---
title: Eumenides
title_greek: Εὐμενίδες
author: Aeschylus the Tragedian
eul_wid: emo-af
eul_aid: emo
canonical: "https://eulogikon.org/grc/aeschylus/eumenides"
canonical_json: "https://eulogikon.org/data/works/grc/aeschylus-eumenides-emo-af.json"
sha256: e78e7ca02e780eaf1f9eaa16dfec169a5a5c4ff5302746dd3711f59576fa8585
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: CC0-1.0
---

# Eumenides

*Εὐμενίδες*

**Author:** Aeschylus the Tragedian

**eul_wid:** `emo-af` · [HTML page](https://eulogikon.org/grc/aeschylus/eumenides) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aeschylus-eumenides-emo-af.json)

## Text

### 1

ΠΡΟΦΗΤΙΣ

### 1.1

Πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν

### 1.2

τὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς Θέμιν,

### 1.3

ἣ δὴ τὸ μητρὸς δευτέρα τόδ’ ἕζετο

### 1.4

μαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῷ τρίτῳ

### 5.1

λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός,

### 5.2

Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,

### 5.3

Φοίβη· δίδωσι δ’ ἣ γενέθλιον δόσιν

### 5.4

Φοίβῳ· τὸ Φοίβης δ’ ὄνομ’ ἔχει παρώνυμον.

### 5.5

λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,

### 10.1

κέλσας ἐπ’ ἀκτὰς ναυπόρους τὰς Παλλάδος,

### 10.2

ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θ’ ἕδρας.

### 10.3

πέμπουσι δ’ αὐτὸν καὶ σεβίζουσιν μέγα

### 10.4

κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα

### 10.5

ἀνήμερον τιθέντες ἡμερωμένην.

### 15.1

μολόντα δ’ αὐτὸν κάρτα τιμαλφεῖ λεώς,

### 15.2

Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.

### 15.3

τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα

### 15.4

ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις·

### 15.5

Διὸς προφήτης δ’ ἐστὶ Λοξίας πατρός.

### 20.1

τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.

### 20.2

Παλλὰς Προναία δ’ ἐν λόγοις πρεσβεύεται.

### 20.3

σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα

### 20.4

κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή·

### 20.5

Βρόμιος δ’ ἔχει τὸν χῶρον, οὐδ’ ἀμνημονῶ,

### 25.1

ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,

### 25.2

λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον·

### 25.3

Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος

### 25.4

καλοῦσα καὶ τέλειον ὕψιστον Δία,

### 25.5

ἔπειτα μάντις εἰς θρόνους καθιζάνω.

### 30.1

καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ

### 30.2

ἄριστα δοῖεν· κεἰ πάρ’ Ἑλλήνων τινές,

### 30.3

ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.

### 30.4

μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.

### 33

ἦ δεινὰ λέξαι, δεινὰ δ’ ὀφθαλμοῖς δρακεῖν,

### 35.1

πάλιν μ’ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,

### 35.2

ὡς μήτε σωκεῖν μήτε μ’ ἀκταίνειν στάσιν·

### 35.3

τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν.

### 35.4

δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.

### 35.5

ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν·

### 40.1

ὁρῶ δ’ ἐπ’ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ

### 40.2

ἕδραν ἔχοντα προστρόπαιον, αἵματι

### 40.3

στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος

### 40.4

ἔχοντ’ ἐλαίας θ’ ὑψιγέννητον κλάδον,

### 40.5

λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,

### 45.1

ἀργῆτι μαλλῷ· τῇδε γὰρ τρανῶς ἐρῶ.

### 45.2

πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος

### 45.3

εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.

### 45.4

οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,

### 45.5

οὐδ’ αὖτε Γοργείοισιν εἰκάσω τύποις.

### unit_13.1

εἶδόν ποτ’ ἤδη Φινέως γεγραμμένας

### unit_13.2

δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν

### unit_13.3

αὗται, μέλαιναι δ’, ἐς τὸ πᾶν βδελύκτροποι·

### unit_13.4

ῥέγκουσι δ’ οὐ πλατοῖσι φυσιάμασιν·

### unit_13.5

ἐκ δ’ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα·

### 55.1

καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα

### 55.2

φέρειν δίκαιος οὔτ’ ἐς ἀνθρώπων στέγας.

### 55.3

τὸ φῦλον οὐκ ὄπωπα τῆσδ’ ὁμιλίας

### 55.4

οὐδ’ ἥτις αἶα τοῦτ’ ἐπεύχεται γένος

### 55.5

τρέφους’ ἀνατεὶ μὴ μεταστένειν πόνον.

### 60.1

τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων

### 60.2

αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.

### 60.3

ἰατρόμαντις δ’ ἐστὶ καὶ τερασκόπος

### 60.4

καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.

### 85

ΟΡΕΣΤΗΣ

### 85.1

ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ἀδικεῖν·

### 85.2

ἐπεὶ δ’ ἐπίστᾳ, καὶ τὸ μὴ ἀμελεῖν μάθε.

### 85.3

σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.

### 64

ΑΠΟΛΛΩΝ

### 64

οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ,

### 65.1

ἐγγὺς παρεστὼς καὶ πρόσωθ’ ἀποστατῶν,

### 65.2

ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.

### 65.3

καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς·

### 65.4

ὕπνῳ πεσοῦσαι δ’ αἱ κατάπτυστοι κόραι,

### 65.5

γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται

### 70.1

θεῶν τις οὐδ’ ἄνθρωπος οὐδὲ θήρ ποτε—

### 70.2

κακῶν δ’ ἕκατι κἀγένοντ’, ἐπεὶ κακὸν

### 70.3

σκότον νέμονται Τάρταρόν θ’ ὑπὸ χθονός,

### 70.4

μισήματ’ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.

### 70.5

ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.

### 75.1

ἐλῶσι γάρ σε καὶ δι’ ἠπείρου μακρᾶς

### 75.2

βιβῶντ’ ἀν’ ἀεὶ τὴν πλανοστιβῆ χθόνα

### 75.3

ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις.

### 75.4

καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος

### 75.5

πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν

### 80.1

ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.

### 80.2

κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους

### 80.3

μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,

### 80.4

ὥστ’ ἐς τὸ πᾶν σε τῶνδ’ ἀπαλλάξαι πόνων.

### 80.5

καὶ γὰρ κτανεῖν ς’ ἔπεισα μητρῷον δέμας.

### 88.1

μέμνησο, μὴ φόβος σε νικάτω φρένας.

### 88.2

σὺ δ’, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,

### 90.1

Ἑρμῆ, φύλασσε, κάρτα δ’ ὢν ἐπώνυμος

### 90.2

πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν

### 90.3

ἱκέτην· σέβει τοι Ζεὺς τόδ’ ἐκνόμων σέβας

### 90.4

ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.

### 93

ΚΛΥΤΑΙΜΗΣΤΡΑΣ ΕΙΔΩΛΟΝ

### 94

εὕδοιτ’ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;

### 95.1

ἐγὼ δ’ ὑφ’ ὑμῶν ὧδ’ ἀπητιμασμένη

### 95.2

ἄλλοισιν ἐν νεκροῖσιν—ὧν μὲν ἔκτανον

### 95.3

ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,

### 95.4

αἰσχρῶς δ’ ἀλῶμαι· προυννέπω δ’ ὑμῖν ὅτι

### unit_29

ἔχω μεγίστην αἰτίαν κείνων ὕπο·

### unit_30.1

παθοῦσα δ’ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων—

### unit_30.2

οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,

### unit_30.3

κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.

### unit_30.4

ὅρα δὲ πληγὰς τάσδε καρδίᾳ σέθεν·

### unit_30.5

εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,

### 105.1

[ἐν ἡμέρᾳ δὲ μοῖρ’ ἀπρόσκοπος βροτῶν.]

### 105.2

ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε·

### 105.3

χοάς τ’ ἀοίνους, νηφάλια μειλίγματα,

### 105.4

καὶ νυκτίσεμνα δεῖπν’ ἐπ’ ἐσχάρᾳ πυρὸς

### 105.5

ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.

### 110.1

καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.

### 110.2

ὁ δ’ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,

### 110.3

καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων.

### 110.4

ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.

### 110.5

ἀκούσαθ’, ὡς ἔλεξα τῆς ἐμῆς πέρι

### 115.1

ψυχῆς· φρονήσατ’, ὦ κατὰ χθονὸς θεαί.

### 115.2

ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ.

### 116

ΧΟΡΟΣ

### 117.1

(μυγμός.)

### 117.2

Κλ.μύζοιτ’ ἄν, ἁνὴρ δ’ οἴχεται φεύγων πρόσω·

### 117.3

† φίλοις γάρ εἰσιν οὐκ ἐμοῖς προσίκτορες.

### 120.1

Χο.(μυγμός.)

### 120.2

Κλ.ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος·

### 120.3

φονεὺς δ’ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.

### unit_37.1

Χο.(ὠγμός.)

### unit_37.2

Κλ.ὤζεις, ὑπνώσσεις· οὐκ ἀναστήσῃ τάχος;

### 125.1

τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά;

### 125.2

Χο.(ὠγμός.)

### 125.3

Κλ.ὕπνος πόνος τε κύριοι συνωμόται

### 125.4

δεινῆς δρακαίνης ἐξεκήραναν μένος.

### 125.5

Χο.(μυγμὸς διπλοῦς ὀξύς.)

### 130.1

λαβὲ λαβὲ λαβὲ λαβὲ, φράζου.

### 130.2

Κλ.ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δ’ ἅπερ

### 130.3

κύων μέριμναν οὔποτ’ ἐκλείπων πόνου.

### 130.4

τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος,

### 130.5

μηδ’ ἀγνοήσῃς πῆμα μαλθαχθεῖς’ ὕπνῳ.

### 135.1

ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν·

### 135.2

τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.

### 135.3

σὺ δ’ αἱματηρὸν πνεῦμ’ ἐπουρίσασα τῷ,

### 135.4

ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί,

### 135.5

ἕπου, μάραινε δευτέροις διώγμασιν.

### 140.1

Χο.— ἔγειρ’, ἔγειρε καὶ σὺ τήνδ’, ἐγὼ δὲ σέ.

### 140.2

εὕδεις; ἀνίστω, κἀπολακτίσας’ ὕπνον,

### 140.3

ἰδώμεθ’ εἴ τι τοῦδε φροιμίου ματᾷ.

### 142.1

—ἰοὺ ἰοὺ πόπαξ. ἐπάθομεν, φίλαι,[στρ. α.

### 142.2

(—ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ.)

### 145.1

ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι,

### 145.2

ἄφερτον κακόν.

### 145.3

—ἐξ ἀρκύων πέπτωκεν, οἴχεται δ’ ὁ θήρ.

### 145.4

—ὕπνῳ κρατηθεῖς’ ἄγραν ὤλεσα.

### 148

—ἰὼ παῖ Διός· ἐπίκλοπος πέλῃ,[ἀντ. α.

### unit_45.1

(—νέος δὲ γραίας δαίμονας καθιππάσω.)

### unit_45.2

τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ

### unit_45.3

τοκεῦσιν πικρόν.

### unit_45.4

—τὸν μητραλοίαν δ’ ἐξέκλεψας ὢν θεός.

### unit_45.5

—τί τῶνδ’ ἐρεῖ τις δικαίως ἔχειν;

### 155.1

—ἐμοὶ δ’ ὄνειδος ἐξ ὀνειράτων μολὸν[στρ. β.

### 155.2

ἔτυψεν δίκαν διφρηλάτου

### 155.3

μεσολαβεῖ κέντρῳ,

### 155.4

ὑπὸ φρένας, ὑπὸ λοβόν.

### 160.1

πάρεστι μαστίκτορος δαΐου δαμίου

### 160.2

βαρὺ περίβαρυ τὸ κρύος ἔχειν.

### 161.1

—τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί,[ἀντ. β.

### 161.2

κρατοῦντες τὸ πᾶν δίκας πλέον.

### 161.3

φονολιβῆ θρόνον,

### 165.1

περὶ πόδα, περὶ κάρα—

### 165.2

πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτων

### 165.3

βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν.

### 169

—ἐφεστίῳ δὲ μάντις ὢν μιάσματι[στρ. γ.

### 170.1

μυχὸν ἐχράνατ’ αὐτόσσυτος, αὐτόκλητος,

### 170.2

παρὰ νόμον θεῶν βρότεα μὲν τίων,

### 170.3

παλαιγενεῖς δὲ μοίρας φθίσας.

### 174

—κἀμοί γε λυπρός, καὶ τὸν οὐκ ἐκλύσεται,[ἀντ. γ.

### 175.1

ὑπὸ δὲ γᾶν φυγὼν οὔ ποτ’ ἐλευθεροῦται.

### 175.2

ποτιτρόπαιος ὢν δ’ ἕτερον ἐν κάρᾳ

### unit_54

μιάστορ’ εἶσιν οὗ πάσεται.

### 179

Απ.ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος·

### 180.1

χωρεῖτ’, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν,

### 180.2

μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν,

### 180.3

χρυσηλάτου θώμιγγος ἐξορμώμενον,

### 180.4

ἀνῇς ὑπ’ ἄλγους μέλανα πλευμόνων ἀφρόν,

### 180.5

ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.

### 185.1

οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει·

### 185.2

ἀλλ’ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι

### 185.3

δίκαι σφαγαί τε, σπέρματός τ’ ἀποφθορᾷ

### 185.4

παίδων κακοῦται χλοῦνις, ἠδ’ ἀκρωνίαι

### 185.5

λευσμοί τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν

### 190.1

ὑπὸ ῥάχιν παγέντες. ἆρ’ ἀκούετε

### 190.2

οἵας ἑορτῆς ἔστ’ ἀπόπτυστοι θεοῖς

### 190.3

στέργηθρ’ ἔχουσαι; πᾶς δ’ ὑφηγεῖται τρόπος

### 190.4

μορφῆς. λέοντος ἄντρον αἱματορρόφου

### 190.5

οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις

### 195.1

ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος.

### 195.2

χωρεῖτ’ ἄνευ βοτῆρος αἰπολούμεναι.

### 195.3

ποίμνης τοιαύτης δ’ οὔτις εὐφιλὴς θεῶν.

### 195.4

Χο.ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει.

### 195.5

αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλῃ,

### unit_60.1

ἀλλ’ εἷς τὸ πᾶν ἔπραξας ὡς παναίτιος.

### unit_60.2

Απ.πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου.

### unit_60.3

Χο.ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν.

### unit_60.4

Απ.ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μήν;

### unit_61

Χο.κἄπειθ’ ὑπέστης αἵματος δέκτωρ νέου.

### 205.1

Απ.καὶ προστραπέσθαι τούσδ’ ἐπέστελλον δόμους.

### 205.2

Χο.καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς;

### 205.3

Απ.οὐ γὰρ δόμοισι τοῖσδε πρόσφοροι μολεῖν.

### 205.4

Χο.ἀλλ’ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον—

### 205.5

Απ.τίς ἥδε τιμή; κόμπασον γέρας καλόν.

### 210.1

Χο.τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν.

### 210.2

Απ.τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ;

### 210.3

Χο.οὐκ ἂν γένοιθ’ ὅμαιμος αὐθέντης φόνος.

### 210.4

Απ.ἦ κάρτ’ ἄτιμα καὶ παρ’ οὐδὲν ἠργάσω

### 210.5

Ἥρας τελείας καὶ Διὸς πιστώματα.

### 215.1

Κύπρις δ’ ἄτιμος τῷδ’ ἀπέρριπται λόγῳ,

### 215.2

ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα.

### 215.3

εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος

### 215.4

ὅρκου ’στὶ μείζων τῇ δίκῃ φρουρουμένη.

### 215.5

εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς

### 220.1

τὸ μὴ τίνεσθαι μηδ’ ἐποπτεύειν κότῳ,

### 220.2

οὔ φημ’ Ὀρέστην ς’ ἐνδίκως ἀνδρηλατεῖν.

### 220.3

τὰ μὲν γὰρ οἶδα κάρτα ς’ ἐνθυμουμένην,

### 220.4

τὰ δ’ ἐμφανῶς πράσσουσιν ἡσυχαιτέραν.

### 220.5

δίκας δὲ Παλλὰς τῶνδ’ ἐποπτεύσει θεά.

### 225.1

Χο.τὸν ἄνδρ’ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ.

### 225.2

Απ.σὺ δ’ οὖν δίωκε καὶ πόνον πλείω τίθου.

### 225.3

Χο.τιμὰς σὺ μὴ ξύντεμνε τὰς ἐμὰς λόγῳ.

### unit_67.1

Απ.οὐδ’ ἂν δεχοίμην ὥστ’ ἔχειν τιμὰς σέθεν.

### unit_67.2

Χο.μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγῃ·

### 230.1

ἐγὼ δ’, ἄγει γὰρ αἷμα μητρῷον, δίκας

### 230.2

μέτειμι τόνδε φῶτα κἀκκυνηγέσω.

### 230.3

Απ.ἐγὼ δ’ ἀρήξω τὸν ἱκέτην τ’ ἐρύσομαι·

### 230.4

δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει

### 230.5

τοῦ προστροπαίου μῆνις, εἰ προδῷ σφ’ ἑκών.

### 235.1

Ορ.ἄνασς’ Ἀθάνα, Λοξίου κελεύμασιν

### 235.2

ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,

### 235.3

οὐ προστρόπαιον οὐδ’ ἀφοίβαντον χέρα,

### 235.4

ἀλλ’ ἀμβλὺν ἤδη προστετριμμένον τε πρὸς

### 235.5

ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν.

### 240.1

ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν,

### 240.2

σῴζων δ’ ἐφετμὰς Λοξίου χρηστηρίους,

### 240.3

πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.

### 240.4

αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης.

### 243

Χο.εἶἑν· τόδ’ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ,

### 245.1

ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς.

### 245.2

τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν

### 245.3

πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.

### 245.4

πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ

### 245.5

σπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,

### unit_73

ὑπέρ τε πόντον ἀπτέροις πωτήμασιν

### unit_74.1

ἦλθον διώκους’, οὐδὲν ὑστέρα νεώς.

### unit_74.2

καὶ νῦν ὅδ’ ἐνθάδ’ ἐστί που καταπτακών.

### unit_74.3

ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.

### 253

—ὅρα ὅρα μάλ’ αὖ·

### 255.1

λεύσσετε πάντα, μὴ

### 255.2

λάθῃ φύγδα βὰς [ὁ] ματροφόνος ἀτίτας.

### 255.3

—ὅδ’ αὐτός· [οὖν] ἀλκὰν ἔχων

### 259

περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου

### 260.1

ὑπόδικος θέλει γενέσθαι χρεῶν.

### 260.2

—τὸ δ’ οὐ πάρεστιν· αἷμα μητρῷον χαμαὶ

### 260.3

δυσαγκόμιστον, παπαῖ·

### 260.4

τὸ διερὸν πέδοι χύμενον οἴχεται.

### 260.5

—ἀλλ’ ἀντιδοῦναι δεῖ ς’ ἀπὸ ζῶντος ῥοφεῖν

### 265.1

ἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦ

### 265.2

βοσκὰν φεροίμαν πώματος δυσπότου.

### 265.3

—καὶ ζῶντά ς’ ἰσχνάνας’ ἀπάξομαι κάτω,

### 265.4

〈ἵν’〉 ἀντιποίνους τίνῃς ματροφόντας δύας.

### 265.5

—ὄψῃ δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν

### 270.1

ἢ θεὸν ἢ ξένον

### 270.2

τιν’ ἀσεβῶν ἢ τοκέας φίλους,

### 270.3

ἔχονθ’ ἕκαστον τῆς δίκης ἐπάξια.

### 270.4

—μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν

### 270.5

ἔνερθε χθονός,

### 275.1

δελτογράφῳ δὲ πάντ’ ἐπωπᾷ φρενί.

### 275.2

Ορ.ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι

### 275.3

πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη

### 275.4

σιγᾶν θ’ ὁμοίως· ἐν δὲ τῷδε πράγματι

### 275.5

φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου·

### 280.1

βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός,

### 280.2

μητροκτόνον μίασμα δ’ ἔκπλυτον πέλει.

### 280.3

ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ

### 280.4

Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.

### 280.5

πολὺς δέ μοι γένοιτ’ ἂν ἐξ ἀρχῆς λόγος,

### 285.1

ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ.

### 285.2

[χρόνος καθαίρει πάντα γηράσκων ὁμοῦ.]

### 285.3

καὶ νῦν ἀφ’ ἁγνοῦ στόματος εὐφήμως καλῶ

### 285.4

χώρας ἄνασσαν τῆσδ’ Ἀθηναίαν ἐμοὶ

### 285.5

μολεῖν ἀρωγόν· κτήσεται δ’ ἄνευ δορὸς

### 290.1

αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν

### 290.2

πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.

### 290.3

ἀλλ’ εἴτε χώρας ἐν τόποις Λιβυστικῆς,

### 290.4

Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου,

### 290.5

τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα,

### 295.1

φίλοις ἀρήγους’, εἴτε Φλεγραίαν πλάκα

### 295.2

θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,

### 295.3

ἔλθοι—κλύει δὲ καὶ πρόσωθεν ὢν θεός—

### 295.4

ὅπως γένοιτο τῶνδ’ ἐμοὶ λυτήριος.

### 295.5

Χο.οὔτοι ς’ Ἀπόλλων οὐδ’ Ἀθηναίας σθένος

### unit_86.1

ῥύσαιτ’ ἂν ὥστε μὴ οὐ παρημελημένον

### unit_86.2

ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθ’ ὅπου φρενῶν,

### unit_86.3

ἀναίματον, βόσκημα δαιμόνων, σκιάν.

### unit_87.1

οὐδ’ ἀντιφωνεῖς, ἀλλ’ ἀποπτύεις λόγους

### unit_87.2

ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;

### 305.1

καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς·

### 305.2

ὕμνον δ’ ἀκούσῃ τόνδε δέσμιον σέθεν.

### 306.1

—ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ

### 306.2

μοῦσαν στυγερὰν

### 306.3

ἀποφαίνεσθαι δεδόκηκεν,

### 310.1

λέξαι τε λάχη τὰ κατ’ ἀνθρώπους

### 310.2

ὡς ἐπινωμᾷ στάσις ἁμά.

### 310.3

εὐθυδίκαιοι δ’ οἰόμεθ’ εἶναι·

### 310.4

τὸν μὲν καθαρὰς χεῖρας προνέμοντ’

### 310.5

οὔτις ἐφέρπει μῆνις ἀφ’ ἡμῶν,

### 315.1

ἀσινὴς δ’ αἰῶνα διοιχνεῖ·

### 315.2

ὅστις δ’ ἀλιτὼν ὥσπερ ὅδ’ ἁνὴρ

### 315.3

χεῖρας φονίας ἐπικρύπτει,

### 315.4

μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν

### 315.5

παραγιγνόμεναι πράκτορες αἵματος

### 320

αὐτῷ τελέως ἐφάνημεν.

### 320.1

—μᾶτερ ἅ μ’ ἔτικτες, ὦ[στρ. α.

### 320.2

μᾶτερ Νύξ, ἀλα‐

### 322.1

οῖσι καὶ δεδορκόσιν

### 322.2

ποινάν, κλῦθ’. ὁ Λατοῦς γὰρ ἶ‐

### 322.3

νίς μ’ ἄτιμον τίθησιν

### 325.1

τόνδ’ ἀφαιρούμενος

### 325.2

πτῶκα, ματρῷον ἅγ‐

### unit_96.1

νισμα κύριον φόνου.

### unit_96.2

—ἐπὶ δὲ τῷ τεθυμένῳ[ἐφυμν. α.

### unit_96.3

τόδε μέλος, παρακοπά,

### 330.1

παραφορὰ φρενοδαλής,

### 330.2

ὕμνος ἐξ Ἐρινύων,

### 330.3

δέσμιος φρενῶν, ἀφόρ‐

### 330.4

μικτος, αὑονὰ βροτοῖς.

### 333

—τοῦτο γὰρ λάχος διαν‐[ἀντ. α.

### 334

ταία Μοῖρ’ ἐπέ‐

### 335.1

κλωσεν ἐμπέδως ἔχειν,

### 335.2

θνατῶν τοῖσιν αὐτουργίαι

### 335.3

ξυμπέσωσιν μάταιοι,

### 335.4

τοῖς ὁμαρτεῖν, ὄφρ’ ἂν

### 335.5

γᾶν ὑπέλθῃ· θανὼν δ’

### 340

οὐκ ἄγαν ἐλεύθερος.

### 340.1

—ἐπὶ δὲ τῷ τεθυμένῳ[ἐφυμν. α.

### 340.2

τόδε μέλος, παρακοπά,

### 340.3

παραφορὰ φρενοδαλής,

### 340.4

ὕμνος ἐξ Ἐρινύων,

### 345.1

δέσμιος φρενῶν, ἀφόρ‐

### 345.2

μικτος, αὑονὰ βροτοῖς.

### 346

—γιγνομέναισι λάχη τάδε φαμὶ κεκράνθαι,[στρ. β.

### unit_105

ἀθανάτων δ’ ἀπέχειν χέρας, οὐδέ τις ἐστὶ

### unit_106.1

συνδαίτωρ μετάκοινος,

### unit_106.2

παλλεύκων δὲ πέπλων † ἄμοιρος ἄκληρος ἐτύχθην.

### unit_106.3

. . . . . .

### unit_106.4

—δωμάτων γὰρ εἱλόμαν

### 355.1

ἀνατροπάς, ὅταν Ἄρης

### 355.2

τιθασὸς ὢν φίλον ἕλῃ,

### 355.3

ἐπὶ τόν, ὤ, διόμεναι

### 355.4

κρατερὸν ὄνθ’ ὁμοΐως

### 355.5

μαυροῦμεν ὑφ’ αἵματος νέου.

### 360

—† σπεύδομεν αἵδ’ ἀφελεῖν τινὰ τᾶσδε μερί‐[ἀντ. β.

### 360.1

μνας

### 360.2

† θεῶν δ’ ἀτέλειαν ἐμαῖσι λιταῖς ἐπικραίνειν,

### 363

μηδ’ εἰς ἄγκρισιν ἐλθεῖν.

### 365.1

Ζεὺς δ’ αἱμοσταγὲς ἀξιόμισον ἔθνος τόδε λέσχας

### 365.2

ἇς ἀπηξιώσατο.

### 365.3

—〈δωμάτων γὰρ εἱλόμαν

### 367

ἀνατροπάς· ὅταν Ἄρης

### 367

τιθασὸς ὢν φίλον ἕλῃ,

### 367

ἐπὶ τόν, ὤ, διόμεναι

### 367

κρατερὸν ὄνθ’ ὁμοΐως

### 367.1

μαυροῦμεν ὑφ’ αἵματος νέου.〉

### 367.2

—δόξαι δ’ ἀνδρῶν καὶ μάλ’ ὑπ’ αἰθέρι σεμναὶ[στρ. γ.

### 367.3

τακόμεναι κατὰ γᾶς μινύθουσιν ἄτιμοι

### 370.1

ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχη‐

### 370.2

σμοῖς τ’ ἐπιφθόνοις ποδός.

### 370.3

—μάλα γὰρ οὖν ἁλομένα

### 370.4

ἀνέκαθεν βαρυπετῆ

### 370.5

καταφέρω ποδὸς ἀκμάν,

### 375.1

σφαλερὰ 〈καὶ〉 τανυδρόμοις

### 375.2

κῶλα, δύσφορον ἄταν.

### 376.1

—πίπτων δ’ οὐκ οἶδεν τόδ’ ὑπ’ ἄφρονι λύμᾳ·[ἀντ. γ.

### 376.2

τοῖον ἐπὶ κνέφας ἀνδρὶ μύσους πεπόταται,

### 376.3

καὶ δνοφεράν τιν’ ἀχλὺν κατὰ δώματος αὐδᾶ‐

### 380.1

ται πολύστονος φάτις.

### 380.2

—〈μάλα γὰρ οὖν ἁλομένα

### 380.3

ἀνέκαθεν βαρυπετῆ

### 382

καταφέρω ποδὸς ἀκμάν,

### 382

σφαλερὰ καὶ τανυδρόμοις

### 382

κῶλα, δύσφορον ἄταν.〉

### 382

—μένει γάρ· εὐμήχανοι[στρ. δ.

### 383

δὲ καὶ τέλειοι κακῶν

### 383.1

τε μνήμονες, σεμναὶ

### 383.2

καὶ δυσπαρήγοροι βροτοῖς,

### 385.1

ἄτιμ’ ἀτίετα διόμεναι

### 385.2

λάχη θεῶν διχοστατοῦντ’

### 386.1

ἀνηλίῳ λάμπᾳ,

### 386.2

δυσοδοπαίπαλα δερκομένοισι

### unit_129.1

καὶ δυσομμάτοις ὁμῶς.

### unit_129.2

τίς οὖν τάδ’ οὐχ ἅζεταί[ἀντ. δ.

### 390.1

τε καὶ δέδοικεν βροτῶν,

### 390.2

ἐμοῦ κλύων θεσμὸν

### 390.3

τὸν μοιρόκραντον ἐκ θεῶν

### 390.4

δοθέντα τέλεον; ἔτι δέ μοι

### 390.5

〈μένει〉 γέρας παλαιόν, οὐδ’

### 394

ἀτιμίας κύρω,

### 395.1

καίπερ ὑπὸ χθόνα τάξιν ἔχουσα

### 395.2

καὶ δυσήλιον κνέφας.

### 396

ΑΘΗΝΑ

### 397.1

πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν

### 397.2

ἀπὸ Σκαμάνδρου, γῆν καταφθατουμένη,

### 397.3

ἣν δῆτ’ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,

### unit_135.1

τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,

### unit_135.2

ἔνειμαν αὐτόπρεμνον ἐς τὸ πᾶν ἐμοί,

### unit_135.3

ἐξαίρετον δώρημα Θησέως τόκοις·

### unit_135.4

ἔνθεν διώκους’ ἦλθον ἄτρυτον πόδα,

### unit_135.5

πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος.

### 405.1

[πώλοις ἀκμαίοις τόνδ’ ἐπιζεύξας’ ὄχον.]

### 405.2

καινὴν δ’ ὁρῶσα τήνδ’ ὁμιλίαν χθονὸς

### 405.3

ταρβῶ μὲν οὐδέν, θαῦμα δ’ ὄμμασιν πάρα.

### 405.4

τίνες ποτ’ ἐστέ; πᾶσι δ’ ἐς κοινὸν λέγω,

### 405.5

βρέτας τε τοὐμὸν τῷδ’ ἐφημένῳ ξένῳ·

### 410.1

ὑμᾶς δ’ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,

### 410.2

οὔτ’ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας

### unit_138.1

οὔτ’ οὖν βροτείοις ἐμφερεῖς μορφώμασι—

### unit_138.2

λέγειν δ’ ἄμομφον ὄντα τοὺς πέλας κακῶς

### unit_138.3

πρόσω δικαίων ἠδ’ ἀποστατεῖ θέμις.

### 415.1

Χο.πεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη.

### 415.2

ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα,

### 415.3

Ἀραὶ δ’ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.

### 415.4

Αθ.γένος μὲν οἶδα κληδόνας τ’ ἐπωνύμους.

### 415.5

Χο.τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ τάχα.

### 420.1

Αθ.μάθοιμ’ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.

### 420.2

Χο.βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν.

### 420.3

Αθ.καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς;

### 420.4

Χο.ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.

### 420.5

Αθ.ἦ καὶ τοιαύτας τῷδ’ ἐπιρροιζεῖς φυγάς;

### 425.1

Χο.φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.

### 425.2

Αθ.ἄλλης ἀνάγκης οὔτινος τρέων κότον;

### 425.3

Χο.ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;

### 425.4

Αθ.δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα.

### 425.5

Χο.ἀλλ’ ὅρκον οὐ δέξαιτ’ ἄν, οὐ δοῦναι θέλει.

### 430.1

Αθ.κλύειν δικαίως μᾶλλον ἢ πρᾶξαι θέλεις.

### 430.2

Χο.πῶς δή; δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένῃ.

### 430.3

Αθ.ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.

### 430.4

Χο.ἀλλ’ ἐξέλεγχε, κρῖνε δ’ εὐθεῖαν δίκην.

### 430.5

Αθ.ἦ κἀπ’ ἐμοὶ τρέποιτ’ ἂν αἰτίας τέλος;

### 435.1

Χο.πῶς δ’ οὔ; σέβουσαί γ’ ἀξίαν κἀπ’ ἀξίων.

### 435.2

Αθ.τί πρὸς τάδ’ εἰπεῖν, ὦ ξέν’, ἐν μέρει θέλεις;

### 435.3

λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς

### 435.4

τὰς σάς, ἔπειτα τόνδ’ ἀμυναθοῦ ψόγον,

### 435.5

εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε

### 440.1

ἧσαι φυλάσσων ἑστίας ἐμῆς πέλας,

### 440.2

σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος.

### 440.3

τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.

### 440.4

Ορ.ἄνασς’ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων

### 440.5

τῶν σῶν ἐπῶν μέλημ’ ἀφαιρήσω μέγα.

### 445.1

οὐκ εἰμὶ προστρόπαιος, οὐδ’ ἔχων μύσος

### 445.2

πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας.

### 445.3

τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα·

### 445.4

ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,

### 445.5

ἔστ’ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου

### unit_146.1

σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.

### unit_146.2

πάλαι πρὸς ἄλλοις ταῦτ’ ἀφιερώμεθα

### unit_146.3

οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.

### unit_146.4

ταύτην μὲν οὕτω φροντίδ’ ἐκποδὼν λέγω.

### unit_146.5

γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα.

### 455.1

Ἀργεῖός εἰμι, πατέρα δ’ ἱστορεῖς καλῶς,

### 455.2

Ἀγαμέμνον’, ἀνδρῶν ναυβατῶν ἁρμόστορα·

### 455.3

ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν

### 455.4

ἔθηκας. ἔφθιθ’ οὗτος οὐ καλῶς, μολὼν

### 455.5

εἰς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴ

### 460.1

μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασι

### 460.2

κρύψας’, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.

### unit_149.1

κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,

### unit_149.2

ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,

### unit_149.3

ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.

### 465.1

καὶ τῶνδε κοινῇ Λοξίας μεταίτιος,

### 465.2

ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,

### 465.3

εἰ μή τι τῶνδ’ ἔρξοιμι τοὺς ἐπαιτίους.

### 465.4

σὺ δ’ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην·

### 465.5

πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδ’ αἰνέσω.

### 470.1

Αθ.τὸ πρᾶγμα μεῖζον ἤ τις οἴεται τόδε

### 470.2

βροτοῖς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμις

### 470.3

φόνου διαιρεῖν ὀξυμηνίτου δίκας·

### 470.4

ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς νόμῳ

### 470.5

ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις.

### 475.1

ὅμως δ’ ἄμομφον ὄντα ς’ αἱροῦμαι πόλει.

### 475.2

αὗται δ’ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,

### 475.3

καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου—

### 475.4

χωρεῖ μεταῦθις ἰὸς ἐκ φρονημάτων,

### 475.5

πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος.

### 480.1

τοιαῦτα μὲν τάδ’ ἐστίν· ἀμφότερα, μένειν

### 480.2

πέμπειν τε, † δυσπήματ’ ἀμηχάνως ἐμοί. †

### 480.3

ἐπεὶ δὲ πρᾶγμα δεῦρ’ ἐπέσκηψεν τόδε,

### 482

. . . . . .

### unit_155.1

φόνων δικαστὰς ὁρκίων αἰδουμένους

### unit_155.2

θεσμόν, τὸν εἰς ἅπαντ’ ἐγὼ θήσω χρόνον.

### 485.1

ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια

### 485.2

καλεῖσθ’, ἀρωγὰ τῆς δίκης ὀρθώματα.

### 485.3

κρίνασα δ’ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα

### 485.4

ἥξω, διαιρεῖν τοῦτο πρᾶγμ’ ἐτητύμως.

### 488

ὅρκων περῶντας μηδὲν ἔκδικον φρεσίν.

### 490.1

Χο.νῦν καταστροφαὶ νέων[στρ. α.

### 490.2

θεσμίων, εἰ κρατή‐

### 490.3

σει δίκα 〈τε〉 καὶ βλάβα

### 490.4

τοῦδε μητροκτόνου.

### 490.5

πάντας ἤδη τόδ’ ἔργον εὐχερεί‐

### 495.1

ᾳ συναρμόσει βροτούς.

### 495.2

πολλὰ δ’ ἔτυμα παιδότρωτα

### 495.3

πάθεα προσμένει τοκεῦ‐

### 495.4

σιν μεταῦθις ἐν χρόνῳ.

### 498

οὐδὲ γὰρ βροτοσκόπων[ἀντ. α.

### unit_161.1

μαινάδων τῶνδ’ ἐφέρ‐

### unit_161.2

ψει κότος τις ἐργμάτων·

### unit_161.3

πάντ’ ἐφήσω μόρον.

### unit_161.4

πεύσεται δ’ ἄλλος ἄλλοθεν, προφω‐

### unit_161.5

νῶν τὰ τῶν πέλας κακά,

### 505.1

λῆξιν ὑπόδοσίν τε μόχθων,

### 505.2

ἄκεά τ’ οὐ βέβαια τλά‐

### unit_163.1

μων [δέ τις] μάταν παρηγορεῖ.

### unit_163.2

μηδέ τις κικλῃσκέτω[στρ. β.

### unit_163.3

ξυμφορᾷ τετυμμένος,

### 510.1

τοῦτ’ ἔπος θροούμενος,

### 510.2

Ὦ Δίκα,

### 510.3

ὦ θρόνοι τ’ Ἐρινύων.

### 510.4

ταῦτά τις τάχ’ ἂν πατὴρ

### 510.5

ἢ τεκοῦσα νεοπαθὴς

### 515.1

οἶκτον οἰκτίσαιτ’, ἐπει‐

### 515.2

δὴ πίτνει δόμος δίκας.

### 516.1

ἔσθ’ ὅπου τὸ δεινὸν εὖ[ἀντ. β.

### 516.2

καὶ φρενῶν ἐπίσκοπον

### 516.3

δεῖ μένειν καθήμενον·

### 520.1

ξυμφέρει

### 520.2

σωφρονεῖν ὑπὸ στένει.

### 520.3

τίς δὲ μηδὲν ἐν φάει

### 520.4

καρδίας ἀνὴρ τρέμων

### 520.5

ἢ πόλις βροτῶν ὁμοί‐

### 525

ως ἔτ’ ἂν σέβοι δίκαν;

### 525.1

μήτ’ ἄναρκτον βίον[στρ. γ.

### 525.2

μήτε δεσποτούμενον

### 525.3

αἰνέσῃς.

### 530.1

παντὶ μέσῳ τὸ κράτος θεὸς ὤπασεν, ἄλλ’

### 530.2

ἄλλᾳ δ’ ἐφορεύει.

### 530.3

ξύμμετρον δ’ ἔπος λέγω,

### 530.4

δυσσεβίας μὲν ὕβρις τέκος ὡς ἐτύμως·

### 535.1

ἐκ δ’ ὑγιείας

### 535.2

φρενῶν ὁ πᾶσιν φίλος

### 535.3

καὶ πολύευκτος ὄλβος.

### 537.1

ἐς τὸ πᾶν [δέ] σοι λέγω,[ἀντ. γ.

### 537.2

βωμὸν αἴδεσαι δίκας·

### 540.1

μηδέ νιν

### 540.2

κέρδος ἰδὼν ἀθέῳ ποδὶ λὰξ ἀτίσῃς,

### 540.3

ποινὰ γὰρ ἐπέσται.

### 540.4

κύριον μένει τέλος.

### 545.1

πρὸς τάδε τις τοκέων σέβας εὖ προτίων

### 545.2

καὶ ξενοτίμους

### 545.3

ἐπιστροφὰς δωμάτων

### 545.4

αἰδόμενός τις ἔστω.

### unit_175.1

ἐκ τῶνδ’ ἀνάγκας ἄτερ δίκαιος ὢν[στρ. δ.

### unit_175.2

οὐκ ἄνολβος ἔσται·

### unit_175.3

πανώλεθρος 〈δ’〉 οὔποτ’ ἂν γένοιτο.

### unit_175.4

τὸν ἀντίτολμον δέ φαμι παρβάδαν

### unit_175.5

〈ἄγον〉τα πολλὰ παντόφυρτ’ ἄνευ δίκας

### 555.1

βιαίως ξὺν χρόνῳ καθήσειν

### 555.2

λαῖφος, ὅταν λάβῃ πόνος

### 555.3

θραυομένας κεραίας.

### 557.1

καλεῖ δ’ ἀκούοντας οὐδὲν 〈ἐν〉 μέσᾳ[ἀντ. δ.

### 557.2

δυσπαλεῖ τε δίνᾳ·

### 560

γελᾷ δὲ δαίμων ἐπ’ ἀνδρὶ θερμῷ,

### unit_179.1

τὸν οὔποτ’ αὐχοῦντ’ ἰδὼν ἀμηχάνοις

### unit_179.2

δύαις λαπαδνὸν οὐδ’ ὑπερθέοντ’ ἄκραν·

### unit_179.3

δι’ αἰῶνος δὲ τὸν πρὶν ὄλβον

### unit_179.4

ἕρματι προσβαλὼν δίκας

### 565

ὤλετ’ ἄκλαυστος, ᾆστος.

### 565.1

Αθ.κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ,

### 565.2

† ἥ τ’ οὖν διάτορος † Τυρσηνικὴ

### 565.3

σάλπιγξ βροτείου πνεύματος πληρουμένη

### 565.4

ὑπέρτονον γήρυμα φαινέτω στρατῷ.

### 570.1

πληρουμένου γὰρ τοῦδε βουλευτηρίου

### 570.2

σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς

### 570.3

πόλιν τε πᾶσαν ἐς τὸν αἰανῆ χρόνον

### 570.4

καὶ τώδ’ ὅπως ἂν εὖ καταγνωσθῇ δίκη.

### 570.5

Χο.ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει.

### 575.1

τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε.

### 575.2

Απ.καὶ μαρτυρήσων ἦλθον—ἔστι γὰρ νόμῳ

### 575.3

ἱκέτης ὅδ’ ἁνὴρ καὶ δόμων ἐφέστιος

### 575.4

ἐμῶν, φόνου δὲ τῷδ’ ἐγὼ καθάρσιος—

### 575.5

καὶ ξυνδικήσων αὐτός· αἰτίαν δ’ ἔχω

### 580.1

τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δ’ εἴσαγε

### 580.2

ὅπως 〈τ’〉 ἐπίστᾳ τήνδε κύρωσον δίκην.

### 580.3

Αθ.ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην.

### 580.4

ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων

### unit_185

γένοιτ’ ἂν ὀρθῶς πράγματος διδάσκαλος.

### 585.1

Χο.πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως.

### 585.2

ἔπος δ’ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς.

### 585.3

τὴν μητέρ’ εἰπὲ πρῶτον εἰ κατέκτονας.

### 585.4

Ορ.ἔκτεινα· τούτου δ’ οὔτις ἄρνησις πέλει.

### 585.5

Χο.ἓν μὲν τόδ’ ἤδη τῶν τριῶν παλαισμάτων.

### 590.1

Ορ.οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον.

### 590.2

Χο.εἰπεῖν γε μέντοι δεῖ ς’ ὅπως κατέκτανες.

### 590.3

Ορ.λέγω· ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών.

### 590.4

Χο.πρὸς τοῦ δ’ ἐπείσθης καὶ τίνος βουλεύμασιν;

### 590.5

Ορ.τοῖς τοῦδε θεσφάτοισι· μαρτυρεῖ δέ μοι.

### 595.1

Χο.ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν;

### 595.2

Ορ.καὶ δεῦρό γ’ ἀεὶ τὴν τύχην οὐ μέμφομαι.

### 595.3

Χο.ἀλλ’ εἴ σε μάρψει ψῆφος, ἄλλ’ ἐρεῖς τάχα.

### 595.4

Ορ.πέποιθ’· ἀρωγὰς [δ’] ἐκ τάφου πέμπει πατήρ.

### 595.5

Χο.νεκροῖσί νυν πέπισθι μητέρα κτανών.

### unit_189.1

Ορ.δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτων.

### unit_189.2

Χο.πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε.

### unit_189.3

Ορ.ἀνδροκτονοῦσα πατέρ’ ἐμὸν κατέκτανε.

### unit_189.4

Χο.† τοιγὰρ σὺ μὲν ζῇς, ἡ δ’ ἐλευθέρα φόνου.

### unit_189.5

Ορ.τί δ’ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ;

### 605.1

Χο.οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν.

### 605.2

Ορ.ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;

### 605.3

Χο.πῶς γάρ ς’ ἔθρεψεν ἐντός, ὦ μιαιφόνε,

### 605.4

ζώνης; ἀπεύχῃ μητρὸς αἷμα φίλτατον;

### 605.5

Ορ.ἤδη σὺ μαρτύρησον, ἐξηγοῦ δέ μοι,

### 610.1

Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον.

### 610.2

δρᾶσαι γάρ, ὥσπερ ἔστιν, οὐκ ἀρνούμεθα·

### 610.3

ἀλλ’ εἰ δικαίως εἴτε μὴ τῇ σῇ φρενὶ

### unit_192.1

δοκεῖ, τόδ’ αἷμα κρῖνον, ὡς τούτοις φράσω.

### unit_192.2

Απ.λέξω πρὸς ὑμᾶς, τόνδ’ Ἀθηναίας μέγαν

### 615.1

θεσμόν, δικαίως, μάντις ὢν δ’ οὐ ψεύσομαι.

### 615.2

οὐπώποτ’ εἶπον μαντικοῖσιν ἐν θρόνοις,

### 615.3

οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι,

### 615.4

ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ.

### 615.5

τὸ μὲν δίκαιον τοῦθ’ ὅσον σθένει μαθεῖν,

### 620.1

βουλῇ πιφαύσκω δ’ ὔμμ’ ἐπισπέσθαι πατρός.

### 620.2

ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον.

### 620.3

Χο.Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε,

### 620.4

φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνον

### 620.5

πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν;

### 625.1

Απ.οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν

### 625.2

διοσδότοις σκήπτροισι τιμαλφούμενον,

### 625.3

καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις

### 625.4

τόξοις ἑκηβόλοισιν, ὥστ’ Ἀμαζόνος,

### 625.5

ἀλλ’ ὡς ἀκούσῃ, Παλλάς, οἵ τ’ ἐφήμενοι

### 630.1

ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι.

### 630.2

ἀπὸ στρατείας γάρ νιν, ἠμποληκότα

### 630.3

τὰ πλεῖστ’ ἄμεινον, εὔφροσιν δεδεγμένη

### 632.1

. . . . . . . .

### 632.2

δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματι

### 632.3

φᾶρος περεσκήνωσεν, ἐν δ’ ἀτέρμονι

### 635.1

κόπτει πεδήσας’ ἄνδρα δαιδάλῳ πέπλῳ.

### 635.2

ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος

### 635.3

τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.

### 635.4

† ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς,

### 635.5

ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.

### 640

Χο.πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ·

### unit_200.1

αὐτὸς δ’ ἔδησε πατέρα πρεσβύτην Κρόνον.

### unit_200.2

πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;

### unit_200.3

ὑμᾶς δ’ ἀκούειν ταῦτ’ ἐγὼ μαρτύρομαι.

### unit_200.4

Απ.ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν,

### 645.1

πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδ’ ἄκος,

### 645.2

καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος·

### 645.3

ἀνδρὸς δ’ ἐπειδὰν αἷμ’ ἀνασπάσῃ κόνις

### 645.4

ἅπαξ θανόντος, οὔτις ἔστ’ ἀνάστασις.

### 645.5

τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ

### unit_202.1

οὑμός, τὰ δ’ ἄλλα πάντ’ ἄνω τε καὶ κάτω

### unit_202.2

στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει.

### unit_202.3

Χο.πῶς γὰρ τὸ φεύγειν τοῦδ’ ὑπερδικεῖς ὅρα·

### unit_202.4

τὸ μητρὸς αἷμ’ ὅμαιμον ἐκχέας πέδοι

### unit_202.5

ἔπειτ’ ἐν Ἄργει δώματ’ οἰκήσει πατρός;

### 655.1

ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις;

### 655.2

ποία δὲ χέρνιψ φρατέρων προσδέξεται;

### 655.3

Απ.καὶ τοῦτο λέξω, καὶ μάθ’ ὡς ὀρθῶς ἐρῶ.

### 655.4

οὐκ ἔστι μήτηρ ἡ κεκλημένη τέκνου

### 655.5

τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου·

### 660.1

τίκτει δ’ ὁ θρῴσκων, ἡ δ’ ἅπερ ξένῳ ξένη

### 660.2

ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός.

### 660.3

τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου·

### 660.4

πατὴρ μὲν ἂν γείναιτ’ ἄνευ μητρός· πέλας

### 660.5

μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός,

### 664

. . . . . . . .

### 665.1

οὐδ’ ἐν σκότοισι νηδύος τεθραμμένη,

### 665.2

ἀλλ’ οἷον ἔρνος οὔτις ἂν τέκοι θεά.

### unit_207.1

ἐγὼ δέ, Παλλάς, τἄλλα θ’ ὡς ἐπίσταμαι,

### unit_207.2

τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,

### unit_207.3

καὶ τόνδ’ ἔπεμψα σῶν δόμων ἐφέστιον,

### 670.1

ὅπως γένοιτο πίστις ἐς τὸ πᾶν χρόνου

### 670.2

καὶ τόνδ’ ἐπικτήσαιο σύμμαχον, θεά,

### 670.3

καὶ τοὺς ἔπειτα, καὶ τάδ’ αἰανῶς μένοι

### 670.4

στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.

### 670.5

Αθ.ἤδη κελεύω τούσδ’ ἀπὸ γνώμης φέρειν

### 675.1

ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων;

### 675.2

Χο.ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος.

### 675.3

μένω δ’ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται.

### 675.4

Αθ.τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖς’ ἄμομφος ὦ;

### 675.5

Απ.ἠκούσαθ’ ὧν ἠκούσατ’, ἐν δὲ καρδίᾳ

### 680.1

ψῆφον φέροντες ὅρκον αἰδεῖσθε, ξένοι.

### 680.2

Αθ.κλύοιτ’ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς,

### 680.3

πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ.

### 680.4

ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ

### 680.5

αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον.

### 685.1

πάγον δ’ † Ἄρειον τόνδ’, Ἀμαζόνων ἕδραν

### 685.2

σκηνάς θ’, ὅτ’ ἦλθον Θησέως κατὰ φθόνον

### 685.3

στρατηλατοῦσαι, καὶ πόλει νεόπτολιν

### 685.4

τήνδ’ ὑψίπυργον ἀντεπύργωσαν τότε,

### 685.5

Ἄρει δ’ ἔθυον, ἔνθεν ἔστ’ ἐπώνυμος

### 690.1

πέτρα πάγος τ’ Ἄρειος· ἐν δὲ τῷ σέβας

### 690.2

ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ἀδικεῖν

### 690.3

σχήσει τό τ’ ἦμαρ καὶ κατ’ εὐφρόνην ὁμῶς,

### unit_213.1

αὐτῶν πολιτῶν μὴ ’πικαινούντων νόμους

### unit_213.2

κακαῖς ἐπιρροαῖσι· βορβόρῳ δ’ ὕδωρ

### 695.1

λαμπρὸν μιαίνων οὔποθ’ εὑρήσεις ποτόν.

### 695.2

τὸ μήτ’ ἄναρχον μήτε δεσποτούμενον

### 695.3

ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν,

### 695.4

καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.

### 695.5

τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν;

### unit_215.1

τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας

### unit_215.2

ἔρυμα [τε] χώρας καὶ πόλεως σωτήριον

### unit_215.3

ἔχοιτ’ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει,

### unit_215.4

οὔτ’ ἐν Σκύθῃσιν οὔτε Πέλοπος ἐν τόποις.

### unit_215.5

κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,

### 705.1

αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ

### 705.2

ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.

### 705.3

ταύτην μὲν ἐξέτειν’ ἐμοῖς παραίνεσιν

### 705.4

ἀστοῖσιν ἐς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρὴ

### 705.5

καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην

### 710.1

αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος.

### 710.2

Χο.καὶ μὴν βαρεῖαν τήνδ’ ὁμιλίαν χθονὸς

### 710.3

ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.

### 710.4

Απ.κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς

### 710.5

ταρβεῖν κελεύω μηδ’ ἀκαρπώτους κτίσαι.

### 715.1

Χο.ἀλλ’ αἱματηρὰ πράγματ’ οὐ λαχὼν σέβεις,

### 715.2

μαντεῖα δ’ οὐκέθ’ ἁγνὰ μαντεύσῃ νέμων.

### 715.3

Απ.ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων

### 715.4

πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;

### unit_219

Χο.λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης

### 720.1

βαρεῖα χώρᾳ τῇδ’ ὁμιλήσω πάλιν.

### 720.2

Απ.ἀλλ’ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις

### 720.3

θεοῖς ἄτιμος εἶ σύ· νικήσω δ’ ἐγώ.

### 720.4

Χο.τοιαῦτ’ ἔδρασας καὶ Φέρητος ἐν δόμοις·

### 720.5

Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.

### 725.1

Απ.οὔκουν δίκαιον τὸν σέβοντ’ εὐεργετεῖν,

### 725.2

ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι;

### 725.3

Χο.σύ τοι παλαιὰς διανομὰς καταφθίσας

### 725.4

οἴνῳ παρηπάφησας ἀρχαίας θεάς.

### 725.5

Απ.σύ τοι τάχ’ οὐκ ἔχουσα τῆς δίκης τέλος

### 730.1

ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν.

### 730.2

Χο.ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος,

### 730.3

δίκης γενέσθαι τῆσδ’ ἐπήκοος μένω,

### 730.4

ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει.

### 730.5

Αθ.ἐμὸν τόδ’ ἔργον, λοισθίαν κρῖναι δίκην·

### 735.1

ψῆφον δ’ Ὀρέστῃ τήνδ’ ἐγὼ προσθήσομαι.

### 735.2

μήτηρ γὰρ οὔτις ἔστιν ἥ μ’ ἐγείνατο,

### 735.3

τὸ δ’ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,

### 735.4

ἅπαντι θυμῷ, κάρτα δ’ εἰμὶ τοῦ πατρός.

### 735.5

οὕτω γυναικὸς οὐ προτιμήσω μόρον

### 740.1

ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.

### 740.2

νικᾷ δ’ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ.

### 740.3

ἐκβάλλεθ’ ὡς τάχιστα τευχέων πάλους,

### 740.4

ὅσοις δικαστῶν τοῦτ’ ἐπέσταλται τέλος.

### 740.5

Ορ.ὦ Φοῖβ’ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται;

### 745.1

Χο.ὦ Νὺξ μέλαινα μῆτερ, ἆρ’ ὁρᾷς τάδε;

### 745.2

Ορ.νῦν ἀγχόνης μοι τέρματ’, ἢ φάος βλέπειν.

### 745.3

Χο.ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν.

### unit_226.1

Απ.πεμπάζετ’ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι,

### unit_226.2

τὸ μὴ ἀδικεῖν σέβοντες ἐν διαιρέσει.

### unit_227.1

γνώμης δ’ ἀπούσης πῆμα γίγνεται μέγα,

### unit_227.2

βαλοῦσά τ’ οἶκον ψῆφος ὤρθωσεν μία.

### unit_227.3

Αθ.ἀνὴρ ὅδ’ ἐκπέφευγεν αἵματος δίκην·

### unit_227.4

ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων.

### unit_227.5

Ορ.ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους,

### 755.1

γαίας πατρῴας ἐστερημένον σύ τοι

### 755.2

κατῴκισάς με· καί τις Ἑλλήνων ἐρεῖ,

### 755.3

‘Ἀργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασιν

### 755.4

οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου

### 755.5

ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου

### 760.1

Σωτῆροσ‘—ὃς πατρῷον αἰδεσθεὶς μόρον

### 760.2

σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν.

### 760.3

ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ

### 760.4

τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον

### 760.5

ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους,

### 765.1

μήτοι τιν’ ἄνδρα δεῦρο πρυμνήτην χθονὸς

### 765.2

ἐλθόντ’ ἐποίσειν εὖ κεκασμένον δόρυ.

### 765.3

αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε

### 765.4

τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα

### 765.5

ἀμηχάνοισι † πράξομεν δυσπραξίαις,

### 770.1

ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους

### 770.2

τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος·

### 770.3

ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος

### 770.4

τιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί,

### 770.5

αὐτοί σφιν ἡμεῖς ἐσμεν εὐμενέστεροι.

### 775.1

καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς·

### 775.2

πάλαισμ’ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις,

### 775.3

σωτήριόν τε καὶ δορὸς νικηφόρον.

### 777.1

Χο.ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους[στρ. α.

### 777.2

καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.

### 780.1

ἐγὼ δ’ ἄτιμος ἁ τάλαινα βαρύκοτος

### 780.2

ἐν γᾷ τᾷδε, φεῦ,

### 780.3

ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα καρδίας

### 780.4

σταλαγμὸν χθονὶ

### 780.5

ἄφορον· ἐκ δὲ τοῦ

### 785.1

λιχὴν ἄφυλλος ἄτεκνος, ἰὼ δίκα,

### 785.2

πέδον ἐπισύμενος

### 785.3

βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.

### 785.4

στενάζω; τί ῥέξω;

### 785.5

γελῶμαι· δύσοιστ’ ἐν

### 790.1

πολίταις ἔπαθον·

### 790.2

ἰὼ μεγάλατοι κόραι δυστυχεῖς

### 790.3

Νυκτὸς ἀτιμοπενθεῖς.

### 794

Αθ.ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν.

### 795.1

οὐ γὰρ νενίκησθ’, ἀλλ’ ἰσόψηφος δίκη

### 795.2

ἐξῆλθ’ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν·

### 795.3

ἀλλ’ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν,

### unit_239.1

αὐτός θ’ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν,

### unit_239.2

ὡς ταῦτ’ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν.

### unit_240.1

ὑμεῖς δ’ ἐμεῖτε τῇδε γῇ βαρὺν κότον;

### unit_240.2

σκέψασθε, μὴ θυμοῦσθε, μηδ’ ἀκαρπίαν

### unit_240.3

τεύξητ’, ἀφεῖσαι δαιμόνων σταλάγματα,

### unit_240.4

βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους.

### unit_240.5

ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι

### 805.1

ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς

### 805.2

λιπαροθρόνοισιν ἡμένας ἐπ’ ἐσχάραις

### 805.3

ἕξειν, ὑπ’ ἀστῶν τῶνδε τιμαλφουμένας.

### 807.1

Χο.ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους[ἀντ. α.

### 807.2

καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.

### 810.1

ἐγὼ δ’ ἄτιμος ἁ τάλαινα βαρύκοτος

### 810.2

ἐν γᾷ τᾷδε, φεῦ,

### 810.3

ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα καρδίας

### 810.4

σταλαγμὸν χθονὶ

### 810.5

ἄφορον· ἐκ δὲ τοῦ

### 815.1

λιχὴν ἄφυλλος ἄτεκνος, ἰὼ δίκα,

### 815.2

πέδον ἐπισύμενος

### 815.3

βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.

### 815.4

στενάζω; τί ῥέξω;

### 815.5

γελῶμαι· δύσοιστ’ ἐν

### 820.1

πολίταις ἔπαθον·

### 820.2

ἰὼ μεγάλατοι κόραι δυστυχεῖς

### unit_246

Νυκτὸς ἀτιμοπενθεῖς.

### 824

Αθ.οὐκ ἔστ’ ἄτιμοι, μηδ’ ὑπερθύμως ἄγαν

### 825.1

θεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα.

### 825.2

κἀγὼ πέποιθα Ζηνὶ καί—τί δεῖ λέγειν;—

### 825.3

καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν

### 825.4

ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος·

### 825.5

ἀλλ’ οὐδὲν αὐτοῦ δεῖ· σὺ δ’ εὐπιθὴς ἐμοὶ

### 830.1

γλώσσης ματαίας μὴ ’κβάλῃς ἔπη χθονί

### 830.2

καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς.

### 830.3

κοίμα κελαινοῦ κύματος πικρὸν μένος

### 830.4

ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί·

### 830.5

πολλῆς δὲ χώρας τῆσδε τἀκροθίνια

### 835.1

θύη πρὸ παίδων καὶ γαμηλίου τέλους

### 835.2

ἔχους’ ἐς αἰεὶ τόνδ’ ἐπαινέσεις λόγον.

### 836.1

Χο.ἐμὲ παθεῖν τάδε, φεῦ,[στρ. β.

### 836.2

ἐμὲ παλαιόφρονα, κατά τε γᾶν οἰκεῖν,

### 836.3

ἀτίετον, φεῦ, μύσος.

### 840.1

πνέω τοι μένος ἅπαντά τε κότον.

### 840.2

οἰοῖ δᾶ, φεῦ.

### 840.3

τίς μ’ ὑποδύεται πλευράς, 〈τίσ〉 ὀδύνα

### 844

θυμόν; ἄιε, μᾶτερ

### 845

Νύξ· ἀπὸ γὰρ τιμᾶν δαναιᾶν με θεῶν

### unit_255

δυσπάλαμοι παρ’ οὐδὲν ἦραν δόλοι.

### 848.1

Αθ.ὀργὰς ξυνοίσω σοι· γεραιτέρα γὰρ εἶ.

### 848.2

καὶ τῷ μὲν 〈εἶ〉 σὺ κάρτ’ ἐμοῦ σοφωτέρα,

### unit_257.1

φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς.

### unit_257.2

ὑμεῖς δ’ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα

### unit_257.3

γῆς τῆσδ’ ἐρασθήσεσθε· προυννέπω τάδε.

### unit_257.4

οὑπιρρέων γὰρ τιμιώτερος χρόνος

### unit_257.5

ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν

### 855.1

ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως

### 855.2

τεύξῃ παρ’ ἀνδρῶν καὶ γυναικείων στόλων

### 855.3

ὅς’ ἂν παρ’ ἄλλων οὔποτ’ ἂν σχέθοις βροτῶν.

### 855.4

σὺ δ’ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς

### 855.5

μήθ’ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας

### 860.1

νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν,

### 860.2

μήτ’, ἐξελοῦς’ ὡς καρδίαν ἀλεκτόρων,

### 860.3

ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη

### 860.4

ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.

### 860.5

θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,

### 865.1

ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως·

### 865.2

ἐνοικίου δ’ ὄρνιθος οὐ λέγω μάχην.

### 865.3

τοιαῦθ’ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,

### 865.4

εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην

### 865.5

χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.

### 870.1

Χο.ἐμὲ παθεῖν τάδε, φεῦ,[ἀντ. β.

### 870.2

ἐμὲ παλαιόφρονα, κατά τε γᾶν οἰκεῖν,

### unit_262.1

ἀτίετον, φεῦ, μύσος.

### unit_262.2

πνέω τοι μένος ἅπαντά τε κότον.

### unit_262.3

οἰοῖ δᾶ, φεῦ.

### 875.1

τίς μ’ ὑποδύεται πλευράς, 〈τίσ〉 ὀδύνα

### 875.2

θυμόν; ἄιε, μᾶτερ

### 879

Νύξ· ἀπὸ γὰρ τιμᾶν δαναιᾶν με θεῶν

### 880

δυσπάλαμοι παρ’ οὐδὲν ἦραν δόλοι.

### 880.1

Αθ.οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά,

### 880.2

ὡς μήποτ’ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ

### 880.3

θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν

### 880.4

ἄτιμος ἔρρειν τοῦδ’ ἀπόξενος πέδου.

### 885.1

ἀλλ’ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας,

### 885.2

γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον—

### 885.3

σὺ δ’ οὖν μένοις ἄν· εἰ δὲ μὴ θέλεις μένειν,

### 885.4

οὔ τἂν δικαίως τῇδ’ ἐπιρρέποις πόλει

### 885.5

μῆνίν τιν’ ἢ κότον τιν’ ἢ βλάβην στρατῷ.

### 890.1

ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸς

### 890.2

εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ.

### 890.3

Χο.ἄνασς’ Ἀθάνα, τίνα με φῂς ἔχειν ἕδραν;

### 890.4

Αθ.πάσης ἀπήμον’ οἰζύος· δέχου δὲ σύ.

### 890.5

Χο.καὶ δὴ δέδεγμαι· τίς δέ μοι τιμὴ μένει;

### 895.1

Αθ.ὡς μή τιν’ οἶκον εὐθενεῖν ἄνευ σέθεν.

### 895.2

Χο.σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον;

### 895.3

Αθ.τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.

### 895.4

Χο.καί μοι πρόπαντος ἐγγύην θήσῃ χρόνου;

### 895.5

Αθ.ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ.

### unit_270

Χο.θέλξειν μ’ ἔοικας καὶ μεθίσταμαι κότου.

### unit_271.1

Αθ.τοιγὰρ κατὰ χθόν’ οὖς’ ἐπικτήσῃ φίλους.

### unit_271.2

Χο.τί οὖν μ’ ἄνωγας τῇδ’ ἐφυμνῆσαι χθονί;

### unit_271.3

Αθ.ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα,

### unit_271.4

καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου,

### 905.1

ἐξ οὐρανοῦ τε, κἀνέμων ἀήματα

### 905.2

εὐηλίως πνέοντ’ ἐπιστείχειν χθόνα·

### 905.3

καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον

### 905.4

ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ,

### 905.5

καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν.

### 910.1

τῶν δ’ εὐσεβούντων ἐκφορωτέρα πέλοις.

### 910.2

στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην,

### 910.3

τὸ τῶν δικαίων τῶνδ’ ἀπένθητον γένος.

### 910.4

τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων δ’ ἐγὼ

### 910.5

πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ

### 915

τήνδ’ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.

### 915.1

Χο.δέξομαι Παλλάδος ξυνοικίαν,[στρ. α.

### 915.2

οὐδ’ ἀτιμάσω πόλιν,

### 915.3

τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε

### 918.1

φρούριον θεῶν νέμει,

### 918.2

ῥυσίβωμον Ἑλλά‐

### 920.1

νων ἄγαλμα δαιμόνων·

### 920.2

ᾇτ’ ἐγὼ κατεύχομαι

### 920.3

θεσπίσασα πρευμενῶς

### 920.4

ἐπισσύτους βίου τύχας

### 920.5

ὀνησίμους

### 925

γαίας † ἐξαμβρόσαι

### unit_279.1

φαιδρὸν ἁλίου σέλας.

### unit_279.2

Αθ.τάδ’ ἐγὼ προφρόνως τοῖσδε πολίταις

### unit_279.3

πράσσω, μεγάλας καὶ δυσαρέστους

### unit_279.4

δαίμονας αὐτοῦ κατανασσαμένη.

### 930.1

πάντα γὰρ αὗται τὰ κατ’ ἀνθρώπους

### 930.2

ἔλαχον διέπειν.

### 930.3

ὅ γε μὴν κύρσας βαρεῶν τούτων,

### 930.4

οὐκ οἶδεν ὅθεν πληγαὶ βιότου·

### 930.5

τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νιν

### 935.1

πρὸς τάσδ’ ἀπάγει, σιγῶν 〈δ’〉 ὄλεθρος

### 935.2

καὶ μέγα φωνοῦντ’

### 935.3

ἐχθραῖς ὀργαῖς ἀμαθύνει.

### 937

Χο.δενδροπήμων δὲ μὴ πνέοι βλάβα—[ἀντ. α.

### 938.1

τὰν ἐμὰν χάριν λέγω—

### 938.2

φλογμοὺς ὀμματοστερεῖς φυτῶν, τὸ

### 940.1

μὴ περᾶν ὅρον τόπων,

### 940.2

μηδ’ ἄκαρπος αἰα‐

### 940.3

νὴς ἐφερπέτω νόσος,

### 940.4

μῆλά τ’ εὐθενοῦντα Πὰν

### 940.5

ξὺν διπλοῖσιν ἐμβρύοις

### 945.1

τρέφοι χρόνῳ τεταγμένῳ·

### 945.2

γόνος 〈δὲ γᾶσ〉

### 945.3

πλουτόχθων ἑρμαίαν

### unit_286.1

δαιμόνων δόσιν τίοι.

### unit_286.2

Αθ.ἦ τάδ’ ἀκούετε, πόλεως φρούριον,

### 949

οἷ’ ἐπικρανεῖ;

### unit_288.1

μέγα γὰρ δύναται πότνι’ Ἐρινὺς

### unit_288.2

παρά τ’ ἀθανάτοις τοῖς θ’ ὑπὸ γαῖαν,

### unit_288.3

περί τ’ ἀνθρώπων φανέρ’ ὡς τελέως

### unit_288.4

διαπράσσουσιν, τοῖς μὲν ἀοιδάς,

### unit_288.5

τοῖς δ’ αὖ δακρύων

### 955

βίον ἀμβλωπὸν παρέχουσαι.

### 955.1

Χο.ἀνδροκμῆτας δ’ ἀώ‐[στρ. β.

### 955.2

ρους ἀπεννέπω τύχας,

### 955.3

νεανίδων τ’ ἐπηράτων

### 960.1

ἀνδροτυχεῖς βιότους δότε, κύρι’ ἔχοντες,

### 960.2

θεαί τ’ ὦ Μοῖραι

### 960.3

ματροκασιγνῆται,

### 960.4

δαίμονες ὀρθονόμοι,

### 960.5

παντὶ δόμῳ μετάκοινοι,

### 965.1

παντὶ χρόνῳ δ’ ἐπιβριθεῖς,

### 965.2

ἐνδίκοις ὁμιλίαις

### 965.3

πάντᾳ τιμιώταται θεῶν.

### 967.1

Αθ.τάδε τοι χώρᾳ τἠμῇ προφρόνως

### 967.2

ἐπικραινομένων

### 970.1

γάνυμαι· στέργω δ’ ὄμματα Πειθοῦς,

### 970.2

ὅτι μοι γλῶσσαν καὶ στόμ’ ἐπώπα

### unit_295.1

πρὸς τάσδ’ ἀγρίως ἀπανηναμένας·

### unit_295.2

ἀλλ’ ἐκράτησε Ζεὺς ἀγοραῖος·

### unit_295.3

νικᾷ δ’ ἀγαθῶν

### 975

ἔρις ἡμετέρα διὰ παντός.

### 975.1

Χο.τὰν δ’ ἄπληστον κακῶν[ἀντ. β.

### 975.2

μήποτ’ ἐν πόλει στάσιν

### 975.3

τᾷδ’ ἐπεύχομαι βρέμειν.

### 980.1

μηδὲ πιοῦσα κόνις μέλαν αἷμα πολιτᾶν

### 980.2

δι’ ὀργὰν ποινᾶς

### 980.3

ἀντιφόνους ἄτας

### 980.4

ἁρπαλίσαι πόλεως.

### 980.5

χάρματα δ’ ἀντιδιδοῖεν

### 985.1

κοινοφιλεῖ διανοίᾳ,

### 985.2

καὶ στυγεῖν μιᾷ φρενί.

### 985.3

πολλῶν γὰρ τόδ’ ἐν βροτοῖς ἄκος.

### 987.1

Αθ.ἆρα φρονοῦσιν γλώσσης ἀγαθῆς

### 987.2

ὁδὸν εὑρίσκειν;

### 990.1

ἐκ τῶν φοβερῶν τῶνδε προσώπων

### 990.2

μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις·

### 990.3

τάσδε γὰρ εὔφρονας εὔφρονες ἀεὶ

### 990.4

μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν

### 990.5

ὀρθοδίκαιον

### 995

πρέψετε πάντως διάγοντες.

### 995.1

Χο.〈χαίρετε,〉 χαίρετ’ ἐν αἰσιμίαισι πλούτου.[στρ. γ.

### 995.2

χαίρετ’ ἀστικὸς λεώς,

### unit_304.1

ἴκταρ ἥμενοι Διός,

### unit_304.2

παρθένου φίλας φίλοι

### unit_305.1

σωφρονοῦντες ἐν χρόνῳ.

### unit_305.2

Παλλάδος δ’ ὑπὸ πτεροῖς

### unit_305.3

ὄντας ἅζεται πατήρ.

### 1002.1

Αθ.χαίρετε χὐμεῖς· προτέραν δ’ ἐμὲ χρὴ

### 1002.2

στείχειν θαλάμους

### 1005.1

ἀποδείξουσαν πρὸς φῶς ἱερὸν

### 1005.2

τῶνδε προπομπῶν. ἴτε καὶ σφαγίων

### 1005.3

τῶνδ’ ὑπὸ σεμνῶν κατὰ γῆς σύμεναι

### 1005.4

τὸ μὲν ἀτηρὸν χωρὶς κατέχειν,

### 1005.5

τὸ δὲ κερδαλέον

### 1009

πέμπειν πόλεως ἐπὶ νίκῃ.

### 1010.1

ὑμεῖς δ’ ἡγεῖσθε, πολισσοῦχοι

### 1010.2

παῖδες Κραναοῦ, ταῖσδε μετοίκοις.

### 1010.3

εἴη δ’ ἀγαθῶν

### 1010.4

ἀγαθὴ διάνοια πολίταις.

### 1013

Χο.χαίρετε, χαίρετε δ’ αὖθις, ἐπεὶ διπλοίζω,[ἀντ. γ.

### 1015.1

πάντες οἱ κατὰ πτόλιν,

### 1015.2

δαίμονές τε καὶ βροτοί·

### 1015.3

Παλλάδος πόλιν νέμον‐

### 1015.4

τες μετοικίαν τ’ ἐμὴν

### 1015.5

εὐσεβοῦντες οὔτι μέμ‐

### 1020.1

ψεσθε συμφορὰς βίου.

### 1020.2

Αθ.αἰνῶ τε μύθους τῶνδε τῶν κατευγμάτων

### 1020.3

πέμψω τε φέγγει λαμπάδων σελασφόρων

### 1020.4

ἐς τοὺς ἔνερθε καὶ κατὰ χθονὸς τόπους

### 1020.5

ξὺν προσπόλοισιν αἵτε φρουροῦσιν βρέτας

### 1025.1

τοὐμόν, δικαίως. ὄμμα γὰρ πάσης χθονὸς

### 1025.2

Θησῇδος ἐξίκοιτ’ ἄν, εὐκλεὴς λόχος

### 1025.3

παίδων, γυναικῶν, καὶ στόλος πρεσβυτίδων,

### 1027

. . . . . . . .

### 1027.1

. . . . . . . .

### 1027.2

φοινικοβάπτοις ἐνδυτοῖς ἐσθήμασι

### 1027.3

τιμᾶτε, καὶ τὸ φέγγος ὁρμάσθω πυρός,

### 1030.1

ὅπως ἂν εὔφρων ἥδ’ ὁμιλία χθονὸς

### 1030.2

τὸ λοιπὸν εὐάνδροισι συμφοραῖς πρέπῃ.

### 1031

ΠΡΟΠΟΜΠΟΙ

### 1032

βᾶτε νόμῳ, μεγάλαι φιλότιμοι[στρ. α.

### 1034

Νυκτὸς παῖδες ἄπαιδες, ὑπ’ εὐθύφρονι πομπᾷ,

### 1035

(εὐφαμεῖτε δέ, χωρῖται.)

### 1035.1

γᾶς ὑπὸ κεύθεσιν ὠγυγίοισιν,[ἀντ. α.

### 1035.2

[καὶ] τιμαῖς καὶ θυσίαις περίσεπται τύχᾳ τε.

### 1039

(εὐφαμεῖτε δὲ πανδαμεί.)

### 1040.1

ἵλαοι δὲ καὶ εὐθύφρονες γᾷ[στρ. β.

### 1040.2

δεῦρ’ ἴτε, Σεμναὶ 〈θεαί〉, πυριδάπτῳ

### 1040.3

λαμπάδι τερπόμεναι καθ’ ὁδόν.

### 1040.4

(ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.)

### 1043

† σπονδαὶ δ’ ἐς τὸ πᾶν ἔνδαιδες οἴκων †[ἀντ. β.

### 1045.1

Παλλάδος ἀστοῖς· Ζεὺς 〈ὁ〉 πανόπτας

### 1045.2

οὕτω Μοῖρά τε συγκατέβα.

### unit_326

(ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.)

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aeschylus-eumenides-emo-af.json (sha256:e78e7ca02e780eaf1f9eaa16dfec169a5a5c4ff5302746dd3711f59576fa8585). Cite as `eul_wid: emo-af`.
