---
title: Scholia-Persians
title_greek: Σχόλια εἰς Πέρσας
author: Aeschylus Scholia
eul_wid: tro-al
eul_aid: tro
canonical: "https://eulogikon.org/grc/aeschylus-scholia/persians-al"
canonical_json: "https://eulogikon.org/data/works/grc/aeschylus-scholia-persians-al-tro-al.json"
sha256: d44fdbc979bb6120508d3ca9ec021ed952d48b3e0e98d87d5148397526075ac5
period: Late Antique
dialect: Byzantine Greek
domain: Grammar
format: Prose
license: CC0-1.0
---

# Scholia-Persians

*Σχόλια εἰς Πέρσας*

**Author:** Aeschylus Scholia

**eul_wid:** `tro-al` · [HTML page](https://eulogikon.org/grc/aeschylus-scholia/persians-al) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/aeschylus-scholia-persians-al-tro-al.json)

## Text

## ΠΕΡΣΑΙ. ΥΠΟΘΕΣΙΣ.

### hyp (t)

ΓΛΑΥΚΟΣ ἐν τοῖς περὶ Αἰσχύλου μύθων ἐκ τῶν Φοινισσῶν Φρυνίχου φησὶ τοὺς Πέρσας παραπεποιῆσθαι. ἐκτίθησι δὲ καὶ τὴν ἀρχὴν τοῦ δράματος ταύτην, Τάδ’ ἐστὶ Περσῶν τῶν πάλαι βεβηκότων. πλὴν ἐκεῖ εὐνοῦχός ἐστιν ἀγγέλλων ἐν ἀρχῇ τὴν Ξέρξου ἧτταν, στορνύς τε θρόνους τινὰς τοῖς τῆς ἀρχῆς παρέδροις, ἐνταῦθα δὲ προλογίζει χορὸς πρεσβυτῶν. [τῶν δὲ χορῶν τὰ μέν ἐστι παροδικὰ, ὅτε λέγει δι’ ἣν αἰτίαν πάρεστιν, ὡς τὸ, Τύριον οἶδμα λιποῦσα. τὰ δὲ στάσιμα, ὅτε ἵσταται καὶ ἄρχεται τῆς συμφορᾶς τοῦ δράματος, τὰ δὲ κομματικὰ, ὅτε λοιπὸν ἐν θρήνῳ γίνεται.] καὶ ἔστιν ἡ μὲν σκηνὴ τοῦ δράματος παρὰ τῷ τάφῳ Δαρείου· ἡ δὲ ὑπόθεσις, Ξέρξης στρατευσάμενος κατὰ Ἑλλάδος, καὶ πεζῇ μὲν ἐν Πλαταιαῖς νικηθεὶς, ναυτικῇ δὲ ἐν Σαλαμῖνι. διὰ Θεσσαλίας φεύγων διεπεραιώθη εἰς τὴν Ἀσίαν. Ἐπὶ Μένωνος τραγῳδῶν Αἰσχύλος ἐνίκα Φινεῖ, Πέρσαις, Γλαύκῳ, Προμηθεῖ. Πρώτη ἔφοδος Περσῶν ἐπὶ Δαρείου ἐδυστύχησε περὶ Μαραθῶνα· δευτέρα Ξέρξου περὶ Σαλαμῖνα καὶ Πλαταιάς. Διὰ γερόντων προλογίζει.

### 1

τάδε] δεικτικῶς. τάδε μὲν Περσῶν] οἱ ὑπομνηματισάμενοί φασιν ὅτι ἑαυτοὺς λέγουσιν πιστώματα Περσῶν οἱ κατὰ τὸν χορόν. ἀγνοοῦσι δὲ ὅτι πόλις ἐστὶ Περσικὴ Πίστειρα· ἣν συγκόψας Πιστὰ ἔφη. οἱ δὲ ἄλλως ὑπομνηματισάμενοί φασιν, ἡμεῖς ἐσμεν οἱ πιστοὶ χρηματοφύλακες Περσῶν. Πιστά] Πίστειρα κατὰ συγκοπήν· ἔστι δὲ Περσικὴ πόλις.

### 3

λείπει τὰ βασίλεια. φύλακες] λείπει τὸ ἐσμέν.

### 4

κατὰ πρεσβείαν: κατὰ τιμὴν αἱρεθέντες. οὓς αὐτὸς ἄναξ: οὓς αὐτὸς ὁ Ξέρξης κατέλιπεν κατὰ τιμήν.

### 6

Δαρειογενής: Δαρείου υἱός. καὶ μὴν Δαρεῖοι τρεῖς. τούτων δὲ πρῶτος ὁ Ὑστάσπου, προκριθεὶς δὲ ὑπὸ τῶν Περσῶν καὶ βασιλεύσας, Ξέρξου πατὴρ τοῦ στρατεύσαντος ἐπὶ τοὺς Ἕλληνας. δεύτερος δὲ Δαρεῖος ὁ Ἀρταξέρξου νόθος προσαγορευθείς. ἔσχατος Δαρεῖος ὁ ὑπὸ Ἀλεξάνδρου τοῦ Φιλίππου ἀναιρεθείς. τινὲς δὲ καὶ τέταρτον Δαρεῖον γράφουσιν. ἐφορεύειν] ἄρχειν, ἐπόπτας εἶναι.

### 8

τῷ βασιλείῳ: τῷ Ξέρξου. Ὁμηρικῶς δὲ πρῶτον τὸν βασιλέα, εἶτα τοὺς ὑπηκόους. “Ἀτρεῖδαί τε καὶ ἄλλοι.” ὀρσολοπεῖται] διαπολεμεῖται, ταράσσεται, θορυβεῖται.

### 13

οἴχωκεν: ἀπόλωλε γὰρ ἡ πᾶσα δύναμις τῶν Περσῶν. ἠδ’ Ἐκβατάνων: ὅτι Ἀκεσσαία πρότερον ἐκαλεῖτο ἀπὸ Ἀκεσσαίου τὰ νῦν Ἐκβάτανα καλούμενα.

### 17

Κίσσινον ἕρκος] πόλις Περσῶν τὸ Κίσσινον. στῖφος] τὸ πύκνωμα.

### 20

παρέχοντες] ὄντες· ἢ τὸ πολέμου ἀντὶ τοῦ πολέμῳ. Ἀρταφρένης] ὑπέρθεσις διὰ τὸ μέτρον.

### 24

βασιλῆς βασιλέως: βασιλεῖς μὲν τῶν ἰδίων πόλεων, ὑποτεταγμένοι δὲ τῷ Πέρσῃ. ὕποχοι] ὕπαρχοι. ἱπποβάται] ἱππικοὶ καὶ τοξόται.

### 27

φοβεροὶ μὲν ἰδεῖν: ἐκ προσόψεως ἱκανοὶ φοβεῖν ὁμοίως καὶ ἐκ τῆς πείρας. δόξῃ] γνώμῃ, ἢ φιλοτιμίᾳ, ἐν ἄλλοις, ἐνυποστάτῳ δοκήσει καὶ πείσματι ψυχῆς.

### 34

Νεῖλος] ὑποχείριοι γὰρ ἦσαν τότε Περσῶν οἱ Αἰγύπτιοι. Σουσισκάνης] τινὲς διαιροῦσι Σουσισκάνης καὶ Πηγάς καὶ Ταγών. τὰ γὰρ ὀνόματα πέπλακε καὶ οὐκ ἔστιν Αἰγυπτιακά. Αἰγυπτίους.

### 39

καὶ ἑλειοβάται: οἱ τὸ Αἰγύπτιον ἕλος οἰκοῦντες. ἢ κοινῶς Αἰγύπτιοι· ἑλώδης γὰρ ἡ Αἴγυπτος. οἱ δὲ, οἱ καὶ ἐπὶ ἕλους ἐλαύνειν δυνάμενοι ναῦς, ὅπερ ἐστὶ τῶν δυσχερεστάτων. ἁβροδιαίτων δ’ ἕπεται: ὄντως γὰρ τοιοῦτοι οἱ Λυδοί.

### 41

καὶ τὸ παρ’ Ἀνακρέοντι “Λυδοπαθεῖς” τινὲς ἀντὶ τοῦ ἡδυπαθεῖς. καὶ τὸ περιφερόμενον Μήτε μοι Λυδῶν καρύκας μήτε μαστίγων ψόφους. καὶ ὁ Λυδοφοίτης δὲ μυροπώλης τὴν τρυφὴν ταύτην δηλοῖ. καὶ τὴν βάκκαριν δὲ ἔνιοι Λυδῶν μύρον ἔφασαν. οἵτ’ ἐπίπαν] οἱ διόλου τὴν ἤπειρον οἰκοῦντες.

### 44

διόποι] διόπται καὶ διέποντες ἡγεμόνες. δίρρυμα] ἀντὶ τοῦ ἅρματα.

### 47

ἀντὶ τοῦ τέθριππα καὶ ἑξάϊππα τάγματα· ἐκ τούτου δὲ τὸ πλῆθος τῶν ἵππων δηλοῖ. στεῦται] “Κλῦθ’, Ἀλαλὰ, Πολέμου θύγατερ, ᾇ θύεται ἄνδρες” ἐν διθυράμβῳ.

### 49

οὕτως στεῦται ἑνικὸν ἀντὶ τοῦ πληθυντικοῦ. πελάται] ἔνοικοι, γείτονες. ἄκμονες: ἀκίνητοι ὑπὸ λόγχης, ὡς ἄκμων ὑπὸ σφυρῶν.

### 55

τοξουλκῷ λήματι πιστούς] ἀντὶ τοῦ ἐμπείρους τοξικῆς. τὸ μαχαιροφόρον] κοινῶς ἁπάντων Περσῶν.

### 58

ὑποπομπαῖς] προτροπαῖς. ἡμερόλεγδον: τὸ ἐκ τῶν ἀριθμῶν καταριθμούμενον, παρὰ τὸ ἡμέρας καὶ τὸ λέξασθαι.

### 63

ἡμερόλεγδον] μακραῖς ἡμέραις λεγόμενον. τείνοντα] μηκυνόμενον.

### 65

πεπέρακεν] κωμῳδεῖται ταῦτα. Εὔπολις ἐν Μαρικᾷ Πεπέρακε μὲν ὁ περσέπτολις ἤδη Μαρικᾶς. χώραν] τὴν Εὐρώπην.

### 68

λινοδέσμῳ] ὡς λινῶν τῶν κάλων ὄντων. ὅδισμα] γρ.

### 71

ἔρεισμα· τὴν ναῦν. ζυγὸν ἀμφιβαλών] ἐγεφύρωσε γὰρ τὸ ἑπταστάδιον ταῖς ναυσὶ συνδήσας αὐτὰς καὶ γῆν ἐπιβαλὼν, ὥστε ὁδὸν ποιῆσαι ἐπὶ τῶν νεῶν. διὸ πολύγομφον ὅδισμα εἶπεν. ζυγὸν] ζεύξας νεῶν τὴν θάλασσαν.

### 74

πᾶσαν χθόνα] τὴν Εὐρώπην. ποιμανόριον] ποιμνίον. ποιμανόριον] τὸ ἀνδρικὸν πλῆθος, σημαῖνον τὸ στράτευμα παρὰ τὸ τοὺς βασιλεῖς λέγεσθαι ποιμένας. ποιμανόριον τὸ ἐκ ποίμνης ἀνδρῶν συνηγμένον βασίλειον. στυφέλοις] σκληροῖς ἡγεμόσιν.

### 80

χρυσονόμου γενεᾶς: νῦν τῆς πλουσίας. τινὲς γὰρ ἀνέγνωσαν χρυσογόνου διὰ τὸ τὸν Περσέα ἀπὸ χρυσοῦ γεγεννῆσθαι· ὃ καὶ βέλτιον. Ἄλλως. τῆς Περσέως γενεᾶς ἀπόγονος· ἢ τῆς τῶν χρυσῶν ἀνθρώπων· ἢ πολυχρύσου. Σύριον δ’ ἅρμα· ἀντὶ τοῦ Ἀσσύριον· οἱ γὰρ Πέρσαι τὸ πρότερον Ἀσσύριοι ἐκαλοῦντο.

### 85

δουρικλύτοις] τοῖς Ἀθηναίοις. τοξόδαμνον] τὸν τῶν Περσῶν· τοξόται γάρ.

### 87

δόκιμος: ἀνδρεῖος, δόκησιν περὶ ἑαυτοῦ ἔχων μεγάλην. ὑποστάς] ἀντιστὰς, ἀντιμαχησάμενος. ἕρκεσιν] “Οὔτ’ ἄρα ἕρκεα ἴσχει.

### 89

” ἕρκεσιν] τάξεσιν. ἄμαχον κῦμα θαλάσσας: τὴν προσβολὴν τῶν Περσῶν.

### 91

ἀπρόσοιστος] ἀκαταμάχητος. στρατὸς—λαός] ἐπὶ τοῦ αὐτοῦ στρατὸς καὶ λαός.

### 93

δολόμητιν δ’ ἀπάταν: ὡς ἔδει παρατέτακται ὁ Ξέρξης. εἰ δὲ θεοῦ ἐπιβουλῇ τὰ τῆς νίκης ἀναβάλλεται, τίς ὁ νικήσων θεόν; πηδήματος εὐπετέος: εὐκινήτου.

### 95

Ὅμηρος “Ἡ δ’ Ἄτη “σθεναρή τε καὶ ἀρτίπος, φθάνει δέ τε πᾶσαν ἐπ’ αἶαν.” ἡ γὰρ ἐκ θεοῦ, φησὶν, ἀμαύρωσις καὶ δόλωσις ἄφυκτός ἐστιν. ἅμα γὰρ δολοῖ καὶ προσαίνει καὶ κακοποιεῖ. φιλόφρων] ἡ θεῶν ἀπάτη.

### 103

τὸ παλαιόν] ἐξ ἀρχῆς. τὸ παλαιόν: τὸ ἀνέκαθεν ἀνδρεῖοί εἰσι καὶ κατὰ εἱμαρμένην πολεμοῦσι. πολεμικοὶ δὲ ὄντες οὐχ ἡσσηθήσονται. ἐπέσκηψε δέ: ἀντὶ τοῦ εἰδέναι ἐποίησεν.

### 108

ἔμαθον δ’ εὐρυπόροιο: οὐχ οἱ Πέρσαι ναυτικοὶ, ἀλλ’ οἱ ὑπήκοοι Περσῶν. τί δὲ τὸ ἔμαθον φησὶν ἀντὶ τοῦ μαθεῖν ἐποίησαν. πολιαινομένας: ἀφριζομένης τῷ ἀφρῷ τῆς κωπηλασίας.

### 112

λεπτοδόμοις: τοῖς λεπτῶς κατεσκευασμένοις. λαοπόροις τε μηχαναῖς: ταῖς τοὺς λαοὺς διαπορθμευούσαις, ἢ ταῖς ἀπὸ τῆς κωπηλασίας μηχαναῖς ταῖς ὑπὸ τῶν λαῶν γινομέναις· οὐχ ὡς αὐτῶν τῶν Περσῶν θαλαττίων ὄντων, ἀλλὰ τῶν ἐκείνοις ὑπηκόων παραλίων.

### 114

μελαγχίτων] ἡ συνετή. μελαγχίτων: πενθήρης, ἢ ἀμφιμέλαινα. ἔστι δὲ παρὰ τὸ “Σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξῃς.” τὰ γὰρ τοῦ σώματος πάθη δοκοῦμεν καὶ τὴν ψυχὴν πάσχειν. ὀά: Περσικὸν θρήνημα.

### 117

μὴ πόλις πύθηται: μὴ πύθηταί τις τῶν ἑτέρων πόλεων κενὸν ἀνδρῶν ὂν τὸ ἄστυ. μὴ τὸ τῆς Σουσίδος ἄστυ κένανδρον ἀκούσῃ. ἀντίδουπον: ἀντηχήσει τοῖς θρήνοις· μὴ ἀντηχήσῃ, φησὶ, θρῆνον αὐτῶν τελευτησάντων.

### 123

ἀπύων] ἀπύοντος πρὸς τὸ ἀντίδουπον ἔσεται· ἢ λείπει τὸ ἔσται· ἔσται ἀπύων· ἢ μετοχὴ ἀντὶ ῥήματος, ἀντὶ τοῦ ἀπύσει. βυσσίνοις] κατὰ κοινοῦ πάλιν τὸ μή· μὴ ῥῆξις πέσῃ πέπλοις.

### 127

ἐκλέλοιπεν] καταλελοίπασι τὴν πόλιν ἀκολουθοῦντες Ξέρξῃ ὡς μέλισσαι τὸ σμῆνος. τὸν ἀμφίζευκτον: τὸν ζευγνύντα ἄμφω τὰς ἠπείρους, ἢ ζευγνύμενον ἐξ ἀμφοῖν.

### 130

ἢ τὸν ὑποζευχθέντα· βατὸν γὰρ αὐτὸν ἐποίησεν ὁ Ξέρξης. ἅλιον] τὸν Ἑλλήσποντον· οἱ δὲ, ὅτι Ταῦρον τὸ ὄρος.

### 132

πρῶνα: τὸν προνεύοντα εἰς ἄμφω τὰς ἠπείρους. ἢ τὸν κοινὸν ἑκατέρας γῆς. μεταξὺ γάρ ἐστιν Εὐρώπης καὶ Ἀσίας. ἀνδρῶν] τῇ ἀπουσίᾳ αὐτῶν.

### 135

ἀκροπενθεῖς] ἐπιμόνως πενθοῦσαι· ὡς δοκεῖν ἁβρύνεσθαι ἐπὶ τὸ πενθεῖν. πόθῳ φιλάνορι] μετὰ φιλάνορος πόθου.

### 139

μονόζυξ] ἄνευ τοῦ ἀνδρός. χρεία δέ] ὁ δέ ἀντὶ τοῦ γάρ· ἡ γὰρ χρεία προσῆκον ποιεῖ τὸ βουλεύεσθαι.

### 145

πατρωνύμιον] ὅτι κατὰ πατέρα συγγενὴς ἡμῖν, τοῦτ’ ἔστιν ὁ ἐκ προγόνου ἰθαγενής. δορυκράνου] τῆς ἀπὸ ξύλου κρανείας.

### 151

Ἄτοσσα, θυγάτηρ Κύρου, γυνὴ Δαρείου, μήτηρ Ξέρξου κατὰ Ἡρόδοτον. προσφθόγγοις] προσηγορικοῖς.

### 157

θεοῦ] τοὺς βασιλεῖς θεοὺς καλοῦσιν οἱ Πέρσαι. δαίμων παλαιός] ἡ εὐδαιμονία.

### 159

ταῦτα] διὰ ταῦτα. κονισθεὶς, ἢ κονίσας αὐτὸς τὸ οὖδας.

### 165

ταῦτα] διὰ ταῦτα. χρημάτων ἀνάνδρων] χωρὶς γὰρ ἀνδρῶν ἄχρηστά ἐστι τὰ χρήματα.

### 167

μήτ’ ἀχρημάτοισι: μήτε τοὺς πένητας πᾶν σθένος ὁρᾶν τοῦ φωτός· ὅ ἐστιν, οὐ πάσης ἀπολαύουσι τῆς τοῦ φωτὸς ἡδονῆς οἱ πένητες. ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ] ἀντὶ τοῦ δύνηται.

### 181

ἐδοξάτην] πρόσεχε τῇ τοῦ ὀνείρου ἀναγνώσει. ἐδοξάτην μοι δύο γυναῖκ’ εὐείμονε] ἐντεῦθεν ἔλαβεν Σοφοκλῆς τὸ Ἐδοξάτην μοι τὰ δύ’ ἠπείρω μολεῖν. καὶ Εὐριπίδης Ἔδοξεν ὕπνῳ τῆσδ’ ἀπαλλαχθεῖσα γῆς. γένους ταυτοῦ] Ἄνδρων ὁ Ἁλικαρνασεύς φησι “Ὠκεανὸς “δὲ γήμας Πομφολύγην καὶ Παρθενόπην ἴσχει ἐκ μὲν Παρθενόπης “Εὐρώπην καὶ Θρᾴκην, ἐκ δὲ Πομφολύγης Ἀσίαν καὶ Λιβύην· ἀφ’ “ὧν τὰς ἠπείρους ὀνομασθῆναι συμβέβηκεν.

### 185

” τῇδ’] τῇ Περσίδι δεικτικῶς, ὡς τῇ ἡμετέρᾳ, ἣν φορῶ.

### 193

εὔαρκτον] ὑπήκοον. ἐσφάδαζε] ἐσκάριζεν.

### 194

ἐν τῇ βίᾳ δίφρου χαλινὰ ῥήσσει. ζυγόν] τὸν δίφρον ἀχαλίνωτον γενόμενον.

### 199

πέπλους ῥήγνυσιν] αἰδεσθεὶς τὸ πτῶμα. ἀποτρόποισι] οἷς ἀποτροπιαζόμεθα τοὺς ὀνείρους.

### 208

χηλαῖς: τοῖς ὄνυξιν. οὐχ ὑπεύθυνος: οὐ τιμωρητέος, οὐ δίκας ὀφείλων, διὰ τὸ ὑμᾶς αὐτὸν παρορμῆσαι, καὶ κοινῇ ἤτοι κοινῷ δόγματι εἶναι τὴν ἔξοδον.

### 216

προστροπαῖς] ἱκεσίαις. εἴτι] ὡς οὐ δεινὰ τεθέασαι.

### 223

τἄμπαλιν] τὰ δὲ κακὰ τὰ σχεθέντα ὑπὸ τῆς γῆς ἀφανισθῆναι τῷ σκότῳ. θυμόμαντις: οὐ Φύσει μάντις, ἀλλ’ ὑπὸ λογισμοῦ κρίνων καὶ ὑπὸ ἐνθυμήσεως.

### 226

ἀλλὰ μὴν εὔνους: ἀντὶ τοῦ σὺ πρῶτος ἀκούσας τοῦ ὀνείρου εὐνοϊκῶς συνεβούλευσας ἐξιλεώσασθαι οὐρανίους καὶ χθονίους δαίμονας. φάτιν] τὸν ὄνειρον.

### 228

ἐκτελοῖτο δὲ τὰ χρηστά: ἡ ἐξιλέωσις εἰς ἀγαθὸν ἀποβαίη. φθινασμάτων: τῶν λήξεων, τῶν δυσμῶν, ἢ τῶν δύσεων, ἢ τῶν ἐκλείψεων· ὅτε γὰρ δύει ὁ ἥλιος, ἐκλείπει.

### 232

ἔνθεν καὶ λίψ ὁ ἄνεμος ἀπὸ δυσμῶν. πᾶσα] εἰ ληφθείησαν αἱ Ἀθῆναι.

### 236

ἔρξας πολλά: τῆς ἐν Μαραθῶνι πεζομαχίας μέμνηται. ἀργύρου] τὰ ἐν τῇ Ἀττικῇ.

### 238

ἀργύρου πηγή: ἐν Θορικῷ γάρ ἐστι μέταλλα καὶ ἐν Λαυρίῳ. τοξουλκός] τοξικὴ βολή.

### 240

ἔγχη σταδαῖα: ἐκ τοῦ συστάδην μαχόμενα, οἷον συστάδην μάχονται. τοὺς γὰρ ἐκ διαστημάτων μαχομένους κατηυτέλιζον. πῶς ἂν οὖν] μὴ ἔχοντες τὸν ἐφεστηκότα.

### 245

τοῖς τεκοῦσι] ἀντὶ τοῦ ἡμῖν. ἀλλ’ ἐμοί] κατὰ τὴν ἐμὴν δόκησιν μαθήσῃ τἀληθῆ.

### 248

κλύειν] λείπει ὥστε. τὸ Περσῶν δ’ ἄνθος] τὸ κάλλος, τὸ στράτευμα.

### 253

κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά] “Στέργει γὰρ οὐδεὶς “ἄγγελον κακῶν ἐπῶν.” ἄνια] ἀνίατα.

### 257

νεόκοτα] νεωστὶ μηνυθέντα ἡμῖν ὑπό τινος τῶν δαιμόνων. διαίνεσθε] δακρύετε.

### 259

τόδ’ ἄχος] ὃ εἶπον. μακροβίοτος] εἰς τοῦτο ἐμακρύνθη ὁ βίος ἡμῶν, εἰς τὸ ἀκοῦσαι τοιαῦτα κακά.

### 270

παμμιγῆ] διαφόρων ἐθνῶν. ἐπ’ αἶαν] ἐπ’ αἶαν Ἑλλάδα δῖαν χώραν. πολυβαφῆ] ὑπὸ τοῦ αἵματος.

### 277

πλαγκτοῖς: ὡς ἂν εἴποι τις διαύλοις. τὰ γὰρ κύματα ἐκχεῖται καὶ ὑπονοστεῖ. διπλάκεσσι δὲ, ταῖς δύο πλαξὶ, τῆς θαλάσσης τε καὶ γῆς. ἢ ἐν Σαλαμῖνι καὶ Πλαταιαῖς. ἐμβολαῖς] ἀντὶ τοῦ προσβολαῖς.

### 281

δυσαιανῆ] δυσθρήνητον. δαΐοις] διακεκομμένοις.

### 286

στυγναὶ δ’ Ἀθᾶναι] ἡμῖν τοῖς δηΐοις στυγνότητος αἴτιαι πάρεισιν εἰς μνήμην αἱ Ἀθῆναι, ὅ ἐστι τῶν Ἀθηνῶν ἡ μνήμη στυγνοὺς ἡμᾶς ποιεῖ. μάταν] ματαίως, μηδὲν βλαψάσας.

### 289

ἔκτισαν] ἐποίησαν. εὔνιδας] ὀρφανάς. τὸ μήτε λέξαι] λείπει ἡ πρός.

### 292

τοιοῦτοι δὲ οἱ συμφοραῖς μεγάλαις κατεχόμενοι. καταστάς: κατάστασιν τοῦ θορύβον λαβών.

### 296

τίς οὒ τέθνηκεν: καλῶς πρῶτον περὶ τῶν ζώντων ἐρωτᾷ, ὡς ὀλίγων ὄντων, παρίστησι δὲ καὶ τὸ πλῆθος τῶν ἀποθανόντων. τῶν ἀρχελείων] λαῶν ἀρχόντων.

### 297

Gl. τῶν βασιλέων, ἀπὸ τοῦ τῶν λαῶν ἄρχειν. εἶπας δώμασιν φάος μέγα] ἐνόμιζε γὰρ αὐτὸν τεθνάναι.

### 303

στύφλους] πετρώδεις. Σιληνιῶν] Σιληνίαι αἰγιαλὸς Σαλαμῖνος, πλησίον τῆς λεγομένης Τροπαίου ἄκρας, ὡς Τιμόξενος ἐν τῷ ϛʹ περὶ λιμένων. Βακτρίων] Βάκτρα πόλις Περσίδος.

### 307

θαλασσόπληκτον] εὐφήμως κεῖται, ἐν Σαλαμῖνι. τὴν πελειοθρέμμονα] τὴν πολυτρήρενα Σαλαμῖνα παρὰ τὸ Ὁμηρικὸν “Πολυτρήρωνά τε Θίσβην.

### 309

” κύρισσον: συνέκρουον ἄλλοις· ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζῴων τῶν τυπτόντων τοῖς κέρασιν.

### 312

Ἀδεύης καὶ Φερεσσεύης] ταῦτα οὐκ ἔχει τὸν Αἰγύπτιον χαρακτῆρα, ἀλλὰ ποιητικῶς διαπέπλασται. πυρσήν] τινὲς ἀντὶ τῆς γενικῆς πυρρᾶς γενειάδος· καὶ τὸ ἑξῆς, ἔτεγγεν χρῶτα, ἔβρεχε τῷ αἵματι.

### 316

δάσκιον] δασύτριχον. Μᾶγος Ἄραβος] Μάγος ἐθνικὸν, Ἄραβος κύριον.

### 319

σκληρᾶς μέτοικος γῆς: ὁ ἐκεῖ ἀπελθὼν μετοικήσει τὴν Σαλαμῖνα τὴν σκληρὰν καὶ πετρώδη. μέτοικος γῆς] ἐν Σαλαμῖνι μετοικήσας εὐφήμως· παρόσον ἀνυπόστροφος αὐτῷ ἡ ἐκ ταύτης ἄφοδος γέγονεν. Λυρναῖος] ἀπὸ πόλεως.

### 327

ἄπαρχος] ἡγεμών. πολλῶν] λείπει τὸ κακῶν.

### 331

αἰαῖ—τάδε] ἰαμβικὸς ὁ στίχος. ἀναστρέψας] ἀναλαβών.

### 335

ἀξιῶσαι] ἄξιον ἡγήσασθαι τολμῆσαι. ἐμβολαῖς] προσβολαῖς.

### 337

πλήθους μὲν ἄν] λείπει τὸ ἦν. σημείωσαι τὸ τῶν νεῶν πλῆθος τῶν στρατῶν ἀμφοτέρων.

### 339

τριακάδας δέκα] τοῦτ’ ἔστι τʹ. δεκὰς δ’ ἦν τῶνδε] ἐκ τῶν τʹ δέκα ἦσαν αἱ ἡγούμεναι ὡς βελτίονες.

### 343

ἑκατὸν δὶς ἦσαν ἑπτά θ’] σζʹ αἱ ἄρισται· ἢ σιδʹ, ἵνα ᾖ τὸ δὶς ἐκ κοινοῦ. τάλαντα βρίσας] τὰ τῶν Περσῶν ζυγὰ βαρήσας.

### 346

“Ῥέπε “δ’ αἴσιμον ἦμαρ Ἀχαιῶν.” ἀνδρῶν γὰρ ὄντων] Ἀλκαῖος “Ἄνδρες γὰρ πόλεως πύργος ἀρεύϊος.

### 349

” ἀνὴρ γὰρ Ἕλλην: βουληθέντων γὰρ τῶν Ἑλλήνων φυγεῖν διὰ τὸ πλῆθος τῶν Περσῶν, Θεμιστοκλῆς Σίκιννον τὸν παιδαγωγὸν ἔπεμψε πρὸς τὸν Ξέρξην ὡς αὐτομολήσαντα, λέγοντα τῷ Ξέρξῃ ὅτι μέλλουσι φυγεῖν Ἕλληνες.

### 355

τοῦτο δὲ ἐποίησεν, ἵνα ἐν ἀπογνώσει μαχήσονται οἱ Ἕλληνες. εὖτ’ ἄν—]ὡς ἀπὸ Ξέρξου ὁ λόγος.

### 365

τέμενος αἰθέρος] κατὰ περίφρασιν τὸν αἰθέρα. στῖφος] πλῆθος.

### 367

ἔκπλους] τὰς ἐξόδους. ἄλλας δὲ κύκλῳ] κοινὸν τὸ τάξαι.

### 369

ὡς εἰ μόρον] ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν, ὡς εἰ ἐξειλήσαιεν, φησὶν, οἱ Ἕλληνες δραπετεύσαντες, πᾶσιν ἠπείλει τοῖς ταχθεῖσιν αὐτοῖς φυλάξαι τῆς κεφαλῆς στερηθῆναι. ἄτοπον δὲ ἀπειλεῖν πλήθει τοσούτῳ θάνατον. βέλτιον οὖν κράτος τῆς τιμῆς καὶ ἀρχῆς στερίσκεσθαι, ἵν’ ᾖ κράτος ἀντὶ κράτους. τροποῦτο κώπην] κώπην εὐήρετμον ἀμφὶ σκαλμὸν ἐδέσμευε.

### 376

τροπωτὴρ δὲ ὁ λῶρος ὁ δεσμεύων τὴν κώπην πρὸς τῷ σκαλμῷ. καὶ νύξ] καὶ νὺξ ἐγένετο καὶ οὐδεὶς Ἑλλήνων ἠξίωσεν.

### 379

ἐπιστάτης] ἐπιστήμων. νεὼς μακρᾶς] τῆς πολεμικῆς.

### 385

καθίστατο] ὡς ᾠόμεθα. ἐπέφλεγεν] τὰ τῶν Ἑλλήνων ἐξέκαιεν καὶ ἀνήγειρεν ἡ σάλπιγξ.

### 396

ῥοθιάδος: τῆς ἠχητικῆς· ἢ τῆς ἐν ὑγρῷ ἐλαυνομένης. τὸ δεξιόν] τὸ Θεμιστοκλέους.

### 400

δεύτερον] τὸ ἀριστερὸν καὶ τὸ μέσον. στόλος] τὸ ἔμβολον λέγει· στόλον δὲ λέγει παρ’ ὅσον εἰς ὀξὺ συνεσταλμέναι εἰσίν· οὕτως γὰρ ἔλεγον στόλον τὰ ἀπωξυμμένα. θήκας] τάφους.

### 408

στόλον] τὸν ἔμβολον παρὰ τὸ εἰς ὀξὺ συνεστάλθαι. Φοινίσσης] ἀντὶ τοῦ Περσίδος.

### 411

δόρυ] τὴν ναῦν δόρυ εἴρηκεν. νῦν] ἀντὶ τοῦ δή.

### 413

ἐν στενῷ] μεταξὺ Σαλαμῖνος καὶ Αἰγίνης τὸ στενὸν ἦν. παίοντ’] παράλογον τὸ δυϊκόν.

### 417

οὐχ ἁπλῶς οὐδὲ ἀδιδάκτως. σκάφη νεῶν] ἀντὶ τοῦ αἱ νῆες.

### 419

νεῶν] τῶν Περσῶν δηλονότι. ναυαγίων] ναυαγία αὐτὸ τὸ πάθος, ναυάγιον δὲ αὐτὸ τὸ ναυαγῆσαν σκεῦος. διὰ τοῦτο οὖν ναυαγίων βαρυτόνως τῶν σωμάτων. βόλον] ἄγραν.

### 425

ἐρειπίων] ἐρείπια κυρίως τὰ πτώματα τῶν οἴκων· νῦν δὲ τὰ θραύσματα τῶν νεῶν. ἕως κελαινῆς νυκτός] λείπει τὴν μάχην· ἕως ἡ νὺξ ἐπιγενομένη ἔπαυσεν αὐτοὺς τῆς μάχης.

### 429

Ἴων ἐν ταῖς Ἐπιδημίαις παρεῖναι Αἰσχύλον ἐν τοῖς Σαλαμινιακοῖς φησί. στοιχηγοροίην] ἐφεξῆς λέγοιμι, στοιχομυθοίην.

### 432

τοσοῦτ’ ἀριθμόν] πλῆθος ἀνθρώπων τοσοῦτον τῷ ἀριθμῷ. μήποτε δὲ τοσουτάριθμον θέλει. κακῶν δὴ πέλαγος] εὔκαιρος ἡ τροπὴ ἀπὸ τῶν ἐν πελάγει ἀτυχησάντων.

### 437

ῥοπῇ] τῇ κακῇ δηλονότι. μάσσονα] μείζονα.

### 443

ἐν πρώτοις] εἰς πίστιν ἐν πρώτοις, ὅ ἐστι πιστικώτατοι. νῆσός τις ἐστί] τὴν Ψυττάλειάν φησιν, ἣ ἀπέχει προς ρον σταδίους εʹ, ὅπου φυγόντες οἱ ἡγεμόνες τῶν Περσῶν ὑπὸ Ἀθηναίων ἀπώλοντο.

### 448

φιλόχορος] ὁ θεὸς ὁ Πάν. Πάν] ἢ ὡς ἱερᾶς οὔσης Πανός· ἢ ὡς ἔρημος.

### 450

πέμπει] ὁ Ξέρξης. φθαρέντες] ἀντὶ τοῦ μετὰ φθορᾶς ἐξέλθοιεν.

### 454

ἱστορῶν] σκοπῶν. μάχης] τῆς ναυμαχίας.

### 458

ἀμηχανεῖν] τοὺς Πέρσας. θώμιγγος] θῶμιγξ κέκληται τὸ λεπτὸν σχοινίον.

### 465

κακῶν ὁρῶν βάθος] ἀπὸ τῶν ὑδάτων ἡ μεταφορά. εὐαγῆ] καθαρὰν, κεχωρισμένην· ἢ αὐγάζοντα καὶ ὁρῶντα.

### 466

λέγει δὲ τὸ ἀντικρὺ Σαλαμῖνος ὄρος τὸν Αἰγάλεων, ὥς φησιν Ἡρόδοτος. παραγγείλας] φυγεῖν δῆλον ὅτι.

### 472

ὦ στυγνὲ δαῖμον] ψευσθῆναι ἐποίησας τῶν φρενῶν καὶ ἀποτυχεῖν ὧν ἤλπιζον. πρόσθε] ἐπὶ Δαρείου.

### 481

κατ’ οὖρον] ἐκεῖ, φησὶν, ἀπίασιν ὅπου ὁ ἄνεμος αὐτοὺς φέρει. Κρηναῖον γάνος] τόπος Βοιωτίας ἡ Κρήνη.

### 484

ὑπ’ ἄσθματος] οἷον μετὰ ἄσθματος. Σπερχειός] ὁ Σπερχειὸς ἐξ Αἰνιάνων ῥέων εἰς τὸν Μηλιακὸν ἐμβάλλει κόλπον.

### 494

Θρᾴκης. Βόλβης] λίμνη Θρᾳκική. ἄωρον] παρὰ καιρόν.

### 497

Στρυμόνος] Στρυμὼν, ποταμὸς Θρᾴκης. δέ τις] καὶ ὁ πάνυ ἀσεβής. κρυσταλλοπῆγα] κρυστάλλῳ πεπηγότα.

### 501

περᾷ] τὸ ἑξῆς διαπερᾷ. διῆκε] διελθεῖν καὶ ῥεῦσαι ἐποίησεν.

### 511

ἑστιοῦχον] τὴν Περσίδα τὴν ἔχουσαν αὐτῶν τὴν ἑστίαν. διαπεπραγμένου] πεφονευμένου.

### 520

φαύλως] οὐκ ἀληθῶς. αὔτ’] αὐτά· ἀντὶ τοῦ τὰ ὀνείρατα. φάτις ὑμῶν] ἡ ὑμῶν κρίσις ἡ λέγουσά μοι εὔξασθαι θεοῖς καὶ Δαρείῳ.

### 524

πέλανον: πεπεμμένον πλακοῦντα. ἐπίσταμαι μέν] οἶδα μὲν ὅτι τὸ κακὸν ἤδη ἐγένετο· ἀλλὰ κἂν ἐπὶ τοῖς ζῶσιν ἀνδράσιν εὔξομαι.

### 538

κατερεικόμεναι] κατασχίζουσαι, ἐνεργητικῶς. ἁβρογόοι] ἁβρογόοι αἱ ἐντρυφῶσαι τοῖς δάκρυσιν.

### 547

αἴρω] βαστάζω. ἐκκενουμένα] τῶν ἀνδρῶν.

### 550

ἄγαγεν] εἰς τὸν πόλεμον. βαρίδεσσι] βάριδες αἱ νῆες.

### 557

ἄκτωρ] βασιλεύς. διὰ δ’—τυτθὰ δ’—ὡς ἀκούομεν] περισσοὶ οἱ δύο δέ καὶ τὸ ὡς.

### 563

τὸ δ’ ἑξῆς, μόγις δὲ διαφυγεῖν ἀκούομεν τὰς χεῖρας Ἰαόνων τὸν ἄνακτα. τυτθά] ὃ ἡμεῖς λέγομεν παρ’ ὀλίγον.

### 568

πρωτόμοροι] περὶ τῶν τεθνηκότων ἐν Σαλαμῖνι. πρωτόμοροι: οἱ πρῶτοι ἀποθανόντες. τὸ ἑξῆς τούτου ἐστὶ, σκύλλονται πρὸς ἀναύδων. πρὸς ἀνάγκαν: τὴν τοῦ θανάτου.

### 569

Ὅμηρος “Ἐπεὶ κατὰ “μοῖρ’ ἐπέδησεν.” Κυχρείας] τῆς Σαλαμῖνος.

### 571

δακνάζου] παραγώγως ἀντὶ τοῦ δάκνου. οὐράνι’ ἄχη] ἕως τοῦ οὐρανοῦ βόησον τὰ ἄχη.

### 574

δυσβάϋκτον] θρηνητικήν. βοᾶτιν] βοητικήν.

### 577

ἀναύδων] τῶν ἰχθύων. τᾶς ἀμιάντου] τῆς θαλάσσης· αὐτὴν γὰρ λέγει ἀμίαντον.

### 579

δόμος] λείπει πᾶς. περσονομοῦνται] ὑπὸ Περσῶν ἄρχονται.

### 589

βασιλεία] τὰ τοιαῦτα πάντα κτητικὰ μακρὸν ἔχει τὸ α. αἱ γὰρ βασιλεῖαι ἔχουσι τοῦτο. οὐδ’ ἔτι—]οὐδὲν γὰρ δεδίασιν οἱ ὑπήκοοι ἔτι.

### 591

ἠλευθέρωται οὖν αὐτῶν ἡ γλῶσσα πρὸς τὸ κακηγορεῖν βασιλέα. ζυγὸν ἀλκᾶς] ἡ ἀλκή.

### 597

τὰ Περσῶν] σώματα. κακῶν] ἔθος ἔχουσιν οἱ δυστυχοῦντες δυστυχίαν φαντάζεσθαι, οἱ δὲ εὐτυχοῦντες εὐτυχίαν.

### 602

οὐριεῖν: οὐριοδρομεῖν, παρὰ τὸ Ὁμηρικὸν, Τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων οἷον ἐπ’ ἦμαρ ἄγῃσι. ἀνταῖα: ἐναντία φαίνεται τὰ θεῶν· οἷον, ἀντικειμένους ἡμῖν ὁρῶ τοὺς θεούς.

### 605

οὐ παιώνιος: ἀλλὰ φθαρτικός. σημείωσαι τὸ εἶδος τῶν χοῶν.

### 609

παιδὸς πατρί] πατρὶ παιδός. ἁγνῆς] λευκῆς, ἢ ἀγελαίας, ἢ ἀσινοῦς.

### 612

παμφαές] φαιδρόν. παρθένου πηγῆς μέτα] σὺν ὕδατι πηγαίῳ.

### 613

παρθένου] καθαρᾶς. μητρὸς ἀγρίας] ἀγριοποιοῦ διὰ τὴν μέθην.

### 616

αἰὲν ἐν φύλλοισι] ἀεὶ γὰρ ἔχει τὰ φύλλα· διὸ προσέθηκεν “ἐν φύλλοισι θαλλούσης” πρὸς τὸν καρπόν. οὐ γὰρ διηνεκής. ἄνθη τε πλεκτά] στέμματα.

### 620

δαίμονα] ὡς θεὸς γὰρ παρὰ Πέρσαις τιμᾶται. πρέσβος] τιμία παρὰ Πέρσαις.

### 630

ψυχήν] τὴν Δαρείου. μακαρίτας] μακαρίτης ὁ τεθνεὼς, μακάριος ὁ ζῶν.

### 637

παντάλαν’] θρηνητικά. χθονίων] τὸν καταχθόνιον.

### 643

αἰνέσατ’] αἰνέσατε ἐλθεῖν ἐξ Ἅιδου. ὄχθος] τάφος.

### 651

οἶον ἄνακτα] τὸν μόνον γενόμενον βασιλέα διὰ τὸ κηδεμονικόν. ἔοικε δὲ ὁ Δαρεῖος καὶ Δαρειὰν λέγεσθαι. ἢ τὴν Δαρείαν ψυχὴν ἀνάπεμψον. ὑποδώκει] ὑπὸ τὸν ἑαυτοῦ πόδα ἡνιόχει.

### 657

βαλήν] βαλῆνα τὸν βασιλέα. Εὐφορίων δὲ Θουρίων φησὶ τὴν διάλεκτον. βαλήν] βασιλεὺς κατὰ Θουρίους. εὔμαριν] εἶδος ὑποδήματος.

### 662

τιάρας: τῆς κυρβασίας. πιφαύσκων] φαίνων, δεικνύων τῆς περικεφαλαίας τὸν λόφον.

### 672

ὡς ἐπῳδῇ κέχρηται τῇ βάσκε πάτερ. δυνάτα] ἀντὶ τοῦ δυνάστα.

### 677

δίδυμα] δύο, Πέρσου καὶ Ξέρξου. ἁμάρτια: ὁμοῦ ἡρμοσμένα. γρ. δὲ τὰ ἁμαρτήματα. νᾶες ἄναες] αἱ μηκέτι νῆες.

### 680

ἀπώλοντο γάρ. ὑποκρίνεται ὁ Δαρεῖος.

### 681

πιστὰ πιστῶν] ἐκ πιστῶν πατέρων πιστοὶ υἱοί. ὀρθιάζοντες γόοις] μεγάλως θρηνοῦντες.

### 688

οὐκ εὐέξοδον: οὐ δυνατὸν ταχέως ἐξιέναι. ἀπολογεῖται δὲ ὡς βραδύνας. ἐνδυναστεύσας] μεγάλα δυνηθεὶς παρ’ αὐτοῖς.

### 693

νεοχμόν] νεωστὶ παρὰ τὴν αἰχμὴν γενόμενον. μακεστῆρα] μήκους ἐχόμενον.

### 700

δίομαι μὲν χαρίσασθαι] τὰ πρὸς χάριν εἰπεῖν δέδια μέν σοι. δίομαι] δέδια. ἀντία] ἀληθεῦσαι· λυπηθήσῃ γάρ.

### 708

ὁ μάσσων βίοτος] ἐν τῷ μακρῷ τοῦ βίου χρόνῳ. μάσσων] ὁ μείζων. σημείωσαι τὸ ὡς ἔπος εἰπεῖν.

### 717

τίς δ’ ἐμῶν ἐκεῖσε παίδων] Ἡρόδοτος ζʹ φησὶ Δαρείου παῖδας εἶναι, Ἑλλάνικος δὲ ιαʹ. ἠπείρου πλάκα] τὸ ἅπλωμα περιφραστικῶς τὴν ἤπειρον.

### 720

ἀμφότερα] καὶ ναυτικὸν καὶ πεζόν. ὥστ’ ἔχειν πόρον] ὥστ’ ἐπέχειν τὸ ὕδωρ καὶ συνέχειν τὸν πόρον.

### 723

Βόσπορον] τὸν Ἑλλήσποντον. ξυνήψατο] ἴσως καὶ συνήργησεν αὐτῷ δαίμων τις.

### 728

ναυτικὸς στρατὸς κακωθείς] τῶν ναυτικῶν φθαρέντων οἱ ἐν Ψυτταλείᾳ εὐάλωτοι γεγένηνται. ἀρωγῆς] τῆς ἀπολομένης.

### 732

οὐδέ τις γέρων] ὅ ἐστι πάντες νέοι. τελευτᾶν] διαπράττεσθαι.

### 735

ἔστι τις σωτηρία] ἐν ἐρωτήσει. ζευκτηρίαν] τὸν Ἑλλήσποντον, ὃς ζεύγνυσιν Ἀσίαν καὶ Εὐρώπην.

### 736

μολεῖν] γρ. φυγεῖν. οὐκ ἔνι στάσις] ἀμφιβολία.

### 738

τοῦτο οὐκ ἄδηλον. φεῦ, ταχεῖα] ὡς τοῦ Δαρείου εἰπόντος αὐτὸν ἀποβαλεῖν πολὺν στρατόν.

### 742

ἀλλ’ ὅταν] ὅταν, φησὶ, σπουδάζῃ τις εἰς κακὰ ἢ εἰς καλὰ, ὁ θεὸς συνεπιλαμβάνεται. Ἑλλήσποντον ἱερόν] διὰ τὸ ἱδρῦσθαι αὐτόθι Διὸς ἱερὸν, ὡς Μνασέας· ἢ τὸν ἀνειμένον, ὡς ἱερὸν ἰχθῦν.

### 751

δέδοικα μὴ πολύς] δέδοικα μὴ ὁ πολὺς πλοῦτος ἁρπαγῇ ὁ ἐμὸς ὑπὸ τοῦ φθάσαντος. φθάσαντος] τοῦ καταλαμβάνοντος.

### 756

ἔνδον αἰχμάζειν] οἰκουρεῖν. σφιν] τοῖς προτρεψαμένοις.

### 759

ἔργον] εἰς φθορὰν χωρῆσαν. ἐξεκείνωσεν] ἐκενώθη τὰ Σοῦσα.

### 767

φρένες] ὁ Ἀρταφέρνης, ὃν ἐτυμολογεῖ ὁ ἀρτίας ἔχων φρένας. ὁ Ἀρταφέρνης ἐξ ἐτυμολογίας. Κῦρος πρῶτος προσεκτήσατο Πέρσαις τὴν ἀρχὴν Μήδων ἀφελόμενος.

### 768

Κύρου υἱὸς Καμβύσης, ἀδελφοὶ δὲ κατὰ Ἑλλάνικον Μάραφις, Μέρφις. ἤλασεν βίᾳ] συνήγαγεν τῇ ἰδίᾳ δυνάμει.

### 773

Κύρου δὲ παῖς] Καμβύσης. πέμπτος δὲ Μάρδος: ἡ γραφὴ ἡμάρτηται.

### 774

τὸν γὰρ ἐπιθέμενον τῇ Καμβύσου ἀρχῇ μάγον ὄντα οὐδεὶς Μάρδον εἶπεν, οὔτε γένος, οὔτε ὄνομα. μήποτε οὖν γραπτέον, Μάρδις αἰσχύνη πάτρᾳ. ὁμώνυμος γὰρ εἶναι ἴσως ὑπεκρίνετο Μερδίᾳ τῷ Κύρου παιδὶ, ἀδελφῷ τε Καμβύσου. αἰσχύνη δὲ πάτρᾳ, ὅτι μάγος ὢν πῶς ἔσπασε Περσῶν ἀρχὴν εἰς μάγους. Ἀρταφρένης] τοῦτον Ἑλλάνικος Δαφέρνην καλεῖ.

### 779

κἀγὼ πάλου] κακῶς· μετὰ γὰρ τὴν τῶν μάγων καθαίρεσιν Δαρεῖος ὁ μέγας ἦρξεν. πάλου δ’] ὁ δέ ἀντὶ τοῦ δὴ νῦν. οἳ κράτη τάδ’ ἔσχομεν] οἱ πρὸ τοῦ βασιλεύσαντες ἡμεῖς.

### 786

τόσα] ὅσα νῦν. αὐτή] αὐτὴ ἡ Ἑλλάς.

### 792

ἡ γῆ] ἡ Ἀτθίς. κτείνουσα λιμῷ] καρποὺς ἀρκοῦντας μὴ ἔχουσα.

### 795

εὐσταλῆ] εὔμετρον. χρὴ θεσφάτοισιν ἐς τὰ νῦν πεπραγμένα βλέψαντα] ἀφ’ ὧν ταῦτα ἐτελέσθη, κἀκεῖνα συμβήσεται.

### 802

συμβαίνει γὰρ οὐ τὰ μὲν, τὰ δ’ οὒ] οὐ γὰρ τὰ μὲν συμβαίνει, τὰ δ’ οὔ· ἀντὶ τοῦ πάντα συμβαίνει. λείπει] ὁ Ξέρξης.

### 806

πίασμα] ἀντὶ τοῦ, λιπαίνει τὴν Βοιωτίαν ὁ Ἀσωπός. πίασμα ἀντὶ τοῦ λίπασμα. οὗ σφιν κακῶν ὕψιστα] τὴν ἐν Πλαταιαῖς πεζομαχίαν φησὶν, ἣν πρὸς Λάκωνας ἡσσήθησαν.

### 810

πιμπράναι νεώς] ἐνεπίμπρασαν γὰρ τὰ ἱερά. κρηπίς] θεμέλιον.

### 815

ἐκπιδύεται] αὔξεται τὰ κακά. Δωρίδος] Λακωνικῆς.

### 818

θῖνες: οἱ σωροὶ καίπερ φωνὴν μὴ ἀφιέντες δείξουσι τὸ γένος. τριτοσπόρῳ δὲ, τρίτῃ τῶν μεταγενεστέρων γενεᾷ. ὄλβον—μέγαν] τὴν εὐδαιμονίαν.

### 827

τῶν ὑπερκόπων] τῶν μὴ προσηκόντων εὔθυνος, δικαστής. ἐκεῖνον] τὸν Ξέρξην.

### 834

πάντα γάρ] ὑπὸ γὰρ τοῦ ἄλγους τῶν κακῶν πάντα ἀμφὶ σώματι στημορραγοῦσι λακίδες, οἷον διαρρέουσιν. στημορραγοῦσιν] διαρρέουσιν.

### 852

ὦ πόποι] θαυμαστικῶς σύγκρισιν ποιεῖται τῶν ἐπὶ Δαρείου εὐτυχημάτων πρὸς τὰ νῦν κακά. πρῶτα μὲν εὐδοκίμου: πρῶτα μὲν κατὰ πόλεμον διὰ στρατιᾶς εὐδοκιμοῦμεν καὶ ὁρμῶμεν κατὰ νενομισμένα ἔθη ταῖς πόλεσι ταῖς πορθουμέναις, οὐ τεμένη θεῶν πορθοῦντες, οὐ τάφους ἀνασπῶντες, ὡς Ξέρξης τολμήσας ἐποίησεν.

### 858

εὐδοκίμου στρατιᾶς—]περιβόητοι ἦμεν ἐν πολέμῳ. νόμιμα] τὰ νόμιμα πάντα τῶν τετειχισμένων πόλεων.

### 859

νόμιμα] οἱ δὲ δημωφελεῖς δῆμοι πάντα ἐπολιτεύοντο. ὅσας δ’ εἷλε πόλεις] τὸ ὅσας θαυμαστικῶς τῇ ἀρετῇ Ἕλληνας ὑπέταξεν, οὐκ ἀνάγκῃ ὁ Δαρεῖος.

### 867

ποταμουδέ] σκληροτέρα ἡ συναλιφὴ ποταμουδὲ ἀφ’ ἑστίας, οἷόν ἐστι τὸ τουένεκα τούνεκα. Στρυμονίου πελάγους] ὡς μέχρι Ὑπερβορέων παρατεινούσης τῆς ἀρχῆς Περσῶν.

### 869

Ἀχελωΐδες] αἱ δίυγροι· Ἀχελῷον γὰρ πᾶν ὕδωρ λέγουσιν. ἐπαύλων] τῶν ἐπαυλισμάτων.

### 871

λίμνας] καὶ ἔξω τῆς θαλάσσης ὅσαι εἰσὶ μεσήπειροι. κατὰ χέρσον ἐληλαμέναι] τοῖς τείχεσι κεκυκλωμέναι.

### 873

τοῦδ’ ἄνακτος] τοῦ Δαρείου. ἄϊον] ὑπήκουον. μυχία τε Προποντὶς] ἀπὸ κοινοῦ τὸ, οἷαί εἰσιν αἱ παρὰ τὸν Ἑλλήσποντον τὴν οἴκησιν αὐχοῦσαι.

### 876

πλατύν] “Ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.” στόμωμα] ὁ Βόσπορος.

### 879

αἱ κατὰ πρῶν’ ἅλιον] αἱ κατὰ τὸν Ἑλλήσποντον. προσήμεναι] ὑποτασσόμεναι.

### 883

οἵα Λέσβος—]αὗται ἐν τῷ Αἰγαίῳ πελάγει εἰσίν. οἵα Λέσβος] ὅτι μεταβέβηκεν εἰς τὸ Αἴγαιον πέλαγος. ἡ γὰρ Λέσβος ἐν τῷ Αἰγαίῳ ἐστίν. ἐκράτυνε] ὑπὸ τὸ ἴδιον κράτος εἶχεν.

### 889

μεσάκτους δὲ, μεσακτίους, παραθαλασσίους. Λῆμνον] Λῆμνος Θρᾴκης ἐστί.

### 890

αὗται δέ εἰσιν αἱ μεσάκτιοι. Ἰκάρου δ’ ἕδος] Ἰκάρου τὸν κλύδωνα. Σαλαμῖνα] ἄποικοι γάρ εἰσιν οἱ ἐν Κύπρῳ Σαλαμίνιοι τῶν ἐν τῇ Ἀττικῇ.

### 894

τὴν ἐν Κύπρῳ. κλῆρον Ἰαόνιον] Ἰωνίδας πόλεις.

### 900

σφετέραις] τῷ ἰδίῳ λογισμῷ, οἷον φρόνιμος ὤν. οὐκ ἀμφιβόλως] ἀλλὰ ἀληθῶς.

### 905

θεόπρεπτα] ὑπὸ θεῶν ἐνεχθέντα καὶ θεοῖς δόξαντα. πλαγαῖσι ποντίαισι] ταῖς ναυμαχίαις.

### 910

ἀτεκμαρτοτάτης] κακοτελευτήτου. κἀμέ] ὑπομιμνησκόμενος γὰρ τῶν παίδων αὐτῶν αἰσχύνῃ καὶ ἐλέῳ πιέζομαι.

### 919

Περσονόμου] τῆς τοῖς Πέρσαις νεμηθείσης. ἐγγαίαν: ἐγχωρίαν.

### 922

τὰν ἐγγαίαν] τοῦτ’ ἔστι τὴν ἐγχώριον· ἢ οὕτως, ἡ γῆ ἡμῶν τὴν ἔξω τῆς γῆς ἥβην σεσαγμένην ὑπὸ τοῦ Ἅιδου καὶ διὰ τὸν Ξέρξην κταμένην αἰάξει. ἥβαν] τὸ ἑξῆς, ἥβαν Περσᾶν.

### 924

σάκτορι: τῷ πληρωτῇ, παρὰ τὸ σάσσω· ὅτι δι’ αὐτὸν ἀπέθανεν. Ἀγδαβάται] ἔθνος Περσῶν. τὸ ἑξῆς, Ἀγδαβάται γὰρ ἐξέφθινται. φύστις] ἔκφυσις, γονή.

### 926

τοῦτο διὰ μέσου. φύστις: ἡ πεφυρμένη καὶ ἐπὶ γῆς πεσοῦσα. γαίας ἐπὶ γόνυ τὸ ἑξῆς.

### 932

αἰακτός] θρηνητὸς τῇ γέννῃ. ἀντὶ τοῦ δυστυχῶς γεννηθείς. πρόσφθογγον] προσφώνησίν σοι τοῦ νόστου πέμψω, τὴν κακοφάτιδα βοήν.

### 938

Μαριανδυνοῦ θρηνητῆρος] Καλλίστρατος ἐν δευτέρῳ περὶ Ἡρακλείας Τιτυοῦ τρεῖς παῖδας εἶναι, Βῶρμον, Πριόλαν καὶ Μαριανδυνὸν, ὃν κυνηγετοῦντα ἀπολέσθαι, καὶ μέχρι νῦν Μαριανδυνοὺς ἀκμῇ θέρους θρηνεῖν αὐτόν. τὸν δὲ Μαριανδυνὸν αὐξῆσαι μάλιστα τὴν θρηνητικὴν αὐλῳδίαν, καὶ διδάξαι Ὕαγνιν τὸν Μαρσύου πατέρα. καὶ αὐλοὶ δέ εἰσι Μαριανδυνοὶ ἐπιτηδειότητα ἔχοντες εἰς τὰς θρηνῳδίας. καὶ τὸ περιφερόμενον “αὐλεῖ Μαριανδυνοῖς καλάμοις κρούων Ἰαστί.” Μαριανδυνοῦ] ὡς τῶν Μαριανδυνῶν θρηνῳδῶν ὄντων· καὶ αὐλοὶ δέ τινες λέγονται Μαριανδυνοὶ, ἐπιτηδείως ἔχοντες πρὸς θρήνους. δαίμων] ἡ τύχη μεταβέβληται.

### 945

λαοπαθῆ] τὰ πάθη τῶν λαῶν σέβων. ἁλίτυπά τε βάρη] τὰ ἐν τῇ θαλάσσῃ συμβάντα ἀτυχήματα τῶν πολιτῶν.

### 947

πενθητῆρος] πένθους ἀξίας. Ἰάνων γὰρ ἀπηύρα] ὁ Ἀττικὸς στόλος ἀφείλετο τὴν Περσῶν σωτηρίαν.

### 950

Ἰάνων] ὁ τῶν Ἰώνων. ἑτεραλκής] τοῦτ’ ἔστι νικηφόρος.

### 952

κερσάμενος] ἀποκείρας στυγνὴν πλάκα κατὰ τὴν δυσδαίμονα ἀκτὴν, τοῦτ’ ἔστι κατὰ τὴν Σαλαμῖνα. σημείωσαι ὅτι βασιλέως ὀφθαλμὸς ἀριθμεῖ τὰς στρατιάς.

### 980

τὸν σὸν—]τὸν ὄντα ὀφθαλμόν. πεμπαστάν] μετρητὴν στρατοπέδου, οἷον μυριάδα ἀριθμοῦντα τὰς ὅλας ἡγεμονίας.

### 981

ἀριθμῆσαι κατὰ πεντάδα ἀνὰ μυρίους ἔχοντα τοὺς ἀρχομένους. δᾴων] διακοπτικῶν πολεμίων κακῶν.

### 988

ἴυγγα] φιλίαν. βοᾷ βοᾷ—ἦτορ] παρὰ τὸ “Κραδίη δὲ οἱ ἔνδον ὑλάκτει.

### 992

” Μάρδων] ἔθνος Περσικόν.

### 995

Ξάνθην] λείπει ὁ καί. ἱππιάνακτας] τοὺς ἄνακτας τῶν ἵππων.

### 1000

ἔταφον ἔταφον] ἀπέθανον οὐκ ἐπὶ ὀχημάτων ὄντες, ἀλλὰ γυμνοὶ καθεστηκότες. ἀγρόται] γρ.

### 1002

καὶ ἀκρόται· ἐξ οὗ ἔσται ἀπὸ τοῦ ἄκρου· εἰ δὲ ἀγρόται, ἀπὸ τοῦ ἄγειν καὶ ἀγείρειν. οἱ ἄρχοντες· εἰ δὲ ἀκρόται, οἱ ἄκροι. Gl. οἴ] τὸ οἲ θρηνητικῶς.

### 1007

οἷον] οἷον κακὸν ἡ Ἄτη ἐφορᾷ. δυσπόλεμον] κακωθὲν πολέμῳ καὶ δυστυχῆσαν.

### 1014

πέπληγμαι] κόπτομαι, θρηνῶ ὀλέσας τοσοῦτον στρατόν. τὰ Περσᾶν] λείπει κακά· ἢ στικτέον ἐν τῷ τί δέ· εἶτα· οὐχὶ τὰ μεγάλα Περσῶν ὄλωλεν; ἵνα λείπῃ τὸ, τί δὲ ὅπερ λέλειπται.

### 1018

ὁρᾷς] θεωρεῖς τὸ περίλοιπον ἐμὲ λείψανον τῆς ὅλης στρατιᾶς. στολᾶς] οἷον στόλου. θησαυρὸν βελέεσσιν] τὴν φαρέτραν.

### 1023

βαιά γ’ ὡς ἀπὸ πολλῶν] ὀλίγα ἐσώθη ἀπὸ πολλῆς πανοπλίας. οὐ φυγαίχμας] ἐρωτηματικῶς.

### 1028

ναύφρακτον ὅμιλον] τὸν ἡμῶν ναυτικὸν λαόν. πέπλον δ’ ἐπέρρηξ’] τοῦτο καὶ ὁ ἄγγελος προεῖπεν.

### 1032

πλεῖον ἢ παπαῖ] ὑπερβαίνει θρῆνον. σθένος] τῶν Περσῶν.

### 1038

δίαινε πῆμα] δάκρυε τὸ ἀτύχημα. δόσιν κακάν] δίδου τοῖς κακοῖς τὴν κακὴν δόσιν, ὅ ἐστι τὰ δάκρυα.

### 1042

ὁμοῦ τιθείς] συντιθεὶς μέλος θρήνει, ἀντὶ τοῦ εὐρύθμως. ἔρεσσε] τύπτε σεαυτὸν εἰς ἐμὴν χάριν.

### 1049

πάρεστι] ὁ θρῆνος. ἐπορθίαζε] ἐπεκτεταμένως θρήνει.

### 1052

μέλαινα] πενθήρης. κἀπιβόα τὸ Μύσιον] οἱ γὰρ Μυσοὶ καὶ οἱ Φρύγες εἰσὶ μάλιστα θρηνητικοί.

### 1057

ἄπριγδα] ἐπίφθεγμα ἐπὶ τῶν μετὰ σφοδρότητος τιλλόντων τὰς τρίχας. ψάλλ’] ψάλλε ἀντὶ τοῦ τίλλε· καὶ χοιροψάλας Διόνυσος ὁ τίλλων τὰ μόρια τῶν γυναικῶν.

### 1076

πέμψω] προπέμψω.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/aeschylus-scholia-persians-al-tro-al.json (sha256:d44fdbc979bb6120508d3ca9ec021ed952d48b3e0e98d87d5148397526075ac5). Cite as `eul_wid: tro-al`.
