070.4

Ξε.γοᾶσθ’ ἁβροβάται.

### 1070.5

Χο.ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος.

### 1075.1

Ξε.ἠὴ ἠή, τρισκάλμοισιν,

### 1075.2

ἠὴ ἠή, βάρισιν ὀλόμενοι.

### unit_342

Χο.πέμψω τοί σε δυσθρόοις γόοις.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aeschylus-persians-emo-aj.json (sha256:7d2462f3e11a46d50fbf12988c4da9533d8a14c0832337e1838c210d2c174657). Cite as `eul_wid: emo-aj`.
