---
title: Agamemnon
title_greek: Ἀγαμέμνων
author: Aeschylus the Tragedian
eul_wid: emo-ae
eul_aid: emo
canonical: "https://eulogikon.org/grc/aeschylus/agamemnon"
canonical_json: "https://eulogikon.org/data/works/grc/aeschylus-agamemnon-emo-ae.json"
sha256: "3927fc61465dabeb5f24eab9807fd74c241991fc96f250dc5c8fe32a6323b169"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: CC0-1.0
---

# Agamemnon

*Ἀγαμέμνων*

**Author:** Aeschylus the Tragedian

**eul_wid:** `emo-ae` · [HTML page](https://eulogikon.org/grc/aeschylus/agamemnon) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aeschylus-agamemnon-emo-ae.json)

## Text

### 1

ΦΥΛΑΞ

### 1.1

Θεοὺς μὲν αἰτῶ τῶνδ’ ἀπαλλαγὴν πόνων,

### 1.2

φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος

### 1.3

στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην,

### 1.4

ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,

### 5.1

καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς

### 5.2

λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι

### 5.3

[ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν].

### 5.4

καὶ νῦν φυλάσσω λαμπάδος τὸ σύμβολον,

### 5.5

αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν

### 10.1

ἁλώσιμόν τε βάξιν· ὧδε γὰρ κρατεῖ

### 10.2

γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.

### 10.3

εὖτ’ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τ’ ἔχων

### 10.4

εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην

### 10.5

ἐμήν—φόβος γὰρ ἀνθ’ ὕπνου παραστατεῖ,

### 15.1

τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ—

### 15.2

ὅταν δ’ ἀείδειν ἢ μινύρεσθαι δοκῶ,

### 15.3

ὕπνου τόδ’ ἀντίμολπον ἐντέμνων ἄκος,

### 15.4

κλαίω τότ’ οἴκου τοῦδε συμφορὰν στένων

### 15.5

οὐχ ὡς τὰ πρόσθ’ ἄριστα διαπονουμένου.

### 20.1

νῦν δ’ εὐτυχὴς γένοιτ’ ἀπαλλαγὴ πόνων εὐαγγέλου φανέντος ὀρφναίου πυρός.

### 20.2

ὦ χαῖρε λαμπτήρ, νυκτὸς ἡμερήσιον

### 20.3

φάος πιφαύσκων καὶ χορῶν κατάστασιν

### 20.4

πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν.

### 25.1

ἰοὺ ἰού.

### 25.2

Ἀγαμέμνονος γυναικὶ σημαίνω τορῶς

### 25.3

εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις

### 25.4

ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι

### 25.5

ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις

### 30.1

ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων πρέπει·

### 30.2

αὐτός τ’ ἔγωγε φροίμιον χορεύσομαι.

### 30.3

τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι

### 30.4

τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας.

### 30.5

γένοιτο δ’ οὖν μολόντος εὐφιλῆ χέρα

### 35.1

ἄνακτος οἴκων τῇδε βαστάσαι χερί.

### 35.2

τὰ δ’ ἄλλα σιγῶ· βοῦς ἐπὶ γλώσσῃ μέγας

### 35.3

βέβηκεν· οἶκος δ’ αὐτός, εἰ φθογγὴν λάβοι,

### 35.4

σαφέστατ’ ἂν λέξειεν· ὡς ἑκὼν ἐγὼ

### 35.5

μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.

### 40

ΧΟΡΟΣ

### 40.1

δέκατον μὲν ἔτος τόδ’ ἐπεὶ Πριάμῳ

### 40.2

μέγας ἀντίδικος,

### 40.3

Μενέλαος ἄναξ ἠδ’ Ἀγαμέμνων,

### 40.4

διθρόνου Διόθεν καὶ δισκήπτρου

### 40.5

τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν,

### 45.1

στόλον Ἀργείων χιλιοναύταν

### 45.2

τῆσδ’ ἀπὸ χώρας

### 45.3

ἦραν, στρατιῶτιν ἀρωγάν,

### 45.4

μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη

### 45.5

τρόπον αἰγυπιῶν,

### unit_13.1

οἵτ’ ἐκπατίοις ἄλγεσι παίδων

### unit_13.2

ὕπατοι λεχέων στροφοδινοῦνται

### unit_13.3

πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,

### unit_13.4

δεμνιοτήρη

### unit_13.5

πόνον ὀρταλίχων ὀλέσαντες·

### 55.1

ὕπατος δ’ ἀίων ἤ τις Ἀπόλλων

### 55.2

ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον

### 55.3

γόον ὀξυβόαν τῶνδε μετοίκων

### 55.4

ὑστερόποινον

### 55.5

πέμπει παραβᾶσιν Ἐρινύν.

### 60.1

οὕτω δ’ Ἀτρέως παῖδας ὁ κρείσσων

### 60.2

ἐπ’ Ἀλεξάνδρῳ πέμπει ξένιος

### 60.3

Ζεὺς πολυάνορος ἀμφὶ γυναικός,

### 60.4

πολλὰ παλαίσματα καὶ γυιοβαρῆ,

### 60.5

γόνατος κονίαισιν ἐρειδομένου

### 65.1

διακναιομένης τ’ ἐν προτελείοις

### 65.2

κάμακος, θήσων Δαναοῖσιν

### 65.3

Τρωσί θ’ ὁμοίως. ἔστι δ’ ὅπη νῦν

### 65.4

ἔστι· τελεῖται δ’ ἐς τὸ πεπρωμένον·

### 65.5

οὔθ’ ὑποκαίων οὔτ’ ἐπιλείβων

### 70

οὔτε δακρύων ἀπύρων ἱερῶν

### unit_18.1

ὀργὰς ἀτενεῖς παραθέλξει.

### unit_18.2

ἡμεῖς δ’ ἀτίται σαρκὶ παλαιᾷ

### unit_18.3

τῆς τότ’ ἀρωγῆς ὑπολειφθέντες

### unit_18.4

μίμνομεν ἰσχὺν

### 75.1

ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις.

### 75.2

ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων

### 75.3

ἐντὸς ἀνᾴσσων

### 75.4

ἰσόπρεσβυς Ἄρης δ’ οὐκ ἔνι χώρᾳ,

### 75.5

τό θ’ ὑπέργηρων φυλλάδος ἤδη

### 80.1

κατακαρφομένης τρίποδας μὲν ὁδοὺς

### 80.2

στείχει, παιδὸς δ’ οὐδὲν ἀρείων

### 80.3

ὄναρ ἡμερόφαντον ἀλαίνει.

### 82.1

σὺ δέ, Τυνδάρεω

### 82.2

θύγατερ, βασίλεια Κλυταιμήστρα,

### 85.1

τί χρέος; τί νέον; τί δ’ ἐπαισθομένη

### 85.2

τίνος ἀγγελίας

### 85.3

πειθοῖ περίπεμπτα θυοσκεῖς;

### 85.4

πάντων δὲ θεῶν τῶν ἀστυνόμων,

### 85.5

ὑπάτων, χθονίων,

### 90.1

τῶν τε θυραίων τῶν τ’ ἀγοραίων,

### 90.2

βωμοὶ δώροισι φλέγονται·

### 90.3

ἄλλη δ’ ἄλλοθεν οὐρανομήκης

### unit_24.1

λαμπὰς ἀνίσχει,

### unit_24.2

φαρμασσομένη χρίματος ἁγνοῦ

### 95.1

μαλακαῖς ἀδόλοισι παρηγορίαις,

### 95.2

πελάνῳ μυχόθεν βασιλείῳ.

### 95.3

τούτων λέξας’ ὅ τι καὶ δυνατὸν

### 95.4

καὶ θέμις αἴνει

### 95.5

παιών τε γενοῦ τῆσδε μερίμνης,

### unit_26.1

ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει,

### unit_26.2

τοτὲ δ’ ἐκ θυσιῶν ἀγάν’ ἀμφαίνους’

### unit_26.3

ἐλπὶς ἀμύνει φροντίδ’ ἄπληστον

### unit_26.4

† τὴν θυμοφθόρον λύπης φρένα. †

### 103

κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν[στρ. α.

### 105

ἐντελέων· ἔτι γὰρ θεόθεν καταπνεύει

### 106-107

πειθώ, μολπᾶν ἀλκάν, σύμφυτος αἰών·

### 108-109

ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας

### 110.1

ξύμφρονα ταγάν,

### 110.2

πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι

### 112-113

θούριος ὄρνις Τευκρίδ’ ἐπ’ αἶαν,

### 114

οἰωνῶν βασιλεὺς βασιλεῦσι νεῶν ὁ κελαινός, ὅ τ’ ἐξόπιν

### 115

ἀργᾶς,

### unit_35.1

φανέντες ἴκταρ μελάθρων χερὸς ἐκ δοριπάλτου

### unit_35.2

παμπρέπτοις ἐν ἕδραισι,

### 118-119

βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματα, γένναν,

### 120.1

βλαβέντα λοισθίων δρόμων.

### 120.2

αἵλινον αἵλινον εἰπέ, τὸ δ’ εὖ νικάτω.

### 121

κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς[ἀντ. α.

### 123-124

Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας

### 125

πομπούς τ’ ἀρχάς· οὕτω δ’ εἶπε τερᾴζων·

### 126-127

‘χρόνῳ μὲν ἀγρεῖ Πριάμου πόλιν ἅδε κέλευθος,

### 128.1

πάντα δὲ πύργων

### 128.2

κτήνη πρόσθε τὰ δημιοπληθέα

### 130

Μοῖρα λαπάξει πρὸς τὸ βίαιον·

### 131-134

οἶον μή τις ἄγα θεόθεν κνεφάσῃ προτυπὲν στόμιον μέγα Τροίας

### 135.1

στρατωθέν. οἴκτῳ γὰρ ἐπίφθονος Ἄρτεμις ἀγνὰ

### 135.2

πτανοῖσιν κυσὶ πατρὸς

### 135.3

αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισι·

### 135.4

στυγεῖ δὲ δεῖπνον αἰετῶν.‘

### 135.5

αἵλινον αἵλινον εἰπέ, τὸ δ’ εὖ νικάτω.

### 140

‘τόσον περ εὔφρων ἁ καλά,[μεσῳδ.

### unit_47.1

δρόσοις ἀέπτοις μαλερῶν λεόντων

### unit_47.2

πάντων τ’ ἀγρονόμων φιλομάστοις

### unit_47.3

θηρῶν ὀβρικάλοισι τερπνά,

### unit_47.4

τούτων αἰτεῖ ξύμβολα κρᾶναι,

### 145.1

δεξιὰ μὲν κατάμομφα δὲ φάσματα † στρουθῶν.

### 145.2

ἰήιον δὲ καλέω Παιᾶνα,

### 147-150

μή τινας ἀντιπνόους Δαναοῖς χρονίας ἐχενῇδας ἀπλοίας

### 151

τεύξῃ, σπευδομένα θυσίαν ἑτέραν, ἄνομόν τιν’, ἄδαιτον,

### 152-153

νεικέων τέκτονα σύμφυτον,

### 154

οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος

### 155.1

οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος.‘

### 155.2

τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν

### 155.3

μόρσιμ’ ἀπ’ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις·

### 155.4

τοῖς δ’ ὁμόφωνον

### 155.5

αἵλινον αἵλινον εἰπέ, τὸ δ’ εὖ νικάτω.

### 160.1

Ζεύς, ὅστις ποτ’ ἐστίν, εἰ τόδ’ αὐ‐[στρ. β.

### 160.2

τῷ φίλον κεκλημένῳ,

### 160.3

τοῦτό νιν προσεννέπω.

### 160.4

οὐκ ἔχω προσεικάσαι

### 160.5

πάντ’ ἐπισταθμώμενος

### 165.1

πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος

### 165.2

χρὴ βαλεῖν ἐτητύμως.

### 168.1

οὐδ’ ὅστις πάροιθεν ἦν μέγας,[ἀντ. β.

### 168.2

παμμάχῳ θράσει βρύων,

### 170.1

οὐδὲ λέξεται πρὶν ὤν·

### 170.2

ὃς δ’ ἔπειτ’ ἔφυ, τρια‐

### 170.3

κτῆρος οἴχεται τυχών.

### 173-174

Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων

### 175

τεύξεται φρενῶν τὸ πᾶν,

### 175.1

τὸν φρονεῖν βροτοὺς ὁδώ‐[στρ. γ.

### 175.2

σαντα, τὸν πάθει μάθος

### 175.3

θέντα κυρίως ἔχειν.

### 175.4

στάζει δ’ ἀνθ’ ὕπνου πρὸ καρδίας

### 180.1

μνησιπήμων πόνος· καὶ παρ’ ἄ‐

### 180.2

κοντας ἦλθε σωφρονεῖν.

### 180.3

δαιμόνων δέ που χάρις βίαιος

### 180.4

σέλμα σεμνὸν ἡμένων.

### 183

καὶ τόθ’ ἡγεμὼν ὁ πρέ‐[ἀντ. γ.

### 185.1

σβυς νεῶν Ἀχαιικῶν,

### 185.2

μάντιν οὔτινα ψέγων,

### 185.3

ἐμπαίοις τύχαισι συμπνέων,

### 185.4

εὖτ’ ἀπλοίᾳ κεναγγεῖ βαρύ‐

### 185.5

νοντ’ Ἀχαιικὸς λεώς,

### 190.1

Χαλκίδος πέραν ἔχων παλιρρό‐

### 190.2

χθοις ἐν Αὐλίδος τόποις·

### 191.1

πνοαὶ δ’ ἀπὸ Στρυμόνος μολοῦσαι[στρ. δ.

### 191.2

κακόσχολοι, νήστιδες, δύσορμοι,

### 191.3

βροτῶν ἄλαι,

### 195.1

ναῶν 〈τε〉 καὶ πεισμάτων ἀφειδεῖς,

### 195.2

παλιμμήκη χρόνον τιθεῖσαι

### unit_67.1

τρίβῳ κατέξαινον ἄνθος Ἀργεί‐

### unit_67.2

ων· ἐπεὶ δὲ καὶ πικροῦ

### unit_67.3

χείματος ἄλλο μῆχαρ

### unit_68.1

βριθύτερον πρόμοισιν

### unit_68.2

μάντις ἔκλαγξεν

### unit_68.3

προφέρων Ἄρτεμιν, ὥστε χθόνα βάκτροις

### unit_68.4

ἐπικρούσαντας Ἀτρείδας

### unit_68.5

δάκρυ μὴ κατασχεῖν·

### 205.1

ἄναξ δ’ ὁ πρέσβυς τόδ’ εἶπε φωνῶν·[ἀντ. δ.

### 205.2

‘βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι,

### 205.3

βαρεῖα δ’, εἰ

### 205.4

τέκνον δαΐξω, δόμων ἄγαλμα,

### 205.5

μιαίνων παρθενοσφάγοισιν

### 210.1

ῥείθροις πατρῴους χέρας πέλας βω‐

### 210.2

μοῦ. τί τῶνδ’ ἄνευ κακῶν;

### 210.3

πῶς λιπόναυς γένωμαι

### 210.4

ξυμμαχίας ἁμαρτών;

### 210.5

παυσανέμου γὰρ

### 215.1

θυσίας παρθενίου θ’ αἵματος ὀργᾷ

### 215.2

περιόργως ἐπιθυμεῖν

### 215.3

θέμις. εὖ γὰρ εἴη.‘

### 217.1

ἐπεὶ δ’ ἀνάγκας ἔδυ λέπαδνον[στρ. ε.

### 217.2

φρενὸς πνέων δυσσεβῆ τροπαίαν

### 220.1

ἄναγνον, ἀνίερον, τόθεν

### 220.2

τὸ παντότολμον φρονεῖν μετέγνω.

### unit_74.1

βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις

### unit_74.2

τάλαινα παρακοπὰ πρωτοπήμων.

### unit_74.3

ἔτλα δ’ οὖν θυτὴρ γενέσθαι

### 225.1

θυγατρός, γυναικοποίνων

### 225.2

πολέμων ἀρωγὰν

### 225.3

καὶ προτέλεια ναῶν.

### 227.1

λιτὰς δὲ καὶ κληδόνας πατρῴους[ἀντ. ε.

### 227.2

παρ’ οὐδὲν αἰῶ τε παρθένειον

### 230.1

ἔθεντο φιλόμαχοι βραβῆς.

### 230.2

φράσεν δ’ ἀόζοις πατὴρ μετ’ εὐχὰν

### 230.3

δίκαν χιμαίρας ὕπερθε βωμοῦ

### 230.4

πέπλοισι περιπετῆ παντὶ θυμῷ

### 230.5

προνωπῆ λαβεῖν ἀέρδην,

### 235.1

στόματός τε καλλιπρῴρου

### 235.2

φυλακᾷ κατασχεῖν

### 235.3

φθόγγον ἀραῖον οἴκοις.

### 237.1

βίᾳ χαλινῶν δ’, ἀναύδῳ μένει,[στρ. ζ.

### 237.2

κρόκου βαφὰς [δ’] ἐς πέδον χέουσα,

### 240.1

ἔβαλλ’ ἕκαστον θυτή‐

### 240.2

ρων ἀπ’ ὄμματος βέλει φιλοίκτῳ,

### 240.3

πρέπουσα τὼς ἐν γραφαῖς, προσεννέπειν

### 240.4

θέλους’, ἐπεὶ πολλάκις

### 240.5

πατρὸς κατ’ ἀνδρῶνας εὐτραπέζους

### 245.1

ἔμελψεν, ἁγνᾷ δ’ ἀταύρωτος αὐδᾷ πατρὸς

### 245.2

φίλου τριτόσπονδον εὔποτμον

### 245.3

παιῶνα φίλως ἐτίμα.

### 247.1

τὰ δ’ ἔνθεν οὔτ’ εἶδον οὔτ’ ἐννέπω·[ἀντ. ζ.

### 247.2

τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι.

### unit_83.1

Δίκα δὲ τοῖς μὲν παθοῦ‐

### unit_83.2

σιν μαθεῖν ἐπιρρέπει· τὸ μέλλον

### unit_83.3

ἐπεὶ γένοιτ’ ἂν κλύοις· πρὸ χαιρέτω·

### unit_83.4

ἴσον δὲ τῷ προστένειν.

### unit_83.5

τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς.

### 255.1

πέλοιτο δ’ οὖν ἁ ’πὶ τούτοισιν εὖ πρᾶξις, ὡς

### 255.2

θέλει τόδ’ ἄγχιστον Ἀπίας

### 255.3

γαίας μονόφρουρον ἕρκος.

### 257.1

—ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος·

### 257.2

δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν

### 260.1

γυναῖκ’ ἐρημωθέντος ἄρσενος θρόνου.

### 260.2

σὺ δ’ εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένη

### 260.3

εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,

### 260.4

κλύοιμ’ ἂν εὔφρων· οὐδὲ σιγώσῃ φθόνος.

### 263

ΚΛΥΤΑΙΜΗΣΤΡΑ

### 264

εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία,

### 265.1

ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα.

### 265.2

πεύσῃ δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν·

### 265.3

Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν.

### 265.4

Χο.πῶς φῄς; πέφευγε τοὔπος ἐξ ἀπιστίας.

### 265.5

Κλ.Τροίαν Ἀχαιῶν οὖσαν· ἦ τορῶς λέγω;

### 270.1

Χο.χαρά μ’ ὑφέρπει δάκρυον ἐκκαλουμένη.

### 270.2

Κλ.εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.

### 270.3

Χο.τί γὰρ τὸ πιστόν; ἔστι τῶνδέ σοι τέκμαρ;

### 270.4

Κλ.ἔστιν· τί δ’ οὐχί; μὴ δολώσαντος θεοῦ.

### 270.5

Χο.πότερα δ’ ὀνείρων φάσματ’ εὐπειθῆ σέβεις;

### 275.1

Κλ.οὐ δόξαν ἂν λάκοιμι βριζούσης φρενός.

### 275.2

Χο.ἀλλ’ ἦ ς’ ἐπίανέν τις ἄπτερος φάτις;

### 275.3

Κλ.παιδὸς νέας ὣς κάρτ’ ἐμωμήσω φρένας.

### 275.4

Χο.ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;

### 275.5

Κλ.τῆς νῦν τεκούσης φῶς τόδ’ εὐφρόνης λέγω.

### 280.1

Χο.καὶ τίς τόδ’ ἐξίκοιτ’ ἂν ἀγγέλων τάχος;

### 280.2

Κλ.Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.

### 280.3

φρυκτὸς δὲ φρυκτὸν δεῦρ’ ἀπ’ ἀγγάρου πυρὸς

### 280.4

ἔπεμπεν· Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας

### 280.5

Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον

### 285.1

Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,

### 285.2

ὑπερτελής τε, πόντον ὥστε νωτίσαι

### 285.3

ἰχθῦς πορευτοῦ λαμπάδος πρὸς ἡδονήν,

### 285.4

πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,

### unit_94

σέλας παραγγείλασα Μακίστου σκοπαῖς·

### 290.1

ὁ δ’ οὔτι μέλλων οὐδ’ ἀφρασμόνως ὕπνῳ

### 290.2

νικώμενος παρῆκεν ἀγγέλου μέρος·

### 290.3

ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ’ Εὐρίπου ῥοὰς

### 290.4

Μεσσαπίου φύλαξι σημαίνει μολόν.

### 290.5

οἱ δ’ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω

### 295.1

γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.

### 295.2

σθένουσα λαμπὰς δ’ οὐδέπω μαυρουμένη,

### 295.3

ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην

### 295.4

φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας,

### 295.5

ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.

### unit_97.1

φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο

### unit_97.2

φρουρά, πλέον καίουσα τῶν εἰρημένων,

### unit_97.3

λίμνην δ’ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος,

### unit_97.4

ὄρος τ’ ἐπ’ Αἰγίπλαγκτον ἐξικνούμενον

### unit_97.5

ὤτρυνε θεσμὸν μὴ χατίζεσθαι πυρός.

### 305.1

πέμπουσι δ’ ἀνδαίοντες ἀφθόνῳ μένει

### 305.2

φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ

### 305.3

πορθμοῦ κάτοπτον πρῶν’ ὑπερβάλλειν πρόσω

### 305.4

φλέγουσαν· εἶτ’ ἔσκηψεν, εὖτ’ ἀφίκετο

### 305.5

Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς·

### 310.1

κἄπειτ’ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος

### 310.2

φάος τόδ’ οὐκ ἄπαππον Ἰδαίου πυρός.

### 310.3

τοιοίδε τοί μοι λαμπαδηφόρων νομοί,

### unit_100.1

ἄλλος παρ’ ἄλλου διαδοχαῖς πληρούμενοι·

### unit_100.2

νικᾷ δ’ ὁ πρῶτος καὶ τελευταῖος δραμών.

### 315.1

τέκμαρ τοιοῦτον σύμβολόν τε σοὶ λέγω

### 315.2

ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.

### 315.3

Χο.θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.

### 315.4

λόγους δ’ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι

### 315.5

διηνεκῶς θέλοιμ’ ἂν ὡς λέγεις πάλιν.

### 320.1

Κλ.Τροίαν Ἀχαιοὶ τῇδ’ ἔχους’ ἐν ἡμέρᾳ.

### 320.2

οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.

### 320.3

ὄξος τ’ ἄλειφά τ’ ἐγχέας ταὐτῷ κύτει

### 320.4

διχοστατοῦντ’ ἂν οὐ φίλως † προσεννέποις.

### 320.5

καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα

### 325.1

φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς.

### 325.2

οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες

### 325.3

ἀνδρῶν κασιγνήτων τε, καὶ φυταλμίων

### 325.4

παῖδες γερόντων, οὐκέτ’ ἐξ ἐλευθέρου

### 325.5

δέρης ἀποιμώζουσι φιλτάτων μόρον·

### 330.1

τοὺς δ’ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος

### 330.2

νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις

### 330.3

τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον,

### 330.4

ἀλλ’ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον.

### 330.5

ἐν αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν

### 335.1

ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων

### 335.2

δρόσων τ’ ἀπαλλαχθέντες· ὡς δ’ εὐδαίμονες

### 335.3

ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.

### 335.4

εἰ δ’ εὐσεβοῦσι τοὺς πολισσούχους θεοὺς

### unit_106

τοὺς τῆς ἁλούσης γῆς θεῶν θ’ ἱδρύματα,

### 340.1

οὔ τἂν ἑλόντες ἀνθαλοῖεν ἄν.

### 340.2

ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ στρατῷ

### 340.3

πορθεῖν ἃ μὴ χρή, κέρδεσιν νικωμένους.

### 340.4

δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας

### 340.5

κάμψαι διαύλου θάτερον κῶλον πάλιν·

### 345.1

θεοῖς δ’ ἀναμπλάκητος εἰ μόλοι στρατός,

### 345.2

ἐγρηγορὸς τὸ πῆμα τῶν ὀλωλότων

### 345.3

γένοιτ’ ἄν, εἰ πρόσπαιά πη τεύχοι κακά.

### 345.4

τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις·

### 345.5

τὸ δ’ εὖ κρατοίη, μὴ διχορρόπως ἰδεῖν.

### unit_109.1

πολλῶν γὰρ ἐσθλῶν τήνδ’ ὄνησιν εἱλόμην.

### unit_109.2

Χο.γύναι, κατ’ ἄνδρα σώφρον’ εὐφρόνως λέγεις.

### unit_109.3

ἐγὼ δ’ ἀκούσας πιστά σου τεκμήρια

### unit_109.4

θεοὺς προσειπεῖν αὖ παρασκευάζομαι.

### unit_109.5

χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.

### 355.1

—ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία

### 355.2

μεγάλων κόσμων κτεάτειρα,

### 355.3

ἥτ’ ἐπὶ Τροίας πύργοις ἔβαλες

### 355.4

στεγανὸν δίκτυον, ὡς μήτε μέγαν

### 355.5

μήτ’ οὖν νεαρῶν τιν’ ὑπερτελέσαι

### 360.1

μέγα δουλείας

### 360.2

γάγγαμον, ἄτης παναλώτου.

### 360.3

Δία τοι ξένιον μέγαν αἰδοῦμαι

### 360.4

τὸν τάδε πράξαντ’, ἐπ’ Ἀλεξάνδρῳ

### unit_112

τείνοντα πάλαι τόξον, ὅπως ἂν

### 365.1

μήτε πρὸ καιροῦ μήθ’ ὑπὲρ ἄστρων

### 365.2

βέλος ἠλίθιον σκήψειεν.

### 366.1

—Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν,[στρ. α.

### 366.2

πάρεστιν τοῦτό γ’ ἐξιχνεῦσαι.

### 366.3

ἔπραξεν ὡς ἔκρανεν. οὐκ ἔφα τις

### 370.1

θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν

### 370.2

ὅσοις ἀθίκτων χάρις

### 372-373

πατοῖθ’· ὁ δ’ οὐκ εὐσεβής.

### 374

πέφανται δ’ ἐγγονοῦσα τόλμη τῶν Ἄρη

### 375.1

πνεόντων μεῖζον ἢ δικαίως,

### 375.2

φλεόντων δωμάτων ὑπέρφευ

### 377-378

ὑπὲρ τὸ βέλτιστον. ἔστω δ’ ἀπή‐

### 379

μαντον, ὥστ’ ἀπαρκεῖν

### 380

εὖ πραπίδων λαχόντι.

### 380.1

οὐ γὰρ ἔστιν ἔπαλξις

### 380.2

πλούτου πρὸς κόρον ἀνδρὶ

### 380.3

λακτίσαντι μέγαν Δίκας

### 380.4

βωμὸν εἰς ἀφάνειαν.

### 385.1

βιᾶται δ’ ἁ τάλαινα πειθώ,[ἀντ. α.

### 385.2

προβούλου παῖς ἄφερτος ἄτας.

### unit_124

ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη,

### 388-389

πρέπει δέ, φῶς αἰνολαμπές, σίνος·

### 390.1

κακοῦ δὲ χαλκοῦ τρόπον

### 390.2

τρίβῳ τε καὶ προσβολαῖς

### 392-393

μελαμπαγὴς πέλει δικαιωθείς, ἐπεὶ

### 394-395

διώκει παῖς ποτανὸν ὄρνιν,

### 396

πόλει πρόστριμμα θεὶς ἄφερτον·

### 396.1

λιτᾶν δ’ ἀκούει μὲν οὔτις θεῶν·

### 396.2

† τὸν δ’ ἐπίστροφον τῶν[δε]

### 396.3

φῶτ’ ἄδικον καθαιρεῖ.

### 398

οἷος καὶ Πάρις ἐλθὼν

### unit_132.1

ἐς δόμον τὸν Ἀτρειδᾶν

### unit_132.2

ᾔσχυνε ξενίαν τράπε‐

### unit_132.3

ζαν κλοπαῖσι γυναικός.

### 402.1

λιποῦσα δ’ ἀστοῖσιν ἀσπίστορας[στρ. β.

### 402.2

κλόνους λοχισμούς τε καὶ

### 405.1

ναυβάτας ὁπλισμούς,

### 405.2

ἄγουσά τ’ ἀντίφερνον Ἰλίῳ φθορὰν

### 405.3

βεβάκει ῥίμφα διὰ

### 405.4

πυλᾶν ἄτλητα τλᾶσα· πολλὰ δ’ ἔστενον

### 405.5

τόδ’ ἐννέποντες δόμων προφῆται·

### 410

‘ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι,

### unit_136.1

ἰὼ λέχος καὶ στίβοι φιλάνορες.

### unit_136.2

† πάρεστι σιγᾶς ἄτιμος † ἀλοίδορος

### unit_136.3

ἄλιστος ἀφεμένων ἰδεῖν.

### unit_136.4

πόθῳ δ’ ὑπερποντίας

### 415

φάσμα δόξει δόμων ἀνάσσειν.‘

### 415.1

εὐμόρφων δὲ κολοσσῶν

### 415.2

ἔχθεται χάρις ἀνδρί·

### 415.3

ὀμμάτων δ’ ἐν ἀχηνίαις

### 415.4

ἔρρει πᾶς’ Ἀφροδίτα.

### 420.1

ὀνειρόφαντοι δὲ πειθήμονες[ἀντ. β.

### 420.2

πάρεισι δόξαι φέρου‐

### 420.3

σαι χάριν ματαίαν.

### 420.4

μάταν γάρ, εὖτ’ ἂν ἐς θιγὰς δοκῶν ὁρᾷ,

### 420.5

παραλλάξασα διὰ

### 425.1

χερῶν βέβακεν ὄψις, οὐ μεθύστερον

### 425.2

πτεροῖς ὀπαδοῦς’ ὕπνου κελεύθοις.

### 425.3

τὰ μὲν κατ’ οἴκους ἐφ’ ἑστίας ἄχη

### 425.4

τάδ’ ἐστὶ καὶ τῶνδ’ ὑπερβατώτερα.

### 425.5

τὸ πᾶν δ’ ἀπ’ αἴας Ἕλλαδος συνορμένοις

### 430.1

πένθεια τλησικάρδιος

### 430.2

δόμῳ ’ν ἑκάστου πρέπει.

### unit_142.1

πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ·

### unit_142.2

οὓς μὲν γάρ 〈τισ〉 ἔπεμψεν

### unit_142.3

οἶδεν, ἀντὶ δὲ φωτῶν

### 435.1

τεύχη καὶ σποδὸς εἰς ἑκά‐

### 435.2

στου δόμους ἀφικνεῖται.

### 438.1

ὁ χρυσαμοιβὸς δ’ Ἄρης σωμάτων[στρ. γ.

### 438.2

καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς

### 440.1

πυρωθὲν ἐξ Ἰλίου

### 440.2

φίλοισι πέμπει βαρὺ

### 440.3

ψῆγμα δυσδάκρυτον, ἀντ‐

### 440.4

ήνορος σποδοῦ γεμί‐

### 440.5

ζων λέβητας εὐθέτους.

### 445.1

στένουσι δ’ εὖ λέγοντες ἄν‐

### 445.2

δρα τὸν μὲν ὡς μάχης ἴδρις,

### 445.3

τὸν δ’ ἐν φοναῖς καλῶς πεσόντ’— ‘ἀλ‐

### 445.4

λοτρίας διαὶ γυναικόσ‘·

### 445.5

τάδε σῖγά τις βαΰζει·

### unit_147.1

φθονερὸν δ’ ὑπ’ ἄλγος ἕρπει

### unit_147.2

προδίκοις Ἀτρείδαις.

### 451.1

οἱ δ’ αὐτοῦ περὶ τεῖχος

### 451.2

θήκας Ἰλιάδος γᾶς

### 451.3

εὔμορφοι κατέχουσιν· ἐ‐

### 455

χθρὰ δ’ ἔχοντας ἔκρυψεν.

### 455.1

βαρεῖα δ’ ἀστῶν φάτις ξὺν κότῳ·[ἀντ. γ.

### 455.2

δημοκράτου δ’ ἀρᾶς τίνει χρέος.

### 458-459

μένει δ’ ἀκοῦσαί τί μοι

### 460.1

μέριμνα νυκτηρεφές.

### 460.2

τῶν πολυκτόνων γὰρ οὐκ

### 460.3

ἄσκοποι θεοί. κελαι‐

### 460.4

ναὶ δ’ Ἐρινύες χρόνῳ

### 460.5

τυχηρὸν ὄντ’ ἄνευ δίκας

### 465.1

παλιντυχεῖ τριβᾷ βίου

### 465.2

τιθεῖς’ ἀμαυρόν, ἐν δ’ ἀίστοις

### 465.3

τελέθοντος οὔτις ἀλκά·

### 465.4

τὸ δ’ ὑπερκόπως κλύειν εὖ

### 465.5

βαρύ· βάλλεται γὰρ ὄσσοις

### 470

Διόθεν κεραυνός.

### 470.1

κρίνω δ’ ἄφθονον ὄλβον·

### 470.2

μήτ’ εἴην πτολιπόρθης

### 470.3

μήτ’ οὖν αὐτὸς ἁλοὺς ὑπ’ ἄλ‐

### 470.4

λων βίον κατίδοιμι.

### 475.1

—πυρὸς δ’ ὑπ’ εὐαγγέλου[ἐπῳδ.

### 475.2

πόλιν διήκει θοὰ

### 475.3

βάξις· εἰ δ’ ἐτήτυμος,

### 475.4

τίς οἶδεν, ἤ τι θεῖόν ἐστί πῃ ψύθος.

### 478

—τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος,

### 480.1

φλογὸς παραγγέλμασιν

### 480.2

νέοις πυρωθέντα καρδίαν ἔπειτ’

### unit_159.1

ἀλλαγᾷ λόγου καμεῖν;

### unit_159.2

—γυναικὸς αἰχμᾷ πρέπει

### unit_159.3

πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι.

### 485.1

πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ἐπινέμεται

### 485.2

ταχύπορος· ἀλλὰ ταχύμορον

### 485.3

γυναικογήρυτον ὄλλυται κλέος.

### 489

Χο.τάχ’ εἰσόμεσθα λαμπάδων φαεσφόρων

### 490.1

φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς,

### 490.2

εἴτ’ οὖν ἀληθεῖς, εἴτ’ ὀνειράτων δίκην

### 490.3

τερπνὸν τόδ’ ἐλθὸν φῶς ἐφήλωσεν φρένας.

### 490.4

κήρυκ’ ἀπ’ ἀκτῆς τόνδ’ ὁρῶ κατάσκιον

### 490.5

κλάδοις ἐλαίας· μαρτυρεῖ δέ μοι κάσις

### 495.1

πηλοῦ ξύνουρος διψία κόνις τάδε,

### 495.2

ὡς οὐκ ἄναυδος οὗτος, οὐ δαίων φλόγα

### 495.3

ὕλης ὀρείας, σημανεῖ καπνῷ πυρός,

### 495.4

ἀλλ’ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων—

### 495.5

τὸν ἀντίον δὲ τοῖσδ’ ἀποστέργω λόγον·

### unit_164

εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι.

### unit_165.1

—ὅστις τάδ’ ἄλλως τῇδ’ ἐπεύχεται πόλει,

### unit_165.2

αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.

### 502

ΚΗΡΥΞ

### 503.1

ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός,

### 503.2

δεκάτῳ σε φέγγει τῷδ’ ἀφικόμην ἔτους,

### 505.1

πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών.

### 505.2

οὐ γάρ ποτ’ ηὔχουν τῇδ’ ἐν Ἀργείᾳ χθονὶ

### 505.3

θανὼν μεθέξειν φιλτάτου τάφου μέρος.

### 505.4

νῦν χαῖρε μὲν χθών, χαῖρε δ’ ἡλίου φάος,

### 505.5

ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τ’ ἄναξ,

### 510.1

τόξοις ἰάπτων μηκέτ’ εἰς ἡμᾶς βέλη·

### 510.2

ἅλις παρὰ Σκάμανδρον ἦσθ’ ἀνάρσιος,

### 510.3

νῦν δ’ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος,

### 510.4

ἄναξ Ἄπολλον. τούς τ’ ἀγωνίους θεοὺς

### 510.5

πάντας προσαυδῶ, τόν τ’ ἐμὸν τιμάορον

### 515.1

Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας,

### 515.2

ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν

### 515.3

στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.

### 515.4

ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,

### 515.5

σεμνοί τε θᾶκοι, δαίμονές τ’ ἀντήλιοι,

### 520.1

εἴ που πάλαι, φαιδροῖσι τοισίδ’ ὄμμασι

### 520.2

δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ.

### 520.3

ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων

### 520.4

καὶ τοῖσδ’ ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ.

### 520.5

ἀλλ’ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει,

### 525.1

Τροίαν κατασκάψαντα τοῦ δικηφόρου

### 525.2

Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον.

### 525.3

βωμοὶ δ’ ἄιστοι καὶ θεῶν ἱδρύματα,

### 525.4

καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός.

### 525.5

τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον

### 530.1

ἄναξ Ἀτρείδης πρέσβυς, εὐδαίμων ἀνήρ,

### 530.2

ἥκει, τίεσθαι δ’ ἀξιώτατος βροτῶν

### 530.3

τῶν νῦν· Πάρις γὰρ οὔτε συντελὴς πόλις

### 530.4

ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.

### unit_174

ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην

### 535.1

τοῦ ῥυσίου θ’ ἥμαρτε καὶ πανώλεθρον

### 535.2

αὐτόχθονον πατρῷον ἔθρισεν δόμον.

### 535.3

διπλᾶ δ’ ἔτεισαν Πριαμίδαι θἀμάρτια.

### 535.4

Χο.κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.

### 535.5

Κη.χαίρω, † τεθνᾶναι δ’ οὐκέτ’ ἀντερῶ θεοῖς. †

### 540.1

Χο.ἔρως πατρῴας τῆσδε γῆς ς’ ἐγύμνασεν;

### 540.2

Κη.ὥστ’ ἐνδακρύειν γ’ ὄμμασιν χαρᾶς ὕπο.

### 540.3

Χο.τερπνῆς ἄρ’ ἦστε τῆσδ’ ἐπήβολοι νόσου,

### 540.4

Κη.πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου.

### 540.5

Χο.τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι.

### 545.1

Κη.ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις;

### 545.2

Χο.ὡς πόλλ’ ἀμαυρᾶς ἐκ φρενός 〈μ’〉 ἀναστένειν.

### 545.3

Κη.πόθεν τὸ δύσφρον; τοῦτ’ ἐπῆν στύγος στρατῷ;

### 545.4

Χο.πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.

### 545.5

Κη.καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς;

### unit_178.1

Χο.ὡς νῦν τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις.

### unit_178.2

Κη.εὖ γὰρ πέπρακται. ταῦτα δ’ ἐν πολλῷ χρόνῳ

### unit_178.3

τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,

### unit_178.4

τὰ δ’ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν

### unit_178.5

ἅπαντ’ ἀπήμων τὸν δι’ αἰῶνος χρόνον;

### 555.1

μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,

### 555.2

σπαρνὰς παρήξεις καὶ κακοστρώτους—τί δ’ οὐ

### 555.3

στένοντες, οὐ λαχόντες ἤματος μέρος;

### unit_180.1

τὰ δ’ αὖτε χέρσῳ· καὶ προσῆν πλέον στύγος·

### unit_180.2

εὐναὶ γὰρ ἦσαν δηΐων πρὸς τείχεσιν,

### 560.1

ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμωνίας

### 560.2

† δρόσοι κατεψάκαζον, ἔμπεδον σίνος

### 560.3

ἐσθημάτων, τιθέντες ἔνθηρον τρίχα.

### 560.4

χειμῶνα δ’ εἰ λέγοι τις οἰωνοκτόνον,

### 560.5

οἷον παρεῖχ’ ἄφερτον Ἰδαία χιών,

### 565.1

ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς

### 565.2

κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών—

### 565.3

τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος·

### 565.4

παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν

### 565.5

τὸ μήποτ’ αὖθις μηδ’ ἀναστῆναι μέλειν—

### 570.1

τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν,

### 570.2

τὸν ζῶντα δ’ ἀλγεῖν χρὴ τύχης παλιγκότου;

### 570.3

καὶ πολλὰ χαίρειν ξυμφοραῖς καταξιῶ.

### 570.4

ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ

### 570.5

νικᾷ τὸ κέρδος, πῆμα δ’ οὐκ ἀντιρρέπει·

### 575.1

ὡς κομπάσαι τῷδ’ εἰκὸς ἡλίου φάει

### 575.2

ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις·

### 575.3

‘Τροίαν ἑλόντες δήποτ’ Ἀργείων στόλος

### 575.4

θεοῖς λάφυρα ταῦτα τοῖς καθ’ Ἑλλάδα

### 575.5

δόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος.‘

### 580.1

τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν

### 580.2

καὶ τοὺς στρατηγούς· καὶ χάρις τιμήσεται

### 580.3

Διὸς τάδ’ ἐκπράξασα. πάντ’ ἔχεις λόγον.

### 580.4

Χο.νικώμενος λόγοισιν οὐκ ἀναίνομαι·

### unit_186

ἀεὶ γὰρ ἥβη τοῖς γέρουσιν εὐμαθεῖν.

### 585.1

δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλειν

### 585.2

εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ.

### 585.3

Κλ.ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο,

### 585.4

ὅτ’ ἦλθ’ ὁ πρῶτος νύχιος ἄγγελος πυρός,

### 585.5

φράζων ἅλωσιν Ἰλίου τ’ ἀνάστασιν.

### 590.1

καί τίς μ’ ἐνίπτων εἶπε, ‘φρυκτωρῶν διὰ

### 590.2

πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς;

### 590.3

ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.‘

### 590.4

λόγοις τοιούτοις πλαγκτὸς οὖς’ ἐφαινόμην.

### 590.5

ὅμως δ’ ἔθυον, καὶ γυναικείῳ νόμῳ

### 595.1

ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν

### 595.2

ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις,

### 595.3

θυηφάγον κοιμῶντες εὐώδη φλόγα.

### 595.4

καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι λέγειν;

### 595.5

ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον.

### unit_190.1

ὅπως δ’ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν

### unit_190.2

σπεύσω πάλιν μολόντα δέξασθαι—τί γὰρ

### unit_190.3

γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν,

### unit_190.4

ἀπὸ στρατείας ἄνδρα σώσαντος θεοῦ

### unit_190.5

πύλας ἀνοῖξαι; —ταῦτ’ ἀπάγγειλον πόσει·

### 605.1

ἥκειν ὅπως τάχιστ’ ἐράσμιον πόλει·

### 605.2

γυναῖκα πιστὴν δ’ ἐν δόμοις εὕροι μολὼν

### 605.3

οἵανπερ οὖν ἔλειπε, δωμάτων κύνα,

### 605.4

ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν,

### 605.5

καὶ τἄλλ’ ὁμοίαν πάντα, σημαντήριον

### 610.1

οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου.

### 610.2

οὐδ’ οἶδα τέρψιν οὐδ’ ἐπίψογον φάτιν

### 610.3

ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς.

### 610.4

τοιόσδ’ ὁ κόμπος, τῆς ἀληθείας γέμων,

### unit_193

οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν.

### 615.1

Χο.αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι

### 615.2

† τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον.

### 615.3

σὺ δ’ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι,

### 615.4

εἰ νόστιμός τε καὶ σεσῳμένος πάλιν

### 615.5

ἥξει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος.

### 620.1

Κη.οὐκ ἔσθ’ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ

### 620.2

ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον.

### 620.3

Χο.πῶς δῆτ’ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις;

### 620.4

σχισθέντα δ’ οὐκ εὔκρυπτα γίγνεται τάδε.

### 620.5

Κη.ἁνὴρ ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ,

### 625.1

αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω.

### 625.2

Χο.πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου,

### 625.3

ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ;

### 625.4

Κη.ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ·

### 625.5

μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω.

### 630.1

Χο.πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος

### 630.2

φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο;

### 630.3

Κη.οὐκ οἶδεν οὐδεὶς ὥστ’ ἀπαγγεῖλαι τορῶς,

### 630.4

πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν.

### 630.5

Χο.πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ

### 635.1

ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ;

### 635.2

Κη.εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ

### 635.3

γλώσσῃ μιαίνειν· χωρὶς ἡ τιμὴ θεῶν.

### 635.4

ὅταν δ’ ἀπευκτὰ πήματ’ ἄγγελος πόλει

### 635.5

στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ,

### 640.1

πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν,

### 640.2

πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων

### 640.3

ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ,

### unit_200.1

δίλογχον ἄτην, φοινίαν ξυνωρίδα·

### unit_200.2

τοιῶνδε μέντοι πημάτων σεσαγμένον

### 645.1

πρέπει λέγειν παιᾶνα τόνδ’ Ἐρινύων.

### 645.2

σωτηρίων δὲ πραγμάτων εὐάγγελον

### 645.3

ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν—

### 645.4

πῶς κεδνὰ τοῖς κακοῖσι συμμείξω, λέγων

### 645.5

χειμῶν’ Ἀχαιῶν οὐκ ἀμήνιτον θεοῖς;

### unit_202.1

ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν,

### unit_202.2

πῦρ καὶ θάλασσα, καὶ τὰ πίστ’ ἐδειξάτην

### unit_202.3

φθείροντε τὸν δύστηνον Ἀργείων στρατόν·

### unit_202.4

ἐν νυκτὶ δυσκύμαντα δ’ ὠρώρει κακά.

### unit_202.5

ναῦς γὰρ πρὸς ἀλλήλῃσι Θρῄκιαι πνοαὶ

### 655.1

ἤρεικον· αἱ δὲ κεροτυπούμεναι βίᾳ

### 655.2

χειμῶνι τυφῶ σὺν ζάλῃ τ’ ὀμβροκτύπῳ

### 655.3

ᾤχοντ’ ἄφαντοι, ποιμένος κακοῦ στρόβῳ.

### 655.4

ἐπεὶ δ’ ἀνῆλθε λαμπρὸν ἡλίου φάος,

### 655.5

ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς

### 660.1

ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τ’ ἐρειπίοις.

### 660.2

ἡμᾶς γε μὲν δὴ ναῦν τ’ ἀκήρατον σκάφος

### 660.3

ἤτοι τις ἐξέκλεψεν ἢ ’ξῃτήσατο

### 660.4

θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών.

### 660.5

τύχη δὲ σωτὴρ ναῦν θέλους’ ἐφέζετο,

### 665.1

ὡς μήτ’ ἐν ὅρμῳ κύματος ζάλην ἔχειν

### 665.2

μήτ’ ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα.

### 665.3

ἔπειτα δ’ Ἅιδην πόντιον πεφευγότες,

### 665.4

λευκὸν κατ’ ἦμαρ, οὐ πεποιθότες τύχῃ,

### 665.5

ἐβουκολοῦμεν φροντίσιν νέον πάθος,

### 670.1

στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου.

### 670.2

καὶ νῦν ἐκείνων εἴ τις ἐστὶν ἐμπνέων,

### unit_207.1

λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μήν;

### unit_207.2

ἡμεῖς τ’ ἐκείνους ταὔτ’ ἔχειν δοξάζομεν.

### unit_207.3

γένοιτο δ’ ὡς ἄριστα. Μενέλεων γὰρ οὖν

### 675

. . . . . . .

### 675.1

πρῶτόν τε καὶ μάλιστα προσδόκα μέλειν·

### 675.2

εἰ δ’ οὖν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ

### 675.3

χλωρόν τε καὶ βλέποντα, μηχαναῖς Διὸς

### 675.4

οὔπω θέλοντος ἐξαναλῶσαι γένος,

### 675.5

ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν.

### 680

τοσαῦτ’ ἀκούσας ἴσθι τἀληθῆ κλυών.

### 680.1

Χο.τίς ποτ’ ὠνόμαξεν ὧδ’[στρ. α.

### 680.2

ἐς τὸ πᾶν ἐτητύμως—

### 680.3

μή τις ὅντιν’ οὐχ ὁρῶ‐

### 683.1

μεν προνοί‐

### 683.2

αισι τοῦ πεπρωμένου

### 685.1

γλῶσσαν ἐν τύχᾳ νέμων; —τὰν

### 685.2

δορίγαμβρον ἀμφινεικῆ

### 687-688

θ’ Ἑλέναν; ἐπεὶ πρεπόντως

### 689

ἑλένας, ἕλανδρος, ἑλέ‐

### 690.1

πτολις, ἐκ τῶν ἁβροπήνων

### 690.2

προκαλυμμάτων ἔπλευσε

### 690.3

Ζεφύρου γίγαντος αὔρᾳ,

### 690.4

πολύανδροί

### 690.5

τε φεράσπιδες κυναγοὶ

### 695.1

κατ’ ἴχνος πλατᾶν ἄφαντον

### 695.2

κελσάντων Σιμόεντος

### 695.3

ἀκτὰς ἐπ’ ἀεξιφύλλους

### 695.4

δι’ ἔριν αἱματόεσσαν.

### 698

Ἰλίῳ δὲ κῆδος ὀρθ‐[ἀντ. α.

### unit_219.1

ώνυμον τελεσσίφρων

### unit_219.2

μῆνις ἤλασεν, τραπέ‐

### unit_219.3

ζας ἀτί‐

### unit_219.4

μωσιν ὑστέρῳ χρόνῳ

### unit_219.5

καὶ ξυνεστίου Διὸς πρασ‐

### 705.1

σομένα τὸ νυμφότιμον

### 705.2

μέλος ἐκφάτως τίοντας,

### 705.3

ὑμέναιον, ὃς τότ’ ἐπέρ‐

### 705.4

ρεπε γαμβροῖσιν ἀείδειν.

### 705.5

μεταμανθάνουσα δ’ ὕμνον

### 710.1

Πριάμου πόλις γεραιὰ

### 710.2

πολύθρηνον

### 710.3

μέγα που στένει κικλήσκους’

### 710.4

Ἄπαριν τὸν αἰνόλεκτρον,

### 710.5

παμπορθῆ πολύθρηνον

### 715.1

αἰῶν’ ἀμφὶ πολιτᾶν

### 715.2

μέλεον αἷμ’ ἀνατλᾶσα.

### 716.1

ἔθρεψεν δὲ λέοντος ἶ‐[στρ. β.

### 716.2

νιν δόμοις ἀγάλακτον οὕ‐

### 716.3

τως ἀνὴρ φιλόμαστον,

### 720.1

ἐν βιότου προτελείοις

### 720.2

ἅμερον, εὐφιλόπαιδα

### 720.3

καὶ γεραροῖς ἐπίχαρτον.

### 720.4

πολέα δ’ ἔσκ’ ἐν ἀγκάλαις

### 720.5

νεοτρόφου τέκνου δίκαν,

### 725.1

φαιδρωπὸς ποτὶ χεῖρα σαί‐

### 725.2

νων τε γαστρὸς ἀνάγκαις.

### 726.1

χρονισθεὶς δ’ ἀπέδειξεν ἦ‐[ἀντ. β.

### 726.2

θος τὸ πρὸς τοκέων· χάριν

### 726.3

γὰρ τροφεῦσιν ἀμείβων

### 730.1

μηλοφόνοισι μάταισιν

### 730.2

δαῖτ’ ἀκέλευστος ἔτευξεν,

### 730.3

αἵματι δ’ οἶκος ἐφύρθη,

### 730.4

ἄμαχον ἄλγος οἰκέταις,

### 730.5

μέγα σίνος πολυκτόνον.

### 735.1

ἐκ θεοῦ δ’ ἱερεύς τις ἄ‐

### 735.2

τας δόμοις προσεθρέφθη.

### 738.1

πάραυτα δ’ ἐλθεῖν ἐς Ἰλίου πόλιν[στρ. γ.

### 738.2

λέγοιμ’ ἂν φρόνημα μὲν

### 740.1

νηνέμου γαλάνας,

### 740.2

ἀκασκαῖον 〈τ’〉 ἄγαλμα πλούτου,

### 740.3

μαλθακὸν ὀμμάτων βέλος,

### 740.4

δηξίθυμον ἔρωτος ἄνθος.

### 740.5

παρακλίνας’ ἐπέκρανεν

### 745.1

δὲ γάμου πικρὰς τελευτάς,

### 745.2

δύσεδρος καὶ δυσόμιλος

### unit_232.1

συμένα Πριαμίδαισιν,

### unit_232.2

πομπᾷ Διὸς ξενίου,

### unit_232.3

νυμφόκλαυτος Ἐρινύς.

### unit_233.1

παλαίφατος δ’ ἐν βροτοῖς γέρων λόγος[ἀντ. γ.

### unit_233.2

τέτυκται, μέγαν τελε‐

### unit_233.3

σθέντα φωτὸς ὄλβον

### 753-754

τεκνοῦσθαι μηδ’ ἄπαιδα θνῄσκειν,

### 755.1

ἐκ δ’ ἀγαθᾶς τύχας γένει

### 755.2

βλαστάνειν ἀκόρεστον οἰζύν.

### 755.3

δίχα δ’ ἄλλων μονόφρων εἰ‐

### 755.4

μί. τὸ δυσσεβὲς γὰρ ἔργον

### 755.5

μετὰ μὲν πλείονα τίκτει,

### 760.1

σφετέρᾳ δ’ εἰκότα γέννᾳ.

### 760.2

οἴκων γὰρ εὐθυδίκων

### 760.3

καλλίπαις πότμος ἀεί.

### 762.1

φιλεῖ δὲ τίκτειν Ὕβρις[στρ. δ.

### 762.2

μὲν παλαιὰ νεά‐

### 765.1

ζουσαν ἐν κακοῖς βροτῶν

### 765.2

Ὕβριν τότ’ ἢ τόθ’, ὅτε τὸ κύριον μόλῃ

### 767-768

φάος τόκου, δαίμονά τ’ ἔταν,

### 769

ἄμαχον ἀπόλεμον ἀνίερον,

### 770.1

Θράσος, μελαίνα μελάθροισιν Ἄτα,

### 770.2

εἰδομένα τοκεῦσιν.

### 773.1

Δίκα δὲ λάμπει μὲν ἐν[ἀντ. δ.

### 773.2

δυσκάπνοις δώμασιν,

### 775.1

τόν τ’ ἐναίσιμον τίει [βίον].

### 775.2

τὰ χρυσόπαστα δ’ ἔδεθλα σὺν πίνῳ χερῶν

### 775.3

παλιντρόποις ὄμμασι λιποῦς’,

### 778-779

ὅσια προσέβατο δύναμιν οὐ

### 780.1

σέβουσα πλούτου παράσημον αἴνῳ·

### 780.2

πᾶν δ’ ἐπὶ τέρμα νωμᾷ.

### 781.1

—ἄγε, δή, βασιλεῦ, Τροίας πτολίπορθ’,

### 781.2

Ἀτρέως γένεθλον,

### 784-785

πῶς σε προσείπω; πῶς σε σεβίξω

### 786.1

μήθ’ ὑπεράρας μήθ’ ὑποκάμψας

### 786.2

καιρὸν χάριτος;

### 786.3

πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι

### 786.4

προτίουσι δίκην παραβάντες.

### 790.1

τῷ δυσπραγοῦντί τ’ ἐπιστενάχειν

### 790.2

πᾶς τις ἑτοῖμος· δῆγμα δὲ λύπης

### 790.3

οὐδὲν ἐφ’ ἧπαρ προσικνεῖται·

### 790.4

καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς,

### 790.5

ἀγέλαστα πρόσωπα βιαζόμενοι

### 794

. . . . . .

### 795.1

ὅστις δ’ ἀγαθὸς προβατογνώμων,

### 795.2

οὐκ ἔστι λαθεῖν ὄμματα φωτός

### 795.3

† τὰ δοκοῦντ’ εὔφρονος ἐκ διανοίας

### 795.4

ὑδαρεῖ σαίνειν φιλότητι.

### 795.5

σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν

### unit_252.1

Ἑλένης ἕνεκ’, οὐ γάρ 〈σ’〉 ἐπικεύσω,

### unit_252.2

κάρτ’ ἀπομούσως ἦσθα γεγραμμένος,

### unit_253.1

οὐδ’ εὖ πραπίδων οἴακα νέμων,

### unit_253.2

θάρσος ἑκούσιον

### unit_253.3

ἀνδράσι θνῄσκουσι κομίζων.

### 805.1

νῦν δ’ οὐκ ἀπ’ ἄκρας φρενὸς οὐδ’ ἀφίλως

### 805.2

εὔφρων πόνος εὖ τελέσασιν.

### 805.3

γνώσῃ δὲ χρόνῳ διαπευθόμενος

### 805.4

τόν τε δικαίως καὶ τὸν ἀκαίρως

### 805.5

πόλιν οἰκουροῦντα πολιτῶν.

### 810

ΑΓΑΜΕΜΝΩΝ

### 810.1

πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους

### 810.2

δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους

### 810.3

νόστου δικαίων θ’ ὧν ἐπραξάμην πόλιν

### 810.4

Πριάμου· δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ

### 810.5

κλυόντες ἀνδροθνῆτας Ἰλιοφθόρους

### 815.1

εἰς αἱματηρὸν τεῦχος οὐ διχορρόπως

### 815.2

ψήφους ἔθεντο· τῷ δ’ ἐναντίῳ κύτει

### 815.3

ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ.

### 815.4

καπνῷ δ’ ἁλοῦσα νῦν ἔτ’ εὔσημος πόλις.

### 815.5

ἄτης θύελλαι ζῶσι· συνθνῄσκουσα δὲ

### 820.1

σποδὸς προπέμπει πίονας πλούτου πνοάς.

### 820.2

τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν

### 820.3

τίνειν, ἐπείπερ χἀρπαγὰς ὑπερκόπους

### 820.4

ἐπραξάμεσθα καὶ γυναικὸς οὕνεκα

### 820.5

πόλιν διημάθυνεν Ἀργεῖον δάκος,

### 825.1

ἵππου νεοσσός, ἀσπιδηφόρος λεώς,

### 825.2

πήδημ’ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν·

### 825.3

ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων

### 825.4

ἄδην ἔλειξεν αἵματος τυραννικοῦ.

### 825.5

θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε·

### 830.1

τὰ δ’ ἐς τὸ σὸν φρόνημα, μέμνημαι κλυών,

### 830.2

καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μ’ ἔχεις.

### 830.3

παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε,

### 830.4

φίλον τὸν εὐτυχοῦντ’ ἄνευ φθόνων σέβειν.

### 830.5

δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος

### 835.1

ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον·

### 835.2

τοῖς τ’ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται

### 835.3

καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει.

### 835.4

εἰδὼς λέγοιμ’ ἄν· εὖ γὰρ ἐξεπίσταμαι

### 835.5

ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς,

### 840.1

δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί.

### 840.2

μόνος δ’ Ὀδυσσεύς, ὅσπερ οὐχ ἑκὼν ἔπλει,

### 840.3

ζευχθεὶς ἑτοῖμος ἦν ἐμοὶ σειραφόρος,

### 840.4

εἴτ’ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι

### 840.5

λέγω. τὰ δ’ ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς

### 845.1

κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει

### 845.2

βουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχον

### 845.3

ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον·

### 845.4

ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων,

### 845.5

ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως

### unit_264.1

πειρασόμεσθα πῆμ’ ἀποστρέψαι νόσου.

### unit_264.2

νῦν δ’ ἐς μέλαθρα καὶ δόμους ἐφεστίους

### unit_264.3

ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι,

### unit_264.4

οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν.

### unit_265

νίκη δ’ ἐπείπερ ἕσπετ’ ἐμπέδως μένοι.

### 855.1

Κλ.ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε,

### 855.2

οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπους

### 855.3

λέξαι πρὸς ὑμᾶς· ἐν χρόνῳ δ’ ἀποφθίνει

### 855.4

τὸ τάρβος ἀνθρώποισιν. οὐκ ἄλλων πάρα

### 855.5

μαθοῦς’, ἐμαυτῆς δύσφορον λέξω βίον

### 860.1

τοσόνδ’ ὅσονπερ οὗτος ἦν ὑπ’ Ἰλίῳ.

### 860.2

τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα

### 860.3

ἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν,

### 860.4

πολλὰς κλύουσαν κληδόνας παλιγκότους·

### 860.5

καὶ τὸν μὲν ἥκειν, τὸν δ’ ἐπεσφέρειν κακοῦ

### 865.1

κάκιον ἄλλο, πῆμα λάσκοντας δόμοις.

### 865.2

καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν

### 865.3

ἀνὴρ ὅδ’, ὡς πρὸς οἶκον ὠχετεύετο

### 865.4

φάτις, τέτρηται δικτύου πλέω λέγειν.

### 865.5

εἰ δ’ ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι,

### 870.1

τρισώματός τἄν, Γηρυὼν ὁ δεύτερος,

### 870.2

[πολλὴν ἄνωθεν, τὴν κάτω γὰρ οὐ λέγω,]

### 870.3

χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβεῖν,

### 870.4

ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι.

### 870.5

τοιῶνδ’ ἕκατι κληδόνων παλιγκότων

### 875.1

πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης

### 875.2

ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης.

### 875.3

ἐκ τῶνδέ τοι παῖς ἐνθάδ’ οὐ παραστατεῖ,

### 875.4

ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων,

### 875.5

ὡς χρῆν, Ὀρέστης· μηδὲ θαυμάσῃς τόδε.

### 880.1

τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος

### 880.2

Στροφίος ὁ Φωκεύς, ἀμφίλεκτα πήματα

### unit_272.1

ἐμοὶ προφωνῶν, τόν θ’ ὑπ’ Ἰλίῳ σέθεν

### unit_272.2

κίνδυνον, εἴ τε δημόθρους ἀναρχία

### unit_272.3

βουλὴν καταρρίψειεν, ὥς τε σύγγονον

### 885.1

βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον.

### 885.2

τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει.

### 885.3

ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι

### 885.4

πηγαὶ κατεσβήκασιν, οὐδ’ ἔνι σταγών.

### 885.5

ἐν ὀψικοίτοις δ’ ὄμμασιν βλάβας ἔχω

### 890.1

τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας

### 890.2

ἀτημελήτους αἰέν. ἐν δ’ ὀνείρασιν

### 890.3

λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην

### 890.4

ῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθη

### 890.5

ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου.

### 895.1

νῦν ταῦτα πάντα τλᾶς’, ἀπενθήτῳ φρενὶ

### 895.2

λέγοιμ’ ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα,

### 895.3

σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης

### 895.4

στῦλον ποδήρη, μονογενὲς τέκνον πατρί,

### 895.5

καὶ γῆν φανεῖσαν ναυτίλοις παρ’ ἐλπίδα,

### unit_276.1

κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος,

### unit_276.2

ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος.

### unit_276.3

τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν.

### unit_276.4

τοιοῖσδέ τοί νιν ἀξιῶ προσφθέγμασιν.

### unit_276.5

φθόνος δ’ ἀπέστω. πολλὰ γὰρ τὰ πρὶν κακὰ

### 905.1

ἠνειχόμεσθα. νῦν δέ μοι, φίλον κάρα,

### 905.2

ἔκβαιν’ ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς

### 905.3

τὸν σὸν πόδ’, ὦναξ, Ἰλίου πορθήτορα.

### 905.4

δμῳαί, τί μέλλεθ’, αἷς ἐπέσταλται τέλος

### unit_278

πέδον κελεύθου στορνύναι πετάσμασιν;

### 910.1

εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος

### 910.2

ἐς δῶμ’ ἄελπτον ὡς ἂν ἡγῆται Δίκη.

### 910.3

τὰ δ’ ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη

### 910.4

θήσει—δικαίως σὺν θεοῖς εἱμαρμένα.

### 910.5

Αγ.Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ,

### 915.1

ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ·

### 915.2

μακρὰν γὰρ ἐξέτεινας· ἀλλ’ ἐναισίμως

### 915.3

αἰνεῖν, παρ’ ἄλλων χρὴ τόδ’ ἔρχεσθαι γέρας.

### 915.4

καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ

### 915.5

ἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην

### 920.1

χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί,

### 920.2

μηδ’ εἵμασι στρώσας’ ἐπίφθονον πόρον

### 920.3

τίθει· θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών·

### 920.4

ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν

### 920.5

βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου.

### 925.1

λέγω κατ’ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ.

### 925.2

χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων

### 925.3

κληδὼν ἀυτεῖ· καὶ τὸ μὴ κακῶς φρονεῖν

### 925.4

θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ

### 925.5

βίον τελευτήσαντ’ ἐν εὐεστοῖ φίλῃ.

### 930.1

εἰ πάντα δ’ ὣς πράσσοιμ’ ἄν, εὐθαρσὴς ἐγώ.

### 930.2

Κλ.καὶ μὴν τόδ’ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.

### 930.3

Αγ.γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ’ ἐμέ.

### 930.4

Κλ.ηὔξω θεοῖς δείσας ἂν ὧδ’ ἔρδειν τάδε;

### 930.5

Αγ.εἴπερ τις, εἰδώς γ’ εὖ τόδ’ ἐξεῖπον τέλος.

### 935.1

Κλ.τί δ’ ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδ’ ἤνυσεν;

### 935.2

Αγ.ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ.

### unit_285.1

Κλ.μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον.

### unit_285.2

Αγ.φήμη γε μέντοι δημόθρους μέγα σθένει.

### unit_285.3

Κλ.ὁ δ’ ἀφθόνητός γ’ οὐκ ἐπίζηλος πέλει.

### 940.1

Αγ.οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης.

### 940.2

Κλ.τοῖς δ’ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει.

### 940.3

Αγ.ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις;

### 940.4

Κλ.πιθοῦ· κρατεῖς μέντοι παρεὶς ἑκὼν ἐμοί.

### 940.5

Αγ.ἀλλ’ εἰ δοκεῖ σοι ταῦθ’, ὑπαί τις ἀρβύλας

### 945.1

λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός.

### 945.2

καὶ τοῖσδέ μ’ ἐμβαίνονθ’ ἁλουργέσιν θεῶν

### 945.3

μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος.

### 945.4

πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν ποσὶν

### 945.5

φύροντα πλοῦτον ἀργυρωνήτους θ’ ὑφάς.

### unit_288.1

τούτων μὲν οὕτω· τὴν ξένην δὲ πρευμενῶς

### unit_288.2

τήνδ’ ἐσκόμιζε· τὸν κρατοῦντα μαλθακῶς

### unit_288.3

θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.

### unit_288.4

ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ.

### unit_288.5

αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον

### 955.1

ἄνθος, στρατοῦ δώρημ’, ἐμοὶ ξυνέσπετο.

### 955.2

ἐπεὶ δ’ ἀκούειν σοῦ κατέστραμμαι τάδε,

### 955.3

εἶμ’ ἐς δόμων μέλαθρα πορφύρας πατῶν.

### 955.4

Κλ.ἔστιν θάλασσα—τίς δέ νιν κατασβέσει; —

### 955.5

τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον

### 960.1

κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς.

### 960.2

οἶκος δ’ ὑπάρχει τῶνδε σὺν θεοῖς, ἄναξ,

### 960.3

ἔχειν· πένεσθαι δ’ οὐκ ἐπίσταται δόμος.

### 960.4

πολλῶν πατησμὸν δ’ εἱμάτων ἂν ηὐξάμην,

### unit_291

δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις,

### 965.1

ψυχῆς κόμιστρα τῆσδε μηχανωμένη.

### 965.2

ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετ’ ἐς δόμους,

### 965.3

σκιὰν ὑπερτείνασα σειρίου κυνός.

### 965.4

καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν,

### 965.5

θάλπος μὲν ἐν χειμῶνι σημαίνει μολόν·

### 970.1

ὅταν δὲ τεύχῃ Ζεὺς ἀπ’ ὄμφακος πικρᾶς

### 970.2

οἶνον, τότ’ ἤδη ψῦχος ἐν δόμοις πέλει,

### 970.3

ἀνδρὸς τελείου δῶμ’ ἐπιστρωφωμένου.

### 970.4

Ζεῦ Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει·

### 970.5

μέλοι δέ τοι σοὶ τῶνπερ ἂν μέλλῃς τελεῖν.

### 975.1

Χο.τίπτε μοι τόδ’ ἐμπέδως[στρ. α.

### 975.2

δεῖμα προστατήριον

### 975.3

καρδίας τερασκόπου

### 975.4

πωτᾶται,

### 975.5

μαντιπολεῖ δ’ ἀκέλευστος ἄμισθος ἀοιδά,

### 980.1

οὐδ’ ἀποπτύσαι δίκαν

### 980.2

δυσκρίτων ὀνειράτων

### 980.3

θάρσος εὐπειθὲς ἵ‐

### 982.1

ζει φρενὸς φίλον θρόνον;

### 982.2

χρόνος δ’ † ἐπεὶ

### 982.3

πρυμνησίων ξυνεμβολαῖς

### 985.1

ψαμμίας ἀκάτα † παρή‐

### 985.2

βησεν, εὖθ’ ὑπ’ Ἴλιον

### 985.3

ὦρτο ναυβάτας στρατός.

### 987.1

πεύθομαι δ’ ἀπ’ ὀμμάτων[ἀντ. α.

### 987.2

νόστον, αὐτόμαρτυς ὤν·

### 990.1

τὸν δ’ ἄνευ λύρας ὅμως

### 990.2

ὑμνῳδεῖ

### 990.3

θρῆνον Ἐρινύος αὐτοδίδακτος ἔσωθεν

### 990.4

θυμός, οὐ τὸ πᾶν ἔχων

### 990.5

ἐλπίδος φίλον θράσος.

### 995.1

σπλάγχνα δ’ οὔτοι ματᾴ‐

### 995.2

ζει, πρὸς ἐνδίκοις φρεσὶν

### 996.1

τελεσφόροις

### 996.2

δίναις κυκλούμενον κέαρ.

### 996.3

εὔχομαι δ’ ἐξ ἐμᾶς

### 996.4

ἐλπίδος ψύθη πεσεῖν

### unit_302

ἐς τὸ μὴ τελεσφόρον.

### unit_303.1

μάλα † γάρ τοι τᾶς πολλᾶς †[στρ. β.

### unit_303.2

ὑγιείας ἀκόρεστον

### unit_303.3

τέρμα. νόσος γὰρ

### unit_303.4

γείτων ὁμότοιχος ἐρείδει,

### 1005.1

καὶ πότμος εὐθυπορῶν

### 1005.2

. . . . .

### 1005.3

ἀνδρὸς ἔπαισεν ἄφαντον ἕρμα.

### 1005.4

καὶ πρὸ μέν τι χρημάτων

### 1005.5

κτησίων ὄκνος βαλὼν

### 1010.1

σφενδόνας ἀπ’ εὐμέτρου—

### 1010.2

οὐκ ἔδυ πρόπας δόμος

### 1010.3

πλησμονᾶς γέμων ἄγαν,

### 1010.4

οὐδ’ ἐπόντισε σκάφος.

### 1010.5

πολλά τοι δόσις ἐκ Διὸς ἀμφιλα‐

### 1015.1

φής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶν

### 1015.2

νῆστιν ὤλεσεν νόσον,

### 1018.1

τὸ δ’ ἐπὶ γᾶν πεσὸν ἅπαξ[ἀντ. β.

### 1018.2

θανάσιμον πρόπαρ ἀνδρὸς

### 1020.1

μέλαν αἷμα τίς ἂν

### 1020.2

πάλιν ἀγκαλέσαιτ’ ἐπαείδων;

### 1020.3

οὐδὲ τὸν ὀρθοδαῆ

### 1020.4

τῶν φθιμένων ἀνάγειν

### 1020.5

Ζεὺς ἀπέπαυσεν ἐπ’ ἀβλαβείᾳ.

### 1025.1

εἰ δὲ μὴ τεταγμένα

### 1025.2

μοῖρα μοῖραν ἐκ θεῶν

### 1025.3

εἶργε μὴ πλέον φέρειν,

### 1025.4

προφθάσασα καρδία

### 1025.5

γλῶσσαν ἂν τάδ’ ἐξέχει.

### 1030.1

νῦν δ’ ὑπὸ σκότῳ βρέμει

### 1030.2

θυμαλγής τε καὶ οὐδὲν ἐπελπομέ‐

### 1030.3

να ποτὲ καίριον ἐκτολυπεύσειν

### 1030.4

ζωπυρουμένας φρενός.

### 1035.1

Κλ.εἴσω κομίζου καὶ σύ, Κασσάνδραν λέγω·

### 1035.2

ἐπεί ς’ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις

### unit_312.1

κοινωνὸν εἶναι χερνίβων, πολλῶν μέτα

### unit_312.2

δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας,

### unit_312.3

ἔκβαιν’ ἀπήνης τῆσδε, μηδ’ ὑπερφρόνει.

### 1040.1

καὶ παῖδα γάρ τοι φασὶν Ἀλκμήνης ποτε

### 1040.2

πραθέντα τλῆναι, † δουλίας μάζης βίᾳ.

### 1040.3

εἰ δ’ οὖν ἀνάγκη τῆσδ’ ἐπιρρέποι τύχης,

### 1040.4

ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις.

### 1040.5

οἳ δ’ οὔποτ’ ἐλπίσαντες ἤμησαν καλῶς,

### 1045.1

ὠμοί τε δούλοις πάντα καὶ πέρα σταθμῶν.

### 1045.2

ἔχεις παρ’ ἡμῶν οἷάπερ νομίζεται.

### 1045.3

Χο.σοί τοι λέγουσα παύεται σαφῆ λόγον.

### 1045.4

ἐντὸς δ’ ἁλοῦσα μορσίμων ἀγρευμάτων

### 1045.5

πείθοι’ ἄν, εἰ πείθοι’· ἀπειθοίης δ’ ἴσως.

### unit_315.1

Κλ.ἀλλ’ εἴπερ ἐστὶ μὴ χελιδόνος δίκην

### unit_315.2

ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη,

### unit_315.3

ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ.

### unit_315.4

Χο.ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει.

### unit_315.5

πείθου λιποῦσα τόνδ’ ἁμαξήρη θρόνον.

### 1055.1

Κλ.οὔτοι θυραίᾳ τῇδ’ ἐμοὶ σχολὴ πάρα

### 1055.2

τρίβειν· τὰ μὲν γὰρ ἑστίας μεσομφάλου

### 1055.3

ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πάρος.

### 1055.4

[ὡς οὔποτ’ ἐλπίσασι τήνδ’ ἕξειν χάριν.]

### 1055.5

σὺ δ’ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει.

### 1060

εἰ δ’ ἀξυνήμων οὖσα μὴ δέχῃ λόγον—

### unit_318.1

σὺ δ’ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί.

### unit_318.2

Χο.ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ

### unit_318.3

δεῖσθαι. τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.

### unit_318.4

Κλ.ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν,

### 1065.1

ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον

### 1065.2

ἥκει, χαλινὸν δ’ οὐκ ἐπίσταται φέρειν

### 1065.3

πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.

### 1065.4

οὐ μὴν πλέω ῥίψας’ ἀτιμασθήσομαι.

### 1065.5

Χο.ἐγὼ δ’, ἐποικτίρω γάρ, οὐ θυμώσομαι.

### 1070.1

ἴθ’, ὦ τάλαινα, τόνδ’ ἐρημώσας’ ὄχον,

### 1070.2

εἴκους’ ἀνάγκῃ τῇδε καίνισον ζυγόν.

### 1071

ΚΑΣΣΑΝΔΡΑ

### 1072.1

ὀτοτοτοτοῖ πόποι δᾶ.[στρ. α.

### 1072.2

ὦπολλον ὦπολλον.

### 1072.3

Χο.τί ταῦτ’ ἀνωτότυξας ἀμφὶ Λοξίου;

### 1075

οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.

### 1075.1

Κα.ὀτοτοτοτοῖ πόποι δᾶ.[ἀντ. α.

### 1075.2

ὦπολλον ὦπολλον.

### 1075.3

Χο.ἥδ’ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ

### 1075.4

οὐδὲν προσήκοντ’ ἐν γόοις παραστατεῖν.

### 1080.1

Κα.Ἄπολλον· Ἄπολλον·[στρ. β.

### 1080.2

ἀγυιᾶτ’, ἀπόλλων ἐμός.

### 1080.3

ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.

### 1080.4

Χο.χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.

### unit_326

μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί.

### 1085.1

Κα.Ἄπολλον· Ἄπολλον·[ἀντ. β.

### 1085.2

ἀγυιᾶτ’, ἀπόλλων ἐμός.

### 1085.3

ἆ ποῖ ποτ’ ἤγαγές με; πρὸς ποίαν στέγην;

### 1085.4

Χο.πρὸς τὴν Ἀτρειδῶν· εἰ σὺ μὴ τόδ’ ἐννοεῖς,

### 1085.5

ἐγὼ λέγω σοι· καὶ τάδ’ οὐκ ἐρεῖς ψύθη.

### 1090.1

Κα.μισόθεον μὲν οὖν· πολλὰ συνίστορα,[στρ. γ.

### 1090.2

αὐτόφονα, † κακὰ καρτάναι †

### 1090.3

ἀνδρὸς σφαγεῖον καὶ πέδον ῥαντήριον.

### 1090.4

Χο.ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην

### 1090.5

εἶναι, ματεύει δ’ ὧν ἀνευρήσει φόνον.

### 1095.1

Κα.μαρτυρίοισι γὰρ τοῖσδ’ ἐπιπείθομαι·[ἀντ. γ.

### 1095.2

κλαιόμενα τάδε βρέφη σφαγὰς

### 1095.3

ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.

### 1095.4

Χο.† ἦ μὴν κλέος σοῦ μαντικὸν πεπυσμένοι

### 1095.5

ἦμεν· προφήτας δ’ οὔτινας ματεύομεν.

### unit_330.1

Κα.ἰὼ πόποι, τί ποτε μήδεται;[στρ. δ.

### unit_330.2

τί τόδε νέον ἄχος μέγα;

### unit_330.3

μέγ’ ἐν δόμοισι τοῖσδε μήδεται κακόν,

### unit_330.4

ἄφερτον φίλοισιν, δυσίατον· ἀλκὰ δ’

### unit_331

ἑκὰς ἀποστατεῖ.

### 1105.1

Χο.τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων.

### 1105.2

ἐκεῖνα δ’ ἔγνων· πᾶσα γὰρ πόλις βοᾷ.

### 1106.1

Κα.ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς;[ἀντ. δ.

### 1106.2

τὸν ὁμοδέμνιον πόσιν

### 1106.3

λουτροῖσι φαιδρύνασα—πῶς φράσω τέλος;

### 1110.1

τάχος γὰρ τόδ’ ἔσται· προτείνει δὲ χεὶρ ἐκ

### 1110.2

χερὸς ὀρεγομένα.

### 1110.3

Χο.οὔπω ξυνῆκα· νῦν γὰρ ἐξ αἰνιγμάτων

### 1110.4

ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.

### 1113

Κα.ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται;[στρ. ε.

### 1115.1

ἦ δίκτυόν τί γ’ Ἅιδου.

### 1115.2

ἀλλ’ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία

### 1115.3

φόνου. στάσις δ’ ἀκόρετος γένει

### 1115.4

κατολολυξάτω θύματος λευσίμου.

### 1115.5

Χο.ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλῃ

### 1120.1

ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος.

### 1120.2

ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς

### 1120.3

σταγών, ἅτε καὶ δορὶ πτωσίμοις

### 1120.4

ξυνανύτει βίου δύντος αὐγαῖς.

### 1120.5

ταχεῖα δ’ ἄτα πέλει.

### 1125.1

Κα.ἆ ἆ, ἰδοὺ ἰδού· ἄπεχε τῆς βοὸς[ἀντ. ε.

### 1125.2

τὸν ταῦρον· ἐν πέπλοισιν

### 1125.3

μελαγκέρῳ λαβοῦσα μηχανήματι

### unit_339.1

τύπτει· πίτνει δ’ 〈ἐν〉 ἐνύδρῳ τεύχει.

### unit_339.2

δολοφόνου λέβητος τύχαν σοι λέγω.

### 1130.1

Χο.οὐ κομπάσαιμ’ ἂν θεσφάτων γνώμων ἄκρος

### 1130.2

εἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε.

### 1130.3

ἀπὸ δὲ θεσφάτων τίς ἀγαθὰ φάτις

### 1130.4

βροτοῖς τέλλεται; κακῶν γὰρ διαὶ

### 1130.5

πολυεπεῖς τέχναι θεσπιῳδοὶ

### 1135

φόβον φέρουσιν μαθεῖν.

### 1135.1

Κα.ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι·[στρ. ζ.

### 1135.2

τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχέασα.

### 1135.3

ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες;

### 1135.4

οὐδέν ποτ’ εἰ μὴ ξυνθανουμένην. τί γάρ;

### 1140.1

Χο.φρενομανής τις εἶ θεοφόρητος, ἀμ‐

### 1140.2

φὶ δ’ αὑτᾶς θροεῖς

### 1140.3

νόμον ἄνομον, οἷά τις ξουθὰ

### 1140.4

ἀκόρετος βοᾶς, φεῦ, φιλοίκτοις φρεσὶν

### 1140.5

Ἴτυν Ἴτυν στένους’ ἀμφιθαλῆ κακοῖς

### 1145

ἀηδὼν βίον.

### 1145.1

Κα.ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος·[ἀντ. ζ.

### 1145.2

πτεροφόρον γάρ οἱ περὶ δέμας βάλοντο

### 1145.3

θεοὶ γλυκύν τ’ ἀγῶνα κλαυμάτων ἄτερ·

### 1145.4

ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί.

### unit_346.1

Χο.πόθεν ἐπισσύτους θεοφόρους [τ’] ἔχεις

### unit_346.2

ματαίους δύας;

### unit_346.3

τὰ δ’ ἐπίφοβα δυσφάτῳ κλαγγᾷ

### unit_346.4

μελοτυπεῖς ὁμοῦ τ’ ὀρθίοις ἐν νόμοις.

### unit_346.5

πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ

### 1155

κακορρήμονας;

### 1155.1

Κα.ἰὼ γάμοι, γάμοι Πάριδος,[στρ. η.

### 1155.2

ὀλέθριοι φίλων.

### 1155.3

ἰὼ Σκαμάνδρου πάτριον ποτόν.

### 1155.4

τότε μὲν ἀμφὶ σὰς ἀιόνας τάλαιν’

### 1159

ἠνυτόμαν τροφαῖς·

### 1160.1

νῦν δ’ ἀμφὶ Κωκυτόν τε κἀχερουσίους

### 1160.2

ὄχθους ἔοικα θεσπιῳδήσειν τάχα.

### 1160.3

Χο.τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω;

### 1160.4

νεογνὸς ἂν ἀΐων μάθοι.

### 1160.5

πέπληγμαι δ’ ὑπ’ αὖ δήγματι φοινίῳ

### 1165.1

δυσαλγεῖ τύχᾳ μινυρὰ θρεομένας,

### 1165.2

θραύματ’ ἐμοὶ κλύειν.

### 1166

Κα.ἰὼ πόνοι πόνοι πόλεος[ἀντ. η.

### 1167.1

ὀλομένας τὸ πᾶν.

### 1167.2

ἰὼ πρόπυργοι θυσίαι πατρὸς

### 1167.3

πολυκανεῖς βοτῶν ποιονόμων· ἄκος δ’

### 1170.1

οὐδὲν ἐπήρκεσαν

### 1170.2

τὸ μὴ πόλιν μὲν ὥσπερ οὖν ἐχρῆν παθεῖν,

### unit_355.1

ἐγὼ δὲ θερμόνους τάχ’ ἐν πέδῳ βαλῶ.

### unit_355.2

Χο.ἑπόμενα προτέροισι τάδ’ ἐφημίσω.

### unit_355.3

καί τίς σε κακοφρονῶν τίθη‐

### 1175.1

σι δαίμων ὑπερβαρὴς ἐμπίτνων

### 1175.2

μελίζειν πάθη γοερὰ θανατοφόρα.

### 1175.3

τέρμα δ’ ἀμηχανῶ.

### 1177.1

Κα.καὶ μὴν ὁ χρησμὸς οὐκέτ’ ἐκ καλυμμάτων

### 1177.2

ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην·

### 1180.1

λαμπρὸς δ’ ἔοικεν ἡλίου πρὸς ἀντολὰς

### 1180.2

πνέων ἐσᾴξειν, ὥστε κύματος δίκην

### 1180.3

κλύζειν πρὸς αὐγάς, τοῦδε πήματος πολὺ

### 1180.4

μεῖζον· φρενώσω δ’ οὐκέτ’ ἐξ αἰνιγμάτων.

### 1180.5

καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν

### 1185.1

ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων.

### 1185.2

τὴν γὰρ στέγην τήνδ’ οὔποτ’ ἐκλείπει χορὸς

### 1185.3

σύμφθογγος οὐκ εὔφωνος· οὐ γὰρ εὖ λέγει.

### 1185.4

καὶ μὴν πεπωκώς γ’, ὡς θρασύνεσθαι πλέον,

### 1185.5

βρότειον αἷμα κῶμος ἐν δόμοις μένει,

### 1190.1

δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων.

### 1190.2

ὑμνοῦσι δ’ ὕμνον δώμασιν προσήμεναι

### 1190.3

πρώταρχον ἄτης· ἐν μέρει δ’ ἀπέπτυσαν

### 1190.4

εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς.

### 1190.5

ἥμαρτον, ἢ κυρῶ τι τοξότης τις ὥς;

### 1195.1

ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων;

### 1195.2

ἐκμαρτύρησον προυμόσας τό μ’ εἰδέναι

### unit_362.1

λόγῳ παλαιὰς τῶνδ’ ἁμαρτίας δόμων.

### unit_362.2

Χο.καὶ πῶς ἂν ὅρκου πῆγμα, γενναίως παγέν,

### unit_362.3

παιώνιον γένοιτο; θαυμάζω δέ σου,

### unit_363.1

πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν

### unit_363.2

κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις.

### unit_363.3

Κα.μάντις μ’ Ἀπόλλων τῷδ’ ἐπέστησεν τέλει.

### unit_363.4

Χο.μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;

### unit_363.5

Κα.προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.

### 1205.1

Χο.ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον.

### 1205.2

Κα.ἀλλ’ ἦν παλαιστὴς κάρτ’ ἐμοὶ πνέων χάριν.

### 1205.3

Χο.ἦ καὶ τέκνων εἰς ἔργον ἤλθετον νόμῳ;

### 1205.4

Κα.ξυναινέσασα Λοξίαν ἐψευσάμην.

### 1205.5

Χο.ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη;

### 1210.1

Κα.ἤδη πολίταις πάντ’ ἐθέσπιζον πάθη.

### 1210.2

Χο.πῶς δῆτ’ ἄνατος ἦσθα Λοξίου κότῳ;

### 1210.3

Κα.ἔπειθον οὐδέν’ οὐδέν, ὡς τάδ’ ἤμπλακον.

### 1210.4

Χο.ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.

### 1210.5

Κα.ἰοὺ ἰού, ὢ ὢ κακά.

### 1215.1

ὑπ’ αὖ με δεινὸς ὀρθομαντείας πόνος

### 1215.2

στροβεῖ ταράσσων φροιμίοις .....

### 1215.3

ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους

### 1215.4

νέους, ὀνείρων προσφερεῖς μορφώμασιν;

### 1215.5

παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,

### 1220.1

χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς·

### 1220.2

σὺν ἐντέροις τε σπλάγχν’, ἐποίκτιστον γέμος,

### 1220.3

πρέπους’ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.

### 1220.4

ἐκ τῶνδε ποινάς φημι βουλεύειν τινά,

### unit_368

λέοντ’ ἄναλκιν, ἐν λέχει στρωφώμενον

### 1225.1

οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ—

### 1225.2

ἐμῷ· φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν·

### 1225.3

νεῶν τ’ ἄπαρχος Ἰλίου τ’ ἀναστάτης

### 1225.4

οὐκ οἶδεν οἵα γλῶσσα, μισητῆς κυνὸς

### 1225.5

λείξασα κἀκτείνασα φαιδρὸν οὖς δίκην,

### 1230.1

ἄτης λαθραίου τεύξεται κακῇ τύχῃ.

### 1230.2

τοιάδε τόλμα· θῆλυς ἄρσενος φονεύς·

### 1230.3

ἔστιν—τί νιν καλοῦσα δυσφιλὲς δάκος

### 1230.4

τύχοιμ’ ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ

### 1230.5

οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην,

### 1235.1

† θύουσαν Ἅιδου μητέρ’ † ἄσπονδόν τ’ Ἄρη

### 1235.2

φίλοις πνέουσαν; ὡς δ’ ἐπωλολύξατο

### 1235.3

ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ.

### 1235.4

δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.

### 1235.5

καὶ τῶνδ’ ὅμοιον εἴ τι μὴ πείθω· τί γάρ;

### 1240.1

τὸ μέλλον ἥξει. καὶ σύ μ’ ἐν τάχει παρὼν

### 1240.2

ἄγαν γ’ ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.

### 1240.3

Χο.τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν

### 1240.4

ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ’ ἔχει

### 1240.5

κλύοντ’ ἀληθῶς οὐδὲν ἐξῃκασμένα.

### 1245.1

τὰ δ’ ἄλλ’ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω.

### 1245.2

Κα.Ἀγαμέμνονός σέ φημ’ ἐπόψεσθαι μόρον.

### 1245.3

Χο.εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα.

### 1245.4

Κα.ἀλλ’ οὔτι παιὼν τῷδ’ ἐπιστατεῖ λόγῳ.

### unit_374

Χο.οὔκ, εἴπερ ἔσται γ’· ἀλλὰ μὴ γένοιτό πως.

### unit_375.1

Κα.σὺ μὲν κατεύχῃ, τοῖς δ’ ἀποκτείνειν μέλει.

### unit_375.2

Χο.τίνος πρὸς ἀνδρὸς τοῦτ’ ἄχος πορσύνεται;

### unit_375.3

Κα.ἦ κάρτα χρησμῶν παρεκόπης ἐμῶν ἄρα.

### unit_375.4

Χο.τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν.

### unit_375.5

Κα.καὶ μὴν ἄγαν γ’ Ἕλλην’ ἐπίσταμαι φάτιν.

### 1255.1

Χο.καὶ γὰρ τὰ πυθόκραντα· δυσμαθῆ δ’ ὅμως.

### 1255.2

Κα.παπαῖ, οἷον τὸ πῦρ· ἐπέρχεται δέ μοι.

### 1255.3

ὀτοτοῖ, Λύκει’ Ἄπολλον, οἲ ἐγὼ ἐγώ.

### 1255.4

αὕτη δίπους λέαινα συγκοιμωμένη

### 1255.5

λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ,

### 1260.1

κτενεῖ με τὴν τάλαιναν· ὡς δὲ φάρμακον

### 1260.2

τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσει ποτῷ·

### 1260.3

ἐπεύχεται, θήγουσα φωτὶ φάσγανον,

### 1260.4

ἐμῆς ἀγωγῆς ἀντιτείσεσθαι φόνον.

### 1260.5

τί δῆτ’ ἐμαυτῆς καταγέλωτ’ ἔχω τάδε,

### 1265.1

καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη;

### 1265.2

σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.

### 1265.3

ἴτ’ ἐς φθόρον· πεσόντα γ’ ὧδ’ ἀμείβομαι.

### 1265.4

ἄλλην τιν’ Ἄτην ἀντ’ ἐμοῦ πλουτίζετε.

### 1265.5

ἰδοὺ δ’, Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ

### 1270.1

χρηστηρίαν ἐσθῆτ’, ἐποπτεύσας δέ με

### 1270.2

κἀν τοῖσδε κόσμοις καταγελωμένην † μετὰ

### 1270.3

φίλων ὑπ’ ἐχθρῶν οὐ διχορρόπως μάτην.

### unit_380.1

κακουμένη δέ, φοιτὰς ὡς ἀγύρτρια,

### unit_380.2

πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην·

### 1275.1

καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ

### 1275.2

ἀπήγαγ’ ἐς τοιάσδε θανασίμους τύχας.

### 1275.3

βωμοῦ πατρῴου δ’ ἀντ’ ἐπίξηνον μένει,

### 1275.4

θερμῷ κοπείσης φοίνιον προσφάγματι.

### 1275.5

οὐ μὴν ἄτιμοί γ’ ἐκ θεῶν τεθνήξομεν.

### 1280.1

ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος,

### 1280.2

μητροκτόνον φίτυμα, ποινάτωρ πατρός·

### 1280.3

φυγὰς δ’ ἀλήτης τῆσδε γῆς ἀπόξενος

### 1280.4

κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις·

### 1290

ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας,

### 1284

ἄξειν νιν ὑπτίασμα κειμένου πατρός.

### 1285.1

τί δῆτ’ ἐγὼ κάτοικτος ὧδ’ ἀναστένω;

### 1285.2

ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν

### 1285.3

πράξασαν ὡς ἔπραξεν, οἳ δ’ εἷλον πόλιν

### 1285.4

οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει.

### 1285.5

ἰοῦσα πράξω· τλήσομαι τὸ κατθανεῖν.

### 1291.1

Ἅιδου πύλας δὲ τάσδ’ ἐγὼ προσεννέπω·

### 1291.2

ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν,

### 1291.3

ὡς ἀσφάδᾳστος, αἱμάτων εὐθνησίμων

### 1291.4

ἀπορρυέντων, ὄμμα συμβάλω τόδε.

### 1295.1

Χο.ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δ’ αὖ σοφὴ

### 1295.2

γύναι, μακρὰν ἔτεινας. εἰ δ’ ἐτητύμως

### 1295.3

μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου

### unit_388.1

βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;

### unit_388.2

Κα.οὐκ ἔστ’ ἄλυξις, οὔ, ξένοι, † χρόνῳ πλέῳ.

### unit_389.1

Χο.ὁ δ’ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται.

### unit_389.2

Κα.ἥκει τόδ’ ἦμαρ· σμικρὰ κερδανῶ φυγῇ.

### unit_389.3

Χο.ἀλλ’ ἴσθι τλήμων οὖς’ ἀπ’ εὐτόλμου φρενός.

### unit_389.4

Κα.οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.

### unit_389.5

Χο.ἀλλ’ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ.

### 1305.1

Κα.ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων.

### 1305.2

Χο.τί δ’ ἐστὶ χρῆμα; τίς ς’ ἀποστρέφει φόβος;

### 1305.3

Κα.φεῦ φεῦ.

### 1305.4

Χο.τί τοῦτ’ ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος.

### 1305.5

Κα.φόνον δόμοι πνέουσιν αἱματοσταγῆ.

### 1310.1

Χο.καὶ πῶς; τόδ’ ὄζει θυμάτων ἐφεστίων.

### 1310.2

Κα.ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει.

### 1310.3

Χο.οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις;

### 1310.4

Κα.ἀλλ’ εἶμι κἀν δόμοισι κωκύσους’ ἐμὴν

### 1310.5

Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος.

### 1315.1

ἰὼ ξένοι.

### 1315.2

οὔτοι δυσοίζω, θάμνον ὡς ὄρνις, φόβῳ

### 1315.3

ἄλλως· θανούσῃ μαρτυρεῖτέ μοι τόδε,

### 1315.4

ὅταν γυνὴ γυναικὸς ἀντ’ ἐμοῦ θάνῃ,

### 1315.5

ἀνήρ τε δυσδάμαρτος ἀντ’ ἀνδρὸς πέσῃ.

### 1320.1

ἐπιξενοῦμαι ταῦτα δ’ ὡς θανουμένη.

### 1320.2

Χο.ὦ τλῆμον, οἰκτίρω σε θεσφάτου μόρου.

### 1320.3

Κα.ἅπαξ ἔτ’ εἰπεῖν ῥῆσιν, ἢ θρῆνον θέλω

### 1320.4

ἐμὸν τὸν αὐτῆς. ἡλίου δ’ ἐπεύχομαι

### unit_394

πρὸς ὕστατον φῶς τοῖς ἐμοῖς τιμαόροις

### 1325.1

ἐχθροὺς φόνευσιν τὴν ἐμὴν τίνειν ὁμοῦ,

### 1325.2

δούλης θανούσης, εὐμαροῦς χειρώματος.

### 1325.3

ἰὼ βρότεια πράγματ’· εὐτυχοῦντα μὲν

### 1325.4

σκιᾷ τις ἂν πρέψειεν· εἰ δὲ δυστυχοῖ,

### 1325.5

βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν.

### 1330

καὶ ταῦτ’ ἐκείνων μᾶλλον οἰκτίρω πολύ.

### 1330.1

Χο.τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυ

### 1330.2

πᾶσι βροτοῖσιν· δακτυλοδείκτων δ’

### 1330.3

οὔτις ἀπειπὼν εἴργει μελάθρων,

### 1330.4

μηκέτ’ ἐσέλθῃς, τάδε φωνῶν.

### 1335.1

καὶ τῷδε πόλιν μὲν ἑλεῖν ἔδοσαν

### 1335.2

μάκαρες Πριάμου·

### 1335.3

θεοτίμητος δ’ οἴκαδ’ ἱκάνει·

### 1335.4

νῦν δ’ εἰ προτέρων αἷμ’ ἀποτείσει

### 1335.5

καὶ τοῖσι θανοῦσι θανὼν ἄλλων

### 1340.1

ποινὰς θανάτων ἐπικρανεῖ,

### 1340.2

τίς τἂν εὔξαιτο βροτῶν ἀσινεῖ

### 1340.3

δαίμονι φῦναι τάδ’ ἀκούων;

### 1342.1

Αγ.ὤμοι, πέπληγμαι καιρίαν πληγὴν ἔσω.

### 1342.2

Χο.σῖγα· τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος;

### 1345.1

Αγ.ὤμοι μάλ’ αὖθις, δευτέραν πεπληγμένος.

### 1345.2

Χο.τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγμασιν.

### unit_402.1

ἀλλὰ κοινωσώμεθ’, ἤν πως, ἀσφαλῆ βουλεύματα.

### unit_402.2

1.ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω,

### unit_402.3

πρὸς δῶμα δεῦρ’ ἀστοῖσι κηρύσσειν βοήν.

### unit_403.1

2.ἐμοὶ δ’ ὅπως τάχιστά γ’ ἐμπεσεῖν δοκεῖ

### unit_403.2

καὶ πρᾶγμ’ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει.

### unit_403.3

3.κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν

### unit_403.4

ψηφίζομαί τι δρᾶν· τὸ μὴ μέλλειν δ’ ἀκμή.

### unit_403.5

4.ὁρᾶν πάρεστι· φροιμιάζονται γὰρ ὥς,

### 1355.1

τυραννίδος σημεῖα πράσσοντες πόλει.

### 1355.2

5.χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς κλέος

### 1355.3

πέδοι πατοῦντες οὐ καθεύδουσιν χερί.

### 1355.4

6.οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω.

### 1355.5

τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι.

### 1360.1

7.κἀγὼ τοιοῦτός εἰμ’, ἐπεὶ δυσμηχανῶ

### 1360.2

λόγοισι τὸν θανόντ’ ἀνιστάναι πάλιν.

### 1360.3

8.ἦ καὶ βίον τείνοντες ὧδ’ ὑπείξομεν

### 1360.4

δόμων καταισχυντῆρσι τοῖσδ’ ἡγουμένοις;

### 1360.5

9.ἀλλ’ οὐκ ἀνεκτόν, ἀλλὰ κατθανεῖν κρατεῖ·

### 1365.1

πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος.

### 1365.2

10.ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων

### 1365.3

μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος;

### 1365.4

11.σάφ’ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι·

### 1365.5

τὸ γὰρ τοπάζειν τοῦ σάφ’ εἰδέναι δίχα.

### 1370.1

12.ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι,

### 1370.2

τρανῶς Ἀτρείδην † εἰδέναι κυροῦνθ’ ὅπως.

### 1371

Κλ.πολλῶν πάροιθεν καιρίως εἰρημένων

### unit_409.1

τἀναντί’ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.

### unit_409.2

πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις

### 1375.1

δοκοῦσιν εἶναι, πημονῆς ἀρκύστατ’ ἂν

### 1375.2

φράξειεν ὕψος κρεῖσσον ἐκπηδήματος;

### 1375.3

ἐμοὶ δ’ ἀγὼν ὅδ’ οὐκ ἀφρόντιστος πάλαι·

### 1375.4

νείκης παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν·

### 1375.5

ἕστηκα δ’ ἔνθ’ ἔπαις’ ἐπ’ ἐξειργασμένοις.

### 1380.1

οὕτω δ’ ἔπραξα—καὶ τάδ’ οὐκ ἀρνήσομαι—

### 1380.2

ὡς μήτε φεύγειν μήτ’ ἀμύνεσθαι μόρον.

### 1380.3

ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων,

### 1380.4

περιστιχίζω, πλοῦτον εἵματος κακόν,

### 1380.5

παίω δέ νιν δίς· κἀν δυοῖν οἰμωγμάτοιν

### 1385.1

μεθῆκεν αὐτοῦ κῶλα· καὶ πεπτωκότι

### 1385.2

τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονός,

### 1385.3

Ἅιδου, νεκρῶν σωτῆρος, εὐκταίαν χάριν.

### 1385.4

οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών,

### 1385.5

κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν

### 1390.1

βάλλει μ’ ἐρεμνῇ ψακάδι φοινίας δρόσου,

### 1390.2

χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳ

### 1390.3

γάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν.

### 1390.4

ὡς ὧδ’ ἐχόντων, πρέσβος Ἀργείων τόδε,

### 1390.5

χαίροιτ’ ἄν, εἰ χαίροιτ’, ἐγὼ δ’ ἐπεύχομαι.

### 1395.1

εἰ δ’ ἦν πρεπόντων ὥστ’ ἐπισπένδειν νεκρῷ,

### 1395.2

τῷδ’ ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν·

### 1395.3

τοσόνδε κρατῆρ’ ἐν δόμοις κακῶν ὅδε

### unit_415.1

πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών.

### unit_415.2

Χο.θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος,

### unit_416.1

ἥτις τοιόνδ’ ἐπ’ ἀνδρὶ κομπάζεις λόγον.

### unit_416.2

Κλ.πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος·

### unit_416.3

ἐγὼ δ’ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας

### unit_416.4

λέγω—σὺ δ’ αἰνεῖν εἴτε με ψέγειν θέλεις

### unit_416.5

ὅμοιον—οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς

### 1405.1

πόσις, νεκρὸς δὲ τῆσδε δεξιᾶς χερός,

### 1405.2

ἔργον δικαίας τέκτονος. τάδ’ ὧδ’ ἔχει.

### 1406

Χο.τί κακόν, ὦ γύναι,[στρ.

### 1407.1

χθονοτρεφὲς ἐδανὸν ἢ ποτὸν

### 1407.2

πασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὄρμενον

### 1407.3

τόδ’ ἐπέθου θύος, δημοθρόους τ’ ἀράς;

### 1410.1

ἀπέδικες ἀπέταμες, ἀπόπολις δ’ ἔσῃ,

### 1410.2

μῖσος ὄβριμον ἀστοῖς.

### 1410.3

Κλ.νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοί,

### 1410.4

καὶ μῖσος ἀστῶν δημόθρους τ’ ἔχειν ἀράς,

### 1410.5

οὐδὲν τότ’ ἀνδρὶ τῷδ’ ἐναντίον φέρων,

### 1415.1

ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον,

### 1415.2

μήλων φλεόντων εὐπόκοις νομεύμασιν,

### 1415.3

ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ

### 1415.4

ὠδῖν’, ἐπῳδὸν Θρῃκίων ἀημάτων.

### 1415.5

οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν ς’ ἀνδρηλατεῖν,

### 1420.1

μιασμάτων ἄποινα; ἐπήκοος δ’ ἐμῶν

### 1420.2

ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι

### 1420.3

τοιαῦτ’ ἀπειλεῖν, ὡς παρεσκευασμένη

### unit_423.1

ς’ ἐκ τῶν ὁμοίων χειρὶ νικήσαντ’ ἐμοῦ

### unit_423.2

ἄρχειν· ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός,

### 1425

γνώσῃ διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν.

### 1425

Χο.μεγαλόμητις εἶ,[ἀντ.

### 1426.1

περίφρονα δ’ ἔλακες, ὥσπερ οὖν

### 1426.2

φονολιβεῖ τύχᾳ φρὴν ἐπιμαίνεται·

### 1426.3

λίβος ἐπ’ ὀμμάτων αἵματος ἐμπρέπει·

### 1426.4

ἄντιτον ἔτι σε χρὴ στερομέναν φίλων

### 1430

τύμμα τύμματι τεῖσαι.

### 1430.1

Κλ.καὶ τήνδ’ ἀκούεις ὁρκίων ἐμῶν θέμιν·

### 1430.2

μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην,

### 1430.3

Ἄτην Ἐρινύν θ’, αἷσι τόνδ’ ἔσφαξ’ ἐγώ,

### 1430.4

οὔ μοι Φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ,

### 1435.1

ἕως ἂν αἴθῃ πῦρ ἐφ’ ἑστίας ἐμῆς

### 1435.2

Αἴγισθος, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί.

### 1435.3

οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους.

### 1437.1

. . . . . . .

### 1437.2

κεῖται, γυναικὸς τῆσδε λυμαντήριος,

### 1437.3

Χρυσηίδων μείλιγμα τῶν ὑπ’ Ἰλίῳ·

### 1440.1

ἥ τ’ αἰχμάλωτος ἥδε καὶ τερασκόπος

### 1440.2

καὶ κοινόλεκτρος τοῦδε, θεσφατηλόγος

### 1440.3

πιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτων

### 1440.4

ἰσοτριβής. ἄτιμα δ’ οὐκ ἐπραξάτην.

### 1440.5

ὁ μὲν γὰρ οὕτως, ἡ δέ τοι κύκνου δίκην

### 1445.1

τὸν ὕστατον μέλψασα θανάσιμον γόον

### 1445.2

κεῖται † φιλήτως τοῦδ’, ἐμοὶ δ’ ἐπήγαγεν

### 1445.3

εὐνῆς παροψώνημα τῆς ἐμῆς χλιδῇ.

### 1447.1

Χο.φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος,[στρ. α.

### 1447.2

μηδὲ δεμνιοτήρης,

### unit_434.1

μόλοι τὸν ἀεὶ φέρους’ ἐν ἡμῖν

### unit_434.2

Μοῖρ’ ἀτέλευτον ὕπνον, δαμέντος

### unit_434.3

φύλακος εὐμενεστάτου [καὶ]

### unit_434.4

πολέα τλάντος γυναικὸς διαί; πρὸς γυναι‐

### unit_434.5

κὸς δ’ ἀπέφθισεν βίον.

### 1455.1

—ἰὼ ἰὼ παράνους Ἑλένα[ἐφυμν. α

### 1455.2

μία τὰς πολλάς, τὰς πάνυ πολλὰς

### 1455.3

ψυχὰς ὀλέσας’ ὑπὸ Τροίᾳ,

### 1458-1459

νῦν τελέαν πολύμναστον ἐπηνθίσω

### 1460.1

δι’ αἷμ’ ἄνιπτον ἥτις ἦν τότ’ ἐν δόμοις

### 1460.2

ἔρις ἐρίδματος, ἀνδρὸς οἰζύς.

### 1461.1

Κλ.μηδὲν θανάτου μοῖραν ἐπεύχου

### 1461.2

τοῖσδε βαρυνθείς·

### 1461.3

μηδ’ εἰς Ἑλένην κότον ἐκτρέψῃς,

### 1465.1

ὡς ἀνδρολέτειρ’, ὡς μία πολλῶν

### 1465.2

ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσας’

### 1465.3

ἀξύστατον ἄλγος ἔπραξε.

### 1467

Χο.δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ διφυί‐[ἀντ. α.

### unit_441

οισι Τανταλίδαισιν,

### 1470.1

κράτος 〈τ’〉 ἰσόψυχον ἐκ γυναικῶν

### 1470.2

καρδιόδηκτον ἐμοὶ κρατύνεις,

### 1470.3

ἐπὶ δὲ σώματος δίκαν [μοι]

### 1470.4

κόρακος ἐχθροῦ σταθεὶς ἐννόμως ὕμνον ὑ‐

### 1470.5

μνεῖν ἐπεύχεαι 〈κακόν〉.

### 1475.1

Κλ.νῦν δ’ ὤρθωσας στόματος γνώμην,

### 1475.2

τὸν τριπάχυντον

### 1475.3

δαίμονα γέννης τῆσδε κικλῄσκων.

### 1475.4

ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς

### 1475.5

νείρᾳ τρέφεται· πρὶν καταλῆξαι

### 1480

τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.

### 1480.1

Χο.ἦ μέγαν οἴκοις τοῖσδε[στρ. β.

### 1480.2

δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,

### 1480.3

φεῦ φεῦ, κακὸν αἶνον

### 1480.4

ἀτηρᾶς τύχας ἀκόρεστον·

### 1485.1

ἰὼ ἰὴ διαὶ Διὸς

### 1485.2

παναιτίου πανεργέτα·

### 1485.3

τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται;

### 1485.4

τί τῶνδ’ οὐ θεόκραντόν ἐστιν;

### 1488

—ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,[ἐφυμν. β.

### 1490

πῶς σε δακρύσω;

### unit_449.1

φρενὸς ἐκ φιλίας τί ποτ’ εἴπω;

### unit_449.2

κεῖσαι δ’ ἀράχνης ἐν ὑφάσματι τῷδ’

### unit_449.3

ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων,

### unit_449.4

ὤμοι μοι, κοίταν τάνδ’ ἀνελεύθερον

### 1495.1

δολίῳ μόρῳ δαμεὶς 〈δάμαρτοσ〉

### 1495.2

ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.

### 1496.1

Κλ.αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν·

### 1496.2

μὴ δ’ ἐπιλεχθῇς

### 1496.3

Ἀγαμεμνονίαν εἶναί μ’ ἄλοχον.

### unit_452.1

φανταζόμενος δὲ γυναικὶ νεκροῦ

### unit_452.2

τοῦδ’ ὁ παλαιὸς δριμὺς ἀλάστωρ

### unit_452.3

Ἀτρέως χαλεποῦ θοινατῆρος

### unit_452.4

τόνδ’ ἀπέτεισεν,

### unit_452.5

τέλεον νεαροῖς ἐπιθύσας.

### 1505.1

Χο.ὡς μὲν ἀναίτιος εἶ[ἀντ. β.

### 1505.2

τοῦδε φόνου τίς ὁ μαρτυρήσων;

### 1505.3

πῶ πῶ; πατρόθεν δὲ

### 1505.4

συλλήπτωρ γένοιτ’ ἂν ἀλάστωρ.

### 1505.5

βιάζεται δ’ ὁμοσπόροις

### 1510.1

ἐπιρροαῖσιν αἱμάτων

### 1510.2

μέλας Ἄρης, ὅποι δίκαν προβαίνων

### 1510.3

πάχνᾳ κουροβόρῳ παρέξει.

### 1512

—ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,[ἐφυμν. β.

### unit_456

πῶς σε δακρύσω;

### 1515.1

φρενὸς ἐκ φιλίας τί ποτ’ εἴπω;

### 1515.2

κεῖσαι δ’ ἀράχνης ἐν ὑφάσματι τῷδ’

### 1515.3

ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων,

### 1515.4

ὤμοι μοι, κοίταν τάνδ’ ἀνελεύθερον

### 1515.5

δολίῳ μόρῳ δαμεὶς 〈δάμαρτοσ〉

### 1520

ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.

### 1520.1

Κλ.[οὔτ’ ἀνελεύθερον οἶμαι θάνατον

### 1520.2

τῷδε γενέσθαι.]

### 1522.1

οὐδὲ γὰρ οὗτος δολίαν ἄτην

### 1522.2

οἴκοισιν ἔθηκ’;

### 1525.1

ἀλλ’ ἐμὸν ἐκ τοῦδ’ ἔρνος ἀερθέν,

### 1525.2

† τὴν πολύκλαυτόν τ’ Ἰφιγενείαν,

### 1525.3

ἄξια δράσας, ἄξια πάσχων,

### 1525.4

μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω,

### 1525.5

ξιφοδηλήτῳ

### 1529

θανάτῳ τείσας ἅπερ ἔρξεν.

### 1530.1

Χο.ἀμηχανῶ φροντίδος στερηθεὶς[στρ. γ.

### 1530.2

εὐπάλαμον μέριμναν

### 1530.3

ὅπᾳ τράπωμαι, πίτνοντος οἴκου.

### 1530.4

δέδοικα δ’ ὄμβρου κτύπον δομοσφαλῆ

### unit_464

τὸν αἱματηρόν. ψακὰς δὲ λήγει;

### 1535.1

δίκην [δ’] ἐπ’ ἄλλο πρᾶγμα θηγάνει βλάβης

### 1535.2

πρὸς ἄλλαις θηγάναισι Μοῖρα.

### 1536

—ἰὼ γᾶ γᾶ, εἴθ’ ἔμ’ ἐδέξω,[ἐφ. γ.

### 1538-1539

πρὶν τόνδ’ ἐπιδεῖν ἀργυροτοίχου

### 1540

δροίτης κατέχοντα χάμευναν.

### 1541-1542

τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;

### 1543.1

ἦ σὺ τόδ’ ἔρξαι τλήσῃ, κτείνας’

### 1543.2

ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι,

### 1545.1

ψυχῇ τ’ ἄχαριν χάριν ἀντ’ ἔργων

### 1545.2

μεγάλων ἀδίκως ἐπικρᾶναι;

### 1545.3

—τίς δ’ ἐπιτύμβιος αἶνον ἐπ’ ἀνδρὶ θείῳ

### 1548-1549

σὺν δακρύοις ἰάπτων

### unit_473

ἀληθείᾳ φρενῶν πονήσει;

### unit_474.1

Κλ.οὐ σὲ προσήκει τὸ μέλημ’ ἀλέγειν

### unit_474.2

τοῦτο· πρὸς ἡμῶν

### unit_474.3

κάππεσε, κάτθανε, καὶ καταθάψομεν

### unit_474.4

οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,

### 1555.1

ἀλλ’ Ἰφιγένειά νιν ἀσπασίως

### 1555.2

θυγάτηρ, ὡς χρή,

### 1555.3

πατέρ’ ἀντιάσασα πρὸς ὠκύπορον

### 1555.4

πόρθμευμ’ ἀχέων

### unit_476

περὶ χεῖρε βαλοῦσα φιλήσει.

### 1560.1

Χο.ὄνειδος ἥκει τόδ’ ἀντ’ ὀνείδους,[ἀντ. γ.

### 1560.2

δύσμαχα δ’ ἐστὶ κρῖναι.

### 1560.3

φέρει φέροντ’, ἐκτίνει δ’ ὁ καίνων.

### 1560.4

μίμνει δὲ μίμνοντος ἐν θρόνῳ Διὸς

### 1560.5

παθεῖν τὸν ἔρξαντα· θέσμιον γάρ.

### 1565.1

τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων;

### 1565.2

κεκόλληται γένος πρὸς ἄτᾳ.

### 1566.1

Κλ.ἐς τόνδ’ ἐνέβη σὺν ἀληθείᾳ

### 1566.2

χρησμός. ἐγὼ δ’ οὖν

### 1566.3

ἐθέλω δαίμονι τῷ Πλεισθενιδᾶν

### 1570.1

ὅρκους θεμένη τάδε μὲν στέργειν,

### 1570.2

δύστλητά περ ὄνθ’· ὃ δὲ λοιπόν, ἰόντ’

### 1570.3

ἐκ τῶνδε δόμων ἄλλην γενεὰν

### 1570.4

τρίβειν θανάτοις αὐθένταισι·

### 1570.5

κτεάνων δὲ μέρος

### 1575.1

βαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοι,

### 1575.2

μανίας μελάθρων

### 1576

ἀλληλοφόνους ἀφελούσῃ.

### 1576

ΑΙΓΙΣΘΟΣ

### 1577.1

ὦ φέγγος εὖφρον ἡμέρας δικηφόρου.

### 1577.2

φαίην ἂν ἤδη νῦν βροτῶν τιμαόρους

### 1577.3

θεοὺς ἄνωθεν γῆς ἐποπτεύειν ἄχη,

### 1580

ἰδὼν ὑφαντοῖς ἐν πέπλοις Ἐρινύων

### unit_486.1

τὸν ἄνδρα τόνδε κείμενον, φίλως ἐμοί,

### unit_486.2

χερὸς πατρῴας ἐκτίνοντα μηχανάς.

### unit_486.3

Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατήρ,

### unit_486.4

πατέρα Θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι,

### 1585.1

αὑτοῦ δ’ ἀδελφόν, ἀμφίλεκτος ὢν κράτει,

### 1585.2

ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων.

### 1585.3

καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν

### 1585.4

τλήμων Θυέστης μοῖραν ηὕρετ’ ἀσφαλῆ,

### 1585.5

τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον

### 1590.1

αὐτός· ξένια δὲ τοῦδε δύσθεος πατὴρ

### 1590.2

Ἀτρεύς, προθύμως μᾶλλον ἢ φίλως πατρὶ

### 1590.3

τὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν

### 1590.4

δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν.

### 1590.5

τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας

### 1595.1

ἔθρυπτ’ ἄνωθεν ἀνδρακὰς καθημένοις

### 1595.2

ἄσημ’· ὁ δ’ αὐτῶν αὐτίκ’ ἀγνοίᾳ λαβὼν

### 1595.3

ἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾷς, γένει.

### 1595.4

κἄπειτ’ ἐπιγνοὺς ἔργον οὐ καταίσιον

### 1595.5

ᾤμωξεν, ἀμπίπτει δ’ ἀπὸ σφαγὴν ἐρῶν,

### unit_490.1

μόρον δ’ ἄφερτον Πελοπίδαις ἐπεύχεται,

### unit_490.2

λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ,

### unit_490.3

οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος.

### unit_490.4

ἐκ τῶνδέ τοι πεσόντα τόνδ’ ἰδεῖν πάρα.

### unit_490.5

κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς.

### 1605

τρίτον γὰρ ὄντα μ’ ἔλιπε, κἀθλίῳ πατρὶ

### unit_492.1

συνεξελαύνει τυτθὸν ὄντ’ ἐν σπαργάνοις·

### unit_492.2

τραφέντα δ’ αὖθις ἡ δίκη κατήγαγεν,

### unit_492.3

καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν,

### unit_492.4

πᾶσαν ξυνάψας μηχανὴν δυσβουλίας.

### 1610.1

οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί,

### 1610.2

ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν.

### 1610.3

Χο.Αἴγισθ’, ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω.

### 1610.4

σὺ δ’ ἄνδρα τόνδε φῂς ἑκὼν κατακτανεῖν,

### 1610.5

μόνος δ’ ἔποικτον τόνδε βουλεῦσαι φόνον;

### 1615.1

οὔ φημ’ ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάρα

### 1615.2

δημορριφεῖς, σάφ’ ἴσθι, λευσίμους ἀράς.

### 1615.3

Αι.σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενος

### 1615.4

κώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός;

### 1615.5

γνώσῃ γέρων ὢν ὡς διδάσκεσθαι βαρὺ

### 1620.1

τῷ τηλικούτῳ, σωφρονεῖν εἰρημένον.

### 1620.2

δεσμοὶ δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες

### 1620.3

δύαι διδάσκειν ἐξοχώταται φρενῶν

### 1620.4

ἰατρομάντεις. οὐχ ὁρᾷς ὁρῶν τάδε;

### 1620.5

πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς.

### 1625.1

Χο.γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης νέον—

### 1625.2

οἰκουρὸς εὐνήν 〈τ’〉 ἀνδρὸς αἰσχύνους’ ἅμα,

### 1625.3

ἀνδρὶ στρατηγῷ τόνδ’ ἐβούλευσας μόρον;

### 1625.4

Αι.καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ.

### 1625.5

Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις.

### 1630

ὁ μὲν γὰρ ἦγε πάντα που φθογγῆς χαρᾷ,

### unit_498.1

σὺ δ’ ἐξορίνας νηπίοις ὑλάγμασιν

### unit_498.2

ἄξῃ· κρατηθεὶς δ’ ἡμερώτερος φανῇ.

### unit_498.3

Χο.ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσῃ,

### unit_498.4

ὃς οὐκ, ἐπειδὴ τῷδ’ ἐβούλευσας μόρον,

### 1635.1

δρᾶσαι τόδ’ ἔργον οὐκ ἔτλης αὐτοκτόνως.

### 1635.2

Αι.τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς,

### 1635.3

ἐγὼ δ’ ὕποπτος ἐχθρὸς ἦ παλαιγενής.

### 1635.4

ἐκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαι

### 1635.5

ἄρχειν πολιτῶν· τὸν δὲ μὴ πειθάνορα

### 1640.1

ζεύξω βαρείαις, οὔτι μὴ σειραφόρον

### 1640.2

κριθῶντα πῶλον· ἀλλ’ ὁ δυσφιλὴς σκότῳ

### 1640.3

λιμὸς ξύνοικος μαλθακόν σφ’ ἐπόψεται.

### 1640.4

Χο.τί δὴ τὸν ἄνδρα τόνδ’ ἀπὸ ψυχῆς κακῆς

### 1640.5

οὐκ αὐτὸς ἠνάριζες, ἀλλὰ σὺν γυνὴ

### 1645.1

χώρας μίασμα καὶ θεῶν ἐγχωρίων

### 1645.2

ἔκτεινε; Ὀρέστης ἆρά που βλέπει φάος,

### 1645.3

ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ

### 1645.4

ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς;

### 1645.5

Αι.ἀλλ’ ἐπεὶ δοκεῖς τάδ’ ἔρδειν καὶ λέγειν, γνώσῃ τάχα·

### unit_502.1

εἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε.

### unit_502.2

Χο.εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω.

### unit_502.3

Αι.ἀλλὰ κἀγὼ μὴν πρόκωπος οὐκ ἀναίνομαι θανεῖν.

### unit_502.4

Χο.δεχομένοις λέγεις θανεῖν σε· τὴν τύχην δ’ αἱρούμεθα.

### unit_502.5

Κλ.μηδαμῶς, ὦ φίλτατ’ ἀνδρῶν, ἄλλα δράσωμεν κακά.

### 1655

ἀλλὰ καὶ τάδ’ ἐξαμῆσαι πολλὰ δύστηνον θέρος·

### unit_504.1

πημονῆς δ’ ἅλις γ’ ὑπάρχει· μηδὲν αἱματώμεθα.

### unit_504.2

στείχετ’ αἰδοῖοι γέροντες πρὸς δόμους, πεπρωμένοις

### unit_504.3

πρὶν παθεῖν εἴξαντες· ἀρκεῖν χρὴ τάδ’ ὡς ἐπράξαμεν.

### unit_504.4

εἰ δέ τοι μόχθων γένοιτο τῶνδ’ ἅλις, δεχοίμεθ’ ἄν,

### 1660.1

δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι.

### 1660.2

ὧδ’ ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν.

### 1660.3

Αι.ἀλλὰ τούσδε μοι ματαίαν γλῶσσαν ὧδ’ ἀπανθίσαι

### 1660.4

κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος πειρωμένους,

### 1660.5

σώφρονος γνώμης δ’ ἁμαρτεῖν τὸν κρατοῦντ’ 〈ἀρνουμένουσ〉.

### 1665.1

Χο.οὐκ ἂν Ἀργείων τόδ’ εἴη, φῶτα προσσαίνειν κακόν.

### 1665.2

Αι.ἀλλ’ ἐγώ ς’ ἐν ὑστέραισιν ἡμέραις μέτειμ’ ἔτι.

### 1665.3

Χο.οὔκ, ἐὰν δαίμων Ὀρέστην δεῦρ’ ἀπευθύνῃ μολεῖν.

### 1665.4

Αι.οἶδ’ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους.

### 1665.5

Χο.πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ πάρα.

### 1670.1

Αι.ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν.

### 1670.2

Χο.κόμπασον θαρσῶν, ἀλέκτωρ ὥστε θηλείας πέλας.

### 1670.3

Κλ.μὴ προτιμήσῃς ματαίων τῶνδ’ ὑλαγμάτων· 〈ἐγὼ〉

### unit_508

καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων 〈καλῶσ〉.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aeschylus-agamemnon-emo-ae.json (sha256:3927fc61465dabeb5f24eab9807fd74c241991fc96f250dc5c8fe32a6323b169). Cite as `eul_wid: emo-ae`.
